Poems 1.2.33–1.2.40
Greek text: Migne, PG 37 (Greek text: Migne, PG 37, read from the Bavarian State Library scan (OCR)).English: Claude (claude-opus-5-5), public domain (CC0).
Poem 1, chapter 2
1.2.33PG 37:927–946
Ἐπίγραμμα τῶν στίχων. Γρηγορίου πόνος εἰμὶ, τετραστιχίην δὲ φυλάττω, Γνώμαις πνευματικαῖς μνημόσυνον σοφίης. Πρᾶξιν προτιμήσειας, ἢ θεωρίαν; Όψις τελείων ἔργον, ἡ δὲ πλειόνων. ῎Αμφω μέν εἰσι δεξιαί τε καὶ φίλαι· Σὺ δὲ πρὸς ἣν πέφυκας, ἐκτείνου πλέον. Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος. "ὧν ἐκρυπωθῇς. Νῦν δὲ δεῖ καθαρσίων. Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται. Μήτ᾿ ἀντίτεινε πᾶσι, μήθ᾽ ἕπου λόγοις, ᾿Αλλ' οἷς ἐπίστῃ, καὶ ὅσον, καὶ πηνίκα. Θεοῦ δὲ μᾶλλον ἐξέχου, ἢ προστάτει. Λόγῳ παλαίει πᾶς λόγος, βίῳ δὲ τίς; Ἢ μὴ διδάσκειν, ἢ διδάσκειν τῷ τρόπῳ. Μὴ τῇ μὲν ἕλκειν, τῇ δ᾽ ἀπωθεῖσθαι χεροῖν. Ἦττον δεήσῃ τοῦ λέγειν, πράττων ἃ δεῖ Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μὴ καὶ πρόεδροι τοῦ κακοῦ φαινώμεθα. Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; ῎Αφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου. Βίου μὲν οὐδεὶς πώποθ' ὑψώθη δίχα· Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου. Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ᾽ ἡ χάρις. Δῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ᾽ ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὁ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Μηδέν ποτ' εὔξῃ, μηδὲ τῶν μικρῶν, Θεῷ. Θεοῦ γάρ ἐστι, πρὶν λαβεῖν. Τί οὖν λέγω; Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς. Καινοῦ χρέους ! ᾿Ανανίας σε πειθέτω, Σάπφειρά τε. Πανήγυριν νόμιζε τόνδε τὸν βίον. Μικρῶν τὰ μείζω, καὶ ῥέοντ᾽ ἀϊδίων. Ἢν δ᾽ αὖ παρέλθῃ, καιρὸν ἄλλον οὐκ ἔχεις. Πολὺς μὲν ἔστιν ὁ προκείμενος δρόμος· Πλείων δ᾽ ὁ μισθός. Μὴ βλέπων τὸ πᾶν ἅμα, Τοῦ παντὸς ἐκστῇς. Καὶ πλέεις οὐ πᾶν ἅμα· Καὶ τοῦτο πεῖρα πολλάκις τοῦ δυσμενοῦς. ( Μὴ σφόδρα θαῤῥεῖν, μηδ᾽ ἀπελπίζειν ἄγαν.) Τὸ μὲν γὰρ ἐκλύει σε, τῷ δ᾽ ἀνατρέπῃ. Τὸ μὲν κατόρθου, τοῦ δ᾽ ἔχου· τοῦδ᾽ οὐ φθόνος. Οὐχ ὡς ὁδοῦ τὸ λεῖπον ἀχρειοῖ πόνον. Μὴ θερμὸν ἅπτειν, ἐμμένειν δ' οἷς ἂν κρίνῃς· Κρεῖσσον προκόπτειν, ἤ τι κόπτειν τοῦ καλοῦ. Καὶ γὰρ κακοὺς καλοῦμεν, οὐχὶ τοὺς κάτω, Τοὺς δ᾽, ἡνίχ᾽ ὑψωθῶσι, πίπτοντας μέγα. Σπινθήρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα, Καὶ σπέρμ᾽ ἐχίδνης πολλάκις διώλεσε. Τοῦτ᾽ οὖν ὁρῶν, ἔκκλινε καὶ μικρὸν βλάβος· Μικρὸν μὲν ἔστιν, εἰς δὲ μεῖζον ἔρχεται. Ἐρεύνα σαυτὸν πλεῖον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων· Τὰ μὲν γάρ ἐστι φθορᾶς, τὰ δὲ ἵσταται. Ὁ νοῦς ἀεί σοι καμνέτω τυπούμενος Θείοις νοήμασί τε καὶ βίου λόγοις. Γλώσσης δὲ φείδου· καὶ γὰρ εὐκολωτέρα Βλάπτειν· τὸ κέρδος δ᾽ ἦσσον εὖ κινουμένης. Όψις συνήρπασέ με, πλὴν ἀλλ᾽ ἐσχέθην· Εἴδωλον οὐκ ἔστησα τῆς ἁμαρτίας. Είδωλον ἔστη; πρᾶξιν ἐκπεφεύγαμεν. Βαθμοὶ τάδ᾽ εἰσὶ τῆς πάλης τοῦ δυσμενοῦς. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα· Τοῖς δ᾽ αὖ καλοῖς τε κἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι, μικρὸν μέσον. Μὴ λίαν ὀσμῶν ἐκλύου θηλύσμασιν, ῾Αφῆς τε λειότησι, μηδὲ γεύσεσι. Τί ἄν ποτ' ἀνδρίσαιο τῶνδ᾽ ἡττώμενος, Χωρὶς γυναικῶν κἀῤῥένων ἡδύσματα. Δὸς, εἶπε γαστήρ. Ἤν λαβοῦσα σωφρονῆς, Δώσω προθύμως. Ἤν δὲ τοῖς κάτω δίδως, Κόπρον λάβοις μὲν, ἀλλ᾽ ὅμως μὴ πλουσίαν. Εἰ δ᾽ οὖν κατάσχοις, δώσομεν καὶ πλουσίαν. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, Μάλιστα μὲν πᾶς, τὸν πλέον δ' ὁ πορνικός. Γέλως ἄτακτος ἐκφέρει καὶ δάκρυον. Κρείσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένοι. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ὁ γράφουσι χεῖρες, ἢ λύει χρόνος, "Οψει δ' ὅπερ νοῦ σώφρονος γνωρίζεται· Λύπαι προσῆλθον, ἡδοναὶ, θάῤῥη, φόβοι, Πλοῦτος, πενία, δόξα, δύσκλεια, θρόνοι· Ῥείτωσαν, ὡς θέλουσιν. Οὐδὲν ἅπτεται Τῶν οὐ μενόντων ἀνδρὸς εὖ βεβηκότος. Ὑψοῦ βίῳ τὸ πλεῖον, ἢ φρονήματι· Ὁ μὲν θεοῖ σε, τῷ δὲ καὶ πίπτεις μέγα. Τεύξῃ δὲ τούτου, μὴ μικροῖς μετρούμενος. Κἂν πλεῖστον ἀρθῇς, εἶ κάτω τῆς ἐντολῆς. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν· Κρεῖσσον γὰρ εἶναι τοῦ δοκεῖν. Εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μήτε τὴν νέαν. Τί γὰρ πιθήκῳ κέρδος, ἣν δοκῇ λέων; Αἴνει μὲν ἄλλον, μὴ φρόνει δ' αἰνούμενος · Καὶ γὰρ δέος σε τῶν ἐπαίνων ὑστερεῖν. Μηδ' ἄλλον εὐθὺς, πρίν γε τῇ πείρᾳ μάθῃς, Μή πως κακοῦ φανέντος, αἰσχύνην ὄφλῃς. (Κακῶς ἀκούειν κρεῖσσον, ἢ λέγειν κακῶς.) Ὅταν προθῇ τις ἄλλον εἰς κωμῳδίαν Ὡς εὐφρανῶν σε, σαυτὸν ἐγκεῖσθαι δόκει. Ὧδ᾽ ἂν μάλιστα δυσχεραίνοις τῷ λόγῳ. Μηδὲν μέγ' εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος· Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μί᾿ ἀσφάλεια μὴ ὀνειδίζειν τύχας. Κρεῖσσον καλῶς βιοῦντα, καὶ πονούμενον, Παρρησιάζεσθαί τι πρὸς τὸν Δεσπότην, Ἢ μὴ καλοῖς θάλλοντ᾽ ἀπαιτεῖσθαι δίκην· Εἰ καὶ τὰ πάντα σὺν λόγῳ πορεύεται. Προοῦ τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον· Εἱ γὰρ μεριστὴς χρημάτων ἀλλοτρίων. Εἰ δ᾽ οὐ θέλεις τὰ πάντα, δὸς τὰ πλείονα. Εἰ δ᾽ οὐδὲ τοῦτο, τοῖς περιττοῖς εὐσέβει. Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντ᾽ ἔχειν, Χριστὸν σκέπεις τρέφεις τε, τὸν πτωχὸν τρέφων. Πένης προσῆλθεν, εἶτ᾿ ἀπῆλθε μὴ τυχών· Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς Χρήζων, ἀπέλθοιμ᾽ ἐνδεὴς, ἐμοῖς νόμοις. Ὃ γάρ τις οὐ δέδωκε, μηδ' ἐλπιζέτω. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει. Σὺ δ᾽ ἀγκαλίζου· καὶ γὰρ ἀετὸς, ὡς λόγος, Πολὺς καλιᾷ λεπτὸν ὄρνιν ἀμφέπει. Κρεῖσσον πενία μὴ δικαίας κτήσεως· Καὶ γὰρ νόσος γε τῆς κακῆς εὐεξίας. Λιμῷ μὲν οὗ τις ῥᾳδίως διεφθάρη· Τοῖς δ᾽ αὖ κακίστοις πότμος ἡ μοχθηρία. Τί δεσπότης, ἢ δοῦλος, ἢ φαύλη τομή; Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετούμενος δὲ σύνδουλον βλέπε. Ὅταν δὲ λυθῇς, τιμιώτερος φανεῖς. Οἱ δ' οἰκέται τί, καὶ μάλισθ' ὅσοι Θεοῦ; Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. (και Ελεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει.) Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ᾽ ἡλευθέρου. Κακὸς δ' ἀκούων αἰσχύνου, μὴ δυσγενής. Γένος γάρ εἰσιν οἱ πάλαι σεσηπότες. Γένους προάρχειν κρεῖσσον, ἢ λύειν γένος, Ὡς καλὸν εἶναι, ἢ καλῶν πεφυκέναι. Θεοῦ μόνου, θείων τε ἀπλήστως ἔχειν, Ὃς τοῖς λαβοῦσι καὶ πλέον χαρίζεται, Διψῶν τὸ διψᾶσθ᾽, ἀφθόνως ἀεὶ ῥέων· Ἐν τοῖς δὲ λοιποῖς καὶ φέρειν ἡσσώμενος. Μὴ πάντα νικᾶν, μηδ᾽ ἀεὶ, σπουδὴν ἔχει Καλῶς κρατεῖσθαι κρεῖσσον, ἢ νικᾶν κακῶς. Καὶ γὰρ παλαιστὴς οὐχ ὁ κείμενος κάτω, Πάντως κρατεῖται, πολλάκις δ᾽ ὑπέρτερος. Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις, Ωσπερ καθαίρειν φυτὸν εἰς εὐκαρπίαν. Εἰ δ᾽ οὐ καλῶς τι προστίθης οἷς νῦν ἔχεις, Ὕλῃ φέρεις πῦρ, ἢ νόσον τῷ σώματι. Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ' αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ' οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. Ὅταν ποθ᾽ ὕβρις ἐκκάῃ τὴν σὴν φρένα, Μνήσθητι Χριστοῦ, τῶν τ᾽ ἐκείνου τραυμάτων, Πόση τε μοῖρα ταῦτα τῶν τοῦ Δεσπότου. Ὡς δ᾽ ἂν τὸ λυποῦν, ὥσπερ ὕδατι, σβέσαις. Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων, ἔσα· Οἷς ἂν προσέλθῃ, τὸ φρονεῖν ἐπέκλυσε. Τῆξις, προσευχή, δάκρυον, τὰ φάρμακα. "Ἤδ᾿ ἰατρεία τῶν ἐμῶν νοσημάτων. "Όρκον δὲ φεῦγε πάντα. Πῶς οὖν πείσομεν; Λόγῳ, τρόπῳ τε τὸν λόγον πιστουμένῳ. ῎Αρνησίς ἐστι τοῦ Θεοῦ ψευδορκία. Τι δεῖ Θεοῦ σοι; τὸν τρόπον μέσον τίθει. Τί χρηστότητος δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας, Οἴους σεαυτῷ τοὺσδε τυγχάνειν θέλεις· Καὶ συντομώτερόν τι, τὰ Χριστοῦ πάθη. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, "Ον οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη· Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή. Τἄλλα βλέπων ὀφθαλμὸς, αὐτὸν οὐ βλέπει, ᾿Αλλ᾽ οὐδὲ τἄλλα, ἣν ἄγαν λημῶν τύχῃ. Τούτου χάριν σύμβουλον εἰς ἅπαντ᾽ ἔχειν· Καὶ γὰρ χερὸς χεὶρ, καὶ ποδὸς ποῦς ἐνδεής. Εἰ τοῖς καλοῖς ἔποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Ὅταν ποτ' αἰσχρὸν ἐννοῇς, νόμιζέ σοι Πολλοὺς παρεῖναι, καὶ σεαυτὸν ἐντρέπου. Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν,) Κακοῖς ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Κακοῦ παρ᾿ ἀνδρὸς μή ποτε χρηστὸν πάθῃς. Ζητεῖ γὰρ ὧν βεβίωκε συγγνώμην ἔχειν. Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς. Τὰς γὰρ λαβὰς φεύγοντας, ἀσφαλεστέρους Εἶναι παραινῶ, καὶ τὸ πικρὸν φάρμακον Ὅμως δέδοικα, καὶ τὸ ἡδὺ μέμφομαι. Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει· Κἂν τοῖσδε κείσθω, τοῦ παθεῖν μηδὲν, χάρις· Ὣς ἂν καλοὺς καὶ τούσδε ποιήσῃς χρόνῳ. Τῷ μακροθύμῳ χρηστότης καλὴ δόσις. Πᾶσιν μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος, Πλέον δὲ τοῖς ἔγγιστα. Τοῦ χάριν λέγω; Τις ἄν σε πιστεύσειε τοῖς ξένοις καλὸν Εἶναι τὸν οὐ δίκαιον οἷς ὀφείλεται; Τί πάντα τὸν δύστηνον αἰτιώμεθα Ἐχθρὸν, διδόντες τῷ βιοῦν ἐξουσίαν ; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον. Τὸ πῦρ παρ' ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. Μὴ σφόδρ᾽ ἔπεσθαι παιγνίοις ἐνυπνίων · Μηδ' εὐπτόητον εἰς ἅπαντ' ἔχειν φρένα · Μηδὲ πτεροῦ μοι δεξιοῖς φαντάσμασι. Λόχος τάδ᾽ ἐστὶ πολλάκις τοῦ δυσμενοῦς. Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους · Εἰ γὰρ συνεργός ἐστί τις τοῦ χείρονος, Πῶς οὐ καλοῦ δίκαιον εἶναι καὶ πλέον; Οὐ γὰρ φέρω γε τῷ κακῷ νικώμενος. Ἡγοῦ τύχης φρόνησιν ἀσφαλεστέραν · Ἡ μὲν γὰρ ἐστι πραγμάτων κούφη φορά, Ἡ δ' οἰακισμός. Μηδὲ ἓν παιδεύσεως Νόμιζε κρεῖσσον, ἢ μόνη κεκτημένων. Τὸ δραστικὸν δείκνυε μὴ τῷ δρᾶν κακῶς, Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός. Τόδ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα καὶ τρυγὼν καὶ σκορπίος. Αἰσχρὸν νέον γέροντος ἀσθενέστερον Εἶναι, γέροντα δ' ἀφρονέστερον νέου. Ὁμῶς ὁ μὲν καθ' ὥραν ἔστω πάνσοφος · Τὸν δὲ κράτιστον καὶ πρὸ ὥρας σωφρονεῖν. ᾿Αεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα, ἡ βίου λυσις. Τὸ γῆρας ἦλθεν· ἔξοδον κήρυξ βοᾷ. Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Πέρας λόγου, δισσή τις ἄρνησις Θεοῦ, Ἔργῳ, λόγῳ τε. Μὴ κλαπῇς, περισκόπει (᾿Αεὶ διώκῃ λαθρίοις παλαίσμασι), Μή πως δεηθῆς ἐσχάτων καθαρσίων.
Epigramma tōn stichōn. Grēgoriou ponos eimi, tetrastichiēn de phylattō, Gnōmais pneumatikais mnēmosynon sophiēs. Praxin protimēseias, ē theōrian? Opsis teleiōn ergon, hē de pleionōn. ᾿Amphō men eisi dexiai te kai philai; Sy de pros hēn pephykas, ekteinou pleon. Ēreto me tis problēma tōn ek pneumatos. "hōn ekrypōthę̄s. Nyn de dei katharsiōn. Myron docheion sapron ou pisteuetai. Mēt᾿ antiteine pasi, mēth᾽ hepou logois, ᾿All' hois epistę̄, kai hoson, kai pēnika. Theou de mallon exechou, ē prostatei. Logǭ palaiei pas logos, biǭ de tis? Ē mē didaskein, ē didaskein tǭ tropǭ. Mē tę̄ men helkein, tę̄ d᾽ apōtheisthai cheroin. Ētton deēsę̄ tou legein, prattōn ha dei Grapheus didaskei to pleon tois ektypois. Hymin legō malista tois tou bēmatos, Ophthalmon einai mē skotous peplēsmenon, Mē kai proedroi tou kakou phainōmetha. Ei gar to phōs toiouton, to skotos poson? ᾿Aphōnon ergon kreisson apraktou logou. Biou men oudeis pōpoth' hypsōthē dicha; Logou de polloi tou kalōs psophoumenou. Ou gar lalountōn, eu biountōn d᾽ hē charis. Dōron Theǭ kalliston estin ho tropos. Kan pant᾽ enenkę̄s, ouden oiseis axion. Ho kai penēs didōsi, touto prosphere. Misthōma pornēs hagnos ou merizetai. Mēden pot' euxę̄, mēde tōn mikrōn, Theǭ. Theou gar esti, prin labein. Ti oun legō? Klepteis ta sautou mē didous. Kainou chreous ! ᾿Ananias se peithetō, Sappheira te. Panēgyrin nomize tonde ton bion. Mikrōn ta meizō, kai rheont᾽ aïdiōn. Ēn d᾽ au parelthę̄, kairon allon ouk echeis. Polys men estin ho prokeimenos dromos; Pleiōn d᾽ ho misthos. Mē blepōn to pan hama, Tou pantos ekstę̄s. Kai pleeis ou pan hama; Kai touto peira pollakis tou dysmenous. ( Mē sphodra tharrhein, mēd᾽ apelpizein agan.) To men gar eklyei se, tǭ d᾽ anatrepę̄. To men katorthou, tou d᾽ echou; toud᾽ ou phthonos. Ouch hōs hodou to leipon achreioi ponon. Mē thermon haptein, emmenein d' hois an krinę̄s; Kreisson prokoptein, ē ti koptein tou kalou. Kai gar kakous kaloumen, ouchi tous katō, Tous d᾽, hēnich᾽ hypsōthōsi, piptontas mega. Spinthēr anaptei kai brachys pollēn phloga, Kai sperm᾽ echidnēs pollakis diōlese. Tout᾽ oun horōn, ekkline kai mikron blabos; Mikron men estin, eis de meizon erchetai. Ereuna sauton pleion, ē ta tōn pelas; To men gar autos kerdaneis, to d' hoi pelas. Kreissōn logismos praxeōn, ē chrēmatōn; Ta men gar esti phthoras, ta de histatai. Ho nous aei soi kamnetō typoumenos Theiois noēmasi te kai biou logois. Glōssēs de pheidou; kai gar eukolōtera Blaptein; to kerdos d᾽ ēsson eu kinoumenēs. Opsis synērpase me, plēn all᾽ eschethēn; Eidōlon ouk estēsa tēs hamartias. Eidōlon estē? praxin ekpepheugamen. Bathmoi tad᾽ eisi tēs palēs tou dysmenous. Kērǭ ta ōta phrasse pros phaulous logous, Ōdōn te terpnōn ekmelē lygismata; Tois d᾽ au kalois te kagathois aei didou. Eipein, akousai, kai drasai, mikron meson. Mē lian osmōn eklyou thēlysmasin, ῾Aphēs te leiotēsi, mēde geusesi. Ti an pot' andrisaio tōnd᾽ hēttōmenos, Chōris gynaikōn karrhenōn hēdysmata. Dos, eipe gastēr. Ēn labousa sōphronēs, Dōsō prothymōs. Ēn de tois katō didōs, Kopron labois men, all᾽ homōs mē plousian. Ei d᾽ oun kataschois, dōsomen kai plousian. Gelōs gelōtos eu phronousin axios, Malista men pas, ton pleon d' ho pornikos. Gelōs ataktos ekpherei kai dakryon. Kreisson katēphes ēthos, ē tethrymmenoi. Kallos nomize tēn phrenōn eukosmian, Ouch ho graphousi cheires, ē lyei chronos, "Opsei d' hoper nou sōphronos gnōrizetai; Lypai prosēlthon, hēdonai, tharrhē, phoboi, Ploutos, penia, doxa, dyskleia, thronoi; Rheitōsan, hōs thelousin. Ouden haptetai Tōn ou menontōn andros eu bebēkotos. Hypsou biǭ to pleion, ē phronēmati; Ho men theoi se, tǭ de kai pipteis mega. Teuxę̄ de toutou, mē mikrois metroumenos. Kan pleiston arthę̄s, ei katō tēs entolēs. Doxan diōke, mēte pasan, mēt' agan; Kreisson gar einai tou dokein. Ei d' ametros ei, Mē tēn kenēn thēreue, mēte tēn nean. Ti gar pithēkǭ kerdos, hēn dokę̄ leōn? Ainei men allon, mē phronei d' ainoumenos ; Kai gar deos se tōn epainōn hysterein. Mēd' allon euthys, prin ge tę̄ peirą mathę̄s, Mē pōs kakou phanentos, aischynēn ophlę̄s. (Kakōs akouein kreisson, ē legein kakōs.) Hotan prothę̄ tis allon eis kōmǭdian Hōs euphranōn se, sauton enkeisthai dokei. Hōd᾽ an malista dyscherainois tǭ logǭ. Mēden meg' eipę̄s euploōn pro peismatos. Pollois pros hormon euplooun edy skaphos; Polloi prosōrmisthēsan ek trikymias. Mi᾿ asphaleia mē oneidizein tychas. Kreisson kalōs biounta, kai ponoumenon, Parrēsiazesthai ti pros ton Despotēn, Ē mē kalois thallont᾽ apaiteisthai dikēn; Ei kai ta panta syn logǭ poreuetai. Proou ta panta, kai Theon ktēsai monon; Hei gar meristēs chrēmatōn allotriōn. Ei d᾽ ou theleis ta panta, dos ta pleiona. Ei d᾽ oude touto, tois perittois eusebei. Kalon ti sētōn harpasai kai tou phthonou, Christon chreōstēn mallon, ē ta pant᾽ echein, Christon skepeis trepheis te, ton ptōchon trephōn. Penēs prosēlthen, eit᾿ apēlthe mē tychōn; Dedoika, Christe, mē kagō tēs sēs cheros Chrēzōn, apelthoim᾽ endeēs, emois nomois. Ho gar tis ou dedōke, mēd' elpizetō. Penētos andros ouden asphalesteron. Pros ton Theon neneuke, kai monon blepei. Sy d᾽ ankalizou; kai gar aetos, hōs logos, Polys kalią lepton ornin amphepei. Kreisson penia mē dikaias ktēseōs; Kai gar nosos ge tēs kakēs euexias. Limǭ men hou tis rhądiōs diephtharē; Tois d᾽ au kakistois potmos hē mochthēria. Ti despotēs, ē doulos, ē phaulē tomē? Heis pasi plastēs, heis nomos, krisis mia. Hypēretoumenos de syndoulon blepe. Hotan de lythę̄s, timiōteros phaneis. Hoi d' oiketai ti, kai malisth' hosoi Theou? Mē pheugetōsan eunoein tois despotais. (kai Eleutheron kai doulon ho tropos graphei.) Kai Christos ōphthē doulos, all᾽ hēleutherou. Kakos d' akouōn aischynou, mē dysgenēs. Genos gar eisin hoi palai sesēpotes. Genous proarchein kreisson, ē lyein genos, Hōs kalon einai, ē kalōn pephykenai. Theou monou, theiōn te aplēstōs echein, Hos tois labousi kai pleon charizetai, Dipsōn to dipsasth᾽, aphthonōs aei rheōn; En tois de loipois kai pherein hēssōmenos. Mē panta nikan, mēd᾽ aei, spoudēn echei Kalōs krateisthai kreisson, ē nikan kakōs. Kai gar palaistēs ouch ho keimenos katō, Pantōs krateitai, pollakis d᾽ hyperteros. Kai zēmiou ti; touto kerdos pollakis, Ōsper kathairein phyton eis eukarpian. Ei d᾽ ou kalōs ti prostithēs hois nyn echeis, Hylę̄ phereis pyr, ē noson tǭ sōmati. Ei mēden ophleis tǭ Theǭ timōrias, Mēd' autos isthi tois ophlousi sympathēs. Ei d' oidas ophlōn, kai prochrēson to praon. Oiktǭ gar oiktos kai Theǭ stathmizetai. Hotan poth᾽ hybris ekkaę̄ tēn sēn phrena, Mnēsthēti Christou, tōn t᾽ ekeinou traumatōn, Posē te moira tauta tōn tou Despotou. Hōs d᾽ an to lypoun, hōsper hydati, sbesais. Erōs, methē, zēlos te kai daimōn, esa; Hois an proselthę̄, to phronein epeklyse. Tēxis, proseuchē, dakryon, ta pharmaka. "Ēd᾿ iatreia tōn emōn nosēmatōn. "Orkon de pheuge panta. Pōs oun peisomen? Logǭ, tropǭ te ton logon pistoumenǭ. ᾿Arnēsis esti tou Theou pseudorkia. Ti dei Theou soi? ton tropon meson tithei. Ti chrēstotētos dogma syntomōteron? Toioutos isthi tois philois kai tois pelas, Oious seautǭ tousde tynchanein theleis; Kai syntomōteron ti, ta Christou pathē. Pistou philou nomize mēden axion, "On ou kratēr edeixe, kairou de zalē; Echthras horous ginōske, philias de mē. Talla blepōn ophthalmos, auton ou blepei, ᾿All᾽ oude talla, hēn agan lēmōn tychę̄. Toutou charin symboulon eis hapant᾽ echein; Kai gar cheros cheir, kai podos pous endeēs. Ei tois kalois epoio nouthetoumenos, Ouk entrapēsę̄ tois kakois gelōmenos. Hotan pot' aischron ennoę̄s, nomize soi Pollous pareinai, kai seauton entrepou. Aei protima tous kalous tōn mē kalōn,) Kakois homilōn, kai kakos pantōs esę̄. Kakou par᾿ andros mē pote chrēston pathę̄s. Zētei gar hōn bebiōke syngnōmēn echein. Egō ti kerdos eklegō kai dysmenous. Tas gar labas pheugontas, asphalesterous Einai parainō, kai to pikron pharmakon Homōs dedoika, kai to hēdy memphomai. Kalous ameibou, tous kakous periphronei; Kan toisde keisthō, tou pathein mēden, charis; Hōs an kalous kai tousde poiēsę̄s chronǭ. Tǭ makrothymǭ chrēstotēs kalē dosis. Pasin men isthi chrēstos, ei touto sthenos, Pleon de tois engista. Tou charin legō? Tis an se pisteuseie tois xenois kalon Einai ton ou dikaion hois opheiletai? Ti panta ton dystēnon aitiōmetha Echthron, didontes tǭ bioun exousian ? Memphou seauton, ē to pan, ē to pleon. To pyr par' hēmōn, hē de phlox tou Pneumatos. Mē sphodr᾽ epesthai paigniois enypniōn ; Mēd' euptoēton eis hapant' echein phrena ; Mēde pterou moi dexiois phantasmasi. Lochos tad᾽ esti pollakis tou dysmenous. Elpis prokeisthō dexiou pantos telous ; Ei gar synergos esti tis tou cheironos, Pōs ou kalou dikaion einai kai pleon? Ou gar pherō ge tǭ kakǭ nikōmenos. Hēgou tychēs phronēsin asphalesteran ; Hē men gar esti pragmatōn kouphē phora, Hē d' oiakismos. Mēde hen paideuseōs Nomize kreisson, ē monē kektēmenōn. To drastikon deiknye mē tǭ dran kakōs, Tǭ d' eu ti poiein, ei theleis einai theos. Tod' estin andros eidotos to syngenes. Kteinei de rhąsta kai trygōn kai skorpios. Aischron neon gerontos asthenesteron Einai, geronta d' aphronesteron neou. Homōs ho men kath' hōran estō pansophos ; Ton de kratiston kai pro hōras sōphronein. ᾿Aei men ergazoio tēn sōtērian; Kairos de dē malista, hē biou lysis. To gēras ēlthen; exodon kēryx boą. Pas eutrepizou; plēsion gar hē krisis. Peras logou, dissē tis arnēsis Theou, Ergǭ, logǭ te. Mē klapę̄s, periskopei (᾿Aei diōkę̄ lathriois palaismasi), Mē pōs deēthēs eschatōn katharsiōn.
A Gnomology in Four-Line Verses Epigram on the verses. I am Gregory's labor, and I keep to the four-line stanza, a memorial of wisdom in spiritual maxims. Would you prefer action, or contemplation? Vision is the work of the perfect, action of the many. Both are good and dear; but stretch out more toward the one for which you are suited. Someone asked me a question about the things of the Spirit. … with which you were soiled. But now there is need of cleansings. Perfume is not entrusted to a rotten jar. Do not oppose all arguments, nor follow them, but only those you understand, and as far as, and when. And cling to God rather than champion him. Every argument wrestles with argument, but who with a life? Either do not teach, or teach by your conduct. Do not draw with one hand and push away with the other. You will have less need of speaking if you do what you must. A painter teaches more by his likenesses. To you above all I say this, you of the bema: that the eye must not be full of darkness, lest we too appear as presidents of evil. For if the light is such, how great is the darkness? A voiceless deed is better than an idle word. No one was ever raised on high without a life; but many without a word fine-sounding. For grace belongs, not to those who talk, but to those who live well. The finest gift to God is your conduct. Even if you bring everything, you will bring nothing worthy. Offer this, which even the poor man gives. The hire of a harlot is not shared by the pure. Never vow anything to God, not even of the small things; for it is God's before you receive it. What then do I mean? You steal what is your own if you do not give it. Of a new debt let Ananias and Sapphira persuade you. Think this life a festival: greater things for small, and things eternal for things that flow. But if it passes, you have no other occasion. Long is the course that lies before you; but greater the reward. By looking at the whole at once, do not lose the whole. You do not sail the whole sea at once either; and this too is often a trial from the enemy. (Do not be very confident, nor despair too much.) For the one undoes you, and by the other you are overturned. Set right one thing, hold on to another: no one grudges you this. It is not as if what remains of the road made the toil useless. Do not lay hold hotly, but abide by what you judge; better to make progress than to cut something off from the good. For we call bad, not those who are below, but those who, when they are raised on high, fall greatly. A spark, even a small one, kindles a great flame, and a viper's seed has often destroyed. Seeing this, then, turn aside even from small harm; it is small, but it grows into something greater. Search yourself more than the affairs of your neighbors; for in the one you will gain yourself, in the other your neighbors gain. Better a reckoning of deeds than of money; for the one is of corruption, the other abides. Let your mind always toil to be shaped by divine thoughts and the words of life. But spare your tongue; for it is readier to harm, and the gain is less when it moves well. A sight snatched me away, but still I was held back; I did not set up an idol of the sin. Was an idol set up? We have escaped the deed. These are the steps of the enemy's wrestling. Stop your ears with wax against base words, and the dissolute twistings of pleasant songs; but give them always to the fine and good. To speak, to hear, and to do: there is little between them. Do not be undone by the effeminate softness of scents, nor by smoothness of touch, nor by tastes. How could you ever play the man if you were defeated by these, apart from the delights of women and of males? "Give," said the belly. "If on receiving you are temperate, I will give gladly. But if you give to what is below, you may receive dung, but not abundantly. And if you restrain yourself, we will give abundantly too." Laughter is worthy of the laughter of the sensible, all laughter above all, but the harlot's most. Disorderly laughter brings tears too. Better a downcast character than the softened. Think beauty to be the good order of the mind, not what hands paint or time dissolves, but what is recognized by sight as belonging to a temperate mind. Griefs have come, pleasures, confidences, fears, wealth, poverty, glory, ill fame, thrones: let them flow as they will. None of the things that do not abide touches a man who stands firmly. Be lifted up in life rather than in pride; for the one makes you godlike, by the other you fall greatly. You will attain this if you are not measured by small things. Even if you are raised up very high, you are below the commandment. Pursue glory, but neither all glory nor too much; for it is better to be than to seem. But if you are without measure, do not hunt the empty kind, nor the new. For what gain is it to an ape if it seems a lion? Praise another, but do not be proud when you are praised; for there is fear that you fall short of the praises. Nor praise another at once, before you learn by trial, lest, if he turns out bad, you incur shame. (Better to be ill spoken of than to speak ill.) When someone sets another up for mockery as though to amuse you, think that you yourself are the butt. So you would be most displeased with the talk. Say nothing great while you sail well, before the mooring-cable. For many a ship sailing well has sunk at the harbour; many have come to anchor out of great waves. One safety: not to reproach others with their fortunes. Better to live well, even in toil, and to have some confidence before the Master, than to flourish without good deeds and be called to account; even if all things proceed by reason. Give up everything, and acquire God alone; for you are a steward of others' goods. But if you do not wish to give everything, give the greater part. And if not even this, be pious with what is left over. It is a fine thing to snatch something from the moths and from envy, to have Christ as your debtor rather than to have everything; you clothe and feed Christ when you feed the poor. A poor man came, and then went away without receiving; I fear, Christ, that I too, in need of your hand, may go away empty, by my own laws. For what one has not given, let him not hope for either. Nothing is more secure than a poor man. He has bent toward God and looks to him alone. But you take him in your arms; for the eagle too, as the story goes, great as it is, cares for a little bird in its nest. Better poverty than unjust acquisition; for sickness is better than a wicked good health. No one has easily died of hunger; but for the worst, wickedness is their doom. What is master, or slave, or a base division? One Fashioner for all, one law, one judgment. When you are served, see in him a fellow servant; and when you are set free, you will appear more honorable. And what of servants, especially those who are God's? Let them not shun goodwill toward their masters. (Character writes a man free or slave.) Christ too appeared as a slave, but he set free. Be ashamed to be called wicked, not low-born. For lineage is those who rotted long ago. Better to be the founder of a lineage than to undo a lineage, as it is better to be good than to be born of the good. Of God alone and of divine things be insatiable, who gives yet more to those who have received, thirsting to be thirsted for, ever flowing ungrudgingly; but in other things bear even being worsted. Not to win everything, nor always, take pains; better to be mastered nobly than to win wickedly. For the wrestler who lies below is not always mastered, but often has the upper hand. And lose something: this is often gain, as pruning a plant is for good fruit. But if you add something wrongly to what you now have, you bring fire to fuel, or disease to the body. If you owe God no punishment, do not yourself be lenient toward those who owe it. But if you know you owe it, use gentleness first. For pity is weighed against pity, even by God. Whenever insolence inflames your mind, remember Christ, and his wounds, and how small a portion these are of the Master's. So you may quench the hurt as with water. Love, drunkenness, jealousy and a demon are alike: those they come upon, they flood their good sense. Wasting, prayer, tears are the remedies. This is the healing of my diseases. Flee every oath. How then shall we persuade? By word, and by conduct that makes the word credible. Perjury is the denial of God. What need have you of God? Set your conduct in the middle as pledge. What precept of kindness is shorter than this? Be such to your friends and neighbors as you wish them to be to yourself; and shorter still, the sufferings of Christ. Think nothing equal to a faithful friend, one whom, not the mixing bowl, but the storm of the times has proved; know the limits of enmity, but not of friendship. The eye that sees other things does not see itself, nor even other things, if it happens to be very bleary. For this reason have a counsellor for everything; for hand needs hand, and foot needs foot. If you follow the good when you are admonished, you will not be put to shame when laughed at by the wicked. Whenever you think of something shameful, think that many are present, and be ashamed before yourself. Always prefer the good to those who are not good; keeping company with the wicked, you will surely be wicked yourself. Never receive a kindness from a wicked man; for he seeks to have pardon for the life he has lived. I gather some gain even from an enemy. For I advise that those who flee his handholds are the safer; and the bitter medicine I fear nonetheless, and the sweet I blame. Repay the good, despise the wicked; and even toward these let it be your grace to suffer nothing, so that in time you may make these good too. To the patient man kindness is a fine gift. Be kind to all, if you have the strength, but more to those nearest. Why do I say this? Who would believe that you are good to strangers, if you are not just to those to whom it is owed? Why do we blame the wretched enemy for everything, when we give him power over our life? Blame yourself, either for all or for the greater part. The fire is from us, but the flame from the Spirit. Do not follow too closely the playthings of dreams, nor have a mind easily startled at everything, nor be given wings, I pray, by favorable visions. These are often an ambush of the enemy. Let hope be set before every good end; for if someone is a helper of the worse, how is it not right that one be a helper of the good, and more? For I do not bear being conquered by evil. Think prudence safer than fortune; for the one is a light drift of affairs, the other the steering. Think nothing better than education, the only thing truly possessed. Show your power to act, not by doing evil, but by doing good, if you wish to be a god. This belongs to a man who knows his kinship. Even a stingray and a scorpion kill very easily. It is shameful for a young man to be weaker than an old man, and for an old man to be more foolish than a young one. Still, let the one be all-wise in his season; but it is best for the other to be temperate even before his season. Always work out your salvation; but the time above all is the dissolution of life. Old age has come: the herald cries the departure. Make ready, everyone; for the judgment is near. The end of the discourse: a twofold denial of God, in deed and in word. Do not be robbed; look about you (he always pursues with stealthy wrestlings), lest you should need the last cleansings.
Matt 6:22 (allusion, high confidence) · Matt 6:23 (allusion, high confidence) · Jas 1:22 (echo, medium confidence) · Mark 12:43 (echo, medium confidence) · Deut 23:18 (allusion, high confidence) · Acts 5:1 (allusion, high confidence) · Eccl 5:4 (echo, medium confidence) · 1 Cor 9:24 (echo, medium confidence) · Jas 3:5 (allusion, medium confidence) · Matt 7:3 (echo, medium confidence) · Matt 5:28 (echo, medium confidence) · Prov 19:17 (allusion, medium confidence) · Matt 25:40 (allusion, high confidence) · Matt 6:19 (echo, medium confidence) · 1 Pet 4:10 (echo, low confidence) · Gal 3:28 (echo, medium confidence) · Eph 6:5 (allusion, medium confidence) · Eph 6:9 (allusion, medium confidence) · Phil 2:7 (allusion, high confidence) · John 7:37 (echo, medium confidence) · Matt 7:12 (allusion, high confidence) · Matt 5:34 (allusion, medium confidence) · Prov 17:17 (echo, medium confidence) · 1 Cor 12:21 (allusion, medium confidence) · 1 Cor 15:33 (allusion, medium confidence) · Rom 12:21 (echo, medium confidence) · Gal 6:10 (echo, medium confidence) · 1 Tim 5:8 (echo, medium confidence) · Phil 2:12 (allusion, high confidence) · Jas 5:9 (echo, medium confidence) · Luke 6:36 (echo, medium confidence) · Matt 6:14 (echo, medium confidence) · John 15:2 (echo, low confidence)
Notes and citation
Summary: A collection of maxims in four-line stanzas, signed by Gregory, on action and contemplation, teaching by example, almsgiving and the poor as Christ, temperance of the senses, true beauty and nobility, oaths, friendship, and readiness for death and judgment.
- The title is Migne's heading (Γνωμολογία τετράστιχος). Iambic trimeters, translated line by line; lines 1–3 are an introductory epigram in which the poem names Gregory as its author. The four-line grouping is not always regular in the scan, and some stanzas appear incomplete or displaced (e.g. lines 8–10, where line 9 begins in mid-sentence, ὧν ἐκρυπωθῇς, 'with which you were soiled'); nothing has been supplied. Stray marks and Migne's marginal numbers were removed by logged corrections.
- Line 30: the hire of a harlot (Deut 23:18). Lines 31–34: vows to God and the example of Ananias and Sapphira (Acts 5:1–11). Lines 113–123: almsgiving, Christ as debtor and as the poor (Prov 19:17; Matt 25:35–40). Lines 132–139: master and slave have one Fashioner and one judgment; Christ took the form of a slave (Phil 2:7).
- Line 206: 'the fire is from us, but the flame from the Spirit': human effort and divine grace. Line 220: 'if you wish to be a god', by doing good (deification by imitation of God), translated as written.
- Lines 231–234: the 'last cleansings' are probably the purifying punishment after death, or a deathbed baptism; translated literally.
Notes on the original text
- Digital text corrected (Migne's marginal letter; Migne's marginal letter and line number; Migne's marginal letter; OCR damage to Ἀεὶ προτίμα; OCR damage; OCR misread Γ; OCR read the exclamation mark as 1; stray mark and Migne's marginal line number; stray mark of the scan): στ.χων → στίχων; χρέους 1 → χρέους !; + Πανήγυριν → Πανήγυριν; Α 50 Καὶ σπέρμ → Καὶ σπέρμ; Ιέλως γέλωτος → Γέλως γέλωτος; * Δόξαν → Δόξαν; (– Κακῶς → (Κακῶς; Α. Πολλοὶ προσωρμίσθησαν → Πολλοὶ προσωρμίσθησαν; * 165 Ἔρως → Ἔρως; Α -Λει προτιμα → Ἀεὶ προτίμα; +190 Κακοῖς → Κακοῖς; Α 215 Πῶς → Πῶς; • Μή πως → Μή πως.
Topics: Ethics
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.33 (PG 37:927–946; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-33). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-33
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-33) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.34PG 37:945–966
Θεὸς μὲν ἐστιν οὐσία, πρῶτον καλόν. Κόσμος δὲ, ῥευστῶν καὶ νοουμένων δέσις. Τὸ δ' εἶν᾿ ἕκαστον τοῖον ἢ τοῖον, φύσις. Φύσις δ' ἄῦλος, ἄγγελος, πρώτη κτίσις. Οἱ δ᾽ ἐκτραπέντες τοῦ καλοῦ τί; δαίμονες· Ὧν πρῶτός ἐστιν, ὅς ποτ᾽ ἦν Ἑωσφόρος, Σκότους δυσειδοῦς εὑρέτης καὶ προστάτης. Ὕλη δὲ μορφῶν ἔδρα, δευτέρα κτίσις. Ὕλης δὲ κάλλος, εἶδος ἐκμορφουμένης. Ὄρος δὲ ῥευστῶν καὶ νοουμένων, πόλος. ῎Αστρων δὲ φύσις, πῦρ κύκλῳ περίδρομον. Φῶς δ᾽ ἔστι λάμψις ἐκ πυρὸς, ψυχῇ λόγος. Σκότος δὲ δισσὸν, λάμψεως δισσῆς λύσις. Αἰὼν, διάστημ᾽ ἀχρόνως ἀεὶ ῥέον, Χρόνος δὲ, μέτρον ἡλίου κινήσεως. Γη, πῆξις ὕλης τῷ πόλῳ κυκλουμένης. Πῦρ δὲ, φλέγουσα καὶ ῥέουσ᾽ ἄνω φύσις. Ὕδωρ δὲ, ῥευστὴ καὶ κατάῤῥοπος φύσις. Κενοῦ δ᾽ ἀὴρ πλήρωμα καὶ πνευστὴ ῥύσις. ῎Ανθρωπός είμι, πλάσμα καὶ εἰκὼν Θεοῦ. Τὸ σῶμα δ᾽ ὕλη, καὶ διαστατὸν πάχος. Στοιχεῖόν ἐστι σώματος πρῶτον μέρος. Ψυχὴ δὲ, φύσις ζωτική, φέρουσά τε· Λόγος δὲ καὶ νοῦς τῇ γ᾽ ἐμῇ συνεκράθη. Ζωὴ δὲ, σώματός τε καὶ ψυχῆς δέσις, Ὡς θάνατον εἶναι, τῶν δὲ τὴν διάστασιν. Νοῦς δ᾽ ἔστιν ὄψις ἔνδον, οὐ περίγραφος. Νοῦ δ᾽ ἔργον, ἡ νόησις, ἐκτύπωμά τε. Λόγος δ' ἔρευνα τῶν νοὸς τυπωμάτων, Ὃν ἐκλαλήσεις ὀργάνοις φωνητικοῖς. Αἴσθησίς ἐστιν εἰσδοχή τις ἔκτοθεν. Μνήμη, κάθεξις τῶν νοὸς τυπωμάτων. Λήθη δὲ, μνήμης ἐκβολή. Λήθης δέ γε Μνήμη τις αὖθις, ἣν ἀνάμνησιν λέγω. Βούλησιν οἶδα, νοῦ ῥοπὴν καὶ συνδρομὴν Τῶν ὅσσ᾽ ἐφ᾽ ἡμῖν· τἄλλα δ᾽ οὐ θελητέα. Ἡ δ' οἱ θέλω κίνησις, ἐξουσιότης. Τὴν σύντονον δὲ καὶ προσθυμίαν λέγω Τὸ δὲ ἀκούσιον, βουλήσεως τυραννίδα. Λογισμὸν οἶδα πραγμάτων διαίρεσιν. Πόθος δ' ὄρεξις ἢ καλῶν ἢ μὴ καλῶν. Ἔρως δὲ θερμὸς δυσκάθεκτός τε πόθος. Θυμὸς μὲν ἐστιν ἀθρόος ζέσις φρενός · Ὀργὴ δὲ θυμὸς ἐμμένων. Ὁ δ᾽ εἰς κακὸν˙ Μνήμων, λοχῶν τε, μνησικακία τυγχάνει. Πέψιν δὲ λύπης οἶδα μακροθυμίαν· Τὸ δὲ πρὸς ὕβριν ἤρεμον, ἀοργησίαν, Ην δὴ πραότητα τοῖς πάλαι καλεῖν ἔθος, Ἕξιν δὲ καλῶν, τὴν ἀρετὴν νόμιζέ μοι, Τῶν δ᾽ αὖ κακίστων, τὴν ἐναντίαν νόσον· Τὴν μὲν Θεοῦ δώρημα, τὴν δ᾽ ἐφεύρεσιν. Κάλλος δὲ παντός ἐστιν εὐαρμοστία, Αίσχος δὲ, κάλλους ὕβρις, ὡς ἐμὸς λόγος. ᾿Ανδρεία δ᾽ ἔστι πρὸς τὰ δεινὰ στεῤῥότης Θράσος δὲ, θάρσος πρὸς τὰ μὴ τολμητέα. Δειλία δὲ, συστολή τις εἰς τολμητέα. Ἡ σωφροσύνη δ' ἐπικράτησις ἡδονῶν· Ἦτταν δὲ τούτων, τὴν ἀσέλγειαν λέγω. Δικαιοσύνη δὲ, μὴ πλεον ζητεῖν ἔχειν· Τῆς δ᾽ ἰσότητος ἔκβασις, τοῦτ᾽ ἀδικία. Φρόνησίς ἐστι πραγμάτων ἐμπειρία. Σοφία νομιζέσθω δὲ τῶν ὄντων θέα. Ἡ δ᾽ ἁπλότης ἕξις τις ἀργὴ πρὸς κακόν. Ἡ διπλόη δὲ, τοῦ τρόπου κακουργία. Ἡ δ᾽ ἡδονὴ, ψυχῆς τίς ἐστι λειότης· Λύπη δὲ, δηγμὸς καρδίας καὶ σύγχυσις. Φροντὶς δ᾽ ἑλιγμὸς, ἡ μέριμνα τὸ πλέον. Σκέψις, λογισμῶν ἀντίθεσις εἰς πρακτέα. Κρίσις δὲ πῆξις τῶν νοὸς βουλευμάτων· Ῥίψιν δὲ τούτων οἶδα τὴν ἀκηδίαν. Φθόνος δὲ τῆξις εὐροούντων τῶν πέλας. Ἡ βασκανία δὲ καὶ βλάβη διὰ φθόνον. Τῶν δ᾽ αὖ κακίστων μέμψις, αἰνετὸν πάθος Αίδως δὲ συστολή τίς ἐστ' αἴσχους φόβῳ. Αἰδοῦς δὲ περιφρόνησις, ἡ ἱταμότης. Σπουδὴ δὲ, σύστασίς τις εἰς προκείμενα· Λύσιν δὲ ταύτης οἶδα τὴν ῥαθυμίαν. Ὁ δ᾽ ὄχνος ἐστὶ πρός τι δυσκινησία. Ζῆλος δ᾽ ὁ μὲν μίμησις, ὁ δ᾽ ἀνία τις. Φίλτρου κλαπέντος εἰς ξένον ποθούμενον, Καλοῦσι δ᾽ αὐτὴν ζηλοτυπίαν οἱ πάλαι. Αλαζονείαν, ὄγκον οἶδα καρδίας· Τύφον δ', ἄναψιν, ἣν ἐγείρει κουφότης. Ὑπερήφανος δ' ἔμοιγε καὶ φανητίας. Τὴν δ᾽ αὐθάδειαν, αὐταρέσκειαν λέγω. Ταπεινοφροσύνη, μὴ φρονεῖν ἐπάξιον. Ταύτης δόκησίς ἐστιν ἡ εἰρωνεία. Ἐλευθερία δὲ χρημάτων ἁπλῆ δόσις. Τούτων λάφυξιν οἶδα τὴν ἀσωτίαν. ᾿Ανελευθερίαν δέ φημι τὴν φειδωλίαν. Μεγαλοπρέπεια δ᾽ ἔστιν ἔργων λαμπρότης · Μικροπρέπεια, τὸ φρονεῖν μικροῖς μέγα. Μεγαλόφρονος, τὸ πάντα εὐπετῶς φέρειν· Τὸ δ᾽ οὐδὲ μικρὰ, τοῦτο μικροψυχίας. Φιλοτιμί᾽ ἐστὶ μέτριος τιμῆς πόθος. Ἡ χαυνότης δὲ, καὶ πέρα τοῦ μετρίου. Κενῶν δ' ὄρεξιν ἴσθι κενοδοξίαν· Δόξαν, τὸ τοῖον ἡμῖν, ἢ τοῖον δοκεῖν. ῎Ἄλλη δὲ δόξα, πραγμάτων φαντάσματα. Ὕβρις μέν ἐστι δυσμενοῦς οὐκ εὐμενὴς Πρᾶξις, λόγος τε. Λοίδορος δ' αἴσχη φέρει. Μέμψις δ᾽ ἀτιμώρητος ἐκ φίλου ψόγος. Κατηγορία δ᾽ ἔγκλημα τῶν κολαστέων · Ἡ δ᾽ οὐκ ἀληθὴς γίνεται, συκοφαντία · Ἡ λάθριος δὲ, διαβολή σοι κλητέα. Μέμψις ἀνεύθυνός τις, ἡ βλασφημία. Κακήγορος δ', ὃς πᾶσιν ὁπλίζει στόμα. Αστειότης μὲν, φαιδρότης ἐν συλλόγῳ. Ἡ δ᾽ εὐτραπελία, φαιδρότης ἔξω λόγου. Λόγου δὲ μωρί᾽ ἐστὶν ἡ ἀχρηστία. Γέλως, παρειᾶς βράσμα, παλμὸς καρδίας. Οἴνου δ' ἄμετρον χρῆσιν εἰπὲ τὴν μέθην, Τὰ δ᾽ ἐκ μέθης ὑβρίσμαθ', ἡ παροινία. Ἡ κραιπάλη δ᾽ ἕωλος ὕβρις ἐκ μέθης. Φόνος δ' ὁ μέν τις σωμάτων, ὁ δ᾽ εἰκόνος · Ἄμφω δὲ λύσις τῆς φίλης ἁρμονίας. Πορνεία καὶ μοιχεία, ἡ μὲν σωμάτων Ξένων κλοπή τις, ἡ δὲ τις καὶ δαιμόνων· Ὅταν Θεοῦ τὸ φίλτρον εἰς ἐχθροὺς πέσῃ. Εἰδωλολάτρης δ' ὃς σέβει καὶ χρυσίον. Εἰ δ᾽ ὠφέλεια, κέρδος εἰς ψυχὴν λαβεῖν, Βλάβη, τὸ ταύτην ζημιῶσαι, γίνεται. Ἔλεος μέν ἐστι συμπάθεια συμφορᾶς. Οἶκτος δὲ κ' εὖ τι τὸν πεπονθότα δράσαι. Ἔξις δὲ ποιὰ πρὸς τὰ πράγμαθ', ὁ τρόπος Ἧθος δὲ πλάσμα τοῦ τρόπου κατήγορον. Διδασκαλία, τύπωσις ἔργῳ καὶ λόγῳ. Λόγος δ᾽ ἄριστός ἐστι φαρμακεὺς κακῶν· Ὁ δ' οὐκ ἄριστος, καὶ καλῶν ἀναιρέτης. Σκέψιν νοητῶν, τὴν θεωρίαν νόει. Πρᾶξις δ᾽ ἐνέργειά τις εἰς τὰ πρακτέα. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος. Τόκον δὲ ταύτης, τὴν ἐνέργειαν λέγω. Τέχνη μέν ἐστι σύνταγμ᾽ ἐξ ἐμπειρίας· Ἕξις δ' ἄλυτος, ἣν ἐπιστήμην λέγω. Ὃ μὴ χάριν τοῦ, τἄλλα δι᾿ αὐτοῦ, τέλος. Σκοπὸς δὲ δή τις, ᾧ τέλει σπουδάζεται. Δέησιν οἴου, τὴν αἴτησιν ἐνδεῶν· Τὴν δὲ προσευχὴν ἴσθι τῶν ἀμεινόνων· Εὐχὴν δ᾽ ὑπόσχεσίν τιν' ἐξιλάσματος · Τὸ δ᾽ ἐξίλασμα, δῶρον εἰς τιμὴν φέρον. Ἔπαινός ἐστιν εὖ τι τῶν ἐμῶν φράσαι. Αἶνος δ᾽ ἔπαινος εἰς Θεὸν σεβάσμιος. Ὁ δ᾽ ὕμνος, αἶνος ἐμμελὴς, ὡς οἴομαι. Ψαλμὸς σὺν ᾠδῇ γίγνεται ψαλμῳδία. Τὰ ὄντα φάσκειν, ὡς ἔχει, ἀψευδία Ὡς δ᾽ οὐκ ἔχει, ψεῦδος. Καὶ τοῦ λόγου μάχη Λόγον προσάντη, οὗ τί χεῖρον τῷ βίῳ; Ὅρκος δὲ δὴ πίστωσις ἐμμέσῳ Θεῷ. Τούτου δὲ τήρησίς τις ἡ εὐορκία. Θρησκείαν οἶδα καὶ τὸ δαιμόνων σέβας. Ἡ δ᾽ εὐσέβεια, προσκύνησις τῆς Τριάδος. ῎Αρνησίς ἐστιν, ἕν τι τῶν τριῶν κάτω Βαλεῖν, Θεοῦ τε μὴ σέβειν συμφυΐαν. Πίστις δὲ διττή· ἡ μὲν ἐκ λόγου βίας, Ἡ καὶ δικαία· ἡ δ᾽ ἕτοιμος συνδρομή. Λόγος γάρ ἐστιν ὁ πρόεδρος τοῦ λόγου. Ἐλπὶς δ᾽ ἀπόντος πράγματος συνουσία. Λύσιν δὲ ταύτης, τὴν ἀπόγνωσιν λέγω. Συμψυχίαν δὲ τὴν ἀγάπην ὁρίζομαι, Τὴν πρὸς Θεὸν δὲ, καὶ ὁδὸν θεώσεως. Μίσος δ᾽ ἀποστροφή τις, ἔχθρας ἐργάτις. Ὑπόκρισις δὲ, λανθάνουσα πικρία. Τιμὴ δὲ τοῦ Πλάσαντος, ἄνθρωπον φιλεῖν· Τοῦ πτωχίσαντος δ᾽ αὐτὸν, ἡ πτωχῶν σχέσις. Φιλόξενος δ' ὃς οἶδεν αὐτὸς ὢν ξένος. Βίου γαλήνη δ' ἔστιν, εἰρήνη φίλη• Ψυχῆς δὲ καὶ μάλιστα, λώφησις παθῶν. Ἡ δ' ἔχθρα μοι δύσνοια καὶ διάστασις· Ἔχθρα δὲ καὶ πόλεμος, εὑρέτης κακῶν. ῾Αγνισμός ἐστιν ἡ Θεοῦ συνουσία. Βέβηλον οἴου καὶ βδέλυγμ᾽ ἁμαρτίαν. Κάθαρσίς ἐστιν έκπλυσις μολυσμάτων. Μολυσμὸν οἶδα καὶ τύπωσιν τῶν κακῶν. Γάμος μέν ἐστιν ἔννομος σαρκῶν δέσις · Ἡ παρθενεία δ' ἔκβασις τοῦ σώματος. Οὗτος μοναστὴς, ὃς Θεῷ ζῇ καὶ μόνῳ. Μονὴ δέ μοι, σύνταγμα πρὸς σωτηρίαν. Ἁμαρτί᾽ ἐστὶ τοῦ καλοῦ παρεκτροπή, Ὃ μὴ φύσις τε καὶ νόμος χαρίζεται. Νόμος μέν ἐστιν ἔνδικος πρακτῶν ὅρος. Ἡ δ' ἐντολή μοι δεσπότου παρεγγυή. Παρανομί᾽ ἐστὶν ἐν νόμῳ πονηρία· ᾿Ανομίαν οἶδα τὴν νόμων ἐλευθέραν. Ἰουδαϊσμός ἐστιν, ὁ πρῶτος νόμος· Ὁ δεύτερος δὲ, τοῦ πάθους μυστήριον. Ὁ μὲν σκιώδης, δαιμόνων ἀναιρέτης· Ὁ δὲ τρανός τε καὶ λύτης αἰνιγμάτων. Χριστοῦ δ' ἐνανθρώπησις, ἄλλη μου πλάσις, Θεοῦ παθόντος σαρκικῶς ἐμῷ πάθει, Ὃς πάντα πᾶσιν ἀντέδωκε τοῖς ἐμοῖς. Ἐκ μὲν γυναικὸς ἦλθεν, εἰς Εὔας χάριν· Ἐκ Παρθένου δέ· καὶ γὰρ ἐκ Πατρὸς μόνου Τὸ πρῶτον, ἄζυξ ἀζύγων. Ἡ δ' ἀπογραφή Τῆς θείας αὖθις ἐγγραφῆς εἶχε τύπον. Ἡ σπαργάνωσις, ἀντὶ τῆς γυμνώσεως. Φόνος δὲ παίδων, νηπίων ἄρσις τύπων. Αστὴρ τρέχων δὲ, προσκύνησις κτίσεως. Μάγοι δὲ προστρέχοντες, ἐθνῶν εἴσοδος. Τὸ λοῦτρον ἦν κάθαρσις ὑδάτων ἐμῶν. Τὸ Πνεῦμα συγγένεια μαρτυρουμένη. ῎Αλειψις ἡ νηστεία πρὸς ἐχθροῦ πάλην. Ἡ πεῖρα δ᾽ ἦν ἔρευνα τῆς Θεοῦ πλοκῆς. Στέφος δ᾽ ἀκανθῶν, ἔνδυσις τε πορφύρας, Ἐχθροῦ κράτους σύλησις ἐκ παλαισμάτων. Τρόπαιον ὁ σταυρὸς δὲ τοῦ ξύλου ξύλον. Ἧλοι δὲ πῆξις τῆς ἐμῆς ἁμαρτίας. Εἴσω δὲ πάντα ταῖν χεροῖν ἀπλουμέναιν. Γεύσει δὲ γεῦσις ἡ χολῆς ἀντίστατος. Λῃστῶν δ᾽ ὁ μὲν σέσωστο πιστεύσας, ᾿Αδάμ· Ὁ δ᾽ ἦν πονηρὸς, καίπερ ἐσταυρωμένος. Πένθος δὲ τοῦ παθόντος ἐκταῖον σκότος · Πετρῶν δὲ ῥῆξις, τῶν πετρῶν ὑπέρμαχος · Νεκρῶν δ' ἔγερσις, εἴσοδός τε εἰς πόλιν, Ἡ τῶν θανόντων εἰς ἄνω μετάστασις. Πλευρᾶς δὲ ῥεῦσαν αἷμα καὶ ὕδωρ ἅμα, Τὸ δισσὸν ἦν βάπτισμα, λούτρου καὶ πάθους, Ὅταν διώκτης κίνδυνον καιρὸς φέρῃ. Ἡ νεκρότης δὲ, τῆς ἐμῆς ἀναίρεσις. Ἡ δ' ἐκ νεκρῶν ἔγερσις, ἐξ ἄδου λύσις. Ἡ δ' εἰς ἄνω πορεία καί μ' ἄνω φέρει. Καὶ τὰπὶ τούτοις, δεῦρό μοι, σκεψώμεθα. Λαὸς μὲν ἐστι σύνταγμ᾽ εἰς Θεοῦ σέβας. Ναὸς δὲ λαοῦ σεπτὸν ἁγνευτήριον. Θεῷ δὲ δῶρον, θυσίαι καθάρσιοι. Δώρων δοχεῖον ἀγνὸν, ἡ θεηδόχος Τράπεζ᾽. Ἱερωσύνη δὲ ἀγνισμὸς φρενῶν, Θεῷ φέρων ἄνθρωπον, ἀνθρώπῳ Θεόν· Μυστήριον μὲν ἐστιν ἄῤῥητον σέβας. Χάρισμα δ' οἶδα Πνεύματος θείαν δόσιν. Κήρυγμ᾽ ἀδήλων, τὴν προφητείαν λέγω· Εὐαγγέλιον δὲ, τῆς νέας σωτηρίας· Αποστολὴν δὲ, συμμαχίαν κηρύγματος · Λόγου δὲ γνῶσιν, τὴν κατήχησιν, νέοις· Τὴν δὲ μετάνοιαν, πρὸς τὰ κρείσσονα στροφήν· Ἐξόρκισιν δὲ, δαιμόνων ἐξαίρεσιν. Τὸ λοῦτρὸν ἐστι δευτέρου βίου σφραγίς. Αἱ προσφοραὶ δὲ, τῆς Θεοῦ σαρκώσεως, Παθημάτων τε τῶν Θεοῦ κοινωνία. Σημεῖόν ἐστι θαῦμά γ᾽ οὐκ εἰθισμένον. Πυρὸς δὲ γλῶσσαι, Πνεύματος ἐνδημία. Ὁ ψυχικὸς δ᾽ ἄνθρωπος, οὐδέπω καλός · Ὁ σαρκικὸς δὲ, καὶ λίαν πάθους φίλος · Ὁ πνευματικὸς δ', οὐ μακρὰν τοῦ πνεύματος. Τίς δ' ᾿Αντίχριστος; πλῆρες ἰοῦ θηρίον, ᾿Ανὴρ δυνάστης. Ἡ ἀπόστασις δὲ τίς; Ὁ παγκάκιστος ἀρτίως ἀποστάτης, Ἥ τε κρατοῦσα νῦν Θεοῦ διαίρεσις· Μεθ᾽ ἣν ὁ Χριστὸς αὖθις ἐν δόξῃ Πατρὸς, Ὅσον φανῆναι σῶμα τοῖς θεοκτόνοις. Μεθ᾽ ἣν ἀνάστασις, ἡ δέσις τοῦ συνθέτου· Μεθ᾽ ἣν τὸ συμπέρασμα, τῶν ὄντων λύσις · Ἔστι δὲ δὴ τις πρὸς τὸ κρεῖσσον ἀλλαγή · Μεθ᾽ ἣν κρίσις τε και φόβος. Τίς δ᾽ ἡ κρίσις; Οἰκεῖον ἔνδον τοῦ συνειδότος βάρος, Η κουφότης, νόμου τε πρὸς βίον σταθμή. Μακαριότης δ᾽ ἔμοιγε ἡ εὐζωΐα. Τίς δ' ἡ βασιλεία; τοῦ Θεοῦ θεωρία. Σὺν ἀγγέλοις τε δόξα καὶ ὑμνῳδία. Σκότος δὲ τοῖς κακίστοις, ἐκ Θεοῦ πεσεῖν· Σκώληξ δὲ, πῦρ τε, τῆξις ὑλικοῦ πάθους. Εἰ δ' ἄλλο τοῦδε κρεῖσσον, οὐκ ἔξω Θεοῦ. Τύχη δὲ, καὶ πρόνοια, καὶ εἰμαρμένη · Ἡ μὲν, τὸ συμβὰν αὐτομάτως, λόγου δίχα · Ἡ δ', οἰακισμὸς, ᾧ φέρει τὸ πᾶν Θεός · Ἡ δ', εἰρμὸς, οἶμαι, τῶν Θεῷ τυπουμένων. Ταῦτ᾽ ἔστιν ἡμῖν ἐκτύπως ὁρίσματα.
Theos men estin ousia, prōton kalon. Kosmos de, rheustōn kai nooumenōn desis. To d' ein᾿ hekaston toion ē toion, physis. Physis d' aulos, angelos, prōtē ktisis. Hoi d᾽ ektrapentes tou kalou ti? daimones; Hōn prōtos estin, hos pot᾽ ēn Heōsphoros, Skotous dyseidous heuretēs kai prostatēs. Hylē de morphōn edra, deutera ktisis. Hylēs de kallos, eidos ekmorphoumenēs. Oros de rheustōn kai nooumenōn, polos. ᾿Astrōn de physis, pyr kyklǭ peridromon. Phōs d᾽ esti lampsis ek pyros, psychę̄ logos. Skotos de disson, lampseōs dissēs lysis. Aiōn, diastēm᾽ achronōs aei rheon, Chronos de, metron hēliou kinēseōs. Gē, pēxis hylēs tǭ polǭ kykloumenēs. Pyr de, phlegousa kai rheous᾽ anō physis. Hydōr de, rheustē kai katarrhopos physis. Kenou d᾽ aēr plērōma kai pneustē rhysis. ᾿Anthrōpos eimi, plasma kai eikōn Theou. To sōma d᾽ hylē, kai diastaton pachos. Stoicheion esti sōmatos prōton meros. Psychē de, physis zōtikē, pherousa te; Logos de kai nous tę̄ g᾽ emę̄ synekrathē. Zōē de, sōmatos te kai psychēs desis, Hōs thanaton einai, tōn de tēn diastasin. Nous d᾽ estin opsis endon, ou perigraphos. Nou d᾽ ergon, hē noēsis, ektypōma te. Logos d' ereuna tōn noos typōmatōn, Hon eklalēseis organois phōnētikois. Aisthēsis estin eisdochē tis ektothen. Mnēmē, kathexis tōn noos typōmatōn. Lēthē de, mnēmēs ekbolē. Lēthēs de ge Mnēmē tis authis, hēn anamnēsin legō. Boulēsin oida, nou rhopēn kai syndromēn Tōn hoss᾽ eph᾽ hēmin; talla d᾽ ou thelētea. Hē d' hoi thelō kinēsis, exousiotēs. Tēn syntonon de kai prosthymian legō To de akousion, boulēseōs tyrannida. Logismon oida pragmatōn diairesin. Pothos d' orexis ē kalōn ē mē kalōn. Erōs de thermos dyskathektos te pothos. Thymos men estin athroos zesis phrenos ; Orgē de thymos emmenōn. Ho d᾽ eis kakon˙ Mnēmōn, lochōn te, mnēsikakia tynchanei. Pepsin de lypēs oida makrothymian; To de pros hybrin ēremon, aorgēsian, Ēn dē praotēta tois palai kalein ethos, Hexin de kalōn, tēn aretēn nomize moi, Tōn d᾽ au kakistōn, tēn enantian noson; Tēn men Theou dōrēma, tēn d᾽ epheuresin. Kallos de pantos estin euarmostia, Aischos de, kallous hybris, hōs emos logos. ᾿Andreia d᾽ esti pros ta deina sterrhotēs Thrasos de, tharsos pros ta mē tolmētea. Deilia de, systolē tis eis tolmētea. Hē sōphrosynē d' epikratēsis hēdonōn; Ēttan de toutōn, tēn aselgeian legō. Dikaiosynē de, mē pleon zētein echein; Tēs d᾽ isotētos ekbasis, tout᾽ adikia. Phronēsis esti pragmatōn empeiria. Sophia nomizesthō de tōn ontōn thea. Hē d᾽ haplotēs hexis tis argē pros kakon. Hē diploē de, tou tropou kakourgia. Hē d᾽ hēdonē, psychēs tis esti leiotēs; Lypē de, dēgmos kardias kai synchysis. Phrontis d᾽ heligmos, hē merimna to pleon. Skepsis, logismōn antithesis eis praktea. Krisis de pēxis tōn noos bouleumatōn; Rhipsin de toutōn oida tēn akēdian. Phthonos de tēxis euroountōn tōn pelas. Hē baskania de kai blabē dia phthonon. Tōn d᾽ au kakistōn mempsis, aineton pathos Aidōs de systolē tis est' aischous phobǭ. Aidous de periphronēsis, hē hitamotēs. Spoudē de, systasis tis eis prokeimena; Lysin de tautēs oida tēn rhathymian. Ho d᾽ ochnos esti pros ti dyskinēsia. Zēlos d᾽ ho men mimēsis, ho d᾽ ania tis. Philtrou klapentos eis xenon pothoumenon, Kalousi d᾽ autēn zēlotypian hoi palai. Alazoneian, onkon oida kardias; Typhon d', anapsin, hēn egeirei kouphotēs. Hyperēphanos d' emoige kai phanētias. Tēn d᾽ authadeian, autareskeian legō. Tapeinophrosynē, mē phronein epaxion. Tautēs dokēsis estin hē eirōneia. Eleutheria de chrēmatōn haplē dosis. Toutōn laphyxin oida tēn asōtian. ᾿Aneleutherian de phēmi tēn pheidōlian. Megaloprepeia d᾽ estin ergōn lamprotēs ; Mikroprepeia, to phronein mikrois mega. Megalophronos, to panta eupetōs pherein; To d᾽ oude mikra, touto mikropsychias. Philotimi᾽ esti metrios timēs pothos. Hē chaunotēs de, kai pera tou metriou. Kenōn d' orexin isthi kenodoxian; Doxan, to toion hēmin, ē toion dokein. ᾿Allē de doxa, pragmatōn phantasmata. Hybris men esti dysmenous ouk eumenēs Praxis, logos te. Loidoros d' aischē pherei. Mempsis d᾽ atimōrētos ek philou psogos. Katēgoria d᾽ enklēma tōn kolasteōn ; Hē d᾽ ouk alēthēs ginetai, sykophantia ; Hē lathrios de, diabolē soi klētea. Mempsis aneuthynos tis, hē blasphēmia. Kakēgoros d', hos pasin hoplizei stoma. Asteiotēs men, phaidrotēs en syllogǭ. Hē d᾽ eutrapelia, phaidrotēs exō logou. Logou de mōri᾽ estin hē achrēstia. Gelōs, pareias brasma, palmos kardias. Oinou d' ametron chrēsin eipe tēn methēn, Ta d᾽ ek methēs hybrismath', hē paroinia. Hē kraipalē d᾽ heōlos hybris ek methēs. Phonos d' ho men tis sōmatōn, ho d᾽ eikonos ; Amphō de lysis tēs philēs harmonias. Porneia kai moicheia, hē men sōmatōn Xenōn klopē tis, hē de tis kai daimonōn; Hotan Theou to philtron eis echthrous pesę̄. Eidōlolatrēs d' hos sebei kai chrysion. Ei d᾽ ōpheleia, kerdos eis psychēn labein, Blabē, to tautēn zēmiōsai, ginetai. Eleos men esti sympatheia symphoras. Oiktos de k' eu ti ton peponthota drasai. Exis de poia pros ta pragmath', ho tropos Hēthos de plasma tou tropou katēgoron. Didaskalia, typōsis ergǭ kai logǭ. Logos d᾽ aristos esti pharmakeus kakōn; Ho d' ouk aristos, kai kalōn anairetēs. Skepsin noētōn, tēn theōrian noei. Praxis d᾽ energeia tis eis ta praktea. Hexis men esti poiotēs tis emmonos. Tokon de tautēs, tēn energeian legō. Technē men esti syntagm᾽ ex empeirias; Hexis d' alytos, hēn epistēmēn legō. Ho mē charin tou, talla di᾿ autou, telos. Skopos de dē tis, hǭ telei spoudazetai. Deēsin oiou, tēn aitēsin endeōn; Tēn de proseuchēn isthi tōn ameinonōn; Euchēn d᾽ hyposchesin tin' exilasmatos ; To d᾽ exilasma, dōron eis timēn pheron. Epainos estin eu ti tōn emōn phrasai. Ainos d᾽ epainos eis Theon sebasmios. Ho d᾽ hymnos, ainos emmelēs, hōs oiomai. Psalmos syn ǭdę̄ gignetai psalmǭdia. Ta onta phaskein, hōs echei, apseudia Hōs d᾽ ouk echei, pseudos. Kai tou logou machē Logon prosantē, hou ti cheiron tǭ biǭ? Horkos de dē pistōsis emmesǭ Theǭ. Toutou de tērēsis tis hē euorkia. Thrēskeian oida kai to daimonōn sebas. Hē d᾽ eusebeia, proskynēsis tēs Triados. ᾿Arnēsis estin, hen ti tōn triōn katō Balein, Theou te mē sebein symphyïan. Pistis de dittē; hē men ek logou bias, Hē kai dikaia; hē d᾽ hetoimos syndromē. Logos gar estin ho proedros tou logou. Elpis d᾽ apontos pragmatos synousia. Lysin de tautēs, tēn apognōsin legō. Sympsychian de tēn agapēn horizomai, Tēn pros Theon de, kai hodon theōseōs. Misos d᾽ apostrophē tis, echthras ergatis. Hypokrisis de, lanthanousa pikria. Timē de tou Plasantos, anthrōpon philein; Tou ptōchisantos d᾽ auton, hē ptōchōn schesis. Philoxenos d' hos oiden autos ōn xenos. Biou galēnē d' estin, eirēnē philē• Psychēs de kai malista, lōphēsis pathōn. Hē d' echthra moi dysnoia kai diastasis; Echthra de kai polemos, heuretēs kakōn. ῾Agnismos estin hē Theou synousia. Bebēlon oiou kai bdelygm᾽ hamartian. Katharsis estin ekplysis molysmatōn. Molysmon oida kai typōsin tōn kakōn. Gamos men estin ennomos sarkōn desis ; Hē partheneia d' ekbasis tou sōmatos. Houtos monastēs, hos Theǭ zę̄ kai monǭ. Monē de moi, syntagma pros sōtērian. Hamarti᾽ esti tou kalou parektropē, Ho mē physis te kai nomos charizetai. Nomos men estin endikos praktōn horos. Hē d' entolē moi despotou parengyē. Paranomi᾽ estin en nomǭ ponēria; ᾿Anomian oida tēn nomōn eleutheran. Ioudaïsmos estin, ho prōtos nomos; Ho deuteros de, tou pathous mystērion. Ho men skiōdēs, daimonōn anairetēs; Ho de tranos te kai lytēs ainigmatōn. Christou d' enanthrōpēsis, allē mou plasis, Theou pathontos sarkikōs emǭ pathei, Hos panta pasin antedōke tois emois. Ek men gynaikos ēlthen, eis Euas charin; Ek Parthenou de; kai gar ek Patros monou To prōton, azyx azygōn. Hē d' apographē Tēs theias authis engraphēs eiche typon. Hē sparganōsis, anti tēs gymnōseōs. Phonos de paidōn, nēpiōn arsis typōn. Astēr trechōn de, proskynēsis ktiseōs. Magoi de prostrechontes, ethnōn eisodos. To loutron ēn katharsis hydatōn emōn. To Pneuma syngeneia martyroumenē. ᾿Aleipsis hē nēsteia pros echthrou palēn. Hē peira d᾽ ēn ereuna tēs Theou plokēs. Stephos d᾽ akanthōn, endysis te porphyras, Echthrou kratous sylēsis ek palaismatōn. Tropaion ho stauros de tou xylou xylon. Hēloi de pēxis tēs emēs hamartias. Eisō de panta tain cheroin aploumenain. Geusei de geusis hē cholēs antistatos. Lę̄stōn d᾽ ho men sesōsto pisteusas, ᾿Adam; Ho d᾽ ēn ponēros, kaiper estaurōmenos. Penthos de tou pathontos ektaion skotos ; Petrōn de rhēxis, tōn petrōn hypermachos ; Nekrōn d' egersis, eisodos te eis polin, Hē tōn thanontōn eis anō metastasis. Pleuras de rheusan haima kai hydōr hama, To disson ēn baptisma, loutrou kai pathous, Hotan diōktēs kindynon kairos pherę̄. Hē nekrotēs de, tēs emēs anairesis. Hē d' ek nekrōn egersis, ex adou lysis. Hē d' eis anō poreia kai m' anō pherei. Kai tapi toutois, deuro moi, skepsōmetha. Laos men esti syntagm᾽ eis Theou sebas. Naos de laou septon hagneutērion. Theǭ de dōron, thysiai katharsioi. Dōrōn docheion agnon, hē theēdochos Trapez᾽. Hierōsynē de agnismos phrenōn, Theǭ pherōn anthrōpon, anthrōpǭ Theon; Mystērion men estin arrhēton sebas. Charisma d' oida Pneumatos theian dosin. Kērygm᾽ adēlōn, tēn prophēteian legō; Euangelion de, tēs neas sōtērias; Apostolēn de, symmachian kērygmatos ; Logou de gnōsin, tēn katēchēsin, neois; Tēn de metanoian, pros ta kreissona strophēn; Exorkisin de, daimonōn exairesin. To loutron esti deuterou biou sphragis. Hai prosphorai de, tēs Theou sarkōseōs, Pathēmatōn te tōn Theou koinōnia. Sēmeion esti thauma g᾽ ouk eithismenon. Pyros de glōssai, Pneumatos endēmia. Ho psychikos d᾽ anthrōpos, oudepō kalos ; Ho sarkikos de, kai lian pathous philos ; Ho pneumatikos d', ou makran tou pneumatos. Tis d' ᾿Antichristos? plēres iou thērion, ᾿Anēr dynastēs. Hē apostasis de tis? Ho pankakistos artiōs apostatēs, Hē te kratousa nyn Theou diairesis; Meth᾽ hēn ho Christos authis en doxę̄ Patros, Hoson phanēnai sōma tois theoktonois. Meth᾽ hēn anastasis, hē desis tou synthetou; Meth᾽ hēn to symperasma, tōn ontōn lysis ; Esti de dē tis pros to kreisson allagē ; Meth᾽ hēn krisis te kai phobos. Tis d᾽ hē krisis? Oikeion endon tou syneidotos baros, Ē kouphotēs, nomou te pros bion stathmē. Makariotēs d᾽ emoige hē euzōïa. Tis d' hē basileia? tou Theou theōria. Syn angelois te doxa kai hymnǭdia. Skotos de tois kakistois, ek Theou pesein; Skōlēx de, pyr te, tēxis hylikou pathous. Ei d' allo toude kreisson, ouk exō Theou. Tychē de, kai pronoia, kai eimarmenē ; Hē men, to symban automatōs, logou dicha ; Hē d', oiakismos, hǭ pherei to pan Theos ; Hē d', eirmos, oimai, tōn Theǭ typoumenōn. Taut᾽ estin hēmin ektypōs horismata.
Rough Definitions God is substance, the first Good. The world is the binding together of things that flow and things understood. To be each this or that thing is nature. Immaterial nature is the angel, the first creation. And those who turned aside from the good, what are they? Demons; of whom the first is he who was once the Morning Star, the discoverer and president of hideous darkness. Matter is the seat of forms, the second creation. The beauty of matter is form, as it is given shape. The boundary of things that flow and things understood is the heavenly sphere. The nature of the stars is fire running round in a circle. Light is radiance from fire, and for the soul, reason. Darkness is twofold, the undoing of twofold radiance. Age is an extension ever flowing without time; time is the measure of the sun's motion. Earth is the solidifying of matter, encircled by the sphere. Fire is a nature that burns and flows upward. Water is a nature that flows and inclines downward. Air is the filling of the void, and a breathing flow. Man I am, the handiwork and image of God. The body is matter, and a thickness with dimensions. An element is the first part of a body. Soul is a nature that gives life and carries the body; and reason and mind have been blended with mine. Life is the binding of body and soul, so that death is their separation. Mind is an inward sight, not circumscribed. The work of mind is thought, and an impression. Reason is the investigation of the mind's impressions, which you will utter by the organs of speech. Sense-perception is a kind of reception from outside. Memory is the holding of the mind's impressions. Forgetting is the casting out of memory. And of forgetting there is again a kind of memory, which I call recollection. Will I know as the inclination and concurrence of the mind in what is in our power; other things are not to be willed. The movement where I will is freedom of choice. And the intense movement I call eagerness; and the involuntary, the tyranny over the will. Reasoning I know as the distinguishing of things. Longing is the appetite either for good things or for things not good. Love is a hot and hard-to-restrain longing. Anger is a sudden boiling of the mind; wrath is anger that remains. And that which, toward evil, remembers and lies in ambush is resentment. The digesting of grief I know as long-suffering; calm toward insult as freedom from anger, which the ancients were wont to call gentleness. Think virtue, I pray, to be a settled state of good things, and the opposite disease a state of the worst; the one God's gift, the other an invention. Beauty is the good harmony of the whole, and ugliness the outrage of beauty, as I say. Courage is firmness toward dangers; rashness is boldness toward what should not be dared. Cowardice is a shrinking from what should be dared. Temperance is the mastery of pleasures; defeat by them I call licentiousness. Justice is not seeking to have more; departure from equality is injustice. Prudence is experience of affairs. Let wisdom be thought the contemplation of the things that are. Simplicity is a state of slowness toward evil. Duplicity is the villainy of character. Pleasure is a kind of smoothness of the soul; grief a biting and confusion of the heart. Care is a turning over of the mind; anxiety is more. Deliberation is the setting of reasonings against one another about what is to be done. Judgment is the fixing of the mind's counsels; the casting away of them I know as listlessness. Envy is a wasting away at the prosperity of one's neighbors. Malice is harm done through envy as well. Blame of the worst is a praiseworthy passion. Modesty is a kind of shrinking from fear of shame. The contempt of modesty is effrontery. Zeal is a concentration on what lies before one; its slackening I know as indolence. Sluggishness is difficulty in moving toward anything. Jealousy is in one sense imitation, in another a kind of distress when love has been stolen away to a stranger who is desired; the ancients call this jealous rivalry. Boastfulness I know as a swelling of the heart; vanity as an inflammation, which lightness rouses. The arrogant man is to me also a show-off. Self-will I call self-satisfaction. Humility is not to think as highly of oneself as one deserves. Its pretence is irony. Liberality is the simple giving of money. The gobbling up of it I know as prodigality. Illiberality I call stinginess. Magnificence is splendour of works; meanness is to think big of small things. Greatness of soul is to bear all things easily; not to bear even small things belongs to smallness of soul. Ambition is a moderate longing for honor; conceit is longing even beyond the moderate. Know that the appetite for empty things is vainglory; glory, that we seem to be such or such. Another kind of opinion is the appearances of things. Insolence is the unkindly deed and word of an enemy. The reviler brings shames upon one. Blame is unpunished censure from a friend. Accusation is the charge brought against those who deserve punishment; when it is not true, it becomes false accusation; and the secret kind is to be called slander. Blasphemy is a censure that is not accountable. The evil-speaker is he who arms his mouth against all. Urbanity is cheerfulness in company; jesting is cheerfulness beyond reason. Foolishness of speech is its uselessness. Laughter is a ferment of the cheek, a throbbing of the heart. Call the immoderate use of wine drunkenness, and the outrages that come from drunkenness, drunken violence. Carousing is the stale outrage left from drunkenness. Murder is in one case of bodies, in another of the image; both are the undoing of a dear harmony. Sexual immorality and adultery: the one is the theft of strangers' bodies, the other also of demons, when the love of God falls to his enemies. And an idolater is he who also worships gold. If benefit is to gain profit for the soul, harm is to cause it loss. Mercy is sympathy with misfortune; pity is also to do some good to the sufferer. Character is a certain disposition toward things; manner is the moulding that shows the character. Teaching is shaping by deed and word. The word is the best healer of evils; but the word that is not the best destroys even good things. Understand contemplation as the consideration of things understood. Action is a kind of activity toward what is to be done. A state is a lasting quality; its offspring I call activity. Art is a system drawn from experience; an indissoluble state I call knowledge. That which is not for the sake of anything, but other things are for it, is the end. The aim is that end for which one strives. Think supplication the request of those in need; know prayer to be for better things; a vow, a promise of a propitiatory offering; and the propitiatory offering, a gift brought in honor. Commendation is to speak well of something of mine. Praise is reverent commendation directed to God. A hymn is praise set to music, as I think. A psalm with song becomes psalmody. To say of the things that are, as they are, is truthfulness; as they are not, falsehood. And the battle of speech against speech: what is worse than this for life? An oath is a pledge with God in the middle. The keeping of it is faithfulness to an oath. Worship I know to be also the reverence of demons. Piety is the worship of the Triad. Denial is to cast down one of the three below, and not to revere the oneness of nature of God. Faith is twofold: the one from the force of argument, the just kind too; the other, a ready concurrence. For the Word is the president of reason. Hope is the companionship of a thing absent. Its undoing I call despair. Love I define as oneness of soul, and love toward God also as the road of deification. Hatred is a kind of turning away, the worker of enmity. Hypocrisy is hidden bitterness. The honor of the Fashioner is to love man; and of him who made himself poor, care for the poor. Hospitable is he who knows that he himself is a stranger. The calm of life is dear peace; and of the soul especially, the abating of passions. Enmity to me is ill-will and division; and enmity and war are the inventor of evils. Sanctification is companionship with God. Think sin profane and an abomination. Cleansing is the washing out of defilements. Defilement I know also as the impress of evils. Marriage is the lawful binding of flesh; virginity is going out from the body. He is a monk who lives for God, and for God alone. A monastery to me is a company for salvation. Sin is a turning aside from the good, which neither nature nor law grants. Law is the just boundary of things to be done. The commandment to me is the charge of a master. Transgression is wickedness within the law; lawlessness I know as freedom from laws. Judaism is the first law; the second is the mystery of the Passion. The first was shadowy, the destroyer of demons; the second clear, and the loosener of riddles. The incarnation of Christ is my second fashioning, God suffering in the flesh for my suffering, who gave all things to all in exchange for mine. He came from a woman, for Eve's sake; and from a Virgin; for he was from the Father alone in the first place, unwedded from the unwedded. And the census bore the figure of the divine enrolment again. The swaddling was in place of the nakedness. The slaughter of the children was the taking away of infant figures. The running star was the worship of creation. The Magi running to him, the entrance of the nations. The bath was the cleansing of my waters. The Spirit was a kinship borne witness to. The fasting was an anointing for the wrestling with the enemy. The temptation was a probing of God's weave. The crown of thorns, and the putting on of purple, were the stripping of the enemy's power in the wrestling. The cross is the trophy, tree for tree. The nails, the fixing of my sin. All things are within the two outstretched hands. The tasting of gall is set against the tasting. Of the thieves, the one was saved by believing, an Adam; the other was wicked, even though he was crucified. The darkness at the sixth hour, mourning for the Sufferer; the splitting of the rocks, the champion of the rocks; the raising of the dead and their entrance into the city, the moving of the dead to the world above. The blood and water that flowed together from his side were the twofold baptism, of the bath and of suffering, when the time brings the danger of a persecutor. His death was the destruction of mine. The resurrection from the dead, release from Hades. The going up on high carries me on high too. And what follows these things, come, let us consider. A people is a company for the worship of God. A temple is the people's venerable place of purification. To God the gift is cleansing sacrifices. The pure receptacle of gifts is the God-receiving table. Priesthood is the purification of minds, bringing man to God, and God to man. A mystery is unspeakable worship. A gift of grace I know as the divine bestowal of the Spirit. Prophecy I call the proclamation of hidden things; the Gospel, that of the new salvation; the apostolate, alliance in proclamation; catechesis, knowledge of the word for new believers; repentance, a turning toward the better things; exorcism, the driving out of demons. The bath is the seal of the second life. The offerings are a communion in God's incarnation and in the sufferings of God. A sign is a wonder that is not customary. The tongues of fire are the dwelling of the Spirit among us. The natural man is not yet good; the fleshly man is also very much a friend of passion; the spiritual man is not far from the Spirit. And who is Antichrist? A beast full of venom, a man of power. And what is the apostasy? The utterly wicked apostate of recent times, and the division of God that now prevails; after which Christ comes again in the glory of the Father, in body so far as to appear to the slayers of God. After that, the resurrection, the binding of the compound; after that, the consummation, the dissolution of the things that are; or rather a kind of change to the better; after that, judgment and fear. And what is the judgment? The proper weight within the conscience, or its lightness, and the weighing of life against the law. Blessedness to me is the good life. And what is the kingdom? The contemplation of God, and glory and hymnody with the angels. Darkness for the worst is to fall from God; the worm and the fire, the wasting away of material passion. And if there is anything better than this, it is not outside God. Fortune, providence and fate: the first is what happens of itself, without reason; the second, the steering by which God carries the universe; the third, I think, the chain of things shaped by God. These are our definitions, in outline.
Isa 14:12 (allusion, high confidence) · Gen 1:27 (allusion, high confidence) · Col 3:5 (allusion, high confidence) · 2 Cor 8:9 (allusion, medium confidence) · Heb 13:2 (echo, low confidence) · Heb 10:1 (allusion, medium confidence) · Gal 4:4 (allusion, high confidence) · Luke 2:1 (allusion, high confidence) · Luke 2:7 (allusion, high confidence) · Matt 2:16 (allusion, high confidence) · Matt 2:2 (allusion, high confidence) · Matt 3:16 (allusion, high confidence) · Matt 4:2 (allusion, high confidence) · Matt 27:29 (allusion, high confidence) · Matt 27:34 (allusion, high confidence) · Luke 23:43 (allusion, high confidence) · Matt 27:45 (allusion, high confidence) · Matt 27:51 (allusion, high confidence) · Matt 27:52 (allusion, high confidence) · John 19:34 (allusion, high confidence) · Col 2:14 (allusion, medium confidence) · Col 2:15 (allusion, medium confidence) · Acts 1:9 (allusion, medium confidence) · Acts 2:3 (allusion, high confidence) · 1 Cor 2:14 (allusion, high confidence) · 1 Cor 3:1 (allusion, high confidence) · 1 John 2:18 (allusion, medium confidence) · 2 Thess 2:3 (allusion, high confidence) · Matt 24:30 (allusion, medium confidence) · Zech 12:10 (allusion, medium confidence) · Rev 1:7 (echo, medium confidence) · 1 Cor 15:52 (echo, medium confidence) · Mark 9:48 (allusion, high confidence) · Matt 8:12 (echo, medium confidence) · Rom 13:10 (echo, low confidence) · Acts 4:32 (echo, low confidence)
Notes and citation
Summary: A list of short definitions covering God, the world, angels and demons, the elements, the human soul and its powers, the virtues and vices, worship and the sacraments, the saving events of Christ's life, the Church, and the last things.
- The title is Migne's heading (Ὅροι παχυμερεῖς, 'Rough Definitions'). Iambic trimeters, translated line by line. Migne's marginal letters and numbers were removed by logged corrections.
- Lines 14–15: 'age' (αἰών) as timeless extension, time as the measure of the sun's motion. Lines 49–60 and 82–99 follow the classical (Aristotelian and Stoic) catalogue of virtues and vices. Lines 117–119: πορνεία and μοιχεία rendered 'sexual immorality' and 'adultery'; Gregory adds a spiritual sense, the theft of God's love by the demons. Line 120: the greedy man as idolater (Col 3:5).
- Lines 152–154: piety is the worship of the Triad; denial is to subordinate one of the three and not to revere God's oneness of nature, translated as written. Line 161: love toward God as 'the road of deification'.
- Lines 185–221: the Old Law (Judaism) as shadow, the New as the mystery of the Passion; then a typological reading of Christ's life: born of a woman for Eve's sake and of a virgin as he was from the Father alone; the census, swaddling, the Innocents, the star and the Magi; baptism, fasting and temptation; the crown of thorns and purple; the cross 'tree for tree'; the gall, the two thieves, the darkness, the rocks split and the dead raised (Matt 27:51–53); blood and water from the side as the twofold baptism of water and of martyrdom.
- Lines 223–241: the Church, the altar ('the God-receiving table'), priesthood, mysteries, catechesis, repentance, exorcism, baptism as the seal of the second life, and the offerings (the Eucharist) as communion in the incarnation and the sufferings of God, translated as written.
- Lines 245–262: Antichrist; 'the utterly wicked apostate of recent times' is probably the emperor Julian, and 'the division of God that now prevails' Arianism; then Christ's return, the resurrection, the change of the world, judgment by conscience, the kingdom as the contemplation of God, and the darkness, worm and fire for the wicked (cf. Mark 9:48).
Notes on the original text
- Digital text corrected (Migne's marginal letter; Migne's marginal letter and line number; OCR misread γ as ν; stray mark of the scan): Α 30 Ὃν ἐκλαλήσεις → Ὃν ἐκλαλήσεις; Α. Δικαιοσύνη → Δικαιοσύνη; Α. Ταύτης δόκησίς → Ταύτης δόκησίς; Α 115 Φόνος → Φόνος; Α΄ Ὁ δ᾽ ὕμνος → Ὁ δ᾽ ὕμνος; Α 200 Τὸ λοῦτρον → Τὸ λοῦτρον; Μάνοι δὲ → Μάγοι δὲ; καιρὸς. φέρῃ → καιρὸς φέρῃ.
Extrabiblical texts: Aristotle, Eth. nic. 2–4 (Aristotle (works); allusion)
Topics: Ethics, Trinity, Christology, Baptism, Eucharist, Eschatology
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.34 (PG 37:945–966; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-34). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-34
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-34) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.35PG 37:965–966
Χαίρεις, τρυφῶν, σὺ τῇ νόσῳ, εἶτ᾿ εὐπορεῖς; Ἔχεις κακὸν μὲν, φάρμακον δὲ τῆς νόσου. ῎Αλλος πένης μὲν, ἐγκρατὴς δὲ · τρισμάκαρ Ος οὔτε δεινὸν, οὔτε φάρμακον ἔχει. Τὸν πλούσιον μὲν, τῶν παθῶν δὲ ἥσσονα, Τότε προτιμῶ τοῦ πένητος καὶ σοφοῦ, Ὅταν τὸν ἰσχύοντα παραπληξία Τοῦ μὴ νοσοῦντος, ἀσθενεστέρου δέ γε. ΑΤ'. Περὶ τῆς αὐτῆς. Ἔστω τις νοσερὸς χαλεπῶς, καὶ πολλὰ πορίζων Φάρμακα τοῖς πάθεσιν · ἄλλος ὑγεινότατος, Φάρμακον οὐδὲν ἔχων · πότερον τούτων μακαρίζεις; Τὸν ῥ᾽ εὐεκτοῦντα (οἶδ᾽ ὅτι καὶ γὰρ ἅπας). Οὕτω τὸν χρήζοντ᾽ ὀλίγων, κἂν σφόδρα πένηται, Πρὸς τοῦ πλουτοῦντος χρήμασι καὶ πάθεσι.
Chaireis, tryphōn, sy tę̄ nosǭ, eit᾿ euporeis? Echeis kakon men, pharmakon de tēs nosou. ᾿Allos penēs men, enkratēs de ; trismakar Os oute deinon, oute pharmakon echei. Ton plousion men, tōn pathōn de hēssona, Tote protimō tou penētos kai sophou, Hotan ton ischyonta paraplēxia Tou mē nosountos, asthenesterou de ge. AT'. Peri tēs autēs. Estō tis noseros chalepōs, kai polla porizōn Pharmaka tois pathesin ; allos hygeinotatos, Pharmakon ouden echōn ; poteron toutōn makarizeis? Ton rh᾽ euektounta (oid᾽ hoti kai gar hapas). Houtō ton chrēzont᾽ oligōn, kan sphodra penētai, Pros tou ploutountos chrēmasi kai pathesi.
On Philosophical Poverty Do you rejoice, living in luxury, in your disease, and then are rich? You have an evil, but a remedy for the disease. Another is poor, but self-controlled: thrice blessed is he, who has neither the trouble nor the remedy. The rich man, but one worsted by his passions, I prefer to the poor and wise man only when I prefer madness in a strong man to a man who is not sick, but weaker. [Poem 1.2.36] On the Same. Let one man be grievously sick, and provide many remedies for his ailments; another be in the best of health, having no remedy. Which of these do you call blessed? The healthy one, I know; for so does everyone. So too the man who needs little, even if he is very poor, before the man rich in money and in passions.
1 Tim 6:6 (echo, medium confidence)
Notes and citation
Summary: Two short poems arguing that a poor man who needs little is happier than a rich man who must buy remedies for his passions, as health is better than medicine.
- The title is Migne's heading (Εἰς πενίαν φιλόσοφον). The passage holds two poems: 1.2.35 (lines 1–8, iambic) and 1.2.36, 'On the Same' (lines 10–15, elegiac), whose heading (ΛϚ΄, printed ΑΤ΄ in the scan) stands at line 9; it is marked [Poem 1.2.36]. Lines 5–8 are compressed in the Greek and translated by sense.
Topics: Ethics
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.35 (PG 37:965–966; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-35). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-35
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-35) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.37PG 37:965–968
Ὅταν τιν' εὕρῃς εὐπαθοῦντα τῶν κακῶν, Γίνωσκε τοῦτον τῷ τέλει τηρούμενον. Ὅταν καλόν τιν᾿ ἐν κακοῖς, καθάρσιον Τὴν θλίψιν ἴσθι· δεῖ γὰρ, εἴ τι καὶ μικρὸν Ἰλύος ἐφέλκει, τοῦτο ῥυφθῆναι πόνοις, Ὡς μηδὲν εἰς πύρωσιν ἔλθῃ τῶν κακῶν · Ἢ πεῖραν εἶναι καὶ πάλην τοῦ δυσμενοῦς, Θεοῦ διδόντος, ὡς ἀναῤῥηθῇς μέγας. Ἰώβ τε ταῦτα πειθέτω νικηφόρος.
Hotan tin' heurę̄s eupathounta tōn kakōn, Ginōske touton tǭ telei tēroumenon. Hotan kalon tin᾿ en kakois, katharsion Tēn thlipsin isthi; dei gar, ei ti kai mikron Ilyos ephelkei, touto rhyphthēnai ponois, Hōs mēden eis pyrōsin elthę̄ tōn kakōn ; Ē peiran einai kai palēn tou dysmenous, Theou didontos, hōs anarrhēthę̄s megas. Iōb te tauta peithetō nikēphoros.
On Patience Whenever you find one of the wicked prospering, know that he is being kept for the end. Whenever you find a good man in evils, know that the affliction is a cleansing; for if he draws even a little mud along with him, this must be washed off by toils, so that nothing of evil may come to the fire; or that it is a trial and a wrestling with the enemy, by God's permission, so that you may be proclaimed great. And let victorious Job persuade you of these things.
Ps 73:3 (72:3 LXX) (echo, medium confidence) · 1 Cor 3:13 (allusion, medium confidence) · Job 1:12 (allusion, medium confidence) · Jas 5:11 (allusion, medium confidence)
Notes and citation
Summary: The prosperity of the wicked keeps them for the end, while the afflictions of the good cleanse them or test them as wrestlers, as Job shows.
- The title is Migne's heading (Εἰς τὴν ὑπομονήν). Line 6: the 'fire' is the fire of judgment (cf. 1 Cor 3:13–15).
Topics: Ethics
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.37 (PG 37:965–968; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-37). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-37
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-37) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.38PG 37:967–968
Εἴ τις ἐὼν κακίης στυγερὸν τέκος ἔνθα τέθηλας, Ταῖς πυμάταις βασάνοις ἴσθι φυλασσόμενος. Εἴ τις ἄριστος ἐὼν κύρσας τραχέος βιότοιο, Ὡς χρυσός χοάνοις ἴσθι καθαιρόμενος · Η φθονεροῖο πάλῃ κάμνων δέμας, ἄλλος Ἰώβ τις, Ως κεν ἀεθλήσας στέμμα νίκης φορέοις. Τῷ μήτ᾽ εὐθαλέων τέρπου φρένα, μήτε μόγοισι Κάμπτεο χριστοφόρῳ πάντα φέρων κραδίῃ.
Ei tis eōn kakiēs stygeron tekos entha tethēlas, Tais pymatais basanois isthi phylassomenos. Ei tis aristos eōn kyrsas tracheos biotoio, Hōs chrysos choanois isthi kathairomenos ; Ē phthoneroio palę̄ kamnōn demas, allos Iōb tis, Ōs ken aethlēsas stemma nikēs phoreois. Tǭ mēt᾽ euthaleōn terpou phrena, mēte mogoisi Kampteo christophorǭ panta pherōn kradię̄.
On the Same If, being a hateful child of wickedness, you have flourished here, know that you are being kept for the final torments. If, being excellent, you have met with a rough life, know that you are being cleansed like gold in crucibles, or toiling in body in the wrestling with the envious one, another Job, so that, having contended, you may wear the crown of victory. Therefore neither delight your mind in prosperity, nor be bent by toils, bearing all things with a Christ-bearing heart.
Prov 17:3 (echo, medium confidence) · 1 Pet 1:7 (allusion, medium confidence) · Job 1:12 (allusion, medium confidence) · 2 Tim 4:8 (echo, low confidence) · Phil 4:12 (echo, low confidence)
Notes and citation
Summary: The flourishing wicked are kept for final torments, the suffering good are refined like gold or tested like Job; so neither prosperity nor toil should move a Christ-bearing heart.
- The title is Migne's heading (Εἰς τὴν αὐτήν, 'On the Same'). Elegiac couplets.
Topics: Ethics
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.38 (PG 37:967–968; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-38). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-38
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-38) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.39PG 37:967–968
"Εφησέ τίς που τῶν φιλοχρύσων τάδε · « Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον. » Πρὸς ὅν τις ἀντέφησε τῶν φιλοφρόνων· « Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθός τύχης.»
"Ephēse tis pou tōn philochrysōn tade ; « Thelō tychēs stalagmon, ē phrenōn pithon. » Pros hon tis antephēse tōn philophronōn; « Rhanis phrenōn moi mallon, ē bythos tychēs.»
On Fortune and Prudence One of the lovers of gold once said this: "I want a drop of fortune rather than a jar of wits." To whom one of the lovers of good sense replied: "For me, a drop of wits rather than a deep of fortune."
Notes and citation
Summary: A lover of gold prefers a drop of fortune to a jar of wits; a lover of good sense prefers a drop of wits to a deep of fortune.
- The title is Migne's heading (Εἰς τύχην καὶ φρόνησιν). The first saying is a proverb (cf. Menander, Monostichs).
Notes on the original text
- Digital text corrected (Migne's marginal letter): Α « Θέλω → « Θέλω.
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.39 (PG 37:967–968; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-39). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-39
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-39) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.
1.2.40PG 37:967–970
Οἱ τοὺς ἀραχνῶν ἐκμιμούμενοι μίτους, Καὶ τοῖς ἀφαυροῖς ἐντρυφῶντες τοῦ βίου, Ἴστωσαν ὡς εὔληπτα καὶ αὔραις πέλει Τὰ τερπνὰ πάντα τοῦ ἀραχνώδους βίου. Οἱ τοὺς θρόνους ἔχοντες ὡραῖσμένους, Καὶ ταῖς ῥεούσαις ἐξοχαῖς ἐπηρμένοι, Σκοπεῖτε τὴν ἄφευκτον ἐσχάτως δίκην, Ὡς οὐδὲν αὐτὴν οὐδαμῶς παραδράμοι.
Hoi tous arachnōn ekmimoumenoi mitous, Kai tois aphaurois entryphōntes tou biou, Istōsan hōs eulēpta kai aurais pelei Ta terpna panta tou arachnōdous biou. Hoi tous thronous echontes hōraismenous, Kai tais rheousais exochais epērmenoi, Skopeite tēn apheukton eschatōs dikēn, Hōs ouden autēn oudamōs paradramoi.
On the Vanity of Human Things You who imitate the threads of spiders, and luxuriate in the feeble things of life, know how easily caught and given to the winds are all the pleasures of this cobweb life. You who hold thrones made beautiful, and are lifted up on excellences that flow away, consider the inescapable justice at the last, how nothing will in any way slip past it.
Job 8:14 (allusion, medium confidence) · Isa 59:5 (echo, low confidence) · Heb 9:27 (echo, low confidence)
Notes and citation
Summary: Those who delight in the spider-web pleasures of life and in thrones should know how easily these are swept away and that no one escapes the final judgment.
- The title is Migne's heading (Εἰς τῶν ἀνθρωπίνων ματαιότητα).
Topics: Eschatology
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.40 (PG 37:967–970; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-40). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-40
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-40) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.