Poems 1.2.29–1.2.32

Greek text: Migne, PG 37 (Greek text: Migne, PG 37, read from the Bavarian State Library scan (OCR)).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Poem 1, chapter 2

1.2.29PG 37:883–908

Μὴ κεφαλὰς πυργοῦτε νόθοις πλοκάμοισι, γυναῖκες, Θρύπτουσαι μαλακοὺς αὐχένας ἐκ σκοπέλων, Μηδὲ Θεοῦ μορφὰς ἐπαλείφετε χρώμασιν αἰσχροῖς, Ώστε προσωπεῖον, κοὐχὶ πρόσωπα, φέρειν. Οὐδὲ γὰρ ἀσκεπέα κεφαλὴν θέμις ἀνδρὶ γυναῖκα Φαίνειν, ἢ χρυσῷ σφιγγομένων πλοκάμων, Ἠὲ κόμης ἀδέτοιο κατωμαδὸν ἔνθα καὶ ἔνθα Σκιρτώσης ἁπαλῶν μαινάδος ἐξ ἀνέμων. Οὐδὲ λόφον καθύπερθε φέρειν κορύθεσσιν ὁμοῖον, Τηλεφανῆ σκοπίην ἀνδράσι λαμπομένην, Ἠὲ λίνου μαλακοῖο διαυγάζουσαν ἔθειραν Κρυπτὴν, ἀμφαδίην, τήνδε μετωπιδίην, Ξανθὸν ἀπαστράπτουσαν, ὅση κρήδεμνον ἄλυξεν, Ὡς δοκέειν παλάμης ἔργα πονησαμένης· Εὔτε τὸν οὐχ ὁρόωντα διδάσκαλον, ἄπνοον εἰκὼ Μορφῆς στασαμένη, κάλλος ἐκεῖθε γράφεις. Κάλλος δ᾽ εἰ μὲν ἔδωκε φύσις, μὴ κρύπτετ᾿ ἀλοιφῇ, ᾿Αλλ' οἴοις καθαρὸν ἀνδράσιν ὑμετέροις Σώζετε, κἀλλοτρίῳ μηδ' ὄμματα λίχνα φέρουσαι· Ὄμμασι γὰρ κραδίη ἕσπεται οὐχ ὁσίοις · Εἰ δ᾽ οὐ γεινομένῃσι συνέσπετο, δεύτερον αἶσχος Φεύγετε, ἐκ χειρῶν κάλλος ἐφελκόμεναι· Κάλλος, ὃ γαῖα φέρει, καὶ ὤνιόν ἐστι γυναιξὶ Πανδήμοις, ὀβολῶν περνομέναις ὀλίγων Κάλλος, ὃ ῥυπτόμενον χαμάδις ῥέει· οὐδὲ γέλωτι Ἴστατ᾽, ἐπὴν λύσῃ χάρμα παρειὰν ὅλην, Καὶ δακρύων ὀχετοῖσιν ἐλέγχεται, ἰκμαλέῳ τε Δείματι, καὶ ψεκάδος λύεται ἐξ ὀλίγης. Ἡ δὲ πάρος στίλβουσα, καὶ ἡ χαρίεσσα παρειή, Χάρμα μέγ᾽ ἐξαπίνης διχρόος ἐξεφάνη, Περκνή, μαρμαρόεσσα. Μελάγχρος, μιλτοπάρῃς, Πῶς δύνασαι κατέχειν κάλλος ἐλεγχόμενον; Ταῦτ᾽ οὐ κινυμένοισιν ἀγάλμασι· σοὶ δ᾽ ἀφορητή Μορφή, καὶ πολλοῖς λυομένη πάθεσι. Τοῦτο Θεοῦ δέμας ἐστὶ, χερὸς τόδε· τοῦτο παλαιὸν, Τοῦτο νέον. Λειμὼν ἄνθεα δισσὰ φέρων, Τερπνῶν τε στυγερῶν τε ἀμοιβαδὶς, ἠε τις ἐσθῆς Αμφίχροος ζώναις πλείοσιν ἑλκομένη. Τούνεκεν ἢ φεύγειν γραπτὸν δέμας, ἠὲ φυλάσσειν, Μηδ' ἐπιλωβητὸν εἶδεος ἄλκαρ ἔχειν. Ἱστὸν Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν · Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην. Εἰ μὲν δὴ μῆχός τι λαθεῖν πόσιν, οὐ μὲν ἀνεκτον, Εἶδος ἀποκρύπτειν θειότερον βροτέῳ, Μή σε Θεός τοίοισιν ἀμείψηται χαλεπήνας· Τίς, πόθεν ὁ πλάστης; ἔῤῥε μοι, ἀλλοτρίη. Οῦ σ᾽ ἔγραψα, κύων, ἀλλ᾽ ἔπλασα εἰκόν᾿ ἐμοῖο· Πῶς εἴδωλον ἔχω εἴδεος ἀντὶ φίλου; ᾿Αλλ' ἔμπης νούσῳ τι παρήσομεν. Εἰ δ᾽, ἀρίδηλον Ἐστὶ πίναξ γραφέων εἶδος ἐπὶ εἶδος ἔχων, Στήλην αἴσχεος ἴσθι βροτοῖς περιφαντὸν ἐγείρειν Μορφὴν, ἣν σὺ γράφεις ἔμπνοον ἀλκὶ νόου. Κῆπος ᾿Αδώνιδος ἥδε τεὴ χάρις ὠλεσίκαρπος, Πουλύποδος χροιὴ, γράμματ᾽ ἐπὶ ψαμάθων. Πῶς δὲ σύγ᾽ εἶδος ἔχουσα κολοίῖον (εἴ γε κολοιὸν Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων, Αὖθις γυμνὸν ἔθηκε γελοίϊον), οὐκ ἀλεγίζεις Αἴσχεος ὑστατίου, κάλλεος ὀλλυμένου. Ἔλπῃ δ᾽ ἀστυφέλικτον ἔχειν γάνος; οὐ μετὰ δηρὸν "Όψεαι άλλοτρίου κάλλεος ὅσσον ἄχος. Πυνθάνομ᾽ ὡς τι φέριστον ἔχει πλάσις, ἤν ποτε γῆρας Μύστας σῆς μορφῆς ἄνδρας ἐπεσπάσας. ῎Ανδρες γὰρ τρίψαντο τὰ φάρμακα, οἷς σὺ γέγηθας, Ληϊσταὶ μεγάρων, τέκτονες ἧς μανίης. Ῥικνώσῃ μορφὴν, τὴν πάρος ἀνθοφόρον · Τῆμος ὅτ᾽ ἄγραφός ἐστι μελῶν πλάσις, ὡς πυρίκαυ- Λείπεσθαι σαρκῶν λείψανον ἐκ κονίης · Ὀψὲ μετακλαίειν δὲ μελῶν δόλον, εὔτε πίθηκον Ῥυτίσιν ἐν πυκιναῖς ὦσε τὸ λειπόμενον. Τοίη ψευδομένων μελέων χάρις. Ἀλλὰ, φερίστη, Νῦν στῆσον μορφῆς ἔκτυπον, ὡς τὸ πάρος. Ἀτρεκὲς οὐ μὲν ἔγωγε δΐομαι· ἀλλὰ πολὺ πριν Μηδένα μηδ' ἀνδρῶν εὔξεαι ὄμματ᾿ ἔχειν, Οἱ σε πάρος κλήϊζον, ἐπ᾿ ὄμματα δ' εἶχον ἕτοιμα Τῇ καὶ τῇ σοβαροῖς ἴθμασι κινυμένην. Καὶ τὸ, γέλως, ἀνδρῶν λήθειν γένος ἰσχανόωσα, Ταῦτ' οὐ σωφροσύνης τὰ σοφίσματα, μαχλοσύνης δέ. Πᾶν γὰρ ὁ τεχνάζῃ ἄῤῥεσι, μαχλοσύνη. Φασὶ ταὼ μεγάλαυχον, ἐπὴν περίκυκλον ἐγείρη Ἤπαφεν, εὐθαλέος τε ἄφαρ βάλεν ἐκ παραδείσου, Αὐχένα κυρτώσας χρύσεον, ἀστερόεις, Κλάζειν θηλυτέραις φιλοτήσιος. Εἰ δὲ σὺ μορφὴν Οὐ σφριγόωσι γράφεις ὄμμασι, θαῦμα μ᾿ ἔχει. Εἰ μὲν γὰρ πόσιός σου ἔχεις πόθον, ὡς σὸν ἐκεῖνος, Ἐξέτι τοῦ, ὅτ᾽ ἐρῶν σ᾽ ἤγαγε πρὸς θαλάμους Κουριδίην θαλέθουσαν, ἔχεις χάριν· εἰ δὲ σύ γ᾽ ἄλλων Ομμασιν ἀνδανέεις, τοῦτο πόσις στυγέει. Ἠὲ ψευδομένην οὐχ ὁσίως προφέρειν. Τῇ μὲν γὰρ πόσις ἐστὶν ἐπάρκιος· ἡ δ᾽ ἐπὶ πολλοῖς "Ἄλλας μὲν βάλλουσιν ἐπεσβολιῃσι φαεινας, ῎Αλλη δ᾽ αὖ ποταμοῖο καλοῖς ἐπεμήνατο ῥείθροις, Ἴσταται, ὡς τε λίνον ἱπταμένων ἀγέλῃ. Τέρπη τερπομένῳ, καὶ ἀμείβεαι ὄψιν ὀπωπῇ, Αὐτὰρ ἔπειτα γέλως, καὶ λόγος ἀντίθετος, Κλεπτόμενοι τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἔχοντες. Μηκέτι μοι τὰ πρόσω φθέγγεο, γλῶσσα λάλε. ᾿Αλλὰ τόδ' ἀτρεκέως μυθήσομαι, οὐδὲν ἄκεντρον Τῶν ὅσα θηλυτέραις παίζεται ἀμφὶ νέοις. Πάντα γὰρ ἀλλήλοισιν ἅμ' ἕσπεται, ὥστε σίδηρος, Ὃν μάγνης ἐρύει, ἄλλον ὑπ᾿ ἄλλον ἄγων. Ὡς ὄφελον ψιμύθοις καὶ φύκεσιν, ἀντὶ γυναικῶν, Στίλβειν, καὶ λιπαρῶς, ἀνέρες ἀφραδέες, Οἱ τόσον αἶσχος ἔχοντες ἐν ὀφθαλμοῖσι σύνοικον, Τέρπονται κακίῃ, ἀχλὺν ἐφεσσάμενοι · Αὐτοὶ δ᾽ ἐν σφετέροις αἴσχεσίν εἰσι σύες· Ἢ τάχα καὶ συφεοῖσιν ἐνὶ σκοτίοισι πέσοιεν, Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις, Οἱ μήτ᾽ ἐχθαίρουσι, καὶ ὡς πυρὶ κάγκανον ὕλην Βάλλουσ᾽, ἣν ἐρύειν λώϊον ἡὲ φέρειν. ῎Ἄλλον γάρ τ᾽ ἄλλος τις ἀνὴρ κόσμοισι γυναικῶν Νικῶσ', ἀφραδίῃ πλεῖον ἔχειν ἐθέλων. Πολλάκι καὶ κτεάνων ἐπιδευέες, ὥς κεν ἐγείρειν Ὕβριν ἐῶν ἀλόχων, πλεῖον ἔχουσι πόνον. Ἐχθρῷ δ' οὗ ποτ' ὄρεξας ἑὸν ξίφος, οὐδὲ χαράδρῃ Σοῖσιν ἐπ᾿ ἀστάχυσιν ὥπασας εὐοδίην. Πανδώρην ἐνέπουσι, πυρὸς μαλεροῖο κλαπέντος, Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι, ᾿Αντὶ πυρὸς πῦρ ἄλλο, καλοῦ κακὸν, ὡς κε φλέγῃσι Καὶ πλέον, ἀσκῆσαι κάλλεσι δαιδαλέοις Δυσμενέος τε δόλος, παρφασίη τ᾿ ἀλόχου. Οὗτός σοι νόμος ἐστὶ πατρώῖος ἐξέτι κείνου, Μή ποτ' ἐπ᾿ εὐχροίῃ θάρσος ἔχειν, θύγατερ. Πᾶν μὲν κάλλος ἐμοὶ, βαιὴ χάρις, εἶαρ ἔνεικε, Καὶ χειμὼν κρυερὸς ἄλεσεν ἐξαπίνης. Ἡ νοῦσός μιν ἔκαμψεν ἀώριον, ἢ χρόνος αἰνὸς Ώλεσε, τηκεδανῶν κύκλα φέρων ἐτέων. Δαίμονας, ἄλλο τι δ' ἄλλον ἐπίκλοπον εἰς ἓν ἄγοντας. Συμφερτὴν ἀπάτην ἀνδράσιν ἐμπελάσαι, Δειπνολόχην, δολόεσσαν, ἀναιδέα, μειλιχόμυθον, Τερπωλὴν ὀλοὴν, δαλὸν ἀειφλεγέα. Οὐ μὲν δὴ μύθοις ἐπιπείθομαι· εἰ δὲ κελεύεις, Μὴ σύ γε Πανδώρη γίνεο δαιδαλέη. Πανδώρης γένος εἰσὶν ἀναιδέες· ἀλλὰ σὺ Χριστοῦ Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίῖον · οἶδεν ἄκοσμον Εἰκὼν, σωφροσύνῃ λάμπεο καὶ πραπίσιν. ῎Αλλος δ᾽ οὐκέτι μῦθος, ἐμῶν δ' ἐπέων ἐπάκουσον, Οὓς σοι θειοτάτων φθέγξομαι ἐκ λογίων. Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ᾽ ὡς ἀπάτησεν ᾿Ανδροφόνοιο φυτοῦ εὔχροος ἀγλαΐη Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει Δανάην, Αἴσχεῖ κυδιόωσα. Τὸ δ' αἴσχιον (ὡς ἐνέπουσιν Ἴδριες, οὐ γὰρ ἐγὼ, τῆσδε κακοῤῥαφίης), Ξυνὴν νοῦσον ἔχουσι, καὶ ἀλλήλας ἐθέλουσι Κεύθειν. Τίπτε νόσου τῆσδε χερειότερον ; Τέκτων τέκτονος ἔργον ἐπίσταται, ἴδρις ἀοιδὸς Ἴδριν ἀοιδοσύνης, φῶρα δὲ φὼρ ἐδάη. ᾿Αλλ' αἴ γ' οὐκ ἐθέλουσι τα περ νοέουσι, νοεῖσθαι. Η ῥ᾽ ἐτεὸν, κακίη ὄμματα πηρὰ φέρει. Ὡς δ' ἄνδρες τίουσι τά περ γελόωσι πρόσωπα, Τερπόμενοι χροιαῖς κινυμένων πινάκων. Οὔτι τόσον πινάκεσσιν οἴομαι, ὅσσον ἐπ᾿ ἀνδρῶν Θυμῷ, τοῦ τελέθει χρώματα μαρτυρίη. Πυνθάνομ᾽ ὡς κενεὴν, καὶ ἀνείδεον, ὑστεροφωνον Ἠχώ τις ποθέων, πλάζεθ' ὑπὲρ σκοπέλων - Καὶ μορφῆς τις ἑῆς ποτ' ἐράσσατο, καὶ κατ' Ἤλατ᾿ ἐπ᾽ εἰδώλῳ κάλλεος οὐλομένου. Μαίνετο, οὐδ᾽ ὄχθας ἤγ᾽ ἀπέλειπε φίλας· Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν· ᾿Αλλ' οὐδ᾽ ὡς πυρόεις ὕδασι λῆγε πόθος. Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον. Οὐ μέγα θαῦμα, Εἴ τινα καὶ σὺ νέων τῆλε νόοιο βάλοις, Εὔχροος, ἁβροχίτων, ῥοδοδάκτυλος, ὑψικάρηνος, Οὐχ ἕνα, ἀλλὰ τόσους, ὁσσατίοισι γράφῃ. Πείθομαι, ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ, Χρώμασι μορφώσας δουρατέην δάμαλιν (Ξεινὸς ἔρως ! ἀπνόοισιν ἐπ᾿ εἴδεσιν ἔμπνοα βαίνει, Ὁππότε καὶ σὺ νέοις μήσαο τοῖον ἄγος., Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ᾽ ἀνέρας, οἶσιν ὁμοῖος Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος. Εἰ τοι μὴ σάρκεσσι χαρίζεαι, ἀντὶ δὲ σαρκῶν Ὄμμασι, καὶ τὸ, νόσος ἠερίη φιλότης. Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ᾿ ἀνδράσι κεστὸν Ἀλλ᾿ ἄτρωτος ὅλη· ναὶ πείθομαι, οὐδὲ τόδ᾽ ἐσθλὸν Ἐστὶν ἐμοὶ κενεῆς δόξαν ἔχειν κακίης. Ὡς δ' ἂν καὶ πολλῇσι νόμον γράψειας ἄκο Καὶ πινυτή περ ἐοῦσ'. Εὔδρομον ἡ κακίη. ῎Ἄλλων μὲν ῥυπόωντα βίον τεχνάσμασι κεύθειν, Σοὶ δὲ σαοφροσύνην καί τι μέλαν φορέειν. Εἰ γὰρ σώφρονές εἰσιν ἐπανθέες, οὗ ποτ᾽ ἂν ἄλλας Πείσαις θηλυτέρας σώφρονα θυμὸν ἔχειν. Μῦθος δ᾽ ἡμετέροιο νόμου, μηδ' ὄμματα βάλλειν Εὖνιν ἐπ᾿ ἀλλοτρίην, μοιχιδίοισι πόθοις. Ἀρχὴ γὰρ φιλότητος ἀναιδέος ὄψις ἀναιδὴς, Την κεν ἀνὴρ φεύγων, καὶ κακότητα φύγοι. Λυσιγάμοιο, γύναι, τῆλε μένεις κακίης, Εἰ δ᾽ ἄγε, σοὶ καὶ μῦθον ἐοικότα μυθολογήσω Αίσχεσιν ὑμετέροις. Ἡ πολιὴ δὲ λάλον. ῎Ακριτον ἦν τοπάροιθε βροτῶν γένος, ὅς τε φέριστος, Ος τε χερειότερος, ὡς φάτις ὠγυγίη. Πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι, ὄντες ἄριστοι, Πολλοὶ δ᾽ αὖτ᾿ ἀγαθοὶ, ἔμπαλιν ἀφραδέες. Κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δὲ τ' ἀρίστοις Ἔσπετο, οὔτι δίκῃ τῶν δ᾽ ἐπαμειβομένων. ᾿Αλλ' οὐ λῆθεν ἄνακτα Θεὸν κακίη μεδέουσα Ὀψὲ δ᾽ ἀλαστήσας τοῖον ἔειπεν ἔπος · Οὐ θέμις ἔστ᾽ ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν Ἔμμεναι, ὧδ᾽ ἂν ἔοι πλειοτέρη κακίη. Τοῦνεκα τοῖσιν ἐγὼ σημήῖον ἐσθλὸν ὁπάσσω, "Οφρ' εὖ γινώσκῃς, ὃς κακὸς, ὅς τ' ἀγαθός. Ὡς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν, Αἷμ᾽ ὑπὸ δέρμα χέας, αἴσχεος ὀρνυμένου · Θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαὶ Καὶ κραδίην ἁπαλαὶ, πλεῖον ὑπεσκέδασε· Τοῖς δὲ κακοῖσιν ἔπηξε, καὶ ἄτροπον ἔνδον ἔθηκε Τούνεκεν οὐδ᾽ ὀλίγον αἴσχεσι συμφέρεται. Τῶν σύ μοι ἴη ἐοῦσα, πολύχροε· οὐ γὰρ ἔρευθος Αἰδέομ', εἰ καί μοι τόσσον ὕπερθε φέρεις. Τοῦτο γάρ ἐστιν ἔρευθος ἀναιδείης ἀνερεύθου Ἔκγονον, ὃ κλύζει ὄμβρος ὁ πρὶν Σοδόμων. Μὴ γράψῃς τὸ πρόσωπον, ἀτάσθαλε, μηδὲ δολώσῃς Σὸν χρόα. Κάλλος ἐμοὶ μοῦνον, ὃ δῶκε φύσις. Καὶ γὰρ πλοῦτος ἐμοὶ πατρώϊός ἐστιν ἀρείων Τοῦ δ' ὃν ἐμὴ παλάμη οὐχ ὁσίως συνάγει, Καὶ τυτθός περ ἐὼν, πολὺ πλείονος. Ὡς δὲ γυ Στέργω κουριδίην, οὐχὶ δὲ μοιχιδίην · Καὶ γραπτῶν παίδων πολὺ φέρτεροι, οὓς ἐφύτευσα, Καί περ ἀρειοτέρων, οἱ γε χερειότεροι. Τῶν σὺ μνωσμένη τήρει δέμας, οἷον ἐτύχθη, Μηδ' ἐθέλειν δοκέειν ἀνθ᾽ ἑτέρης ἑτέρη. Κελθοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις, Καὶ χρυσοῦ καθαροῦ ἄνθρακές εἰσι κρίσις. Σὸν δὲ σαόφρονα θυμὸν ἀκαλλέϊ κάλλεῖ μορφῆς Σταθμῶμ᾽. ᾿Ασβολόεις μή σε γράφοι Βελίας - Ἢ γὰρ τέφραν ἔθηκαν ὅλην, ἢ καπνὸν ἔχευε, Τόσσον ἀεικίσσας τέρψιος ἀντὶ τόσης. Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἡερίαις, τίμιος εὐγενέταις · Δειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων ῎Αχθεῖ μαργαρέῳ ἀμφιπερικραδάων· Οὐδ᾽ ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα, Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ Χρυσῷ σφιγγομένην, δούλιον εὖχος ἔχειν, Οὐδὲ μύροις μαλακοῖσι τεὸν δέμας, ἠὲ κάρηνον Χρίεσθαι (νεκροὺς ἀμφιέπουσι γύπες)· Μηδὲ μὲν ἐν στομάτεσσι τεοῖς ἄβρωτον ἐδωδὴν Μαλθάσσειν, δονέουσ᾽ ἔνθα καὶ ἔνθα γένυν, Οἷα περιφρονέουσα σαόφρονας· ἐκ δ᾽ ἄρ᾽ ὀδόντων Πέμπειν καὶ διερῶν ἀφρὸν ἀπὸ στομάτων. Μηδὲ δίφρων στεροπῇσιν ἀγάλλεο, μὴ παραφαίνειν Εἶδος ἀπὸ σχιστῶν δαιδαλέων διθύρων, Δερκομένη λεύσσοντας· ἀείρεο μὴ θεραπόντων Πληθύϊ, μὴ δμωαῖς εἰκόσι σῆς κραδίης. Εἴαρος ἄγγελοί εἰσι χελιδόνες, ἄνθος ὀπώρης, Δεσποίνης δμωαί· καὶ τόδε φράζεό μοι. Τῶνδε γὰρ εἰ καὶ ἕκαστον ἀκοσμίη τις ἐλαφρή, Πάντα γ᾽ ἅμ᾿ ἀλλήλοις ἔμπεδός ἐστι μόρος. "Ανθος ἕν ἐστι γυναιξὶν ἐράσμιον, ἐσθλὸν Αἰδώς. Τοῦτο γράφει ζωγράφος ἡμέτερος. Δώσομεν, εἰ ποθέεις, καὶ δεύτερον· ὧχρον ἐφέλκοις Κάλλεϊ σῷ, Χριστοῦ τηκομένη καμάτοις, Εὐχαῖς τε στοναχαῖς τε καὶ ἤμασι νυξὶ τ' ἀΰπνοις · Ταῦτα καὶ ἀζυγέων φάρμακα, καὶ ζυγίων. Χρώματα μὲν τοίχοισι παρήσομεν, ἠδὲ γυναιξὶ Ταῖς, ὁπόσαις λύσση βόρβορός ἐστι νέων. Κεἶναι καὶ σκιρτῷεν ἀναιδέα καὶ γελόψεν, Ἡμῖν δ᾽ οὐδ᾽ ὁράαν μαχλάδας ἐστὶ θέμις. Ὁ τρόπος ἐστὶ γυναιξὶ τὸ τίμιον, οἴκαδε μί- Πλείονα, καὶ θείοις προσλαλέειν λογίοις, Ἱστῷ τ᾽ ἡλακάτῃ τε· τὸ γὰρ γέρας ἐστὶ γυναικῶν Δμωαῖς ἔργα νέμειν, δμῶας ἀλευέμεναι, Χείλεσι δεσμὰ φέρειν, καὶ ὄμμασιν ἠδὲ παρειαῖς, Μηδὲ πόδα προθύρων πολλάκις ἐκτὸς ἔχειν · Χαίρειν θηλυτέρῃσι σαόφροσιν, ἀνδρὶ δὲ μούνῳ, Τῷ μίτρην θεόθεν λύσαο παρθενικήν. Καὶ τῷ μέτρα φέρειν σύ γε θάρσεος, ὥς κεν ὀπά- Πίστιν, ὅτι ξείνων τῆλε μένεις φαέων. Τις πρῶτος χροίησε Θεοῦ πλάσιν; ὣς ἀπόλοιτο Πρῶτος ἀναιδέην χρώμασιν ἐγκεράσας. Ὡς δ' ὁπότ᾽ ἀρνευτῆρες ἀναιδέες, ἄνδρες ἄνανδροι, Εἴδωλον μορφῆς ἔνδοθι κευθομένης Ἔκτοθεν ἐστήσαντο, τὰ δ᾽ ἕσπεται, ὅσσ᾽ ἐπέοικεν ῎Αλματα, καὶ λιγυρῶν αἰσχρὰ λύσις μελέων, ᾿Ανδράσιν ἀφραδέεσσιν ἑαδότα, ὡς ἄρα ταἱ γε, Εσσάμεναι μορφὴν ἔκτοθεν ἀλλοτρίην, Κωμικὸν, οὐχ ἱερὸν αἰδοῦς σκέπας, ἔνθεν ἔπειτα Κίνυνται μορφῆς ἄξια δαιδαλέης. Τῇ περιμοχθίζουσι θύραι, κληἶδες, ἔσοπτρα, Φάρμακα, φαρμακίδες, ἄτρομον οὐδὲ τέγος. Ταῦτ᾽ εἰδογραφίης κενεαυχέος · ἀκομίης δὲ Οὐδὲν ἀμοχθότερον σώφρονος ἀγλαΐης. Εἰ δὲ σὺ κάλλεῖ τόσσον ἐπιπλάστῳ βλεμεαίνεις, Οὗ ποτ᾿ ἂν ἀπλάστῳ σώφρονα θυμὸν ἔχῃς. Ἐσθὴρ εἶδος ἔτευξεν ἐράσμιον· ἀλλὰ τί κείνης Ἔργον ἀριπρεπίης; ἔθνος ἔμεινεν ὅλον. Γράψε ποτ' ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ. Σοὶ δ' οὔτ᾽ ἔργον ἄνακτος ἑλεῖν χόλον, οὔτ᾽ ἐνὶ Μοῖραν ἔχεις· τῷ μοι φείδεο σωφροσύνης. Οὐ τρομέεις ἱερῆας ὑποκλίνουσα κάρηνον, Σκηνὴν ἀμφιθέτοις είδεσι λαμπομένην ; Οὐδὲ χέρες φρίσσουσιν, ἐπὴν ἐς μύστιν ἐδωδὴν Τείνεις, αἷς σὺ γράφεις πένθιμον ἀγλαΐην; Πῶς δὲ σύ γ᾽ ἀθλοφόροισιν, ὅσοις ἴστησι χορείην Λαὸς πασσυδίῃ, τίμιον αἷμα σέβων, Εἶδος ἄγεις πολλῶν θελκτήριον, ὡς ἀγορή τις Πληθὺν ἐφελκομένη ἐν μεσάτῳ πτολίων, Ἢ θηρῶν δείκτῃσιν ὁμοίῖα, τοὶ προφέρουσιν Ἑρπυστὰς σκοτίων δειμαλέοι λαγόνων; Ἀλλὰ, γύναι, μύθοις ἐπιπείθεο ἡμετέροισι, Μή σε νόος τρώσῃ χεῖρας ἐπ' εἶδος ἄγων. Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη - ῎Αλλῃσιν τὰ περισσά· σὺ δ᾽ ἄζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος. Εἰ μέν σοἱ γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ' ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἁγνὸν ἔχουσα Λόγον. Εἰ δὲ σε γε πλευρῆς εἶλεν πόθος, ἧς ἐκεάσθης, Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο · Τοῖς δ᾽ ἄλλοις πάθεσιν, μηδ' ὄναρ ἀντιάᾳν. Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς. Ἔστι καὶ ἐν ῥυπόωσί ποθ' εἴμασι θρύψις ἄσεμνος, Καὶ σεμνότης μαλακοῖς. Ἴστορες οὐκ ὀλίγοι. Ῥυτίς σοι πλέον ἐστὶν, ἐπίστασο, ἢ τὰ μέγιστα Τραύματα κοσμοδίων. ῞Αζεο μαρτυρίην. Οὐδὲ γὰρ ἐν ῥυπόωσι ῥανὶς τόσον, ὁσσάτιόν περ Φαίνεται ἐν καθαροῖς εἵμασιν ἰποχρόοις. Ταῦτ᾽ εἰ μὲν πεπίθοιμεν, ὀνήσομεν· εἰ δὲ πρόσωπον Στήσειας, λάμποις δὶς τόσον, εἰ ποθέεις, Χρυσῷ τ᾽ ἡλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι · Τοῖα χαρίζομ᾽ ἐγὼ ταῖς νεοκαλλιγράφοις. Ἡ στήλη μὲν ἕτοιμος, ἐγὼ δ' ἐπίγραμμα χαράξω · Δεῦρ᾽ ἴθ᾿ ὅσοισι φίλον, κάλλεϊ τερψόμενοι.

Mē kephalas pyrgoute nothois plokamoisi, gynaikes, Thryptousai malakous auchenas ek skopelōn, Mēde Theou morphas epaleiphete chrōmasin aischrois, Ōste prosōpeion, kouchi prosōpa, pherein. Oude gar askepea kephalēn themis andri gynaika Phainein, ē chrysǭ sphingomenōn plokamōn, Ēe komēs adetoio katōmadon entha kai entha Skirtōsēs hapalōn mainados ex anemōn. Oude lophon kathyperthe pherein korythessin homoion, Tēlephanē skopiēn andrasi lampomenēn, Ēe linou malakoio diaugazousan etheiran Kryptēn, amphadiēn, tēnde metōpidiēn, Xanthon apastraptousan, hosē krēdemnon alyxen, Hōs dokeein palamēs erga ponēsamenēs; Eute ton ouch horoōnta didaskalon, apnoon eikō Morphēs stasamenē, kallos ekeithe grapheis. Kallos d᾽ ei men edōke physis, mē kryptet᾿ aloiphę̄, ᾿All' oiois katharon andrasin hymeterois Sōzete, kallotriǭ mēd' ommata lichna pherousai; Ommasi gar kradiē hespetai ouch hosiois ; Ei d᾽ ou geinomenę̄si synespeto, deuteron aischos Pheugete, ek cheirōn kallos ephelkomenai; Kallos, ho gaia pherei, kai ōnion esti gynaixi Pandēmois, obolōn pernomenais oligōn Kallos, ho rhyptomenon chamadis rheei; oude gelōti Istat᾽, epēn lysę̄ charma pareian holēn, Kai dakryōn ochetoisin elenchetai, ikmaleǭ te Deimati, kai psekados lyetai ex oligēs. Hē de paros stilbousa, kai hē chariessa pareiē, Charma meg᾽ exapinēs dichroos exephanē, Perknē, marmaroessa. Melanchros, miltoparę̄s, Pōs dynasai katechein kallos elenchomenon? Taut᾽ ou kinymenoisin agalmasi; soi d᾽ aphorētē Morphē, kai pollois lyomenē pathesi. Touto Theou demas esti, cheros tode; touto palaion, Touto neon. Leimōn anthea dissa pherōn, Terpnōn te stygerōn te amoibadis, ēe tis esthēs Amphichroos zōnais pleiosin helkomenē. Touneken ē pheugein grapton demas, ēe phylassein, Mēd' epilōbēton eideos alkar echein. Histon Pēnelopēs, ton nyx lyen, ēmar hyphainen ; Endothi tēn Hekabēn, ektothi tēn Helenēn. Ei men dē mēchos ti lathein posin, ou men anekton, Eidos apokryptein theioteron broteǭ, Mē se Theos toioisin ameipsētai chalepēnas; Tis, pothen ho plastēs? errhe moi, allotriē. Ou s᾽ egrapsa, kyōn, all᾽ eplasa eikon᾿ emoio; Pōs eidōlon echō eideos anti philou? ᾿All' empēs nousǭ ti parēsomen. Ei d᾽, aridēlon Esti pinax grapheōn eidos epi eidos echōn, Stēlēn aischeos isthi brotois periphanton egeirein Morphēn, hēn sy grapheis empnoon alki noou. Kēpos ᾿Adōnidos hēde teē charis ōlesikarpos, Poulypodos chroiē, grammat᾽ epi psamathōn. Pōs de syg᾽ eidos echousa koloiion (ei ge koloion Eupteron allotriois anthesi mythos echōn, Authis gymnon ethēke geloiïon), ouk alegizeis Aischeos hystatiou, kalleos ollymenou. Elpę̄ d᾽ astyphelikton echein ganos? ou meta dēron "Opseai allotriou kalleos hosson achos. Pynthanom᾽ hōs ti pheriston echei plasis, ēn pote gēras Mystas sēs morphēs andras epespasas. ᾿Andres gar tripsanto ta pharmaka, hois sy gegēthas, Lēïstai megarōn, tektones hēs maniēs. Rhiknōsę̄ morphēn, tēn paros anthophoron ; Tēmos hot᾽ agraphos esti melōn plasis, hōs pyrikau- Leipesthai sarkōn leipsanon ek koniēs ; Opse metaklaiein de melōn dolon, eute pithēkon Rhytisin en pykinais ōse to leipomenon. Toiē pseudomenōn meleōn charis. Alla, pheristē, Nyn stēson morphēs ektypon, hōs to paros. Atrekes ou men egōge dïomai; alla poly prin Mēdena mēd' andrōn euxeai ommat᾿ echein, Hoi se paros klēïzon, ep᾿ ommata d' eichon hetoima Tę̄ kai tę̄ sobarois ithmasi kinymenēn. Kai to, gelōs, andrōn lēthein genos ischanoōsa, Taut' ou sōphrosynēs ta sophismata, machlosynēs de. Pan gar ho technazę̄ arrhesi, machlosynē. Phasi taō megalauchon, epēn perikyklon egeirē Ēpaphen, euthaleos te aphar balen ek paradeisou, Auchena kyrtōsas chryseon, asteroeis, Klazein thēlyterais philotēsios. Ei de sy morphēn Ou sphrigoōsi grapheis ommasi, thauma m᾿ echei. Ei men gar posios sou echeis pothon, hōs son ekeinos, Exeti tou, hot᾽ erōn s᾽ ēgage pros thalamous Kouridiēn thalethousan, echeis charin; ei de sy g᾽ allōn Ommasin andaneeis, touto posis stygeei. Ēe pseudomenēn ouch hosiōs propherein. Tę̄ men gar posis estin eparkios; hē d᾽ epi pollois "Allas men ballousin epesbolię̄si phaeinas, ᾿Allē d᾽ au potamoio kalois epemēnato rheithrois, Istatai, hōs te linon hiptamenōn agelę̄. Terpē terpomenǭ, kai ameibeai opsin opōpę̄, Autar epeita gelōs, kai logos antithetos, Kleptomenoi to prōton, epeita de tharsos echontes. Mēketi moi ta prosō phthengeo, glōssa lale. ᾿Alla tod' atrekeōs mythēsomai, ouden akentron Tōn hosa thēlyterais paizetai amphi neois. Panta gar allēloisin ham' hespetai, hōste sidēros, Hon magnēs eryei, allon hyp᾿ allon agōn. Hōs ophelon psimythois kai phykesin, anti gynaikōn, Stilbein, kai liparōs, aneres aphradees, Hoi toson aischos echontes en ophthalmoisi synoikon, Terpontai kakię̄, achlyn ephessamenoi ; Autoi d᾽ en spheterois aischesin eisi syes; Ē tacha kai sypheoisin eni skotioisi pesoien, Eirchthentes Kirkēs chrismasi thērotokois, Hoi mēt᾽ echthairousi, kai hōs pyri kankanon hylēn Ballous᾽, hēn eryein lōïon hēe pherein. ᾿Allon gar t᾽ allos tis anēr kosmoisi gynaikōn Nikōs', aphradię̄ pleion echein ethelōn. Pollaki kai kteanōn epideuees, hōs ken egeirein Hybrin eōn alochōn, pleion echousi ponon. Echthrǭ d' hou pot' orexas heon xiphos, oude charadrę̄ Soisin ep᾿ astachysin hōpasas euodiēn. Pandōrēn enepousi, pyros maleroio klapentos, Poinēn hēmeriois antiton elthemenai, ᾿Anti pyros pyr allo, kalou kakon, hōs ke phlegę̄si Kai pleon, askēsai kallesi daidaleois Dysmeneos te dolos, parphasiē t᾿ alochou. Houtos soi nomos esti patrōios exeti keinou, Mē pot' ep᾿ euchroię̄ tharsos echein, thygater. Pan men kallos emoi, baiē charis, eiar eneike, Kai cheimōn kryeros alesen exapinēs. Hē nousos min ekampsen aōrion, ē chronos ainos Ōlese, tēkedanōn kykla pherōn eteōn. Daimonas, allo ti d' allon epiklopon eis hen agontas. Symphertēn apatēn andrasin empelasai, Deipnolochēn, doloessan, anaidea, meilichomython, Terpōlēn oloēn, dalon aeiphlegea. Ou men dē mythois epipeithomai; ei de keleueis, Mē sy ge Pandōrē gineo daidaleē. Pandōrēs genos eisin anaidees; alla sy Christou Touto de kai pleon esti geloiion ; oiden akosmon Eikōn, sōphrosynę̄ lampeo kai prapisin. ᾿Allos d᾽ ouketi mythos, emōn d' epeōn epakouson, Hous soi theiotatōn phthenxomai ek logiōn. Ouk aïeis kai prosthe teon pater᾽ hōs apatēsen ᾿Androphonoio phytou euchroos aglaïē Eidos echousa gynē, kai pateei Danaēn, Aischei kydioōsa. To d' aischion (hōs enepousin Idries, ou gar egō, tēsde kakorrhaphiēs), Xynēn nouson echousi, kai allēlas ethelousi Keuthein. Tipte nosou tēsde chereioteron ? Tektōn tektonos ergon epistatai, idris aoidos Idrin aoidosynēs, phōra de phōr edaē. ᾿All' ai g' ouk ethelousi ta per noeousi, noeisthai. Ē rh᾽ eteon, kakiē ommata pēra pherei. Hōs d' andres tiousi ta per geloōsi prosōpa, Terpomenoi chroiais kinymenōn pinakōn. Outi toson pinakessin oiomai, hosson ep᾿ andrōn Thymǭ, tou telethei chrōmata martyriē. Pynthanom᾽ hōs keneēn, kai aneideon, hysterophōnon Ēchō tis potheōn, plazeth' hyper skopelōn - Kai morphēs tis heēs pot' erassato, kai kat' Ēlat᾿ ep᾽ eidōlǭ kalleos oulomenou. Maineto, oud᾽ ochthas ēg᾽ apeleipe philas; Lapten hydōr, cheiressin aphysseto, aphron emarpten; ᾿All' oud᾽ hōs pyroeis hydasi lēge pothos. Houtō typhlon erōs kai anarsion. Ou mega thauma, Ei tina kai sy neōn tēle nooio balois, Euchroos, habrochitōn, rhododaktylos, hypsikarēnos, Ouch hena, alla tosous, hossatioisi graphę̄. Peithomai, hōs pote tauron anēr sophos ēpaphe technę̄, Chrōmasi morphōsas dourateēn damalin (Xeinos erōs ! apnooisin ep᾿ eidesin empnoa bainei, Hoppote kai sy neois mēsao toion agos., Orpheus thēras epeithe, sy d᾽ aneras, oisin homoios Thēresin esti noos, thēlymanēs te bios. Ei toi mē sarkessi charizeai, anti de sarkōn Ommasi, kai to, nosos ēeriē philotēs. Pōs de sy tosson erōtos ep᾿ andrasi keston All᾿ atrōtos holē; nai peithomai, oude tod᾽ esthlon Estin emoi keneēs doxan echein kakiēs. Hōs d' an kai pollę̄si nomon grapseias ako Kai pinytē per eous'. Eudromon hē kakiē. ᾿Allōn men rhypoōnta bion technasmasi keuthein, Soi de saophrosynēn kai ti melan phoreein. Ei gar sōphrones eisin epanthees, hou pot᾽ an allas Peisais thēlyteras sōphrona thymon echein. Mythos d᾽ hēmeteroio nomou, mēd' ommata ballein Eunin ep᾿ allotriēn, moichidioisi pothois. Archē gar philotētos anaideos opsis anaidēs, Tēn ken anēr pheugōn, kai kakotēta phygoi. Lysigamoio, gynai, tēle meneis kakiēs, Ei d᾽ age, soi kai mython eoikota mythologēsō Aischesin hymeterois. Hē poliē de lalon. ᾿Akriton ēn toparoithe brotōn genos, hos te pheristos, Os te chereioteros, hōs phatis ōgygiē. Polloi men dokeeskon anarsioi, ontes aristoi, Polloi d᾽ aut᾿ agathoi, empalin aphradees. Kydos atimotatoisin, atimiē de t' aristois Espeto, outi dikę̄ tōn d᾽ epameibomenōn. ᾿All' ou lēthen anakta Theon kakiē medeousa Opse d᾽ alastēsas toion eeipen epos ; Ou themis est᾽ agathoisin homon kleos ēde kakoisin Emmenai, hōd᾽ an eoi pleioterē kakiē. Touneka toisin egō sēmēion esthlon hopassō, "Ophr' eu ginōskę̄s, hos kakos, hos t' agathos. Hōs eipōn erythēne parēïa tois agathoisin, Haim᾽ hypo derma cheas, aischeos ornymenou ; Thēlyterais de malista, epei kai eidos araiai Kai kradiēn hapalai, pleion hypeskedase; Tois de kakoisin epēxe, kai atropon endon ethēke Touneken oud᾽ oligon aischesi sympheretai. Tōn sy moi iē eousa, polychroe; ou gar ereuthos Aideom', ei kai moi tosson hyperthe phereis. Touto gar estin ereuthos anaideiēs anereuthou Ekgonon, ho klyzei ombros ho prin Sodomōn. Mē grapsę̄s to prosōpon, atasthale, mēde dolōsę̄s Son chroa. Kallos emoi mounon, ho dōke physis. Kai gar ploutos emoi patrōïos estin areiōn Tou d' hon emē palamē ouch hosiōs synagei, Kai tytthos per eōn, poly pleionos. Hōs de gy Stergō kouridiēn, ouchi de moichidiēn ; Kai graptōn paidōn poly pherteroi, hous ephyteusa, Kai per areioterōn, hoi ge chereioteroi. Tōn sy mnōsmenē tērei demas, hoion etychthē, Mēd' ethelein dokeein anth᾽ heterēs heterē. Kelthoi men krinousi gonon Rhēnoio rheethrois, Kai chrysou katharou anthrakes eisi krisis. Son de saophrona thymon akalleï kallei morphēs Stathmōm᾽. ᾿Asboloeis mē se graphoi Belias - Ē gar tephran ethēkan holēn, ē kapnon echeue, Tosson aeikissas terpsios anti tosēs. Ou chrysos lithakessi diaplokos ommata ballōn Augais hēeriais, timios eugenetais ; Deiropedē stēthessi peritrochos, ouas atizōn ᾿Achthei margareǭ amphiperikradaōn; Oud᾽ hosos amphi karēnon hypertatos, ou polychrysos Esthēs, leptaleōn daidala erga mitōn, Porphyrea, chrysea, dialampea, sigaloenta, Oude pareiaōn pharmaka leugalea, Kosmos thēlyterais; ou cheilea porphyroenta, Ou graptōn blepharōn ophryn hyperthe pherein Kyaneēn, dieras te koras entosthen helissein, Ouk opi thryptomenę̄ eumenes ouas agein, Oude cheras te podas te philǭ kai hēdeï desmǭ Chrysǭ sphingomenēn, doulion euchos echein, Oude myrois malakoisi teon demas, ēe karēnon Chriesthai (nekrous amphiepousi gypes); Mēde men en stomatessi teois abrōton edōdēn Malthassein, doneous᾽ entha kai entha genyn, Hoia periphroneousa saophronas; ek d᾽ ar᾽ odontōn Pempein kai dierōn aphron apo stomatōn. Mēde diphrōn steropę̄sin agalleo, mē paraphainein Eidos apo schistōn daidaleōn dithyrōn, Derkomenē leussontas; aeireo mē therapontōn Plēthyï, mē dmōais eikosi sēs kradiēs. Eiaros angeloi eisi chelidones, anthos opōrēs, Despoinēs dmōai; kai tode phrazeo moi. Tōnde gar ei kai hekaston akosmiē tis elaphrē, Panta g᾽ ham᾿ allēlois empedos esti moros. "Anthos hen esti gynaixin erasmion, esthlon Aidōs. Touto graphei zōgraphos hēmeteros. Dōsomen, ei potheeis, kai deuteron; hōchron ephelkois Kalleï sǭ, Christou tēkomenē kamatois, Euchais te stonachais te kai ēmasi nyxi t' aÿpnois ; Tauta kai azygeōn pharmaka, kai zygiōn. Chrōmata men toichoisi parēsomen, ēde gynaixi Tais, hoposais lyssē borboros esti neōn. Keinai kai skirtǭen anaidea kai gelopsen, Hēmin d᾽ oud᾽ horaan machladas esti themis. Ho tropos esti gynaixi to timion, oikade mi- Pleiona, kai theiois proslaleein logiois, Histǭ t᾽ hēlakatę̄ te; to gar geras esti gynaikōn Dmōais erga nemein, dmōas aleuemenai, Cheilesi desma pherein, kai ommasin ēde pareiais, Mēde poda prothyrōn pollakis ektos echein ; Chairein thēlyterę̄si saophrosin, andri de mounǭ, Tǭ mitrēn theothen lysao parthenikēn. Kai tǭ metra pherein sy ge tharseos, hōs ken opa- Pistin, hoti xeinōn tēle meneis phaeōn. Tis prōtos chroiēse Theou plasin? hōs apoloito Prōtos anaideēn chrōmasin enkerasas. Hōs d' hopot᾽ arneutēres anaidees, andres anandroi, Eidōlon morphēs endothi keuthomenēs Ektothen estēsanto, ta d᾽ hespetai, hoss᾽ epeoiken ᾿Almata, kai ligyrōn aischra lysis meleōn, ᾿Andrasin aphradeessin headota, hōs ara tai ge, Essamenai morphēn ektothen allotriēn, Kōmikon, ouch hieron aidous skepas, enthen epeita Kinyntai morphēs axia daidaleēs. Tę̄ perimochthizousi thyrai, klēides, esoptra, Pharmaka, pharmakides, atromon oude tegos. Taut᾽ eidographiēs keneaucheos ; akomiēs de Ouden amochthoteron sōphronos aglaïēs. Ei de sy kallei tosson epiplastǭ blemeaineis, Hou pot᾿ an aplastǭ sōphrona thymon echę̄s. Esthēr eidos eteuxen erasmion; alla ti keinēs Ergon ariprepiēs? ethnos emeinen holon. Grapse pot' ommata pornēs Iezabel agriothymos, Louse ge mēn pornas haimati pornidiǭ. Soi d' out᾽ ergon anaktos helein cholon, out᾽ eni Moiran echeis; tǭ moi pheideo sōphrosynēs. Ou tromeeis hierēas hypoklinousa karēnon, Skēnēn amphithetois eidesi lampomenēn ? Oude cheres phrissousin, epēn es mystin edōdēn Teineis, hais sy grapheis penthimon aglaïēn? Pōs de sy g᾽ athlophoroisin, hosois istēsi choreiēn Laos passydię̄, timion haima sebōn, Eidos ageis pollōn thelktērion, hōs agorē tis Plēthyn ephelkomenē en mesatǭ ptoliōn, Ē thērōn deiktę̄sin homoiia, toi propherousin Herpystas skotiōn deimaleoi lagonōn? Alla, gynai, mythois epipeitheo hēmeteroisi, Mē se noos trōsę̄ cheiras ep' eidos agōn. Mē sy ge, mē keinę̄sin homoploos, ō tekos, eiēs, Mē sy ge symphradmōn, mēde synōrophiē - ᾿Allę̄sin ta perissa; sy d᾽ azeo cheilesin andrōn Kai klēïzomenē. Touto gynaixi kleos. Ei men soi ge bios paneleutheros epleto desmōn, Christǭ zōe monǭ, pant' aposeisamenē, Parthenos aiglēessa, periphrōn, aglaomētis, Nymphion hēs kradiēs hagnon echousa Logon. Ei de se ge pleurēs eilen pothos, hēs ekeasthēs, Mounēn ge pleurēn amphiepein philiēn, Esthlon philtron echousa, eleutheron anti kakoio ; Tois d᾽ allois pathesin, mēd' onar antiaąn. Kai sy Theou megaloio parastati, oude sy lētheis, Ēn pote tǭ chthamalǭ thēly ti synkerasę̄s. Esti kai en rhypoōsi poth' eimasi thrypsis asemnos, Kai semnotēs malakois. Istores ouk oligoi. Rhytis soi pleon estin, epistaso, ē ta megista Traumata kosmodiōn. ῾Azeo martyriēn. Oude gar en rhypoōsi rhanis toson, hossation per Phainetai en katharois heimasin ipochroois. Taut᾽ ei men pepithoimen, onēsomen; ei de prosōpon Stēseias, lampois dis toson, ei potheeis, Chrysǭ t᾽ hēlektrǭ te kai argyrǭ ēd᾽ elephanti ; Toia charizom᾽ egō tais neokalligraphois. Hē stēlē men hetoimos, egō d' epigramma charaxō ; Deur᾽ ith᾿ hosoisi philon, kalleï terpsomenoi.

Against Women Who Adorn Themselves Do not tower up your heads with false locks, women, bending your soft necks as from lookouts, nor smear the forms God made with shameful colours, so as to wear masks and not faces. For it is not lawful for a woman to show a man an uncovered head, nor one with locks bound up in gold, nor with unbound hair that leaps this way and that over the shoulders, like a maenad's, in the soft winds. Nor to wear a crest on top, like helmets, a far-seen lookout shining for men, nor hair shining through soft linen, hidden yet open, this hair on the forehead, flashing gold, as much as has escaped the veil, so as to seem the work of a toiling hand; when, setting up a lifeless image of your form as a teacher that cannot see, you paint your beauty from it. If nature gave you beauty, do not hide it with ointment, but keep it pure for your husbands alone, not bringing greedy eyes to another; for the heart follows unholy eyes. But if it did not come with you at birth, flee a second shame, drawing beauty from your hands: a beauty which earth produces, and which is for sale to women who are common, bought for a few obols; a beauty which, when washed, runs down to the ground; nor does it stand up to laughter, when joy loosens the whole cheek, and it is exposed by streams of tears, and by moist fear, and is dissolved by a little drop of rain. And the cheek that gleamed before, the lovely cheek, a great delight, suddenly appeared two-coloured, dappled, marbled. Black-skinned, red-cheeked woman, how can you hold on to a beauty that is exposed? These things are for statues that do not move; but your form is unbearable, and dissolved by many passions. This is God's body, this the hand's; this is old, this new. A meadow bearing two kinds of flowers, pleasant and hateful by turns, or a garment of two colours, drawn out in many stripes. Therefore either flee a painted body, or guard it, and do not have a defence of your looks that is open to ruin. Penelope's web, which night undid and day wove: within a Hecuba, without a Helen. If it is a device to escape your husband's notice, it is not to be borne that you hide a form more divine under a mortal one, lest God, angered, repay you in such words: "Who is the fashioner? Whence? Away with you, stranger! I did not paint you, bitch, but fashioned you an image of myself; how is it that I have an idol instead of a dear form?" But still we will make some allowance for disease. But if it is plain that a painter's picture has form upon form, know that you raise up for mortals a conspicuous pillar of shame, the form you paint, as if alive, by the skill of your mind. This charm of yours is a garden of Adonis, which destroys its fruit, the colour of an octopus, letters on the sand. And how, having the form of the jackdaw (if indeed the fable, which had the jackdaw well-feathered with others' flowers, made it naked again and ridiculous), do you not heed the final shame, when your beauty perishes? Do you hope to keep an unshaken gleam? Before long you will see how great a grief borrowed beauty is. I hear that this moulding is a fine thing, until old age [a misplaced line:] having drawn men as initiates of your form. For men have ground the drugs in which you delight, robbers of homes, builders of their own madness. shrivels the form that once bore flowers; then, when the moulding of the limbs is unpainted, as from a burnt corpse a remnant of flesh is left out of the dust; and it is late to lament the deceit of the limbs, when it has thrust what is left into the thick wrinkles of an ape. Such is the charm of lying limbs. But, my excellent woman, now set up the stamp of your form as before. I do not think you can, exactly; but long before then you will pray that no one, not even of the men, had eyes, who once praised you, and had their eyes ready for you as you moved this way and that with haughty steps. And this, a laughingstock, longing to escape the notice of men, these are not the devices of temperance, but of lust. For all that you contrive for males is lust. They say the boastful peacock, when it raises the circle of its tail, [a misplaced line:] he deceived, and at once cast out of the flourishing paradise, curving its golden neck, starry, cries out for love to the females. But if you paint your form not for lusting eyes, I am amazed. For if you have a longing for your husband, as he for you, ever since, in love, he led you to the bridal chamber, a blooming bride, you have grace; but if you please the eyes of others, this your husband hates. or to present a false appearance impiously. For to the one her husband is enough; but the other, for many, [a misplaced line:] Some they pelt with abuse, the shining ones, Another again has gone mad over the beautiful streams of a river, stands, like a net for a flock of flying birds. You delight in the one who delights in you, and return glance for glance, and then laughter, and words in answer, stolen at first, and then made bold. Speak no further, chattering tongue. But this I will say truly: nothing is without its sting of all the games women play around young men. For all things follow one another together, like iron which the magnet draws, leading one link after another. Would that with white lead and rouge, instead of women, the foolish men themselves would shine, and sleekly, who, having such a shame living with them before their eyes, delight in wickedness, wrapped in a mist, and are themselves swine in their own shames; or may they quickly fall into dark sties, shut in by Circe's beast-breeding ointments, men who do not even hate it, but, like dry wood into fire, throw it in, when it were better to restrain it than to bear it. For one man surpasses another in the adornments of his women, wishing in his folly to have more. Often even lacking possessions, so as to rouse the pride of their wives, they have the more toil. You never held out your sword to an enemy, nor gave a torrent an easy way through your ears of grain. They say that Pandora, when the devouring fire had been stolen, came to mortals as a penalty in requital, fire for fire, evil for good, so as to burn even more, adorned with intricate beauties, the guile of an enemy and the deceit of a wife. This is your ancestral law ever since then, never to have confidence in a fair complexion, daughter. All my beauty, a brief charm, the spring brought, and chill winter destroyed it suddenly. Disease bent it before its time, or dread time destroyed it, bringing round the circles of wasting years. [a misplaced line:] the demons, bringing one thieving gift after another into one, to bring near to men a composite deceit, a lurker at dinners, wily, shameless, honey-tongued, a destructive delight, an ever-burning brand. I do not believe myths; but if you bid me, do not you become an intricate Pandora. Shameless women are the race of Pandora; but you, Christ's [a misplaced line:] And this is still more ridiculous: it knows the unadorned image, shine with temperance and with understanding. No more of myth, but hear my words, which I will speak to you from the most divine oracles. Have you not heard how once your father was deceived by the fair-coloured splendour of a man-slaying plant? a woman having the form, and tramples on Danae, glorying in shame. And what is more shameful (as those who know it say, for I do not, of this evil stitching), they have a common disease, and wish to hide one another. What is worse than this disease? A carpenter knows a carpenter's work, a skilled singer one skilled in song, and a thief knows a thief. But they do not wish what they understand to be understood. Truly wickedness has blinded eyes. So men honor the faces they laugh at, delighting in the colours of moving pictures. I do not blame the pictures so much as the minds of the men, of which the colours are a witness. I hear that someone, longing for empty, formless Echo, who speaks after others, wanders over the crags; and someone once fell in love with his own form, and down he leapt upon the image of his ruinous beauty. He raved, nor would he leave the dear banks; he lapped the water, drew it up with his hands, grasped the foam; but not even so did his fiery longing cease with the water. So blind is love, and hostile. It is no great wonder if you too should drive some young man far from his mind, fair-skinned, soft-robed, rosy-fingered, holding your head high, not one, but as many as you paint yourself for. I believe that once a clever man deceived a bull by art, shaping a wooden heifer with colours (strange love! the living mounts lifeless forms), when you too have devised such a pollution for young men. Orpheus persuaded beasts, and you persuade men whose mind is like the beasts', and their life mad for women. If you do not gratify their flesh, but instead of their flesh their eyes, this too is a disease, an airy love. And how do you cast so great a girdle of love upon men, but are yourself wholly unwounded? Yes, I believe it; but this too is not a good thing to me, to have the reputation of an empty wickedness. And how you might write a law for many women, against your will, even though you are sensible! Wickedness runs swiftly. It is for others to hide a filthy life by contrivances, but for you to wear temperance and something dark. For if temperate women are flowery, you could never persuade other women to have a temperate heart. The word of our law is not even to cast your eyes upon another's bed with adulterous longings. For the beginning of shameless love is a shameless look, and a man who flees it would flee wickedness too. … you remain, woman, far from the wickedness that dissolves marriages. Come, then, I will tell you a fable fitting your shameful deeds. Grey hair is talkative. Of old the race of mortals was undistinguished, who was best and who was worse, as the ancient story goes. Many seemed hostile who were the best, and many again good who were, on the contrary, foolish. Glory followed the most dishonorable, and dishonor the best, with no just exchange between them. But wickedness ruling did not escape the notice of God the King; and at last, indignant, he spoke such a word: "It is not lawful for the good and the wicked to have the same fame; so wickedness would increase. Therefore I will give them a good sign, so that you may know well who is wicked and who is good." So saying, he reddened the cheeks of the good, pouring blood beneath the skin when shame arose; and in women most of all, since they are both delicate in form and tender in heart, he spread it more beneath; but in the wicked he fixed it, and set it unchangeable within; therefore it does not mingle in the least with their shameful deeds. Of these you are one for me, many-coloured; for I do not respect your blush, even if you wear so much of it on top. For this blush is the offspring of a shamelessness that does not blush, which the rain that once fell on Sodom washes away. Do not paint your face, reckless woman, nor falsify your skin. Beauty for me is only what nature gave. For my ancestral wealth too is better for me than that which my hand gathers unholily, even though it is small, much better than more. And as I love a wedded wife, and not an adulterous one, and the children I begot are far better than painted ones, even though those are finer, these worse: mindful of these things, keep your body as it was made, and do not wish to seem another woman in place of another. The Celts judge their offspring by the streams of the Rhine, and coals are the test of pure gold. But your temperate heart I weigh by the unadorned beauty of your form. May sooty Beliar not paint you; for he made the whole of it ash, or poured smoke over it, disfiguring so much in return for so much delight. Not gold interwoven with gems, striking the eyes with airy rays, precious to the nobly born; not a necklace running round the breast, nor slighting the ear by swinging round it a weight of pearls; nor all that sits on top of the head, nor a garment heavy with gold, intricate work of fine threads, purple, golden, transparent, glossy, nor the miserable drugs for the cheeks, are an adornment for women; nor purple lips, nor to carry above painted eyelids a dark brow, and to roll moist pupils within, nor to draw a kindly ear with a coaxing voice, nor, with a dear and sweet bond, your hands and feet bound in gold, to have a slavish boast, nor to anoint your body or your head with soft perfumes (vultures attend on corpses); nor to soften uneaten food in your mouth, shaking your jaw this way and that, as if despising the temperate, and from your teeth and your moist mouth sending out foam. Nor take pride in the flashing of carriages, nor show your form through the intricate split doors, looking at those who look; do not exalt yourself on a crowd of servants, nor on maidservants who are images of your heart. Swallows are the messengers of spring, the flower of autumn; maidservants are their mistress's: mark this from me as well. For if each of these is a light lack of order, all together they are a firm doom. There is one flower lovely to women, a good one: modesty. This our painter paints. We will give you a second, if you desire it: may you draw paleness upon your beauty, wasting away in the labors of Christ, with prayers and groans and sleepless days and nights: these are the cosmetics of the unwedded and of the wedded. Colours we will leave to walls, and to such women as are the mire of young men's madness. Let them leap shamelessly and laugh; but for us it is not lawful even to look at lewd women. Character is what is precious in women, to stay at home more, and to converse with the divine oracles, with the loom and the distaff; for the honor of women is to assign work to the maids, to avoid the menservants, to bear bonds on the lips, and on the eyes and cheeks, and not often to set foot outside the doors; to delight in temperate women, and in the man alone for whom, by God's will, you loosed your maiden girdle. And with him bear the measure of boldness, so that you may give him assurance that you keep far from the eyes of strangers. Who first coloured God's handiwork? May he perish, the first who mixed shamelessness with colours! As when shameless tumblers, unmanly men, set up outside an image of a form hidden within, and there follow all the fitting leaps, and the shameful loosening of shrill limbs, pleasing to foolish men, so these women, putting on outside a form not their own, a comic, not a sacred, covering of modesty, then move in ways worthy of their intricate form. For this toil doors, keys, mirrors, drugs, sorceresses, and not even the roof is free of fear. This is the work of vainglorious face-painting; but nothing is less toilsome than the temperate splendour of the unadorned. And if you swagger so much in a moulded beauty, you will never have a temperate heart in an unmoulded one. Esther made her form lovely; but what was the work of her surpassing beauty? A whole nation survived. Fierce Jezebel once painted her eyes like a harlot, but she washed harlots in harlot's blood. But you have no work of seizing a king's wrath, nor any share in a nation; so spare your temperance, I pray. Do you not tremble at the priests, bowing your head, you who shine in a tent of borrowed looks? Nor do your hands shudder, when you stretch out to the mystic food the hands with which you paint a mournful splendour? And how do you bring to the prize-winners, for whom the whole people sets up a dance, revering their precious blood, a form that bewitches many, like a market drawing a crowd in the middle of the cities, or like the showmen of beasts, who in fear bring out creeping things from dark hollows? But, woman, be persuaded by our words, lest your mind wound you, bringing your hands to your face. Do not you, do not you, my child, be a fellow voyager with those women, nor their confidante, nor under the same roof. Let others have the superfluous things; but you shrink from the lips of men, even when they praise you. This is glory for women. If your life was wholly free of bonds, live for Christ alone, having shaken off everything, a shining virgin, prudent, splendid in counsel, having the pure Word as the bridegroom of your heart. But if longing took hold of you for the rib from which you were split, cherish the rib of your love alone, having a good love-charm, a free one instead of an evil one; and do not meet the other passions even in a dream. And you, attendant of the great God, you do not escape notice either, if ever you mix something womanish with the lowly. There is sometimes, even in filthy garments, an unseemly luxury, and dignity in soft ones. Not a few are witness of it. A wrinkle matters more for you, be sure of it, than the greatest wounds for those of the world. Respect the testimony. For not even in filthy garments does a drop show as much as it shows on clean, white garments. If we persuade you of these things, we shall do you good; but if you set up your face, may you shine twice as much, if you desire it, with gold and electrum and silver and ivory: such gifts I give to the newly beautiful painted women. The pillar is ready, and I will carve the inscription: "Come here, all who wish, to take delight in beauty."

1 Cor 11:5 (allusion, high confidence) · 1 Tim 2:9 (allusion, high confidence) · 1 Pet 3:3 (allusion, high confidence) · 1 Pet 3:4 (allusion, medium confidence) · Gen 1:27 (echo, medium confidence) · Gen 3:6 (allusion, high confidence) · Matt 5:28 (allusion, high confidence) · Gen 19:24 (allusion, medium confidence) · Esth 2:17 (allusion, high confidence) · 2 Kgs 9:30 (allusion, high confidence) · 1 Kgs 22:38 (allusion, medium confidence) · Gen 2:21 (allusion, high confidence) · Gen 2:22 (allusion, high confidence) · 1 Cor 7:34 (echo, medium confidence) · 2 Cor 11:2 (echo, medium confidence) · Prov 31:19 (echo, medium confidence) · Titus 2:5 (echo, medium confidence) · Jer 4:30 (echo, medium confidence) · Ezek 23:40 (echo, medium confidence) · Isa 3:16 (echo, medium confidence) · Eph 5:27 (echo, low confidence) · Jude 1:23 (echo, low confidence)

Notes and citation

Summary: Gregory rebukes Christian women who dye their hair, paint their faces and adorn themselves with gold, arguing that cosmetics falsify God's image, invite lust and vanity, and urging modesty, the paleness of prayer and fasting, and the pure beauty of virgins and faithful wives.

  • The title is Migne's heading (Κατὰ γυναικῶν καλλωπιζομένων). Elegiac couplets, translated line by line. Migne's marginal letters and numbers and stray marks were removed by logged corrections.
  • The scan has disturbed the order of many lines. Some verses are run into other lines or stand far from their couplets (lines 61, 79, 88, 125, 131 contain misplaced verses, translated where they stand and marked 'a misplaced line'); the second half of line 61 belongs after line 63 or 64, the verse in line 79 belongs to the story of the serpent in paradise, and the verse in line 125 to the Pandora story (lines 114–118). Several lines are incomplete or garbled (lines 87, 137, 172, 182); nothing has been supplied, and they are translated by sense.
  • Lines 5–8 cite the rule that a woman should not show an uncovered head (1 Cor 11:5–6). Lines 41–42: Penelope's web; 'within a Hecuba, without a Helen' (old within, young without).
  • Lines 53–60: the gardens of Adonis (quick-growing and quickly withered), the octopus that changes colour, and Aesop's jackdaw dressed in borrowed feathers. Lines 114–132: the myth of Pandora (Hesiod), which Gregory says he does not believe.
  • Lines 135–136: Eve's deception by the fair-seeming tree (Gen 3:6). Lines 150–156: Echo and Narcissus. Lines 161–164: Pasiphae's wooden heifer. Line 165: Orpheus.
  • Lines 178–181: Christ's rule against looking with desire (Matt 5:28). Lines 185–206: Gregory's own fable of the blush given by God as the sign of the good, which the painted woman counterfeits. Line 217: the Celts were said to test their children's legitimacy in the Rhine.
  • Lines 287–290: Esther's beauty saved her people (Esth 2:17; 4–8); Jezebel painted her eyes (2 Kgs 9:30); the harlots washed in blood allude to 1 Kgs 22:38. Lines 293–302: painted women approaching the priests, receiving the mystic food (the Eucharist), and attending the martyrs' festivals.
  • Lines 309–316: if unmarried, live for Christ alone as a virgin with the Word as bridegroom; if married, love the husband from whose rib woman was taken (Gen 2:21–22). Lines 317–318 address a man or woman in the service of God.

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter; Migne's marginal letter and line number; Migne's marginal line number; OCR misread σ as τ; stray mark and a marginal variant reading (πόρναις) leaked from the apparatus; stray mark of the scan; words run together by the scan): Α. Πανδήμοις → Πανδήμοις; ὕφαινεν • → ὕφαινεν ·; 6ο → ; Α. Μύστας → Μύστας; Α "Ἄλλας μὲν → "Ἄλλας μὲν; Α 185 Πῶς δὲ σὺ → Πῶς δὲ σὺ; ταοφροσύνην → σαοφροσύνην; Καὶτυτθός → Καὶ τυτθός; Α 240 Χρυσῷ → Χρυσῷ; ἀπόλοιτο | → ἀπόλοιτο; | Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ. [πόρναις → Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ.; Α 295 Σοὶ δ' → Σοὶ δ'.

Extrabiblical texts: Hesiod, Op. 60–82 (Hesiod, Works and Days; allusion); Hesiod, Theog. 570–589 (Hesiod, Theogony; allusion); Homer, Od. 2.104 (Homer, Odyssey; allusion); Aesop (Aesop, Fables; allusion)

Topics: Ethics, Marriage

Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.29 (PG 37:883–908; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-29). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-29) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.

1.2.30PG 37:907–910

Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν. Βίου τὸ κέρδος, ἐκβιοῦν καθ' ἡμέραν. Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. Δεινὸν πένεσθαι, χεῖρον δ᾽ εὐπορεῖν κακῶς. Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὧν. Ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσης. Ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως. Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. Νόει τὰ πάντα, πρᾶσσε δ᾽ ἃ πράσσειν θέμις. Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. Ὅτ' εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. Πάντ᾽ εὐχαρίστως δεῖ δέχεσθαι τὰκ Θεοῦ. Ῥάβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. Ὕβριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. Φύλασσε σαυτὸν, πτῶμα δ᾽ ἄλλου μὴ γέλα. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ᾽ αἶσχος μέγα. Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ. Ὢ τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;

Archēn hapantōn kai telos poiou Theon. Biou to kerdos, ekbioun kath' hēmeran. Ginōske panta tōn kalōn ta dramata. Deinon penesthai, cheiron d᾽ euporein kakōs. Euergetōn nomize mimeisthai Theon. Zētei Theou soi chrēstotēta chrēstos hōn. Hē sarx krateisthō kai damazesthō kalōs. Thymon chalinou, mē phrenōn exō pesēs. Histē men omma, glōssa de stathmēn echoi. Kleis ōsi keisthō, mēde porneuoi gelōs. Lychnos biou soi pantos hēgeisthō logos. Mē soi to einai tǭ dokein hyporrheoi. Noei ta panta, prasse d᾽ ha prassein themis. Xenon seauton isthi, kai tima xenous. Hot' euploeis, malista memnēso zalēs. Pant᾽ eucharistōs dei dechesthai tak Theou. Rhabdos dikaiou pleion, ē timē kakou. Sophōn thyras ektribe, plousiōn de mē To mikron ou mikron, hotan ekpherę̄ mega. Hybrin chalinou, kai megas esę̄ sophos. Phylasse sauton, ptōma d᾽ allou mē gela. Charis phthoneisthai, to phthonein d᾽ aischos mega. Psychē thyoito mallon ē to pan Theǭ. Ō tis phylaxei tauta, kai sōthēsetai?

An Acrostic of Verses on All the Letters Make God the beginning and the end of all things. The gain of life is to live it out day by day. Get to know all the deeds of the good. Hard it is to be poor, but worse to be rich wickedly. Doing good, think that you are imitating God. Seek God's kindness for yourself by being kind. Let the flesh be ruled and tamed well. Bridle anger, lest you fall out of your mind. Keep your eye still, and let your tongue have a measure. Let a key lie on your ears, and let your laughter not play the harlot. Let the word lead you as the lamp of your whole life. Let not your being slip away through seeming. Understand all things, but do what it is right to do. Know yourself a stranger, and honor strangers. When you sail well, remember the storm most of all. All that comes from God must be received with thanksgiving. The rod of the just is better than the honor of the wicked. Wear out the doors of the wise, but not those of the rich. The small is not small when it brings about something great. Bridle insolence, and you will be greatly wise. Guard yourself, and do not laugh at another's fall. To be envied is a grace, but to envy a great disgrace. Let the soul be offered to God, more than all else. O who will keep these things and be saved?

Rev 22:13 (echo, low confidence) · Luke 6:35 (echo, medium confidence) · 1 Cor 9:27 (echo, medium confidence) · Jas 1:26 (echo, medium confidence) · Ps 119:105 (118:105 LXX) (allusion, medium confidence) · Heb 11:13 (echo, medium confidence) · Heb 13:2 (echo, medium confidence) · 1 Thess 5:18 (echo, medium confidence) · Prov 24:17 (echo, medium confidence) · Prov 13:24 (echo, low confidence)

Notes and citation

Summary: Twenty-four one-line maxims, each beginning with the next letter of the Greek alphabet, on God, self-control, speech, hospitality, thanksgiving and humility.

  • The title is Migne's heading (Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων). In the Greek each line begins with the next letter of the alphabet, Α to Ω; the acrostic cannot be kept in English. Line 14 echoes the Christian's status as a stranger on earth (Heb 11:13; 1 Pet 2:11).

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter and line number): Α 15 Ὅτ' → Ὅτ'.

Topics: Ethics

Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.30 (PG 37:907–910; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-30). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-30) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.

1.2.31PG 37:909–916

Γυμνὸς ὅλος βιότοιο τάμοις ἅλα, μηδὲ βαρεία Ναῦς ἐπὶ πόντον ἴοι, αὐτίκα δυσομένη. Ὡς αἰεὶ κρυεροῖο παρεσταότος θανάτοιο Μνώεο, καὶ θανάτου ἥσσονος ἀντιάσεις. Αἰεὶ νηὸν ἔγειρε Θεῷ νόον, ὡς κεν ἄνακτα, Ύβρις ἄναγνον ἐόντα παρεστάμεναι θυέεσσι· Δεινότερον νεκύων λείψανα πάντα σέβειν. Ἵστασο μή ποθ᾽ ὁδοῖο καλῶν· κακὸν ἐς βυθὸν ἔρπειν Ἵδρυμ᾽ ἄϋλον, ἔχῃς ἔνδοθι σῆς κραδίης. Γνῶθι σεαυτὸν, ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης, Ῥεῖά κεν ὧδε τύχῃς κάλλεος ἀρχετύπου. Σοὶ στάσις, ὅστις ἔβης ἔκτοθι σῆς κακίης. Τυφλὸς ὁρῶν, ὃς ἐῆς κακίας οὐκ ὄσσετ᾽ ὅλεθρον · Ἴχνια μαστεύειν θηρὸς, ἄκρων φαέων. Ἦμαρ ἐπ᾽ ἦμαρ ἄγει σε· κυλίνδεται ὅστις ἑλαφρός · Χρήζων δὴ παθέεσσιν ἀκέστορος, ἣν κακὰ κεύθης, Γνώμη δ' εὐπαγέος ἦμαρ ἄλυτον ἔχει. Ὅστις ἀπερχομένοισι καὶ ἐρχομένοισι πέποιθε, Ῥεύματι πιστεύει οὗ ποτε ἱσταμένῳ. Ἶσον ἐμοὶ κακόν ἐστι βίος καὶ μῦθος ἀλιτρός · Ὁππότερόν κεν ἔχοις, καὶ θατέροιο τύχοις. Οὐ ποτε σηπεδόνα φεύξεαι ἀργαλέην. Σὸς λόγος, ἔργον ἐμεῖο. "Ὃς οὐ καλὸν ἔργον ἔρεξεν, Εὐεπίην ἐχέτω σύμμαχον ἀμφίθετον. Μήτε δικαιοσύνην τίν' ἀκαμπέα, μήτε φρόνησιν Ὑβριστὴς κόρος ἐστίν. Ἐγὼ δέ σε βούλομ', ἄριστε, Ἔργον ἔχειν, ψυχῆς πῆξιν ἀειστρεφέος, Πλουτεῖν δ᾽ αὖ θεότητα μόνην, καὶ κόσμον ἅπαντα, Ἴσον ἀραχναίοις νήμασιν αἰὲν ἔχειν. Πάντα μὲν ἀνθρώπων, ἀλλότρια τοῦδε βίοιο · Ἡ δ᾽ ἀρετὴ βροτέη, τοῦτο μόνον βιοτή. Δεῦτε δὲ, πᾶσι Θεοῖο βοᾷ Λόγος ἀφθιτόμητις, Σπεύδετ᾽ ἐπὶ Τριάδος γνῶσιν ἐπουρανίης. Θέσθε νόον, βιότῳ μὲν ὅσους γάμος ἁγνὸς ἔδησε, Ληνοῖς οὐρανίοις πλείονα καρπὸν ἄγειν. Ὅσσαι δ᾽ ἂν μεγάλοιο Θεοῦ Λόγου ἀγκάζεσθε, Νύμφαι παρθενικαὶ, πάντα Θεῷ προσάγειν. Αίγλη παμφανόωσα μονότροπος, ἀλλ᾽ ἀπὸ κόσμου Θυμὸν ἔχειν, σαρκῶν τηλόθεν ἱστάμεναι. Ὕβρις πίστιν ἔχειν ἐν χρώμασι, μὴ κραδίῃσι· Ῥεϊά κεν ἔκπλυτ᾽ ἔοι. Βένθος ἐμοί γε φίλον. ᾿Αγκυλόεσσαν ἔχειν. Μέτρον ἄριστον ἅπαν. Νωμᾶσθαι καὶ θάρσος, ἐπεὶ θράσος, οὐ κράτος ἔσται· Ἔστι σαοφροσύνης καί τι γαληνὸν ἔχειν Οἴγειν ἐν λογίοισι Θεοῦ νόον αἰὲν, ἄριστον· Ιδρις ἐπουρανίων ὧδ᾽ ἂν ἔοις νομίμων. Σπεῦδε μὲν εἶναι ἄριστος· ἀφάνδανε, οἶσιν ἄριστον · Καὶ κακίην τέρπειν, δυσκλεές ἐστι κλέος. Αἰσχρὸν, ἄριστον ἐόντα, συνήγορον ἔμμεν᾿ ἀλιτρῶν Ἴσον, καὶ κακίης τὸν πόδα ἐντὸς ἔχειν. Χρυσὸς μὲν χοάνοισι δαμάζεται, ἄλγεσι δ᾽ ἐσθλός · ῎Αλγος ἀπημοσύνης πολλάκι κουφότερον. Ῥεῖά κεν ἀρνήσαιτο Θεὸν μέγαν, ὃς γενετῆρα· Ἴσθι δὲ καὶ γενέτην ὡς πατέρ' εὐσεβίης. Σῆτες ἔδουσιν ἅπαντα· λίπῃς τὰ σὰ μηδὲ τάφοισιν· Έξο ίη τιμή, δεξιὸν οὔνομ᾽ ἔχειν. Ξείνων ἡμεδαπῶν περιφείδεο, ἔξοχα δ᾽ αὖτε Οἱ τάδε πάντα λίπον, ἀδρανέων νεκύων. Δεῦρ᾽ ἄγε, κόσμον ἅπαντα καὶ ἄχθεα τῇδ᾽ ἀπο- Ἰστίον ἐς ζωὴν οὐρανίην πέτασον. Πάντα μὲν αἰὲν ἄριστα θεοπρεπὲς ἔργα τελείσθω, Ἡ ὁ Τριας πάντων ἔξοχά σοι μελέτω.

Gymnos holos biotoio tamois hala, mēde bareia Naus epi ponton ioi, autika dysomenē. Hōs aiei kryeroio parestaotos thanatoio Mnōeo, kai thanatou hēssonos antiaseis. Aiei nēon egeire Theǭ noon, hōs ken anakta, Ybris anagnon eonta parestamenai thyeessi; Deinoteron nekyōn leipsana panta sebein. Histaso mē poth᾽ hodoio kalōn; kakon es bython erpein Hidrym᾽ aÿlon, echę̄s endothi sēs kradiēs. Gnōthi seauton, ariste, pothen kai hostis etychthēs, Rheia ken hōde tychę̄s kalleos archetypou. Soi stasis, hostis ebēs ektothi sēs kakiēs. Typhlos horōn, hos eēs kakias ouk osset᾽ holethron ; Ichnia masteuein thēros, akrōn phaeōn. Ēmar ep᾽ ēmar agei se; kylindetai hostis helaphros ; Chrēzōn dē patheessin akestoros, hēn kaka keuthēs, Gnōmē d' eupageos ēmar alyton echei. Hostis aperchomenoisi kai erchomenoisi pepoithe, Rheumati pisteuei hou pote histamenǭ. Ison emoi kakon esti bios kai mythos alitros ; Hoppoteron ken echois, kai thateroio tychois. Ou pote sēpedona pheuxeai argaleēn. Sos logos, ergon emeio. "Hos ou kalon ergon erexen, Euepiēn echetō symmachon amphitheton. Mēte dikaiosynēn tin' akampea, mēte phronēsin Hybristēs koros estin. Egō de se boulom', ariste, Ergon echein, psychēs pēxin aeistrepheos, Ploutein d᾽ au theotēta monēn, kai kosmon hapanta, Ison arachnaiois nēmasin aien echein. Panta men anthrōpōn, allotria toude bioio ; Hē d᾽ aretē broteē, touto monon biotē. Deute de, pasi Theoio boą Logos aphthitomētis, Speudet᾽ epi Triados gnōsin epouraniēs. Thesthe noon, biotǭ men hosous gamos hagnos edēse, Lēnois ouraniois pleiona karpon agein. Hossai d᾽ an megaloio Theou Logou ankazesthe, Nymphai parthenikai, panta Theǭ prosagein. Aiglē pamphanoōsa monotropos, all᾽ apo kosmou Thymon echein, sarkōn tēlothen histamenai. Hybris pistin echein en chrōmasi, mē kradię̄si; Rheïa ken ekplyt᾽ eoi. Benthos emoi ge philon. ᾿Ankyloessan echein. Metron ariston hapan. Nōmasthai kai tharsos, epei thrasos, ou kratos estai; Esti saophrosynēs kai ti galēnon echein Oigein en logioisi Theou noon aien, ariston; Idris epouraniōn hōd᾽ an eois nomimōn. Speude men einai aristos; aphandane, oisin ariston ; Kai kakiēn terpein, dysklees esti kleos. Aischron, ariston eonta, synēgoron emmen᾿ alitrōn Ison, kai kakiēs ton poda entos echein. Chrysos men choanoisi damazetai, algesi d᾽ esthlos ; ᾿Algos apēmosynēs pollaki kouphoteron. Rheia ken arnēsaito Theon megan, hos genetēra; Isthi de kai genetēn hōs pater' eusebiēs. Sētes edousin hapanta; lipę̄s ta sa mēde taphoisin; Exo iē timē, dexion ounom᾽ echein. Xeinōn hēmedapōn peripheideo, exocha d᾽ aute Hoi tade panta lipon, adraneōn nekyōn. Deur᾽ age, kosmon hapanta kai achthea tę̄d᾽ apo- Istion es zōēn ouraniēn petason. Panta men aien arista theoprepes erga teleisthō, Hē ho Trias pantōn exocha soi meletō.

Maxims in Couplets Cross the sea of life wholly stripped, and let no heavy ship go out upon the deep, only to sink at once. Since cold death always stands beside you, remember it, and you will meet a lesser death. Always raise up your mind as a temple for God, so that the King It is an outrage for one who is impure to stand beside the sacrifices; it is more dreadful than to revere all the remains of corpses. Never stop on the road of good things; it is evil to creep into the deep. as an immaterial shrine you may have within your heart. Know yourself, excellent one: whence you came and who you were made; so you would easily attain the archetypal beauty. For you there is a firm standing, you who have stepped outside your wickedness. He is blind though he sees, who does not perceive the ruin of his own wickedness; to track the footprints of a beast, of the highest lights. Day after day leads you on; whoever is light is rolled about. [A misplaced line:] Needing a healer for your passions, if you hide evils, but the mind of the firmly set holds a day that is not undone. Whoever trusts in things that go and things that come trusts a stream that never stands still. An evil life and a wicked word are equal evils to me; whichever of the two you have, you will get the other as well. You will never escape grievous rot. Yours is the word, mine the deed. He who has done no good deed, let him keep fine speech as an ally that can turn either way. neither some unbending justice nor prudence Surfeit is insolent. But I want you, excellent one, to have work, the steadying of the ever-turning soul, and to be rich in the Godhead alone, and to hold the whole world always as equal to spiders' threads. All the things of men pass to others in this life; but virtue is mortal man's own: this alone is life. Come, cries God's Word of imperishable counsel to all, hasten to the knowledge of the heavenly Triad. Set your minds, all whom pure marriage has bound in life, on bringing more fruit to the heavenly winepresses. And all you who are embraced by the Word of the great God, virgin brides, set your minds on bringing everything to God, a radiance shining all round, of one way of life, but keeping your hearts away from the world, standing far from the flesh. It is an outrage to put your trust in colours, not in hearts; it would easily be washed off. The depth is what is dear to me. to have it crooked. Measure is best in everything. to steer boldness too, since rashness will not be strength; it belongs to temperance to have something calm as well. To open your mind always in the oracles of God is best; so you would be skilled in the heavenly laws. Strive to be excellent; displease those whom it is best to displease; for to delight wickedness is an ill-famed fame. It is shameful, being excellent, to be an advocate of sinners; it is the same as having your foot inside wickedness. Gold is tamed in crucibles, and the good man in pains; pain is often lighter than freedom from harm. He would easily deny the great God who denies his begetter; know your begetter too as a father of piety. Moths eat everything; do not leave your goods even to tombs. The highest honor is to have a good name. Spare the strangers of our own land, and above all those who have left all these things, and the helpless dead. Come, putting off here the whole world and its burdens, spread your sail for the heavenly life. Let all your works always be the best, befitting God, and let the Triad be your care above all.

2 Cor 6:16 (allusion, medium confidence) · 1 Cor 3:16 (allusion, medium confidence) · Eph 3:17 (echo, low confidence) · Matt 6:19 (allusion, medium confidence) · Prov 22:1 (echo, medium confidence) · Eccl 7:1 (echo, low confidence) · Prov 17:3 (echo, medium confidence) · Exod 20:12 (echo, medium confidence) · Heb 11:13 (echo, low confidence) · Job 8:14 (echo, low confidence) · Matt 19:29 (echo, low confidence) · 1 Cor 7:34 (echo, medium confidence) · Matt 5:29 (echo, low confidence)

Notes and citation

Summary: Couplets of moral and spiritual counsel: remember death, keep the mind a temple of God, know yourself, trust nothing that flows, prize virtue and the Triad above all, whether married or virgin.

  • The title is Migne's heading (Γνῶμαι δίστιχοι). Elegiac couplets, translated line by line. The poem is an acrostic: the first letters of the lines spell out a phrase (beginning ΓΝΩΜΑΙ ΔΙ…, 'Maxims in couplets', and later ΓΡΗΓΟΡΙΟΥ, 'of Gregory'), but the scan has disturbed the order of many lines, so that couplets are split and some verses stand far from their partners (for example line 9 completes line 5, line 41 belongs with lines 39–40, and line 15 contains a second, misplaced verse). Several lines are incomplete (lines 14, 21, 24, 41, 42); nothing has been supplied, and the English follows the lines where they stand.
  • Line 55: the scan reads Ἔξο ίη τιμή, probably Ἐξοχίη τιμή ('the highest honor'); translated so.

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter; Migne's marginal letter and line number; OCR misread β as ὄ; stray mark of the scan): Α 15 Ύβρις → Ύβρις; Ὕὄρις → Ὕβρις; οἶσιν ἄριστον • → οἶσιν ἄριστον ·; δ᾽ ἐσθλός • → δ᾽ ἐσθλός ·; τάφοισιν· Α → τάφοισιν·.

Topics: Ethics, Marriage

Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.31 (PG 37:909–916; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-31). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-31) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.

1.2.32PG 37:915–928

Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων. ᾿Αρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας, Βίου κάθαρσις ἐνθέως ἀσκουμένη. Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα. Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος · Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις. Κενή σε δόξα μηδόλως συναρπάσῃ· Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις. Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος. Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας · ᾿Αργὸς δὲ παντάπασιν εἰργέσθω λόγος. Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε. Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ' ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις. Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾶν ἄλλῳ θέλε. Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη. Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας. Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα. Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους. Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι. Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας · Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη. Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων. Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος• Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχη. Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἀβρὸς, ὃν ἔπλασέ τις τ' ὄναρ. Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον, Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι. Κρείσσων ἅπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί. Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος · Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν. Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· ᾿Ἀλλ᾿ ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει. Ἡ σὺς ἐποπτεύουσα δειπνοποιίαν, Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν. Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις· Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν νόμων φύλαξ. Κύβερνος ἴδμων φεύξεται τρικυμίας, Καὶ δεινὰ πάντα νοῦς σοφὰς φέρων φρένας. Ζωῆς ἀρίστης μὴ φρόνει τάναντία· Καὶ γὰρ πρόδηλος τοῖς κακίστοις ἡ δίκη. Μέγιστος ἄκμων οὐ φοβεῖται τοὺς κτύπους, Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν. Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ ψόφοι, ῎Ανδρας δ᾽ ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων. Μισῶ πένητα πλουσίῳ δωρούμενον, Ὡς τῷ λέγοντι τοῦ τρέφειν λελησμένῳ. Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται · Αγνὸς δὲ ῥήτωρ, εὔκρατος ἁρμονία. Γελῶσιν οἱ πλουτοῦντες ὀρφανῶν ψογους, Αὐτὴν γελῶσι τὴν Θεοῦ τιμωρίαν. Νόμοις περιδραμεῖται πρὸς ὀλεθρίαν, Ὁ μὴ νόμου φύλαξιν ἐννόμως φέρων. Πέφυκε τοῖς πένησι μὴ φρονεῖν μέγα· Τοῖς πλουσίοις γὰρ οὐδὲ φροντὶς τοῦ βίου. Παίδευε μωροὺς, ὡς ἐφικτὸν τῇ φύσει · Εξουσι γάρ που καὶ φρένας παρ᾽ ἐλπίδα. Σκληρὰ δὲ μάστιξ παιδαγωγεῖ καρδίαν. Πλήττων σίδηρος ἐκπυροῖ καὶ τοὺς λίθους· "Α δυσμενεῖς φοβοῦσι τῶν ἄλλων πλέον, Ὁ σταυρὸς καὶ βαπτισμοῦ ἡ κοινωνία. Όρκους κάκιστον διδόναι καὶ λαμβάνειν, Ἴσως γὰρ ἄμφω προσκέκρουκας τῇ δίκῃ. Αἰῶνα θησαύριζε τὸν ἔξω τέλους· Οὗτος γὰρ ἐκλέλοιπε καὶ πρὸ τοῦ τέλους. Μὴ δὴ φίλει τὸν ὄλβον, ὃν λύει χρόνος· "Α γὰρ χρόνος δόμησε, καὶ λύσει χρόνος. Αἰσχρὸν γυναίοις ἄρσεν ἦθος ἐκφέρειν· Ταῖς κοσμίαις γὰρ τάξις ἡ αἰδὼς ξυνή. Κάταντές ἐστιν ἡδονὴ τοῖς χρωμένοις, Καὶ ὡς πρόσεισιν, οἴχεται λίθου δίκην. Οὐδεὶς ὑγείας πλοῦτος ἀλγοῦσι πλέον· Σοφῶς δὲ ταύτην ἡ φύσις βροτῶν θέλει. Ἦχοι θαλάσσης, ἀνδρὸς ἄφρονος λόγοι· Βρίθοντες ἀκτὰς, οὐ πιαίνουσι χλόας Πείθουσι δῶρα καὶ σοφοὺς παραβλέπειν Βροτοῖς δὲ θήρα χρυσὸς, ὡς πτηνοῖς πάγη. Γῆρας λύπαι τίκτουσι καὶ πρὸ τῶν χρόνων· "Α γὰρ τρόπος καθεῖλεν, οὐ στήσει χρόνος. Πλοῦτος τάχιστος τῶν κακῶν ὑπηρέτης · Καὶ γὰρ πρόχειρον εἰς κακουργίαν κράτος. Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου · Πονηρὸν ἄνδρα μηδέπου κτήσῃ φίλον. Τάξις τιμάσθω, καὶ προηγείσθω κράτους · Κράτος γὰρ αὕτη καὶ κράτους ἀεὶ φύλαξ. Νοῦς ἐμμέριμνος σὴς βιβρώσκων ὀστέα· Θάλλει δὲ σῶμα φροντίδας παρατρέχον. Οὐδεὶς κόρος πέφυκε σωφρόνως ἔχειν · Καὶ γὰρ τὸ πῦρ εἴωθε ταῖς ὕλαις θέειν. Οἶνος πάθους ἔγερσις ἐκλελοιπότος· Ὕλη γὰρ εἰσρέουσα ῥώννυσι φλόγα. Φεύγουσιν ὀργὰς οἱ δίκας δεδοικότες • Θυμὸν γὰρ ἐξάπτουσι πολλάκις δίκαι, Δεινὸν πόνοις κάμνοντι προσθεῖναι πονους · ᾿Αλλ' οὖν πόνους ἔπαυσε πολλάκις πόνος. ῎Ἄλλοι μὲν ἄλλων τοὺς πόνους δεδοικότες, "Ἄλλοις ὁρῶνται κινδυνεύοντες πόνοις. Δόξης ἀεὶ φρόντιζε τῆς αἰωνίου· Ἡ γὰρ παροῦσα ψεύδεται καθημέραν. Οὐδεὶς μετ᾿ ὀργῆς ἀσφαλῶς βουλεύεται· Τὰ γὰρ μετ᾿ ὀργῆς οὐδέπω βουλὴν ἔχει. Δεινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες · Διπλῆ γυναικὸς δεινότης ἐν θηρίοις. Πείθουσι γυμνὰ τοὺς ὁρῶντας ὀστέα, Ὡς οὐδὲν ἡμῖν προσφυὲς τῶν ἐνθάδε. Εἰ λοξὰ μὴ βαίνουσι καρκίνων γόνοι, Πεῖραν λάβωσι μητρικῶν βαδισμάτων. Δώσεις προδήλως ἐκβιάζων τὴν φύσιν, Καλοὺς μαθητὰς ἐκ κακῶν διδασκάλων. Κόσμει σεαυτὸν τοῖς καλοῖς τεκμηρίοις, Καὶ μὴ πένητος ὀρφανοῦ καταφρόνει. Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος, Καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος. Τίκτεις, ἔχιδνα· μὴ φοβοῦ τὰς ὠδῖνας · Ἔχεις λαβοῦσα μητρικοῦ πεῖραν τόκου. Οὐδεὶς ἀριστεὺς ἐκ προδήλου δειλίας · Νίκαι γὰρ εἰσπράττουσι τὰς εὐφημίας. ᾿Ανὴρ ὑπνώδης, εὑρέτης ὀνειράτων· Μύστης γὰρ ὕπνος φασμάτων, οὐ πραγμάτων. Εἴωθε πείθειν μὴ θέλοντας ἡ βία, ῎Αγχει γὰρ αὕτη καὶ γίγαντας πολλάκις. Δήμου σφαλέντος, πᾶς ἀγύρτης ἄρχεται · Δῆμος δὲ πάντη τῶν καλῶν ἀταξία. Ἔργον πάρεργον οὐδαμῶς ἔργον λέγω · Τὸ γὰρ πάρεργον καὶ καταφρονητέον. Ἡ πρὸς τὰ νεκρὰ τῶν χαμαιριφῶν μέλη Τάξις τιμᾶται τῶν κυνῶν ἠθροισμένων. Χρυσοῦ λαλοῦντος, πᾶς ἀπρακτείτω λόγος, Πείθειν γὰρ οἶδε, κἂν πέφυκεν μὴ λέγειν. Ἕξουσι καὶ νῦν τὰ πρὸς εἰρήνην φέρειν, Οἱ πρὸς τὰ ῥευστὰ τοῦ βίου μεμηνότες.

Archēs kalēs kalliston einai kai telos, Orthōs dokousin hoi horoi tōn pragmatōn. ᾿Archē kalon tiktousa tois brotois peras, Biou katharsis entheōs askoumenē. Logois pterōtheis, mē pterōn exō petou Pterōn gar oude ptēnon hiptatai dicha. Gnōsis brotois megiston en biǭ kleos ; Kakon de hautę̄ tois kakōs kechrēmenois. Kenē se doxa mēdolōs synarpasę̄; Kai gar panourgon touto tois haplousterois. Eu drōn phylatte sauton en toutǭ menein; Tachys gar esti pros to cheiron ho dromos. Gelōs krateisthō, kai thymos laboi peras ; ᾿Argos de pantapasin eirgesthō logos. Theon phobou prōtista, kai goneis tima, Hiereis epainei, presbytas septōs eche. Huion dikaia patri mēdolōs legein, Thesmos th' horizei, kai pro thesmōn hē physis. Hoia pros allou mē pathein autos theleis, Toiauta kai sy mēde dran allǭ thele. Ou deinon orgē deina tois eirgasmenois; Kai gar dikazei tois homoiois hē dikē. Cheilē sopha stazousin hēdistous logous; Pharynx de pikros exereugetai machas. Rheithra glykasmou glōssa blyzei stōmylē; Rhēseis de phaulas akriton genną stoma. Philoi philousi kai ha tois philois phila; Echthroi de phaulizousin aischrōs tous philous. Ptōchous philous lathousi plousiōn thyrai; Aulai de lamprai, plousiois aei philai. Hydōr, poton pheriston, eukratoi phrenas ; Tholoi de ton noun syllabousa kraipalē. Ouk oiden oinos sōphronizein tēn physin, Kinei de mallon hēdonas paroxynōn. Noun lepton onkos ekdiōkei gasteros• Tanantia gar tois enantiois machē. Kreissōn trophē symmetros euporoumenē, Ē deipnos abros, hon eplase tis t' onar. Ploutousi mōroi tois oneirasi pleon, Ē chrēmatōn abysson hoi kektēmenoi. Kreissōn hapais, ē mōra kyein ekgona; Ho men gar apais, hoi de polloi kai kakoi. Panti brotǭ thnēskonti pasa gē taphos ; Pan gar to ek gēs, gē te kai eis gēn palin. Poimēn amelgei, ei thelei, kai tous tragous; ᾿All᾿ anti galaktos, haimatōn pēgas hysei. Hē sys epopteuousa deipnopoiian, Oide trapezēs tous horous mē syncheein. Biaze kai sy tous ataktous, mē lyein Taxin prepōdē kai nomois hērmosmenēn. Nomous phylattōn, tous phobous exō balois; Phobōn gar exō pas ho tōn nomōn phylax. Kybernos idmōn pheuxetai trikymias, Kai deina panta nous sophas pherōn phrenas. Zōēs aristēs mē phronei tanantia; Kai gar prodēlos tois kakistois hē dikē. Megistos akmōn ou phobeitai tous ktypous, Kai nous echephrōn pasan helkousan bian. Phyllōn lagōous ekphobousin hoi psophoi, ᾿Andras d᾽ anandrous hai skiai tōn pragmatōn. Misō penēta plousiǭ dōroumenon, Hōs tǭ legonti tou trephein lelēsmenǭ. Rhētōr ponēros tous nomous lymainetai ; Agnos de rhētōr, eukratos harmonia. Gelōsin hoi ploutountes orphanōn psogous, Autēn gelōsi tēn Theou timōrian. Nomois peridrameitai pros olethrian, Ho mē nomou phylaxin ennomōs pherōn. Pephyke tois penēsi mē phronein mega; Tois plousiois gar oude phrontis tou biou. Paideue mōrous, hōs ephikton tę̄ physei ; Exousi gar pou kai phrenas par᾽ elpida. Sklēra de mastix paidagōgei kardian. Plēttōn sidēros ekpyroi kai tous lithous; "A dysmeneis phobousi tōn allōn pleon, Ho stauros kai baptismou hē koinōnia. Orkous kakiston didonai kai lambanein, Isōs gar amphō proskekroukas tę̄ dikę̄. Aiōna thēsaurize ton exō telous; Houtos gar ekleloipe kai pro tou telous. Mē dē philei ton olbon, hon lyei chronos; "A gar chronos domēse, kai lysei chronos. Aischron gynaiois arsen ēthos ekpherein; Tais kosmiais gar taxis hē aidōs xynē. Katantes estin hēdonē tois chrōmenois, Kai hōs proseisin, oichetai lithou dikēn. Oudeis hygeias ploutos algousi pleon; Sophōs de tautēn hē physis brotōn thelei. Ēchoi thalassēs, andros aphronos logoi; Brithontes aktas, ou piainousi chloas Peithousi dōra kai sophous parablepein Brotois de thēra chrysos, hōs ptēnois pagē. Gēras lypai tiktousi kai pro tōn chronōn; "A gar tropos katheilen, ou stēsei chronos. Ploutos tachistos tōn kakōn hypēretēs ; Kai gar procheiron eis kakourgian kratos. Ouk estin ouden ktēma beltion philou ; Ponēron andra mēdepou ktēsę̄ philon. Taxis timasthō, kai proēgeisthō kratous ; Kratos gar hautē kai kratous aei phylax. Nous emmerimnos sēs bibrōskōn ostea; Thallei de sōma phrontidas paratrechon. Oudeis koros pephyke sōphronōs echein ; Kai gar to pyr eiōthe tais hylais theein. Oinos pathous egersis ekleloipotos; Hylē gar eisreousa rhōnnysi phloga. Pheugousin orgas hoi dikas dedoikotes • Thymon gar exaptousi pollakis dikai, Deinon ponois kamnonti prostheinai ponous ; ᾿All' oun ponous epause pollakis ponos. ᾿Alloi men allōn tous ponous dedoikotes, "Allois horōntai kindyneuontes ponois. Doxēs aei phrontize tēs aiōniou; Hē gar parousa pseudetai kathēmeran. Oudeis met᾿ orgēs asphalōs bouleuetai; Ta gar met᾿ orgēs oudepō boulēn echei. Deinon drakontes, kai kakourgon aspides ; Diplē gynaikos deinotēs en thēriois. Peithousi gymna tous horōntas ostea, Hōs ouden hēmin prosphyes tōn enthade. Ei loxa mē bainousi karkinōn gonoi, Peiran labōsi mētrikōn badismatōn. Dōseis prodēlōs ekbiazōn tēn physin, Kalous mathētas ek kakōn didaskalōn. Kosmei seauton tois kalois tekmēriois, Kai mē penētos orphanou kataphronei. Theou didontos, ouden ischyei phthonos, Kai mē didontos, ouden ischyei kopos. Tikteis, echidna; mē phobou tas ōdinas ; Echeis labousa mētrikou peiran tokou. Oudeis aristeus ek prodēlou deilias ; Nikai gar eisprattousi tas euphēmias. ᾿Anēr hypnōdēs, heuretēs oneiratōn; Mystēs gar hypnos phasmatōn, ou pragmatōn. Eiōthe peithein mē thelontas hē bia, ᾿Anchei gar hautē kai gigantas pollakis. Dēmou sphalentos, pas agyrtēs archetai ; Dēmos de pantē tōn kalōn ataxia. Ergon parergon oudamōs ergon legō ; To gar parergon kai kataphronēteon. Hē pros ta nekra tōn chamairiphōn melē Taxis timatai tōn kynōn ēthroismenōn. Chrysou lalountos, pas aprakteitō logos, Peithein gar oide, kan pephyken mē legein. Hexousi kai nyn ta pros eirēnēn pherein, Hoi pros ta rheusta tou biou memēnotes.

Gnomic Couplets That the end too of a good beginning is most beautiful, the definitions of things rightly hold. A beginning that gives birth to a good end for mortals is the purification of life, practised in a godly way. Winged by words, do not fly beyond your wings; for not even a bird flies without wings. Knowledge is the greatest glory for mortals in life; but it is an evil for those who use it badly. Let empty glory never carry you away; for this is a cunning thing for the simpler. When you do well, guard yourself to remain in it; for the course toward the worse is swift. Let laughter be checked, and anger have an end; and let idle speech be wholly shut out. Fear God first of all, and honor your parents; praise priests, hold elders in reverence. That a son should never plead his rights against his father the law decrees, and before the laws nature. What you do not wish to suffer from another, such things do not wish to do to another either. Wrath is no terrible thing for those who have done terrible things; for justice judges like by like. Wise lips drip the sweetest words; but a bitter throat belches out quarrels. A glib tongue gushes streams of sweetness; but an undiscerning mouth begets base speeches. Friends love even what is dear to their friends; but enemies shamefully disparage friends. The doors of the rich forget poor friends; but splendid halls are always dear to the rich. Water, the best drink, tempers the mind well; but drunkenness, taking hold, muddies the mind. Wine does not know how to make nature temperate, but rather stirs up pleasures and goads them on. The bulk of the belly drives out a subtle mind; for opposites fight with opposites. Better is moderate food, readily come by, than a delicate dinner that someone has fashioned in a dream. Fools are richer in dreams than those who possess an abyss of money. Better childless than to bear foolish offspring; for the one is childless, but the others are many and bad. For every mortal who dies, all the earth is a tomb; for all that is from earth is earth, and goes back to earth. A shepherd may milk even the he-goats, if he will; but instead of milk he will rain fountains of blood. The sow that oversees the preparation of dinner knows not to confuse the bounds of the table. Constrain the disorderly too, so that they do not dissolve the fitting order, harmonized by laws. Keeping laws, you would cast out fears; for every guardian of the laws is outside fears. A skilled helmsman will escape the great waves, and a mind with wise wits all dangers. Do not think the opposite of the best life; for justice is plain to the worst. The greatest anvil does not fear the blows, nor a sensible mind any force that drags it. The rustlings of leaves frighten hares, and the shadows of things frighten unmanly men. I hate a poor man who gives gifts to a rich man, as one who has forgotten whom he ought to feed. A wicked orator corrupts the laws; but a pure orator is a well-tempered harmony. The rich laugh at the reproaches of orphans; they laugh at the very punishment of God. He will run round through the laws to ruin who does not lawfully bear with the guardians of the law. It is natural for the poor not to think big; for the rich have not even a care for their livelihood. Educate fools as far as nature allows; for perhaps they will gain sense beyond hope. A hard whip trains the heart. Striking iron sets even stones on fire. What the enemies fear more than other things is the cross and the fellowship of baptism. To give and take oaths is the worst thing; for perhaps you have offended against justice either way. Treasure up the age that is beyond the end; for this one fails even before the end. Do not love wealth, which time dissolves; for what time has built, time will also dissolve. It is shameful for women to show a manly character; for to orderly women modesty is their common rank. Pleasure is a downhill slope for those who use it, and as it comes, it goes, like a stone. No wealth is greater than health to those who are in pain; and wisely the nature of mortals wishes for it. The roarings of the sea are the words of a foolish man: loading the shores, they do not fatten the grass. Gifts persuade even the wise to look aside; and gold is a hunt for mortals, as a snare for birds. Griefs beget old age even before its time; for what character has pulled down, time will not set up. Wealth is the swiftest servant of evils; for power is ready at hand for wrongdoing. There is no possession better than a friend; never acquire a wicked man as a friend. Let order be honored, and lead before power; for it is power, and always the guardian of power. An anxious mind is a moth eating the bones; but a body flourishes when it runs past cares. No surfeit is by nature temperate; for fire too is wont to run on fuel. Wine is the awakening of a passion that had died down; for fuel flowing in strengthens the flame. Those who fear lawsuits flee outbursts of anger; for lawsuits often kindle anger. It is terrible to add toils to one worn out by toils; yet a toil has often stopped toils. Some, fearing the toils of others, are seen endangered by other toils. Always care for the eternal glory; for the present one lies every day. No one takes counsel safely with anger; for what is done with anger never has counsel. Serpents are terrible, and asps malicious; a woman's terribleness is double among the beasts. Bare bones persuade those who see them that nothing of the things here belongs to us by nature. If the offspring of crabs do not walk crookedly, let them try the walking of their mothers. You will plainly be forcing nature if you produce good pupils from bad teachers. Adorn yourself with good proofs, and do not despise the poor orphan. When God gives, envy has no power; and when he does not give, toil has no power. You give birth, viper: do not fear the pangs; you have had a trial of your mother's bearing. No one is a hero out of plain cowardice; for victories exact the praises. A sleepy man is a finder of dreams; for sleep is the initiate of phantoms, not of facts. Force is wont to persuade the unwilling, for it often strangles even giants. When a people goes astray, every vagabond takes command; and the people is in every way the disorder of good things. Work done as a side-work I do not call work at all; for the side-work is also to be despised. Even over the dead limbs of things thrown on the ground order is honored among the dogs gathered there. When gold speaks, let every word be idle, for it knows how to persuade, even if it cannot speak. Will they have even now the things that make for peace, those who are mad for the flowing things of life?

Exod 20:12 (allusion, medium confidence) · Matt 7:12 (allusion, high confidence) · Prov 16:24 (echo, medium confidence) · Prov 15:2 (echo, medium confidence) · Prov 20:1 (echo, medium confidence) · Prov 15:17 (echo, medium confidence) · Gen 3:19 (allusion, high confidence) · Eccl 3:20 (allusion, medium confidence) · Prov 13:24 (echo, medium confidence) · Prov 17:10 (echo, low confidence) · Matt 5:34 (echo, low confidence) · Matt 6:20 (allusion, medium confidence) · 1 John 2:17 (echo, medium confidence) · Prov 14:30 (allusion, medium confidence) · Exod 23:8 (allusion, medium confidence) · Deut 16:19 (echo, medium confidence) · Prov 15:1 (echo, low confidence) · Lev 26:36 (allusion, medium confidence) · Prov 28:1 (echo, low confidence) · Rom 13:3 (echo, low confidence) · Luke 19:42 (echo, low confidence)

Notes and citation

Summary: Seventy-three iambic couplets of proverbial wisdom on knowledge, speech, wine, wealth and poverty, law and order, anger, oaths, friendship, and the vanity of earthly things.

  • The title is Migne's heading (Γνωμικὰ δίστιχα). Iambic couplets, translated line by line; many are proverbial. Stray marks and Migne's marginal numbers were removed by logged corrections. Lines 73–74 do not form a couplet in the scan; a line may be missing.
  • Line 19–20: the Golden Rule in its negative form (cf. Matt 7:12; Tob 4:15). Lines 75–76: the 'enemies' are the demons, who fear the cross and baptism. Line 118 is translated as written. Line 129–130: the ancient belief that young vipers kill their mother at birth. Line 62 is obscure and translated by sense.

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter; Migne's marginal letter and line number; accents lost in the scan; OCR damage to Κρείσσων; stray footnote mark; stray mark and Migne's marginal line number; stray mark of the scan; stray marks of the scan): . ᾿Αρχὴ καλὸν → ᾿Αρχὴ καλὸν; – 5 Λόγοις → Λόγοις; | Εὖ δρῶν → Εὖ δρῶν; *Φίλοι → Φίλοι; Κ͵ είσσων → Κρείσσων; Η + Παντὶ → Παντὶ; · Ἡ σὺς → Ἡ σὺς; 6) ῎Ανδρας → ῎Ανδρας; -Μισῶ → Μισῶ; * Ῥήτωρ → Ῥήτωρ; * 85 Κάταντές → Κάταντές; + Οὐκ ἔστιν → Οὐκ ἔστιν; + Πονηρὸν → Πονηρὸν; Α 100 Κρατος γαρ → Κράτος γὰρ; +115 Οὐδεὶς → Οὐδεὶς; Α- Θεοῦ διδόντος → Θεοῦ διδόντος; +Καὶ μὴ διδόντος → Καὶ μὴ διδόντος; +Χρυσοῦ → Χρυσοῦ.

Extrabiblical texts: Tob 4:15 (Tobit [in RC, EO, ETH canons]; echo); Sir 6:14 (Sirach [in RC, EO, ETH canons]; echo)

Topics: Ethics, Baptism

Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.32 (PG 37:915–928; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-32). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-32) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.