Prophetic Extracts 2.13–3.5

Greek text: Gaisford (Oxford 1842) (Greek text: Thomas Gaisford, Eusebii Eclogae Propheticae (1842), digitized by the First Thousand Years of Greek project (Open Greek and Latin), CC BY-SA 4.0).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 2

2.13Gaisford

Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με; ὑπʼ αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους εἴρηται· τοῦτο γὰρ ἐδήλου καὶ ἡ ἐπὶ τοῦ σταυροῦ φωνὴ ἡ, ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ. Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπʼ αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων δηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκελησίας ὑμνήσω σε· καὶ πάλιν· οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπʼ ἐμοῦ, κεαὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἑκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν· ἢ περὶ τίνος ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν χεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· τίνα δὲ μόσχοι πολλοὶ καὶ ποταποὶ τὴν φύσιν, κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπʼ αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· καὶ ἐπὶ τούτοις, τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ· τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων, διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· λυέτωσαν δὲ ταῦθ ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, μέχρι τοῦ, ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος. Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ τὸ, προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπʼ ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ ψαλμῷ, διὰ τοῦ, γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζ′ εἴρητο, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ διʼ αὐτὴν σκώληκα χρηματίσαντα, ὅν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν, μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν· τότε δὲ καὶ ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν ἑαυτῶν κατʼ αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπʼ αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατʼ αὐτοῦ ἐπιβουλὴν, διʼ ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατʼ αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἑκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν· οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς μου καὶ πόδας μου· ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ ὤρυξαν, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου, παραθέσθαι· οἷς ἐξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον· ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον· ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου, δλὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ταῦτα μὲν ἡ προφητεία. περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ περιέχει· ᾧ ἀκολούθως ἐπιφέρεται καὶ ἐν τῷ ψαλμῷ ὥσπερ δὴ καὶ ἐν τοῖς εὐαγγελίοις, τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

Saphōs anōmologētai para pasi tois hygiōs eis Christon pepisteukosin, hōs hē katarchē tou meta cheiras psalmou touton echousa ton tropon, Ho Theos mou, ho Theos mou, prosches moi, hinati enkatelipes me? hypʼ autou kata ton kairon tou pathous eirētai; touto gar edēlou kai hē epi tou staurou phōnē hē, elōei elōei lama sabachthanei. Alla gar prin arxōmetha en tǭ psalmǭ prophēteian hōs epʼ auton metalambanein, peusometha tōn tēn peritomēn auchountōn, tis an eiē ho phaskōn ta en tǭ psalmǭ; ouch ho tychōn gar tis einai phainetai ta te alla kai tauta legōn, hoti sy ei ho ekspasas me ek gastros; hē elpis mou apo mastōn tēs mētros mou; epi se eperriphēn ek mētras; ek koilias mētros mou Theos mou ei sy; kai epipherōn dēgēsomai to onoma sou tois adelphois mou, en mesǭ ekkelēsias hymnēsō se; kai palin; ouk apestrepse to prosōpon autou apʼ emou, keai en tǭ kekragenai me pros auton eisēkouse mou; para sou ho epainos mou, en hekklēsią megalę̄ exomologēsomai soi; tas euchas mou apodōsō enōpion tōn phoboumenōn auton. Epi toutois de kai ta alla ta en tǭ Psalmǭ legetōsan, ei echoien tini tōn hagiōn andrōn epharmozein; tina gar toiouton genomenon hoion prodiegrapsen ho logos, pantes hoi theōrountes me exemyktērisan; ē peri tinos elalēsan en cheilesin, ekinēsan chephalēn, legontes, ēlpisen epi kyrion, rhysasthō auton, sōsatō auton hoti thelei auton; tina de moschoi polloi kai potapoi tēn physin, kynes te kai tauroi piones periekyklōsan; ēnoixan te stoma epʼ auton, hōs leōn harpazōn kai ōryomenos; kai epi toutois, tina hē synagōgē tōn ponēreuomenōn perieschen; kai perieschen houtōs, hōs kai oryxai autou cheiras kai podas, kai panta autou exarithmēsai ta osta, diamerisasthai te heautois autou ta himatia, ballontas klēron epi ton himatismon autou; toiauta gar tina phēsi to en tǭ psalmǭ prosōpon, ho kai meta to tosauta pathein epipherei legōn, diēgēsomai to onoma sou tois adelphois mou, en mesǭ ekklēsias hymnēsō se; lyetōsan de tauth hama kai ta loipa tou psalmou diēgoumenoi, malista apo tou, mnēsthēsontai kai epistraphēsontai pros kyrion panta ta perata tēs gēs; kai proskynēsousin enōpion autou pasai hai patriai tōn ethnōn, mechri tou, anangelēsetai tǭ kyriǭ genea hē erchomenē, kai anangelousi tēn dikaiosynēn autou laǭ tǭ techthēsomenǭ hon epoiēsen ho Kyrios. Paristatōsan gar tēn tote men mē hyparchousan pō genean, hēxein de eis mellonta chronon prophēteuomenēn; kai ton proteron men mēdepō onta laon, techthēsesthai de en tois metepeita chronois proorōmenon; legetōsan te ti an eipoien peri tēs dia Iēsou Christou tou Sōtēros hēmōn systasēs ek pantōn tōn ethnōn ekklēsias; ara gar epi tois tosoutois plēthesi tōn dia tou Christou ton tōn holōn Theon epegnōkotōn ouk an homologēsaien peplērōsthai to, mnēsthēsontai kai epistraphēsontai pros Kyrion panta ta perata tēs gēs; kai to, proskynēsousin enōpion autou pasai hai patriai tōn ethnōn. Alla gar hōra tois eugnōmonein ethelousin, ouk epʼ allou tinos ē epi monou tou Kyriou kai Sōtēros hēmōn Iēsou Christou homologein peplērōsthai tēn prophēteian, hou kata tēn parousian autou kai hē tōn ethnōn epistrophē gignesthai ērxato, paragenomenēs tēs prophēteutheisēs geneas, kai tou laou tou techthēsesthai ou monon entautha prodēloumenou, alla kai en hekatostǭ prōtǭ psalmǭ, dia tou, graphētō hautē eis genean heteran; kai laos ho ktizomenos ainesei ton kyrion. Houtos de esti peri hou kai en iz′ eirēto, laos hon ouk egnōn edouleuse moi; eis akoēn ōtiou hypēkouse mou. Touton oun ton Sōtēra kai Kyrion hēmōn sarka analabonta kai diʼ autēn skōlēka chrēmatisanta, hon eidos te anthrōpōn genomenon kai exoudenōma laou, pantes hoi theōrountes me exemyktērisan, malista kata ton kairon tou pathous, hote tōn en tę̄ prophēteią telos ischontōn hoi paraporeuomenoi eblasphēmoun auton kai emyktērizon legontes, allous esōsen, sōsatō heauton; tote de kai elalēsan en cheilesi kai ekinēsan kephalēn heautōn katʼ autou; autois rhēmasin eipontes to, ēlpisen epi kyrion, rhysasthō auton, sōsatō auton hoti thelei auton; auta gar dē tauta kata to pathos eirēsthai epʼ autǭ en tois euangeliois anagegraptai. Toutǭ oun kai monǭ pros ton Patera legein harmozei hoti sy ei ho ekspasas me ek gastros; hē elpis mou apo mastōn tēs mētros mou; epi se eperriphēn ek mētras; ek koilias mētros mou Theos mou ei sy. Plēn epi toutois ho logos hēmas paideuei, hōs ara kai dynameis ponērai tines kai thēriōdeis enērgēsan tēn katʼ autou epiboulēn, diʼ has kai ephaske, periekyklōsan me moschoi polloi; tauroi piones perieschon me; kai peri tēs episystasēs de katʼ autōn ek peritomēs synagōgēs phēsin, hoti hekyklōsan me kynes polloi; synagōgē ponēreuomenōn perieschon me; houtoi de kai ōryxan; ou monon tas cheiras autou, alla kai tous podas; ē kata ton Akylan, ēschynan, phēsanta, ēschynan cheiras mou kai podas mou; ho kai alēthōs etelesthē, hote kremasantes auton epi tou ikriou ēlois autou tas te cheiras kai tous podas periepeiran; kai kalon ge ei apaitoiē tis apo graphēs parastēsai, hōs ara kai stauron hypomeinai ho Christos proeirēto, meta kai allōn tōn toutou parastatikōn kai to ōryxan, kai mallon to, ēschynan cheiras mou kai podas mou, parathesthai; hois exēs epipheretai to, diemerisanto ta himatia mou heautois, kai epi ton himatismon mou ebalon klēron; hoper ho men Akylas houtōs exedōken, merisousin himation mou heautois, kai epi endysin mou balousi klēron; ho de Symmachos, dienemonto ta himatia mou heautois, kai peri esthētos mou elanchanon; ho kai auto hama te tǭ pathei peplērōtai, hote hoi staurōsantes auton labontes ta himatia autou epoiēsan tessara merē, hekastǭ stratiōtę̄ meros, kai ton chitōna; ēn de arraphos, ek tōn anōthen hyphantos diʼ holou, dlo kai eipan pros allēlous; Mē schisōmen auton, alla lachōmen peri autou, tinos estai; hois epipherei legōn ho euangelistēs, hina hē graphę̄ plērōthę̄, to diemerisanto ta himatia mou heautois, kai epi ton himatismon mou ebalon klēron. Kai tauta men hē prophēteia. peri autou to Hebraïkon hōsei enna periechei; hǭ akolouthōs epipheretai kai en tǭ psalmǭ hōsper dē kai en tois euangeliois, to eulogēmenos ho erchomenos en onomati Kyriou; hoper toiouton ti moi dēloun eoiken; sōson dē eulogēmenos ho erchomenos en onomati Kyriou, tou Patros kai Theou tōn holōn.

It is plainly agreed by all who have soundly believed in Christ that the opening of the psalm in hand, which runs thus, “O God, my God, attend to me; why have you forsaken me?”, was spoken by him at the time of the passion; for the cry on the cross, “Elōi, elōi, lama sabachthani,” showed this. But before we begin to take the prophecy in the psalm as referring to him, we shall ask those who boast of circumcision who it could be who says the things in the psalm. For he appears to be no ordinary person who says, among other things, this: “For you are the one who drew me out of the womb, my hope from my mother's breasts; on you I was cast from the womb; from my mother's belly you are my God”; and who adds, “I will declare your name to my brothers; in the midst of the assembly I will sing your praise”; and again, “He did not turn his face away from me, and when I cried to him he heard me. From you is my praise; in the great assembly I will confess you; my vows I will pay before those who fear him.” Besides these, let them say whether they can fit the rest of the psalm to any of the holy men. For whom do they know who became such as the word described beforehand: “All who saw me mocked me”? Or about whom did they speak with their lips and shake the head, saying, “He hoped in the Lord; let him deliver him; let him save him, since he delights in him”? Whom did many calves, and of what nature, and dogs and fat bulls surround, and open their mouth against him like a lion ravening and roaring? And besides, whom did the assembly of evildoers surround, and so surround that they dug his hands and feet, counted all his bones, and divided his garments among themselves, casting lots for his clothing? For the person in the psalm says such things, and after suffering so much he adds, “I will declare your name to my brothers; in the midst of the assembly I will sing your praise.” Let them solve these things, and at the same time explain the rest of the psalm, especially from “All the ends of the earth will remember and turn to the Lord, and all the families of the nations will bow down before him,” as far as “The generation that is coming will be told of the Lord, and they will declare his righteousness to a people that will be born, whom the Lord has made.” Let them show the generation that did not yet exist then, but was prophesied to come in a future time, and the people that did not yet exist before, but was foreseen to be born in later times; and let them say what they would say about the church gathered from all the nations through Jesus Christ our Saviour. In view of such great multitudes who have come to know the God of the universe through Christ, would they not admit that “All the ends of the earth will remember and turn to the Lord” and “All the families of the nations will bow down before him” have been fulfilled? It is time, then, for those willing to judge fairly to confess that the prophecy has been fulfilled in no one other than our Lord and Saviour Jesus Christ alone, at whose coming the turning of the nations also began, when the prophesied generation arrived, and the people that was to be born, foretold not only here but also in the hundred and first psalm, through “Let this be written for another generation, and the people that is being created will praise the Lord.” This is the people of whom it was said also in the seventeenth psalm, “A people whom I did not know served me; at the hearing of the ear they obeyed me.”

This Saviour and Lord of ours, then, who took flesh and on account of it was called a worm, who became a reproach of men and despised by the people: “All who saw me mocked me,” especially at the time of the passion, when what is in the prophecy reached its fulfilment, and those passing by blasphemed him and mocked him, saying, “He saved others; let him save himself.” Then too they spoke with their lips and shook their heads at him, saying in these very words, “He hoped in the Lord; let him deliver him; let him save him, since he delights in him”; for these very words are recorded in the Gospels as said to him at the passion. To him, then, and to him alone, it is fitting to say to the Father, “For you are the one who drew me out of the womb, my hope from my mother's breasts; on you I was cast from the womb; from my mother's belly you are my God.” Besides this, the word teaches us that certain wicked and beastlike powers also worked the plot against him, on account of which he said, “Many calves surrounded me; fat bulls closed me in.” And about the synagogue of the circumcision that rose up against him he says, “Many dogs encircled me; an assembly of evildoers closed me in.” These also dug, not only his hands but also his feet; or, according to Aquila, who says “they disfigured,” “They disfigured my hands and my feet.” This was truly accomplished when, hanging him on the wood, they pierced both his hands and his feet with nails. It is good, if anyone demands that it be shown from Scripture that Christ was foretold to endure a cross, to set out, along with the other passages that show it, “they dug,” and still more “they disfigured my hands and my feet.” After these words it adds, “They divided my garments among themselves, and for my clothing they cast lots.” Aquila rendered this, “They will divide my garment among themselves, and over my clothing they will cast lots”; and Symmachus, “They distributed my garments among themselves, and for my raiment they drew lots.” This too was fulfilled at the time of the passion, when those who crucified him took his garments and made four parts, a part for each soldier, and the tunic; but it was seamless, woven in one piece from the top. So they said to one another, “Let us not tear it, but cast lots for it, whose it shall be”; to which the evangelist adds, saying, “that the Scripture might be fulfilled, ‘They divided my garments among themselves, and for my clothing they cast lots.’” So much the prophecy. … Concerning him the Hebrew has something like “hōsanna”; following which the psalm adds, just as the Gospels do, “Blessed is he who comes in the name of the Lord.” This seems to me to mean something like: “Save, then, blessed one who comes in the name of the Lord,” the Father and God of the universe.

Ps 22:1 (21:2 LXX) (quotation, high confidence) · Mark 15:34 (quotation, high confidence) · Matt 27:46 (quotation, medium confidence) · Ps 22:9 (21:10 LXX) (quotation, high confidence) · Ps 22:10 (21:11 LXX) (quotation, high confidence) · Ps 22:22 (21:23 LXX) (quotation, high confidence) · Ps 22:24 (21:25 LXX) (quotation, high confidence) · Ps 22:25 (21:26 LXX) (quotation, high confidence) · Ps 22:7 (21:8 LXX) (quotation, high confidence) · Ps 22:8 (21:9 LXX) (quotation, high confidence) · Ps 22:12 (21:13 LXX) (quotation, high confidence) · Ps 22:13 (21:14 LXX) (quotation, high confidence) · Ps 22:16 (21:17 LXX) (quotation, high confidence) · Ps 22:17 (21:18 LXX) (quotation, high confidence) · Ps 22:18 (21:19 LXX) (quotation, high confidence) · Ps 22:27 (21:28 LXX) (quotation, high confidence) · Ps 22:30 (21:31 LXX) (quotation, high confidence) · Ps 22:31 (21:32 LXX) (quotation, high confidence) · Ps 102:18 (101:19 LXX) (quotation, high confidence) · Ps 18:43 (17:44 LXX) (quotation, high confidence) · Ps 18:44 (17:45 LXX) (quotation, high confidence) · Ps 22:6 (21:7 LXX) (quotation, high confidence) · Matt 27:39 (allusion, high confidence) · Matt 27:42 (quotation, high confidence) · Matt 27:43 (quotation, high confidence) · John 19:23 (quotation, high confidence) · John 19:24 (quotation, high confidence) · Ps 118:25 (117:25 LXX) (allusion, medium confidence) · Ps 118:26 (117:26 LXX) (quotation, high confidence) · Matt 21:9 (quotation, medium confidence)

Notes and citation

Summary: Eusebius applies the psalm beginning “My God, my God, why have you forsaken me?” point by point to the crucifixion and to the church of the nations, citing Aquila and Symmachus, and closes with a note on “hosanna.”

  • Quotations from Ps 22:1, 9–10, 22, 24–25, 6–8, 12–13, 16–18, 27, 30–31 (21:2, 10–11, 23, 25–26, 7–9, 13–14, 17–19, 28, 31–32 LXX); Mark 15:34 (Matt 27:46); Ps 102:18 (101:19 LXX; Eusebius uses the Septuagint number, hundred and first); Ps 18:43–44 (17:44–45 LXX); Matt 27:39–43; John 19:23–24; Ps 118:25–26 (117:25–26 LXX); Matt 21:9. “They dug” (ὤρυξαν) is the Septuagint's reading of Ps 22:16; Aquila's “they disfigured” (ἤσχυναν) is reported by Eusebius. The last sentences appear to belong to a separate extract on Ps 118 (117 LXX) whose opening is lost: after “So much the prophecy” the digital text reads περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ, evidently a garbled “hosanna” (ὡσαννά); translated by sense. The description of the “synagogue of the circumcision” is the author's own and is translated as written.

Topics: Christology, Passion and death of Christ, Prophecy and fulfilment

Cite (SBL): Eusebius, Ecl. proph. 2.13 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-13). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-13) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

2.14Gaisford

Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. Καὶ πάλιν, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθρούς σου ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Καὶ ἐνταῦθα σαφῶς τῷ Δαυὶδ μεθʼ ὅρκου ὑπὸ τοῦ Θεοῦ ἐπαγγελία περὶ τοῦ Χριστοῦ δίδοται, ὡς ἂν ἐκ σπέρματος αὐτοῦ γεννηθήσεσθαι μέλλοντος, καὶ καθέξοντος αὐτοῦ τὸν θρόνον. Πολλῆς δʼ ἐξετάσεως χρῄζοι ἂν τὰ κατὰ τοὺς τόπους, ἐπεὶ μὴ δοκῇ σωματικῶς ὁ Χριστὸς ἐπὶ τὸν θρόνον τοῦ Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κεκαθικέναι, ἃ καὶ ὑπερθησόμεθα διὰ τὸ μὴ τῆς παρούσης εἶναι πραγματείας παρὰ τὸν προκείμενον σκοπὸν κατατρίβειν τὴν σχολὴν ἐπὶ τὴν τοῦ ψαλμοῦ διήγησιν· εὐγνωμόνως δέ τοι χρὴ μὴ ἀπὸ μιᾶς γραφῆς, εἰ μὴ εἴη δυνατὴ κατὰ τὸ σωματικὸν ἐφαρμόζειν τῷ Χριστῷ, τὰ πολλαχῆ σαφῶς περὶ αὐτοῦ εἰρημένα παρακρούεσθαι· ἑπομένους γε μὴν ἀληθεῖ λόγῳ, καὶ αὐτῇ τῇ θείᾳ παρισταμένους γραφῇ, ἐφίσταναι προσήκει, ὃς ποτὲ μὲν αὐτὸν πτωχόν τινα καὶ εὐτελῆ καὶ ἄτιμον, μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος, ἐλεύσεσθαι προφητεύει, ἄλλοτε δὲ βασιλέα ἔντιμον αὐτὸν φησίν· ὧν τὰ μὲν καὶ σωματικῶς ἀποπεπληρῶσθαι δύναται, τὰ δὲ κατὰ μόνον τὸν πνευματικὸν τῆς γραφῆς νοῦν, ἤδη δὲ τίνα καὶ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν πληρωθήσεσθαι προσδοκητέον. Πλὴν καὶ βασιλεὺς Ἰουδαίων ἐχρημάτισεν ὁ Κύριος ἡμῶν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, οὐχ ὡς ἔτυχε τοῦ Πιλάτου κελεύσαντος ἐπιγραφῆναι αὐτοῦ τῷ σταυρῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς τὸ, οὗτός ἔστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.

Ōmose Kyrios tǭ Dauid alētheian, kai ou mē athetēsei auton, Ek karpou tēs koilias sou thēsomai epi ton thronon sou. Kai palin, Ekei exanatelō keras tǭ Dauid, hētoimasa lychnon tǭ christǭ mou. Tous echthrous sou endysō aischynēn, epi de auton exanthēsei to hagiasma mou. Kai entautha saphōs tǭ Dauid methʼ horkou hypo tou Theou epangelia peri tou Christou didotai, hōs an ek spermatos autou gennēthēsesthai mellontos, kai kathexontos autou ton thronon. Pollēs dʼ exetaseōs chrę̄zoi an ta kata tous topous, epei mē dokę̄ sōmatikōs ho Christos epi ton thronon tou Dauid kai tēn basileian autou kekathikenai, ha kai hyperthēsometha dia to mē tēs parousēs einai pragmateias para ton prokeimenon skopon katatribein tēn scholēn epi tēn tou psalmou diēgēsin; eugnōmonōs de toi chrē mē apo mias graphēs, ei mē eiē dynatē kata to sōmatikon epharmozein tǭ Christǭ, ta pollachē saphōs peri autou eirēmena parakrouesthai; hepomenous ge mēn alēthei logǭ, kai autę̄ tę̄ theią paristamenous graphę̄, ephistanai prosēkei, hos pote men auton ptōchon tina kai eutelē kai atimon, mē echonta eidos mē de kallos, eleusesthai prophēteuei, allote de basilea entimon auton phēsin; hōn ta men kai sōmatikōs apopeplērōsthai dynatai, ta de kata monon ton pneumatikon tēs graphēs noun, ēdē de tina kai kata tēn deuteran autou parousian plērōthēsesthai prosdokēteon. Plēn kai basileus Ioudaiōn echrēmatisen ho Kyrios hēmōn kata tēn prōtēn autou parousian, ouch hōs etyche tou Pilatou keleusantos epigraphēnai autou tǭ staurǭ grammasin Hellēnikois kai Rhōmaïkois kai Hebraïkois to, houtos estin ho basileus tōn Ioudaiōn.

“The Lord swore truth to David, and he will not set it aside: ‘Of the fruit of your belly I will set upon your throne.’” And again: “There I will make a horn spring up for David; I have prepared a lamp for my anointed. His enemies I will clothe with shame, but upon him my holiness shall flourish.” Here too a promise about the Christ is clearly given to David by God with an oath, as one who would be born of his offspring and would hold his throne. The passages would need much examination, since Christ does not seem to have sat bodily on the throne of David and on his kingdom; we shall put this off, because it does not belong to the present treatise to spend our leisure, against the purpose before us, on explaining the psalm. But one must, with good sense, not set aside what is clearly said about him in many places because of one Scripture that cannot be fitted to Christ in the bodily sense. Rather, following true reason and standing by the divine Scripture itself, one should notice that it sometimes prophesies that he will come poor, mean, and without honour, having no form or beauty, and at other times calls him an honoured king. Of these, some can be fulfilled even bodily, others only according to the spiritual sense of Scripture, and some must be expected to be fulfilled at his second coming. Nevertheless our Lord was also called King of the Jews at his first coming, not by chance, when Pilate ordered that “This is the King of the Jews” be written on his cross in Greek, Latin, and Hebrew letters.

Ps 132:11 (131:11 LXX) (quotation, high confidence) · Ps 132:17 (131:17 LXX) (quotation, high confidence) · Ps 132:18 (131:18 LXX) (quotation, high confidence) · Isa 53:2 (allusion, high confidence) · Luke 23:38 (quotation, high confidence) · John 19:19 (allusion, high confidence) · John 19:20 (allusion, high confidence)

Notes and citation

Summary: Eusebius takes God's oath to set David's offspring on his throne as a promise about Christ, distinguishing literal, spiritual, and second-coming fulfilments.

  • Quotation from Ps 132:11, 17–18 (131:11, 17–18 LXX); Isa 53:2; Luke 23:38; John 19:19–20.

Topics: Christology, Scripture and canon, Prophecy and fulfilment

Cite (SBL): Eusebius, Ecl. proph. 2.14 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-14). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-14) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

2.15Gaisford

Καὶ τὸ, ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ, παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· ὃ καὶ αὐτὸ πεπληρωμένον ἐστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς.

Kai to, ho apostellōn to logion autou tę̄ gę̄, heōs tachous drameitai ho logos autou, parasēmeiōsasthai edoxen, hōs didaskousēs kai entautha tēs graphēs hōs ara hypostaton ti pragma ho tou Theou Logos tynchanei, heteros ōn para ton apostellonta autǭ Patera; hora de pōs hexēs epipheretai to, heōs tachous drameitai ho logos autou; ho kai auto peplērōmenon estin idein meta tēn Christou parousian, houtō en sphodra brachei chronǭ diadramousēs, kai eis pasan tēn gēn en ou pollois etesi mechri kai tōn peratōn tēs oikoumenēs kekratēkuias autou tēs didachēs.

It seemed good to note also “He who sends his oracle to the earth; his word will run swiftly,” since here too the Scripture teaches that the Word of God is a subsisting reality, being other than the Father who sends him. See how it adds next, “His word will run swiftly”; and this too can be seen fulfilled after Christ's coming, since his teaching ran through in a very short time and in not many years prevailed in all the earth, even to the ends of the inhabited world.

Ps 147:15 (147:4 LXX) (quotation, high confidence)

Notes and citation

Summary: Eusebius notes that “his word will run swiftly” shows the Word as a distinct subsisting reality and foretells the rapid spread of the Gospel.

  • Quotation from Ps 147:15 (147:4 LXX). “A subsisting reality, being other than the Father” is Eusebius's own wording.

Topics: Christology, Trinity, Mission and the spread of the gospel

Cite (SBL): Eusebius, Ecl. proph. 2.15 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-15). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-15) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

2.16Gaisford

Καὶ τὸ ἐνθάδε λεγόμενον, Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν, Αἰνεῖτε τὸν Κύριον, τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν μετὰ τὸν Πατέρα, τὸ ὄνομα αὐτοῦ ἐπιλέγων, ὡς ἄρα αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δʼ ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον δʼ ὅτι καὶ ἐν λβ′ ψαλμῷ κατὰ λέξιν ἐμφέρεται τὸ, αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ἀλλʼ ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἐξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα.

Kai to enthade legomenon, Ainesatōsan to onoma Kyriou, hoti autos eipen kai egenēthēsan, autos eneteilato kai ektisthēsan, en tois peri tou en archę̄ pros ton Theon Theou Logou martyriois anelexametha, ton tou Theou Logon, kai onoma autou chrēmatizein memathēkotes kata tina prosēgorian tōn peri autou epinoiōn; meta goun to proeipein, Aineite ton Kyrion, tade kai tade akolouthōs parakeleuetai to Pneuma ainein meta ton Patera, to onoma autou epilegōn, hōs ara autos eipen kai egenēthēsan, autos eneteilato kai ektisthēsan. Ho men oun prostattōn kai entellomenos eiē an ho tōn holōn Theos kai Patēr, ho dʼ hypourgōn ho tou Theou Logos exypēretoumenos tǭ patrikǭ thelēmati pros tēn tōn genētōn dēmiourgian. Tērēteon dʼ hoti kai en lb′ psalmǭ kata lexin empheretai to, autos eipen kai egenēthēsan, autos eneteilato kai ektisthēsan; allʼ ekei men peri tēs gēs kai tōn katoikountōn tēn oikoumenēn eirētai, enthade de peri tōn en ouranois kai tōn legomenōn en hypsistois angelōn te kai dynameōn, eti te hēliou kai selēnēs kai astrōn kai pantōn tōn hexēs synkateilegmenōn, didaskousēs hēmas tēs theias en toutois graphēs, hōs ara dia tou Logou kata ton hieron apostolon ektisthē ta panta ta te en tois ouranois kai ta epi tēs gēs; eite horata eite aorata, eite thronoi, eite kyriotētes, eite archai, eite exousiai; ta panta diʼ autou kai en autǭ ektistai; kai chōris autou egeneto oude hen. Tosauta men dē ta apo tōn Psalmōn; metrian de kai autarkē tou logou perigraphēn eilēphotos, ex heteras archēs tas apo tōn loipōn stichērōn kai exēs tas apo tōn prophētōn eklogas poiēsometha.

And what is said here, “Let them praise the name of the Lord; for he spoke, and they came into being; he commanded, and they were created,” we have gathered among the testimonies about the Word, God, who was in the beginning with God, having learned that the Word of God is also called his name, according to one of the titles among the concepts applied to him. For after saying first, “Praise the Lord,” for such and such reasons, the Spirit accordingly bids praise, after the Father, his name, adding that “he spoke, and they came into being; he commanded, and they were created.” The one who orders and commands, then, would be the God and Father of the universe, and the one who serves would be the Word of God, ministering to the Father's will for the creation of generated things. It should be observed that in the thirty-second psalm too the words “He spoke, and they came into being; he commanded, and they were created” occur word for word; but there they are said about the earth and those who dwell in the inhabited world, while here they are said about those in the heavens and the angels and powers spoken of as in the highest, and further about sun and moon and stars and all that are listed with them. In these words the divine Scripture teaches us that through the Word, according to the holy apostle, all things were created, those in the heavens and those on earth, “whether visible or invisible, whether thrones or dominions or rulers or authorities; all things have been created through him and in him,” and “without him not one thing came into being.” So much for the extracts from the Psalms. Since our account has received a moderate and sufficient compass, we shall make the extracts from the remaining books in verse, and after them those from the prophets, from a new beginning.

Ps 148:5 (quotation, high confidence) · Ps 148:1 (allusion, high confidence) · Ps 148:3 (allusion, medium confidence) · Ps 33:9 (32:9 LXX) (quotation, high confidence) · Col 1:16 (quotation, high confidence) · John 1:3 (quotation, high confidence)

Notes and citation

Summary: Eusebius reads “he commanded, and they were created” in Psalm 148 as the Father commanding and the Word carrying out creation, and closes the extracts from the Psalms.

  • Quotations from Ps 148:1–5 and 33:9 (32:9 LXX; Eusebius gives the Septuagint number, thirty-second); Col 1:16; John 1:3. The leaked marginal reference to Ps 148 in the digital text is removed. The distinction between the Father who commands and the Word who serves is Eusebius's own.

Notes on the original text

  • Digital text corrected (leaked editorial Scripture reference removed): σθησανPs. 148. → σθησαν.

Topics: Christology, Trinity, Creation

Cite (SBL): Eusebius, Ecl. proph. 2.16 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-16). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-16) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

2.17Gaisford

Καὶ τὸ ἐνθάδε λεγόμενον, ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι, ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα μαρτυρηθέντες οὐνκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Δῆλον δʼ ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γʼ οὖν, Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταῦτῃ, ᾗ ἐπορεύομην, ἔκρυψαν παγίδα μοι· καὶ πάλιν, ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθʼ ὧν ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου. Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς· ἵνʼ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθʼ ἣν ἐπεβουλεύθη, περιέχοντα.

Kai to enthade legomenon, eme hypomenousi dikaioi heōs hou antapodǭs moi, eoiken ek prosōpou legesthai tou Sōtēros; tina gar allon hypomenousi dikaioi heōs hou antapodǭ autǭ ho Theos, ē touton? Epei kathōs eirētai pou peri tōn palai dikaiōn, hōs ara martyrēthentes ounk ekomisanto tas epangelias, tou Theou kreitton ti peri hēmōn problepsamenou hina mē chōris hēmōn teleiōthōsin. Dēlon dʼ hoti auton horą to rhēton apo tou kai ta kata to pathos autou en tǭ psalmǭ akolouthōs tais allais prophēteiais prosēmainesthai; gegraptai gʼ oun, Ekcheō enōpion autou tēn deēsin mou, tēn thlipsin mou enōpion autou apangelō. En tǭ ekleipein ex emou to pneuma mou, kai sy egnōs tas tribous mou; en hodǭ tautę̄, hę̄ eporeuomēn, ekrypsan pagida moi; kai palin, rhysai me ek tōn katadiōkontōn me, hoti ekrataiōthēsan hyper eme. Toutois hexēs kai peri tēs ek nekrōn anastaseōs autou euchomenos phēsin; Exagage ek phylakēs tēn psychēn mou, tou exomologēsasthai tǭ onomati sou; hois epipherei to, eme hypomenousi dikaioi heōs hou antapodǭs moi. Hypemeinan oun ton Christon pantes ekeinoi hoi dikaioi heōs hou antapodǭ autǭ ho Patēr, anthʼ hōn ekenōsen heauton, hypēkoos autǭ genomenos mechri thanatou. Tina de antapodǭ autǭ ē ta ethnē klēronomian, kai tēn kataschesin autou ta perata tēs gēs; hinʼ hotan to plērōma tōn ethnōn eiselthę̄, tote kai ho pas Israēl sōthę̄, kai hola de ta en tǭ psalmǭ epharmosai an tǭ Christǭ, ta kata tēn enanthrōpēsin autou, kathʼ hēn epebouleuthē, periechonta.

And what is said here, “The righteous will wait for me until you repay me,” seems to be said in the person of the Saviour. For whom else will the righteous wait for until God repays him, but him? For as it is said somewhere about the righteous of old, that “though attested, they did not receive the promises, God having foreseen something better for us, so that they should not be made perfect without us.” That the text looks to him is clear from the fact that the events of his passion too are signified beforehand in the psalm, in keeping with the other prophecies. For it is written, “I will pour out my prayer before him; I will declare my affliction before him. When my spirit failed within me, you knew my paths; in this way in which I was walking they hid a snare for me”; and again, “Deliver me from those who persecute me, for they have become stronger than I.” After this, praying also about his resurrection from the dead, he says, “Bring my soul out of prison, to confess your name”; to which he adds, “The righteous will wait for me until you repay me.” All those righteous men, then, waited for the Christ until the Father should repay him for having emptied himself and become obedient to him even to death. And what would he repay him but the nations as inheritance, and the ends of the earth as his possession, so that when the fullness of the nations has come in, then all Israel too may be saved? And everything in the psalm, containing what concerns his incarnation, in which he was plotted against, would fit Christ.

Ps 142:7 (141:8 LXX) (quotation, high confidence) · Heb 11:39 (quotation, high confidence) · Heb 11:40 (quotation, high confidence) · Ps 142:2 (141:3 LXX) (quotation, high confidence) · Ps 142:3 (141:4 LXX) (quotation, high confidence) · Ps 142:6 (141:7 LXX) (quotation, high confidence) · Phil 2:7 (allusion, high confidence) · Phil 2:8 (allusion, high confidence) · Ps 2:8 (allusion, high confidence) · Rom 11:25 (quotation, high confidence) · Rom 11:26 (quotation, high confidence)

Notes and citation

Summary: Eusebius reads the psalm's prayer from prison and “the righteous will wait for me” as Christ's passion and resurrection, awaited by the righteous of old.

  • Quotations from Ps 142:2–3, 6–7 (141:3–4, 7–8 LXX); Heb 11:39–40; Phil 2:7–8; Ps 2:8; Rom 11:25–26. Gaisford numbered this and the next extract 13x and 14x; the stager renumbered them 2.17 and 2.18.

Topics: Christology, Passion and death of Christ

Cite (SBL): Eusebius, Ecl. proph. 2.17 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-17). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-17) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

2.18Gaisford

Ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ λέγεται, κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἐν δὲ τῷ ιζ′, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Ἐσημειωσάμεθα μὲν οὖν κἀκεῖ καὶ τὸ ῥητὸν, καὶ ἐνταῦθα δὲ ταυτὸν ποιοῦντες περὶ τοῦ Λόγου τοῦ Θεοῦ ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Κλίνας γὰρ οὐρανοὺς τῷ κενῶσαι ἑαυτὸν τῆς ἐπουρανίου καὶ ἐν μορφῇ Θεοῦ δόξης, εἰς τὰ κατώτερα τῆς γῆς κατελήλυθεν διʼ ἣν ἀνεδέξατο ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας οἰκονομίαν· ὅθεν πρὸ τοῦ ἐκτεθέντος ῥητοῦ ἀποθαυμάσας ὁ λόγος φησί· Κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; Εἰς τοῦτο γὰρ κλίνας τοὺς λεγομένους οὐρανοὺς κατελήλυθεν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἂν γνωσθείη ἐνανθρω πήσας τῷ τῶν ἀνθρώπων γένει πρότερον ἀγνοούμενος αὐτῷ· καὶ οὐ περιεφρόνησεν παρʼ οὐδὲν ἡγησάμενος τὸν γενόμενον υἱὸν ἀνθρώπου, τοῦτʼ ἔστι πᾶσαν τὴν λογικὴν καὶ κατʼ εἰκόνα Θεοῦ γενομένην ψυχήν· καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ πνευματικῶς ἐκλαμβάνων νοήσειας.

En men tǭ meta cheiras psalmǭ legetai, kyrie, klinon ouranous kai katabēthi, en de tǭ iz′, kai eklinen ouranous kai katebē. Esēmeiōsametha men oun kakei kai to rhēton, kai entautha de tauton poiountes peri tou Logou tou Theou tauta legesthai hypeilēphamen. Klinas gar ouranous tǭ kenōsai heauton tēs epouraniou kai en morphę̄ Theou doxēs, eis ta katōtera tēs gēs katelēlythen diʼ hēn anedexato hyper tēs anthrōpōn sōtērias oikonomian; hothen pro tou ektethentos rhētou apothaumasas ho logos phēsi; Kyrie ti estin anthrōpos hoti egnōsthēs autǭ, ē huios anthrōpou hoti logizę̄ auton? Eis touto gar klinas tous legomenous ouranous katelēlythen ho tou Theou Logos, hōs an gnōstheiē enanthrō pēsas tǭ tōn anthrōpōn genei proteron agnooumenos autǭ; kai ou periephronēsen parʼ ouden hēgēsamenos ton genomenon huion anthrōpou, toutʼ esti pasan tēn logikēn kai katʼ eikona Theou genomenēn psychēn; kai ta loipa de tou psalmou pneumatikōs eklambanōn noēseias.

In the psalm in hand it is said, “Lord, bow the heavens and come down,” and in the seventeenth, “And he bowed the heavens and came down.” We noted the text there too, and here, doing the same, we have taken these words to be said about the Word of God. For having bowed the heavens by emptying himself of the heavenly glory that was in the form of God, he came down to the lower parts of the earth, through the dispensation he took up for the salvation of humans. Hence, before the text set out, the word marvels and says, “Lord, what is man, that you became known to him, or the son of man, that you take account of him?” For to this end the Word of God, bowing the heavens so called, came down: that by becoming man he might be known to the human race, which formerly did not know him; and he did not despise or count as nothing the one who became the son of man, that is, every rational soul made in the image of God. The rest of the psalm too you would understand by taking it spiritually.

Ps 144:5 (143:5 LXX) (quotation, high confidence) · Ps 18:9 (17:10 LXX) (quotation, high confidence) · Phil 2:6 (allusion, high confidence) · Phil 2:7 (allusion, high confidence) · Eph 4:9 (allusion, high confidence) · Ps 144:3 (143:3 LXX) (quotation, high confidence) · Gen 1:27 (allusion, medium confidence)

Notes and citation

Summary: Eusebius reads “bow the heavens and come down” as the Word's self-emptying descent in the incarnation so that he might be known by humans.

  • Quotations from Ps 144:5, 3 (143:5, 3 LXX); Ps 18:9 (17:10 LXX; Eusebius uses the Septuagint number, seventeenth); Phil 2:6–7; Eph 4:9; Gen 1:27.

Topics: Christology, Incarnation

Cite (SBL): Eusebius, Ecl. proph. 2.18 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/2-18). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-2-18) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

Chapter 3

3.0Gaisford

Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἐξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον.

Meta dē tas apo tōn psalmōn eklogas tas apo tōn loipōn stichērōn kai tōn exēs prophēteiōn en tritǭ toutǭ syngrammati tōn peri tou Christou Prophētikōn Eklogōn, ogdoǭ onti tēs Katholou Stoicheiōdous Eisagōgēs, analexōmetha, proepisēmēnamenoi hoti mēte ta tōn prophētōn epalētheuein dynaton, ēn mē ouchi tēs eis ton Sōtēra kai Kyrion hēmōn Iēsoun Christon pisteōs autois symparalambanomenēs, mēte ta tēs hēmeteras eis ton Christon pisteōs logikōteron kratynesthai, mē tōn anekathen prophētōn tas peri autou pistoumenōn apodeixeis. Hothen eikotōs an tis Ioudaiois te mē ton Christon paradexamenois, kai tois tas prophēteias athetousi hairesiōtais katamempsoito eis asystata peritrepomenois; hoi men gar hōs Theou tas prophēteias apodechomenoi, tautas pseudeis apelenchousin ateleis autas kataleipontes, hoti mē tas eis ton Christon apoplērōtheisas tōn prophēteiōn ekbaseis hoioi te eisi paradexasthai; hoi de ton Christon homologountes asystaton kai anapodeikton tēn eis auton pistin periepousi, mē tois thaumasiois tou Theou prophētais ta peri autou promartyromenois synchrōmenoi; hēmeis ge toi; tas mentoi prophēteias dia tēs tou Christou parousias, tautēn de dia tōn prophēteiōn pistoumenoi, to phanon kai sterron tēs alētheias anexelenktois apodeixesi paristōmen. Tauta men hōs en prooimiǭ; iōmen de epi to prokeimenon.

After the extracts from the Psalms, let us gather those from the remaining books in verse and from the prophecies that follow, in this third book of the Prophetic Extracts concerning Christ, which is the eighth of the General Elementary Introduction. We note first that it is not possible to show the prophets' words to be true unless faith in our Saviour and Lord Jesus Christ is taken along with them, nor can our faith in Christ be made firm more rationally unless the prophets of old confirm the proofs concerning him. Hence one might rightly blame both the Jews, who have not accepted the Christ, and the heretics who reject the prophecies, for falling into untenable positions. The former, accepting the prophecies as God's, prove them false by leaving them unfulfilled, because they cannot accept the outcomes of the prophecies fulfilled in Christ. The latter, confessing Christ, keep faith in him untenable and undemonstrated, by not making use of the wonderful prophets of God, who bore witness beforehand to the things about him. But we, confirming the prophecies through the coming of Christ, and his coming through the prophecies, set forth the clear and solid truth by irrefutable demonstrations. So much by way of preface; let us go on to the subject before us.

Notes and citation

Summary: Opening the third book of the Extracts (the eighth of the General Elementary Introduction), Eusebius argues that the prophecies and faith in Christ confirm each other, against both Jews and heretics who reject the prophets.

  • This preface gives the work's place in Eusebius's larger General Elementary Introduction (book 8). “The heretics who reject the prophecies” are probably the Marcionites and similar groups. The criticisms of Jews and heretics are the author's own.

Topics: Scripture and canon, Heresy, Christology, Prophecy and fulfilment

Cite (SBL): Eusebius, Ecl. proph. 3.0 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-0). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-0) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

3.1Gaisford

Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δʼ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δʼ ἀναλεξόμεθα διʼ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνώσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Διʼ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Διʼ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατώ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρʼ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθʼ ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκεουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ πάλιν, ὃς ἑγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστι Θεοῦ, διʼ οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα διʼ αὐτοῦ ἐγένετο· καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, κατὰ τὸν ἀποστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ χρηματίζει, καὶ καθʼ ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.

Pasa men hē biblos tōn Paroimiōn ek prosōpou legesthai tēs Sophias eoike, pē men ton ēthikon hypotithemenēs bion, pē de prosōpopoiousēs heterōn logous; kai pote men ainigmata proballomenēs, pote dʼ au peri hautēs tina didaskousēs, kai ta peri tou heautēs entheou axiōmatos paideuousēs. Toutōn dʼ analexometha diʼ hōn manthanomen hoti dē zǭon theion kai pantē tēn physin enareton hē Sophia tynchanei, hē autē ousa tǭ meta ton prōton Theon deuterǭ tōn holōn aitiǭ, tǭ te en archę̄ pros ton Theon Theǭ Logǭ, kai tę̄ dioikousę̄ kai oikonomousę̄ ta sympanta kai mechri tōn epi gēs pragmatōn phthanousę̄ pronoią tou Theou, hē kai pro pasēs ousias te kai hypostaseōs ektistai, archē hodōn ousa tēs holēs dēmiourgias. Ta de rhēta hōs ex autēs tēs Sophias touton lelektai ton tropon; Egō hē sophia kateskēnōsa boulēn kai gnōsin, kai ennoian egō epekalesamēn. Phobos Kyriou misei kakian, hybrin te kai hyperēphanian kai hodous ponērōn, emisēsa de egō diestrammenas hodous kakōn. Emē boulē kai asphaleia; egō synesis, emē de ischys. Diʼ emou basileis basileuousi, kai hoi dynastai graphousi dikaiosynēn. Diʼ emou megistanes megalynontai. Egō tous eme philountas agapō, hoi de eme zētountes heurēsousi charin. Ploutos kai doxa emoi hyparchei, kai ktēsis pollōn kai dikaiosynē. Beltion eme karpizesthai hyper chrysion kai lithon timion polyn; ta de ema genēmata kreissō argyriou eklektou. En hodois dikaiosynēs peripatō, kai anameson tribōn dikaiōmatos anastrephomai; hina merisō tois eme agapōsin hyparxin, kai tous thēsaurous autōn emplēsō agathōn; ean anangeilō hymin ta kathʼ hēmeran ginomena, mnēmoneusō ta ex aiōnos arithmēsai. Kyrios ektise me archēn hodōn autou eis erga autou, pro tou aiōnos ethemeliōse me, en archę̄ pro tou tēn gēn poiēsai, kai pro tou tas abyssous poiēsai, pro tou elthein tas pēgas tōn hydatōn; pro tou orē hedrasthēnai, pro de pantōn bounōn, genną me. Kyrios epoiēse chōras kai aoikētous, kai akra oikoumena tēs hypʼ ouranon. Hēnika hētoimaze ton ouranon, symparēmēn autǭ, hēnika aphōrize ton heautou thronon epʼ anemōn. Hēnika ischyra epoiei ta anō nephē, kai hōs asphaleis etithei pēgas tēs hypʼ ouranon, en tǭ tithenai auton tę̄ thalassę̄ akribasmon autou, kai hydata ou pareleusontai stoma autou; hēnika ischyra epoiei ta themelia tēs gēs, ēmēn parʼ autǭ harmozousa; egō ēmēn, hę̄ prosechaire kathʼ hēmeran, euphrainomēn de en prosōpǭ autou en panti kairǭ; hote euphraineto tēn oikeoumenēn syntelesas, kai euphraineto en huiois tōn anthrōpōn. Tauta men oun didaskei peri heautēs hē Sophia; tis de estin hautē, ho hieros apostolos paideuei legōn, Christos Theou dynamis kai Theou sophia; kai palin, hos hegenēthē sophia hēmin apo Theou. Christos oun estin ho ta proeirēmena phaskōn; hē Sophia kai Logos esti Theou, diʼ hou ta panta gegenētai; En archę̄ gar ēn ho logos, kai ho logos ēn pros ton Theon, kai Theos ēn ho logos. Panta diʼ autou egeneto; kai, en autǭ ektisthē ta panta, ta en tois ouranois kai ta epi tēs gēs, eite horata eite aorata, kata ton apostolon; honper de tropon kata tina epinoian Logos Theou chrēmatizei, kai kathʼ heteran zōē, kai palin, alētheia kai phōs alēthinon, kai ta loipa hoposa phasin auton hai theiai graphai, ton auton dē tropon kai Sophia prosēgoreutai, hypēretēs tynchanousa tou Patros eis tēn holōn pronoian te kai oikonomian.

The whole book of Proverbs seems to be spoken in the person of Wisdom, who sometimes sets out the moral life, sometimes gives voice to the words of others; sometimes puts forward riddles, and at other times teaches certain things about herself and instructs us about her own divine dignity. Of these we shall gather the passages from which we learn that Wisdom is a divine living being, wholly virtuous by nature, being the same as the second cause of the universe after the first God, the Word who was God in the beginning with God, and the providence of God that governs and administers all things and reaches even to affairs on earth; who was also created before every substance and subsistence, being the beginning of the ways of the whole creation. The words spoken as by Wisdom herself run as follows: “I, Wisdom, made counsel and knowledge my dwelling, and I called upon understanding. The fear of the Lord hates evil, insolence and arrogance and the ways of the wicked; and I have hated the perverse ways of evil men. Counsel and safety are mine; I am understanding, and strength is mine. Through me kings reign, and princes decree righteousness. Through me great men are magnified. I love those who love me, and those who seek me will find favour. Wealth and glory are mine, and the possession of many things, and righteousness. It is better to have my fruit than gold and much precious stone, and my produce is better than choice silver. I walk in the ways of righteousness, and I move about in the midst of the paths of justice, that I may distribute substance to those who love me and fill their treasuries with good things. If I declare to you the things that happen day by day, I will remember to recount the things from of old. The Lord created me as the beginning of his ways for his works; before the age he founded me, in the beginning, before he made the earth, and before he made the depths, before the springs of the waters came forth; before the mountains were settled, and before all the hills, he begets me. The Lord made countries and uninhabited places, and the inhabited heights of the land under heaven. When he prepared the heaven, I was present with him, when he marked out his own throne upon the winds; when he made strong the clouds above, and made secure the springs of the land under heaven, when he set for the sea its boundary, and the waters shall not pass his mouth; when he made strong the foundations of the earth, I was beside him, fitting things together. I was the one in whom he delighted day by day, and I rejoiced in his presence at every time, when he rejoiced at having completed the inhabited world and rejoiced among the sons of men.” This is what Wisdom teaches about herself. Who she is, the holy apostle teaches, saying, “Christ, the power of God and the wisdom of God”; and again, “who became wisdom for us from God.” So it is Christ who says the things quoted. He is the Wisdom and Word of God, through whom all things came into being; for “In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came into being through him”; and “In him all things were created, those in the heavens and those on earth, whether visible or invisible,” according to the apostle. Just as, under one concept, he is called the Word of God, and under another life, and again truth and the true light, and all the other things that the divine Scriptures call him, in the same way he is also called Wisdom, being the servant of the Father for the providence and administration of the universe.

Prov 8:12 (quotation, high confidence) · Prov 8:13 (quotation, high confidence) · Prov 8:14 (quotation, high confidence) · Prov 8:15 (quotation, high confidence) · Prov 8:16 (quotation, high confidence) · Prov 8:17 (quotation, high confidence) · Prov 8:18 (quotation, high confidence) · Prov 8:19 (quotation, high confidence) · Prov 8:20 (quotation, high confidence) · Prov 8:21 (quotation, high confidence) · Prov 8:22 (quotation, high confidence) · Prov 8:23 (quotation, high confidence) · Prov 8:24 (quotation, high confidence) · Prov 8:25 (quotation, high confidence) · Prov 8:26 (quotation, high confidence) · Prov 8:27 (quotation, high confidence) · Prov 8:28 (quotation, high confidence) · Prov 8:29 (quotation, high confidence) · Prov 8:30 (quotation, high confidence) · Prov 8:31 (quotation, high confidence) · 1 Cor 1:24 (quotation, high confidence) · 1 Cor 1:30 (quotation, high confidence) · John 1:1 (quotation, high confidence) · John 1:3 (quotation, high confidence) · Col 1:16 (quotation, high confidence) · John 14:6 (allusion, medium confidence) · John 1:9 (allusion, medium confidence)

Notes and citation

Summary: Eusebius quotes Wisdom's speech in Proverbs 8 and identifies Wisdom with Christ, the Word through whom all things were made.

  • Quotation from Prov 8:12–31 (Septuagint); 1 Cor 1:24, 30; John 1:1–3; Col 1:16; John 14:6; 1:9. Eusebius follows the Septuagint of Prov 8:22, “The Lord created (ἔκτισε) me,” and himself says that Wisdom “was created before every substance”; this verse became central to the Arian controversy. His wording, including “the second cause of the universe after the first God,” is translated as written.

Notes on the original text

  • Digital text corrected (misprint of καί in the digital text): Ἐμὴ βουλὴ παὶ ἀσφάλεια → Ἐμὴ βουλὴ καὶ ἀσφάλεια.

Topics: Christology, Trinity

Cite (SBL): Eusebius, Ecl. proph. 3.1 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-1). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-1) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

3.2Gaisford

Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· τούτου δὲ καὶ οἱπροσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπʼ ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ.

En phōti huiou basileōs zōē; hoi de prosdektoi autǭ hōsper nephos opsimon. Kai tinos allou basileōs huiou en phōti zōē tynchanei, ē en tǭ tou Theou Logǭ, huiou tynchanontos tou pantōn basileōs Theou; autos gar estin to phōs to alēthinon ho phōtizei panta anthrōpon erchomenon eis ton kosmon; en hǭ phōti zōē tynchanei kata ton phēsanta tou euangeliou logon, en autǭ zōē ēn, kai hē zōē ēn to phōs tōn anthrōpōn; toutou de kai hoiprosdektoi, hous hēgoumetha einai tous apostolous autou kai mathētas, gegonasin hōsper nephos opsimon epʼ eschatou tōn hēmerōn kai epi synteleią tou aiōnos, tēn erēmon pote gēn kai anydron, toutesti tēn tōn ethnōn ekklēsian, ardeusantes tǭ pneumatikǭ tēs eusebous didaskalias autǭ hyetǭ.

“In the light of a king's son is life; and those acceptable to him are like a late cloud.” And in the light of what other king's son is there life, but in the Word of God, who is the Son of God, the King of all? For he is the true light that enlightens every human coming into the world; and in this light there is life, according to the word of the Gospel that says, “In him was life, and the life was the light of humans.” And those acceptable to him, whom we take to be his apostles and disciples, have become like a late cloud at the last of the days and at the consummation of the age, watering the land once desert and waterless, that is, the church of the nations, with the spiritual rain of reverent teaching.

Prov 16:15 (quotation, high confidence) · John 1:9 (quotation, high confidence) · John 1:4 (quotation, high confidence) · Heb 1:2 (allusion, low confidence) · Isa 35:1 (allusion, low confidence)

Notes and citation

Summary: Eusebius reads Proverbs' “in the light of a king's son is life” as Christ, the true light, and the “late cloud” as the apostles watering the Gentile church.

  • Quotation from Prov 16:15 (Septuagint, which reads “a king's son”); John 1:9, 4; Isa 35:1 (the desert land).

Topics: Christology

Cite (SBL): Eusebius, Ecl. proph. 3.2 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-2). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-2) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

3.3Gaisford

Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δʼ ἐδιδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ’ν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ’κράτησε τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ· ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν μωρίαν τοῦ κηρύγματος σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων· ἐν δὲ ξή ψαλμῷ, σὺ ἔγνως τὴν ἀφροσύνην μου· φησὶν δὲ ὅτι καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ, ὥσπερ ἐπʼ ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ (τῷ) μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ (ἔτι) τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δʼ ὅτι καὶ θεία ὑπεράνθρωπος· διʼ ὃ καὶ ἐπιφέρει λέγων, Θεὸς δʼ ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα· εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς. Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν, ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν· προτάξας τὸ κατεληλυθέναι αὐτὸν, εἶτʼ ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰπὼν τῇ Μαριὰμ, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενος αὐτοῖς· ἀνεληλυθὼς δηλαδὴ πρὸς τὸν Πατέρα, καὶ αὖθις διʼ ἣν ἐπετέλει οἰκονομίαν κατεληλυ θώς. Διʼ ὃ καὶ εἴρηται· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; Διʼ ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν; Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δʼ ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται Θεοῦ σωτηρία· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας, αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε, Τεκνία, ἔτι μικρὸν χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ τῶν μετʼ ἐκείνους ἐν ἀπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα;

Tade legei anēr tois pisteuousi Theǭ, kai pauomai. Aphronestatos gar eimi pantōn anthrōpōn, kai phronēsis anthrōpōn ouk estin en emoi. Theos dʼ edidaxen me sophian, kai gnōsin hagiōn egō egnōka. Tis anebē eis ton ouranon kai katebē? tis synēgagen anemous ’n kolpǭ? tis synestrepsen hydōr en himatiǭ? tis ’kratēse tōn akrōn tēs gēs? ti onoma autǭ; ē ti onoma tois teknois autou? Kai tis an eiē allos anēr ho tauta phaskōn, ē ho enanthrōpēsas Kyrios hēmōn, ētoi dia tas hēmōn aphrosynas, has eis heauton anedexato, ē dia tēn mōrian tou kērygmatos sophōteran kai ischyroteran ousan tēs tōn anthrōpōn sophias; enthade men phaskōn, aphronestatos gar eimi pantōn anthrōpōn; en de xē psalmǭ, sy egnōs tēn aphrosynēn mou; phēsin de hoti kai phronēsis anthrōpōn ouk estin en emoi, hōsper epʼ andragathēmati lamprynamenos epi tǭ mēdemian eschēkenai phronēsin tōn parasymblēthentōn tois ktēnesi tois anoētois, kai homoiōthentōn autois anthrōpōn; ē hōn tēn sophian emōranen ho Theos mēden pleon phronountōn ta epi tēs gēs, hosa pephyken sarkōn te kai hylēs oikeia; hothen dē kai memartyrēntai en tę̄ geneą autōn phronimoi einai, to (tǭ) mona ta epi gēs zētein kai dianoeisthai ek neotētos epi (eti) ta ponēra; anthrōpeia men oudamōs ēn en tǭ proeirēmenǭ andri phronēsis, dēlon dʼ hoti kai theia hyperanthrōpos; diʼ ho kai epipherei legōn, Theos dʼ edidaxe me sophian, kai gnōsin hagiōn egō egnōka; eita erōtēmatikōs phēsin, tis anebē eis ton ouranon kai katebē? hoionei diegeirōn hēmas epi zētēsin tou ta tēlikauta peri heautou didaskontos, peri hou kai ta hexēs eirētai idias deomena scholēs. Ho men oun theios apostolos peri autou didaskōn hēmas phēsin, ho katabas eis ta katōtera merē tēs gēs, autos estin kai ho anabas hyperanō tōn ouranōn; protaxas to katelēlythenai auton, eitʼ epanagagōn to anelēlythenai phēsin, epeita katelēlythenai; epeiper meta tēn ek nekrōn anastasin eipōn tę̄ Mariam, Mē mou haptou, oupō gar anabebēka pros ton patera mou; meta tauta ōphthē tois mathētais epi hēmerais tessarakonta synalizomenos autois; anelēlythōs dēladē pros ton Patera, kai authis diʼ hēn epetelei oikonomian katelēly thōs. Diʼ ho kai eirētai; Anabas eis hypsos ę̄chmalōteusen aichmalōsian, edōke domata en anthrōpois. Tina de tauta ē ta dia tou hagiou Pneumatos charismata, haper ex ouranou katebibase? Diʼ ho kai entautha para tǭ Akylą eirētai; tis anebē eis ton ouranon kai katebibasen? Autos de kai ekratēse tōn akrōn tēs gēs, hōste eis pasan tēn gēn exelthein ton logon autou, kai eis ta perata tēs oikoumenēs ta rhēmata autou. Hōi de dedotai logos gnōseōs, houtos eisetai hopōs an noētheiē kai ta loipa tōn kata ton topon; protrepei de hēmas epi to zētēsai ti onoma autǭ te kai tois teknois autou; pros touto dʼ hypakousometha ek tēs energeias pareilēphotes, autǭ men hyparchein onoma Iēsous, hoper hermēneuetai Theou sōtēria; ho kai hoi kata sarka prosēkontes kata ton tou Gabriēl chrēmatismon epitetheikasin autǭ, hypothemenou kai tēn aitian tou angelou tēs toiautēs prosēgorias, autos gar sōsei phēsi ton laon autou apo tōn hamartiōn autōn. To de tōn teknōn autou onoma, hois elege, Teknia, eti mikron chronon methʼ hymōn eimi, kai tōn metʼ ekeinous en apasais tais ekklēsiais huiōn te autou kai huiōnōn kai apogonōn, ti an allo eiē ē to eulogēmenon Christianon onoma?

“Thus says the man to those who believe God, and I cease. For I am the most foolish of all men, and the understanding of men is not in me. But God has taught me wisdom, and I have known the knowledge of the holy. Who has gone up into heaven and come down? Who has gathered the winds in his bosom? Who has wrapped up water in a garment? Who has taken hold of the ends of the earth? What is his name, or what is the name of his children?” And what other man could be the one who says this, but our Lord who became man? He says it either because of our follies, which he took upon himself, or because of the foolishness of the preaching, which is wiser and stronger than the wisdom of humans. Here he says, “For I am the most foolish of all men,” and in the sixty-eighth psalm, “You know my folly.” He also says, “and the understanding of men is not in me,” glorying as in an exploit that he has had none of the understanding of men who have been compared to the senseless cattle and made like them; or of those whose wisdom God made foolish, who think of nothing more than the things on earth, whatever belongs by nature to flesh and matter. For this reason they are attested to be wise in their generation, (by) seeking only the things on earth and thinking (still) on evil from their youth. There was no human understanding at all in the man mentioned, but clearly a divine one, above the human; which is why he adds, “But God has taught me wisdom, and I have known the knowledge of the holy.” Then he asks, “Who has gone up into heaven and come down?”, as if rousing us to search for the one who teaches such great things about himself, concerning whom the rest is also said, which needs leisure of its own. The divine apostle, teaching us about him, says, “He who came down to the lower parts of the earth is the same who also went up above the heavens.” He puts first that he came down, then brings in that he went up, and then that he came down; since after the resurrection from the dead he said to Mary, “Do not touch me, for I have not yet ascended to my Father”; after this he was seen by the disciples for forty days, eating with them, having clearly gone up to the Father and come down again because of the dispensation he was carrying out. Hence it is also said, “Having gone up on high he led captivity captive; he gave gifts among humans.” And what are these but the gifts of the Holy Spirit, which he brought down from heaven? This is why here too Aquila says, “Who has gone up into heaven and brought down?” He also took hold of the ends of the earth, so that his word went out into all the earth, and his sayings to the ends of the inhabited world. The one to whom a word of knowledge is given will know how the rest of the passage should be understood. It urges us to ask what his name is and the name of his children. To this we shall answer from what we have learned by experience: his name is Jesus, which is interpreted “salvation of God”; this name those related to him according to the flesh gave him, following the oracle of Gabriel, the angel also giving the reason for such a title: “For he will save his people from their sins,” he says. And the name of his children, to whom he said, “Little children, yet a little while I am with you,” and of those after them in all the churches, his sons, grandsons, and descendants, what else could it be but the blessed name Christian?

Prov 30:1 (quotation, high confidence) · Prov 30:2 (quotation, high confidence) · Prov 30:3 (quotation, high confidence) · Prov 30:4 (quotation, high confidence) · 1 Cor 1:21 (allusion, high confidence) · 1 Cor 1:25 (allusion, high confidence) · Ps 69:5 (68:6 LXX) (quotation, high confidence) · Ps 49:12 (48:13 LXX) (allusion, high confidence) · 1 Cor 1:20 (allusion, high confidence) · Luke 16:8 (allusion, high confidence) · Gen 8:21 (allusion, high confidence) · Eph 4:9 (quotation, high confidence) · Eph 4:10 (quotation, high confidence) · John 20:17 (quotation, high confidence) · Acts 1:3 (allusion, high confidence) · Acts 1:4 (allusion, medium confidence) · Eph 4:8 (quotation, high confidence) · Ps 68:18 (67:19 LXX) (quotation, medium confidence) · 1 Cor 12:8 (allusion, high confidence) · Ps 19:4 (18:5 LXX) (allusion, high confidence) · Matt 1:21 (quotation, high confidence) · Luke 1:31 (allusion, medium confidence) · John 13:33 (quotation, high confidence) · Acts 11:26 (allusion, low confidence)

Notes and citation

Summary: Eusebius reads Agur's words in Proverbs, “who has gone up into heaven and come down… what is his name and the name of his children?”, as Christ, whose name is Jesus and whose children are called Christians.

  • Quotation from Prov 30:1–4 (Septuagint, where this passage stands among the sayings after 24:22); Ps 69:5 (68:6 LXX; Eusebius gives the Septuagint number, sixty-eighth); 1 Cor 1:20–25; Ps 49:12 (48:13 LXX); Luke 16:8; Gen 8:21; Eph 4:9–10; John 20:17; Acts 1:3–4; Ps 68:18 (67:19 LXX) as in Eph 4:8; 1 Cor 12:8; Ps 19:4 (18:5 LXX); Matt 1:21; John 13:33. Aquila's rendering is reported by Eusebius. The editor's corrections (τῷ, ἔτι) are translated.

Notes on the original text

  • Digital text corrected (leaked footnote marker removed): γματος1 → γματος.

Topics: Christology, Resurrection and ascension of Christ

Cite (SBL): Eusebius, Ecl. proph. 3.3 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-3). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-3) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

3.4Gaisford

Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντʼ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἐπεὶ Χριστὸς σοφία Θεοῦ ὢν διʼ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπʼ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δʼ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι ὑπολαμβάνω, μεθʼ οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δʼ ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων;

Agathos pais penēs kai sophos hyper basilea presbyteron kai aphrona, hos ouk egnō tou prosechein eti. Hoti ex oikou desmiōn exeleusetai tou basileusai, hoti kai ge en basileią autou egenēthē penēs. Eidon sympantas tous zōntas tous peripatountas hypo ton hēlion meta tou neaniskou tou deuterou, hos anastēsetai antʼ autou. Ouk esti perasmos tǭ panti laǭ tois pasin, hosoi egenonto emprosthen autōn; kai ge hoi eschatoi ouk euphranthēsontai en autǭ, hoti kai ge touto mataiotēs kai proairesis pneumatos. Epei Christos sophia Theou ōn diʼ hēmas eptōcheuse plousios ōn, oimai peri autou legesthai to, agathos pais penēs kai sophos hyper basilea presbyteron kai aphrona; hon nomizō einai ton pepalaiōmenon hēmerōn kakōn diabolon; hos basileus men estin tōn basileuomenōn hypo tēs energoumenēs hypʼ autou hamartias, aphrōn ge mēn dia to esterēsthai tēs enaretou kai kata Theon phronēseōs; ho de proeirēmenos agathos kai sophos pais, ex oikou desmiōn, ētoi tou perigeiou topou, ētoi tōn en Haidę̄ chōriōn, kata tēn ek nekrōn anastasin proelthōn basileus hypo tou Patros epi Siōn to epouranion oros tou Theou katestē, kai en autę̄ tę̄ basileią autou egenēthē penēs, ouch harpagmon hēgoumenos to einai isa Theǭ, allʼ heauton tapeinōn kai tēs anōtatō doxēs hypokatabainōn dia tous mē chōrountas autou ton tēs sophias plouton; ton dʼ anti toutou legomenon anastēsesthai deuteron neaniskon, ton antichriston einai hypolambanō, methʼ hou sympantas tous hypo ton hēlion zōntas kai peripatountas heorakenai phēsin ho logos; tines dʼ an eien houtoi, ē pantes hoi periepontes tēn hypo ton hēlion legomenēn mataiotēta mataiotētōn?

“Better is a youth, poor and wise, than a king old and foolish, who no longer knew how to take heed. For out of the house of prisoners he will come forth to reign, for even in his kingdom he became poor. I saw all the living who walk under the sun with the second youth, who will rise up in his place. There is no end to all the people, to all who were before them; and yet those who come later will not rejoice in him; for this too is vanity and a choice of the spirit.” Since Christ, being the wisdom of God, became poor for our sake though he was rich, I think “Better is a youth, poor and wise, than a king old and foolish” is said about him. The old king I think is the devil, “grown old in evil days,” who is king of those over whom the sin worked by him reigns, but foolish because he is deprived of the virtuous understanding that is according to God. The good and wise youth mentioned came forth out of the house of prisoners, either the region around the earth or the places in Hades, at his resurrection from the dead, and was set up by the Father as king on Zion, the heavenly mountain of God; and in his very kingdom he became poor, not counting equality with God a thing to be grasped, but humbling himself and coming down from the highest glory for the sake of those who could not receive the riches of his wisdom. The one said to rise up in his place, the second youth, I take to be the Antichrist, with whom the word says it saw all who live and walk under the sun; and who would they be but all who cherish what is called the vanity of vanities under the sun?

Eccl 4:13 (quotation, high confidence) · Eccl 4:14 (quotation, high confidence) · Eccl 4:15 (quotation, high confidence) · Eccl 4:16 (quotation, high confidence) · 1 Cor 1:24 (allusion, high confidence) · 2 Cor 8:9 (allusion, high confidence) · Ps 2:6 (allusion, medium confidence) · Heb 12:22 (allusion, medium confidence) · Phil 2:6 (quotation, high confidence) · Phil 2:8 (allusion, medium confidence) · Eccl 1:2 (allusion, high confidence)

Notes and citation

Summary: Eusebius interprets Ecclesiastes' poor and wise youth as Christ, the old and foolish king as the devil, and the second youth as the Antichrist.

  • Quotation from Eccl 4:13–16 (Septuagint); 1 Cor 1:24; 2 Cor 8:9; Sus 52 (“grown old in evil days”); Ps 2:6; Phil 2:6–8; Eccl 1:2. These identifications are Eusebius's own allegorical proposals.

Notes on the original text

  • Digital text corrected (leaked footnote marker removed): α Θεοῦ1 → α Θεοῦ.

Extrabiblical texts: Sus 52 (Susanna [in RC, EO, ETH canons]; quotation)

Topics: Christology, Eschatology, Antichrist, The devil and demons

Cite (SBL): Eusebius, Ecl. proph. 3.4 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-4). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-4) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.

3.5Gaisford

Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπʼ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἓν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τῷ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἑξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν διʼ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν· ὃς τὴν μικρὰν πόλιν, τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπʼ αὐτὸν χάρακας μεγάλους, τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Τούτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ διʼ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθʼ ἑτέραν· ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν. Φασὶ δʼ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος, φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου· Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δʼ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δʼ οἷοί τε ἦσαν εἰδέναι τὸ. μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη· καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσαι τοὺς πιστεύοντας· ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ, φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι· οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστιν, πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον.

Kai ge touto eidon sophian hypo ton hēlion, kai megalē esti pros me. Polis mikra kai andres en autę̄ oligoi, kai elthę̄ eis autēn basileus megas, kai kyklōsei autēn, kai oikodomēsei epʼ autēn charakas megalous; kai heurę̄ en autę̄ andra penēta kai sophon, kai diasōsei autos tēn polin hen tę̄ sophią autou, kai anthrōpos ouk emnēsthē tǭ andros tou penētos ekeinou. Kai eipa egō, Agathē sophia hyper dynamin; kai sophia tou penētos hexoudenōmenē, kai logoi autou ouk eisin akouomenoi. Epei kai entautha ho men ta tou polemou energōn basileus einai legetai, ho de diasōzōn tēn hypo toutou poliorkoumenēn polin anēr penēs kai sophos; legomenou de kai en tǭ pro toutou kephalaiǭ tou, agathos penēs kai sophos hyper basilea presbyteron kai aphrona, ton men aphrona basilea ton diabolon exeilēphamen, ton de penēta kai sophon ton diʼ hēmas heauton kenōsanta kai ptōcheusanta tou Theou Logon; toutou dē charin kai ta prokeimena esēmeiōsametha, ouk allon einai nomizontes ton enthade diagraphomenon polemikon basilea tou ekei legomenou basileōs aphronos; hōsautōs de ton entautha diasōzonta tę̄ heautou sophią tēn poliorkoumenēn polin tou ekei penētos kai sophou, hon elegomen einai ton Christon; hos tēn mikran polin, toutesti ton perigeion topon synkrisei tou pantos kosmou brachytaton onta, kai tous en autę̄, hōs en parathesei tēs tōn logikōn hapantōn plēthyos oligous ontas epi panta ta ethnē, hōs stagōn estin apo kadou, elytrōsato poliorkoumenous apo tēs tou diabolou basileias, pantothen ton perigeion chōron kai tous en autǭ kyklountos, oikodomountos te epʼ auton charakas megalous, tas archas, kai tas exousias, kai tous kosmokratoras tou skotous toutou, kai ta pneumatika tēs ponērias. Touton oun ouk allos tis ē monos katheilen ho penēs kai sophos anēr, ho Sōtēr kai Kyrios hēmōn, kenōsas heauton kai diʼ hēmas ptōcheusas en tǭ ploutǭ tou heautou eleous, kai kathelōn diesōsen en tę̄ sophią autou tēn mikran polin, hōs eikos tēn ekklēsian kathʼ heteran; ekdochēn, kai tous en autę̄ oligous ontas; epeidē stenē kai tethlimmenē hē hodos hē apagousa eis tēn zōēn, kai oligoi eisin hoi diiontes autēn. Phasi dʼ hoi tēn tēlikautēn horōntes oikonomian to, agathē sophia hyper dynamin; dynamin de dēlon hoti tēn tōn polemiōn; alla kai, anthrōpos, phēsin, ouk emnēsthē tou andros tou penētos ekeinou; Theos men gar ēn ho dia tōn prophētōn mnēmoneuōn autou, kai prokēryttōn ta peri tēs eis anthrōpous epidēmias autou; tōn dʼ hypo tēs sophias tōn archontōn toutou tou aiōnos energēthentōn oude heis pōpote emnēsthē, epei mē dʼ hoioi te ēsan eidenai to. mystērion to apokekrymmenon pro tōn aiōnōn tēs kata tēn enanthrōpēsin oikonomias tou Logou tou Theou. Pros toutois legetai hoti kai sophia tou penētos exoudenōmenē; kai gar eudokēsen ho Theos dia tēs mōrias tou kērygmatos sōsai tous pisteuontas; alla kai hoi logoi autou, phēsin, ouk eisin akouomenoi; ou pantōn gar estin akousai tōn tou Sōtēros logōn, ei mē monon tōn echontōn ōta eis to akouein; kai gar to euangelion tou Christou kekalymmenon estin, plēn ou tois autou mathētais, tois gar apollymenois estin kekalymmenon.

“This too I saw as wisdom under the sun, and it is great to me. There was a small city, and few men in it; and a great king came against it and surrounded it and built great siegeworks against it; and he found in it a man poor and wise, and he saved the city by his wisdom; yet no one remembered that poor man. And I said, ‘Wisdom is better than power; yet the wisdom of the poor man is despised, and his words are not heard.’” Here too the one who wages war is said to be a king, and the one who saves the city besieged by him a poor and wise man. Since in the previous chapter it was said, “Better is a youth, poor and wise, than a king old and foolish,” and we took the foolish king to be the devil and the poor and wise one to be the Word of God, who emptied himself and became poor for our sake, for this reason we have noted the present passage too, thinking that the warlike king described here is no other than the foolish king spoken of there, and likewise that the one who here saves the besieged city by his wisdom is the poor and wise one there, whom we said to be Christ. He ransomed the small city, that is, the region around the earth, which is very small compared with the whole cosmos, and those in it, who are few in comparison with the multitude of all rational beings, all the nations being like a drop from a bucket. They were besieged by the kingdom of the devil, who surrounds on every side the region around the earth and those in it, and builds great siegeworks against it: the rulers, the authorities, the world-rulers of this darkness, and the spiritual forces of wickedness. Him no one else brought down but the poor and wise man alone, our Saviour and Lord, who emptied himself and became poor for our sake in the riches of his own mercy; and having brought him down, he saved by his wisdom the small city, which in another interpretation is, presumably, the church, and those in it who are few; since narrow and hard is the way that leads to life, and few are those who go through it. Those who see so great a dispensation say, “Wisdom is better than power,” clearly the power of the enemies. But also, it says, “no one remembered that poor man.” For it was God who remembered him through the prophets and proclaimed beforehand his sojourn among humans; but of those worked upon by the wisdom of the rulers of this age, not one ever remembered him, since they were not even able to know the mystery hidden before the ages, the dispensation of the incarnation of the Word of God. Besides this it is said, “and the wisdom of the poor man is despised”; for God was pleased through the foolishness of the preaching to save those who believe. And “his words,” it says, “are not heard”; for not all can hear the Saviour's words, but only those who have ears to hear; for the gospel of Christ is veiled, though not to his disciples, for it is veiled to those who are perishing.

Eccl 9:13 (quotation, high confidence) · Eccl 9:14 (quotation, high confidence) · Eccl 9:15 (quotation, high confidence) · Eccl 9:16 (quotation, high confidence) · Eccl 4:13 (quotation, high confidence) · Phil 2:7 (allusion, high confidence) · 2 Cor 8:9 (allusion, high confidence) · Isa 40:15 (quotation, high confidence) · Eph 6:12 (quotation, high confidence) · Eph 2:4 (allusion, medium confidence) · Matt 7:14 (quotation, high confidence) · 1 Cor 2:6 (allusion, high confidence) · 1 Cor 2:8 (allusion, high confidence) · Col 1:26 (allusion, high confidence) · 1 Cor 1:21 (quotation, high confidence) · Matt 11:15 (allusion, high confidence) · 2 Cor 4:3 (quotation, high confidence)

Notes and citation

Summary: Eusebius reads Ecclesiastes' poor wise man who saved the besieged small city as Christ rescuing the world, or the church, from the devil's siege.

  • Quotation from Eccl 9:13–16 (Septuagint); Phil 2:7; 2 Cor 8:9; Isa 40:15; Eph 6:12; Eph 2:4; Matt 7:14; 1 Cor 2:6–8; Col 1:26; 1 Cor 1:21; Matt 11:15; 2 Cor 4:3.

Topics: Christology, The devil and demons

Cite (SBL): Eusebius, Ecl. proph. 3.5 (Gaisford; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/eusebius-eclogae-propheticae/3-5). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-eusebius-eclogae-propheticae-3-5) · Report an error

Translation: Translated by Claude from Gaisford's Greek (1842); no public-domain English translation exists, so the translation was re-read against the Greek.