Questions on the Octateuch 5.43–6.14

Greek text: PG 80.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Prologue 5

5.43PG 80 80:447

Τι δήποτε διὰ σμικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωσῆς προσετάχθη τὴν γῆν, εἰσαγαγεῖν δὲ τὸν λαὸν ἐκωλύθη; Διδάσκει διὰ τούτων ἡμᾶς ὁ Δεσπότης, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀρετὴν ἀπαιτεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. Τοῦτο καὶ σοφός τις ἔφη Ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἑτασθήσονται. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· Ὦ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον καὶ ἀπαιτήσουσι παρ᾿ αὐτοῦ, ᾧ δὲ πολὺ δοθήσεται, πολὺ ἀπαιτήσουσι παρ᾿ αὐτοῦ Ἰστέον μέντοι καὶ τοῦτο, ὡς ἕτερα δι᾽ ἑτέρων ὁ Δεσπότης οἰκονομεῖ. Ὥσπερ ἀμέλει καὶ τουτονὶ τὸν μέγαν προφήτην οὐκ εἴασεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐπαγαγεῖν τὸν λαὸν, ἵνα μὴ ὡς Θεὸν αὐτὸν σεβασθῶσιν οἱ Ἰσραηλῖται οἱ γὰρ τὰ ἄψυχα θεοποιήσαντες, καὶ μόσχου εἰκόνα Θεὸν ὀνομάσαντες, δῆλον ὅτι πολλῷ μᾶλλον ὡς Θεὸν ἂν ἐσεβάσθησαν τὸν τοσούτων αὐτοῖς ἀγαθῶν γεγενημένον διάκονον τούτου χάριν αὐτοῦ καὶ τὸν τάφον ἄδηλον πεποίηκεν ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων Θεός. Εἰδέναι δὲ καὶ τοῦτο προσήκει, ὡς ὁ Μωσῆς τύπον ἔχει τοῦ νόμου, διὸ καὶ Μωσῆς τὴν προσηγορίαν ὁ νόμος ἔχει· Ἔχουσι γὰρ, φησὶ, Μωσέα, καὶ τοὺς προφήτας. Καί· Ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς. Καί Ἑβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ὥσπερ γὰρ Ἡσαΐαν καλοῦμεν οὐ τὸν προφήτην μόνον, ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον· καὶ Ἱερεμίαν, καὶ Ἰεζεκιήλ, οὐ τοὺς ἄνδρας μόνον ἀλλὰ καὶ τὰ ἐκείνων βιβλία· καὶ τὸν ᾿Απόστολον, οὐ μόνον αὐτὸν τῆς ἀληθείας τὸν κήρυκα, ἀλλὰ καὶ τὸ ἐκείνου βιβλίον οὕτω Μωσῆς ὁ νόμος ὠνόμασται, Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, τύπος τοῦ Σωτῆρος τῆς οἰκουμένης. Ωσπερ τοίνυν Μωσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν· οὕτως ὁ νόμος μὲν τῆς ἀσεβείας ἀπαλλάττει τοὺς πειθομένους, ἡ δὲ τῶν οὐρανῶν.

Ti dēpote dia smikran plēmmeleian porrōthen idein ho Mōsēs prosetachthē tēn gēn, eisagagein de ton laon ekōlythē? Didaskei dia toutōn hēmas ho Despotēs, hōs tous en aretę̄ teleious tēn akran aretēn apaitei, kai tois allois anthrōpois megala paranomousi makrothymōn, tois hagiois tautēs ou metadidōsi tēs syngnōmēs. Touto kai sophos tis ephē Ho men gar elachistos syngnōstos estin eleous, dynatoi de dynatōs hetasthēsontai. Kai ho Kyrios en tois hierois Euangeliois; Ō men gar oligon dothēsetai, oligon kai apaitēsousi par᾿ autou, hǭ de poly dothēsetai, poly apaitēsousi par᾿ autou Isteon mentoi kai touto, hōs hetera di᾽ heterōn ho Despotēs oikonomei. Hōsper amelei kai toutoni ton megan prophētēn ouk eiasen eis tēn gēn tēs epangelias epagagein ton laon, hina mē hōs Theon auton sebasthōsin hoi Israēlitai hoi gar ta apsycha theopoiēsantes, kai moschou eikona Theon onomasantes, dēlon hoti pollǭ mallon hōs Theon an esebasthēsan ton tosoutōn autois agathōn gegenēmenon diakonon toutou charin autou kai ton taphon adēlon pepoiēken ho sophōs ta kath' hēmas prytaneuōn Theos. Eidenai de kai touto prosēkei, hōs ho Mōsēs typon echei tou nomou, dio kai Mōsēs tēn prosēgorian ho nomos echei; Echousi gar, phēsi, Mōsea, kai tous prophētas. Kai; Heōs sēmeron hēnika anaginōsketai Mōsēs. Kai Hebasileusen ho thanatos apo Adam mechri Mōseōs. Hōsper gar Hēsaïan kaloumen ou ton prophētēn monon, alla kai to ekeinou biblion; kai Hieremian, kai Iezekiēl, ou tous andras monon alla kai ta ekeinōn biblia; kai ton ᾿Apostolon, ou monon auton tēs alētheias ton kēryka, alla kai to ekeinou biblion houtō Mōsēs ho nomos ōnomastai, Iēsous de ho tou Nauē, typos tou Sōtēros tēs oikoumenēs. Ōsper toinyn Mōsēs men exēgage ton laon ex Aigyptou, Iēsous de auton eis tēn epēngelmenēn eisēgage gēn; houtōs ho nomos men tēs asebeias apallattei tous peithomenous, hē de tōn ouranōn.

Why, for a small fault, was Moses ordered to see the land from afar but prevented from bringing the people in? Through these things the Master teaches us that he requires the highest virtue of those perfect in virtue; and while he is patient with other people who commit great transgressions, he does not grant this indulgence to the saints. A certain wise man said this too: “For the least is pardonable in mercy, but the mighty will be mightily tested.” And the Lord in the holy Gospels: “From the one to whom little is given, little will be required; but from the one to whom much is given, much will be required.” This too must be known: the Master arranges some things through others. So too he did not let this great prophet bring the people into the land of promise, so that the Israelites would not worship him as a god; for those who deified lifeless things and called the image of a calf a god would clearly have worshipped much more as a god the man who had been the minister of so many good things to them. For this reason God, who wisely governs our affairs, also made his tomb unknown. One should also know that Moses is a type of the law; hence the law too has the name “Moses”: “They have Moses,” it says, “and the prophets”; and, “To this day, whenever Moses is read”; and, “Death reigned from Adam until Moses.” For as we call “Isaiah” not only the prophet but also his book, and Jeremiah and Ezekiel not only the men but also their books, and “the Apostle” not only the herald of truth himself but also his book, so the law is named Moses, while Joshua son of Nun is a type of the Saviour of the world. As, then, Moses brought the people out of Egypt but Joshua brought them into the promised land, so the law frees those who obey it from impiety, but the grace … of heaven.

Deut 32:48–52 (allusion, high confidence) · Deut 34:1–6 (allusion, high confidence) · Luke 12:48 (quotation, high confidence) · Exod 32:4 (allusion, medium confidence) · Luke 16:29 (quotation, high confidence) · 2 Cor 3:15 (quotation, high confidence) · Rom 5:14 (quotation, high confidence)

Notes and citation

Summary: Moses was kept from the land because God demands more of the perfect and to prevent his deification; Moses stands for the law, Joshua for the Saviour who brings into the kingdom.

  • Deut 32:48–52; 34:1–6; Wis 6:6; Luke 12:48; Luke 16:29; 2 Cor 3:15; Rom 5:14. Lines from 2 Cor 3:15 printed from a neighbouring column inside the sentence on Isaiah are removed. The last sentence is cut short; its end is printed at the start of 5.44, where it is translated under “[End of question 43:]”.

Notes on the original text

  • Digital text corrected (stray letter; stray letters; words from a neighbouring column leaked into the line): προσετάχθη η τὴν → προσετάχθη τὴν; σεβασθῶσιν 6ο οἱ → σεβασθῶσιν οἱ; τὸ ἐκείνου βιβλίον καὶ ἀρεσάντων. ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. ἐπέχει. σε σέ Ἱερεμίαν → τὸ ἐκείνου βιβλίον· καὶ Ἱερεμίαν.

Extrabiblical texts: Wis 6:6 (Wisdom of Solomon [in RC, EO, ETH canons]; quotation)

Topics: Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 5.43 (PG 80 80:447; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/5-43). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-5-43) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

5.44PG 80 80:449

Εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν Πῶς νοητέον τὰς τῶν φυλῶν εὐλογίας ; Πρῶτον ἀνέμνησεν ὁ προφήτης τῆς θείας ἐπιφανείας τῆς ἐν τῷ Σινᾷ ὄρει γεγενημένης . Κύριος γὰρ, φησὶν, ἐν Σινᾷ ἥκει καὶ ἐπέφανεν ἡμῖν ἐκ Σιεὶρ, καὶ κατέκαυσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ. Καὶ ἐν τῇ ἐρήμῳ τῇ Φαρὰν, καὶ ἐν τῷ Σιεὶρ, τῆς θείας κηδεμονίας ἀπήλαυσαν. Κάδης δὲ ἐνταῦθα οὐ τὴν ἔρημον λέγει, ἀλλὰ τὴν τοῦ ὀνόματος ἑρμηνείαν. Τὸ γὰρ Κάδης τῇ Ἑβραίων φωνῇ τὸ ἅγιον δηλοῖ Ἔφη τοίνυν, ὅτι πολλαὶ μυριάδες ἁγίων ἀγγέλων τῷ ἁγίῳ Δεσπότῃ συνῆσαν, τῆς οἰκείας αὐτοὺς ἀξιοῦντι κηδεμονίας. ᾿Αναγκαίως δὲ προστέθεικε Καὶ πάντες ἡγιασμένοι ὑπὸ τὰς χεῖρας αὐτοῦ, καὶ οὗτοι ὑπὸ σὲ εἰσιν. Εἰ γὰρ μὲν ἀόρατον ἔχουσι τὴν φύσιν, ἀλλ᾽ ὑπὸ τὴν σὴν δεσποτείαν τελοῦσι· σὲ γὰρ ἔχουσι ποιητήν. Προλέγει δὲ ὅτι ὁ νῦν τὸν Ἰσραὴλ ἐκλεξάμενος, μικρὸν ὕστερον καὶ πάντα καλέσει τὰ ἔθνη, καὶ τούτων κάκείνων αὐτὸς ἔσται ἄρχων καὶ βασιλεύς. Ἔσται γὰρ, φησὶν, ἐν τῷ ἡγαπημένῳ ἄρχων, συναχθέντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ. Ταῦτα εἰπὼν, πρῶτον εὐλογεῖ τὸν Ῥουβὴν, καὶ λύει τὴν πατρῴαν ἀρὰν, ἀντιτάξας τὴν φιλαδελφίαν τῇ περὶ τὸν πατέρα παρανομίᾳ. Ἐξῆν δὲ ὡς νομοθέτῃ εἰς εὐλογίαν τὴν ἀρὰν μεταθεῖναι. Ζήτω Ῥουβὴν, καὶ μὴ ἀποθανέτω, καὶ ἔσται πολὺς ἐν ἀριθμῷ. Ἐπειδὴ γὰρ ὁ πατὴρ εἶπεν Ὡς ὕδωρ μὴ ἐκζέσῃς, τουτέστι, Μὴ θερμανθῇς εἰς πολυγονίαν, εἰκότως αὐτῷ τῶν ἀπογόνων τὸ πλῆθος ἐπηύξατο. Εἶτα τὴν τάξιν ὑπερβὰς, τῷ Ἰούδα τὴν εὐλογίαν προσφέρει, διὰ τὸν ἐκεῖθεν κατὰ σάρκα βεβλαστηκότα Δεσπότην. Πρόδηλον γὰρ, φησὶν ὁ θεῖος Ἀπόστολος, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμων. Προλέγει δὲ καὶ τὴν Δαβιτικὴν βασιλείαν. Εἰσάκουσον γαρ, φησὶ, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοιεν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ. Οὕτω τὴν βασιλικὴν εὐλογήσας φυλὴν, εἰς τὴν ἱερατικὴν μεταβαίνει· Δότε Λευί δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ. Τῷ στέρνῳ τοῦ ἱερέως τὸ λόγιον ἐπέκειτο εἶχε δὲ τοῦτο τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· πολλὰ γὰρ ἐκεῖθεν προεδηλοῦτο· συνῆπται δὲ τοῖς δήλοις ἡ ἀλήθεια, διὰ τὸ ἀψευδὲς τῶν δηλουμένων. Ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐφ᾿ ὕδατος ἀντιλογίας. Τῶν εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν γεγενημένων ἀνέμνησεν· Ὁ λέγων τῷ πατρὶ αὐτοῦ, καὶ τῇ μητρὶ αὐτοῦ, Οὐχ ἑώρακά σε· καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησε. Τὸ τέλειον τῶν ἱερέων ὁ λόγος διδάσκει. Πάντων γὰρ τῶν κατὰ τὸν βίον καταφρονεῖν προσήκει τὸν ἱερέα, καὶ τῇ θείᾳ προσεδρεύειν ἱερουργίᾳ. Τούτου χάριν οὐδὲ κλῆρον αὐτοῖς ἀπένειμεν, οὐδὲ κτῆσιν ἔχειν ἐνομοθέτησεν, ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ, ἵνα τῶν βιωτικῶν ἀπηλλαγμένοι φροντίδων, ἁγίως τὴν ἐγκεχειρισμένην ἀγιστείαν ἐπιτελῶσιν. Αὐτίκα γοῦν ᾿Ααρὼν ὁ πρῶτος ἀρχιερεὺς, οὔτε κηδεῦσαι τοὺς τεθνηκότας συνεχωρήθη παῖδας. Οὕτω δέ φησιν· Ἑαυτοὺς τελειώσαντες δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. Τοῦτο καὶ τοῦ λαοῦ τιμωρουμένου γεγένηται. Ὁ γὰρ ᾿Ααρὼν προσενεγκὼν τὸ θυμίαμα τὸν θεήλατον ἐκώλυσε θάνατον. Εἶτα τὴν θείαν αὐτοῖς εὐλογίαν αἰτεῖ· Εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι. Χρεία γὰρ καὶ σωματικῆς δυνάμεως τοῖς λειτουργοῦσιν, ἵνα μηδὲν ἐμποδὼν γένηται τῇ προθυμίᾳ. Κάταξον ὀσφὺν ἀνθεστηκότων ἐχθρῶν αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. Διὰ δὲ τούτων χαλινοῖ τῶν τυραννούντων τὸ θράσος· ἀναμιμνήσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ, καὶ Δαθὰν, καὶ Ἀβηρὼν, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαντες.

Euangeliōn charis eis tēn basileian eisagei tōn Pōs noēteon tas tōn phylōn eulogias ? Prōton anemnēsen ho prophētēs tēs theias epiphaneias tēs en tǭ Siną orei gegenēmenēs . Kyrios gar, phēsin, en Siną hēkei kai epephanen hēmin ek Sieir, kai katekausen ex orous Pharan syn myriasi Kadēs ek dexiōn autou angeloi met᾿ autou. Kai en tę̄ erēmǭ tę̄ Pharan, kai en tǭ Sieir, tēs theias kēdemonias apēlausan. Kadēs de entautha ou tēn erēmon legei, alla tēn tou onomatos hermēneian. To gar Kadēs tę̄ Hebraiōn phōnę̄ to hagion dēloi Ephē toinyn, hoti pollai myriades hagiōn angelōn tǭ hagiǭ Despotę̄ synēsan, tēs oikeias autous axiounti kēdemonias. ᾿Anankaiōs de prostetheike Kai pantes hēgiasmenoi hypo tas cheiras autou, kai houtoi hypo se eisin. Ei gar men aoraton echousi tēn physin, all᾽ hypo tēn sēn despoteian telousi; se gar echousi poiētēn. Prolegei de hoti ho nyn ton Israēl eklexamenos, mikron hysteron kai panta kalesei ta ethnē, kai toutōn kakeinōn autos estai archōn kai basileus. Estai gar, phēsin, en tǭ hēgapēmenǭ archōn, synachthentōn laōn hama phylais Israēl. Tauta eipōn, prōton eulogei ton Rhoubēn, kai lyei tēn patrǭan aran, antitaxas tēn philadelphian tę̄ peri ton patera paranomią. Exēn de hōs nomothetę̄ eis eulogian tēn aran metatheinai. Zētō Rhoubēn, kai mē apothanetō, kai estai polys en arithmǭ. Epeidē gar ho patēr eipen Hōs hydōr mē ekzesę̄s, toutesti, Mē thermanthę̄s eis polygonian, eikotōs autǭ tōn apogonōn to plēthos epēuxato. Eita tēn taxin hyperbas, tǭ Iouda tēn eulogian prospherei, dia ton ekeithen kata sarka beblastēkota Despotēn. Prodēlon gar, phēsin ho theios Apostolos, hoti ex Iouda anatetalken ho Kyrios hēmōn. Prolegei de kai tēn Dabitikēn basileian. Eisakouson gar, phēsi, Kyrie, phōnēs Iouda, kai eis ton laon autou elthoien hai cheires autou diakrinousin autǭ, kai boēthos ek tōn echthrōn autou esę̄. Houtō tēn basilikēn eulogēsas phylēn, eis tēn hieratikēn metabainei; Dote Leui dēlous autou kai alētheian autou tǭ andri tǭ hosiǭ. Tǭ sternǭ tou hiereōs to logion epekeito eiche de touto tēn dēlōsin kai tēn alētheian; polla gar ekeithen proedēlouto; synēptai de tois dēlois hē alētheia, dia to apseudes tōn dēloumenōn. Hon epeirasan auton en peirą, eloidorēsan auton eph᾿ hydatos antilogias. Tōn eis auton kai ton adelphon gegenēmenōn anemnēsen; Ho legōn tǭ patri autou, kai tę̄ mētri autou, Ouch heōraka se; kai tous adelphous autou ouk epegnō, kai tous huious autou apegnō; ephylaxe ta logia sou, kai tēn diathēkēn sou dietērēse. To teleion tōn hiereōn ho logos didaskei. Pantōn gar tōn kata ton bion kataphronein prosēkei ton hierea, kai tę̄ theią prosedreuein hierourgią. Toutou charin oude klēron autois apeneimen, oude ktēsin echein enomothetēsen, alla tas aparchas kai tas dekatas para pantos komizesthai tou laou, hina tōn biōtikōn apēllagmenoi phrontidōn, hagiōs tēn enkecheirismenēn agisteian epitelōsin. Autika goun ᾿Aarōn ho prōtos archiereus, oute kēdeusai tous tethnēkotas synechōrēthē paidas. Houtō de phēsin; Heautous teleiōsantes dēlōsousi ta dikaiōmata sou tǭ Iakōb, kai ton nomon sou tǭ Israēl; epithēsousi thymiama en orgę̄ sou dia pantos epi to thysiastērion sou. Touto kai tou laou timōroumenou gegenētai. Ho gar ᾿Aarōn prosenenkōn to thymiama ton theēlaton ekōlyse thanaton. Eita tēn theian autois eulogian aitei; Eulogēson, Kyrie, tēn ischyn autou, kai ta erga tōn cheirōn autou dexai. Chreia gar kai sōmatikēs dynameōs tois leitourgousin, hina mēden empodōn genētai tę̄ prothymią. Kataxon osphyn anthestēkotōn echthrōn autou, kai hoi misountes auton mē anastētōsan. Dia de toutōn chalinoi tōn tyrannountōn to thrasos; anamimnēskei de kai hōn epathe Kore, kai Dathan, kai Abērōn, tēn stasin kata tōn hiereōn kinēsantes.

[End of question 43:] … of the Gospels brings into the kingdom of … [Question 44:] How are the blessings of the tribes to be understood? First the prophet recalled the divine appearing on Mount Sinai: “The Lord came from Sinai,” he says, “and appeared to us from Seir, and hastened from Mount Paran with the myriads of Kadesh; at his right hand angels with him.” In the wilderness of Paran and in Seir they enjoyed the divine care. Here “Kadesh” does not mean the wilderness but the meaning of the name; for in the Hebrew language “Kadesh” means “holy.” He said, then, that many myriads of holy angels were with the holy Master as he granted them his care. And of necessity he added: “And all the sanctified are under his hands, and these are under you.” For even if they have an invisible nature, they are subject to your lordship, for they have you as their maker. He foretells that the one who has now chosen Israel will shortly call all the nations too, and will himself be ruler and king of both: “For there shall be a ruler in the beloved,” he says, “when the peoples are gathered together with the tribes of Israel.” Having said this, he first blesses Reuben and lifts the father's curse, setting his love for his brothers against his lawless act toward his father; and as lawgiver he was free to change the curse into a blessing. “Let Reuben live and not die, and let him be many in number.” For since his father had said, “Do not boil over like water,” that is, do not grow warm in fruitfulness, fittingly he prayed for a multitude of descendants for him. Then, passing over the order, he gives the blessing to Judah, because of the Master who sprang from there according to the flesh. “For it is evident,” says the divine Apostle, “that our Lord arose from Judah.” He also foretells the kingdom of David: “Hear, O Lord,” he says, “the voice of Judah, and may they come to his people; his hands will contend for him, and you will be a help against his enemies.” Having thus blessed the royal tribe, he passes to the priestly one: “Give to Levi his manifestations and his truth, to the holy man.” The oracle lay on the priest's breast, and it held the manifestation and the truth; for many things were made manifest from it; and truth is joined to manifestation because what was manifested did not lie. “Whom they tested with a test, they reviled him at the water of contradiction.” He recalled what had been done to him and his brother. “He who says to his father and his mother, ‘I have not seen you,’ and did not recognize his brothers, and disowned his sons, kept your oracles and guarded your covenant.” The passage teaches the perfection of the priests. For the priest must despise all the things of this life and devote himself to the divine service. For this reason he gave them no allotment and did not legislate that they have property, but that they receive the firstfruits and the tithes from all the people, so that, freed from the cares of life, they might perform the sacred office entrusted to them in holiness. Thus Aaron, the first high priest, was not even allowed to bury his dead sons. And he says this: “Having made themselves perfect, they will make known your judgments to Jacob and your law to Israel; they will put incense in your wrath continually on your altar.” This also happened when the people were being punished: Aaron, by offering the incense, stopped the death sent by God. Then he asks the divine blessing for them: “Bless, O Lord, his strength, and accept the works of his hands.” For those who minister need bodily strength too, so that nothing may hinder their eagerness. “Break the loins of the enemies who rise against him, and let those who hate him not rise up.” By these words he curbs the boldness of those who seize power, and recalls what Korah, Dathan and Abiram suffered when they stirred up rebellion against the priests.

Deut 33:2–3 (quotation, high confidence) · Deut 33:5 (quotation, high confidence) · Deut 33:6 (quotation, high confidence) · Gen 49:4 (quotation, high confidence) · Heb 7:14 (quotation, high confidence) · Deut 33:7 (quotation, high confidence) · Deut 33:8–10 (quotation, high confidence) · Exod 28:30 (allusion, high confidence) · Exod 17:7 (allusion, medium confidence) · Exod 32:26–29 (allusion, medium confidence) · Lev 10:1–7 (allusion, high confidence) · Num 16:46–48 (17:11-Num LXX) (allusion, high confidence) · Deut 33:11 (quotation, high confidence) · Num 16:1–35 (allusion, high confidence)

Notes and citation

Summary: Theodoret explains the blessings of Moses on Reuben, Judah and Levi, reading Judah's as pointing to David and Christ and Levi's as teaching priestly detachment.

  • Deut 33:2–11 (Septuagint). Reuben's curse: Gen 49:4; Heb 7:14; the oracle with “manifestation and truth” (Urim and Thummim): Exod 28:30; Massah and Meribah: Exod 17:7; Num 20:13; the Levites at the golden calf: Exod 32:26–29; Aaron's sons: Lev 10:1–7; Aaron's incense: Num 16:46–48; Korah, Dathan and Abiram: Num 16. The opening words, marked “[End of question 43:]”, belong to the end of 5.43 but are printed here in the edition and are kept where the scan prints them; lines of Deut 33:7–10 are printed out of order and the end of the section is interleaved with the Deut 33:10 quotation; they are put back in order (logged). The section ends in the edition in the middle of a word; it is completed from the displaced line.

Notes on the original text

  • Digital text corrected (Latin letters removed; interleaved line restored to its place at the end of the section; OCR letter; displaced line (Deut 33:9) removed here and restored below; displaced line restored to its place; footnote marker; interleaved line restored; word completed; stray letters; stray mark; stray number): Πρῶτον 6* ἀνέμνησεν → Πρῶτον ἀνέμνησεν; Ῥουσὴν → Ῥουβὴν; φωνῆς ἀπέγνω Ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήἸούδα → φωνῆς Ἰούδα; διακρινοῦσιν αὐτῷ σε, → διακρινοῦσιν αὐτῷ,; καὶ τοὺς υἱοὺς αὐτοῦ κην σου διετήρησε. → καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησε.; ἐν cohi-ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν μνήσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ, καὶ Δαθὰν, καὶ τες. σου. → ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.; αἰτεῖ68. → αἰτεῖ·; γένηται [τῇ → γένηται τῇ; ἀναμιἈβηρὼν, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαν → ἀναμιμνήσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ, καὶ Δαθὰν, καὶ Ἀβηρὼν, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαντες..

Topics: Church office, Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 5.44 (PG 80 80:449; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/5-44). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-5-44) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

5.45PG 80 80:451

Τίνος χάριν ἔσχατον ὄντα τέταρτον ἔταξε τὸν Βενιαμίν; Ταύτης ἦν τῆς φυλῆς ἡ μητρόπολις· ἐν ἐκείνῃ δὲ ὁ ναὸς ἐδομήθη. Τοιγάρτοι εἰκότως τῇ ἱερατικῇ φυλῇ τὸν ἱερὸν συνέταξε τόπον. Καὶ ἡ εὐλογία δὲ τοῦτο προαγορεύει. Ἠγαπημένος γὰρ, φησὶν, ὑπὸ Κυρίου, κατασκηνώσει πεποιθώς. Ἔδειξε δὲ καὶ τὴν αἰτίαν τῆς πεποιθήσεως· καὶ ὁ ριος1 σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε. Πελάζων γὰρ τῷ θείῳ νεῷ διηνεκῶς τῆς θείας κηδεμονίας ἀπήλαυσε. Τὸ δὲ, Ἐν μέσῳ τῶν ὤμων αὐτοῦ κατέπαυσε, περὶ τοῦ Θεοῦ ἔφη, ὃς ἐν τῇ Ἱερουσαλήμ τὸν ναὸν οἰκοδομηθῆναι κελεύσας, ἐν ἐκείνῳ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. Μετὰ ταύτας τὰς φυλὰς, τὸν Ἰωσὴφ εὐλόγησε, καὶ ταῖς δύο φυλαῖς κατὰ ταυτὸν τὴν εὐλογίαν προσήνεγκεν. ᾿Απ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ· ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου, καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γεννημάτων ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδου μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρῶν ἀρχῆς, καὶ ἀπὸ κορυφῆς βουνῶν ἀεννάων. Ἤτησεν αὐτῷ τὰ οὐρανόθεν δωρούμενα ἀγαθὰ τοὺς ἀπὸ τῆς γῆς παρεχομένους καρπούς οὓς ἄρδουσι μὲν ὑετοὶ, τρέφουσι δὲ δρόσοι, πεπαίνει δὲ ἥλιος κατὰ τὰς τῶν ὡρῶν καὶ μηνῶν περιόδους. Φέρει δὲ τούτους οὐ μόνον ἡ ὑπτία γῆ, ἀλλὰ καὶ ἡ ὄρειος εἰς βεβαίωσιν δὲ τῆς εὐλογίας ἀνέμνησε τοῦ ὀφθέντος ἐν τῷ βάτῳ Θεοῦ. Λέγει δὲ αὐτὸν καὶ τῶν πρωτοτοκίων τετυχηκέναι, καὶ τούτου χάριν διχῆ τὴν φυλὴν μερισθῆναι, καὶ δύο τὴν μίαν γενέσθαι• ἐπειδὴ διπλῆν μοῖραν ἐλάμβανον οἱ πρωτότοκοι. Καὶ τὸ δυνατὸν δὲ τῶν φυλῶν διδάσκων, μονοκέρωτι καὶ ταύρῳ ἀπείκασε· καὶ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραὶμ κατὰ τὴν τοῦ προπάτορος εὐλογίαν. Τῷ δὲ Ζαβουλὼν, καὶ τῷ Ἰσσάχαρ, τῷ μὲν ὡς τὴν παραλίαν οἰκοῦντι, τῷ δὲ ὡς γειτονεύοντι, καὶ τὴν ἐν πολέμοις ἐπηύξατο νίκην, καὶ τὴν θείαν ἐπικουρίαν, καὶ τὰ ἀπὸ θαλάσσης ἀγαθά. Ἔθνη γὰρ, φησὶ, ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσονται ἐκεῖ, καὶ θύσουσι θυσίαν δικαιοσύνης, καὶ πλοῦτον θαλάσσης θηλάσουσι, καὶ ἐμπορίαν παραλίαν κατοικούντων. Οἱ γὰρ τῇ θαλάττῃ πελάζοντες, οὐ μόνον τῶν οἰκείων καρπῶν, ἀλλὰ καὶ τῶν πάντοθεν φερομένων ἀγαθῶν ἀπολαύουσι. Τὸν δὲ Γὰδ ἀπείκασε λέοντι οὕτω γὰρ καὶ ὁ πατριάρχης Ἰακὼβ ἔφη· Γάδ πειρατήριον πειρατεύσει αὐτὸν, καὶ αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας Σκύμνον δὲ τὸν Δὰν ὠνόμασεν ἐκπηδῶντα ἐκ τοῦ Βασάν· ἐπειδὴ ἐξαπίνης τῇ Λαῖσσᾷ προσβαλόντες πόλει, καὶ αὐτὴν εἶλον, καὶ τοὺς ἐνοικοῦντας ἀνεῖλον, καὶ οἰκεῖον ἀπέφηναν οἰκητήριον. Καὶ τῷ Νεφθαλεὶμ δὲ τὴν ἀπὸ γῆς καὶ θαλάττης εὐπορίαν ἀπήγγειλεν· πρόσοικος γὰρ καὶ οὗτος ἦν τῆς θαλάσσης, ἔχων ἀπὸ νότου τὴν Γαλιλαίαν τοῦτο δὲ καὶ ὁ προφήτης, καὶ ὁ εὐαγγελιστὴς ἔφη· Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες Γαλιλαίαν τε τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα. Τὸ μέντοι, πλησμονή δεκτῶν, πλησμονὴ εὐδοκίας ὁ Σύμμαχος ἡρμήνευσε· τὴν δὲ αὐτὴν ἔχει διάνοιαν δεκτὰ γὰρ τὰ εὐδοκούμενα. Καὶ μέντοι καὶ τῷ ᾿Ασὴρ, καὶ τῆς γῆς τὴν εὐκαρπίαν, καὶ τὴν ἀπὸ θαλάττης εὐπορίαν αἰτεῖ. Καὶ γὰρ τὸ Βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ, καὶ σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ, τὴν ἀφθονίαν τῶν ἀγαθῶν δηλοῖ.

Tinos charin eschaton onta tetarton etaxe ton Beniamin? Tautēs ēn tēs phylēs hē mētropolis; en ekeinę̄ de ho naos edomēthē. Toigartoi eikotōs tę̄ hieratikę̄ phylę̄ ton hieron synetaxe topon. Kai hē eulogia de touto proagoreuei. Ēgapēmenos gar, phēsin, hypo Kyriou, kataskēnōsei pepoithōs. Edeixe de kai tēn aitian tēs pepoithēseōs; kai ho rios1 skiazei ep᾿ autǭ pasas tas hēmeras, kai anameson tōn ōmōn autou katepause. Pelazōn gar tǭ theiǭ neǭ diēnekōs tēs theias kēdemonias apēlause. To de, En mesǭ tōn ōmōn autou katepause, peri tou Theou ephē, hos en tę̄ Hierousalēm ton naon oikodomēthēnai keleusas, en ekeinǭ tēn oikeian epiphaneian epoieito. Meta tautas tas phylas, ton Iōsēph eulogēse, kai tais dyo phylais kata tauton tēn eulogian prosēnenken. ᾿Ap' eulogias Kyriou hē gē autou; apo hōrōn ouranou kai drosou, kai apo abyssōn pēgōn katōthen, kai kath' hōran gennēmatōn hēliou tropōn, kai apo synodou mēnōn, kai apo koryphēs orōn archēs, kai apo koryphēs bounōn aennaōn. Ētēsen autǭ ta ouranothen dōroumena agatha tous apo tēs gēs parechomenous karpous hous ardousi men hyetoi, trephousi de drosoi, pepainei de hēlios kata tas tōn hōrōn kai mēnōn periodous. Pherei de toutous ou monon hē hyptia gē, alla kai hē oreios eis bebaiōsin de tēs eulogias anemnēse tou ophthentos en tǭ batǭ Theou. Legei de auton kai tōn prōtotokiōn tetychēkenai, kai toutou charin dichē tēn phylēn meristhēnai, kai dyo tēn mian genesthai• epeidē diplēn moiran elambanon hoi prōtotokoi. Kai to dynaton de tōn phylōn didaskōn, monokerōti kai taurǭ apeikase; kai protetache tou Manassē ton Ephraim kata tēn tou propatoros eulogian. Tǭ de Zaboulōn, kai tǭ Issachar, tǭ men hōs tēn paralian oikounti, tǭ de hōs geitoneuonti, kai tēn en polemois epēuxato nikēn, kai tēn theian epikourian, kai ta apo thalassēs agatha. Ethnē gar, phēsi, exolothreusousi, kai epikalesontai ekei, kai thysousi thysian dikaiosynēs, kai plouton thalassēs thēlasousi, kai emporian paralian katoikountōn. Hoi gar tę̄ thalattę̄ pelazontes, ou monon tōn oikeiōn karpōn, alla kai tōn pantothen pheromenōn agathōn apolauousi. Ton de Gad apeikase leonti houtō gar kai ho patriarchēs Iakōb ephē; Gad peiratērion peirateusei auton, kai autos de peirateusei auton kata podas Skymnon de ton Dan ōnomasen ekpēdōnta ek tou Basan; epeidē exapinēs tę̄ Laissą prosbalontes polei, kai autēn eilon, kai tous enoikountas aneilon, kai oikeion apephēnan oikētērion. Kai tǭ Nephthaleim de tēn apo gēs kai thalattēs euporian apēngeilen; prosoikos gar kai houtos ēn tēs thalassēs, echōn apo notou tēn Galilaian touto de kai ho prophētēs, kai ho euangelistēs ephē; Gē Zaboulōn, kai gē Nephthaleim, kai hoi loipoi hoi tēn paralian katoikountes Galilaian te tōn ethnōn; ho laos ho kathēmenos en skotei eide phōs mega. To mentoi, plēsmonē dektōn, plēsmonē eudokias ho Symmachos hērmēneuse; tēn de autēn echei dianoian dekta gar ta eudokoumena. Kai mentoi kai tǭ ᾿Asēr, kai tēs gēs tēn eukarpian, kai tēn apo thalattēs euporian aitei. Kai gar to Bapsei en elaiǭ ton poda autou, kai sidēros kai chalkos to hypodēma autou, tēn aphthonian tōn agathōn dēloi.

For what reason did he put Benjamin, the last, in fourth place? The capital belonged to this tribe, and the temple was built in it. Fittingly, therefore, he ranked the sacred place with the priestly tribe. The blessing too foretells this: “Beloved by the Lord,” he says, “he will dwell in confidence.” He also showed the cause of the confidence: “And the Lord overshadows him all the days, and he has rested between his shoulders.” For being near the divine temple he continually enjoyed the divine care. “He has rested between his shoulders” he said of God, who, having commanded the temple to be built in Jerusalem, made his own appearing there. After these tribes he blessed Joseph, and offered the blessing to the two tribes together: “From the blessing of the Lord is his land: from the seasons of heaven and dew, and from the springs of the deep below, and from the produce of the sun's turnings in their season, and from the conjunctions of the months, and from the top of the ancient mountains, and from the top of the everlasting hills.” He asked for him the good things given from heaven, the fruits supplied by the earth, which the rains water, the dews nourish and the sun ripens through the cycles of seasons and months; and not only the plain bears them but the mountain land too. To confirm the blessing he recalled the God who appeared in the bush. He says that Joseph also obtained the birthright, and that for this reason the tribe was divided in two and the one became two, since the firstborn received a double share. Teaching the strength of the tribes, he likened them to a unicorn and a bull; and he put Ephraim before Manasseh according to the forefather's blessing. For Zebulun and Issachar, the one living on the coast and the other as its neighbour, he prayed for victory in war, divine help and the good things of the sea: “For they will destroy nations,” he says, “and call there, and offer a sacrifice of righteousness, and they will suck the wealth of the sea and the trade of those who live on the coast.” For those near the sea enjoy not only their own fruits but also the goods brought from everywhere. He likened Gad to a lion; for so too the patriarch Jacob said: “Gad, a raiding band shall raid him, and he shall raid them at their heels.” He called Dan a lion's whelp leaping out of Bashan, since they suddenly attacked the city of Laish, took it, killed its inhabitants and made it their own dwelling. To Naphtali too he announced plenty from land and sea; for he too was a neighbour of the sea, having Galilee to the south. This the prophet and the evangelist also said: “Land of Zebulun and land of Naphtali, and the rest who live on the coast, and Galilee of the nations: the people who sat in darkness saw a great light.” “Fullness of acceptable things” Symmachus rendered “fullness of good pleasure”; it has the same sense, for acceptable things are those that please. For Asher too he asks both fruitfulness of land and plenty from the sea. For “He will dip his foot in oil, and his sandal will be iron and bronze” shows the abundance of good things.

Deut 33:12 (quotation, high confidence) · Deut 33:13–15 (quotation, high confidence) · Deut 33:16 (allusion, high confidence) · Exod 3:2 (allusion, medium confidence) · 1 Chr 5:1–2 (allusion, medium confidence) · Deut 33:17 (allusion, high confidence) · Gen 48:14–20 (allusion, medium confidence) · Deut 33:18–19 (quotation, high confidence) · Deut 33:20 (allusion, high confidence) · Gen 49:19 (quotation, high confidence) · Deut 33:22 (allusion, high confidence) · Judg 18:27–29 (allusion, high confidence) · Deut 33:23 (quotation, high confidence) · Matt 4:15–16 (quotation, high confidence) · Isa 9:1–2 (8:23-Isa LXX) (allusion, medium confidence) · Deut 33:24–25 (quotation, high confidence)

Notes and citation

Summary: Benjamin is ranked with Levi because the temple stood in its territory; Theodoret explains the blessings of Joseph, Zebulun, Issachar, Gad, Dan, Naphtali and Asher.

  • Deut 33:12–25 (Septuagint). The printed text has a garbled word where the Septuagint reads “God” (or “the Lord”) in Deut 33:12; translated “the Lord.” The bush: Exod 3:2; Deut 33:16. Joseph's birthright: 1 Chr 5:1–2; Ephraim before Manasseh: Gen 48:14–20; Gad: Gen 49:19 (Septuagint); Dan and Laish: Judg 18:27–29; Isa 9:1–2 as quoted in Matt 4:15–16. Symmachus is a second-century Greek translator. Stray marks and marginal catchwords are removed.

Notes on the original text

  • Digital text corrected (OCR letter; marginal catchwords leaked into the line; split word; stray letter; stray letters; stray mark; stray marks): Τίνος χόριν → Τίνος χάριν; ἱερὸν το συνέταξε → ἱερὸν συνέταξε; θείας" κηδεμονίας → θείας κηδεμονίας; ὡρῶν το οὐρανοῦ → ὡρῶν οὐρανοῦ; ὀρῶν ἀρχῆς », → ὀρῶν ἀρχῆς,; πειρατεύσει ὀρ. ἀρχῆς αὐτὸν → πειρατεύσει αὐτὸν; ἐνοικοῦνταςὶ → ἐνοικοῦντας; ἀπήγγειλεν - → ἀπήγγειλεν·; εὐαγγε λιστὴς → εὐαγγελιστὴς; Τὸ 'μέντοι πλησμονή δεκτῶν", → Τὸ μέντοι, πλησμονή δεκτῶν,; ἀφθο νίαν → ἀφθονίαν.

Cite (SBL): Theodoret, Quaest. Oct. 5.45 (PG 80 80:451; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/5-45). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-5-45) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

5.46PG 80 80:455

Τί δήποτε τὸν Συμεὼν οὐκ εὐλόγησεν ; Ὁ Ῥουβὴν ἔσχε τὴν φιλαδελφίαν ἀφορμὴν εὐλογίας. Διὰ γὰρ ἐκείνης τῆς ἀρᾶς ἀπηλλάγη καὶ ὁ Λευΐ, διὰ Μωσῆν τὸν μέγαν τῆς εὐλογίας τετύχηκεν - ἡ γὰρ τοῖς ἄλλοις λύουσα τὰς ἀρὰς πολλῷ μᾶλλον ἔλυε τὴν οἰκείαν. Ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν. Οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι· καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον συλληφθῆναι, καὶ δεθῆναι, καὶ καθειρχθῆναι κελεῦσαι. Μετέσχε δὲ ὅμως καὶ οὗτος τῆς εὐλογίας οὐ γὰρ μόνον ἰδίαν ἑκάστῃ φυλῇ δέδωκεν εὐλογίαν, ἀλλὰ καὶ κοινὴν παντὶ τῷ λαῷ. Κατασκηνώσει γὰρ, φησὶν, Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ γῆς σίτου καὶ οἴνου καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. Πολλὰ δὲ καὶ ἄλλα τῇ κοινῇ εὐλογίᾳ προσέθηκε Μετὰ μέντοι τὰς εὐλογίας, ἔδειξεν ὁ Δεσπότης Θεὸς τῷ προφήτῃ τὴν γῆν ἅπασαν εἰσελθεῖν δὲ αὐτὸν ἐκεῖ διεκώλυσεν. Προτυποῖ δὲ τοῦτο τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν· ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

Ti dēpote ton Symeōn ouk eulogēsen ? Ho Rhoubēn esche tēn philadelphian aphormēn eulogias. Dia gar ekeinēs tēs aras apēllagē kai ho Leuï, dia Mōsēn ton megan tēs eulogias tetychēken - hē gar tois allois lyousa tas aras pollǭ mallon elye tēn oikeian. Ho de Symeōn oudemian esche prophasin hōste tēs eulogias tychein. Oimai de auton kai archēgon tēs kata tou Iōsēph epiboulēs gegenēsthai; kai toutou tekmērion, to ton axiagaston andra ekeinon tous men allous hapantas apolysai, touton de monon syllēphthēnai, kai dethēnai, kai katheirchthēnai keleusai. Metesche de homōs kai houtos tēs eulogias ou gar monon idian hekastę̄ phylę̄ dedōken eulogian, alla kai koinēn panti tǭ laǭ. Kataskēnōsei gar, phēsin, Israēl pepoithōs monos epi gēs Iakōb, epi gēs sitou kai oinou kai ho ouranos soi synnephēs drosǭ. Polla de kai alla tę̄ koinę̄ eulogią prosethēke Meta mentoi tas eulogias, edeixen ho Despotēs Theos tǭ prophētę̄ tēn gēn hapasan eiselthein de auton ekei diekōlysen. Protypoi de touto to para tou Sōtēros hēmōn eirēmenon Polloi prophētai kai dikaioi epethymēsan idein; ha blepete, kai ouk eidon, kai akousai ha akouete, kai ouk ēkousan.

Why did he not bless Simeon? Reuben had his brotherly love as an occasion for blessing, for through it he was freed from that curse; and Levi obtained the blessing because of the great Moses, for the one who lifted the curses from others much more lifted his own. But Simeon had no ground for obtaining the blessing. I think he was also the ringleader of the plot against Joseph; evidence of this is that that admirable man let all the others go but ordered this one alone to be seized, bound and imprisoned. Yet he too shared in the blessing; for he gave not only a particular blessing to each tribe, but also a common one to the whole people: “For Israel will dwell in confidence, alone, on the land of Jacob, on a land of grain and wine, and the heaven will be cloudy with dew for you.” And he added much else to the common blessing. After the blessings, God the Master showed the prophet the whole land but prevented him from entering it. This prefigures what was said by our Saviour: “Many prophets and righteous men desired to see what you see and did not see it, and to hear what you hear and did not hear it.”

Gen 42:24 (allusion, high confidence) · Deut 33:28 (quotation, high confidence) · Deut 34:1–4 (allusion, high confidence) · Matt 13:17 (quotation, high confidence)

Notes and citation

Summary: Simeon received no separate blessing, probably as ringleader against Joseph, but shared the common blessing; Moses saw the land without entering it.

  • Gen 37; Gen 42:24; Deut 33:28 (Septuagint); Deut 34:1–4; Matt 13:17. Marginal catchwords printed at the end of the section are removed.

Notes on the original text

  • Digital text corrected (marginal catchwords leaked into the line; stray letters): ἀρὰς το πολλῷ → ἀρὰς πολλῷ; οὐ γὰρει μόνον → οὐ γὰρ μόνον; οὐκ ἤκουσαν. τ. ἄλλ᾽ ἔλυσε τ. ἀράς. καὶ συλληφθῆναι 8ἱ οὐδὲ γάρ. σίτῳ καὶ οἶνῳ. → οὐκ ἤκουσαν..

Cite (SBL): Theodoret, Quaest. Oct. 5.46 (PG 80 80:455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/5-46). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-5-46) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

Prologue 6

6.1PG 80 80:459

Καὶ πῶς ἀρμόττει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τὸ τῆς ὑπουργίας ὄνομα; περὶ γὰρ Ἰησοῦ τοῦ Ναυῆ ἔφη. Εἶπε Κύριος Ἰησοῦ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωσῆ. ᾿Ακούομεν καὶ τοῦ Ἀποστόλου λέγοντος· Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. Καὶ πάλιν· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσηται, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὡς ὑπὸ νόμον τοίνυν γενόμενος, οὕτω καὶ διάκονος ἐδείχθη περιτομῆς. Οὕτω καὶ τοῖς Ἰουδαίοις ἔφη Εἰ πιστεύετε Μωσῇ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἐλάλησεν.» Καὶ γὰρ ἐκεῖνοι πρὸς Ἰησοῦν εἰρήκεισαν τὸν Ναυῆ, Κατὰ πάντα ὅσα ἠκούσαμεν Μωσῆ, ἀκουσόμεθα καὶ σοῦ.

Kai pōs armottei tǭ Kyriǭ hēmōn Iēsou Christǭ to tēs hypourgias onoma? peri gar Iēsou tou Nauē ephē. Eipe Kyrios Iēsou huiǭ Nauē tǭ hypourgǭ Mōsē. ᾿Akouomen kai tou Apostolou legontos; Legō de Christon Iēsoun diakonon gegenēsthai peritomēs hyper alētheias Theou, eis to bebaiōsai tas epangelias tōn paterōn. Kai palin; Hote de ēlthe to plērōma tou chronou, exapesteilen ho Theos ton Huion autou, gennōmenon ek gynaikos, genomenon hypo nomon, hina tous hypo nomon exagorasētai, hina tēn huiothesian apolabōmen. Hōs hypo nomon toinyn genomenos, houtō kai diakonos edeichthē peritomēs. Houtō kai tois Ioudaiois ephē Ei pisteuete Mōsę̄ episteuete an emoi peri gar emou ekeinos elalēsen.» Kai gar ekeinoi pros Iēsoun eirēkeisan ton Nauē, Kata panta hosa ēkousamen Mōsē, akousometha kai sou.

And how does the name “minister” fit our Lord Jesus Christ? For it said about Joshua son of Nun, “The Lord said to Joshua son of Nun, the minister of Moses.” We also hear the Apostle saying, “For I say that Christ Jesus became a minister of the circumcision for the truth of God, to confirm the promises given to the fathers.” And again: “But when the fullness of time had come, God sent forth his Son, born of a woman, born under the law, to redeem those under the law, so that we might receive adoption as sons.” As one born under the law, then, he was also shown to be a minister of the circumcision. So too he said to the Jews, “If you believed Moses, you would believe me, for he wrote of me.” And indeed they had said to Joshua son of Nun, “In everything that we heard from Moses, we will hear you too.”

Josh 1:1 (quotation, high confidence) · Rom 15:8 (quotation, high confidence) · Gal 4:4–5 (quotation, high confidence) · John 5:46 (quotation, high confidence) · Josh 1:17 (quotation, high confidence)

Notes and citation

Summary: Joshua, “minister of Moses,” prefigures Christ, a minister of the circumcision born under the law.

  • Josh 1:1 (Septuagint); Rom 15:8; Gal 4:4–5; John 5:46; Josh 1:17. In Greek “Joshua” and “Jesus” are the same name.

Notes on the original text

  • Digital text corrected (stray letters): ἐδείχθη δε περιτομῆς → ἐδείχθη περιτομῆς.

Topics: Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 6.1 (PG 80 80:459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-1). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-1) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.2PG 80 80:459

Τί δήποτε ὑποσχόμενος ὁ Θεὸς πάντα τόπον δώσειν αὐτοῖς, οὗ ἂν ἐπιβῶσι τῷ ἴχνει τῶν ποδῶν αὐτῶν, καὶ τὴν ἔρημον, καὶ τὸν ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Σαφὴς ὁ λόγος, καὶ οὐ πολλῆς ἑρμηνείας δεόμενος. Πρῶτον μὲν γὰρ εἴρηται, ὅτι Πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν. Εἰκὸς οὖν αὐτοὺς μὴ ἐπιβῆναι τῆς ἄλλης γῆς Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος. Ἡ ἐπαγωγὴ δὲ τέλεον λύει τὸ ζήτημα. Επήγαγε γὰρ, Ὃν τρόπον εἴρηκα τῷ Μωσῇ· οὐκ ἀορίστως δὲ πρὸς ἐκεῖνον ἐποιήσατο τὴν ὑπόσχεσιν, ἀλλ' Ἐὰν φυλάξητε τὰς ἐντολάς μου καὶ δικαιώματά μου.» Ἐκεῖνοι μὲν οὖν, ὡς εὐθὺς παραβεβηκότες τὸν νόμον, τῆς ἐπαγγελίας τελείας οὐκ ἔτυχον. Οἱ δὲ θεῖοι ἀπόστολοι οὐ μόνον ἐκείνων τῶν τόπων ἐκράτησαν ὧν ἐπέβησαν, ἀλλὰ κἀκείνων ἐν οἷς αὐτῶν ἀνεγνώσθη τὰ πάνσοφα γράμματα καὶ τὴν πάλαι ἔρημον παράδεισον ἀπέφηναν θεῖον· περὶ ταύτης τῆς ἐρήμου καὶ ὁ προφήτης ἔλεγεν Ἡσαΐας· Εὐφράνθητι, ἔρημος διψῶσα καὶ εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς. Καὶ ὁ Δεσπότης Θεὸς διὰ τῆς ἐκείνου γλώττης ὑπέσχετο ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Ταύτην πάλιν γενήσεσθαι τὴν ἔρημον ὡς τὸν Κάρμηλον ἔφη. Ἐκληρονόμησαν δὲ καὶ τὸν ᾿Αντιλίβανον τῆς ἀληθείας οἱ κήρυκες· αἰνίττεται δὲ καὶ οὗτος τὴν τῶν ἐθνῶν σωτηρίαν· ἐπειδὴ καὶ Λίβανος ἡ Ἱερουσαλήμ ὠνομάσθη. Ὁ ἀετὸς γὰρ, φησὶν, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἤγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἀπαλὰ τῆς κέδρου, καὶ τῆς κυπαρίστου. ᾿Αετὸν γὰρ Βαβυλώνιον κέκληκε, Λίβανον δὲ τὴν Ἱερουσαλήμ· τὰ ἀπαλὰ δὲ τῆς κέδρου καὶ τῆς κυπαρίσσου, τὸν βασιλέα καὶ τοὺς ἄρχοντας. Τούτους οὐ μόνον κατασκόπους, ἀλλὰ καὶ στρατηγοὺς ὁ ἡμέτερος ἀπέστειλεν Ἰησοῦς. Καθάπερ δὲ οἱ παρὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι τὴν πεπιστευκυῖαν διέσωσαν πόρνην, σύμβολον αὐτῇ σωτηρίας δεδωκότες τὸ σπαρτίον τὸ κόκκινον· οὕτω οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι τὴν πάλαι πόρνην, τὴν διαφόροις εἰδώλοις ἀνακειμένην Εκκλησίαν, καὶ τῆς προτέρας ἀκολασίας ἀπέστησαν, καὶ τῶν αἰωνίων ἠξίωσαν ἀγαθῶν· οὐ σπαρτίῳ κοκκίνῳ συμβόλῳ χρησάμενοι, ἀλλὰ τῷ παναγίῳ αἵματι τὴν σωτηρίαν πραγματευσάμενοι. Μηδεὶς οὖν νομιζέτω ἀνάξιον εἶναι τῆς Ἐκκλησίας τῆς Ῥαὰβ, τὸν τύπον· ἀκουσάτω δὲ τοῦ ᾿Αποστόλου λέγοντος, Ημεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. Καὶ πάλιν· ᾿Αλλὰ τότε μὲν ὡς οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ οὖσι φύσει θεοῖς. Καὶ ἀλλαχοῦ· Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Καὶ ἑτέρωθι· Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε λοίδοροι, οὔτε μέθυσοι, οὐχ ἄρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσιν Εἶτα ἐπήγαγε· Καὶ ταῦτά τινες ἦτε, ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ, ἡμῶν. Οὕτω καὶ Ῥαὰβ ἡ πόρνη τὸ πρότερον ἦν, ὑπεδέξατο δὲ τοὺς κατασκόπους πιστῶς, καὶ βασιλέως παραδοθῆναι τούτους προστεταχότος, οὐκ εἶξεν, ἀλλὰ κατέκρυψεν· ἐπίστευσε γὰρ τῷ τῶν Ἑβραίων Θεῷ, καὶ δηλοῖ τὴν πίστιν τὰ ῥήματα· Επίσταμαι γὰρ, φησὶν, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς ὑμῶν τὴν γῆν. Ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ᾿ ἡμᾶς. ᾿Ακηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν θάλασσαν τὴν Ἐρυθρὰν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐξ Αἰγύπτου· καὶ ὅσα ἐποιήσατε τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἱ ἦσαν πέραν τοῦ Ἰορδάνου, Σηὼν καὶ Ὢγ, οὓς ἐξωλοθρεύσατε αὐτοὺς. Καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστι πνεῦμα ἐν οὐδενὶ ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ ἐπὶ γῆς κάτω. ᾿Αληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὃν ὁ Δεσπότης Θεὸς περὶ τοῦ Φαραὼ ἔφη· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Διὰ γὰρ τούτων τῶν εἰς ἐκεῖνον γεγενημένων δῆλος ἅπασι γέγονεν ὁ Ἑβραίων Θεός. Καὶ αἱ συνθῆκαι δὲ τῶν κατασκόπων σφόδρα τῇ ἀληθείᾳ συμφωνοῦσι Πᾶς γὰρ, ἔφασαν, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῶοι τῷ λόγῳ σου τούτῳ. Καὶ ἡμῖν δὲ σωτηρία διὰ τῆς Ἐκκλησίας προσγίνεται οἱ δὲ ταύτης ἐκτὸς, οὐκ ἀπολαύουσι τῆς αἰωνίου ζωῆς. Καὶ τὰ λοιπὰ δὲ τῆς ἱστορίας προδιέγραφε τὴν ἀλήθειαν. Ἡνίκα γὰρ ἤμελλον διαβαίνειν τὸν Ἰορδάνην, εἶπεν ὁ Κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ. Τοῦτο καὶ ἐπὶ τῆς ἀληθείας ἐγένετο. Ωσπερ γὰρ ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐκ τοῦ κατὰ τὸν Ἰορδάνην θαύματος δῆλος γέγονε θεοφιλὴς ὢν ἀνήρ· οὕτως καὶ ὁ ἡμέτερος Ἰησοῦς μετὰ τὸν Ἰορδάνην, καὶ τὸ Ἰωάννου βάπτισμα, τῆς διδασκαλίας καὶ τῶν θαυμάτων τὴν ἀρχὴν ἐποιήσατο. Ἀλλ᾽ ἴσως τισὶν ἀνάρμοστον εἶναι δοκεῖ τὸ, «Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε, ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν τιθέμενον. ᾿Αλλ' ἀκουσάτωσαν αὐτοῦ πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. Καὶ ὁ ᾿Απόστολος δέ φησι· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὑψωθεὶς δὲ οὐκ ἔλαβεν ὁ μὴ εἶχεν· ἀλλ᾽ ἔδειξεν ὅπερ εἶχεν· ἀγνοούμενος γὰρ ὅτι Υιός ἐστι τοῦ τῶν ὅλων Θεοῦ, ἐδείχθη τοῦτο ὢν, τοῦ Πατρὸς παρὰ τὸν Ἰορδάνην εἰρηκότος· Οὗτός ἐστιν ὁ Υιός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. Προτυποῦσε δὲ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τὸν Βαπτιστὴν Ἰωάννην. Ἱερεὺς γὰρ κἀκεῖνος, καὶ ἀρχιερέως υἱός. Ωσπερ τοίνυν τῶν ἱερέων τὴν κιβωτὸν φερόντων, καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσεληλυθότων, καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ ἅπας διελήλυθεν ὁ λαὸς, οὕτως Ἰωάννου τοῦ πάνυ βαπτίζειν ἀρξαμένου, καὶ Ἰησοῦ τοῦ Σωτῆρος ἁγιάσαντος τῶν ὑδάτων τὴν φύσιν, ὁ εὐσεβὴς λαὸς διὰ τοῦ παναγίου βαπτίσματος εἰς τὴν τῶν οὐρανῶν εἴσεισι βασιλείαν. Καὶ μέντοι καὶ οἱ δώδεκα ἄνδρες, καὶ οἱ ἰσάριθμοι λίθοι, τὸν θεῖον προετύπωσαν τῶν ἀποστόλων χορόν. Οἱ γὰρ αὐτοὶ καὶ οἰκοδόμοι, καὶ θεμέλιοι Οἰκοδομηθέντες γὰρ, φησὶν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων, καὶ προφητῶν. Καὶ πάλιν ὁ αὐτὸς ᾿Απόστολος ἔφη· Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Τὸ μέντοι πῆγμα, ἄσκωμα ὁ Σύμμαχος ἡρμήνευσεν, Ἐπεχομένη γὰρ τῶν ὑδάτων ἡ ῥύμη οἷον ἡσκοῦτο, καὶ ἐκορυφοῦτο παντὸς γὰρ ἀδαμαντίνου τείχους πλέον ἐπεἶχεν αὐτὴν ὁ τοῦ δημιουργήσαντος ὄρος. Καὶ πρὸ τοῦ πάσχα δὲ γέγονεν ἡ διάβασις· τῇ δεκάτῃ γὰρ διαβάντες, ἐπετέλεσαν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Πάσχα τὴν ἑορτήν. Ἐπειδὴ κὰν τῇ ἀληθείᾳ μετὰ τὸ σωτήριον βάπτισμα ἡ τοῦ ἀμώμου ἀμνοῦ μετάληψις γίνεται.

Ti dēpote hyposchomenos ho Theos panta topon dōsein autois, hou an epibōsi tǭ ichnei tōn podōn autōn, kai tēn erēmon, kai ton ᾿Antilibanon heōs tou potamou tou megalou Euphratou, ouk eplērōse tēn hyposchesin? Saphēs ho logos, kai ou pollēs hermēneias deomenos. Prōton men gar eirētai, hoti Pas topos hou ean epibēte tǭ ichnei tōn podōn hymōn, hymin dōsō auton. Eikos oun autous mē epibēnai tēs allēs gēs Iēsou tou Nauē stratēgountos. Hē epagōgē de teleon lyei to zētēma. Epēgage gar, Hon tropon eirēka tǭ Mōsę̄; ouk aoristōs de pros ekeinon epoiēsato tēn hyposchesin, all' Ean phylaxēte tas entolas mou kai dikaiōmata mou.» Ekeinoi men oun, hōs euthys parabebēkotes ton nomon, tēs epangelias teleias ouk etychon. Hoi de theioi apostoloi ou monon ekeinōn tōn topōn ekratēsan hōn epebēsan, alla kakeinōn en hois autōn anegnōsthē ta pansopha grammata kai tēn palai erēmon paradeison apephēnan theion; peri tautēs tēs erēmou kai ho prophētēs elegen Hēsaïas; Euphranthēti, erēmos dipsōsa kai euphranthēti, erēmos, kai hai kōmai autēs. Kai ho Despotēs Theos dia tēs ekeinou glōttēs hypescheto poiēsein tēn erēmon eis helē, kai tēn dipsōsan gēn en hydragōgois. Tautēn palin genēsesthai tēn erēmon hōs ton Karmēlon ephē. Eklēronomēsan de kai ton ᾿Antilibanon tēs alētheias hoi kērykes; ainittetai de kai houtos tēn tōn ethnōn sōtērian; epeidē kai Libanos hē Hierousalēm ōnomasthē. Ho aetos gar, phēsin, ho megalopterygos, hos echei to ēgēma eiselthein eis ton Libanon, kai apeknise ta apala tēs kedrou, kai tēs kyparistou. ᾿Aeton gar Babylōnion keklēke, Libanon de tēn Hierousalēm; ta apala de tēs kedrou kai tēs kyparissou, ton basilea kai tous archontas. Toutous ou monon kataskopous, alla kai stratēgous ho hēmeteros apesteilen Iēsous. Kathaper de hoi para tou Iēsou tou Nauē pemphthentes kataskopoi tēn pepisteukuian diesōsan pornēn, symbolon autę̄ sōtērias dedōkotes to spartion to kokkinon; houtō hoi tou Sōtēros hēmōn apostoloi tēn palai pornēn, tēn diaphorois eidōlois anakeimenēn Ekklēsian, kai tēs proteras akolasias apestēsan, kai tōn aiōniōn ēxiōsan agathōn; ou spartiǭ kokkinǭ symbolǭ chrēsamenoi, alla tǭ panagiǭ haimati tēn sōtērian pragmateusamenoi. Mēdeis oun nomizetō anaxion einai tēs Ekklēsias tēs Rhaab, ton typon; akousatō de tou ᾿Apostolou legontos, Ēmen gar pote kai hēmeis anoētoi, apeitheis, planōmenoi, douleuontes epithymiais kai hēdonais poikilais, en kakią kai phthonǭ diagontes, stygētoi, misountes allēlous. Kai palin; ᾿Alla tote men hōs ouk eidotes Theon edouleusate tois mē ousi physei theois. Kai allachou; Ēte gar pote skotos, nyn de phōs en Kyriǭ. Kai heterōthi; Mē planasthe, oute pornoi, oute moichoi, oute malakoi, oute arsenokoitai, oute eidōlolatrai, oute pleonektai, oute kleptai, oute loidoroi, oute methysoi, ouch arpages, basileian Theou klēronomēsousin Eita epēgage; Kai tauta tines ēte, all᾽ apelousasthe, all᾽ hēgiasthēte, all᾽ edikaiōthēte en tǭ onomati tou Kyriou hēmōn Iēsou Christou; kai en tǭ Pneumati tou Theou, hēmōn. Houtō kai Rhaab hē pornē to proteron ēn, hypedexato de tous kataskopous pistōs, kai basileōs paradothēnai toutous prostetachotos, ouk eixen, alla katekrypsen; episteuse gar tǭ tōn Hebraiōn Theǭ, kai dēloi tēn pistin ta rhēmata; Epistamai gar, phēsin, hoti paredōke Kyrios ho Theos hymōn tēn gēn. Epipeptōke gar ho phobos hymōn eph᾿ hēmas. ᾿Akēkoamen gar hoti katexērane Kyrios ho Theos tēn thalassan tēn Erythran apo prosōpou hymōn, hote exeporeuesthe ex Aigyptou; kai hosa epoiēsate tois dysi basileusi tōn Amorrhaiōn, hoi ēsan peran tou Iordanou, Sēōn kai Ōg, hous exōlothreusate autous. Kai akousantes hēmeis exestēmen tę̄ kardią hēmōn, kai ouk esti pneuma en oudeni apo prosōpou hymōn, hoti Kyrios ho Theos hymōn, Theos en ouranǭ anō, kai epi gēs katō. ᾿Alēthēs ara ho logos ekeinos, hon ho Despotēs Theos peri tou Pharaō ephē; Eis auto touto exēgeira se, hopōs endeixōmai en soi tēn dynamin mou, kai hopōs diangelę̄ to onoma mou en pasę̄ tę̄ gę̄. Dia gar toutōn tōn eis ekeinon gegenēmenōn dēlos hapasi gegonen ho Hebraiōn Theos. Kai hai synthēkai de tōn kataskopōn sphodra tę̄ alētheią symphōnousi Pas gar, ephasan, hos an exelthę̄ tēn thyran tēs oikias sou exō, enochos heautǭ estai, hēmeis de athōoi tǭ logǭ sou toutǭ. Kai hēmin de sōtēria dia tēs Ekklēsias prosginetai hoi de tautēs ektos, ouk apolauousi tēs aiōniou zōēs. Kai ta loipa de tēs historias prodiegraphe tēn alētheian. Hēnika gar ēmellon diabainein ton Iordanēn, eipen ho Kyrios pros Iēsoun En tę̄ hēmerą tautę̄ archomai hypsōsai se katenōpion tōn huiōn Israēl. Touto kai epi tēs alētheias egeneto. Ōsper gar ho tou Nauē Iēsous ek tou kata ton Iordanēn thaumatos dēlos gegone theophilēs ōn anēr; houtōs kai ho hēmeteros Iēsous meta ton Iordanēn, kai to Iōannou baptisma, tēs didaskalias kai tōn thaumatōn tēn archēn epoiēsato. All᾽ isōs tisin anarmoston einai dokei to, «En tę̄ hēmerą tautę̄ archomai hypsōsai se, epi tou Kyriou kai Sōtēros hēmōn tithemenon. ᾿All' akousatōsan autou pros ton Patera legontos; Pater, doxason me tę̄ doxę̄ hę̄ eichon para soi pro tou ton kosmon einai. Kai ho ᾿Apostolos de phēsi; Dio kai ho Theos auton hyperypsōsen, kai echarisato autǭ onoma to hyper pan onoma. Hypsōtheis de ouk elaben ho mē eichen; all᾽ edeixen hoper eichen; agnooumenos gar hoti Uios esti tou tōn holōn Theou, edeichthē touto ōn, tou Patros para ton Iordanēn eirēkotos; Houtos estin ho Uios mou ho agapētos en hǭ eudokēsa. Protypouse de kai hoi hiereis hoi airontes tēn kibōton tēs diathēkēs Kyriou ton Baptistēn Iōannēn. Hiereus gar kakeinos, kai archiereōs huios. Ōsper toinyn tōn hiereōn tēn kibōton pherontōn, kai prōton eis ton Iordanēn eiselēlythotōn, kai meta tou Iēsou tou prophētou kai stratēgou hapas dielēlythen ho laos, houtōs Iōannou tou pany baptizein arxamenou, kai Iēsou tou Sōtēros hagiasantos tōn hydatōn tēn physin, ho eusebēs laos dia tou panagiou baptismatos eis tēn tōn ouranōn eiseisi basileian. Kai mentoi kai hoi dōdeka andres, kai hoi isarithmoi lithoi, ton theion proetypōsan tōn apostolōn choron. Hoi gar autoi kai oikodomoi, kai themelioi Oikodomēthentes gar, phēsin, epi tǭ themeliǭ tōn apostolōn, kai prophētōn. Kai palin ho autos ᾿Apostolos ephē; Egō hōs sophos architektōn themelion tetheika.» To mentoi pēgma, askōma ho Symmachos hērmēneusen, Epechomenē gar tōn hydatōn hē rhymē hoion hēskouto, kai ekoryphouto pantos gar adamantinou teichous pleon epeichen autēn ho tou dēmiourgēsantos oros. Kai pro tou pascha de gegonen hē diabasis; tę̄ dekatę̄ gar diabantes, epetelesan tę̄ tessareskaidekatę̄ tou Pascha tēn heortēn. Epeidē kan tę̄ alētheią meta to sōtērion baptisma hē tou amōmou amnou metalēpsis ginetai.

Why, when God promised to give them every place on which the sole of their feet would tread, and the wilderness and the Anti-Lebanon as far as the great river Euphrates, did he not fulfil the promise? The text is clear and does not need much interpretation. First it is said, “Every place on which you tread with the sole of your feet I will give you.” It is likely, then, that under Joshua's command they did not tread on the rest of the land. And what follows settles the question completely. For he added, “As I said to Moses”; and he did not make the promise to him unconditionally, but “if you keep my commandments and my judgments.” They, then, as having transgressed the law at once, did not obtain the promise in full. But the divine apostles took possession not only of the places on which they trod, but also of those in which their all-wise writings were read; and they made the former wilderness a divine paradise. Of this wilderness the prophet Isaiah also said, “Rejoice, thirsty wilderness; rejoice, wilderness, and its villages.” And God the Master promised through his tongue that he would make the wilderness into marshes and the thirsty land into water channels; and he said that this wilderness would again become like Carmel. The heralds of the truth also inherited the Anti-Lebanon; and this too hints at the salvation of the nations, since Jerusalem was called Lebanon: “The great-winged eagle,” it says, “which has the leading to enter Lebanon, and he cropped the tender shoots of the cedar and the cypress.” He called the Babylonian an eagle, Jerusalem Lebanon, and the king and the rulers the tender shoots of the cedar and the cypress. These our Jesus sent out not only as spies but also as generals. And as the spies sent by Joshua son of Nun saved the harlot who believed, giving her the scarlet cord as a sign of salvation, so the apostles of our Saviour turned the church, once a harlot devoted to various idols, from its former licentiousness and granted it eternal good things, using not a scarlet cord as a sign but procuring salvation by the all-holy blood. Let no one think that Rahab is a type unworthy of the church; let him hear the Apostle saying, “For we too were once senseless, disobedient, led astray, slaves to various desires and pleasures, living in malice and envy, hateful, hating one another.” And again: “But then, not knowing God, you were slaves to those that by nature are not gods.” And elsewhere: “For you were once darkness, but now you are light in the Lord.” And in another place: “Do not be deceived: neither the sexually immoral, nor adulterers, nor the effeminate, nor men who lie with men, nor idolaters, nor the greedy, nor thieves, nor revilers, nor drunkards, nor robbers will inherit the kingdom of God.” Then he added, “And such were some of you; but you were washed, you were sanctified, you were justified in the name of our Lord Jesus Christ and in the Spirit of our God.” So too Rahab was formerly a harlot, but she received the spies faithfully, and when the king ordered them to be handed over she did not yield but hid them; for she believed in the God of the Hebrews, and her words show her faith: “For I know,” she says, “that the Lord your God has given you the land; for the fear of you has fallen upon us. For we have heard that the Lord God dried up the Red Sea before you when you came out of Egypt, and what you did to the two kings of the Amorites who were beyond the Jordan, Sihon and Og, whom you utterly destroyed. And when we heard it our hearts were astonished, and there is no spirit left in anyone because of you, for the Lord your God is God in heaven above and on earth below.” True, then, is that word which God the Master spoke about Pharaoh: “For this very purpose I raised you up, to show my power in you and that my name might be proclaimed in all the earth.” For through what was done to him the God of the Hebrews became known to all. And the agreement of the spies agrees closely with the reality: “Anyone,” they said, “who goes out of the door of your house shall be responsible for himself, and we shall be guiltless of this oath of yours.” For us too salvation comes through the church; those outside it do not enjoy eternal life. And the rest of the history too sketched the reality in advance. For when they were about to cross the Jordan, the Lord said to Joshua, “On this day I begin to exalt you before the sons of Israel.” This happened in the reality too. For as Joshua son of Nun was shown by the miracle at the Jordan to be a man dear to God, so also our Jesus, after the Jordan and John's baptism, began his teaching and his miracles. But perhaps to some it seems unfitting that “On this day I begin to exalt you” should be applied to our Lord and Saviour. Let them hear him saying to the Father, “Father, glorify me with the glory that I had with you before the world existed.” And the Apostle says: “Therefore God also highly exalted him and gave him the name that is above every name.” But in being exalted he did not receive what he did not have; he showed what he had. For, while it was not known that he is the Son of the God of all, he was shown to be this when the Father said at the Jordan, “This is my beloved Son, in whom I am well pleased.” The priests carrying the ark of the covenant of the Lord also prefigured John the Baptist; for he too was a priest and a high priest's son. As, then, when the priests carrying the ark had gone first into the Jordan, the whole people crossed over with Joshua the prophet and general, so, when the illustrious John began to baptize and Jesus the Saviour sanctified the nature of the waters, the pious people enter the kingdom of heaven through all-holy baptism. And the twelve men and the twelve stones prefigured the divine company of the apostles; for the same men are both builders and foundations: “Built,” it says, “on the foundation of the apostles and prophets.” And again the same Apostle said, “As a wise master builder I have laid a foundation.” The “heap” Symmachus rendered “swelling”: for the rush of the waters, held back, as it were swelled up and rose to a crest; for the boundary set by the Creator held it back more strongly than any wall of adamant. The crossing took place before the Passover: they crossed on the tenth and celebrated the feast of the Passover on the fourteenth. For in the reality too, the partaking of the spotless lamb follows saving baptism.

Josh 1:3–4 (quotation, high confidence) · Josh 1:7 (allusion, high confidence) · Isa 35:1 (quotation, high confidence) · Isa 41:18 (allusion, high confidence) · Isa 35:2 (allusion, high confidence) · Ezek 17:3–4 (quotation, high confidence) · Josh 2:1–21 (allusion, high confidence) · Titus 3:3 (quotation, high confidence) · Gal 4:8 (quotation, high confidence) · Eph 5:8 (quotation, high confidence) · 1 Cor 6:9–11 (quotation, high confidence) · Josh 2:9–11 (quotation, high confidence) · Exod 9:16 (quotation, high confidence) · Rom 9:17 (allusion, medium confidence) · Josh 2:19 (quotation, high confidence) · Josh 3:7 (quotation, high confidence) · John 17:5 (quotation, high confidence) · Phil 2:9 (quotation, high confidence) · Matt 3:17 (quotation, high confidence) · Josh 3:6–17 (allusion, high confidence) · Luke 1:5 (allusion, medium confidence) · Josh 4:1–9 (allusion, high confidence) · Eph 2:20 (quotation, high confidence) · 1 Cor 3:10 (quotation, high confidence) · Josh 3:16 (allusion, high confidence) · Josh 4:19 (allusion, high confidence) · Josh 5:10 (allusion, high confidence)

Notes and citation

Summary: God's promise of land was conditional and was fulfilled more fully in the apostles' mission; Rahab prefigures the church, and the crossing of the Jordan prefigures Christ's baptism and Christian baptism before the Eucharist.

  • Josh 1:3–4, 7; Isa 35:1 (Septuagint), 41:18, 35:2; Ezek 17:3–4 (Septuagint); Josh 2:1–21; Titus 3:3; Gal 4:8; Eph 5:8; 1 Cor 6:9–11; Josh 2:9–11; Exod 9:16 (Rom 9:17); Josh 2:19–20; Josh 3:7; John 17:5; Phil 2:9; Matt 3:17; Josh 3:6–17; Luke 1:5; Josh 4:1–9; Eph 2:20; 1 Cor 3:10; Josh 3:16 (Symmachus, a second-century Greek translator); Josh 4:19; 5:10. Theodoret's statements that salvation comes through the church and that John was a high priest's son are translated as written. In the edition two passages of this section are printed with their lines interleaved; they are put back in order (logged).

Notes on the original text

  • Digital text corrected (OCR accent; interleaved line removed here and restored at the end; interleaved line removed here and restored below; interleaved line restored to its place; split word; split word and OCR letter; split word and footnote marker; stray mark): δώ· σειν → δώσειν; ἴχνει των ποδῶν αὐτῶν → ἴχνει τῶν ποδῶν αὐτῶν; διψῶ σα → διψῶσα; συμβί λῳ → συμβόλῳ; ἐξωλο - θρεύσατε αὐτοὺς **. → ἐξωλοθρεύσατε αὐτοὺς.; ἔφη· : Εἰς → ἔφη· Εἰς; συμφωνοῦ - σι → συμφωνοῦσι; τὴν θύραν " τῆς → τὴν θύραν τῆς; ἐπὶ τοῦ Κυ" Ἰορδάνην εἰσεληλυθότων, καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ ρίου καὶ Σωτῆρος → ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος; καὶ πρῶτον εἰς τὸν προφήτου καὶ στρατηγοῦ → καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσεληλυθότων, καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ; τὴν φύΠάσχα τὴν ἑορτήν. Ἐπειδὴ κὰν τῇ ἀληθείᾳ μετὰ τὸ σιν, ὁ εὐσεβὴς → τὴν φύσιν, ὁ εὐσεβὴς; τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ σωτήριον βάπτισμα → τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Πάσχα τὴν ἑορτήν. Ἐπειδὴ κὰν τῇ ἀληθείᾳ μετὰ τὸ σωτήριον βάπτισμα.

Topics: Baptism, Eucharist, Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 6.2 (PG 80 80:459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-2). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-2) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.3PG 80 80:465

Πῶς νοητέον τὸ, Περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ ἐκ δευτέρου ; Τὴν ἀλήθειαν ὅτι μάλιστα οὗτος ὁ λόγος προδιαγράφει. Τοῖς γὰρ τὴν Μωσαϊκὴν δεξαμένοις περιτομὴν τὴν πνευματικὴν προσήνεγκαν περιτομὴν τῶν Εὐαγγελίων οἱ κήρυκες. Πιστεύσατε γὰρ, έλεγον, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος. Ταύτην ὁ θεῖος ᾿Απόστολος ἀχειροποίητον περιτομὴν προσηγόρευσε. Καὶ ἀλλαχοῦ, Περιτομὴ γὰρ, φησὶ, καρδίας ἐν πνεύματι, οὐ γράμματι. Οἱ τοίνυν ἐξ Ἰουδαίων τῷ Σωτῆρι πεπιστευκότες, τὴν Μωσαϊκὴν περιτομὴν ἔχοντες, προσέλαβον τὴν πνευματικήν. Τὸ τοίνυν ἐκ δευτέρου τὴν ἀλήθειαν προτυποῖ· τὴν γὰρ σάρκα δὶς περιτμηθῆναι τῶν ἀδυνάτων. Ἡ δὲ ἐξεπιπολῆς τοῦ γράμματος διάνοια τοῦτο δηλοῖ· ὅτι καθάπερ τῷ ᾿Ἀβραὰμ τοῦτον ἐξ ἀρχῆς ὁ Θεὸς ἐδεδώκει τὸν νόμον, οὕτως ἐκ δευτέρου προσέταξε τῷ Ἰησοῦ τοὺς ἀπεριτμήτους περιτεμεῖν. Θρηνῆσαι δὲ ἄξιον Ἰουδαίους, συνιδεῖν οὐ δυναμένους, ὡς οἱ περιτετμημένοι μὲν ἀνῃρέθησαν διαφόροις τιμωρίαις περιπεσόντες, οἱ δὲ ἀπερίτμητοι διεσώθησαν καὶ οἱ μὲν πατέρες διώλοντο, οἱ δὲ παῖδες τὴν ἀπαγγελίαν ἐδέξαντο. Οὕτω καὶ ἡμεῖς παῖδες ὄντες τὴν τῶν οὐρανῶν προσδεχόμεθα βασιλείαν Ἰουδαῖοι δὲ τάξιν ἔχοντες πατέρων τῶν αἰωνίων ἐξέπεσον ἀγαθῶν, καὶ τῆς τῶν πατριαρχῶν ἐξεβλήθησαν συγγενείας. Ἐχρῆν τοίνυν αὐτοὺς διὰ τούτων μαθεῖν, ὡς οὐκ ἀεὶ τῆς περιτομῆς ἀναγκαῖον τὸ χρῆμα. Προμηνύσας γὰρ τῷ ᾿Ἀβραὰμ τῆς παροικίας τὸν χρόνον ὁ Δεσπότης Θεὸς, περιτμηθῆναι προσέταξε τῆς Αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπήτησε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας. Ἐπειδὴ καθ' ἑαυτοὺς ζῶντες, καὶ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἐπιμιξίας ἀπηλλαγμένοι, τοῦ σημείου τῆς περιτομῆς οὐκ ἐδέοντο. Ὅτε δὲ λοιπὸν αὐτοὺς εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν περιτμηθῆναι προσέταξεν, ἵνα μὴ ἡ ἐπιμιξία τῇ εὐσεβείᾳ λυμήνηται. Εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινὰ, ῥάδιον ἦν τὸ σημεῖον ἰδεῖν, καὶ τὴν ἀγέλην καταλαβεῖν· τὰ γὰρ ἐσφραγισμένα πρόβατα, κἂν ἀπόληται, ῥᾳδίως εὑρίσκεται.

Pōs noēteon to, Perieteme tous huious Israēl ek deuterou ? Tēn alētheian hoti malista houtos ho logos prodiagraphei. Tois gar tēn Mōsaïkēn dexamenois peritomēn tēn pneumatikēn prosēnenkan peritomēn tōn Euangeliōn hoi kērykes. Pisteusate gar, elegon, kai baptisthētō hekastos hymōn eis to onoma tou Kyriou hēmōn Iēsou Christou, kai lēpsesthe tēn epangelian tou hagiou Pneumatos. Tautēn ho theios ᾿Apostolos acheiropoiēton peritomēn prosēgoreuse. Kai allachou, Peritomē gar, phēsi, kardias en pneumati, ou grammati. Hoi toinyn ex Ioudaiōn tǭ Sōtēri pepisteukotes, tēn Mōsaïkēn peritomēn echontes, proselabon tēn pneumatikēn. To toinyn ek deuterou tēn alētheian protypoi; tēn gar sarka dis peritmēthēnai tōn adynatōn. Hē de exepipolēs tou grammatos dianoia touto dēloi; hoti kathaper tǭ ᾿Abraam touton ex archēs ho Theos ededōkei ton nomon, houtōs ek deuterou prosetaxe tǭ Iēsou tous aperitmētous peritemein. Thrēnēsai de axion Ioudaious, synidein ou dynamenous, hōs hoi peritetmēmenoi men anę̄rethēsan diaphorois timōriais peripesontes, hoi de aperitmētoi diesōthēsan kai hoi men pateres diōlonto, hoi de paides tēn apangelian edexanto. Houtō kai hēmeis paides ontes tēn tōn ouranōn prosdechometha basileian Ioudaioi de taxin echontes paterōn tōn aiōniōn exepeson agathōn, kai tēs tōn patriarchōn exeblēthēsan syngeneias. Echrēn toinyn autous dia toutōn mathein, hōs ouk aei tēs peritomēs anankaion to chrēma. Promēnysas gar tǭ ᾿Abraam tēs paroikias ton chronon ho Despotēs Theos, peritmēthēnai prosetaxe tēs Aigyptiōn de douleias apallagentas, kai en erēmǭ diagontas, ouk apētēse tou nomou tēn phylakēn, oude tēs parabaseōs eisepraxe dikas. Epeidē kath' heautous zōntes, kai tēs tōn allophylōn ethnōn epimixias apēllagmenoi, tou sēmeiou tēs peritomēs ouk edeonto. Hote de loipon autous eis tēn epēngelmenēn eisēgage gēn peritmēthēnai prosetaxen, hina mē hē epimixia tę̄ eusebeią lymēnētai. Ei gar kai synebaine peripesein apatę̄ tina, rhadion ēn to sēmeion idein, kai tēn agelēn katalabein; ta gar esphragismena probata, kan apolētai, rhądiōs heurisketai.

How is “He circumcised the sons of Israel a second time” to be understood? This saying foreshadows the reality above all. For to those who had received the Mosaic circumcision the heralds of the Gospels brought the spiritual circumcision: “Believe,” they said, “and let each of you be baptized in the name of our Lord Jesus Christ, and you will receive the promise of the Holy Spirit.” The divine Apostle called this the circumcision made without hands; and elsewhere: “For circumcision is of the heart, in the Spirit, not in the letter.” Those of the Jews, then, who believed in the Saviour, having the Mosaic circumcision, received the spiritual one besides. The “second time,” then, prefigures the reality, for it is impossible for the flesh to be circumcised twice. The surface meaning of the letter shows this: as God had given this law to Abraham at the beginning, so a second time he commanded Joshua to circumcise the uncircumcised. The Jews deserve to be lamented, since they cannot see that the circumcised were destroyed, falling into various punishments, while the uncircumcised were saved; the fathers perished, while the children received the promise. So we too, being children, receive the kingdom of heaven, while the Jews, who have the rank of fathers, have fallen from the eternal good things and been cast out of kinship with the patriarchs. They should have learned from this that circumcision is not always necessary. For God the Master, having foretold to Abraham the time of the sojourning, commanded circumcision; but when they had been freed from slavery in Egypt and were living in the wilderness, he did not require the keeping of this law nor exact a penalty for its transgression. For since they were living by themselves, free from mixing with foreign nations, they did not need the sign of circumcision. But when at last he brought them into the promised land, he commanded them to be circumcised, so that mixing would not ruin their piety. For if anyone happened to be led astray by deceit, it was easy to see the sign and to recognize the flock; for marked sheep, even if they get lost, are easily found.

Josh 5:2–7 (quotation, high confidence) · Acts 2:38 (quotation, high confidence) · Col 2:11 (allusion, high confidence) · Rom 2:29 (quotation, high confidence) · Gen 17:10–14 (allusion, high confidence) · Gen 15:13 (allusion, medium confidence)

Notes and citation

Summary: The second circumcision at Gilgal prefigures baptism as spiritual circumcision; circumcision was a sign needed only when Israel lived among other nations.

  • Josh 5:2–7 (Septuagint “a second time”); Acts 2:38; Col 2:11; Rom 2:29; Gen 17:10–14; Gen 15:13. Theodoret's statements about the Jews are translated as written.

Notes on the original text

  • Digital text corrected (OCR letters; split word and stray mark; stray mark): πνευμα- & τικήν → πνευματικήν; τοῦδς τοῦ νόμου → τοῦ νόμου; ζῶντες ", → ζῶντες,.

Topics: Baptism

Cite (SBL): Theodoret, Quaest. Oct. 6.3 (PG 80 80:465; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-3). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-3) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.4PG 80 80:467

Διατὶ μαχαίραις αὐτοὺς πετρίναις περιτμηθῆναι προσέταξεν ; Πάμπολυ πλῆθος ἦν τὸ περιτεμνόμενον, καὶ συντόμως ἔδει περιτμηθῆναι, καὶ ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν. Εἰκὸς οὖν ἦν, τοὺς ἐν ἐρήμῳ τοσοῦτον διάγοντας χρόνον μὴ ἔχειν πολλὰς ἐκ σιδήρου κατασκευασμένας μαχαίρας. ῎Αλλως τε καὶ προτυποῦσιν αἱ πέτριναι μάχαιραι τὴν ἡμετέραν περιτομήν. Πέτρα γὰρ ὁ Δεσπότης Χριστός. Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὁ δὲ αὐτὸς καὶ μάχαιρα κέκληται· Ζῶν γὰρ, φησὶν, ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἡ δὲ σωτήριος αὐτοῦ διδασκαλία τὴν πνευματικὴν ἡμῖν προσφέρει περιτομήν. Ἡ μέντοι ἱστορία ἐδίδαξεν, ὅτι πολλοὶ καὶ τῶν ἐν Αἰγύπτῳ τεχθέντων τὴν περιτομὴν οὐκ ἐδέξαντο, δεισάντων, ὡς εἰκὸς, τῶν ἐκείνους γεγεννηκότων, διὰ τὴν τῶν βρεφῶν ἀναίρεσιν, προσενεγκεῖν αὐτοῖς τὴν περιτομὴν. "Απαντες δὲ, ὡς ἔπος εἰπεῖν, πλὴν ὀλίγων, οἱ ἐν τῇ ἐρήμῳ φύντες ἀπερίτμητοι μεμενήκασι. Γάλγαλα δὲ ὁ τόπος ὠνομάσθη, τοὔνομα δὲ τὴν ἐλευθερίαν δηλοῖ. Τότε ὁ τῶν ὅλων ἔφη Θεός· Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾽ ὑμῶν. Δηλοῖ δὲ ὁ λόγος τὴν τῆς Αἰγυπτιακῆς δουλείας καὶ δυσσεβείας ἀπαλλαγὴν, καὶ τῆς ἐπηγγελμένης γῆς τὴν ἀπόληψιν. Καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται.

Diati machairais autous petrinais peritmēthēnai prosetaxen ? Pampoly plēthos ēn to peritemnomenon, kai syntomōs edei peritmēthēnai, kai epitelesai tou Pascha tēn heortēn. Eikos oun ēn, tous en erēmǭ tosouton diagontas chronon mē echein pollas ek sidērou kataskeuasmenas machairas. ᾿Allōs te kai protypousin hai petrinai machairai tēn hēmeteran peritomēn. Petra gar ho Despotēs Christos. Epinon gar, phēsin, ek pneumatikēs akolouthousēs petras; hē de petra ēn ho Christos. Ho de autos kai machaira keklētai; Zōn gar, phēsin, ho Logos tou Theou, kai energēs, kai tomōteros hyper pasan machairan distomon. Hē de sōtērios autou didaskalia tēn pneumatikēn hēmin prospherei peritomēn. Hē mentoi historia edidaxen, hoti polloi kai tōn en Aigyptǭ techthentōn tēn peritomēn ouk edexanto, deisantōn, hōs eikos, tōn ekeinous gegennēkotōn, dia tēn tōn brephōn anairesin, prosenenkein autois tēn peritomēn. "Apantes de, hōs epos eipein, plēn oligōn, hoi en tę̄ erēmǭ phyntes aperitmētoi memenēkasi. Galgala de ho topos ōnomasthē, tounoma de tēn eleutherian dēloi. Tote ho tōn holōn ephē Theos; En tę̄ sēmeron hēmerą apheilon ton oneidismon Aigyptou aph᾽ hymōn. Dēloi de ho logos tēn tēs Aigyptiakēs douleias kai dyssebeias apallagēn, kai tēs epēngelmenēs gēs tēn apolēpsin. Kai hēmeis de manthanomen, hōs ho tou panagiou baptismatos axioumenos, kai tēn pneumatikēn peritomēn dechomenos, to tēs hamartias oneidos apotithetai.

Why did he order them to be circumcised with knives of stone? The crowd being circumcised was very great, and they had to be circumcised quickly and celebrate the feast of the Passover. It was likely, then, that people who had spent so long in the wilderness did not have many knives made of iron. Besides, the stone knives prefigure our circumcision. For Christ the Master is a rock: “For they drank,” it says, “from the spiritual rock that followed them, and the rock was Christ.” And the same is also called a sword: “For the Word of God,” it says, “is living and active, sharper than any two-edged sword.” His saving teaching brings us the spiritual circumcision. The history taught that many of those born in Egypt too had not received circumcision, their parents, as is likely, being afraid to circumcise them because of the killing of the infants; and all, one might say, except a few of those born in the wilderness remained uncircumcised. The place was named Gilgal, and the name means freedom. Then the God of all said, “This day I have taken away the reproach of Egypt from you.” The saying signifies release from Egyptian slavery and impiety, and the taking of the promised land. And we learn that the one who is granted all-holy baptism and receives the spiritual circumcision puts off the reproach of sin.

Josh 5:2 (allusion, high confidence) · Josh 5:4–7 (allusion, high confidence) · 1 Cor 10:4 (quotation, high confidence) · Heb 4:12 (quotation, high confidence) · Exod 1:22 (allusion, medium confidence) · Josh 5:9 (quotation, high confidence)

Notes and citation

Summary: Stone knives were practical in the wilderness and prefigure Christ, the rock and the sword of the Word, who gives the spiritual circumcision of baptism.

  • Josh 5:2–9 (Septuagint); 1 Cor 10:4; Heb 4:12; Exod 1:22. Joshua 5:9 links the name Gilgal with “rolling away”; Theodoret's “freedom” gives the sense of the verse.

Notes on the original text

  • Digital text corrected (split word): συν τόμως → συντόμως.

Topics: Baptism, Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 6.4 (PG 80 80:467; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-4). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-4) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.5PG 80 80:467

Τίνα νοητέον τὸν ἀρχιστράτηγον τῆς δυνάμεως Κυρίου; Τινές φασι τὸν Θεὸν Λόγον ὀφθῆναι ἐγὼ δὲ οἶμαι Μιχαὴλ τὸν ἀρχάγγελον εἶναι. Ἡνίκα γὰρ ἐπλημμέλησαν, ὁ τῶν ὅλων ἔφη Θεός· Οὐ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ τὸν λαὸν σκληροτράχηλον εἶναι· ἀλλ' ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου πρότερόν σου. Τοῦτον οἶμαι νῦν ὀφθῆναι τῷ Ἰησοῦ παραθαῤῥύνοντα, καὶ τὴν θείαν βοήθειαν προσημαίνοντα.

Tina noēteon ton archistratēgon tēs dynameōs Kyriou? Tines phasi ton Theon Logon ophthēnai egō de oimai Michaēl ton archangelon einai. Hēnika gar eplēmmelēsan, ho tōn holōn ephē Theos; Ou mē synanabō meta sou dia to ton laon sklērotrachēlon einai; all' apostelō ton angelon mou pro prosōpou sou proteron sou. Touton oimai nyn ophthēnai tǭ Iēsou paratharrhynonta, kai tēn theian boētheian prosēmainonta.

Who is to be understood as the commander of the army of the Lord? Some say it was God the Word who appeared; but I think it was Michael the archangel. For when they sinned, the God of all said, “I will not go up with you, because the people is stiff-necked; but I will send my angel before your face, ahead of you.” I think it was he who now appeared to Joshua, encouraging him and signalling the divine help.

Josh 5:13–14 (allusion, high confidence) · Exod 33:2–3 (quotation, high confidence) · Exod 23:20 (allusion, medium confidence)

Notes and citation

Summary: The commander of the Lord's army was probably Michael, the angel promised in Exodus.

  • Josh 5:13–15; Exod 33:2–3 (combined with 23:20).

Cite (SBL): Theodoret, Quaest. Oct. 6.5 (PG 80 80:467; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-5). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-5) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.6PG 80 80:469

Πῶς τοίνυν τοῖς θείοις ἐχρήσατο ῥήμασι; Λῦσον γὰρ, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ᾽ ᾧ σὺ ἔστηκας ἅγιός ἐστιν. Ἐπειδὴ ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, Ὡς ἐγενόμην μετὰ Μωσῆ, ἔσομαι καὶ μετὰ σοῦ. Τούτου χάριν ὧν ἤκουσεν ἐκεῖνος, ἀκούει καὶ οὗτος, ἵνα θαρσαλεώτερος γένηται, ὡς τῆς αὐτῆς ἀξίας τετυχηκώς.

Pōs toinyn tois theiois echrēsato rhēmasi? Lyson gar, phēsi, to hypodēma ek tōn podōn sou; ho gar topos eph᾽ hǭ sy estēkas hagios estin. Epeidē ephē pros auton ho tōn holōn Theos, Hōs egenomēn meta Mōsē, esomai kai meta sou. Toutou charin hōn ēkousen ekeinos, akouei kai houtos, hina tharsaleōteros genētai, hōs tēs autēs axias tetychēkōs.

How then did he use the divine words, “Loose the sandal from your feet, for the place on which you stand is holy”? Since the God of all had said to him, “As I was with Moses, so I will be with you,” for this reason Joshua hears what Moses heard, so that he might become bolder, as having obtained the same dignity.

Josh 5:15 (quotation, high confidence) · Exod 3:5 (allusion, high confidence) · Josh 1:5 (quotation, high confidence)

Notes and citation

Summary: Joshua heard the words spoken to Moses at the bush, to show that he shared Moses' dignity.

  • Josh 5:15; Exod 3:5; Josh 1:5.

Notes on the original text

  • Digital text corrected (footnote marker): ἅγιός ἐστιν *. → ἅγιός ἐστιν..

Cite (SBL): Theodoret, Quaest. Oct. 6.6 (PG 80 80:469; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-6). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-6) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.7PG 80 80:469

Διατί τὴν Ἱεριχὼ πόλιν ἀναθεματισθῆναι προσέταξεν ; Πρώτην ταύτην εἶλον πόλιν μετὰ τὸ διαβῆναι τὸν ποταμόν. Ὥσπερ τοίνυν προσέταξεν αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχάς οὕτως ἐκέλευσεν καὶ τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. Πρὸς δὲ τούτοις, καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νόμους διατηρεῖν. Τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέλυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἶν᾿ ὅτ᾽ ἂν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν ὅτι αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμὰς, τῶν θείων νόμων καταφρονήσαντες.

Diati tēn Hierichō polin anathematisthēnai prosetaxen ? Prōtēn tautēn eilon polin meta to diabēnai ton potamon. Hōsper toinyn prosetaxen autous tōn karpōn prospherein tas aparchas houtōs ekeleusen kai ta tōn skylōn prosenenkein akrothinia. Pros de toutois, kai gymnazei autous dia toutōn tōn nomōn, hōste tous anankaious nomous diatērein. Tēn oikeian de autois epideiknys dynamin, tēn prōtēn polin dicha hoplōn kai mēchanēmatōn helein pareskeuase, kai monę̄ katelyse tę̄ tōn salpingōn ēchę̄; in᾿ hot᾽ an hēttēthōsi paratattomenoi, gnōsin hoti autoi pareschon tēs hēttēs tas aphormas, tōn theiōn nomōn kataphronēsantes.

Why did he order the city of Jericho to be devoted to destruction? This was the first city they took after crossing the river. As, then, he commanded them to offer the firstfruits of their crops, so he ordered them to offer the first share of the spoils. Besides this, he exercises them through these laws in keeping the necessary laws. And showing them his own power, he arranged for them to take the first city without weapons or siege engines, and destroyed it by the sound of the trumpets alone, so that whenever they were defeated in battle they would know that they themselves had given the occasion for defeat by despising the divine laws.

Josh 6:17–21 (allusion, high confidence) · Josh 6:20 (allusion, high confidence)

Notes and citation

Summary: Jericho was devoted to God as the firstfruits of the conquest and taken by God's power alone.

  • Josh 6:17–21. The command to destroy the city is translated as written.

Notes on the original text

  • Digital text corrected (stray letter): αὐτοὶ ὁ παρέσχον → αὐτοὶ παρέσχον.

Cite (SBL): Theodoret, Quaest. Oct. 6.7 (PG 80 80:469; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-7). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-7) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.8PG 80 80:469

Τι δήποτε ἀλλόφυλος οὖσα ἡ ᾿Ῥαάβ κατώκησεν ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ὡς ἡ ἱστορία διδάσκει ; Καὶ τοῦτο προτυποῖ τὰ ἡμέτερα. Ἔφη γὰρ ὁ Δεσπότης· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, καὶ εἷς ποιμήν. Τούτου χάριν καὶ νομοθετῶν ἔφη· Εἰς νόμος ἔσται τῷ προσηλύτῳ, καὶ τῷ αὐτόχθονι. Διὰ τοῦτο δὲ Μωσῆς ὁ νομοθέτης οὐκ ἐκώλυσε τῶν Αἰγυπτίων τοὺς συναπάραι αὐτοῖς ἐθελήσαντας. Ἔδει δὲ καὶ ὡς ἀγριέλαιον ἐγκεντρισθῆναι εἰς τὴν καλλιέλαιον, ᾗ φησιν ὁ μακάριος Παῦλος.

Ti dēpote allophylos ousa hē ᾿Rhaab katōkēsen en tois huiois Israēl, hōs hē historia didaskei ? Kai touto protypoi ta hēmetera. Ephē gar ho Despotēs; Kai alla probata echō, ha ouk estin ek tēs aulēs tautēs, kakeina me dei agagein, kai tēs phōnēs mou akousousi, kai genēsetai mia poimnē, kai heis poimēn. Toutou charin kai nomothetōn ephē; Eis nomos estai tǭ prosēlytǭ, kai tǭ autochthoni. Dia touto de Mōsēs ho nomothetēs ouk ekōlyse tōn Aigyptiōn tous synaparai autois ethelēsantas. Edei de kai hōs agrielaion enkentristhēnai eis tēn kallielaion, hę̄ phēsin ho makarios Paulos.

Why did Rahab, though a foreigner, live among the sons of Israel, as the history teaches? This too prefigures our situation. For the Master said, “I have other sheep that are not of this fold; I must bring them too, and they will hear my voice, and there will be one flock, one shepherd.” For this reason, when he gave the law, he said, “There shall be one law for the proselyte and for the native.” And for this reason Moses the lawgiver did not prevent those of the Egyptians who wished to set out with them. And the wild olive had to be grafted into the cultivated olive, as the blessed Paul says.

Josh 6:25 (allusion, high confidence) · John 10:16 (quotation, high confidence) · Num 15:15–16 (quotation, medium confidence) · Exod 12:38 (allusion, high confidence) · Rom 11:17–24 (allusion, high confidence)

Notes and citation

Summary: Rahab's settling in Israel prefigures the gathering of the nations into the one flock.

  • Josh 6:25; John 10:16; Num 15:15–16; Exod 12:38; Rom 11:17–24. A marginal catchword line at the end is removed.

Notes on the original text

  • Digital text corrected (OCR accent; marginal catchwords leaked into the line; stray letter; stray mark): κατώκησεν ἐν ν τοῖς → κατώκησεν ἐν τοῖς; ἀγαγεῖν, και τῆς → ἀγαγεῖν, καὶ τῆς; εἷς ποιμήν. ». → εἷς ποιμήν.; ἐκώλυσε ' τῶν → ἐκώλυσε τῶν; Παῦλος. διὰ τοῦτο οὐδὲ Μωϋσῆς ὁ νομοθ. ἐκώλυσε, → Παῦλος..

Cite (SBL): Theodoret, Quaest. Oct. 6.8 (PG 80 80:469; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-8). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-8) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.9PG 80 80:471

Τι ἐστιν, Ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς; Ἐπειδὴ τὴν πόλιν ἀνέθηκε τῷ Θεῷ, εἰκότως αὐτὴν κατέσκαψεν ἄτοπον ἡγησάμενος οἰκητήριον γενέσθαι κοινὸν τὸ τῷ Θεῷ ἀπονεμηθέν. Ἐπηράσατο δὲ τοῖς ταύτην οἰκοδομοῦσιν ὥστε τὸν ἐπιχειροῦντα παραβῆναι τὸν ὄρον, τὰ θεμέλια μὲν πηγνύντα, τῶν υἱέων ἀποβαλεῖν τὸν πρωτότοκον τὰς δὲ πύλας ἐπιτιθέντα, τὸν ἔσχατον. Μέμνηται δὲ τῆς ἀρᾶς καὶ ἡ τῶν Βασιλειῶν ἱστορία.

Ti estin, En tǭ prōtotokǭ autou themeliōsei autēn, kai en tǭ elachistǭ epistēsei tas pylas autēs? Epeidē tēn polin anethēke tǭ Theǭ, eikotōs autēn kateskapsen atopon hēgēsamenos oikētērion genesthai koinon to tǭ Theǭ aponemēthen. Epērasato de tois tautēn oikodomousin hōste ton epicheirounta parabēnai ton oron, ta themelia men pēgnynta, tōn huieōn apobalein ton prōtotokon tas de pylas epitithenta, ton eschaton. Memnētai de tēs aras kai hē tōn Basileiōn historia.

What is the meaning of “With his firstborn he will lay its foundation, and with his youngest he will set up its gates”? Since he had dedicated the city to God, he fittingly razed it, thinking it improper that what had been assigned to God should become a common dwelling. And he cursed those who would rebuild it, so that the one who tried to cross the boundary would lose the firstborn of his sons when laying the foundations, and the last when setting up the gates. The history of the Kingdoms also mentions the curse.

Josh 6:26 (quotation, high confidence) · 1 Kgs 16:34 (allusion, high confidence)

Notes and citation

Summary: Jericho, dedicated to God, was not to be rebuilt; the curse was fulfilled in the days of the kings.

  • Josh 6:26 (Septuagint); 1 Kgs 16:34.

Notes on the original text

  • Digital text corrected (stray mark): πύλας αὐτῆς;, → πύλας αὐτῆς;.

Cite (SBL): Theodoret, Quaest. Oct. 6.9 (PG 80 80:471; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-9). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-9) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.10PG 80 80:471

Τί δήποτε τοῦ Ἄχαρ κεκλοφότος ἄπας ὁ λαὸς ἐπαιδεύθη; Ὑπέλαβεν ὁ κεκλοφὼς, ὥσπερ τοὺς ἀνθρώπους, οὕτω δὴ λήσειν καὶ τὸν Θεόν. Ἠβουλήθη τοίνυν κἀκεῖνον διελέγξαι, καὶ πᾶσιν ἐνθεῖναι δέος, ὅπως οἱ τοὺς θείους νόμους φυλάττοντες τοὺς παραβαίνοντας διελέγχωσιν, ὡς τῆς ἐπαχθησομένης μεθέξοντες τιμωρίας. Τὴν δὲ ψιλὴν ὁ ᾿Ακύλας στολὴν ἡρμήνευσεν· ὁ δὲ Ἰώσηπος, χλανίδα· τὴν δὲ γλῶσσαν, μάζαν χρυσῆν. Δῆλον δὲ ἐντεῦθεν, ὡς ἡ ὑπὸ τῶν προφητῶν καλουμένη κοιλὰς Ἀχὼρ, αὕτη ἐστὶν ἐν ᾗ ὁ ῎Αχαρ κατελεύσθη. Καὶ γὰρ ἡ Ἐμεκαχώρ φάραγξ Ἀχώρ ἑρμηνεύεται.

Ti dēpote tou Achar keklophotos apas ho laos epaideuthē? Hypelaben ho keklophōs, hōsper tous anthrōpous, houtō dē lēsein kai ton Theon. Ēboulēthē toinyn kakeinon dielenxai, kai pasin entheinai deos, hopōs hoi tous theious nomous phylattontes tous parabainontas dielenchōsin, hōs tēs epachthēsomenēs methexontes timōrias. Tēn de psilēn ho ᾿Akylas stolēn hērmēneusen; ho de Iōsēpos, chlanida; tēn de glōssan, mazan chrysēn. Dēlon de enteuthen, hōs hē hypo tōn prophētōn kaloumenē koilas Achōr, hautē estin en hę̄ ho ᾿Achar kateleusthē. Kai gar hē Emekachōr pharanx Achōr hermēneuetai.

Why, when Achan stole, was the whole people chastised? The thief supposed that he would escape God's notice as he escaped men's. God wished, then, both to expose him and to put fear into all, so that those who keep the divine laws would expose those who transgress them, since they would share in the punishment that would follow. Aquila rendered the “mantle” as “robe,” and Josephus as “cloak”; and the “tongue” as “a mass of gold.” It is clear from this that the valley the prophets call the valley of Achor is the one in which Achan was stoned; for “Emekachor” means “valley of Achor.”

Josh 7:1 (allusion, high confidence) · Josh 7:11–12 (allusion, high confidence) · Josh 7:21 (allusion, high confidence) · Josh 7:24–26 (allusion, high confidence) · Hos 2:15 (2:17 LXX) (allusion, medium confidence) · Isa 65:10 (allusion, medium confidence)

Notes and citation

Summary: All Israel suffered for Achan's theft so that the faithful would expose transgressors; the valley of Achor is named after his stoning.

  • Josh 7:1–26 (Septuagint “Achar”); 7:21 (the Septuagint “mantle” and “tongue of gold”); 7:24–26. Aquila is a second-century Greek translator; Josephus, Ant. 5.33. The valley of Achor in the prophets: Hos 2:15 (2:17 in the Septuagint); Isa 65:10.

Extrabiblical texts: Josephus, Ant. 5.33 (Josephus (works); allusion)

Cite (SBL): Theodoret, Quaest. Oct. 6.10 (PG 80 80:471; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-10). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-10) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.11PG 80 80:471

Διατί προσέταξεν ὁ Θεὸς προλοχῆσαι τὴν Γαΐ; Διδάσκει καὶ ταῖς ἀνθρωπίναις ἐπινοίαις κεχρῆσθαι, πιστεύοντας δηλονότι τῇ θείᾳ ῥοπῇ. Ἐπειδὴ γὰρ διὰ μόνης τῆς τῶν σαλπίγγων ἠχῆς εἶλον τὴν πρώτην πόλιν, μάλα εἰκότως μανθάνουσιν ἀγωνίζεσθαι καὶ πονεῖν, καὶ τὴν θείαν προσμένειν ἐπικουρίαν. Αὐτίκα γοῦν πολεμοῦσιν αὐτοῖς ἐπεκούρησε, καὶ τοὺς πεφευγότας σκηπτοῖς καὶ χαλάζῃ κατηνάλωσεν ἅπαντας. Τὸ μέντοι γαίσον ᾧ τοὺς λοχῶντας διήγειρεν Ἰησοῦς, ἀσπίδα ἠρμήνευσεν ὁ Ἰώσηπος, ὡσαύτως δὲ καὶ ὁ Σύμμαχος.

Diati prosetaxen ho Theos prolochēsai tēn Gaï? Didaskei kai tais anthrōpinais epinoiais kechrēsthai, pisteuontas dēlonoti tę̄ theią rhopę̄. Epeidē gar dia monēs tēs tōn salpingōn ēchēs eilon tēn prōtēn polin, mala eikotōs manthanousin agōnizesthai kai ponein, kai tēn theian prosmenein epikourian. Autika goun polemousin autois epekourēse, kai tous pepheugotas skēptois kai chalazę̄ katēnalōsen hapantas. To mentoi gaison hǭ tous lochōntas diēgeiren Iēsous, aspida ērmēneusen ho Iōsēpos, hōsautōs de kai ho Symmachos.

Why did God order an ambush to be laid against Ai? He teaches them to use human ingenuity too, trusting, of course, in the divine influence. For since they had taken the first city by the sound of the trumpets alone, they very fittingly learn to struggle and toil and to wait for the divine help. And indeed, when they fought, he helped them and destroyed all who fled with thunderbolts and hail. The javelin with which Joshua roused the men in ambush Josephus rendered “shield,” and Symmachus likewise.

Josh 8:2 (allusion, high confidence) · Josh 8:18 (allusion, high confidence) · Josh 10:11 (allusion, medium confidence)

Notes and citation

Summary: The ambush at Ai taught Israel to use human effort while trusting God's help.

  • Josh 8:2, 18 (Septuagint “gaison”, a javelin); Josh 10:11 (hail). Josephus, Antiquities 5; Symmachus is a second-century Greek translator. A marginal catchword (“the javelin”) at the end is removed.

Notes on the original text

  • Digital text corrected (marginal catchword leaked into the line; stray letter and OCR letter): Ο Λιατί → Διατί; Σύμμαχος. τὸν μέντοι γαισόν, → Σύμμαχος..

Extrabiblical texts: Josephus, Ant. 5 (Josephus (works); allusion)

Cite (SBL): Theodoret, Quaest. Oct. 6.11 (PG 80 80:471; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-11). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-11) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.12PG 80 80:473

Τινὲς ὠμότητα τοῦ προφήτου κατηγοροῦσιν, ὅτι καὶ πάντας ἄρδην ἀνήρει, καὶ τοὺς βασιλέας ἐσταύρου. Ὁ τοῦ προφήτου κατηγορῶν, τοῦ ταῦτα προστεταχότος κατηγορεῖ. Αὐτὸς γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ Μωσέως τοῦ νομοθέτου προσέταξε, πάντας ἄρδην ἀναιρεθῆναι τοὺς τὴν γῆν ἐκείνην οἰκήσαντας ἅτε δὴ πανωλεθρίας ἄξια πεπραχότας, καὶ εἰς ἔσχατον παρανομίας ἐλάσαντας. Τούτου χάριν καὶ τὸν κατακλυσμὸν ἐπενήνοχε πάλαι, καὶ τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα πυρὶ κατηνάλωσε· καὶ τοὺς ἄρχοντας δὲ προσέταξεν ὁ προφήτης ἐπιθεῖναι τοὺς πόδας τοῖς τῶν βασιλέων τραχήλοις ἵνα θαῤῥήσαντες προθυμότερον παρατάξωνται. Τοῦτο καὶ ὁ Κύριος ἡμῶν προσέταξεν Ἰησοῦς. Ἰδοὺ γὰρ, ἔφη, δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἴη τοίνυν καὶ ἡμᾶς ἐπιθεῖναι τοὺς πόδας ἡμῶν ἐπὶ τοὺς τραχήλους τῶν ἀντικειμένων πνευμάτων.

Tines ōmotēta tou prophētou katēgorousin, hoti kai pantas ardēn anērei, kai tous basileas estaurou. Ho tou prophētou katēgorōn, tou tauta prostetachotos katēgorei. Autos gar ho tōn holōn Theos dia Mōseōs tou nomothetou prosetaxe, pantas ardēn anairethēnai tous tēn gēn ekeinēn oikēsantas hate dē panōlethrias axia peprachotas, kai eis eschaton paranomias elasantas. Toutou charin kai ton kataklysmon epenēnoche palai, kai ta Sodoma kai ta Gomorrha pyri katēnalōse; kai tous archontas de prosetaxen ho prophētēs epitheinai tous podas tois tōn basileōn trachēlois hina tharrhēsantes prothymoteron parataxōntai. Touto kai ho Kyrios hēmōn prosetaxen Iēsous. Idou gar, ephē, dedōka hymin tēn exousian patein epanō opheōn kai skorpiōn, kai epi pasan tēn dynamin tou echthrou. Eiē toinyn kai hēmas epitheinai tous podas hēmōn epi tous trachēlous tōn antikeimenōn pneumatōn.

Some accuse the prophet of cruelty, because he killed everyone without exception and hanged the kings. Whoever accuses the prophet accuses the one who commanded these things. For the God of all himself, through Moses the lawgiver, commanded that all who had lived in that land be killed without exception, since they had done deeds worthy of utter destruction and had driven on to the extremity of lawlessness. For this reason too he brought the flood long ago, and consumed Sodom and Gomorrah with fire. And the prophet ordered the leaders to put their feet on the necks of the kings, so that, taking courage, they would draw up for battle more eagerly. This our Lord Jesus also commanded: “Behold,” he said, “I have given you authority to tread on snakes and scorpions, and over all the power of the enemy.” May we too, then, put our feet on the necks of the hostile spirits.

Josh 10:26–27 (allusion, high confidence) · Deut 7:1–2 (allusion, high confidence) · Deut 20:16–17 (allusion, high confidence) · Gen 7:17–23 (allusion, medium confidence) · Gen 19:24 (allusion, high confidence) · Josh 10:24 (allusion, high confidence) · Luke 10:19 (quotation, high confidence)

Notes and citation

Summary: Joshua's destruction of the Canaanites carried out God's command against their extreme wickedness; setting feet on the kings' necks figures victory over evil spirits.

  • The section has no question in the edition; it opens with an objection, which serves as the question. Josh 10:24–27; Deut 7:1–2; 20:16–17; Gen 7; 19:24; Luke 10:19. The commands of destruction are translated as written; Theodoret defends them as God's judgment.

Notes on the original text

  • Digital text corrected (OCR accent): κατηνάλωσε· και τοὺς → κατηνάλωσε· καὶ τοὺς.

Cite (SBL): Theodoret, Quaest. Oct. 6.12 (PG 80 80:473; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-12). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-12) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.13PG 80 80:473

Διατί ξυλοκόπους καὶ ὑδροφόρους τοὺς Γαβαωνίτας ἀπέφηνεν ; Ἐξηπάτησαν καὶ τῷ σχήματι, καὶ τῷ ψεύδει τῶν λόγων. Καὶ δέον ἔρεσθαι τὸν Δεσπότην Θεὸν, εἶθ᾽ οὕτως τὰς πρὸς αὐτοὺς συνθήκας ποιήσασθαι τοῖς ψευδέσι λόγοις αὐτῶν πεπιστευκότες ἐπείσαντο, καὶ τὰς συνθήκας ἐκράτυναν ὄρκῳ. Προσετετάχει δὲ ὁ τῶν ὅλων Θεὸς πάντας ἐκείνους παραδοθῆναι θανάτῳ. Τῆς θείας τοίνυν ἐντολῆς, καὶ τῶν ὅρκων μέσος ἀποληφθεὶς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν. Οὐκ ἀτιμία δὲ τὸ διακονεῖν τῷ Θεῷ, ἀλλὰ μεγίστη τιμή. Ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόῤῥησιν πέρας λαβεῖν. Ἔφη γὰρ, Επικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ἐν δὲ τοῖς Γαβαωνίταις ἡ πρόῤῥησις τὸ πέρας ἐδέξατο

Diati xylokopous kai hydrophorous tous Gabaōnitas apephēnen ? Exēpatēsan kai tǭ schēmati, kai tǭ pseudei tōn logōn. Kai deon eresthai ton Despotēn Theon, eith᾽ houtōs tas pros autous synthēkas poiēsasthai tois pseudesi logois autōn pepisteukotes epeisanto, kai tas synthēkas ekratynan orkǭ. Prosetetachei de ho tōn holōn Theos pantas ekeinous paradothēnai thanatǭ. Tēs theias toinyn entolēs, kai tōn horkōn mesos apolēphtheis, hypēretas autous tēs hieras leitourgias apephēnen. Ouk atimia de to diakonein tǭ Theǭ, alla megistē timē. Edei de kai tou Nōe tēn prorrhēsin peras labein. Ephē gar, Epikataratos Chanaan pais, oiketēs estai tois adelphois autou. En de tois Gabaōnitais hē prorrhēsis to peras edexato

Why did he make the Gibeonites hewers of wood and drawers of water? They deceived both by their appearance and by the falsehood of their words. And when they should have asked God the Master and only then made agreements with them, they trusted their false words, were persuaded, and confirmed the agreements by oath. But the God of all had commanded that all those peoples be put to death. Caught, then, between the divine command and the oaths, he made them servants of the sacred ministry. To serve God is not a dishonour but the greatest honour. And Noah's prediction had to reach its fulfilment: for he said, “Cursed be Canaan; a servant he shall be to his brothers.” In the Gibeonites the prediction reached its fulfilment.

Josh 9:3–15 (allusion, high confidence) · Josh 9:21–27 (allusion, high confidence) · Gen 9:25 (quotation, high confidence)

Notes and citation

Summary: The Gibeonites, spared by a rash oath, were made servants of the sanctuary, fulfilling Noah's curse on Canaan.

  • Josh 9:3–27; Gen 9:25 (Septuagint).

Cite (SBL): Theodoret, Quaest. Oct. 6.13 (PG 80 80:473; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-13). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-13) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

6.14PG 80 80:473

Τί ἐστι τὸ, Οὐχὶ τοῦτο γέγραπται ἐπὶ τὸ βιβλίον τὸ εὑρεθέν Διδάξας ἡμᾶς ὁ συγγραφεὺς τοῦ προφήτου τὴν δύναμιν, ὅτι λόγῳ μόνῳ χρησάμενος προβῆναι τοὺς μεγάλους φωστῆρας κεκώλυκεν, ἕως κατὰ κράτος ἐνίκησεν, ὑπειδόμενος μή τις ἀπιστήσῃ τῷ λόγῳ ἔφη τοῦτο ἐν τῷ παλαιῷ εὑρεθῆναι συγγράμματι. Δῆλον, τοίνυν κάντεῦθεν, ὡς ἄλλος τις τῶν μεταγενεστέρων τὴν βίβλον ταύτην συνέγραψε, λαβὼν ἐξ ἑτέρας βίβλου τὰς ἀφορμάς. Καὶ τοῦτο δὲ προτυποῖ τὴν τοῦ Σωτῆρος θαυματουργίαν. Ωσπερ γὰρ τοῦ προφήτου πολεμοῦντος ὁ ἥλιος ἔστη, οὕτω τοῦ Σωτῆρος ἡμῶν θανάτῳ τὸν θάνατον καταλύοντος, ἐπέσχε τὰς ἀκτῖνας ὁ ἥλιος καὶ σκότους ἐν μεσημβρίᾳ τὴν οἰκουμένης ἐπλήρωσε.

Ti esti to, Ouchi touto gegraptai epi to biblion to heurethen Didaxas hēmas ho syngrapheus tou prophētou tēn dynamin, hoti logǭ monǭ chrēsamenos probēnai tous megalous phōstēras kekōlyken, heōs kata kratos enikēsen, hypeidomenos mē tis apistēsę̄ tǭ logǭ ephē touto en tǭ palaiǭ heurethēnai syngrammati. Dēlon, toinyn kanteuthen, hōs allos tis tōn metagenesterōn tēn biblon tautēn synegrapse, labōn ex heteras biblou tas aphormas. Kai touto de protypoi tēn tou Sōtēros thaumatourgian. Ōsper gar tou prophētou polemountos ho hēlios estē, houtō tou Sōtēros hēmōn thanatǭ ton thanaton katalyontos, epesche tas aktinas ho hēlios kai skotous en mesēmbrią tēn oikoumenēs eplērōse.

What is the meaning of “Is this not written in the book that was found”? Having taught us the prophet's power, that by a word alone he stopped the great lights from moving until he had won a complete victory, the writer, suspecting that someone might not believe the account, said that it was found in the old writing. It is clear from this too that someone else of a later time wrote this book, taking its materials from another book. This too prefigures the Saviour's wonder-working. For as the sun stood still while the prophet fought, so when our Saviour was destroying death by death, the sun held back its rays and filled the world with darkness at midday.

Josh 10:13 (quotation, high confidence) · Josh 10:12–14 (allusion, high confidence) · Matt 27:45 (allusion, high confidence)

Notes and citation

Summary: The citation of an older book for the sun's standing still shows that Joshua was written later from sources; the event prefigures the darkness at the crucifixion.

  • The question is intact; the edition prints it without a question mark. Josh 10:12–14 (the Septuagint here reads “the book that was found”; the Hebrew has “the Book of Jashar”); Matt 27:45. Theodoret's view that Joshua was compiled later is translated as written.

Notes on the original text

  • Digital text corrected (footnote number; split word; stray mark): ἀπιστήσῃ 1) τῷ → ἀπιστήσῃ τῷ; συν έγραψε → συνέγραψε; Καὶ: τοῦτο → Καὶ τοῦτο.

Topics: Scripture and canon, Christology

Cite (SBL): Theodoret, Quaest. Oct. 6.14 (PG 80 80:473; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/6-14). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-6-14) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.