Letters 4.58–4.75
Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 4
4.58PG 78 78:1109
ΙΩΑΝΝΗ ΔΙΑΚΟΝΩ. Τῆς Ἰούδα Ἐπιστολῆς. Τί ἐστιν Αστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. » Εἰ μὲν αὐτὸς μόνος ἐπέστειλας, εἰσόμενος, δι᾽ ἣν αἰτίαν εἴρηται · « Αστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται · · ἴσως ἄν σοι καταγνοὺς ἀμαθίαν, καὶ συντόμως ἐπιστείλας τοῖς ἀνδράσιν οὐ τοῖς ἀστράσιν, ἀπηλλάγην. Ἐπειδὴ δὲ πολλοὶ, καὶ τῶν δοκούντων εἶναι συνετῶν, τοῦτ᾽ ἐζήτησαν μαθεῖν, καὶ πολλὰ κινήσαντες, ὕστερον μαθόντες ἐξεθείασαν, καταγνώσομαι μὲν σου οὐδαμῶς, ἑρμηνεῦσαι δὲ αὐτὸ σαφέστερον πειράσομαι. Φημὶ τοίνυν, ὅτι περὶ ἀνθρώπων συγγνώμης πταιόντων ὑψηλότερα ἦν τῷ ἐπιστείλαντι ὁ λόγος, οὐ περὶ ἄστρων καὶ νεφελῶν, κυμάτων τε καὶ δένδρων· οἷς δὴ παραδείγμασι κέχρηται · ὅπερ ἔχουσιν ἐκεῖνα κατὰ φύσιν, τοῦτο πεπονθέναι τοὺς ἀνθρώπους κατὰ προαίρεσιν αἰτιώμενος. Ωσπερ γὰρ αἱ νεφέλαι αἱ ἄνυδροι, αἱ ὑπὸ ἀνέμων ἐλαυνόμεναι, καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρηθήσονται· ἀλλ' οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἀπαφρίζουσιν αἰσχύνας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα· οὕτως καὶ οἱ λεγόμενοι ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ᾽ οἱ ἄνθρωποι, οἱ κατὰ προαίρεσιν ἁμαρτάνοντες · περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι, περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆταί εἰσιν ἀστέρες, τῆς εὐθείας ἐκτρεπόμενοι, καὶ τὴν ἐναντίαν αὐτῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ ζόφος τετήρηται, οὐχὶ τοῖς ἀστράσιν, ἀλλὰ τοῖς ἀνδράσιν. Οὐ γὰρ περὶ ἄστρων, ἢ νεφελῶν, ἢ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπὼν, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν, καὶ ἀσέλγειαν, καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυμαινομένων. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, γυμνάσωμεν, εἰ δοκεῖ, τὸν λόγον. Οἱ μὲν οὖν περὶ ταῦτα δεινοὶ, οὔτε εἰκότα, οὔτε πιθανὰ τοῖς πολλοῖς λέγουσιν. Τῇ γὰρ ἐναργείᾳ καὶ διὰ τῶν ὄψεων μαρτυρίᾳ μάχονται. Λέγουσι δ' οὖν ὅμως, ὅτι οἱ πλανῆται τὸν μὲν οἰκεῖον δρόμον ἔχουσιν, ἀπὸ δυσμῶν εἰς ἀνατολάς· καὶ τοῦτον ἐπείγονται ἀνύειν· ὑπὸ δὲ τῆς τῶν ἀπλανῶν ἐναντίας καὶ ὀξυτέρας κινήσεως ἐκνικώμενοι εἰς δύσιν φέρονται. Καὶ ὑποδείγματι τοιούτῳ χρῶνται. Ὥσπερ τροχοῦ ὀξέως φερομένου, μύρμηξ τὴν ἐναντίαν αὐτῷ κίνησιν πορευομένη οὐδὲν τοσοῦτον ἀνύει (ἐκνικᾶται γὰρ ὑπὸ τῆς τοῦ τροχοῦ ὠχυτάτης κινήσεως), οὕτω καὶ οἱ πλανῆται πρὸς τὴν τῶν ἀπλανῶν διάκεινται κίνησιν. Τὸ μὲν οὖν ἐλέγχον αὐτοὺς, ὅτι μὲν ὡς θεοὺς ἐκθειάζουσι, ποτὲ δὲ μύρμηξι παραβάλλουσι, μόνον ἐπισημαινόμενος ( εἰς ἄλλο γὰρ ἐπείγομαι) νυνὶ παρήσω · ἐπὶ δὲ τὸ ζητούμενον ἥξω. Ταῦτα μὲν οὖν ἐκεῖνοι. Ἐγὼ δ᾽ οἶμαι, διὰ τὸ χρήσασθαι καὶ τὴν Γραφὴν τούτῳ τῷ ὀνόματι, ἢ κυριολεκτοῦσαν, ἢ καταχρωμένην, ἢ τῇ τῶν πολλῶν συνηθείᾳ ἐπομένην, ὅτι, ἐπειδὴ τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἄλλους πέντε ἀστέρας, οὐ πολλοῖς γνωρίμους φαίνοντά τε καὶ φαέθοντα, στίλβοντα τε καὶ πυῤῥόην, καὶ μὴν καὶ φωσφόρον εἰς τοὺς πλανήτας τάττουσιν οἱ σου ἀνοητότεροι, τινῶν δὲ ἐπὶ γῆς δυναστευσάντων καὶ αἰσχρῶς βεβιωκότων, καὶ εὐκλεῶς τὸν βίον καταστρεψάντων τὰς προσηγορίας ἐπέθεσαν. Ὁ δ' ἥλιος εἰς τὸ πλάτος κατ' ἐνιαυτὸν περιπολεῖ τὰ ἀρκτῷα καὶ τὰ νότια μέρη· ἡ δὲ σελήνη κατὰ μῆνα, ὅθεν οἶμαι καὶ τὸν μῆνα, οὐ διὰ τὸ μηνοειδή γίνεσθαι τὴν σελήνην, ὥς φασί τινες· ἀλλὰ καὶ διὰ τὸ κατὰ μῆνα πάντα ἑαυτῆς πληροῦν τὸν κανόνα. Μήνη γὰρ ἡ σελήνη καλεῖται. Οἱ δὲ ἄλλοι πάντες ἀναλόγως τοῖς ἑαυτῶν κύκλοις τε καὶ δρόμοις τὴν περίοδον ταύτην ἀποτελοῦσι · διὰ τοῦτο πλανήτας αὐτοὺς κεκλῆσθαι. Πλὴν εἴτε τοῦτο, εἴτ᾽ ἐκεῖνο ἀληθὲς εἴη, τοῦ Δημιουργοῦ ἀνακηρύττει τὴν ἐπιστήμην, τοῦ καὶ τάξαντος, καὶ νομοθετήσαντος, ὡς καὶ αὐτὸς μὲν φησιν· « Ἐγὼ τοῖς ἄστροις ἐνετειλάμην. » ῾Ὁ δὲ – Μελῳδὸς, δεικνὺς ὡς ἐν γῇ μὲν παρεβάθη τὸ θεῖον πρόσταγμα, τῶν ἀνθρώπων εἰς παρανομίαν αὐτομολησάντων, ἐν οὐρανῷ δὲ ἐφυλάχθη, ἔφη· « Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. » Εἰ δὲ διὰ τὸ εἰρῆσθαι, « Τοῖς ἄστροις ἐνετειλάμην, » ζῶα λογικὰ αὐτὰ καὶ αὐτεξούσια ὁριοῦνταί τινες (οἶδα γάρ τινας οὐ μόνον τῶν ἔξω τῆς πίστεως, ἀλλὰ καὶ τῶν πεπιστευκότων τοῦτο δογματίσαντας), περιττὴν καὶ ἀνωφελὴ τὴν ζήτησιν ταύτην εἶναι ἡγούμενος ( « Μειζότερα γάρ σου, φησὶ, μὴ ζήτει· καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε · ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν), οὐκ ἐγκρίναιμι τοῦτο, οὔτ᾽ ἀποψηφίσαιμι· ἐκεῖνο δὲ μᾶλλον εἴποιμι, ὅτι περὶ ἀλόγων καὶ ἀναισθήτων τούτῳ τῷ ὀνόματι κέχρηται ἡ Γραφή, λέγουσα· « Ἐνετείλατο Κύριος καύσωνι·, καί· · Ἐνετείλατο Κύριος νεφέλαις· · καί· • Ἐνετείλατο Κύριος σκώληκι. » Εἴτε οὖν λογικά ἐστι ζῶα, ὡς φασί τινες, εἴτε πύρινοι σφαίραι, εἴτε δισκοειδή σώματα, ἐκ τοῦ αἰθερίου πυρὸς ἐξαφθέντα, εἶτε σφαιροειδεῖς πυρὸς πτήσεις εἴτε μυδροὶ (τινὲς γὰρ τῶν φιλοσόφων τοῦτ᾽ ἐδογμάτισαν), εἴτε χρήματα δεκτικὰ τοῦ ἀΰλου καὶ ὑπερκοσμίου φωτός, οὐ σφόδρα ἰσχυρισαίμην· οὐδὲν γὰρ τοῦτο πρὸς ἀρίστην πολιτείαν συντείνειν ἡγοῦμαι· ἀλλ' ἐκεῖνο εἴποιμι, ὅτι οὐ μόνον περὶ τῆς ψυχῆς, ὅταν ἐκτραπείη τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος, ὅταν διαμάρτῃ τῆς προκειμένης ὁδοῦ, τὸ τῆς πλανήσεως ὄνομα κεῖται ἐν ταῖς Γραφαῖς. • Εἶδε γὰρ, φησὶ, τὸν Ἰωσὴφ ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ καὶ πάλιν· · Ἑπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ.» Οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ τὴν τῶν ἑπτὰ ἀστέρων ἄνω καὶ κάτω περιτρεχόντων ἀρκτώαν τε καὶ νότιον περιπόλησιν, πλάνησίν τινες κεκλήκασιν, ὡς πρὸς τὴν τῶν ἁπλανῶν μίαν καὶ τὴν αὐτὴν ὁδὸν περιθεόντων. Εἰ τοίνυν ἐμμελῶς καὶ ἐναρμονίως περιπολοῦσι, τίνος ἕνεκεν διδόασι δίκας ; Εἰ μὲν γὰρ, ὅπερ οὐδὲ εἰπεῖν θέμις, ἀγενήτους καὶ αἰτίας κρείττους εἶναι φαῖεν Ἕλληνες, μάλιστα μὲν ἐκ τῆς ἐμμελείας αὐτῶν καὶ τῆς εὐταξίας ἐλεγχθήσονται. Ἡ γὰρ τάξις τὸν ταξίαρχον κηρύττει. Εἰ δ᾽ οὐ πείθονται, ἀκουέτωσαν μὲν Πλάτωνος λέγοντος · ᾿Αγαθός ἐστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργός. Εὐριπίδης δὲ · Ὡς ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς. Καὶ παυέσθωσαν τῆς τοιαύτης ἀσεβείας. Ἡ δ' καὶ εἰκότως δίκας ὤφειλον δοῦναι. Εἰ δὲ τὸν προστααἴτιον ἔχουσι καὶ ποιητὴν, ὡς ἀληθὲς ἔχει, καὶ Ἕλλησιν ἔδοξε, καὶ Ἰουδαίοις, καὶ Χριστιανοῖς, καὶ πᾶσι τοῖς νοῦ καὶ φρονήσεως οὐκ ἀμοιροῦσι, τὸν καὶ τὴν κίνησιν καὶ τὴν ἁρμονίαν ῥυθμίζοντα, δι᾽ ὧν καὶ αἱ ὧραι τοῦ ἔτους, καὶ αἱ νύκτες μεγάλαι τε καὶ μικραὶ ἀποτελοῦνται· δῆλον ὅτι οὐκ ἔστι μεμπτὴ αὐτῶν ἡ θαυμαστὴ καὶ ἐμμελεστάτη περιπόλησις. Εἰ δ' οὐκ ἔστι μεμπτὴ, πῶς ἀπαιτοῦνται δίκας; Εἰ γὰρ καὶ λογικὰ καὶ προαιρετικὰ εἶεν ζῶα, ὅπερ τινὲς ἡγοῦνται (δεδόσθω γὰρ τοῦτο καθ' ὑπόθεσιν, μείζονα κατασκευάζον τὸν κατ᾿ αὐτῶν ἔλεγχον)· οὐδ᾽ οὕτω δίκην δοῦναι δίκαιοι ἂν εἶεν. Εἰ μὲν ὅπη ἐβούλοντο, ἐπορεύοντο, καὶ ἅπερ ἤθελον κατεσκεύαζον, οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν λεγόντων ποιητικοὺς αὐτοὺς εἶναι κακῶν, λόγον ἂν εἶχεν ὁ λόγος, χθέντα αὐτοῖς δι' αἰῶνος θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον· ἀσεβὲς γὰρ καὶ ἄλογον. Αλλ' εἰ καὶ καθ᾽ ὑπόθεσιν ὅπερ τινές φασιν (οὐ γὰρ ἔγωγε φαίην), δοθείη (ἄτοπον γὰρ τῶν ἀδήλων κατατολμᾷν) σημαντικοὺς αὐτοὺς δοῦναι, οὐδ᾽ οὕτω δώσουσι δίκας· οὐδὲ γὰρ οἱ προφῆται τὰ μέλλοντα παρὰ τῶν Ἰουδαίων πράττεσθαι κακὰ προμηνύσαντες. Οὐ γὰρ ἐπειδὴ προεμήνυσαν, γέγονεν· ἀλλ᾽ ἐπειδὴ ἔμελλον γίνεσθαι, προεμήνυσαν Ἡ γὰρ κακία τῶν Ἰουδαίων τῆς προφητείας γέγονεν αἰτία· οὐχ ἡ προφητεία τῆς κακίας. Δῆλον τοίνυν, ὡς οἱμαι, πᾶσι γέγονε, πάσης ἐκποδὼν οἰχομένης ἀντιλογίας, ὅτι οὐ περὶ ἄστρων, ὥσπερ οὐδὲ κυμάτων, ἢ δένδρων, ἢ νεφελῶν ἦν τῷ ἐπιστείλαντι ὁ λόγος· καθὡς καὶ ὁ πάσης τῆς ἐπιστολῆς νοῦς μηνύει· ἀλλὰ περὶ τῶν ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀρξάμενος γὰρ ἀπὸ παραδειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ, ἐτελεύτησεν.
IŌANNĒ DIAKONŌ. Tēs Iouda Epistolēs. Ti estin Asteres planētai, hois ho zophos tou skotous eis aiōna tetērētai. » Ei men autos monos epesteilas, eisomenos, di᾽ hēn aitian eirētai ; « Asteres planētai, hois ho zophos tou skotous eis aiōna tetērētai ; ; isōs an soi katagnous amathian, kai syntomōs episteilas tois andrasin ou tois astrasin, apēllagēn. Epeidē de polloi, kai tōn dokountōn einai synetōn, tout᾽ ezētēsan mathein, kai polla kinēsantes, hysteron mathontes exetheiasan, katagnōsomai men sou oudamōs, hermēneusai de auto saphesteron peirasomai. Phēmi toinyn, hoti peri anthrōpōn syngnōmēs ptaiontōn hypsēlotera ēn tǭ episteilanti ho logos, ou peri astrōn kai nephelōn, kymatōn te kai dendrōn; hois dē paradeigmasi kechrētai ; hoper echousin ekeina kata physin, touto peponthenai tous anthrōpous kata proairesin aitiōmenos. Ōsper gar hai nephelai hai anydroi, hai hypo anemōn elaunomenai, kai ta akarpa dendra, ha dissōs ephē apothanonta, ou timōrēthēsontai; all' oude ta kymata tas heautōn apaphrizousin aischynas, aloga onta kai aisthēseōs amoira; houtōs kai hoi legomenoi asteres planētai ou ton zophon klēronomousin, all᾽ hoi anthrōpoi, hoi kata proairesin hamartanontes ; peri hōn kai ta hypodeigmata tauta elēphthē, hōs einai toiouton to legomenon; hoi anthrōpoi houtoi, peri hōn ho logos, hōsper planētai eisin asteres, tēs eutheias ektrepomenoi, kai tēn enantian autę̄ hodon badizontes; dio autois ho zophos tetērētai, ouchi tois astrasin, alla tois andrasin. Ou gar peri astrōn, ē nephelōn, ē kymatōn ēn autǭ, hōs ephthēn eipōn, ho logos, alla peri anthrōpōn eis thēriōdian, kai aselgeian, kai alazoneian ekpeptōkotōn, kai dia tēs synousias kai tous plēsiazontas lymainomenōn. Hoti de tauta houtōs echei, gymnasōmen, ei dokei, ton logon. Hoi men oun peri tauta deinoi, oute eikota, oute pithana tois pollois legousin. Tę̄ gar enargeią kai dia tōn opseōn martyrią machontai. Legousi d' oun homōs, hoti hoi planētai ton men oikeion dromon echousin, apo dysmōn eis anatolas; kai touton epeigontai anyein; hypo de tēs tōn aplanōn enantias kai oxyteras kinēseōs eknikōmenoi eis dysin pherontai. Kai hypodeigmati toioutǭ chrōntai. Hōsper trochou oxeōs pheromenou, myrmēx tēn enantian autǭ kinēsin poreuomenē ouden tosouton anyei (eknikatai gar hypo tēs tou trochou ōchytatēs kinēseōs), houtō kai hoi planētai pros tēn tōn aplanōn diakeintai kinēsin. To men oun elenchon autous, hoti men hōs theous ektheiazousi, pote de myrmēxi paraballousi, monon episēmainomenos ( eis allo gar epeigomai) nyni parēsō ; epi de to zētoumenon hēxō. Tauta men oun ekeinoi. Egō d᾽ oimai, dia to chrēsasthai kai tēn Graphēn toutǭ tǭ onomati, ē kyriolektousan, ē katachrōmenēn, ē tę̄ tōn pollōn synētheią epomenēn, hoti, epeidē ton hēlion kai tēn selēnēn, kai tous allous pente asteras, ou pollois gnōrimous phainonta te kai phaethonta, stilbonta te kai pyrrhoēn, kai mēn kai phōsphoron eis tous planētas tattousin hoi sou anoētoteroi, tinōn de epi gēs dynasteusantōn kai aischrōs bebiōkotōn, kai eukleōs ton bion katastrepsantōn tas prosēgorias epethesan. Ho d' hēlios eis to platos kat' eniauton peripolei ta arktǭa kai ta notia merē; hē de selēnē kata mēna, hothen oimai kai ton mēna, ou dia to mēnoeidē ginesthai tēn selēnēn, hōs phasi tines; alla kai dia to kata mēna panta heautēs plēroun ton kanona. Mēnē gar hē selēnē kaleitai. Hoi de alloi pantes analogōs tois heautōn kyklois te kai dromois tēn periodon tautēn apotelousi ; dia touto planētas autous keklēsthai. Plēn eite touto, eit᾽ ekeino alēthes eiē, tou Dēmiourgou anakēryttei tēn epistēmēn, tou kai taxantos, kai nomothetēsantos, hōs kai autos men phēsin; « Egō tois astrois eneteilamēn. » ῾Ho de – Melǭdos, deiknys hōs en gę̄ men parebathē to theion prostagma, tōn anthrōpōn eis paranomian automolēsantōn, en ouranǭ de ephylachthē, ephē; « Eis ton aiōna, Kyrie, ho logos sou diamenei en tǭ ouranǭ. » Ei de dia to eirēsthai, « Tois astrois eneteilamēn, » zōa logika auta kai autexousia horiountai tines (oida gar tinas ou monon tōn exō tēs pisteōs, alla kai tōn pepisteukotōn touto dogmatisantas), perittēn kai anōphelē tēn zētēsin tautēn einai hēgoumenos ( « Meizotera gar sou, phēsi, mē zētei; kai ischyrotera sou mē exetaze ; ha prosetagē soi, tauta dianoou; ou gar esti soi chreia tōn kryptōn), ouk enkrinaimi touto, out᾽ apopsēphisaimi; ekeino de mallon eipoimi, hoti peri alogōn kai anaisthētōn toutǭ tǭ onomati kechrētai hē Graphē, legousa; « Eneteilato Kyrios kausōni;, kai; ; Eneteilato Kyrios nephelais; ; kai; • Eneteilato Kyrios skōlēki. » Eite oun logika esti zōa, hōs phasi tines, eite pyrinoi sphairai, eite diskoeidē sōmata, ek tou aitheriou pyros exaphthenta, eite sphairoeideis pyros ptēseis eite mydroi (tines gar tōn philosophōn tout᾽ edogmatisan), eite chrēmata dektika tou aÿlou kai hyperkosmiou phōtos, ou sphodra ischyrisaimēn; ouden gar touto pros aristēn politeian synteinein hēgoumai; all' ekeino eipoimi, hoti ou monon peri tēs psychēs, hotan ektrapeiē tēs aretēs, alla kai epi tou sōmatos, hotan diamartę̄ tēs prokeimenēs hodou, to tēs planēseōs onoma keitai en tais Graphais. • Eide gar, phēsi, ton Iōsēph anthrōpos planōmenon en tę̄ hodǭ kai palin; ; Heplanēsen autous en abatǭ, kai ouch hodǭ.» Ouden oun thaumaston, ei kai tēn tōn hepta asterōn anō kai katō peritrechontōn arktōan te kai notion peripolēsin, planēsin tines keklēkasin, hōs pros tēn tōn haplanōn mian kai tēn autēn hodon peritheontōn. Ei toinyn emmelōs kai enarmoniōs peripolousi, tinos heneken didoasi dikas ? Ei men gar, hoper oude eipein themis, agenētous kai aitias kreittous einai phaien Hellēnes, malista men ek tēs emmeleias autōn kai tēs eutaxias elenchthēsontai. Hē gar taxis ton taxiarchon kēryttei. Ei d᾽ ou peithontai, akouetōsan men Platōnos legontos ; ᾿Agathos estin ho toude tou pantos dēmiourgos. Euripidēs de ; Hōs hēlios men nyx te douleuei brotois. Kai pauesthōsan tēs toiautēs asebeias. Hē d' kai eikotōs dikas ōpheilon dounai. Ei de ton prostaaition echousi kai poiētēn, hōs alēthes echei, kai Hellēsin edoxe, kai Ioudaiois, kai Christianois, kai pasi tois nou kai phronēseōs ouk amoirousi, ton kai tēn kinēsin kai tēn harmonian rhythmizonta, di᾽ hōn kai hai hōrai tou etous, kai hai nyktes megalai te kai mikrai apotelountai; dēlon hoti ouk esti memptē autōn hē thaumastē kai emmelestatē peripolēsis. Ei d' ouk esti memptē, pōs apaitountai dikas? Ei gar kai logika kai proairetika eien zōa, hoper tines hēgountai (dedosthō gar touto kath' hypothesin, meizona kataskeuazon ton kat᾿ autōn elenchon); oud᾽ houtō dikēn dounai dikaioi an eien. Ei men hopē eboulonto, eporeuonto, kai haper ēthelon kateskeuazon, ou monon toutōn, alla kai tōn legontōn poiētikous autous einai kakōn, logon an eichen ho logos, chthenta autois di' aiōnos theousi dromon, ou poiētikous autous kakōn lekteon; asebes gar kai alogon. All' ei kai kath᾽ hypothesin hoper tines phasin (ou gar egōge phaiēn), dotheiē (atopon gar tōn adēlōn katatolmąn) sēmantikous autous dounai, oud᾽ houtō dōsousi dikas; oude gar hoi prophētai ta mellonta para tōn Ioudaiōn prattesthai kaka promēnysantes. Ou gar epeidē proemēnysan, gegonen; all᾽ epeidē emellon ginesthai, proemēnysan Hē gar kakia tōn Ioudaiōn tēs prophēteias gegonen aitia; ouch hē prophēteia tēs kakias. Dēlon toinyn, hōs hoimai, pasi gegone, pasēs ekpodōn oichomenēs antilogias, hoti ou peri astrōn, hōsper oude kymatōn, ē dendrōn, ē nephelōn ēn tǭ episteilanti ho logos; kathōs kai ho pasēs tēs epistolēs nous mēnyei; alla peri tōn hamartēsantōn anthrōpōn, hois ho zophos tou skotous eis aiōna tetērētai. Arxamenos gar apo paradeigmatōn, eis tous peri hōn ēn ho logos autǭ, eteleutēsen.
To John the deacon. [From the Letter of Jude. What is meant by "Wandering stars, for whom the gloom of darkness has been reserved forever."] If you alone had written to learn why it is said, "Wandering stars, for whom the gloom of darkness has been reserved forever," I might perhaps have charged you with ignorance, written briefly that it is said of men, not of stars, and been done with it. But since many, even of those who are thought intelligent, have sought to learn this, and after stirring up much debate learned it at last and admired it, I will by no means condemn you, but will try to interpret it more clearly. I say, then, that the writer's word was about men whose faults were beyond pardon, not about stars and clouds, waves and trees, which he used as examples, blaming men for having fallen by choice into what those things have by nature. Just as the waterless clouds driven by winds, and the fruitless trees, which he called twice dead, will not be punished, nor do the waves foam out their own shames, being irrational and without sense, so too the so-called wandering stars do not inherit the gloom, but the men who sin by choice, about whom these examples were taken. So the saying means this: these men of whom he speaks are like wandering stars, turning aside from the straight way and walking the opposite road; therefore the gloom has been reserved for them, not for the stars but for the men. For his word was not about stars or clouds or waves, as I said before, but about men who have fallen into brutishness, licentiousness, and boasting, and who corrupt those near them by their company. That this is so, let us, if you like, exercise the argument. Those who are skilled in these matters say things that most people find neither probable nor credible, for they fight against plain evidence and the testimony of the eyes. Still, they say that the planets have their own course, from west to east, and hasten to complete it, but, overcome by the opposite and swifter motion of the fixed stars, are carried toward the west. And they use this example: just as an ant walking against a fast-turning wheel achieves little, since it is overcome by the wheel's very swift motion, so the planets stand toward the motion of the fixed stars. What refutes them, that they at one time deify the planets as gods and at another compare them to ants, I shall now pass over, merely pointing it out (for I hasten to something else), and come to the question. That is what they say. But I think that Scripture too used this name, whether in its proper sense, or by extension, or following common usage, because those more foolish than you rank among the planets the sun and the moon and the other five stars, not known to many: Phaenon, Phaethon, Stilbon, Pyroeis, and Phosphorus; and they gave them the names of certain men who held power on earth, lived shamefully, and ended their lives ingloriously. The sun circles in latitude each year over the northern and southern parts, and the moon each month; from this, I think, the month is named, not because the moon becomes crescent-shaped, as some say, but because it completes its whole cycle each month: for the moon is called Mene. All the others complete this circuit in proportion to their own circles and courses; that is why they are called planets, that is, wanderers. But whether this or that is true, it proclaims the knowledge of the Creator, who ordered them and gave them their laws, as he himself says: "I commanded the stars." And the Psalmist, showing that the divine command was transgressed on earth, when men deserted to lawlessness, but kept in heaven, said: "Forever, O Lord, your word abides in heaven." But if, because it was said, "I commanded the stars," some define them as rational and free living beings (for I know some who taught this, not only among those outside the faith but also among believers), I regard this inquiry as superfluous and useless ("Do not seek," it says, "what is greater than you, and do not examine what is stronger than you; think on what has been commanded you, for you have no need of hidden things"), and I would neither approve it nor reject it. I would rather say that Scripture uses this word of irrational and senseless things too, saying, "The Lord commanded the scorching wind," and, "The Lord commanded the clouds," and, "The Lord commanded a worm." Whether they are rational living beings, as some say, or fiery spheres, or disc-shaped bodies kindled from the ethereal fire, or spherical flights of fire, or red-hot masses (for some of the philosophers taught this), or things that receive the immaterial light above the world, I would not strongly affirm; for I think none of this contributes to the best way of life. But I would say this: that the Scriptures use the word "wandering" not only of the soul when it turns aside from virtue, but also of the body when it misses the road before it. "A man," it says, "found Joseph wandering in the way"; and again: "He made them wander in a trackless place and not on the way." It is no wonder, then, if some have called the northward and southward circuit of the seven stars, running up and down, a "wandering," in comparison with the fixed stars, which run round on one and the same road. If, then, they circle harmoniously and in tune, for what are they punished? If the Greeks say (what it is not lawful even to say) that they are unbegotten and above any cause, they will be refuted above all by their harmony and good order; for order proclaims the one who ordered it. If they are not persuaded, let them hear Plato saying, "The maker of this universe is good," and Euripides, "The sun and night are slaves to mortals," and let them stop such impiety. … and rightly they would have owed a penalty. But if they have a cause and maker (as is true, and as Greeks, Jews, Christians, and all who have a share of mind and sense have held), who regulates their motion and their harmony, by which the seasons of the year and the long and short nights are brought about, it is clear that their wonderful and most harmonious circuit is not blameworthy. And if it is not blameworthy, how are they punished? Even if they were rational living beings with choice, as some think (let this be granted by way of supposition, since it makes the refutation against them stronger), not even so would they deserve to be punished. If they went where they wished and arranged what they wanted, the argument would have reason to blame not only them but also those who say they cause evils; … but since they run forever the course appointed for them, they must not be called causes of evils, for that is impious and irrational. And even if, by way of supposition, what some say were granted (I would not say it myself, for it is absurd to be rash about what is unclear), that they give signs, not even so will they be punished; nor were the prophets punished for foretelling the evils the Jews would commit. For it did not happen because they foretold it; they foretold it because it was going to happen. The wickedness of the Jews was the cause of the prophecy, not the prophecy of the wickedness. It has become clear to all, I think, with every objection out of the way, that the writer's word was not about stars, any more than about waves or trees or clouds, as the sense of the whole letter shows, but about men who have sinned, for whom the gloom of darkness has been reserved forever. For he began from examples and ended with those about whom he was speaking.
Jude 1:12–13 (quotation, high confidence) · Isa 45:12 (quotation, high confidence) · Ps 119:89 (118:89 LXX) (quotation, high confidence) · Jonah 4:8 (quotation, high confidence) · Isa 5:6 (quotation, high confidence) · Jonah 4:7 (quotation, high confidence) · Gen 37:15 (quotation, high confidence) · Ps 107:40 (106:40 LXX) (quotation, high confidence)
Notes and citation
Summary: Jude's "wandering stars" are sinful men, not the planets, which move in the order the Creator appointed and cannot be punished; Isidore leaves open what the stars are.
- Jude 12–13. Phaenon, Phaethon, Stilbon, Pyroeis, and Phosphorus are the Greek names of Saturn, Jupiter, Mercury, Mars, and Venus. "Ingloriously": the printed text has εὐκλεῶς ("gloriously"), which contradicts the sense.
- Isa 45:12; Ps 119:89 (118:89 LXX); Sir 3:21–22; Jonah 4:8; Isa 5:6; Jonah 4:7; Gen 37:15; Ps 107:40 (106:40 LXX). Plato, Tim. 29e; Euripides, Phoen. 546.
- Two places are damaged in the scan: before "and rightly they would have owed a penalty" (the scan prints a stray syllable of a word meaning "command"), and before "but since they run forever the course appointed for them" (only the end of the participle survives); both are marked "…" and translated by sense.
Notes on the original text
- Digital text corrected (OCR slip; footnote marker leaked into the text; stray mark in the OCR; stray words from another line split the word in the OCR; word split in the OCR): καδής, σελήνη, ταστρεψάντων → καταστρεψάντων; καύ- - σωνι → καύσωνι; τὸν͵ ταξίαρχον → τὸν ταξίαρχον; πείΟονται → πείθονται; βροτοῖς (88*). → βροτοῖς.; Ἕλ λησιν → Ἕλλησιν; ἡγοῦν ται → ἡγοῦνται; και τασκευάζον → κατασκευάζον; δώ σουσι → δώσουσι.
Extrabiblical texts: Sir 3:21-22 (Sirach [in RC, EO, ETH canons]; quotation); Plato, Tim. 29e (Plato (works); quotation); Euripides, Phoen. 546 (Euripides (plays and fragments); quotation)
Topics: Interpreting Scripture, Creation, Magic, divination, and astrology, Providence
Cite (SBL): Isidore of Pelusium, Ep. 4.58 (PG 78 78:1109; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-58). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-58
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-58) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.59PG 78 78:1115
ΠΟΛΥΧΡΟΝΙΩ. Τῆς πρὸς Ῥωμαίους ᾿Επιστολῆς. Εἰς τὸ γεγραμμένον· « Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν, › κ. τ. λ. Ἐπειδὴ γέγραφας, δι᾽ ἣν αἰτίον παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ἐρῶ· ὅτι εἰ τὸ ἐξῆς ἀναγνώσῃ, καὶ γνώσῃ, καὶ ἀπαλλαγήσῃ πάσης ἀμφιλογίας Φησὶ γὰρ, « Πεπληρωμένους πάσης ἀδικίας. » Γενικῶς γὰρ ὀνομάσας πᾶσαν τὴν κακίαν, καὶ κατ' εἶδος ἐν τοῖς ἑξῆς διεξέρχεται. Εἰ τοίνυν οὐ πληρωθησομένους, ἀλλὰ πεπληρωμένους παρέδωκε, τί ἄτοπον εἴη πεποιηκώς; Εἰ δ᾽ ἀσαφὲς εἶναι νομίζεις, καίτοι σαφὲς ὂν, σαφέστερον αὐτὸ ἑρμηνεῦσαι πειράσομαι Οὐκ εἶπεν, Ἐπειδὴ παρεδόθησαν, ἐπληρώθησαν, οὔτε μὴν, Παρεδόθησαν πληρωθησόμενοι, ἀλλὰ, « Πεπληρωμένους παρέδωκε • τουτέστιν ἀφῆκε, γυμνώσας τῆς ἑαυτοῦ βοηθείας· ὡς ἂν στρατηγός μὴ πειθομένους στρατιώτας τοῖς παραγγέλμασιν αὐτοῦ, ἀλλὰ τὸ γε αὐτῶν μέρος ἡττηθέντας, ἀφίησι, γυμνῶν τῆς ἑαυτοῦ σοφίας. Τοὺς γὰρ οἴκοθεν πεπληρωμένους πάσης κακίας, εἰκότως τῷ ἐγκαταλείψαι παρέδωκεν, οὐκ ὠθήσας εἰς τὸν ἀδόκιμὸν νοῦν, ἀλλ᾽ ὁρμήσαντας εἰς αὐτὸν ἀφείς.
POLYChRONIŌ. Tēs pros Rhōmaious ᾿Epistolēs. Eis to gegrammenon; « Paredōken autous ho Theos eis adokimon noun, poiein, › k. t. l. Epeidē gegraphas, di᾽ hēn aition paredōken autous ho Theos eis adokimon noun, erō; hoti ei to exēs anagnōsę̄, kai gnōsę̄, kai apallagēsę̄ pasēs amphilogias Phēsi gar, « Peplērōmenous pasēs adikias. » Genikōs gar onomasas pasan tēn kakian, kai kat' eidos en tois hexēs diexerchetai. Ei toinyn ou plērōthēsomenous, alla peplērōmenous paredōke, ti atopon eiē pepoiēkōs? Ei d᾽ asaphes einai nomizeis, kaitoi saphes on, saphesteron auto hermēneusai peirasomai Ouk eipen, Epeidē paredothēsan, eplērōthēsan, oute mēn, Paredothēsan plērōthēsomenoi, alla, « Peplērōmenous paredōke • toutestin aphēke, gymnōsas tēs heautou boētheias; hōs an stratēgos mē peithomenous stratiōtas tois parangelmasin autou, alla to ge autōn meros hēttēthentas, aphiēsi, gymnōn tēs heautou sophias. Tous gar oikothen peplērōmenous pasēs kakias, eikotōs tǭ enkataleipsai paredōken, ouk ōthēsas eis ton adokimon noun, all᾽ hormēsantas eis auton apheis.
To Polychronius. [From the Letter to the Romans. On what is written: "God gave them up to a debased mind, to do …" and so on.] Since you have written asking why God gave them up to a debased mind, I will say that if you read what follows you will both understand and be freed from all doubt. For he says, "filled with all unrighteousness." Having named all vice in general, he goes through it kind by kind in what follows. If, then, he gave them up not as people who would be filled but as people already filled, what wrong would he have done? But if you think it unclear, though it is clear, I shall try to interpret it more clearly. He did not say, "Since they were given up, they were filled," nor, "They were given up so as to be filled," but, "He gave them up, filled"; that is, he let them go, stripping them of his help; as a general lets go soldiers who do not obey his orders but have been defeated by their own fault, stripping them of his skill. Those who were filled with every vice of themselves he rightly gave up by abandoning them, not thrusting them into the debased mind, but letting them go when they rushed into it.
Rom 1:28–29 (quotation, high confidence)
Notes and citation
Summary: God gave sinners up to a debased mind only by withdrawing his help from people already filled with vice, not by driving them into it.
- Rom 1:28–29.
Notes on the original text
- Digital text corrected (OCR slip; word split in the OCR): γεγγαμμένον → γεγραμμένον; ἀδόκι μον → ἀδόκιμον; ἀμφιλο γίας → ἀμφιλογίας.
Topics: Sin, Providence, Free will, Interpreting Scripture
Cite (SBL): Isidore of Pelusium, Ep. 4.59 (PG 78 78:1115; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-59). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-59
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-59) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.60PG 78 78:1117
ΘΕΟΛΟΓΙΟ ΔΙΑΚΟΝΩ. Εἰς τὸ εἰρημένον· « Οὐ μόνον αὐτὰ ποιοῦσιν. › Ἐπειδὴ πάλιν ἀποστολικοὺς θησαυροὺς ἀνιχνεύειν ἡμᾶς παρεσκεύασας (ἔφης γὰρ· Τί ἐστι τό· «Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι, » καὶ ἐπήγαγες · Εἰ τοῦ ποιεῖν τὸ συνευδοκεῖν χαλεπώτερόν ἐστι, δι᾽ ἣν αἰτίαν οὕτως αὐτὸ ἔταξεν ὁ Παῦλος ;)· ὀλίγον συναγαγὼν σαυτοῦ τὸν νοῦν, ὥστε θηρεῦσαι φεύγοντα τὸν ἀποστολικὸν νοῦν, ἄκουε. Τινὲς μὲν οὖν μὴ νοήσαντες τὸ εἰρημένον, ἀλλ᾽ ὥσπερ σὺ διαπορήσαντες, καὶ παραπεποιῆσθαι τὰς λέξεις τὰς ἀποστολικὰς νομίσαντες, οὕτως αὐτὰς ἡρμήνευσαν· « Οὐ μόνον οἱ ποιοῦντες αὐτὰ, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράττουσιν. » Οὕτω γὰρ εἶχεν, ἔφασαν, τὸ παλαιὸν ἀντίγραφον, ἵνα μεῖζον ᾗ τὸ ποιεῖν τοῦ συνευδοκεῖν. Ἐγὼ δ᾽ οὔθ᾽ ἡμαρτῆσθαι ἐν τούτῳ φήσας τὰ ἀποστολικά βιβλία, οὔτε καταδραμὼν τῶν μὴ νενοηκότων (ἴσως γὰρ εἰ καὶ ἐν τούτῳ πλεονεκτοῦνται, ἐν ἄλλοις πλεονεκτοῦσι, καί τινα ἐνόησαν, ὧν αὐτὸς οὐδ᾽ εἰς ἔννοιαν ἀφικόμην), τὸ νενοημένον φράσας, τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον. Φημὶ τοίνυν, ὅτι, ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερόν ἐστι, καὶ μεῖζον εἰς κολάσεως λόγον, εἰκότως εἴρηται · · Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. » Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, δυνήσεται χρόνῳ ἑαυτόν ποτε ἀνακτήσασθαι, μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας· ὁ δ᾽ ἐπαινῶν τὴν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ. Ἐπειδὴ τοίνυν διεφθαρμένης ἐστὶ γνώμης, καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος, εἰκότως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαινῶν, πολλῷ παρανομώτερος εἶναι κέκριται. Ὁ μὲν γὰρ τὴν ταχίστην, ὁ δ᾽ οὐδ᾽ ὅλως ἀποφοιτήσει τῆς ἁμαρτίας, εἴγε καὶ ἑκατέρα κρατήσει ψῆφος.
ThEOLOGIO DIAKONŌ. Eis to eirēmenon; « Ou monon auta poiousin. › Epeidē palin apostolikous thēsaurous anichneuein hēmas pareskeuasas (ephēs gar; Ti esti to; «Ou monon auta poiousin, alla kai syneudokousi tois prattousi, » kai epēgages ; Ei tou poiein to syneudokein chalepōteron esti, di᾽ hēn aitian houtōs auto etaxen ho Paulos ?); oligon synagagōn sautou ton noun, hōste thēreusai pheugonta ton apostolikon noun, akoue. Tines men oun mē noēsantes to eirēmenon, all᾽ hōsper sy diaporēsantes, kai parapepoiēsthai tas lexeis tas apostolikas nomisantes, houtōs autas hērmēneusan; « Ou monon hoi poiountes auta, alla kai hoi syneudokountes tois prattousin. » Houtō gar eichen, ephasan, to palaion antigraphon, hina meizon hę̄ to poiein tou syneudokein. Egō d᾽ outh᾽ hēmartēsthai en toutǭ phēsas ta apostolika biblia, oute katadramōn tōn mē nenoēkotōn (isōs gar ei kai en toutǭ pleonektountai, en allois pleonektousi, kai tina enoēsan, hōn autos oud᾽ eis ennoian aphikomēn), to nenoēmenon phrasas, tois enteuxomenois epitrepsō tēn psēphon. Phēmi toinyn, hoti, epeidē tou plēmmelein to epainein tous plēmmelountas pollǭ argaleōteron esti, kai meizon eis kolaseōs logon, eikotōs eirētai ; ; Ou monon auta poiousin, alla kai syneudokousi tois prattousin. » Ho men gar meta to plēmmelein kataginōskōn tēs hamartias, dynēsetai chronǭ heauton pote anaktēsasthai, megistēn boētheian echōn eis to metagnōnai tēn katagnōsin tēs hamartias; ho d᾽ epainōn tēn ponērian, tēs ek tou metanoēsai boētheias heauton aposterei. Epeidē toinyn diephtharmenēs esti gnōmēs, kai psychēs aniata nosousēs hautē hē psēphos, eikotōs tou plēmmelountos ho tēn hamartian epainōn, pollǭ paranomōteros einai kekritai. Ho men gar tēn tachistēn, ho d᾽ oud᾽ holōs apophoitēsei tēs hamartias, eige kai hekatera kratēsei psēphos.
To Theologius the deacon. [On the saying, "Not only do they do them."] Since you have again made us search out the Apostle's treasures (for you said, "What does 'Not only do they do them, but they also approve those who practise them' mean?" and added, "If approving is worse than doing, why did Paul put it this way?"), gather your mind a little, so as to catch the Apostle's elusive meaning, and listen. Some, not understanding the saying but perplexed as you are, and thinking that the Apostle's words had been altered, interpreted them thus: "Not only those who do them, but also those who approve those who practise them." For so, they said, the ancient copy read, so that doing would be the greater thing and approving the lesser. But I, without saying that the Apostle's books are in error here, and without running down those who have not understood (for perhaps, if they are outdone in this, they excel in other things, and have understood things that never even entered my mind), will state what I have understood and leave the verdict to my readers. I say, then, that since praising those who do wrong is much more grievous than doing wrong, and weighs more toward punishment, it was rightly said, "Not only do they do them, but they also approve those who practise them." For one who condemns his sin after doing wrong will be able in time to recover himself, since he has the greatest help toward repentance in condemning his sin; but one who praises wickedness deprives himself of the help that comes from repentance. Since, then, this verdict belongs to a corrupted judgment and an incurably sick soul, one who praises sin has rightly been judged far more lawless than one who does wrong. For the one will leave his sin very quickly, the other not at all, if each verdict holds.
Rom 1:32 (quotation, high confidence)
Notes and citation
Summary: Paul ranks approving sinners above sinning, because one who condemns his own sin can repent, while one who praises wickedness cuts himself off from repentance.
- Rom 1:32. Isidore reports the reading "not only those who do them, but also those who approve," which some held to be that of "the ancient copy"; he defends the text as he has it.
Notes on the original text
- Digital text corrected (stray mark in the OCR): Ἐπειδὴ τοίνυν - διεφθαρμένης → Ἐπειδὴ τοίνυν διεφθαρμένης.
Topics: Sin, Repentance, Interpreting Scripture, Scripture and canon
Cite (SBL): Isidore of Pelusium, Ep. 4.60 (PG 78 78:1117; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-60). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-60
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-60) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.61PG 78 78:1119
– ΑΜΜΩΝΙΩ. Εἰς τὸ· « Δόξα, καὶ τιμή, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν. › Διὰ τί εἶπεν, ἔφης, ὁ Παῦλος· « Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τὸ πρῶτον, καὶ Ἕλληνι, » καὶ οὐδαμοῦ τοῦ Χριστιανοῦ ἐμνημόνευσεν; Ἴσθι τοίνυν, ὅτι περὶ τῶν πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας ἦν τῷ Παύλῳ ὁ λόγος. Οὐδέπω γὰρ εἰς τοὺς τῆς χάριτος χρόνους ἐνδιατρίβων ἐτύγχανεν. Ἕλληνας δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολάτρας, ἀλλὰ τοὺς εὐσεβεῖς, τοὺς ἐν τῷ ἐμφύτῳ πολιτευομένους νόμῳ, τοὺς ἄνευ τῶν Ἰουδαϊκῶν παρατηρήσεων πάντα τὰ πρὸς εὐσέβειαν βλέποντα παραφυλάσσοντας · οἷοι ἦσαν Μελχισεδέκ, Ἰὼβ, Κορνήλιος.
– AMMŌNIŌ. Eis to; « Doxa, kai timē, kai eirēnē panti tǭ ergazomenǭ to agathon. › Dia ti eipen, ephēs, ho Paulos; « Doxa de kai timē kai eirēnē panti tǭ ergazomenǭ to agathon, Ioudaiǭ to prōton, kai Hellēni, » kai oudamou tou Christianou emnēmoneusen? Isthi toinyn, hoti peri tōn pro tēs ensarkou tou Christou parousias ēn tǭ Paulǭ ho logos. Oudepō gar eis tous tēs charitos chronous endiatribōn etynchanen. Hellēnas de entautha phēsin, ou tous eidōlolatras, alla tous eusebeis, tous en tǭ emphytǭ politeuomenous nomǭ, tous aneu tōn Ioudaïkōn paratērēseōn panta ta pros eusebeian bleponta paraphylassontas ; hoioi ēsan Melchisedek, Iōb, Kornēlios.
To Ammonius. [On "glory and honour and peace to everyone who does good."] Why, you asked, did Paul say, "But glory and honour and peace to everyone who does good, to the Jew first and also to the Greek," and nowhere mention the Christian? Know, then, that Paul's word was about those who lived before Christ's coming in the flesh; for he was not yet dealing with the times of grace. And by "Greeks" here he means not the idolaters, but the pious, who lived by the natural law, and who, without the Jewish observances, kept everything that looks to piety: such as Melchizedek, Job, and Cornelius.
Rom 2:10 (quotation, high confidence) · Gen 14:18–20 (allusion, medium confidence) · Job 1:1 (allusion, medium confidence) · Acts 10:1–2 (allusion, medium confidence)
Notes and citation
Summary: In Rom 2:10 Paul speaks of the time before Christ, and his "Greeks" are pious Gentiles who kept the natural law, like Melchizedek, Job, and Cornelius.
- Rom 2:10; Melchizedek, Gen 14:18–20; Job 1:1; Cornelius, Acts 10:1–2 (Isidore counts him with those before the gospel reached him).
Notes on the original text
- Digital text corrected (OCR slip; word split in the OCR): Ἰου δαίῳ → Ἰουδαίῳ; ἐντάρκου → ἐνσάρκου.
Topics: Salvation, The law of Moses, Interpreting Scripture
Cite (SBL): Isidore of Pelusium, Ep. 4.61 (PG 78 78:1119; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-61). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-61
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-61) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.62PG 78 78:1119
ΕΠΙΜΑΧΩ ΑΝΑΓΝΩΣΤΗ. Εἰς τό· « Χωρὶς δὲ νόμου ἁμαρτία νεκρά. Ἐπειδὴ, πῶς χωρὶς νόμου ἡ ἁμαρτία νεκρὰ, ἠθέλησας μαθεῖν, φημὶ ὅτι τοῦτο βούλεται εἰπεῖν ὁ Παῦλος, ὅτι οὔπω ἦν γνώριμος. Οὐ γὰρ ταῦτα αἰνἱττεται, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἐπεὶ ἀλόγως εὑρεθεῖεν κολασθέντες οἱ πρὸ τοῦ νόμου · οἱ μὲν γὰρ ὕδατος, οἱ δὲ πυρὸς ἔργον ἐγένοντο· ἀλλ᾽ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. Διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς.
EPIMAChŌ ANAGNŌSTĒ. Eis to; « Chōris de nomou hamartia nekra. Epeidē, pōs chōris nomou hē hamartia nekra, ēthelēsas mathein, phēmi hoti touto bouletai eipein ho Paulos, hoti oupō ēn gnōrimos. Ou gar tauta ainittetai, hoti ouk ę̄desan hamartanontes, epei alogōs heuretheien kolasthentes hoi pro tou nomou ; hoi men gar hydatos, hoi de pyros ergon egenonto; all᾽ hoti ę̄desan men, ouch houtō de akribōs. Dio ekolazonto men, ouch houtō de sphodrōs.
To Epimachus the reader. [On "Apart from the law sin is dead."] Since you wished to learn how sin is dead apart from the law, I say that Paul means that it was not yet known. He does not hint that they did not know they were sinning, since then those before the law, some of whom became the work of water and others of fire, would be found to have been punished unreasonably; but that they knew it, though not so exactly. That is why they were punished, but not so severely.
Rom 7:8 (quotation, high confidence) · Gen 7:21–23 (allusion, medium confidence) · Gen 19:24 (allusion, medium confidence)
Notes and citation
Summary: Before the law, sin was "dead" in that it was less clearly known, so people were punished, but less severely.
- Rom 7:8. The flood (Gen 6–7) and the fire on Sodom (Gen 19:24).
Notes on the original text
- Digital text corrected (word split in the OCR): ἠθέ λησας → ἠθέλησας.
Topics: Sin, The law of Moses, Interpreting Scripture
Cite (SBL): Isidore of Pelusium, Ep. 4.62 (PG 78 78:1119; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-62). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-62
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-62) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.63PG 78 78:1119
ΙΣΧΥΡΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ. › Παῦλος ὁ ἄριστος στρατηγὸς, ὁ τῆς θείας χειροτονίας μὴ καθυβρίσας τὴν ψῆφον, ὁ ἁμιλλώμενον τῇ χάριτι τὸν βίον ἐπιδειξάμενος, καὶ προτρέπων ὁμοῦ τοὺς τὸν ἱερὸν ὄντως πολεμοῦντας πόλεμον, καὶ οὐκ ἀφιεὶς μέγα φρονεῖν, ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει, στρατηγικώτερον ἐβόα· « Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. » Ἀποκαλυφθῆναι δὲ εἶπε δεικνὺς, ὡς καὶ νῦν ἐστι μὲν, κρύπτεται δὲ, τοὺς τῶν τροπαιούχων ἀναμένουσα πόνους. Εἰ δὲ τὸ μέλλειν λυπεῖ, τοῦτο εὐφραινέτω μᾶλλον τοὺς τῶν παθῶν καὶ τῶν δαιμόνων καθαιροῦντας τὰ ὀχυρώματα. Τὸ γὰρ μεγίστη εἶναι, καὶ λόγον καὶ νοῦν καὶ τὴν παροῦσαν κατάστασιν ἐκ πολλοῦ τοῦ περίοντος ὑπερβαίνειν, ἐκεῖ τεταμίευται. Οὐδὲ γὰρ ἁπλῶς εἶπε· Τὰ παθήματα τοῦ νῦν καιροῦ· ἀλλ᾽ ἵνα δείξῃ αὐτὰ οὐχ ὅτι ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικώμενα (τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ· τὰ δὲ ἀθανάτοις συμπαρεκτείνεται αἰῶσιν)· ἅπερ, ἐπειδὴ οὔτε σαφῶς οὔτε κατὰ μέρος παραστῆσαι τῷ λόγῳ εἶχεν, ἀπὸ τῆς μάλιστα δοκούσης εἶναι παρ᾿ ἡμῖν ἐπεράστου δόξης, αὐτὰ προσηγόρευσεν. Ἡ γὰρ κορυφὴ τῶν ἀρετῶν αὕτη εἶναι δοκεῖ.
ISChYRIŌNI PRESBYTERŌ. Ouk axia ta pathēmata tou nyn kairou. › Paulos ho aristos stratēgos, ho tēs theias cheirotonias mē kathybrisas tēn psēphon, ho hamillōmenon tę̄ chariti ton bion epideixamenos, kai protrepōn homou tous ton hieron ontōs polemountas polemon, kai ouk aphieis mega phronein, hate nikōmenous tę̄ tōn stephanōn antidosei, stratēgikōteron eboa; « Logizomai gar, hoti ouk axia ta pathēmata tou nyn kairou pros tēn mellousan doxan apokalyphthēnai eis hēmas. » Apokalyphthēnai de eipe deiknys, hōs kai nyn esti men, kryptetai de, tous tōn tropaiouchōn anamenousa ponous. Ei de to mellein lypei, touto euphrainetō mallon tous tōn pathōn kai tōn daimonōn kathairountas ta ochyrōmata. To gar megistē einai, kai logon kai noun kai tēn parousan katastasin ek pollou tou periontos hyperbainein, ekei tetamieutai. Oude gar haplōs eipe; Ta pathēmata tou nyn kairou; all᾽ hina deixę̄ auta ouch hoti poiotēti monon, alla kai posotēti nikōmena (ta men gar tǭ paronti synkatalyetai biǭ; ta de athanatois symparekteinetai aiōsin); haper, epeidē oute saphōs oute kata meros parastēsai tǭ logǭ eichen, apo tēs malista dokousēs einai par᾿ hēmin eperastou doxēs, auta prosēgoreusen. Hē gar koryphē tōn aretōn hautē einai dokei.
To Ischyrion the presbyter. ["The sufferings of the present time are not worth comparing."] Paul, the best of generals, who did not outrage the vote of his divine appointment, who displayed a life that rivalled grace, at once urging on those who are truly fighting the holy war and not allowing them to think highly of themselves, since they are outdone by the reward of crowns, cried out like a true general: "For I consider that the sufferings of the present time are not worth comparing with the glory that is to be revealed to us." He said "to be revealed," showing that it exists even now, but is hidden, waiting for the labours of the victors. If its being in the future grieves anyone, let this rather gladden those who are pulling down the strongholds of the passions and of the demons; for that it is very great, and surpasses speech, mind, and our present state by far, is what is stored up there. Nor did he say simply, "The sufferings of the present time"; he said it to show that they are outdone not only in quality but also in quantity (for these end with the present life, while that extends through the immortal ages). And since he could not present those things clearly or one by one in words, he named them after what seems to us most desirable, glory; for this seems to be the summit of the virtues.
Rom 8:18 (quotation, high confidence) · 2 Cor 10:4 (echo, medium confidence)
Notes and citation
Summary: Paul's comparison of present sufferings with future glory both encourages and humbles those who struggle, since the glory, already real but hidden, far outweighs them in kind and duration.
- Rom 8:18; "pulling down strongholds": 2 Cor 10:4.
Notes on the original text
- Digital text corrected (word split in the OCR): ἀρε τῶν → ἀρετῶν.
Topics: Suffering and affliction, Heaven and eternal reward, Eschatology
Cite (SBL): Isidore of Pelusium, Ep. 4.63 (PG 78 78:1119; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-63). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-63
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-63) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.64PG 78 78:1121
ΘΕΟΔΩΡΩ ΔΙΑΚΟΝΩ. • Τοῦ Θεοῦ Λόγου ἐνανθρωπῆσαι καταξιώσαντος, καὶ τὰ πάθη τὰ ἀνθρώπινα, κυμαίνοντα πρώην, καταστορέσαντος, καὶ τὴν σάρκα ὁρμητήριον ἀρετῆς ἀποφήναντος, καὶ τὰς πονηρὰς φάλαγγας ὑπὸ τοὺς πόδας τῶν οἰκείων φοιτητῶν παρασκευάσαντος, καὶ τὰ ἄθλα μείζονα τῶν παλαιῶν εἰκότως ὁρίσαντος, τὰ τε ἔπαθλα οὐράνια καὶ ὑπερκόσμια εὐτρεπίσαντος · οἱ ἡττώμενοι ἑαυτοῖς ἂν εἶεν δίκαιοι λογίσασθαι τὴν ἧτταν· ἡ γὰρ νίκη λοιπὸν παρ' ἡμῖν οὖσα, εἶτ᾿ οὐχ εὑρίσκουσα τοὺς εἰδότας νικᾶν, ἐν ὀλίγοις οἰκείαν δύναμιν ἐπιδεικνυμένη, τοῖς μὴ βουλομένοις διὰ πόνων αὐτὴν κτήσασθαι, τὴν αἰτίαν τῆς ἥττης.
ThEODŌRŌ DIAKONŌ. • Tou Theou Logou enanthrōpēsai kataxiōsantos, kai ta pathē ta anthrōpina, kymainonta prōēn, katastoresantos, kai tēn sarka hormētērion aretēs apophēnantos, kai tas ponēras phalangas hypo tous podas tōn oikeiōn phoitētōn paraskeuasantos, kai ta athla meizona tōn palaiōn eikotōs horisantos, ta te epathla ourania kai hyperkosmia eutrepisantos ; hoi hēttōmenoi heautois an eien dikaioi logisasthai tēn hēttan; hē gar nikē loipon par' hēmin ousa, eit᾿ ouch heuriskousa tous eidotas nikan, en oligois oikeian dynamin epideiknymenē, tois mē boulomenois dia ponōn autēn ktēsasthai, tēn aitian tēs hēttēs.
To Theodore the deacon. Since God the Word deigned to become man, calmed the human passions that once surged, made the flesh a base of operations for virtue, put the hostile ranks under the feet of his own disciples, rightly set the contests higher than those of old, and prepared prizes that are heavenly and above the world, those who are defeated would rightly reckon the defeat to themselves. For victory is now with us; and if it does not find those who know how to win, and shows its power in only a few, it lays the cause of defeat on those who are unwilling to gain it by labour.
Luke 10:19 (echo, low confidence) · Rom 16:20 (echo, low confidence)
Notes and citation
Summary: Since the incarnate Word has given believers power over their enemies and greater prizes, those who are defeated have only themselves to blame.
- The last sentence is elliptical in the printed text and is translated by sense. "Under the feet": cf. Luke 10:19; Rom 16:20.
Topics: Incarnation, The Christian life, Temptation
Cite (SBL): Isidore of Pelusium, Ep. 4.64 (PG 78 78:1121; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-64). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-64
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-64) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.65PG 78 78:1121
ΤΩ ΑΥΤΩ. Περὶ τοῦ αὐτοῦ· ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων οὐ σώζει τὸν ἄνθρωπον. Δεῦρο μὲν ἐπιφοιτήσας ὁ Θεὸς Λόγος, πίστιν ἀπαιτήσας, χάριτι ἐδικαίωσεν (οὐ γὰρ ἦν ἀπὸ δικαιοσύνης σωθῆναι τοὺς οἴκοθεν προδοθέντας · καὶ τοῦθ᾽ ὁ Μελῳδὸς καὶ τὸ Σκεῦος τῆς ἐκλογῆς ἀπεφήναντο· ὁ μὲν διαβεβαιωσάμενος· « Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς · · ὁ δέ· « Πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, » διῖσχυρισάμενος)· πιστεύσαντας δὲ δικαιοσύνην ἀκροτάτην εἰκότως ἀπήτησεν· ὥστε παρὰ μὲν τὴν πρώτην, ἡ χάρις ἐδικαίωσε, τοὺς δὲ δικαιωθέντας, ἔργων ἀγαθῶν ἀντιλαβέσθαι ἐθέσπισεν, ὡς οὐκ ἐνὸν ἀπὸ πίστεως μόνον σωθῆναι. Χρὴ γὰρ τῇ πίστει κρίνεσθαι τὰς πράξεις, καὶ ἀπὸ τούτων αὐτὴν ψυχοῦσθαι. Νεκρὰ γὰρ ἂν εἴη τούτων χωρίς. Διὰ τί πάντα τὰ θεῖα τῷ τοῦ πυρὸς ὀνόματι χαρακτηρίζεται. Διὰ τί, ἔφης, πάντα τὰ θεῖα τῷ τοῦ πυρὸς ὀνόματι σχεδόν χαρακτηρίζεται; Πῦρ γὰρ εἴρηται ὁ Θεός· καὶ οἱ ἄγγελοι πῦρ φλέγοντες καὶ ὤφθησαν τοῖς ἀποστόλοις γλῶσσαι ὡσεὶ πυρός· καὶ, τῷ Πνεύματι ζέοντες; Οἶμαι τοίνυν, ὅτι διὰ τὸ ἄφθονον καὶ πλούσιον, ὅτι ἀπὸ ἑνὸς λύχνου μυρίας ἀνάπτει λαμπάδας καὶ οὐ μειοῦται, ἀλλὰ πάλιν ἑτέρας τοσαύτας καὶ πλείους ἀνάψαι δύναται· τὴν δὲ ἐπὶ τὰ σώματα φέρουσαν ὁδὸν ἀνακεχώρηκε, τῷ τὰ ἄνω μόνον τὸ πῦρ τῶν ἐπιγείων διώκειν. Τὰ μὲν γὰρ τὴν γῆν, τὸ δὲ τὸν οὐρανὸν ποθεῖ· καὶ τὰ μὲν τὴν κάτω φορὰν, τὸ δὲ τὴν ἄνω οἶδεν ὁδόν. Ὥσπερ γὰρ ὁ λίθος καὶ τὸ ὕδωρ τὴν ἄνω ὁδὸν ἀγνοεῖ, οὕτω καὶ τὸ πῦρ τῆς κάτω οὐκ ἀνέχεται.
TŌ AUTŌ. Peri tou autou; hoti hē pistis chōris tōn ergōn ou sōzei ton anthrōpon. Deuro men epiphoitēsas ho Theos Logos, pistin apaitēsas, chariti edikaiōsen (ou gar ēn apo dikaiosynēs sōthēnai tous oikothen prodothentas ; kai touth᾽ ho Melǭdos kai to Skeuos tēs eklogēs apephēnanto; ho men diabebaiōsamenos; « Ouk esti dikaios oude heis ; ; ho de; « Pantes hēmarton, kai hysterountai tēs doxēs tou Theou, » diischyrisamenos); pisteusantas de dikaiosynēn akrotatēn eikotōs apētēsen; hōste para men tēn prōtēn, hē charis edikaiōse, tous de dikaiōthentas, ergōn agathōn antilabesthai ethespisen, hōs ouk enon apo pisteōs monon sōthēnai. Chrē gar tę̄ pistei krinesthai tas praxeis, kai apo toutōn autēn psychousthai. Nekra gar an eiē toutōn chōris. Dia ti panta ta theia tǭ tou pyros onomati charaktērizetai. Dia ti, ephēs, panta ta theia tǭ tou pyros onomati schedon charaktērizetai? Pyr gar eirētai ho Theos; kai hoi angeloi pyr phlegontes kai ōphthēsan tois apostolois glōssai hōsei pyros; kai, tǭ Pneumati zeontes? Oimai toinyn, hoti dia to aphthonon kai plousion, hoti apo henos lychnou myrias anaptei lampadas kai ou meioutai, alla palin heteras tosautas kai pleious anapsai dynatai; tēn de epi ta sōmata pherousan hodon anakechōrēke, tǭ ta anō monon to pyr tōn epigeiōn diōkein. Ta men gar tēn gēn, to de ton ouranon pothei; kai ta men tēn katō phoran, to de tēn anō oiden hodon. Hōsper gar ho lithos kai to hydōr tēn anō hodon agnoei, houtō kai to pyr tēs katō ouk anechetai.
To the same. [On the same: that faith without works does not save a man.] God the Word, coming here and requiring faith, justified by grace (for it was not possible for those who had betrayed themselves to be saved by righteousness; the Psalmist and the Vessel of election declared this, the one affirming, "There is none righteous, not even one," and the other insisting, "All have sinned and fall short of the glory of God"); but from those who believed he rightly required the highest righteousness. So at the first grace justified, but he decreed that those who had been justified should lay hold of good works, since it is not possible to be saved by faith alone. For deeds must be judged by faith, and faith given life by them; for without them it would be dead. [Letter 4.66] [Why all divine things are characterized by the name of fire.] Why, you asked, are almost all divine things characterized by the name of fire? For God has been called fire; and the angels, flaming fire; and tongues as of fire appeared to the apostles; and "fervent in the Spirit." I think, then, that it is because of its ungrudging richness: from one lamp it kindles countless torches and is not diminished, but can kindle as many again and more. And it has withdrawn from the road that leads down to bodies, because fire alone of earthly things pursues what is above. They long for the earth, it for heaven; they know the downward motion, it the upward road. Just as stone and water do not know the upward road, so fire does not tolerate the downward one.
Textual problem in this passage: see the notes.
Ps 14:3 (13:3 LXX) (quotation, high confidence) · Rom 3:10 (quotation, high confidence) · Rom 3:23 (quotation, high confidence) · Jas 2:17 (allusion, high confidence) · Jas 2:26 (allusion, high confidence) · Deut 4:24 (allusion, high confidence) · Heb 12:29 (allusion, medium confidence) · Ps 104:4 (103:4 LXX) (allusion, high confidence) · Heb 1:7 (allusion, medium confidence) · Acts 2:3 (allusion, high confidence) · Rom 12:11 (quotation, high confidence)
Notes and citation
Summary: Two letters: grace justifies at first through faith, but the justified must do good works, since faith without works is dead; divine things are called fire because fire gives without diminishing and always rises.
- Ps 14:3 (13:3 LXX; Rom 3:10–12); Rom 3:23; Jas 2:17, 26. The statement that one cannot be saved "by faith alone" is translated as written.
- The heading of Letter 4.66 was lost in the scan; its title begins at the bracketed marker, without its addressee. God as fire: Deut 4:24; Heb 12:29; angels: Ps 104:4 (103:4 LXX); Heb 1:7; tongues of fire: Acts 2:3; Rom 12:11.
Notes on the original text
- Digital text corrected (word split in the OCR): χα ρακτηρίζεται → χαρακτηρίζεται; ὀνό ματι → ὀνόματι.
Topics: Justification, Faith, Grace, Good works and merit, God, The Holy Spirit
Cite (SBL): Isidore of Pelusium, Ep. 4.65 (PG 78 78:1121; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-65). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-65
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-65) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.67PG 78 78:1123
ΘΕΟΓΝΩΣΤΟ ΔΙΑΚΟΝΩ. Περὶ ἀναγνώσεως, κατὰ Ἑλλήνων. Περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Πολλάκις ἐθαύμασα τῶν τοὺς διαλόγους συντιθέντων, καὶ τοὺς διεξοδικοὺς λόγους συγγραψαμένων, ὅτι τῆς μὲν οἰκείας δόξης λίαν ἐφρόντισαν ὑψηλῷ καὶ ὑπερσόφῳ χρησάμενοι λόγῳ· τῆς δὲ τῶν ἀκουσομένων ὠφελείας ἡμέλησαν, ἧς εἰκὸς ἦν μᾶλλον αὐτοὺς ποιήσασθαι πρόνοιαν. Τῶν μὲν γὰρ συγγραφέων τοσαύτην δόξαν λαβόντων, οὐδὲν ἂν γένοιτο πλέον τοῖς ἄλλοις · τῶν δ᾽ ἄλλων ὠφελουμένων, πολλή ἡ ἐπίδοσις γένοιτ' ἂν τῆς ἀρετῆς. ᾿Αλλ' ἐπειδὴ τὸ ἑαυτῶν εἶδον, τὸ τῶν ἄλλων παρεῖδον, διὸ καὶ τὴν θείαν αἰτιῶνται Γραφὴν, μὴ τῷ περιττῷ καὶ κεκαλλωπισμένῳ χρωμένην λόγῳ, ἀλλὰ τῷ ταπεινῷ καὶ πεζῷ. ᾿Αλλ᾽ ἡμεῖς μὲν αὐτοῖς ἀντεγκαλῶμεν τῆς φιλαυτίας ὅτι δόξης ὀρεχθέντες τῶν ἄλλων ἥκιστα ἐφρόντισαν· τὴν δὲ θείαν ὄντως Γραφὴν ἀπαλλάττωμεν τῶν ἐγκλημάτων, λέγοντες ὅτι οὐ τῆς οἰκείας δόξης, τῆς δὲ τῶν ἀκουσόντων σωτηρίας ἐφρόντισεν. Εἰ δὲ ὑψηλῆς φράσεως ἐρῷεν, μανθανέτωσαν ὅτι ἄμεινον παρὰ ἰδιώτου τἀληθὲς, ἢ παρὰ σοφιστοῦ τὸ ψεῦδος μαθεῖν. Ὁ μὲν γὰρ ἁπλῶς καὶ συντόμως φράζει· ὁ δὲ πολλάκις ἀσαφείᾳ καὶ τὸ τῆς ἀληθείας ἐπικρύπτει κάλλος, καὶ τὸ ψεῦδος τῇ καλλιεπείᾳ κοσμήσας, ἐν χρυσίδι τὸ δηλητήριον ἐκέρασεν. Εἰ δ᾽ ἡ ἀλήθεια τῇ καλλιεπείᾳ συναφθείη, δύναται μὲν τοὺς πεπαιδευμένους ὠφελῆσαι, τοῖς δ' ἄλλοις ἅπασιν ἄχρηστος ἔσται καὶ ἀνωφελής. Δι' ὃ καὶ ἡ Γραφὴ τὴν ἀλήθειαν πεζῷ λόγῳ ἡρμήνευσεν, ἵνα καὶ ἰδιῶται, καὶ σοφοὶ, καὶ παῖδες, καὶ γυναῖκες μάθοιεν. Ἐκ μὲν γὰρ τούτου οἱ μὲν σοφοὶ οὐδὲν παραβλάπτονται· ἐκ δ᾽ ἐκείνου τὸ πλέον τῆς οἰκουμένης μέρος παρεβλάβη ῎Αν τινων οὖν ἐχρῆν φροντίσαι, μάλιστα μὲν τῶν πλειόνων. Ἐπειδὰν δὲ καὶ πάντων ἐφρόντισε, δείκνυται λαμπρῶς θεία οὖσα καὶ οὐράνιος.
ThEOGNŌSTO DIAKONŌ. Peri anagnōseōs, kata Hellēnōn. Peri tēs charitos tōn theopneustōn Graphōn, kai tēs ex autōn ōpheleias. Pollakis ethaumasa tōn tous dialogous syntithentōn, kai tous diexodikous logous syngrapsamenōn, hoti tēs men oikeias doxēs lian ephrontisan hypsēlǭ kai hypersophǭ chrēsamenoi logǭ; tēs de tōn akousomenōn ōpheleias hēmelēsan, hēs eikos ēn mallon autous poiēsasthai pronoian. Tōn men gar syngrapheōn tosautēn doxan labontōn, ouden an genoito pleon tois allois ; tōn d᾽ allōn ōpheloumenōn, pollē hē epidosis genoit' an tēs aretēs. ᾿All' epeidē to heautōn eidon, to tōn allōn pareidon, dio kai tēn theian aitiōntai Graphēn, mē tǭ perittǭ kai kekallōpismenǭ chrōmenēn logǭ, alla tǭ tapeinǭ kai pezǭ. ᾿All᾽ hēmeis men autois antenkalōmen tēs philautias hoti doxēs orechthentes tōn allōn hēkista ephrontisan; tēn de theian ontōs Graphēn apallattōmen tōn enklēmatōn, legontes hoti ou tēs oikeias doxēs, tēs de tōn akousontōn sōtērias ephrontisen. Ei de hypsēlēs phraseōs erǭen, manthanetōsan hoti ameinon para idiōtou talēthes, ē para sophistou to pseudos mathein. Ho men gar haplōs kai syntomōs phrazei; ho de pollakis asapheią kai to tēs alētheias epikryptei kallos, kai to pseudos tę̄ kalliepeią kosmēsas, en chrysidi to dēlētērion ekerasen. Ei d᾽ hē alētheia tę̄ kalliepeią synaphtheiē, dynatai men tous pepaideumenous ōphelēsai, tois d' allois hapasin achrēstos estai kai anōphelēs. Di' ho kai hē Graphē tēn alētheian pezǭ logǭ hērmēneusen, hina kai idiōtai, kai sophoi, kai paides, kai gynaikes mathoien. Ek men gar toutou hoi men sophoi ouden parablaptontai; ek d᾽ ekeinou to pleon tēs oikoumenēs meros pareblabē ᾿An tinōn oun echrēn phrontisai, malista men tōn pleionōn. Epeidan de kai pantōn ephrontise, deiknytai lamprōs theia ousa kai ouranios.
To Theognostus the deacon. [On reading, against the Greeks. On the grace of the divinely inspired Scriptures and the benefit that comes from them.] I have often wondered at those who composed dialogues and wrote elaborate discourses, that they cared greatly for their own glory, using lofty and over-subtle speech, but neglected the benefit of their hearers, for which they ought rather to have provided. For when the writers have won such glory, nothing more comes of it for anyone else; but when others are benefited, there would be great progress in virtue. But since they looked to their own interest and overlooked that of others, they also blame the divine Scripture for using not elaborate and embellished speech but humble, prosaic speech. Let us, for our part, accuse them in turn of self-love, because in their craving for glory they cared least of all for others; and let us clear the truly divine Scripture of the charges, saying that it cared not for its own glory but for the salvation of its hearers. If they are in love with lofty phrasing, let them learn that it is better to learn the truth from an unlettered man than falsehood from a sophist. The one speaks simply and briefly; the other often hides the beauty of truth by obscurity, and, adorning falsehood with fine language, mixes poison in a golden cup. Even if truth were joined to fine language, it could benefit the educated, but it would be useless and unprofitable to everyone else. That is why Scripture expressed the truth in plain speech, so that the unlettered and the wise, children and women alike, might learn. By this the wise suffer no harm; by the other way the greater part of the world was harmed. If one had to care for some, it should above all be for the many. And since it cared for all, it is shown splendidly to be divine and heavenly.
Notes and citation
Summary: Scripture's plain style, which the Greeks mock, shows its divine care for the salvation of all, while the eloquence of philosophers served their own glory.
Notes on the original text
- Digital text corrected (word split in the OCR): συγγρα φέων → συγγραφέων; μανθανέ τωσαν → μανθανέτωσαν.
Topics: Scripture and canon, Paganism, Philosophy
Cite (SBL): Isidore of Pelusium, Ep. 4.67 (PG 78 78:1123; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-67). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-67
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-67) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.68PG 78 78:1125
ΘΕΟΓΝΩΣΤΟ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐ ταὐτὸν, ὦ βέλτιστε, τὸ κελεῦσαι καὶ τὸ ἐπιτρέψαι· τὸ μὲν γὰρ ὡς παντὶ τρόπῳ ἀνυσθῆναι ὀφεῖλον προστάττεται· ὡς τὸ· « Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, » καὶ ὅσα τοιαῦτα· τὸ δὲ οἱκονομίας τινὸς ἕνεκεν συγχωρεῖται. Τὸ μὲν γὰρ θεσπίζεται· τὸ δ᾽ οὐ κωλύεται· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστώσομαι. Οἱ ἀπόστολοι οὐκ ἐκήρυττον μὲν, οὐδ᾽ ἐνομοθέτουν περιτομήν· συνεχώρουν δὲ, οὐχ ὅτι δεῖ γενέσθαι, ἀλλ᾽ ὅτι σοφῆς συγκαταβάσεως ἦν χρεία Οὐ γὰρ ἂν ἐπέτρεψαν ἢ ὡς δέον τῶν παρὰ τοῖς ἀπίστοις ἐστιωμένων ἔφη ὁ Παῦλος · • Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν, ἐσθίετε. » Οὐ κελεύω, φησὶν, ἀπελθεῖν· εἰ δὲ βούλεσθε, οὐ κωλύω. ῎Ἄλλο γὰρ τὸ κελεύειν, ἄλλο τὸ μὴ κωλύειν τὸ μὲν γὰρ νομοθεσίας ἐστὶ, τὸ δ᾽ οἰκονομίας. φυλάττεσθαι, περὶ τὴν ἀρχὴν ἐφύλαττον. Καὶ περὶ
ThEOGNŌSTO PRESBYTERŌ. Ou tauton, ō beltiste, to keleusai kai to epitrepsai; to men gar hōs panti tropǭ anysthēnai opheilon prostattetai; hōs to; « Ou moicheuseis, Ou phoneuseis, Ou klepseis, » kai hosa toiauta; to de hoikonomias tinos heneken synchōreitai. To men gar thespizetai; to d᾽ ou kōlyetai; kai touto apo tōn Graphōn pistōsomai. Hoi apostoloi ouk ekērytton men, oud᾽ enomothetoun peritomēn; synechōroun de, ouch hoti dei genesthai, all᾽ hoti sophēs synkatabaseōs ēn chreia Ou gar an epetrepsan ē hōs deon tōn para tois apistois estiōmenōn ephē ho Paulos ; • Ei tis kalei hymas tōn apistōn, kai thelete poreuesthai, pan to paratithemenon hymin, esthiete. » Ou keleuō, phēsin, apelthein; ei de boulesthe, ou kōlyō. ᾿Allo gar to keleuein, allo to mē kōlyein to men gar nomothesias esti, to d᾽ oikonomias. phylattesthai, peri tēn archēn ephylatton. Kai peri
To Theognostus the presbyter. Commanding and permitting, my good friend, are not the same. The one is ordered as something that must be done in every way, as "You shall not commit adultery, You shall not murder, You shall not steal," and the like; the other is allowed for the sake of some arrangement. The one is decreed; the other is not prevented. And I shall confirm this from the Scriptures. The apostles did not preach or legislate circumcision; but they allowed it, not because it must be done, but because there was need of a wise condescension. For they would not have permitted … As something allowed, Paul said of those who dine with unbelievers: "If one of the unbelievers invites you and you wish to go, eat whatever is set before you." I do not command you to go, he says; but if you wish, I do not prevent it. For commanding is one thing, not preventing another: the one belongs to legislation, the other to concession. … they kept at the beginning. And about …
Exod 20:13–15 (quotation, high confidence) · 1 Cor 10:27 (quotation, high confidence) · Acts 16:3 (allusion, medium confidence)
Notes and citation
Summary: Scripture distinguishes commands, which must be kept, from permissions granted by way of concession, as with the apostles' tolerance of circumcision and Paul's leave to dine with unbelievers.
- Exod 20:13–15; 1 Cor 10:27; the circumcision of Timothy, Acts 16:3. The sentence "For they would not have permitted …" is broken in the scan. The letter ends with displaced words ("… to be kept, they kept at the beginning. And about") that do not belong to it; they are left untranslated beyond their bare sense and marked "…".
Notes on the original text
- Digital text corrected (OCR slip (letter dropped); word split in the OCR): που ρεύεσθαι → πορεύεσθαι; Ο κελεύω, φησὶν → Οὐ κελεύω, φησὶν.
Topics: The law of Moses, Circumcision, Ethics
Cite (SBL): Isidore of Pelusium, Ep. 4.68 (PG 78 78:1125; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-68). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-68
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-68) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.69PG 78 78:1127
ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Διὰ τὸ ἐν τῷ βωμῷ ἐπεγέγραπτο, « Αγνώστῳ Θεῷ. › Δύο φασὶν αἰτίας εἶναι, τοῦ ἐπιγεγράφθαι ᾿Αθήνῃσι τῷ βωμῷ· « ᾿Αγνώστῳ Θεῷ. › Οἱ μὲν γάρ φασιν, ὡς Φιλιππίδην ἔπεμψαν ᾿Ἀθηναῖοι ἡμεροδρόμον πρὸς Λακεδαιμονίους περὶ συμμαχίας, ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι · διὸ κατὰ τὸ Παρθένειον ὄρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν ᾿Αθηναίους ὡς ἀμελοῦντας αὐτοῦ καὶ ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο.: Νικήσαντες οὖν, βωμὸν ᾠκοδόμησαν, καὶ ἐπέγραψαν · • ᾿Αγνώστῷ Θεῷ· » Ἄλλοι δέ φασιν, ὅτι λοιμὸς κατέσκηψεν ᾿Αθήναζε, καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι. Τοὺς νομιζομένους οὖν θεοὺς ἑαυτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο. Ἐννοήσαντες οὖν, ὅτι ἐστὶν ἴσως θεός τις, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, ναὸν δειμάμενοι καὶ βωμὸν, ἐπιγράψαντες, • ᾿Αγνώστῳ Θεῷ, καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν. Ταῦτα λαβὼν ὁ Παῦλος ἐκ τῶν οἰκείων δογμάτων, τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας ᾿Αθηναίους ἐχειρώσατο. 0'. ΟΥΡΣΕΝΟΥΦΙΟ ΑΝΑΓΝΩΣΤΗ. Διὰ τοῦτο εὐχείρωτοί ἐσμεν, ὦ βέλτιστε, καὶ εὐάλωτοι, ὅτι κατ' ἀλλήλων όπλιζόμεθα στρατηγῷ τῷ κοινῷ ἐχθρῷ χρώμενοι. Δέον γὰρ μετ' ἀλλήλων κατ᾿ ἐκείνου στρατεύειν, κατ᾿ ἀλλήλων μετ' ἐκείνου ὁπλιζόμεθα, στρατηγῷ ἐκείνῳ χρώμενοι τῷ ἀμφότερα τὰ μέρη ἀπολέσαι διψῶντι. Ἀλλὰ τὸ μὲν αἰτιᾶσθαι ῥάδιον, καὶ παντὸς εἴη τὸ δ᾽ εἰπεῖν, ὅπως παυσαίμεθα πρὸς ἀλλήλους πολεμοῦντες, τοῦτ᾽ ἔστι συμβούλου. Φημὶ τοίνυν, ὅτι, ἐπειδὴ καὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα βιωτικά, τὰ χόρτου δίκην μαραινόμενα, μεγάλα εἶναι νομίζομεν Εἰ γὰρ ἐκεῖνα φαῦλα καὶ εὐτελῆ, ὥσπερ οὖν καὶ ἔστιν, ἡγεῖσθαι ἑαυτοὺς ἐδιδάξαμεν, οὐκ ἂν περὶ αὐτῶν ἀσπόνδους ἔχθρας καὶ ἀκηρύκτους πολέμους πρὸς ἑαυτοὺς ἐκηρύξαμεν, ἀλλ᾽ εἰρήνην ἂν καὶ ἀγάπην ἠσπασάμεθα, δι᾽ ἣν ἅπας πόλεμος καὶ μάχη καὶ διαφορὰ οἴχεται.
ĒRŌNI PRESBYTERŌ. Dia to en tǭ bōmǭ epegegrapto, « Agnōstǭ Theǭ. › Dyo phasin aitias einai, tou epigegraphthai ᾿Athēnę̄si tǭ bōmǭ; « ᾿Agnōstǭ Theǭ. › Hoi men gar phasin, hōs Philippidēn epempsan ᾿Athēnaioi hēmerodromon pros Lakedaimonious peri symmachias, hēnika Persai epestrateusan tę̄ Helladi ; dio kata to Partheneion oros Panos phasma entychon, ę̄tiato men ᾿Athēnaious hōs amelountas autou kai allous theous therapeuontas, boēthein de epēngelleto.: Nikēsantes oun, bōmon ǭkodomēsan, kai epegrapsan ; • ᾿Agnōstǭ Theǭ; » Alloi de phasin, hoti loimos kateskēpsen ᾿Athēnaze, kai eis tosouton autous exekausen, hōs mēde tōn leptotatōn sindonōn anechesthai. Tous nomizomenous oun theous heautōn therapeuontes, ouden apōnanto. Ennoēsantes oun, hoti estin isōs theos tis, hon autoi katelipon ageraston, ho ton loimon katapempsas, naon deimamenoi kai bōmon, epigrapsantes, • ᾿Agnōstǭ Theǭ, kai thysantes, eutheōs etherapeuthēsan. Tauta labōn ho Paulos ek tōn oikeiōn dogmatōn, tous mega epi sophią phronountas ᾿Athēnaious echeirōsato. 0'. OURSENOUPhIO ANAGNŌSTĒ. Dia touto eucheirōtoi esmen, ō beltiste, kai eualōtoi, hoti kat' allēlōn oplizometha stratēgǭ tǭ koinǭ echthrǭ chrōmenoi. Deon gar met' allēlōn kat᾿ ekeinou strateuein, kat᾿ allēlōn met' ekeinou hoplizometha, stratēgǭ ekeinǭ chrōmenoi tǭ amphotera ta merē apolesai dipsōnti. Alla to men aitiasthai rhadion, kai pantos eiē to d᾽ eipein, hopōs pausaimetha pros allēlous polemountes, tout᾽ esti symboulou. Phēmi toinyn, hoti, epeidē kai plouton kai doxan kai ta alla biōtika, ta chortou dikēn marainomena, megala einai nomizomen Ei gar ekeina phaula kai eutelē, hōsper oun kai estin, hēgeisthai heautous edidaxamen, ouk an peri autōn aspondous echthras kai akēryktous polemous pros heautous ekēryxamen, all᾽ eirēnēn an kai agapēn ēspasametha, di᾽ hēn hapas polemos kai machē kai diaphora oichetai.
To Heron the presbyter. [Why "To an unknown god" was inscribed on the altar.] They say there are two reasons why "To an unknown god" was inscribed on the altar at Athens. Some say that when the Persians marched against Greece, the Athenians sent Philippides as a courier to the Lacedaemonians about an alliance; and on Mount Parthenion an apparition of Pan met him, blamed the Athenians for neglecting him and serving other gods, but promised to help. So when they had won, they built an altar and inscribed it, "To an unknown god." Others say that a plague struck Athens and burned them so fiercely that they could not bear even the finest linen. Though they served those whom they held to be their gods, they got no benefit. Reflecting, then, that there was perhaps some god whom they had left unhonoured, who had sent the plague, they built a temple and an altar, inscribed it, "To an unknown god," and sacrificed, and at once they were healed. Taking this from their own beliefs, Paul overcame the Athenians, who prided themselves on their wisdom. [Letter 4.70] To Ursenuphius the reader. This is why we are easily overcome and easily captured, my good friend: because we arm ourselves against one another and take the common enemy as our general. When we ought to campaign together against him, we arm ourselves with him against one another, taking as our general the one who thirsts to destroy both sides. But to blame is easy and belongs to anyone; to say how we may stop fighting one another is the work of a counsellor. I say, then, that it is because we think wealth and glory and the other things of this life, which wither like grass, are great. If we had taught ourselves to regard them as worthless and cheap, as they are, we would not have declared truceless enmities and undeclared wars against one another over them, but would have embraced peace and love, by which all war, battle, and quarrel vanish.
Acts 17:23 (quotation, high confidence) · Isa 40:6–7 (echo, low confidence)
Notes and citation
Summary: Two letters: two stories explain the Athenian altar to an unknown god, which Paul turned against the Athenians; Christians fight one another under the devil's leadership because they overvalue worldly goods.
- Acts 17:23. The story of Pan and Philippides: Herodotus 6.105.
- Letter 4.70 begins at "To Ursenuphius the reader" (Migne's numeral, read 0′ in the scan, is printed before it). "Wither like grass": cf. Isa 40:6–7.
Notes on the original text
- Digital text corrected (word split in the OCR): κατέσκη - ψεν → κατέσκηψεν.
Extrabiblical texts: Herodotus, Hist. 6.105 (Herodotus, Histories; allusion)
Topics: Paganism, Interpreting Scripture, Love of God and neighbour, Wealth and poverty, The devil and demons
Cite (SBL): Isidore of Pelusium, Ep. 4.69 (PG 78 78:1127; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-69). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-69
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-69) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.71PG 78 78:1129
ΚΑΣΙΑΝΩ, ῞Οτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός, Πολλοὶ κατὰ τὴν τοῦ σώματος λάμψαντες ὥραν, καὶ κατὰ τὴν τῆς ψυχῆς διέλαμψαν. Εἰ δὲ ἀπιστεῖς, θέα τὸν σωφρονέστατον Ἰωσήφ. Καλὸς γὰρ ῶν τῷ εἶδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἡ Γραφὴ, καὶ ἡ Αἰγυπτία αὐτῷ ἐπιλυττήσασα· ἀλλὰ τῇ τῆς σωφροσύνης ἀρετῇ πλεῖον ἤστραψε, καὶ τὴν ἀπὸ τῆς ἡλικίας ἔσβεσε φλόγα (οὐδὲ γὰρ λίθινος ἦν), καὶ τὴν ἀπὸ τῆς κολακείας κατεπάτησε τυραννίδα. Φόβου δὲ κολακεία, παρ' ἐμοὶ κριτῇ, δυνατωτέρα. Ἐννοεῖν δὲ χρὴ, ὅτι καὶ δέσποινα ἦν ἡ κολακεύουσα, καλλωπιζομένη, καὶ τὸν χιτῶνα τῆς ἡδονῆς ἀναῤῥιπίζουσα, καὶ γυνή, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας, καὶ παλαιὸν τοῦ διαβόλου ὅπλον, δι' οὗ πολλοὺς ἀνδρείους κατέβαλεν. Αλλ' ὅμως τούτων ἁπάντων τῶν μηχανημάτων ὑψηλότερος ὤφθη. Εἰ δὲ καὶ τὴν γυναικωνῖτιν ἐθέλοις ἰδεῖν ἐν τούτῳ στεφανουμένην, θέα τὴν εὐγενεστάτην Σωσάνναν, τὴν ἐν νέῳ σώματι καὶ ἀφράστῳ κάλλει ἐλέγξασαν τῶν πρεσβυτέρων τὴν ἀσέλγειαν, καὶ τὸ τῆς σωφροσύνης μὴ ἀπολέσασαν κειμήλιον. Εἰ δὲ πολλοὶ διασύρουσι τοὺς καλοὺς καὶ ἀγαθοὺς, μὴ θαυμάσῃς. Πρῶτον μὲν γὰρ διὰ τοὺς κακῶς κεχρημένους τῇ ὥρᾳ δοκοῦσι διασύρειν. Δεύτερον δὲ, ὅτι πολλοὶ ἔργον τίθενται τὸ κατηγορεῖν Τρίτον, ὅτι πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὴ αὐτῆς τῆς ψυχῆς καθικέσθαι οὐκ ἠδυνήθησαν, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον κόσμον τρῶσαι ἐπιχειροῦσι. Καὶ μαρτυροῦσιν ( οὐδὲν γὰρ κωλύει πάλιν τοῖς αὐτοῖς παραδείγμασι χρήσασθαι) αὐτός τε ὁ Ἰωσήφ, ὁ ὑπὸ τῶν ἀδελφῶν καὶ τῆς δεσποίνης συκοφαντηθείς· αὕτη τε ἡ Σωσάννα, ἡ ὑπὸ τῶν πρεσβυτέρων κατακριθείσα. ᾿Αλλ᾿ ἀδέκαστος κριτής κἀκεῖνον καὶ ταύτην ἐστεφάνωσε. Μή τοίνυν τὸ κάλλος αἰτιῶ, ἀλλὰ τὴν αἰσχρὰν ψυχὴν, τὴν ἐν τῷ καλλίστῳ σώματι οἰκοῦσαν, καὶ τοῦτο ἐνυβρίζουσαν.
KASIANŌ, ῾Oti ouk estin aitios tōn kakōn ho Theos, Polloi kata tēn tou sōmatos lampsantes hōran, kai kata tēn tēs psychēs dielampsan. Ei de apisteis, thea ton sōphronestaton Iōsēph. Kalos gar ōn tǭ eidei kai hōraios tę̄ opsei sphodra, hōs martyrei peri autou hē Graphē, kai hē Aigyptia autǭ epilyttēsasa; alla tę̄ tēs sōphrosynēs aretę̄ pleion ēstrapse, kai tēn apo tēs hēlikias esbese phloga (oude gar lithinos ēn), kai tēn apo tēs kolakeias katepatēse tyrannida. Phobou de kolakeia, par' emoi kritę̄, dynatōtera. Ennoein de chrē, hoti kai despoina ēn hē kolakeuousa, kallōpizomenē, kai ton chitōna tēs hēdonēs anarrhipizousa, kai gynē, deinos katagoēteusai rhētōr tous mē prosechontas, kai palaion tou diabolou hoplon, di' hou pollous andreious katebalen. All' homōs toutōn hapantōn tōn mēchanēmatōn hypsēloteros ōphthē. Ei de kai tēn gynaikōnitin ethelois idein en toutǭ stephanoumenēn, thea tēn eugenestatēn Sōsannan, tēn en neǭ sōmati kai aphrastǭ kallei elenxasan tōn presbyterōn tēn aselgeian, kai to tēs sōphrosynēs mē apolesasan keimēlion. Ei de polloi diasyrousi tous kalous kai agathous, mē thaumasę̄s. Prōton men gar dia tous kakōs kechrēmenous tę̄ hōrą dokousi diasyrein. Deuteron de, hoti polloi ergon tithentai to katēgorein Triton, hoti polloi tōn anthrōpōn, epeidē autēs tēs psychēs kathikesthai ouk ēdynēthēsan, ton goun exōthen autois perikeimenon kosmon trōsai epicheirousi. Kai martyrousin ( ouden gar kōlyei palin tois autois paradeigmasi chrēsasthai) autos te ho Iōsēph, ho hypo tōn adelphōn kai tēs despoinēs sykophantētheis; hautē te hē Sōsanna, hē hypo tōn presbyterōn katakritheisa. ᾿All᾿ adekastos kritēs kakeinon kai tautēn estephanōse. Mē toinyn to kallos aitiō, alla tēn aischran psychēn, tēn en tǭ kallistǭ sōmati oikousan, kai touto enybrizousan.
To Cassian. [That God is not the cause of evils.] Many who shone with beauty of body shone also with beauty of soul. If you do not believe it, look at the most chaste Joseph. He was handsome in form and very beautiful in appearance, as Scripture testifies about him, and as the Egyptian woman who went mad for him also testifies; but he flashed more brightly with the virtue of chastity, quenched the flame of youth (for he was not made of stone), and trampled on the tyranny of flattery. And flattery, in my judgment, is more powerful than fear. One must consider that the one who flattered him was his mistress, adorned and fanning the tunic of pleasure; and a woman, a clever orator at bewitching those who are not on their guard, and the devil's old weapon, by which he has overthrown many brave men. Yet he showed himself higher than all these devices. If you would like to see womankind too crowned in this, look at the most noble Susanna, who, with a young body and inexpressible beauty, exposed the licentiousness of the elders and did not lose the treasure of her chastity. If many disparage those who are beautiful and good, do not wonder. First, they seem to disparage them because of those who have used beauty badly. Second, because many make accusing their business. Third, because many people, unable to reach the soul itself, at least try to wound the adornment that surrounds it from outside. Witnesses to this (for nothing prevents me from using the same examples again) are Joseph himself, slandered by his brothers and by his mistress, and Susanna, condemned by the elders. But the incorruptible Judge crowned both him and her. So do not blame beauty, but the shameful soul that dwells in the most beautiful body and outrages it.
Gen 39:6–20 (allusion, high confidence) · Gen 37:18–28 (allusion, medium confidence)
Notes and citation
Summary: Beauty is not evil: Joseph and Susanna joined bodily beauty with chastity, and the fault lies with the soul that misuses beauty.
- Gen 39:6–20; Susanna. The remark that woman is "the devil's old weapon" is translated as written.
Notes on the original text
- Digital text corrected (OCR slip; stray letter in the OCR; word split in the OCR): ῥήτωρ α τοὺς → ῥήτωρ τοὺς; πολλο! ἔργον → πολλοὶ ἔργον; περικείμε νον → περικείμενον.
Extrabiblical texts: Sus (Susanna [in RC, EO, ETH canons]; allusion)
Topics: Sexual morality, Temptation, Evil and its origin
Cite (SBL): Isidore of Pelusium, Ep. 4.71 (PG 78 78:1129; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-71). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-71
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-71) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.72PG 78 78:1131
ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩ. Περὶ [τοῦ] αὐτοῦ. Ἡ μὲν ἄλογος εὐπραγία ὡς τὰ πολλὰ εἰς ὕβριν χωρεῖ· ἡ δὲ κατὰ λόγον, πολλάκις ἀγαθὸν ὠδίνει πέρας. Πλήν τινες καὶ τῶν παραλόγως δυναστευσάντων τὴν τῆς εὐπραγίας αὖραν μετρίως ἐνεγκόντες, ἐπαίνων τετυχήκασι· καὶ τῶν εὐπατριδῶν καὶ εὐπρογόνων λαμπρῶν εἰς ὕβριν τιμὴν ἔτρεψαν. Διὸ χρὴ τὴν προαίρεσιν μᾶλλον αἰτιᾶσθαι τῶν πέρα τοῦ μετρίου ταῖς δυναστείαις χρωμένων. ог'. – ΕΥΣΕΒΙΟ ΕΠΙΣΚΟΠΩ Εἰς τὴν κιβωτὸν, καὶ τὸ ἱλαστήριον, καὶ τὰ χερουβίμ, καὶ τὸ μάννα, καὶ τὴν ῥάβδον ᾿Ααρών. Ἡ μὲν κιβωτὸς, καὶ τὸ ἱλαστήριον, ὅπερ ἦν τῆς κιβωτοῦ ἐπίθεμα ἀνθρώπου φυλάττοντος τὰ θεῖα λόγια, καὶ ἵλεων ἔχοντος τὸν Θεὸν, καὶ φυλαττόμενον ὑπὸ τῶν θείων δυνάμεων, καθώς φησιν ὁ Μελῳδός · « Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου·, διὸ καὶ ἔλεγεν· « Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· · οἷον τῶν δυνάμεων τὰ χερουβίμ τοῖς πτέρυξι καὶ τὴν κιβωτὸν ἐφύλαττον καὶ τὸ ἱλαστήριον· φυσικώτερον δὲ, τοῦ τὸν νόμον πληρώσαντος Χριστοῦ, τοῦ γενομένου ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ἐδήλου ἐναργῆ τεκμήρια· ὅστις τὸν νόμον πληρῶν, οὗτος ἱλάσεται τοῦ κόσμου τὴν ἁμαρτίαν. Προέθετο γὰρ αὐτὸν ὁ Θεὸς, ὡς φησιν ὁ τῶν Δεσποτικῶν χρησμῶν ταμίας, ἱλαστήριον· ὥστε ἐν τῷ αὐτοῦ αἵματι ἐνδείξασθαι τὴν οἰκείαν δικαιοσύνην. ᾿Αντεισήγαγε γὰρ λύτρον τὸν Μονογενῆ, ἵνα ἔχῃ λόγον ἡ χάρις. Ἕν γὰρ ὑπὲρ πάντων, καὶ ὑπὲρ τὴν πάντων ἀξίαν ἱερεῖον δεξάμενος, καὶ τὴν ἔχθραν ἔλυσε, καὶ τὴν καταδίκην ἀφῆκε, καὶ εἰς υἱοθεσίαν ἀνῆγε καὶ μυρίοις ἀγαθοῖς ἐκόσμησε. Τὰ δὲ χερουβίμ, θρόνος ὄντα καὶ ἄρμα τοῦ Θεοῦ (« Ὁ καθἡμενος γὰρ ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι»), ἐδήλου τὸν ᾧ κατεσκεύασται ὁ ναὸς, ὅτι ἀχώριστός ἐστι καὶ ἀσχημάτιστος. Τῆς δὲ βασιλείας αὐτοῦ σύμβολον ἔκειτο ταῦτα. Ἐπειδὴ γὰρ ναοῦ λόγος οὐδεὶς, ὃν μὴ στέφει ἄγαλμα· ὁ δὲ τούτων ἡγεμὼν καὶ ποιητής ἐπέκεινα πάσης φύσεώς ἐστι καὶ ἀνθρωπίνης ἐπινοίας, διὰ τοῦ θρόνου τοῦ παμβασιλέως Δεσπότου ἐχαρακτήρισε Τὸ δὲ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, μηνύει, τὸ μὲν, ὅτι θείας ἀπολαύσεώς τε καὶ τροφῆς ὁ τῶν θείων θεσμῶν φύλαξ κοινωνήσειεν· ἡ δὲ, ὅτι οἱ παραβαίνοντες αὐτοὺς, καὶ οἱ τῇ ἱερωσύνῃ οὐ δεόντως ἐπιπηδῶντες, σωφρονισθήσονται.
ĒRŌNI SChOLASTIKŌ. Peri [tou] autou. Hē men alogos eupragia hōs ta polla eis hybrin chōrei; hē de kata logon, pollakis agathon ōdinei peras. Plēn tines kai tōn paralogōs dynasteusantōn tēn tēs eupragias auran metriōs enenkontes, epainōn tetychēkasi; kai tōn eupatridōn kai euprogonōn lamprōn eis hybrin timēn etrepsan. Dio chrē tēn proairesin mallon aitiasthai tōn pera tou metriou tais dynasteiais chrōmenōn. ог'. – EUSEBIO EPISKOPŌ Eis tēn kibōton, kai to hilastērion, kai ta cheroubim, kai to manna, kai tēn rhabdon ᾿Aarōn. Hē men kibōtos, kai to hilastērion, hoper ēn tēs kibōtou epithema anthrōpou phylattontos ta theia logia, kai hileōn echontos ton Theon, kai phylattomenon hypo tōn theiōn dynameōn, kathōs phēsin ho Melǭdos ; « En tę̄ kardią mou ekrypsa ta logia sou;, dio kai elegen; « En skepę̄ tōn pterygōn sou skepaseis me; ; hoion tōn dynameōn ta cheroubim tois pteryxi kai tēn kibōton ephylatton kai to hilastērion; physikōteron de, tou ton nomon plērōsantos Christou, tou genomenou hilasmou peri tōn hamartiōn hēmōn, edēlou enargē tekmēria; hostis ton nomon plērōn, houtos hilasetai tou kosmou tēn hamartian. Proetheto gar auton ho Theos, hōs phēsin ho tōn Despotikōn chrēsmōn tamias, hilastērion; hōste en tǭ autou haimati endeixasthai tēn oikeian dikaiosynēn. ᾿Anteisēgage gar lytron ton Monogenē, hina echę̄ logon hē charis. Hen gar hyper pantōn, kai hyper tēn pantōn axian hiereion dexamenos, kai tēn echthran elyse, kai tēn katadikēn aphēke, kai eis huiothesian anēge kai myriois agathois ekosmēse. Ta de cheroubim, thronos onta kai arma tou Theou (« Ho kathēmenos gar epi tōn cheroubim, emphanēthi»), edēlou ton hǭ kateskeuastai ho naos, hoti achōristos esti kai aschēmatistos. Tēs de basileias autou symbolon ekeito tauta. Epeidē gar naou logos oudeis, hon mē stephei agalma; ho de toutōn hēgemōn kai poiētēs epekeina pasēs physeōs esti kai anthrōpinēs epinoias, dia tou thronou tou pambasileōs Despotou echaraktērise To de manna, kai hē rhabdos Aarōn hē blastēsasa, mēnyei, to men, hoti theias apolauseōs te kai trophēs ho tōn theiōn thesmōn phylax koinōnēseien; hē de, hoti hoi parabainontes autous, kai hoi tę̄ hierōsynę̄ ou deontōs epipēdōntes, sōphronisthēsontai.
To Heron the scholasticus. [On the same.] Prosperity without reason mostly turns to insolence; but prosperity in accordance with reason often brings forth a good end. Yet some of those who came to power unexpectedly have borne the breeze of prosperity with moderation and won praise; while some of the well-born, with illustrious ancestors, have turned their honour into insolence. So one should rather blame the choice of those who use power beyond moderation. [Letter 4.73] To Eusebius the bishop. [On the ark, the mercy seat, the cherubim, the manna, and the rod of Aaron.] The ark, and the mercy seat, which was the lid of the ark, were signs of a man who keeps the divine oracles, has God gracious to him, and is guarded by the divine powers, as the Psalmist says, "In my heart I have hidden your words"; and that is why he also said, "In the shelter of your wings you will shelter me": just as the cherubim among the powers guarded both the ark and the mercy seat with their wings. More properly, they were clear signs of Christ, who fulfilled the law and became the propitiation for our sins: whoever fulfils the law will make propitiation for the sin of the world. For God set him forth, as the steward of the Lord's oracles says, as a mercy seat, so as to show his own righteousness in his blood. He brought in the Only-begotten as a ransom in exchange, so that grace might have its reason. Receiving one victim for all, and above the worth of all, he dissolved the enmity, remitted the condemnation, raised us to adoption, and adorned us with countless goods. The cherubim, being the throne and chariot of God ("You who sit upon the cherubim, shine forth"), showed that the one for whom the temple was made cannot be contained in a place and has no shape. They lay there as a symbol of his kingship. For since no temple is thought of without a statue to crown it, while their ruler and maker is beyond all nature and human conception, he was represented by the throne of the Master who is king of all. The manna and the rod of Aaron that budded indicate, the one, that the keeper of the divine ordinances will share in divine enjoyment and food; the other, that those who transgress them, and those who improperly leap into the priesthood, will be chastened.
Ps 119:11 (118:11 LXX) (quotation, high confidence) · Ps 17:8 (16:8 LXX) (quotation, high confidence) · 1 John 2:2 (allusion, high confidence) · Rom 3:25 (quotation, high confidence) · Ps 80:1 (79:2 LXX) (quotation, high confidence) · Exod 25:17–22 (allusion, high confidence) · Heb 9:4–5 (allusion, high confidence) · Num 17:8–10 (allusion, high confidence)
Notes and citation
Summary: Two letters: power is spoiled by the will of those who use it, not by fortune; the ark, mercy seat, cherubim, manna, and Aaron's rod signify the faithful soul and above all Christ, the propitiation.
- Letter 4.73 begins at "To Eusebius the bishop" (Migne's numeral ΟΓ′ is printed before it). Ps 119:11 (118:11 LXX); Ps 17:8 (16:8 LXX); 1 John 2:2; Rom 3:25; Ps 80:1 (79:2 LXX); the ark's contents and the cherubim: Exod 25:17–22; Heb 9:4–5; Aaron's rod: Num 17:8–10. "Cannot be contained in a place": ἀχώριστος, translated by sense.
Notes on the original text
- Digital text corrected (OCR slip (breathing); word split in the OCR): χει ρουβίμ → χερουβίμ; πληρώ σαντος → πληρώσαντος; ἕλυσε → ἔλυσε.
Topics: Rulers and the state, Christology, Atonement, Interpreting Scripture, Church office
Cite (SBL): Isidore of Pelusium, Ep. 4.72 (PG 78 78:1131; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-72). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-72
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-72) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.74PG 78 78:1133
ΜΗΝΑ ΔΙΑΚΟΝΩ. Περὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας. Ἡνίκα τὸν πολυθρύλλητον ἐκεῖνον ναὸν, καὶ τὴν περιβόητον καὶ πολλοὺς πολέμους ἀναιμακτὶ νικήσασαν τῶν Ἰουδαίων μητρόπολιν πῦρ Ῥωμαϊκὸν, διὰ τὸ τετολμῆσθαι ἐν αὐτῇ κατὰ τοῦ Χριστοῦ τὰ ἀτόλμητα, ἔκλινε · τότε δὴ καὶ αὐτοὶ πανταχοῦ τῆς οἰκουμένης αἰχμαλώτων τρόπον διεσπάρησαν. Δυνάμενος γὰρ αὐτοὺς ἀνελεῖν αὐτὸς ὁ παροινηθεὶς, διὰ πολλὰ τοῦτο οὐ πεποίηκε· πρῶτον μὲν καιρὸν αὐτοῖς μετανοίας διδούς · δεύτερον δὲ ἵνα καὶ τὰς ἀποφάσεις αὐτοῦ ἴδωσιν εἰς ἔργον ἐκβεβηκυίας. Ἡ μὲν γὰρ ἦν· « Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ἡ δὲ, « Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται· · τρίτον, ἵνα πανταχοῦ τὴν δόξαν αὐτοῦ διαλάμπουσαν θεώμενοι, παρακνίζωνται, καὶ ἐννοήσαντες ὅτι ἐπὶ τῶν προγόνων καὶ εἰδωλολατροῦντες, καὶ παιδοκτονοῦντες, καὶ προφήτας σφάζοντες, οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλὰ σωφρονιζόμενοι, πάλιν οἴκαδε ἐπανήγοντο· νῦν δὲ αἰχμαλωσίαν ὑπομένουσιν ἀνακλήσεως ἄμοιρον· καὶ τὴν ἀλήθειαν ἐπιγνοῖεν. Εἰ δὲ μὴ ὑπὸ τῶν πραγμάτων παιδευθεῖεν, διὰ τῶν ἐκεῖσε τιμωριῶν καὶ ἄκοντες ὁμολογήσουσιν, ὅτε αὐτοῖς τῆς μεταγνώσεως ὄφελος οὐδέν.
MĒNA DIAKONŌ. Peri tēs tōn Ioudaiōn aichmalōsias. Hēnika ton polythryllēton ekeinon naon, kai tēn periboēton kai pollous polemous anaimakti nikēsasan tōn Ioudaiōn mētropolin pyr Rhōmaïkon, dia to tetolmēsthai en autę̄ kata tou Christou ta atolmēta, ekline ; tote dē kai autoi pantachou tēs oikoumenēs aichmalōtōn tropon diesparēsan. Dynamenos gar autous anelein autos ho paroinētheis, dia polla touto ou pepoiēke; prōton men kairon autois metanoias didous ; deuteron de hina kai tas apophaseis autou idōsin eis ergon ekbebēkuias. Hē men gar ēn; « Idou aphietai ho oikos hymōn erēmos; hē de, « Ou mē meinę̄ lithos epi lithon, hos ou katalythēsetai; ; triton, hina pantachou tēn doxan autou dialampousan theōmenoi, paraknizōntai, kai ennoēsantes hoti epi tōn progonōn kai eidōlolatrountes, kai paidoktonountes, kai prophētas sphazontes, ouden toiouton epathon, alla sōphronizomenoi, palin oikade epanēgonto; nyn de aichmalōsian hypomenousin anaklēseōs amoiron; kai tēn alētheian epignoien. Ei de mē hypo tōn pragmatōn paideutheien, dia tōn ekeise timōriōn kai akontes homologēsousin, hote autois tēs metagnōseōs ophelos ouden.
To Menas the deacon. [On the captivity of the Jews.] When Roman fire laid low that much-famed temple and the renowned metropolis of the Jews, which had won many wars without bloodshed, because of the unheard-of outrages dared in it against Christ, then they themselves were scattered over the whole world like captives. For the one who had been outraged, though he could have destroyed them, did not do so, for many reasons: first, to give them time for repentance; second, so that they might see his sentences come to pass in fact (the one was, "Behold, your house is left to you desolate"; the other, "There shall not be left one stone upon another that shall not be thrown down"); third, so that, seeing his glory shining everywhere, they might be stung, and, reflecting that under their forefathers, though they worshipped idols, killed their children, and slaughtered the prophets, they suffered nothing like this, but were corrected and brought home again, while now they endure a captivity with no recall, they might come to know the truth. And if they are not taught by events, they will confess it even against their will through the punishments there, when repentance will be of no benefit to them.
Matt 23:38 (quotation, high confidence) · Matt 24:2 (quotation, high confidence)
Notes and citation
Summary: The fall of Jerusalem and the Jews' dispersion fulfil Christ's words and give them time and reason to repent.
- Matt 23:38; 24:2. The letter's polemic against the Jews is translated as written.
Topics: Jews and Judaism, The church and Israel, Repentance
Cite (SBL): Isidore of Pelusium, Ep. 4.74 (PG 78 78:1133; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-74). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-74
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-74) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
4.75PG 78 78:1135
ΑΔΑΜΑΝΤΙΝΩ. Εἰς τὸ αὐτό. Εἰ τὰ ἐπίχειρα τῶν ἀλιτηρίων Ἰουδαίων, τῶν κατὰ τοῦ Χριστοῦ ἐπιλυττησάντων, γνῶναι βούλει, ἔντυχε τῇ Ἰωσήπου, ἀνδρὸς Ἰουδαίου μὲν, φιλαλήθους δὲ, περὶ τῆς ἁλώσεως ἱστορίᾳ, ἵνα ἴδῃς θεήλατον ἱστορίαν οἴαν οὐδὲ ὁ σύμπας εἶδε χρόνος, ἀφ' οὗ δὴ καὶ ἐφ᾽ ὅσον ἄνθρωποι. Ἵνα γὰρ μηδεὶς ταῖς ἀπίστοις αὐτῶν καὶ παραλόγοις ἀπιστήσῃ συμφοραῖς, οὐκ ἀλλόφυλόν τινα ( ἡ γὰρ ἂν ἴσως, μᾶλλον δὲ ἀναγκαίως ἡπιστήθη), ἀλλ᾽ ὁμόφυλον αὐτὸν καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἀλλόκοτα ἐκεῖνα ἐκτραγῳδῆσαι πάθη.
ADAMANTINŌ. Eis to auto. Ei ta epicheira tōn alitēriōn Ioudaiōn, tōn kata tou Christou epilyttēsantōn, gnōnai boulei, entyche tę̄ Iōsēpou, andros Ioudaiou men, philalēthous de, peri tēs halōseōs historią, hina idę̄s theēlaton historian oian oude ho sympas eide chronos, aph' hou dē kai eph᾽ hoson anthrōpoi. Hina gar mēdeis tais apistois autōn kai paralogois apistēsę̄ symphorais, ouk allophylon tina ( hē gar an isōs, mallon de anankaiōs hēpistēthē), all᾽ homophylon auton kai zēlōtēn pareskeuasen hē alētheia ta allokota ekeina ektragǭdēsai pathē.
To Adamantius. [On the same.] If you wish to know the wages of the accursed Jews who raged against Christ, read the history of the capture by Josephus, a Jew, but a lover of truth, so that you may see a history driven by God such as the whole of time has not seen since there have been men. For so that no one should disbelieve their incredible and extraordinary calamities, truth arranged that not a foreigner (for he might perhaps, or rather necessarily, have been disbelieved), but their own countryman and zealot should recount those strange sufferings as a tragedy.
Notes and citation
Summary: Josephus, a Jew, recorded the sufferings of the siege of Jerusalem so that no one could disbelieve them.
- Josephus, Jewish War, especially books 5–6. The letter's polemic is translated as written.
Extrabiblical texts: Josephus, B.J. 5-6 (Josephus (works); allusion)
Topics: Jews and Judaism
Cite (SBL): Isidore of Pelusium, Ep. 4.75 (PG 78 78:1135; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-75). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-75
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-75) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.