Commentary on Luke (Greek fragments) 17.4–17.34
Greek text: PG 72.English: Claude (claude-opus-5-5), public domain (CC0).
Commentary 17
17.4PG 72 72:829
Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σε, κ. τ. λ. Ἐὰν γὰρ ἐπιστρέφῃ, φησὶν, ὁ ἁμαρτὼν εἰς σὲ, καὶ καταγινώσκῃ ἑαυτοῦ, ἀφήσεις αὐτῷ· καὶ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις. Οὐ γὰρ εἴ τις ἀσθενεῖ καὶ τοῦτο συχνῶς, διὰ τοῦτο ἀφιλαλλήλους ἡμᾶς ὁρᾶσθαι, καὶ ὀλιγώρως ἔχειν εἰς μακροθυμίαν· δεῖ δὲ μᾶλλον ἀπομιμεῖσθαι φιλεῖν τοὺς τῶν ἐν σώματι παθῶν ἰατροὺς, οἳ οὐχ ἅπαξ ἢ δὲς τὸν ἄῤῥωστον θεραπεύουσι, τοσαυτάκις δὲ μᾶλλον, ὁσάκις ἂν αὐτὸν ἀῤῥωστῆσαι συμβῇ. Ἐννοῶμεν γὰρ ὡς καὶ ἡμεῖς ἐσμεν ἐν ἀσθενείαις, καὶ ἡττώμεθα παθῶν· πάσχοντες δὲ τοῦτο, χρηστοὺς καὶ ἀμνησικάκους εἶναι πρὸς ἡμᾶς εὐχόμεθα τοὺς ἐπιπλήττειν ὀφείλοντας, καὶ τὴν τοῦ χρῆναι κολάζειν ἔχοντας ἐξουσίαν. Δεῖ δὴ οὖν ἄρα τῶν ἀλλήλων ἀσθενείαις συγκαθισταμένους, « ἀλλήλων τὰ βάρη βαστάζειν· ἀναπληρώσομεν γὰρ οὕτω τὸν νόμον τοῦ Χριστοῦ. Ἐπιτήρησον δὲ ὡς ἐν τῷ κατὰ Ματθαῖον πυνθάνεται ὁ Πέτρος καί φησι· : Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; · Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους, ὅτι « Κἂν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ, » τουτέστι πολλάκις, καὶ τοσαυτάκις καταγνῷ ἑαυτοῦ, ε ἀφήσεις αὐτῷ. » Εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.
Ean heptakis tēs hēmeras hamartę̄ eis se, k. t. l. Ean gar epistrephę̄, phēsin, ho hamartōn eis se, kai kataginōskę̄ heautou, aphēseis autǭ; kai ouch hapax, alla pleistakis. Ou gar ei tis asthenei kai touto sychnōs, dia touto aphilallēlous hēmas horasthai, kai oligōrōs echein eis makrothymian; dei de mallon apomimeisthai philein tous tōn en sōmati pathōn iatrous, hoi ouch hapax ē des ton arrhōston therapeuousi, tosautakis de mallon, hosakis an auton arrhōstēsai symbę̄. Ennoōmen gar hōs kai hēmeis esmen en astheneiais, kai hēttōmetha pathōn; paschontes de touto, chrēstous kai amnēsikakous einai pros hēmas euchometha tous epiplēttein opheilontas, kai tēn tou chrēnai kolazein echontas exousian. Dei dē oun ara tōn allēlōn astheneiais synkathistamenous, « allēlōn ta barē bastazein; anaplērōsomen gar houtō ton nomon tou Christou. Epitērēson de hōs en tǭ kata Matthaion pynthanetai ho Petros kai phēsi; : Posakis hamartēsei eis eme ho adelphos mou, kai aphēsō autǭ? ; Entautha de ho Kyrios pros tous apostolous, hoti « Kan heptakis tēs hēmeras hamartę̄, » toutesti pollakis, kai tosautakis katagnǭ heautou, e aphēseis autǭ. » Eipon hoi apostoloi tǭ Kyriǭ; Prosthes hēmin pistin.
“If he sins against you seven times in the day,” and so on (17:4). “If the one who sinned against you turns,” he says, “and condemns himself, you shall forgive him”—and not once, but very many times. For if someone is weak, and that often, we must not for that reason be seen to be without love for one another and neglectful of long-suffering; we must rather imitate the physicians of bodily sufferings, who treat the sick man not once or twice, but rather as many times as he happens to fall ill. For let us consider that we too are in weaknesses and are overcome by passions; and when we suffer this, we pray that those who have the duty of rebuking us and the authority to punish may be kind and bear us no grudge. We must, then, condescending to one another’s weaknesses, “bear one another’s burdens; for so we shall fulfil the law of Christ.” Observe that in Matthew Peter asks and says: “How often will my brother sin against me, and I forgive him?” But here the Lord says to the apostles: “Even if he sins seven times in the day”—that is, often—“and as often condemns himself, you shall forgive him.” “The apostles said to the Lord: Increase our faith” (17:5).
Luke 17:3–4 (quotation, high confidence) · Gal 6:2 (quotation, high confidence) · Matt 18:21 (quotation, high confidence) · Luke 17:5 (quotation, high confidence)
Notes and citation
Summary: We must forgive the brother who repents as often as he sins, as physicians treat the sick every time they fall ill, remembering our own weakness and bearing one another’s burdens.
Topics: Ethics
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.4 (PG 72 72:829; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-4). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-4
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-4) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.5PG 72 72:831
Εὐφραίνει πάντων ἁγίων ψυχὴν, οὐ τῶν προσχαίρων καὶ ἐπιγείων ἡ κτῆσις, φθαρτὰ γὰρ ταῦτα καὶ εὐαπόβλητα, ἐκεῖνα δὲ μᾶλλον & τοὺς λαβόντας, σεπτοὺς ἀποφαίνει καὶ μακαρίους. Ταῦτα δὲ εἰσι τὰ θεόσδοτα καὶ πνευματικά χαρίσματα δηλονότι· ὧν ἕν ἐστι καὶ ἐξαίρετον, ἡ πίστις, ἤτοι τὸ βεβηκὸς εἰς πίστιν τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· ἣν δὴ καὶ ὁ Παῦλος οἶδεν οὖσαν κεφάλαιον τῶν ἐν ἡμῖν ἀγαθῶν· ἔφη γοῦν, ὅτι « Χωρὶς πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε. » Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. ῎Αθρει δὴ οὖν τοὺς ἁγίους ἀποστόλους, τῶν ἀρχαιοτέρων ἁγίων ζηλωτὰς γεγονότας· τί γὰρ αἰτοῦσι παρὰ Χριστοῦ; • Πρόσθες ἡμῖν πίστιν. » Οὐκ αἰτοῦσι πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους νομίσῃς αὐτοὺς, προσθήκην δὲ μᾶλλον πίστεως αἰτοῦσι παρὰ Χριστοῦ, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν· τῆς γὰρ πίστεως, ἡ μὲν ἐστιν ἐφ᾽ ἡμῖν, ἡ δὲ κατὰ τὴν θείαν δίδοται χάριν. Ἐφ' ἡμῖν μὲν γὰρ ἐστι, τὸ προκατάρξεσθαι καὶ τὴν εἰς αὐτὸν ὅλῃ δυνάμει ἔχειν πεποίθησίν τε καὶ πίστιν· θείας δὲ χάριτος, ἡ εἰς τοῦτο βεβαίωσις καὶ ἰσχὺς. Διὸ καὶ ἐπείπερ πάντα Θεῷ δυνατά, πάντα φησὶν ὁ Κύριος δύναται τῷ πιστεύοντι· Θεοῦ γὰρ ἡ δύναμις, ἡ διὰ τῆς πίστεως ἡμῖν παραγινομένη. Τοῦτο εἰδὼς καὶ ὁ μακάριος Παῦλος, ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· «Ὦ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα · ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι. » Ὁρᾷς ὡς ἐν τῷ καταλόγῳ τῶν πνευματικῶν χαρισμάτων ἔθηκε καὶ τὴν πίστιν; Ταύτην παρεκάλουν λαβεῖν παρὰ τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὴν παρ' ἑαυτῶν εἰσαγαγόντες, ἣν καὶ δέδωκεν αὐτοῖς μετὰ τὴν τῆς οἰκονομίας ἐκπλήρω σιν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος· πρὸ γὰρ τῆς ἀναστάσεως οὕτω ἦν ἐδραία ἡ παρ' αὐτοῖς πίστις, ὡς καὶ ὀλιγοπιστίας αὐτοὺς ἐγκλήμασιν ὑποφέρεσθαι. ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ' ἂν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός · Ἀμέλει συνέπλει ποτὲ τοῖς ἁγίοις ἀποστόλοις ὁ τῶν ὅλων Σωτὴρ τὴν Τιβεριάδα λίμνην ἤτοι θάλασσαν, καὶ εἰσεδέχετο μὲν αὐτὸς οἰκονομικῶς τὸν ὕπνον· πνεύματος δὲ λαύρου διακυκῶντος τὸ ῥόθιον, καὶ σκληρὸν κατὰ τοῦ σκάφους ἐγείροντος κῦμα, τεθορύβηνται λίαν· ὥστε καὶ ἀφυπνίσαι τὸν Κύριον, λέγοντες · · Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Ὁ διεγερθείς, φησὶν, ἐπετίμησε τῷ κλύδωνι, καὶ τὴν τοῦ χειμῶνος ἀγριότητα μετέστησεν εἰς εὐδίαν. Ἐπῃτιᾶτο δὲ λίαν τοὺς ἁγίους ἀποστόλους, λέγων· « Ποῦ ἡ πίστις ὑμῶν;» Οὐ γὰρ ἔδει θορυβεῖσθαι κατά τι γοῦν ὅλως, συνόντος αὐτοῖς τοῦ πάντων Δεσπότου, ὃν πάντα τὰ ἔργα τρέμει καὶ σείεται· εἰ δὲ χρή τι καὶ ἕτερον παρενεγκεῖν τῷ πρώτῳ προσεοικός, ἐρῶ δὴ πάλιν. Ἐκέλευσε τοῖς ἁγίοις ἀποστόλοις εἰσβῆναι μὲν εἰς τὸ σκάφος, προάγειν δὲ αὐτὸν εἰς τὸ πέραν τῆς λίμνης· οἱ δὲ ἀμελητὶ τοῦτο δεδράκασι. Ἐληλακότες δὲ σταδίους ὡσεὶ τριάκοντα, φησὶν, ὁρῶσι τὸν Ἰησοῦν περιπατοῦντα ἐν τῇ θαλάσσῃ, καὶ γεγόνασι περιδεεῖς, φάσμα τι νομίσαντες εἶναι τὸ ὀρώμενον. Εἶτα προσπεφώνηκεν αὐτοῖς λέγων· « Ἐγώ εἰμι, μὴ φοβεῖσθε. · Ἔφη δὲ ὁ Πέτρος· « Εἰ σὺ εἶ, κέλευσόν με εἰσελθεῖν πρὸς σὲ ἐπὶ τοῦ ὕδατος. » Ὁ δὲ εἶπεν· • Ἐλθέ. » Καὶ καταπηδήσας τοῦ σκάφους, ἤρξατο τοῦ βαδίζειν · ὡς δὲ εἶδε, φησὶ, τὸν ἄνεμον καὶ τὸ κῦμα, ἐφοβήθη· ἀρξάμενος δὲ βαπτίζεσθαι, ἐφώνησε· « Κύριε, βοήθει μοι. » Ὁ δὲ σέσωκε μὲν κινδυνεύοντα, ᾐτιᾶτο δὲ πάλιν λέγων· « Ὀλιγόπιστε, εἰς τἱ ἐδίστασας; » Ὅτι δὲ κατὰ τὸν τοῦ πάθους καιρὸν, τῆς τῶν στρατιωτῶν σπείρας, καὶ τῶν ἀνοσίων ὑπηρετῶν ἐλθόντων συλλαβέσθαι τὸν Ἰησοῦν, πάντες ἀφέντες αὐτὸν ἔφυγον, ἠρνήσατο δὲ καὶ ὁ Πέτρος παιδίσκης μιᾶς θορυβούσης αὐτὸν, οὐκ ἀσυμφανές. Εἶδες ὀλιγοπίστους ἔτι τοὺς μαθητάς· θαύμασον αὐτοὺς προσθήκην λαβόντας πίστεως παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. « Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἄχρις ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους.» Ἐπειδὴ δὲ γλωσσῶν ἐν εἴδει πυρίνων καταπεφοίτηκεν ἐπ᾿ αὐτοὺς ἡ ἐξ ὕψους δύναμις, τουτέστιν ἡ διὰ τοῦ ἁγίου Πνεύματος χάρις, τότε δὴ, τότε γεγόνασιν εὔτολμοι καὶ νεανικοὶ καὶ τῷ πνεύματι ζέοντες · ὥστε καὶ θανάτου καταφρονεῖν, καὶ μηδὲν ἡγεῖσθαι τὰ ἐπιόντα δεινὰ παρὰ τῶν ἀπίστων, καὶ σημείων δὲ τηνικαῦτα γεγόνασιν ἀποτελεσταί. Ὅτι δὲ μέγα καὶ ἐξαίρετον τὸ ἀραρὸς ἐν πίστει, διαδείκνυσι λέγων ὁ Κύριος· « Εἰ ἔχετε πίστιν ) ὡς κόκκον σινάπεως, » τουτέστι θερμήν τε καὶ ζέουσαν «ἐλέγετε ἂν τῇ συκαμίνῳ, Ἐκριζώθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν· ὁ γὰρ ἐπὶ Χριστῷ πεποιθὼς, οὐκ ἰδίᾳ δυνάμει θαῤῥεῖ, ἀπονέμει δὲ μᾶλλον τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ. Ἔστιν οὖν ὁμολογουμένως παρ᾿ αὐτοῦ τελείωσις ἁπάντων ἐν ψυχαῖς ἀγαθῶν· δεῖ δὲ ὅμως ἑαυτοὺς παρασκευάσαι, δεκτικοὺς γίνεσθαι τῆς τοιαύτης χάριτος· εἰ γὰρ τὸ πεπηγὸς αὐτῷ, καὶ κατὰ γῆς ἐῤῥιζωμένον μετακινεῖ ἡ τῆς πίστεως δύναμις, καθ' ὅλου φαίη τις ἂν, μηδὲν ἀκίνητον εἶναι οὕτως ὁ μὴ σαλεύσειεν ἡ πίστις, εἰ μετακινήσεως αὐτοῦ δεηθείη. Ἐσείετο οὖν ἡ γῆ τῶν ἀποστόλων εὐχομένων, ὡς αἱ τῶν ἀποστόλων Πράξεις ἱστορήκασι. Δῆλον ὡς καὶ τουναντίον ἴστησι πίστις τὰ σαλευόμενα, οἷον καὶ ποταμίου ῥεύματος ὀξυτάτην φοράν, καὶ δρόμον ἄπαυστον τῶν ἐν οὐρανῷ κινουμένων φωστήρων. Ἐκείνῳ μέντοι προσεκτέον ἀσφαλῶς, ὡς οὐ κενὴν ἔκπληξιν, οὐδὲ μάταιον θαῦμα κινεῖ ὁ Θεὸς, ἀλλὰ πόῤῥω ταῦτα τῆς θείας οὐσίας, τῆς ἀτύφου καὶ ἀκομπάστου καὶ πάντως ἀληθινῆς, πρὸς ὠφέλειαν δὲ πάντως καὶ σωτηρίαν τῶν ἀνθρώπων. Ταῦτα δὲ λέγω πρὸς τὸ μηδένα ζητεῖν περὶ τῆς θείας δυνάμεως ἀνωφελεῖς εἰ τύχῃ κινήσεις στοιχείων, ἢ μεταθέσεις ὀρῶν ἢ φυτῶν· μηδὲ ἀσεβεῖν, ὡς τοῦ λόγου ψευδοῦς ὄντος εἰ μὴ ταῦτα οὕτως γένοιτο· μηδ' αὖ περὶ τὴν πίστιν ἀσθένειαν νομίζειν εἰ μὴ ταῦτα ἰσχύει· ἀλλ᾽ ἔστω τὸ χρήσιμον τὸ πρὸς ὠφέλειαν ἀληθινὴν, καὶ ἡ δύναμις οὐκ ἀπολείψεται. Τις δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα;
Euphrainei pantōn hagiōn psychēn, ou tōn proschairōn kai epigeiōn hē ktēsis, phtharta gar tauta kai euapoblēta, ekeina de mallon & tous labontas, septous apophainei kai makarious. Tauta de eisi ta theosdota kai pneumatika charismata dēlonoti; hōn hen esti kai exaireton, hē pistis, ētoi to bebēkos eis pistin tēn epi ge tǭ pantōn hēmōn Sōtēri Christǭ; hēn dē kai ho Paulos oiden ousan kephalaion tōn en hēmin agathōn; ephē goun, hoti « Chōris pisteōs, adynaton euarestēsai pote. » En tautę̄ gar emartyrēthēsan hoi presbyteroi. ᾿Athrei dē oun tous hagious apostolous, tōn archaioterōn hagiōn zēlōtas gegonotas; ti gar aitousi para Christou? • Prosthes hēmin pistin. » Ouk aitousi pistin haplōs, hina mē apistous nomisę̄s autous, prosthēkēn de mallon pisteōs aitousi para Christou, toutesti tēn eis touto bebaiōsin; tēs gar pisteōs, hē men estin eph᾽ hēmin, hē de kata tēn theian didotai charin. Eph' hēmin men gar esti, to prokatarxesthai kai tēn eis auton holę̄ dynamei echein pepoithēsin te kai pistin; theias de charitos, hē eis touto bebaiōsis kai ischys. Dio kai epeiper panta Theǭ dynata, panta phēsin ho Kyrios dynatai tǭ pisteuonti; Theou gar hē dynamis, hē dia tēs pisteōs hēmin paraginomenē. Touto eidōs kai ho makarios Paulos, en tę̄ pros Korinthious prōtę̄ phēsin; «Ō men gar dia tou Pneumatos didotai logos sophias; allǭ de logos gnōseōs kata to auto Pneuma ; heterǭ de pistis en tǭ autǭ Pneumati. » Horąs hōs en tǭ katalogǭ tōn pneumatikōn charismatōn ethēke kai tēn pistin? Tautēn parekaloun labein para tou Sōtēros hoi mathētai, tēn par' heautōn eisagagontes, hēn kai dedōken autois meta tēn tēs oikonomias ekplērō sin, dia tēs epiphoitēseōs tou hagiou Pneumatos; pro gar tēs anastaseōs houtō ēn edraia hē par' autois pistis, hōs kai oligopistias autous enklēmasin hypopheresthai. ephesis pros dikaiosynēn hēmas apopherousa, genoit' an en hēmin para tou Theou kai Patros ; Amelei syneplei pote tois hagiois apostolois ho tōn holōn Sōtēr tēn Tiberiada limnēn ētoi thalassan, kai eisedecheto men autos oikonomikōs ton hypnon; pneumatos de laurou diakykōntos to rhothion, kai sklēron kata tou skaphous egeirontos kyma, tethorybēntai lian; hōste kai aphypnisai ton Kyrion, legontes ; ; Epistata, sōson hēmas, apollymetha.» Ho diegertheis, phēsin, epetimēse tǭ klydōni, kai tēn tou cheimōnos agriotēta metestēsen eis eudian. Epę̄tiato de lian tous hagious apostolous, legōn; « Pou hē pistis hymōn?» Ou gar edei thorybeisthai kata ti goun holōs, synontos autois tou pantōn Despotou, hon panta ta erga tremei kai seietai; ei de chrē ti kai heteron parenenkein tǭ prōtǭ proseoikos, erō dē palin. Ekeleuse tois hagiois apostolois eisbēnai men eis to skaphos, proagein de auton eis to peran tēs limnēs; hoi de amelēti touto dedrakasi. Elēlakotes de stadious hōsei triakonta, phēsin, horōsi ton Iēsoun peripatounta en tę̄ thalassę̄, kai gegonasi perideeis, phasma ti nomisantes einai to orōmenon. Eita prospephōnēken autois legōn; « Egō eimi, mē phobeisthe. ; Ephē de ho Petros; « Ei sy ei, keleuson me eiselthein pros se epi tou hydatos. » Ho de eipen; • Elthe. » Kai katapēdēsas tou skaphous, ērxato tou badizein ; hōs de eide, phēsi, ton anemon kai to kyma, ephobēthē; arxamenos de baptizesthai, ephōnēse; « Kyrie, boēthei moi. » Ho de sesōke men kindyneuonta, ę̄tiato de palin legōn; « Oligopiste, eis ti edistasas? » Hoti de kata ton tou pathous kairon, tēs tōn stratiōtōn speiras, kai tōn anosiōn hypēretōn elthontōn syllabesthai ton Iēsoun, pantes aphentes auton ephygon, ērnēsato de kai ho Petros paidiskēs mias thorybousēs auton, ouk asymphanes. Eides oligopistous eti tous mathētas; thaumason autous prosthēkēn labontas pisteōs para tou pantōn hēmōn Sōtēros Christou. « Parēngeilen autois apo Hierosolymōn mē chōrizesthai, perimenein de tēn epangelian tou Patros, achris an endysōntai dynamin ex hypsous.» Epeidē de glōssōn en eidei pyrinōn katapephoitēken ep᾿ autous hē ex hypsous dynamis, toutestin hē dia tou hagiou Pneumatos charis, tote dē, tote gegonasin eutolmoi kai neanikoi kai tǭ pneumati zeontes ; hōste kai thanatou kataphronein, kai mēden hēgeisthai ta epionta deina para tōn apistōn, kai sēmeiōn de tēnikauta gegonasin apotelestai. Hoti de mega kai exaireton to araros en pistei, diadeiknysi legōn ho Kyrios; « Ei echete pistin ) hōs kokkon sinapeōs, » toutesti thermēn te kai zeousan «elegete an tę̄ sykaminǭ, Ekrizōthēti en tę̄ thalassę̄, kai hypēkousen an hymin; ho gar epi Christǭ pepoithōs, ouk idią dynamei tharrhei, aponemei de mallon to panta dynasthai katorthoun autǭ. Estin oun homologoumenōs par᾿ autou teleiōsis hapantōn en psychais agathōn; dei de homōs heautous paraskeuasai, dektikous ginesthai tēs toiautēs charitos; ei gar to pepēgos autǭ, kai kata gēs errhizōmenon metakinei hē tēs pisteōs dynamis, kath' holou phaiē tis an, mēden akinēton einai houtōs ho mē saleuseien hē pistis, ei metakinēseōs autou deētheiē. Eseieto oun hē gē tōn apostolōn euchomenōn, hōs hai tōn apostolōn Praxeis historēkasi. Dēlon hōs kai tounantion istēsi pistis ta saleuomena, hoion kai potamiou rheumatos oxytatēn phoran, kai dromon apauston tōn en ouranǭ kinoumenōn phōstērōn. Ekeinǭ mentoi prosekteon asphalōs, hōs ou kenēn ekplēxin, oude mataion thauma kinei ho Theos, alla porrhō tauta tēs theias ousias, tēs atyphou kai akompastou kai pantōs alēthinēs, pros ōpheleian de pantōs kai sōtērian tōn anthrōpōn. Tauta de legō pros to mēdena zētein peri tēs theias dynameōs anōpheleis ei tychę̄ kinēseis stoicheiōn, ē metatheseis orōn ē phytōn; mēde asebein, hōs tou logou pseudous ontos ei mē tauta houtōs genoito; mēd' au peri tēn pistin astheneian nomizein ei mē tauta ischyei; all᾽ estō to chrēsimon to pros ōpheleian alēthinēn, kai hē dynamis ouk apoleipsetai. Tis de ex hymōn doulon echōn arotriōnta ē poimainonta?
What gladdens the soul of all the saints is not the possession of temporary and earthly things—for these are perishable and easily lost—but rather of those that make those who receive them venerable and blessed. These are, clearly, the God-given and spiritual gifts; and one of them, and an excellent one, is faith, or steadfastness in faith in Christ the Saviour of us all. Paul too knows it to be the chief of the good things in us; indeed he said: “Without faith it is impossible ever to please him.” For by it the elders received their testimony. Observe, then, the holy apostles, who had become imitators of the more ancient saints: for what do they ask of Christ? “Increase our faith.” They do not ask simply for faith, lest you should think them unbelievers; rather they ask Christ for an increase of faith, that is, its confirmation. For of faith, one part is in our power, and the other is given by divine grace. For it is in our power to make the beginning and to have trust and faith in him with all our strength; but its confirmation and strength belong to divine grace. Therefore, since all things are possible with God, the Lord says that all things are possible to him who believes; for the power that comes to us through faith is God’s. Knowing this, the blessed Paul too says in the First Letter to the Corinthians: “For to one is given through the Spirit the word of wisdom, to another the word of knowledge according to the same Spirit, to another faith by the same Spirit.” Do you see how he placed faith too in the list of the spiritual gifts? The disciples asked to receive this from the Saviour, bringing in their own; and he gave it to them after the fulfilment of the economy, through the coming of the Holy Spirit. For before the resurrection their faith was so little settled that they were subject to charges of little faith. … a longing that carries us toward righteousness would come to be in us from God the Father. Indeed the Saviour of all once sailed with the holy apostles on the lake, or sea, of Tiberias, and by design he gave himself to sleep; and when a violent wind stirred up the surge and raised a hard wave against the boat, they were greatly troubled, so that they even woke the Lord, saying: “Master, save us, we are perishing.” He arose, it says, rebuked the surge and changed the savagery of the storm into calm. And he blamed the holy apostles strongly, saying: “Where is your faith?” For they ought not to have been troubled in any way at all, when the Master of all was with them, before whom all his works tremble and shake. And if I must bring forward something else like the first, I will speak again. He commanded the holy apostles to get into the boat and go ahead of him to the other side of the lake; and they did so without delay. Having rowed about thirty stadia, it says, they see Jesus walking on the sea, and they became terrified, thinking that what they saw was a phantom. Then he called out to them, saying: “It is I; do not be afraid.” And Peter said: “If it is you, command me to come to you on the water.” And he said: “Come.” And leaping down from the boat he began to walk; but when he saw, it says, the wind and the wave, he was afraid; and beginning to sink, he cried out: “Lord, help me.” He saved him in his danger, but blamed him again, saying: “O you of little faith, why did you doubt?” That at the time of the passion, when the band of soldiers and the unholy servants came to arrest Jesus, all left him and fled, and that Peter too denied him when one servant girl unsettled him, is not unclear. You saw the disciples still of little faith; marvel at them when they have received an increase of faith from Christ the Saviour of us all. “He commanded them not to depart from Jerusalem, but to wait for the promise of the Father, until they were clothed with power from on high.” And when the power from on high—that is, the grace through the Holy Spirit—came down upon them in the form of fiery tongues, then, yes then, they became bold and vigorous and fervent in spirit, so as to despise death and count as nothing the terrors brought on them by unbelievers; and then they became workers of signs. That firmness in faith is something great and excellent, the Lord shows by saying: “If you had faith like a grain of mustard seed”—that is, warm and fervent—“you would say to this mulberry tree, Be uprooted and planted in the sea, and it would obey you.” For he who trusts in Christ does not take courage in his own power, but rather ascribes to him the power to accomplish all things. The perfection of all good things in souls, then, admittedly comes from him; yet we must prepare ourselves to become receptive of such grace. For if the power of faith moves what is fixed and rooted in the earth, one might say in general that nothing is so immovable that faith could not shake it, if it needed to be moved. So the earth was shaken when the apostles prayed, as the Acts of the Apostles relate. Clearly faith also does the opposite, and stops things that are moving, such as the swiftest current of a river and the unceasing course of the luminaries moving in heaven.
This, however, must be firmly attended to: God does not cause empty astonishment or idle wonder; such things are far from the divine essence, which is free of conceit and boasting and wholly true; he acts altogether for the benefit and salvation of human beings. I say this so that no one may seek from the divine power useless movements of elements, as it may be, or removals of mountains or plants; nor be impious, as though the word were false if these things do not happen so; nor, again, think there is a weakness in faith if it does not effect these things. But let there be what is useful for true benefit, and the power will not be lacking. “Which of you, having a servant ploughing or keeping sheep?” (17:7).
Luke 17:5 (quotation, high confidence) · Heb 11:6 (quotation, high confidence) · Heb 11:2 (quotation, high confidence) · Mark 10:27 (allusion, high confidence) · Mark 9:23 (allusion, high confidence) · 1 Cor 12:8–9 (quotation, high confidence) · Luke 8:22–25 (quotation, high confidence) · Matt 14:22–31 (quotation, high confidence) · John 6:19 (allusion, high confidence) · Matt 26:56 (allusion, high confidence) · Matt 26:69–70 (allusion, high confidence) · Acts 1:4 (quotation, high confidence) · Luke 24:49 (quotation, high confidence) · Acts 2:3–4 (allusion, high confidence) · Rom 12:11 (allusion, medium confidence) · Luke 17:6 (quotation, high confidence) · Acts 4:31 (allusion, high confidence) · Josh 3:16 (allusion, medium confidence) · Josh 10:13 (allusion, medium confidence) · Luke 17:7 (quotation, high confidence)
Notes and citation
Summary: Faith is the chief spiritual gift: our part is to begin to believe, God’s grace confirms it; the apostles, of little faith before the resurrection (the storm, Peter on the water, the flight at the arrest), received an increase of faith at Pentecost; faith like a mustard seed can move or stop anything, though God works wonders for our salvation, not for empty astonishment.
- A displaced and incomplete sentence stands in the scan before the story of the storm (“… a longing that carries us toward righteousness would come to be in us from God the Father”); its place is uncertain.
- Cyril’s distinction between the part of faith that is in our power and the confirmation given by grace is translated as written.
Notes on the original text
- Digital text corrected (OCR misreading; printed siglum left in the OCR; repeated words in the OCR; stray letter left in the OCR): καὶ καὶ Πατ Πατρός → καὶ Πατρός; τἱ γὰρ αὐτοῦσι → τί γὰρ αἰτοῦσι; -(Β Έκείνῳ → Ἐκείνῳ; νομίζειν Βεἰ μὴ → νομίζειν εἰ μὴ.
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.5 (PG 72 72:831; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-5). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-5
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-5) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.7PG 72 72:835
Ἐν τοῖς ἤδη παρωχηκόσι πολὺς αὐτῷ καὶ μακρὸς συμπεπέρασται λόγος, τὰς τῆς εὐδοκιμήσεως καταδεικνύντι τρίβους, καὶ τῆς ἀνεπιπλήκτου ζωῆς ἐμφανίζοντι τὰ αὐχήματα· ἵνα δι᾿ αὐτῶν ἐρχόμενοι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐπὶ πολλῇ προθυμίᾳ βαδίζοντες, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσωμεν. ᾿Αλλ' ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέρεσθαι εἰς φιλοδοξίαν, καὶ τὴν εἰς τοῦτο ῥοπὴν ἑτοιμότατα νοσεῖν ἀφορμὴ δὲ τοῦ πάθους αὐτῷ γίνεται πολλάκις τὸ ἐπὶ τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ· παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον · καταφέρει γὰρ εἰς τοῦτο γνώμης ἔσθ᾽ ὅτε τινὰς ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που, καὶ ὀφείλειν αὐτοῖς τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωὴν· ἵνα τῶν τοιούτων ἡμᾶς ἀπαλλάξῃ παθῶν, ὡς ἐν τάξει παραδείγματος τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ποιεῖται. Διδάσκει γὰρ διὰ τούτων, ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. Οὐ γὰρ χάριν, φησὶν, ὁμολογήσει ὁ δεσπότης τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ' αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι, κατά γε τὸ τῆς δουλείας πρέπον. Ἑνταῦθά μοι βλέπε καὶ εἰς φιλεργίαν ἀκονωμένους τοὺς μαθητὰς, ἤγουν ἅπαντας τοὺς ὑπὸ σκῆπτρα κειμένους τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς χάριν νέμοντας αὐτῷ τὴν δουλείαν, ἀλλ᾽ ὡς ὄφλημα κατατιθέντας τὸ πρέπον οἰκέταις, τὴν ὑποταγήν· ἀναιρεῖται δὲ διὰ τούτου, καὶ τῆς ἐπαράτου φιλοδοξίας ἡ νόσος· εἰ γὰρ ὀφειλόμενα ποιεῖς, τί μέγα φρονεῖς; οὐχ ὁρῶν ὡς μὴ πληρώσαντι μὲν τὸ ὀφειλόμενον, κίνδυνος · πληροῦντι δὲ, χάρις οὐδεμία. "Οπερ καλῶς συνεὶς καὶ μεμαθηκὼς ὁ θαυμάσιος οἰκέτης Παῦλος· « Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα · ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. » Καὶ πάλιν· « Ὀφειλέτης εἰμὶ, φησὶ, τοῦ κηρύγματος τῆς διδασκαλίας, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις.» Εἰ γέγονας τοίνυν εὐδόκιμος, καὶ τὰς θείας τετήρηκας ἐντολὰς, καὶ ὑπήκουσας τοῦ Δεσπότου, μὴ ἀπαίτει Θεὸν ὡς ὄφλημα τὰς τιμὰς, πρόσιθι δὲ μᾶλλον τὰ ἐκ φιλοτιμίας αἰτῶν· ἐννόησον ὅτι οἱ καθ' ἡμᾶς δεσπόται, οὐχ ὁμολογοῦσι χάριν, ὅταν τινὲς τῶν οἱ - κετῶν τὴν τεταγμένην αὐτοῖς ἀποπεραίνωσι θεραπείαν, ἐκ φιλοτιμίας δὲ πολλάκις τὰς τῶν γνησίων εὐνοίας ἀνακτώμενοι, ἁδροτέραν αὐτοῖς τὴν προθυμίαν τίκτουσιν. Οὕτω καὶ ὁ Θεὸς ἀπαιτεῖ μὲν ἡμᾶς τὴν δουλείαν, λόγῳ τῆς δεσποτείας χρώμενος· ἐπειδὴ δὲ ἐστιν ἀγαθὸς καὶ φιλότιμος, καὶ γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται· ὑπερνήχεται δὲ τοὺς ἰδρῶτας τῶν ὑποζευγμένων, τῆς φιλοτιμίας τὸ μέγεθος. Καὶ πιστώσεται γράφων Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. • Καὶ οἰκέτας ὄντας, υἱοὺς ὀνομάζει, καὶ τῇ πρεπούσῃ τέκνοις τιμῇ στεφανοῖ. Ὅρα δὲ ὅτι πρῶτον τὴν ἑαυτοῦ σάρκα ἀρόσαντα, οὕτω χρὴ ἀλλήλους ποιμαίνειν. « "Ὃς γὰρ οἰκίας καλῶς οὐκ οἶδε προστῆναι, πῶς Ἐκκλησίας ἐπιμεληθήσεται ; »
En tois ēdē parōchēkosi polys autǭ kai makros sympeperastai logos, tas tēs eudokimēseōs katadeiknynti tribous, kai tēs anepiplēktou zōēs emphanizonti ta auchēmata; hina di᾿ autōn erchomenoi, kai pros pan hotioun tōn tethaumasmenōn epi pollę̄ prothymią badizontes, eis to brabeion tēs anō klēseōs katantēsōmen. ᾿All' epeidē pephyke pōs aei ho anthrōpinos nous katapheresthai eis philodoxian, kai tēn eis touto rhopēn hetoimotata nosein aphormē de tou pathous autǭ ginetai pollakis to epi tisi tōn aristōn andragathēmatōn eudokimēsai para Theǭ; panchalepon de touto kai Theǭ katestygēmenon ; katapherei gar eis touto gnōmēs esth᾽ hote tinas ho archekakos drakōn, hōs oiesthai tacha pou, kai opheilein autois ton Theon tas anōtatō timas, hotan euklea kai eudokimon echōsi tēn zōēn; hina tōn toioutōn hēmas apallaxę̄ pathōn, hōs en taxei paradeigmatos tōn prokeimenōn anagnōsmatōn tēn dynamin poieitai. Didaskei gar dia toutōn, hoti tēs despotikēs exousias hē dynamis, hōs ophlēma pantachou para tōn oiketōn zētei tēn hypotagēn. Ou gar charin, phēsin, homologēsei ho despotēs tǭ oiketę̄, kan ei genoito par' autou pan hoper edei genesthai, kata ge to tēs douleias prepon. Hentautha moi blepe kai eis philergian akonōmenous tous mathētas, ēgoun hapantas tous hypo skēptra keimenous tou pantōn hēmōn Sōtēros Christou, kai ouch hōs charin nemontas autǭ tēn douleian, all᾽ hōs ophlēma katatithentas to prepon oiketais, tēn hypotagēn; anaireitai de dia toutou, kai tēs eparatou philodoxias hē nosos; ei gar opheilomena poieis, ti mega phroneis? ouch horōn hōs mē plērōsanti men to opheilomenon, kindynos ; plērounti de, charis oudemia. "Oper kalōs syneis kai memathēkōs ho thaumasios oiketēs Paulos; « Ean euangelizōmai, phēsin, ouk esti moi kauchēma ; anankē gar moi epikeitai. Ouai de moi, ean mē euangelizōmai. » Kai palin; « Opheiletēs eimi, phēsi, tou kērygmatos tēs didaskalias, Hellēsi te kai barbarois, sophois te kai anoētois.» Ei gegonas toinyn eudokimos, kai tas theias tetērēkas entolas, kai hypēkousas tou Despotou, mē apaitei Theon hōs ophlēma tas timas, prosithi de mallon ta ek philotimias aitōn; ennoēson hoti hoi kath' hēmas despotai, ouch homologousi charin, hotan tines tōn hoi - ketōn tēn tetagmenēn autois apoperainōsi therapeian, ek philotimias de pollakis tas tōn gnēsiōn eunoias anaktōmenoi, hadroteran autois tēn prothymian tiktousin. Houtō kai ho Theos apaitei men hēmas tēn douleian, logǭ tēs despoteias chrōmenos; epeidē de estin agathos kai philotimos, kai gera tois kamnousin epangelletai; hypernēchetai de tous idrōtas tōn hypozeugmenōn, tēs philotimias to megethos. Kai pistōsetai graphōn Paulos; «Ouk axia ta pathēmata tou nyn kairou, pros tēn mellousan doxan apokalyphthēnai eis hēmas. • Kai oiketas ontas, huious onomazei, kai tę̄ prepousę̄ teknois timę̄ stephanoi. Hora de hoti prōton tēn heautou sarka arosanta, houtō chrē allēlous poimainein. « "Hos gar oikias kalōs ouk oide prostēnai, pōs Ekklēsias epimelēthēsetai ? »
In what has already passed, a long and extended discourse has been completed by him, pointing out the paths of good repute and displaying the glories of a blameless life, so that, coming through them and advancing with great eagerness toward every admirable thing, we may arrive at the prize of the upward call. But since the human mind is somehow always naturally inclined to be carried down into love of glory, and very readily falls sick with this tendency—and often the occasion of the passion is being in good repute with God for some of the noblest achievements; and this is most grievous and hateful to God, for the dragon, the author of evil, sometimes brings some to such a frame of mind that they think perhaps that God even owes them the highest honours when they lead a glorious and approved life—so that he may free us from such passions, he makes the force of the present passages serve as an example. For he teaches through them that the power of a master’s authority everywhere requires submission from servants as a debt. For the master, he says, will not acknowledge thanks to the servant, even if everything that ought to be done is done by him as befits his servitude. Here, I pray, see the disciples—that is, all who lie under the sceptre of Christ the Saviour of us all—sharpened toward diligence, rendering their service to him not as a favour but paying submission, which befits servants, as a debt. And through this the disease of accursed love of glory is also done away with. For if you do what is owed, why do you think highly of yourself? Do you not see that for one who does not pay what is owed there is danger, but for one who pays it, no thanks? The admirable servant Paul understood and learned this well: “If I preach the gospel,” he says, “I have nothing to boast of; for necessity is laid upon me. Woe to me if I do not preach the gospel.” And again: “I am a debtor of the proclamation of the teaching, both to Greeks and to barbarians, both to the wise and to the foolish.” If, then, you have become approved, have kept the divine commandments and obeyed the Master, do not demand honours from God as a debt, but rather approach asking for what comes from his generosity. Consider that our masters do not acknowledge thanks when some of their servants carry out the service assigned to them; yet often, out of generosity winning the goodwill of their faithful servants, they beget in them a fuller eagerness. So God too demands service of us, using the right of his lordship; but since he is good and generous, he also promises rewards to those who toil; and the greatness of his generosity far outstrips the sweat of those under his yoke. Paul will confirm it, writing: “The sufferings of the present time are not worth comparing with the glory that is to be revealed to us.” And though they are servants, he calls them sons and crowns them with the honour fitting children.
See that one must first plough one’s own flesh, and so shepherd one another. “For if someone does not know how to manage his own household well, how will he care for the church of God?”
Luke 17:7–10 (allusion, high confidence) · Phil 3:14 (allusion, high confidence) · 1 Cor 9:16 (quotation, high confidence) · Rom 1:14 (quotation, high confidence) · Rom 8:18 (quotation, high confidence) · Gal 4:7 (allusion, medium confidence) · 1 Tim 3:5 (quotation, high confidence)
Notes and citation
Summary: To heal the love of glory that can follow good works, Christ teaches that servants owe their master obedience as a debt and should claim no thanks; yet God in his generosity rewards his servants beyond their toil and calls them sons.
- The last two sentences are a separate catena fragment on the ploughing and shepherding servant of 17:7.
Notes on the original text
- Digital text corrected (Latin-script debris left in the OCR): Εt Ἕλλησί → Ἕλλησί.
Topics: Church office
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.7 (PG 72 72:835; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-7). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-7
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-7) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.12PG 72 72:837
Ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες. Πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθίστησιν ὁ Σωτὴρ, καὶ διὰ τῆς θεοπρεποῦς μεγαλουργίας ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραήλ. Ἀλλ᾽ ἦν καὶ οὗτος σκληρός τε καὶ ἀπειθής. Εἶτα, ποῖος αὐτοῖς ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ τῆς κρίσεως, τὴν διὰ Χριστοῦ σωτηρίαν οὐκ ἀνασχομένοις λαβεῖν; καὶ μάλιστα, ὅτι αὐτήκοοι γεγόνασι τῶν παρ᾿ αὐτοῦ λόγων, καὶ θεωροὶ τῶν παραδόξων καὶ ὑπὲρ λόγων ἐνεργημάτων. Καὶ γοῦν ἔφη περὶ αὐτῶν· • Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. » Καὶ πάλιν · • Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ καὶ ἑωράκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. » ᾿Απόδειξις ἔσται σαφὴς ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις. Οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι, κατὰ τὸν Μωῦσέως νόμον. – Ταῦτα μὲν οὖν ἱκανῶς, ὡς οἶμαι, προείρηται οἴ γε μὴν λεπροὶ ὑπαντήσαντες τῷ Σωτῆρι, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον.
Apēntēsan autǭ deka leproi andres. Palin hēmin tēn heautou doxan emphanē kathistēsin ho Sōtēr, kai dia tēs theoprepous megalourgias erchetai sagēneuōn eis pistin ton akardion Israēl. All᾽ ēn kai houtos sklēros te kai apeithēs. Eita, poios autois epikourēsei logos en hēmerą tēs kriseōs, tēn dia Christou sōtērian ouk anaschomenois labein? kai malista, hoti autēkooi gegonasi tōn par᾿ autou logōn, kai theōroi tōn paradoxōn kai hyper logōn energēmatōn. Kai goun ephē peri autōn; • Ei mē ēlthon kai elalēsa autois, hamartian ouk eichon. » Kai palin ; • Ei mē ta erga epoiēsa en autois, ha oudeis allos epoiēsen, hamartian ouk eichon, nyn de kai heōrakasi kai eme kai ton Patera mou. » ᾿Apodeixis estai saphēs hōn ephēn artiōs, hē tōn leprōn diakatharsis. Houtoi gar poleōn te kai kōmōn apelaunomenoi hōs akathartoi, kata ton Mōyseōs nomon. – Tauta men oun hikanōs, hōs oimai, proeirētai oi ge mēn leproi hypantēsantes tǭ Sōtēri, eliparoun apallattesthai tou kakou, epistatēn ōnomazon, toutesti didaskalon.
“Ten lepers met him” (17:12). Again the Saviour makes his own glory manifest to us, and through his works of majesty befitting God he comes to draw the senseless Israel into the net of faith. But it too was hard and disobedient. What word, then, will help them on the day of judgement, since they did not endure to receive the salvation through Christ, especially since they themselves heard his words and were spectators of his marvellous works beyond reason? Indeed he said of them: “If I had not come and spoken to them, they would not have sin.” And again: “If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen both me and my Father.” A clear proof of what I said just now will be the cleansing of the lepers. For these were driven out of cities and villages as unclean, according to the law of Moses. These things, then, have been said sufficiently beforehand, I think. The lepers, meeting the Saviour, begged to be freed from the evil, and called him Master, that is, teacher.
Luke 17:12–13 (quotation, high confidence) · John 15:22 (quotation, high confidence) · John 15:24 (quotation, high confidence) · Lev 13:45–46 (allusion, high confidence)
Notes and citation
Summary: Christ again shows his glory to draw unbelieving Israel to faith, which leaves them without excuse at the judgement; the ten lepers, excluded by the law, beg him, calling him Master.
- The staged reference reflects an estimated verse number; the lemma is Luke 17:12.
- Cyril’s judgement on Israel is translated as written.
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.12 (PG 72 72:837; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-12). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-12
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-12) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.13PG 72 72:837
Οὐκ ἠλέει τις αὐτοὺς παθόντας τὴν νόσον· ὁ δὲ ταύτης ἕνεκα τῆς αἰτίας ὀφθεὶς ἐπὶ γῆς, καὶ γενόμενος ἄνθρωπος ἵνα πάντας ἐλεήσῃ, αὐτὸς ἐσπλαγχνίσθη καὶ ᾤκτειρεν. Εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ διὰ τί μὴ μᾶλλον ἔφη Θέλω, καθαρίσθητε, καθὰ καὶ ἐφ᾽ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον ἑαυτοὺς ἐπιδεῖξαι τοῖς ἱερεῦσι; Νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους· ἐκέλευε γὰρ ἑαυτοὺς ἐπιδεικνύειν τοῖς ἱερεῦσιν, καὶ θυσίαν προσάγειν ὑπὲρ τοῦ καθα ρισμοῦ. Ὡς οὖν ἤδη τεθεραπευμένους βαδίζειν ἐκέλευσε, καὶ τρόπον τινὰ διαμαρτύρασθαι τοὺς ἱερέας, ἤτοι τοὺς Ἰουδαίων καθηγητάς, τοὺς ἀεὶ βασκαίνον τας αὐτοῦ τῇ δόξῃ, ὅτι παρ᾽ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, κατανεύσαντος αὐτοῖς τὴν ἴασιν τοῦ Χριστοῦ. Οὐκ ἐθεράπευσε πρῶτον, ἀλλ᾿ ἔπεμψε πρὸς τοὺς ἱερέας, ἐπειδὴ οἱ ἱερεῖς τὰ τεκμήρια ᾔδεισαν τῆς λέπρας, καὶ τοῦ πότε θεραπεύεται· ἔπεμψε τοὺς ἱερέας, συνέπεμψε αὐτοῖς καὶ τὴν θεραπείαν. Περὶ τούτων μέντοι καὶ τίς ὁ νόμος τῆς λέ πρας, καὶ τίνα τὰ ὑπὲρ τοῦ καθαρισμοῦ, καὶ τί ἔκαστον τῶν νενομοθετημένων ἐβούλετο, ἐντελέστερον ἐν ἀρχῇ τῶν παρὰ τῷ Λουκᾷ θαυμάτων τοῦ Σωτῆρος, κεῖσε παραπέμψαντες τοὺς φιλομαθεῖς, ἐπὶ τὰ ἐξῆς ἴωμεν. Καὶ οἱ μὲν ἐννέα, ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχάριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ· ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραήλ. Ὁ δὲ ἀλλογενής, τουτέστιν, ὁ Σαμαρείτης, διὰ τὸ ἐξ ᾿Ασσυρίας κατι άγειν τὸ γένος ἄλλογενής (οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας), ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζειν τὸν Θεόν · δεικνύει οὖν ὅτι Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ καὶ εὐεργη τούμενοι ἀχαριστοῦσιν. Ἐπερωτηθεὶς δὲ ὑπὸ των Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ.
Ouk ēleei tis autous pathontas tēn noson; ho de tautēs heneka tēs aitias ophtheis epi gēs, kai genomenos anthrōpos hina pantas eleēsę̄, autos esplanchnisthē kai ǭkteiren. Eipen autois; Poreuthentes epideixate heautous tois hiereusi. Kai dia ti mē mallon ephē Thelō, katharisthēte, katha kai eph᾽ heterou leprou, prostetache de mallon heautous epideixai tois hiereusi? Nomos ekalei pros touto palin tous tēs lepras apēllagmenous; ekeleue gar heautous epideiknyein tois hiereusin, kai thysian prosagein hyper tou katha rismou. Hōs oun ēdē tetherapeumenous badizein ekeleuse, kai tropon tina diamartyrasthai tous hiereas, ētoi tous Ioudaiōn kathēgētas, tous aei baskainon tas autou tę̄ doxę̄, hoti par᾽ elpida kai paradoxōs apēllagēsan tou kakou, kataneusantos autois tēn iasin tou Christou. Ouk etherapeuse prōton, all᾿ epempse pros tous hiereas, epeidē hoi hiereis ta tekmēria ę̄deisan tēs lepras, kai tou pote therapeuetai; epempse tous hiereas, synepempse autois kai tēn therapeian. Peri toutōn mentoi kai tis ho nomos tēs le pras, kai tina ta hyper tou katharismou, kai ti ekaston tōn nenomothetēmenōn ebouleto, entelesteron en archę̄ tōn para tǭ Louką thaumatōn tou Sōtēros, keise parapempsantes tous philomatheis, epi ta exēs iōmen. Kai hoi men ennea, hate Ioudaioi ontes, eis achariston lēthēn empesontes, ouch hypestrepsan dounai doxan tǭ Theǭ; hothen sklērokardion kai amnēmona pantelōs deiknyei ton Israēl. Ho de allogenēs, toutestin, ho Samareitēs, dia to ex ᾿Assyrias kati agein to genos allogenēs (ou gar matēn legei, en mesǭ tēs Samareias kai Galilaias), hypestrepse meta phōnēs megalēs doxazein ton Theon ; deiknyei oun hoti Samareitai eugnōmones, Ioudaioi de kai euergē toumenoi acharistousin. Eperōtētheis de hypo tōn Pharisaiōn, pote erchetai hē basileia tou Theou.
No one had pity on them as they suffered the disease; but he who appeared on earth for this very reason, and became man to have mercy on all, himself was moved with compassion and pitied them. “He said to them: Go and show yourselves to the priests” (17:14). And why did he not rather say, “I will; be cleansed,” as in the case of another leper, but commanded them instead to show themselves to the priests? Again the law called those freed from leprosy to this; for it ordered them to show themselves to the priests and to offer a sacrifice for their cleansing. As men already healed, then, he ordered them to go, and in some way to bear witness to the priests, that is, the leaders of the Jews, who were always envious of his glory, that beyond hope and wonderfully they had been freed from the evil, Christ granting them healing. He did not heal first, but sent them to the priests, since the priests knew the signs of leprosy and of when it is healed; he sent them to the priests, and sent the healing along with them. About these things, however—what the law of leprosy is, what pertains to the cleansing, and what each of the enactments meant—we have spoken more fully at the beginning of the Saviour’s miracles in Luke; referring those who love learning there, let us go on to what follows. The nine, being Jews, fell into ungrateful forgetfulness and did not return to give glory to God; hence he shows Israel to be altogether hard-hearted and unmindful. But the foreigner, that is, the Samaritan—a foreigner because his race derives from Assyria (for not in vain does it say, “through the midst of Samaria and Galilee”)—returned to glorify God with a loud voice. So he shows that Samaritans are grateful, while Jews, even when they are benefited, are ungrateful. “Being asked by the Pharisees when the kingdom of God was coming” (17:20).
Luke 17:13 (allusion, high confidence) · Luke 17:14 (quotation, high confidence) · Luke 5:13 (quotation, high confidence) · Lev 14:2–4 (allusion, high confidence) · Luke 17:15–18 (allusion, high confidence) · Luke 17:11 (quotation, high confidence) · 2 Kgs 17:24 (allusion, medium confidence) · Luke 17:20 (quotation, high confidence)
Notes and citation
Summary: Christ, who became man to have mercy on all, sends the ten lepers to the priests as men already healed, to bear witness to the envious Jewish leaders; the nine Jews forget to give thanks, while the Samaritan foreigner returns to glorify God.
- Words in the scan (“where the leper was healed, we have gone through …”) are a misplaced fragment of the later cross-reference and are removed by a logged correction.
- The cross-reference is to Cyril’s comment on the leper of Luke 5:12–14.
- The contrast between grateful Samaritans and ungrateful Jews is Cyril’s; translated as written.
Notes on the original text
- Digital text corrected (misplaced fragment of a later line inserted by the OCR): ἐπιδεικνύειν ἔνθα ὁ λεπρὸς τεθεράπευται, διεξήλθομεν Κάτοῖς ἱερεῦσιν → ἐπιδεικνύειν τοῖς ἱερεῦσιν.
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.13 (PG 72 72:837; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-13). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-13
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-13) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.20PG 72 72:839
"Ὅτι ἥξει κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ Κύριος, προεκήρυττον οἱ προφῆται, καὶ τετέλεσται· ἐπέφανε γὰρ τοῖς ἐπὶ γῆς, μορφὴν δούλου λαβὼν, ὧν δὲ καὶ οὕτως ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ. Τοιοῦτον γὰρ ἡμῖν αὐτὸν ἡ τῶν ἀποτελεσμά των ἔδειξε λαμπρότης. Ἀλλ᾿ οὐ πεπίστευκας εἰς αὐτ τὸν, ἀσύνετε Φαρισαῖε, οὐ παραδέξω τὴν παρ᾿ αὐτοῦ δικαίωσιν. Εἶτα πῶς ἐρωτᾷς πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; Διαγελᾷ τοιγαροῦν τὸ σεπτὸν οὕτω καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις, διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶνται οἱ τάλανες · ἢ τάχα που καὶ εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ, ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευμένος εἰς τοῦτο, κατειρωνεύονται καί φασι · · Πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; ἀντὶ τοῦ, Πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; Δείκνυσι πάλιν τὸ ἀνεξίκακον καὶ τὸ ἀπαράβλητον εἰς φιλανθρωπίαν· λοιδορούμενος γὰρ, οὐκ ἀντελοιδόρει· πάσχων, οὐκ ἠπείλει. Οὐκοῦν ἐντόμως μὲν οὐκ ἐλέγχει, πονηροὺς δὲ ὄντας, ἀποκρίσεως τοῖς ἐπερωτηθεῖσιν οἰκείας οὐκ ἀξιοῖ· πλὴν ἐκεῖνο μόνον, & φησὶν, εἰς ὄνησιν ἀνθρώπου παντός · « Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν · · οὐκ ἔρχεται μετὰ παρατηρήσεως. Μὴ γὰρ δὴ χρόνους ἐρωτᾶτε, φησὶ, καθ' οὓς ἐπιλάμψει πάλιν, ἤγουν ὁ καιρὸς ἐνστήσεται τῆς τῶν οὐρανῶν βασιλείας, σπουδάσατε δὲ μᾶλλον τυχεῖν αὐτῆς· ἐντὸς γὰρ ὑμῶν ἐστι· τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι καὶ ἐν ἐξουσίᾳ κεῖται τὸ λαβεῖν αὐτὴν· ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ, τὴν εἰς τὸν Χριστὸν δικαίωσιν τὴν διὰ πίστεως δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν Ἐνεργείᾳ μὲν γὰρ ἐκτὸς ἐστιν, ἀφ᾽ ὧν ἐξίασιν ἐκ τῆς καρδίας διαλογι σμοὶ πονηροί· δυνάμει δὲ ἐντὸς πάντων. Ὅτι γὰρ καὶ τῶν Φαρισαίων ἐντὸς ἦν ἡ βασιλεία τοῦ Θεοῦ, ἀγνοούντων καὶ οἰομένων χρόνῳ τινὶ αὐτὴν εἰς τόπον ἔξωθεν ἔρχεσθαι, Ἰωάννης δείκνυσι λέγων • « Μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἶδατε, » περὶ Χριστοῦ λέγων. Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
"Hoti hēxei kata kairous en eidei tǭ kath' hēmas ho Kyrios, proekērytton hoi prophētai, kai tetelestai; epephane gar tois epi gēs, morphēn doulou labōn, hōn de kai houtōs en kyriotēti physikę̄, kai en exousią kai doxę̄ tę̄ theoprepei. Toiouton gar hēmin auton hē tōn apotelesma tōn edeixe lamprotēs. All᾿ ou pepisteukas eis aut ton, asynete Pharisaie, ou paradexō tēn par᾿ autou dikaiōsin. Eita pōs erōtąs pote erchetai hē basileia tou Theou? Diagelą toigaroun to septon houtō kai axiagaston alēthōs mystērion. Epeidē gar ho tōn holōn Sōtēr en tois pros hapantas logois, diememnēto pantachou tēs basileias tou Theou, dia touto katameidiōntai hoi talanes ; ē tacha pou kai eis noun echontes hoti ton epi xylou thanaton hypomenei, tais autōn dystropiais sesagēneumenos eis touto, kateirōneuontai kai phasi ; ; Pote erchetai hē basileia tou Theou? anti tou, Pro tēs para sou laloumenēs basileias, stauros se kai thanatos lēpsetai. Ti oun pros tauta Christos? Deiknysi palin to anexikakon kai to aparablēton eis philanthrōpian; loidoroumenos gar, ouk anteloidorei; paschōn, ouk ēpeilei. Oukoun entomōs men ouk elenchei, ponērous de ontas, apokriseōs tois eperōtētheisin oikeias ouk axioi; plēn ekeino monon, & phēsin, eis onēsin anthrōpou pantos ; « Hē basileia tou Theou entos hymōn estin ; ; ouk erchetai meta paratērēseōs. Mē gar dē chronous erōtate, phēsi, kath' hous epilampsei palin, ēgoun ho kairos enstēsetai tēs tōn ouranōn basileias, spoudasate de mallon tychein autēs; entos gar hymōn esti; toutestin en tais hymeterais proairesesi kai en exousią keitai to labein autēn; exesti gar anthrōpǭ panti, tēn eis ton Christon dikaiōsin tēn dia pisteōs dēlonoti kataploutēsanti, kai dia pasēs aretēs eklelamprysmenǭ, tēs tōn ouranōn basileias tychein Energeią men gar ektos estin, aph᾽ hōn exiasin ek tēs kardias dialogi smoi ponēroi; dynamei de entos pantōn. Hoti gar kai tōn Pharisaiōn entos ēn hē basileia tou Theou, agnoountōn kai oiomenōn chronǭ tini autēn eis topon exōthen erchesthai, Iōannēs deiknysi legōn • « Mesos de hymōn hestēken hon hymeis ouk oidate, » peri Christou legōn. Eleusontai hēmerai hote epithymēsete mian tōn hēmerōn tou Huiou tou anthrōpou idein, kai ouk opsesthe.
That the Lord would come at the appointed times in our form the prophets proclaimed beforehand, and it has been fulfilled; for he appeared to those on earth, taking the form of a servant, while being even so in natural lordship, and in authority and glory befitting God. For the brilliance of his achievements showed him to us as such. But you did not believe in him, foolish Pharisee; you did not accept the justification he gives. How, then, do you ask when the kingdom of God is coming? He mocks the mystery, so venerable and truly admirable. For since the Saviour of all, in his discourses to everyone, everywhere made mention of the kingdom of God, the wretches deride it; or perhaps, having it in mind that he would endure death on the tree, caught in the net of their perversities for this, they mock and say: “When is the kingdom of God coming?”—as if to say, “Before the kingdom you speak of, a cross and death will take you.” What, then, does Christ say to this? He shows again his patience and his incomparable love for humankind; for “when he was reviled, he did not revile in return; when he suffered, he did not threaten.” So he does not rebuke them sharply; but, since they were wicked, he does not count them worthy of a proper answer to their question, except that alone which, he says, is for the benefit of every human being: “The kingdom of God is within you; it does not come with observation.” “Do not ask about times,” he says, “at which he will shine forth again, that is, when the time of the kingdom of heaven will arrive; rather be eager to attain it; for it is within you,” that is, it lies in your choices and in your power to receive it. For it is possible for every human being who has become rich in justification in Christ—through faith, clearly—and made bright by every virtue, to attain the kingdom of heaven. In actuality it is outside those from whose heart evil reasonings come forth; but in potential it is within all. For that the kingdom of God was within even the Pharisees, though they did not know it and thought that it would come at some time to a place from outside, John shows when he says of Christ: “Among you stands one whom you do not know.” “The days will come when you will desire to see one of the days of the Son of Man, and you will not see it” (17:22).
Phil 2:7 (allusion, high confidence) · Luke 17:20–21 (quotation, high confidence) · 1 Pet 2:23 (quotation, high confidence) · Mark 7:21 (allusion, medium confidence) · John 1:26 (quotation, high confidence) · Luke 17:22 (quotation, high confidence)
Notes and citation
Summary: The Pharisees mockingly ask when the kingdom comes, expecting Christ’s death; he answers patiently that the kingdom of God is within them, lying in their power to attain by faith and virtue, and present among them in Christ himself.
- Two displaced lines about the ten lepers (“the ten did what was commanded and, going away, were healed; but one alone returned and offered thanks, the nine perhaps having fallen into ungrateful forgetfulness”) stand in the scan inside this passage; they belong to the comment on 17:14–18 and are removed here by logged corrections.
Notes on the original text
- Digital text corrected (OCR misreading; displaced line of the comment on 17:14–18 inserted by the OCR): κατειρωνεύτὸ κεκελευσμένον οἱ δέκα, καὶ ἀπελθόντες ἐθεραπεύθησαν· εἷς δὲ μόνος ὑποστρέψας, ἀνετίθει τὰ χαριονται → κατειρωνεύονται; ἀποκρίσεως τοῖς στήρια, τῶν ἐννέα τάχα που καὶ εἰς ἀχάριστον λήθην ἐμπεσόντων. ἐπερωτηθεῖσιν → ἀποκρίσεως τοῖς ἐπερωτηθεῖσιν; οὐκ δίμεσθε → οὐκ ὄψεσθε.
Topics: Christology
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.20 (PG 72 72:839; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-20). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-20
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-20) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.22PG 72 72:841
Ταῦτα λέγων, ἑτοίμους εἶναι αὐτοὺς βούλεται πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονήν· ἵνα εὐδόκιμοι γεγονότες, εἰσελάσαι δυνηθῶσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. Προαπαγγέλλει τοίνυν, ὅτι πρὸ τῆς ἐξ οὐρανῶν ἀφίξεως τῆς ἐσομένης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, θλίψις προσελάσει καὶ διωγμὸς, ὥστε μίαν ἡμέραν αὐτοῦ ἰδεῖν ἐπιθυμῆσαι, τουτέστι τὴν ἐν τῷ ( καιρῷ τοῦ συνδιατρίβειν ἔτι καὶ συνδιαιτᾶσθαι Χριστῷ· καὶ τοι πλείστη τις ἦν ἡ κατ' αὐτοῦ γενομένη τῶν Ἰουδαίων ἐξιτηλία· λίθοις γὰρ ἔβαλλον αὐτὸν, ἐδίωξαν οὐχ ἅπαξ ἀλλὰ πλειστάκις· ἦγον ἕως ὀφρύος τοῦ ὅρους, ἵνα κατακρημνίσωσιν αὐτόν· λοιδορίαις λελυπήκασι καὶ συκοφαντίαις, καὶ οὐδεὶς ἦν τρόπος σκαιότητος τοῖς Ἰουδαίοι; ἀνεπιτήδευτος· πῶς οὖν ἐπιθυμήσειν εἶπε τοὺς μαθητὰς μίαν ἡμέραν ἰδεῖν αὐτοῦ; ᾿Αντιπαραθέσει γὰρ τῶν ὑπερκειμένων και κῶν, αἱρετά πώς εἰσι τὰ ἐλάττονα· μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανόν, κ. τ. λ.
Tauta legōn, hetoimous einai autous bouletai pros pan hotioun tōn aniąn pephykotōn, kai proeutrepizesthai pros hypomonēn; hina eudokimoi gegonotes, eiselasai dynēthōsin eis tēn tou Theou basileian. Proapangellei toinyn, hoti pro tēs ex ouranōn aphixeōs tēs esomenēs epi synteleią tou aiōnos, thlipsis proselasei kai diōgmos, hōste mian hēmeran autou idein epithymēsai, toutesti tēn en tǭ ( kairǭ tou syndiatribein eti kai syndiaitasthai Christǭ; kai toi pleistē tis ēn hē kat' autou genomenē tōn Ioudaiōn exitēlia; lithois gar eballon auton, ediōxan ouch hapax alla pleistakis; ēgon heōs ophryos tou horous, hina katakrēmnisōsin auton; loidoriais lelypēkasi kai sykophantiais, kai oudeis ēn tropos skaiotētos tois Ioudaioi? anepitēdeutos; pōs oun epithymēsein eipe tous mathētas mian hēmeran idein autou? ᾿Antiparathesei gar tōn hyperkeimenōn kai kōn, haireta pōs eisi ta elattona; meizonōn gar meta tēn autou analēpsin thlipseōn epeirathēsan. Hōsper gar hē astrapē hē astraptousa ek tēs hyp᾿ ouranon, k. t. l.
In saying these things he wants them to be ready for everything that naturally causes grief, and to prepare themselves beforehand for endurance, so that, having been approved, they may be able to enter the kingdom of God. He announces beforehand, then, that before his coming from heaven, which will be at the consummation of the age, tribulation and persecution will come on, so that they will desire to see one day of his—that is, one day of the time when they still lived and spent their days with Christ. And yet the wickedness of the Jews against him was very great; for they threw stones at him; they persecuted him not once but very many times; they led him to the brow of the hill to throw him down; they grieved him with insults and false accusations; and there was no kind of perversity the Jews did not practise. How, then, did he say that the disciples would desire to see one day of his? By comparison with the evils that surpass them, the lesser are somehow preferable; for after his ascension they experienced greater tribulations. “For as the lightning that flashes out of one part under heaven,” and so on (17:24).
Luke 17:22 (allusion, high confidence) · John 8:59 (allusion, high confidence) · John 10:31 (allusion, medium confidence) · Luke 4:29 (allusion, high confidence) · Luke 17:24 (quotation, high confidence)
Notes and citation
Summary: Christ prepares the disciples for the tribulation before his return, when they would long for even one day of his company, for their later sufferings would exceed even the hostility he met from his enemies.
- The hostility of “the Jews” is described as Cyril writes it.
Topics: Persecution, Eschatology
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.22 (PG 72 72:841; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-22). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-22
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-22) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.24PG 72 72:841
Πλὴν ὅτι καταβήσεται μὲν ἐξ οὐρανοῦ, οὐκ ἀσήμως δὲ ἢ ἀσυμφανῶς, ἀλλ᾽ ἐν δόξῃ τῇ θεοπρεπεῖ, καὶ φῶς ἀπρόσιτον οἰκῶν, διαμεμήνυκε λέγων, ὡς ἀστραπὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. Ἐγεννήθη μὲν γὰρ κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐφ᾿ ἡμῖν ἀποπληρώσων οἰκονομίαν· καὶ κεκένωκε διὰ τοῦτο, καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ ἦν οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς. ἐκάλει γὰρ εἰς τοῦτο καιρὸς, καὶ τῆς οἰκονομίας ἡ χρεία. Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν οὐκ ἐν ὑφέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ μικροπρεπείᾳ, ἀλλ᾽ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. "Ήξει τοίνυν ὡς ἀστραπὴ, καὶ οὐ λεληθότως. Καὶ οὐδενὶ πιστευτέον λέγοντι · · Ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ. » Ὑποψίαν ἑτέραν τῆς τῶν μαθητῶν ὑποκείρει καρδίας · ᾤοντο γὰρ ὅτι περινοστήσας τὴν Ἰουδαίαν, εἶτα γεγονὼς ἐν τοῖς Ἱεροσολύμοις, εὐθὺς ἀναδείξει τὴν τοῦ Θεοῦ βασιλείαν· καὶ γοῦν προσιόντες, ἔφασκον· « Εἰ ἐν τῷ χρόνῳ τούτῳ, Κύριε, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;» ᾿Αλλὰ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου τοῦτο γενέσθαι προσδοκήσασα, προσῄει περὶ καθἐδρας ἀξιοῦσα. Οὐκοῦν ἵν᾽ εἰδεῖεν ὅτι δεῖ πρῶτον αὐτὸν τὸ σωτήριον ὑποστῆναι πάθος, καὶ καταργῆσαι θάνατον τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καταργῆσαι δὲ καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, εἶθ' οὕτως ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιλάμψαι τε κατὰ καιροὺς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, φησὶν ὅτι πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν. Ὅτι δὴ ἀδοκήτως, καὶ οἷον εἰδότος οὐδενὸς, ἐπιλάμψει, καὶ τὸ τοῦ παρόντος αἰῶνος ἀφίξεται πέρας, οὕτω φησὶν ἔσεσθαι τὴν συντέλειαν, ὡς γέγονεν ἐν ἡμέραις Νῶε καὶ Λώτ. – Ἐτρύφων γὰρ, φησὶν, ἀμερίμνως, ἤσθιον, ἔπινον, ἐπώλουν, ἠγόραζον, ᾠκοδόμουν. ᾿Αλλὰ τοὺς μὲν ὑδά των ἀπώλεσε φορὰ, οἱ δὲ γεγόνασι θείου πυρὸς ἔργον καὶ τροφή. Τί οὖν ἐντεῦθεν τὸ δηλούμενον; Βούλεται ἡμᾶς ἐγρηγορέναι διὰ παντὸς, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν τὴν ἐπὶ τοῦ θείου βήματος. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, κ. τ. λ.
Plēn hoti katabēsetai men ex ouranou, ouk asēmōs de ē asymphanōs, all᾽ en doxę̄ tę̄ theoprepei, kai phōs aprositon oikōn, diamemēnyke legōn, hōs astrapēn esesthai tēn heautou parousian. Egennēthē men gar kata sarka kai ek gynaikos, tēn eph᾿ hēmin apoplērōsōn oikonomian; kai kekenōke dia touto, kai tetapeinōken heauton, kai ēn ouk en doxę̄ theotētos emphanōs. ekalei gar eis touto kairos, kai tēs oikonomias hē chreia. Meta de tēn ek nekrōn anastasin, anaptas eis ouranon, kai synedreusas tǭ Theǭ kai Patri, katabēsetai palin ouk en hyphesei doxēs, oute mēn en anthrōpinę̄ mikroprepeią, all᾽ en tę̄ tou Patros hyperochę̄, plēthyos angelōn doryphorousēs auton, kai paristamenēs hōs Theǭ kai Kyriǭ tōn holōn. "Ēxei toinyn hōs astrapē, kai ou lelēthotōs. Kai oudeni pisteuteon legonti ; ; Idou hōde, idou ekei. » Hypopsian heteran tēs tōn mathētōn hypokeirei kardias ; ǭonto gar hoti perinostēsas tēn Ioudaian, eita gegonōs en tois Hierosolymois, euthys anadeixei tēn tou Theou basileian; kai goun prosiontes, ephaskon; « Ei en tǭ chronǭ toutǭ, Kyrie, apokathistaneis tēn basileian tǭ Israēl?» ᾿Alla kai hē mētēr tōn huiōn Zebedaiou touto genesthai prosdokēsasa, prosę̄ei peri kathedras axiousa. Oukoun hin᾽ eideien hoti dei prōton auton to sōtērion hypostēnai pathos, kai katargēsai thanaton tǭ thanatǭ tēs idias sarkos, kai apostēsai tou kosmou tēn hamartian, katargēsai de kai ton archonta tou aiōnos toutou, eith' houtōs anabēnai pros ton Patera, epilampsai te kata kairous, hina krinę̄ tēn oikoumenēn en dikaiosynę̄, phēsin hoti prōton dei auton polla pathein. Hoti dē adokētōs, kai hoion eidotos oudenos, epilampsei, kai to tou parontos aiōnos aphixetai peras, houtō phēsin esesthai tēn synteleian, hōs gegonen en hēmerais Nōe kai Lōt. – Etryphōn gar, phēsin, amerimnōs, ēsthion, epinon, epōloun, ēgorazon, ǭkodomoun. ᾿Alla tous men hyda tōn apōlese phora, hoi de gegonasi theiou pyros ergon kai trophē. Ti oun enteuthen to dēloumenon? Bouletai hēmas egrēgorenai dia pantos, kai hetoimous einai pros apologian tēn epi tou theiou bēmatos. En ekeinę̄ tę̄ hēmerą hos estai epi tou dōmatos, kai ta skeuē autou en tę̄ oikią, k. t. l.
But he declared that he will come down from heaven, not obscurely or imperceptibly, but in glory befitting God, dwelling in unapproachable light, by saying that his coming will be like lightning. For he was born according to the flesh and of a woman to fulfil the economy toward us; and for this reason he emptied himself and humbled himself, and was not manifestly in the glory of the Godhead; for the time and the need of the economy called for this. But after the resurrection from the dead, having flown up to heaven and sat with God the Father, he will come down again, not in diminished glory nor in human meanness, but in the Father’s excellence, a multitude of angels escorting him and standing by him as God and Lord of all. He will come, then, like lightning, and not secretly. And no one is to be believed who says, “Look, here; look, there.” He cuts away another suspicion from the disciples’ hearts; for they thought that, having travelled about Judea and then come to Jerusalem, he would at once display the kingdom of God; indeed they came to him saying: “Lord, will you at this time restore the kingdom to Israel?” And the mother of the sons of Zebedee too, expecting this to happen, came asking for seats. So that they might know, then, that he must first undergo the saving passion, abolish death by the death of his own flesh, remove sin from the world, and abolish the ruler of this age, and then ascend to the Father and shine forth at the appointed times to judge the world in righteousness, he says that he must first suffer many things. That he will shine forth unexpectedly, as it were with no one knowing, and the end of the present age will arrive, he shows by saying that the consummation will be as it was in the days of Noah and Lot. They lived in luxury, he says, without care: they ate, they drank, they sold, they bought, they built. But the rush of waters destroyed the one, and the others became the work and food of divine fire. What, then, is shown by this? He wishes us to be awake always, and ready for our defence before the divine judgement seat. “In that day, whoever is on the housetop, with his goods in the house,” and so on (17:31).
Luke 17:24 (allusion, high confidence) · 1 Tim 6:16 (allusion, high confidence) · Gal 4:4 (allusion, high confidence) · Phil 2:7–8 (allusion, high confidence) · Matt 16:27 (allusion, medium confidence) · Luke 17:23 (quotation, high confidence) · Acts 1:6 (quotation, high confidence) · Matt 20:20–21 (allusion, high confidence) · John 12:31 (allusion, medium confidence) · Acts 17:31 (allusion, high confidence) · Luke 17:25 (allusion, high confidence) · Luke 17:26–30 (allusion, high confidence) · Luke 17:31 (quotation, high confidence)
Notes and citation
Summary: Christ’s second coming will be sudden and glorious like lightning, unlike his humble first coming; he must first suffer, abolish death and sin, ascend, and then come to judge; as in the days of Noah and Lot, the end will find people unprepared, so we must always keep watch.
Notes on the original text
- Digital text corrected (printed siglum left in the OCR): – (Β Ἐτρύφων → – Ἐτρύφων.
Topics: Eschatology, Christology
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.24 (PG 72 72:841; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-24). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-24
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-24) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.31PG 72 72:843
᾿Αλογῆσαι προστάττει παντὸς ἐπιγείου καὶ προσκαίρου πράγματος, καὶ εἰς ἕνα βλέψαι σκοπὸν τὸν ἐπὶ γε τῷ δεῖν ἕκαστον διασῶσαι τὴν ἑαυτοῦ ψυχήν. ὡς ἂν τοίνυν ᾖ, φησὶν, ἐπὶ τοῦ δώματος, μὴ καταβήτω ἐν τῇ οἰκίᾳ ἆραι τὰ σκεύη αὐτοῦ. Ἔοικε δὲ διὰ τούτων, τὸν ἐν ἀναπαύσει, καὶ πλούτῳ, καὶ περιφανείαις κοσμικαῖς βούλεσθαι δηλοῦν· ἀεὶ γὰρ πως οἱ ἐν δώμασιν ἑστηκότες, ἀπό βλεπτοι γίνονται τοῖς τὴν οἰκίαν περιεστηκόσιν. Εἴ τις τοίνυν τοιοῦτός ἐστι, φησὶ, μηδένα ποιείσθω λέγον, κατ' ἐκεῖνο καιροῦ, τῶν ἐναποκειμένων τῇ οἰκίᾳ σκευῶν· ἄχρηστα γὰρ ταῦτα καὶ ἀσυντελῆ πρὸς ὄνησιν αὐτῷ. « Οὐ γὰρ ὠφελοῦσι θησαυροὶ ἀνόμους, • κατὰ τὸ γεγραμμένον, « δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου. » Ἀλλὰ κἂν εἴ τις ᾖ, φησὶν, ἐν ἀγρῷ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τουτέστιν, εἰ εὑρίσκοιτό τις ἐν φιλεργίαις ὑπάρχων καὶ πόνοις, καὶ πνευματικῆς εὐκαρπίας ἐπιμελητὴς, καὶ τοὺς ἐξ ἱδρώτων ἀγαθῶν συλλέγων μισθοὺς, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· ὡς γὰρ αὐτός που πάλιν ἔφη Χριστὸς, « Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ᾿ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Χρὴ γὰρ ἔχεσθαι τῶν ἱερῶν σπουδασμάτων ἀμεταστρέπτοις ὁρμαῖς, ἵνα μὴ τοῦτο πάθωμεν ὁ δὴ καὶ συνέβη παθεῖν τὴν ἐν Σοδόμοις γυναῖκα, ἣν δὲ καὶ λαβὼν εἰς παράδειγμα, φησί · · Μνημονεύετε τῆς γυναικὸς Λώτ·· ἐξελθοῦσα γὰρ ἀπὸ Σοδόμων, εἶθ' ὑπονοστήσασα, στήλη γέγονεν ἁλὸς, τουτέστιν ἀπεμωράνθη καὶ ἀπελιθώθη. Δεῖ δὴ οὖν ἀντέχεσθαι νεανικῶς τοῦ προτεθέντος σκοποῦ.
᾿Alogēsai prostattei pantos epigeiou kai proskairou pragmatos, kai eis hena blepsai skopon ton epi ge tǭ dein hekaston diasōsai tēn heautou psychēn. hōs an toinyn ę̄, phēsin, epi tou dōmatos, mē katabētō en tę̄ oikią arai ta skeuē autou. Eoike de dia toutōn, ton en anapausei, kai ploutǭ, kai periphaneiais kosmikais boulesthai dēloun; aei gar pōs hoi en dōmasin hestēkotes, apo bleptoi ginontai tois tēn oikian periestēkosin. Ei tis toinyn toioutos esti, phēsi, mēdena poieisthō legon, kat' ekeino kairou, tōn enapokeimenōn tę̄ oikią skeuōn; achrēsta gar tauta kai asyntelē pros onēsin autǭ. « Ou gar ōphelousi thēsauroi anomous, • kata to gegrammenon, « dikaiosynē de rhyetai ek thanatou. » Alla kan ei tis ę̄, phēsin, en agrǭ, mē epistrepsatō eis ta opisō; toutestin, ei heuriskoito tis en philergiais hyparchōn kai ponois, kai pneumatikēs eukarpias epimelētēs, kai tous ex hidrōtōn agathōn syllegōn misthous, mē epistrepsatō eis ta opisō; hōs gar autos pou palin ephē Christos, « Oudeis balōn tēn cheira ep᾿ arotron, kai strapheis eis ta opisō, euthetos estin eis tēn basileian tōn ouranōn.» Chrē gar echesthai tōn hierōn spoudasmatōn ametastreptois hormais, hina mē touto pathōmen ho dē kai synebē pathein tēn en Sodomois gynaika, hēn de kai labōn eis paradeigma, phēsi ; ; Mnēmoneuete tēs gynaikos Lōt;; exelthousa gar apo Sodomōn, eith' hyponostēsasa, stēlē gegonen halos, toutestin apemōranthē kai apelithōthē. Dei dē oun antechesthai neanikōs tou protethentos skopou.
He commands us to disregard every earthly and passing thing, and to look to one aim: that each must save his own soul. “Whoever, then, is on the housetop,” he says, “let him not come down into the house to take his goods.” By this he seems to wish to indicate the one who lives in ease and wealth and worldly distinction; for those standing on housetops are always somehow conspicuous to those around the house. “If, then, anyone is such,” he says, “let him take no account, at that time, of the goods stored in the house; for these are useless and contribute nothing to his benefit.” “For treasures do not profit the lawless,” as it is written, “but righteousness delivers from death.” “But even if someone is in the field,” he says, “let him not turn back”—that is, if someone is found engaged in diligence and labours, tending spiritual fruitfulness and gathering the wages of good things from his sweat, let him not turn back; for, as Christ himself said again somewhere, “No one who puts his hand to the plough and turns back is fit for the kingdom of heaven.” For we must hold to the sacred pursuits with impulses that never turn back, so that we may not suffer what the woman in Sodom happened to suffer; taking her as an example he says: “Remember Lot’s wife.” For having gone out of Sodom and then turned back, she became a pillar of salt, that is, she was made foolish and turned to stone. We must, then, hold vigorously to the aim set before us.
Luke 17:31 (quotation, high confidence) · Prov 10:2 (quotation, high confidence) · Luke 9:62 (quotation, high confidence) · Luke 17:32 (quotation, high confidence) · Gen 19:26 (allusion, high confidence)
Notes and citation
Summary: At the end, those in ease and wealth must disregard their possessions, and those labouring for spiritual fruit must not turn back, lest they be like Lot’s wife; each must look only to saving his soul.
- “Treasures do not profit the lawless, but righteousness delivers from death” is Prov 10:2 (LXX).
- “Made foolish” plays on the Greek for salt that has lost its savour (Luke 14:34).
Notes on the original text
- Digital text corrected (OCR dittography): στήλη ὑπονοστήλης → στήλη.
Topics: Eschatology
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.31 (PG 72 72:843; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-31). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-31
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-31) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.33PG 72 72:845
ὡς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν. Πῶς ἀπόλλυσί τις ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ, ἢ κατὰ τίνα τρόπον ὁ διασῶσαι νομίσας, ἀπόλλυσιν αὐτὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος, περὶ μὲν τῶν ἁγίων· « Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. • Οἱ γὰρ ὄντως γεγονότες γνήσιοι τῷ ἡμῶν Σωτῆρι Χριστῷ, τὴν ἑαυτῶν σταυροῦσι σάρκα, τουτέστι θανατοῦσι· πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ὁμιλοῦντες ἀγῶσι, καὶ κατανεκροῦντες αὐτῆς τὸ φρόνημα. Γέγραπται γάρ· « Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν. » Ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχήν· οἱ γε μὴν τὸν φιλήδονον ἀγαπῶντες βίον, τάχα που τὴν ἑαυτῶν οἴονται κτᾶσθαι ψυχήν· ἀπολλύουσι δὲ πάντως αὐτήν. « Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. » ᾿Απολέσας δέ τις καὶ ἑτέρως τὴν ἑαυτοῦ ψυχὴν, διασώσει πάντως αὐτήν· τοῦτο πεπράχασιν οἱ μακάριοι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, οἷά τινα στέφανον, ταῖς ἑαυτῶν ἀνάψαντες κεφαλαῖς. Οἴ γε μὴν ἐξ ἀνάνδρου ψυχῆς καὶ γνώμης ἀρνησάμενοι τὴν πίστιν, καὶ τὸν παραυτίκα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοιχήσονται γὰρ εἰς ᾄδου, τῆς κακανδρίας ὑφέξονται δίκας.
hōs ean zētēsę̄ tēn psychēn autou sōsai, apolesei autēn. Pōs apollysi tis heautou psychēn, hina autēn diasōsę̄, ē kata tina tropon ho diasōsai nomisas, apollysin autēn, saphēniei legōn ho Paulos, peri men tōn hagiōn; « Hoi de tou Christou Iēsou, tēn sarka estaurōsan syn tois pathēmasi kai tais epithymiais. • Hoi gar ontōs gegonotes gnēsioi tǭ hēmōn Sōtēri Christǭ, tēn heautōn staurousi sarka, toutesti thanatousi; ponois dēlonoti kai tois eis eusebeian homilountes agōsi, kai katanekrountes autēs to phronēma. Gegraptai gar; « Nekrōsate ta melē ta epi tēs gēs, porneian, akatharsian, pathos, epithymian kakēn, kai tēn pleonexian. » Hosoi oun toutōn heneka nekrountai, houtoi sesōkasi tēn heautōn psychēn; hoi ge mēn ton philēdonon agapōntes bion, tacha pou tēn heautōn oiontai ktasthai psychēn; apollyousi de pantōs autēn. « Ho gar speirōn, phēsin, eis tēn sarka, ek tēs sarkos therisei phthoran. » ᾿Apolesas de tis kai heterōs tēn heautou psychēn, diasōsei pantōs autēn; touto peprachasin hoi makarioi martyres, tous mechri psychēs kai haimatos dienenkontes agōnas, kai tēs eis Christon agapēs to gnēsion, hoia tina stephanon, tais heautōn anapsantes kephalais. Oi ge mēn ex anandrou psychēs kai gnōmēs arnēsamenoi tēn pistin, kai ton parautika tēs sarkos diaphygontes thanaton, houtoi phoneutai tēs heautōn gegonasi psychēs; katoichēsontai gar eis ądou, tēs kakandrias hyphexontai dikas.
“Whoever seeks to save his life will lose it” (17:33). How someone loses his own life in order to save it, or in what way the one who thought he was saving it loses it, Paul will make clear when he says about the saints: “Those who belong to Christ Jesus have crucified the flesh with its passions and desires.” For those who have truly become genuine to Christ our Saviour crucify their own flesh, that is, put it to death—engaging, clearly, in labours and in the contests for piety, and mortifying its mind. For it is written: “Put to death your members that are on the earth: sexual immorality, impurity, passion, evil desire, and covetousness.” Those, then, who are put to death for these things have saved their own life; but those who love the pleasure-loving life perhaps think they are gaining their own life, yet they altogether lose it. “For he who sows to the flesh,” he says, “will from the flesh reap corruption.” And in another way too, one who has lost his own life will altogether save it: the blessed martyrs did this, enduring contests to the point of life and blood, and binding on their own heads, like a crown, the genuineness of their love for Christ. But those who from an unmanly soul and mind denied the faith and escaped the immediate death of the flesh have become the murderers of their own souls; for they will go down to Hades and pay the penalty for their cowardice.
Luke 17:33 (quotation, high confidence) · Gal 5:24 (quotation, high confidence) · Col 3:5 (quotation, high confidence) · Gal 6:8 (quotation, high confidence)
Notes and citation
Summary: One saves his life by losing it: by crucifying the flesh and its passions, as Paul teaches, and by martyrdom; those who live for pleasure, or deny the faith to escape death, lose their souls.
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.33 (PG 72 72:845; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-33). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-33
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-33) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.
17.34PG 72 72:845
Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· ὁ εἰς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. Νύκτα γε μὴν ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν, διά τοι, καθάπερ ἡγοῦμαι, τὸ ἀσυμφανὲς καὶ ἀπροσδόκητον της αὐτοῦ παρουσίας. Διὰ δὲ τῶν δύο τῶν ἐπὶ κλίνης ὄντων μιᾶς, ἔοικεν ὑπαινίττεσθαι τοὺς ἐν ἀναπαύσει καὶ πλούτῳ, καὶ ἰσομοιροῦντας ἀλλήλοις, κατά γε, φημὶ, τὸ ἐν εὐπαθείαις εἶναι κοσμικαῖς· κλίνη γὰρ, ἀναπαύσεως σύμβολον. Ἀλλ᾿ εἷς ἐξ αὐτῶν, φησὶ, παραληφθήσεται, καὶ εἶς ἀφίεται· πῶς ἢ τίνα τρόπον; οὐ γὰρ πάντες οἱ ἐν πλούτῳ καὶ ἀναπαύσει γεγονότες τῇ κατὰ τόνδε τὸν βίον, πονηροὶ γεγόνασι καὶ ἀμείλικτοι. Τί γάρ; Εἰ πλούσιος μὲν ἔστι τις, χρηστὸς δὲ καὶ φιλοικτείρμων καὶ τὴν πίστιν ὀρθός, οὗτος παραλαμβάνεται· ὅ γε μὴν ἕτερος, ὡς μὴ γεγονὼς τοιοῦτος, ἀφεθήσεται. Διὰ δὲ τῶν ἀληθουσῶν, ἔοικε τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· ἀλλὰ καὶ ἐπ᾿ αὐτῶν δὴ τούτων, φησί, πολλή τίς ἐστι διαφορά· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτίον γεν ναίως φέροντες, σωφρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραληφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιουτοι, δεινοὶ δὲ μᾶλλον πρὸς κακουργίας, καὶ ἁπάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται, τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. Ἔσται τοίνυν καὶ ἐπ᾿ αὐτοῖς πλείστη τις καὶ ἀκριβὴς τῶν τρόπων ἡ δοκιμασία· καὶ ὁ μὲν χρηστὸς παραληφθήσεται· ὅ γε μὲν οὐ τοιοῦτος ἀφεθήσεται – Εἰπόντος γε μὴν τὸ παραληφθήσεται, χρησίμως καὶ ἀναγκαίως διερωτῶσιν οἱ μαθηταί· « Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. » Καὶ τί δὲ τοῦτό ἐστιν; ᾿Ἀπὸ κοινοῦ καὶ ἐμφανεστάτου πράγματος, μέγα καὶ βαθὺ μυστήριον ὑπαινίττεται. Καὶ ποῖον τοῦτό ἐστι; Καταβήσεται μὲν γὰρ ἐξ οὐρανῶν, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ἀλλ᾽ αὐτὸς, φησὶν, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκλέξουσιν ἐκ τῶν ἁμαρ τωλῶν τοὺς δικαίους καὶ ἁγίους, καὶ προσοίσουσιν αὐτῷ· τοὺς γε μὴν ἑτέρους ἀφιᾶσιν ἐν γῇ, κολασθησομένους δηλονότι. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος ὑποδηλοῖ γράφων· « Λέγω γὰρ ὑμῖν, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλ᾿ αὐτὸς σαλπίσει, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ· καὶ ἡμεῖς οἱ ζῶντες, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. » Ὥσπερ οὖν σώματος κειμένου νεκροῦ, τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ᾿ αὐτὸ συντρέχει, οὕτως ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ᾿ αὐτὸν συνδραμοῦνται.
Tautę̄ tę̄ nykti esontai dyo epi klinēs mias; ho eis paralēphthēsetai, kai ho heteros aphethēsetai. Nykta ge mēn onomazei ton tēs kriseōs kairon, dia toi, kathaper hēgoumai, to asymphanes kai aprosdokēton tēs autou parousias. Dia de tōn dyo tōn epi klinēs ontōn mias, eoiken hypainittesthai tous en anapausei kai ploutǭ, kai isomoirountas allēlois, kata ge, phēmi, to en eupatheiais einai kosmikais; klinē gar, anapauseōs symbolon. All᾿ heis ex autōn, phēsi, paralēphthēsetai, kai eis aphietai; pōs ē tina tropon? ou gar pantes hoi en ploutǭ kai anapausei gegonotes tę̄ kata tonde ton bion, ponēroi gegonasi kai ameiliktoi. Ti gar? Ei plousios men esti tis, chrēstos de kai philoikteirmōn kai tēn pistin orthos, houtos paralambanetai; ho ge mēn heteros, hōs mē gegonōs toioutos, aphethēsetai. Dia de tōn alēthousōn, eoike tous en ptōcheią kai ponois ontas hypodēloun; alla kai ep᾿ autōn dē toutōn, phēsi, pollē tis esti diaphora; hoi men gar to tēs ptōcheias phortion gen naiōs pherontes, sōphronōs te kai epieikōs biountes, houtoi paralēphthēsontai, dikaioi dēlonoti tynchanontes; hoi de mē toioutoi, deinoi de mallon pros kakourgias, kai hapasēs phaulotētos epitēdeutai, aphethēsontai, tę̄ dia pyros hypokeisomenoi dikę̄. Estai toinyn kai ep᾿ autois pleistē tis kai akribēs tōn tropōn hē dokimasia; kai ho men chrēstos paralēphthēsetai; ho ge men ou toioutos aphethēsetai – Eipontos ge mēn to paralēphthēsetai, chrēsimōs kai anankaiōs dierōtōsin hoi mathētai; « Pou, Kyrie? Ho de eipen autois; hopou to sōma, ekei synachthēsontai hoi aetoi. » Kai ti de touto estin? ᾿Apo koinou kai emphanestatou pragmatos, mega kai bathy mystērion hypainittetai. Kai poion touto esti? Katabēsetai men gar ex ouranōn, hina krinę̄ tēn oikoumenēn en dikaiosynę̄; all᾽ autos, phēsin, apostelei tous angelous autou, kai eklexousin ek tōn hamar tōlōn tous dikaious kai hagious, kai prosoisousin autǭ; tous ge mēn heterous aphiasin en gę̄, kolasthēsomenous dēlonoti. Toiouton ti kai ho pansophos Paulos hypodēloi graphōn; « Legō gar hymin, hoti hēmeis hoi zōntes hoi perileipomenoi, ou mē phthasōmen tous koimēthentas, all᾿ autos salpisei, kai hoi nekroi en Christǭ anastēsontai aphthartoi, en atomǭ, en rhipę̄ ophthalmou; kai hēmeis hoi zōntes, hama syn autois harpagēsometha en nephelais eis apantēsin tou Kyriou, eis aera; kai houtōs pantote syn Kyriǭ esometha. » Hōsper oun sōmatos keimenou nekrou, ta sarkobora tōn ptēnōn ep᾿ auto syntrechei, houtōs hotan ho Huios tou anthrōpou paragenētai, tote dē pantes hoi aetoi, toutestin hoi ta hypsēla petomenoi, kai tōn epigeiōn kai kosmikōn anenēgmenoi pragmatōn, ep᾿ auton syndramountai.
“On this night there will be two on one bed; the one will be taken and the other left” (17:34). He calls the time of judgement night, I think because of the unclearness and unexpectedness of his coming. By the two on one bed he seems to hint at those in ease and wealth, sharing an equal lot with one another as to being in worldly comforts; for a bed is a symbol of rest. “But one of them,” he says, “will be taken and one is left.” How, or in what way? For not all who have been in wealth and ease in this life have been wicked and harsh. For what? If someone is rich but kind and compassionate and right in faith, he is taken; but the other, as not having been such, will be left. By the women grinding he seems to indicate those in poverty and toils; but among these too, he says, there is a great difference. For those who bear the burden of poverty nobly and live soberly and reasonably will be taken, being clearly righteous; but those who are not such, but rather clever at wrongdoing and practitioners of every baseness, will be left, to be subjected to the penalty by fire. There will be, then, among them too a very full and exact testing of character; and the good will be taken, but the one who is not such will be left.
When he said “will be taken,” the disciples usefully and necessarily ask: “Where, Lord? And he said to them: Where the body is, there the eagles will be gathered together.” And what is this? From a common and most obvious fact he hints at a great and deep mystery. And what is it? He will come down from heaven to judge the world in righteousness; but he himself, he says, will send his angels, and they will choose the righteous and holy from among the sinners and bring them to him; but the others they leave on earth, clearly to be punished. The all-wise Paul indicates something of this kind, writing: “For I say to you that we who are alive, who are left, will not precede those who have fallen asleep; but he will sound the trumpet, and the dead in Christ will rise incorruptible, in a moment, in the twinkling of an eye; and we who are alive will be caught up together with them in the clouds to meet the Lord in the air; and so we shall always be with the Lord.” As, then, when a dead body lies, the carrion birds run together to it, so when the Son of Man arrives, then all the eagles—that is, those who fly on high and are lifted above earthly and worldly things—will run together to him.
Luke 17:34 (quotation, high confidence) · Luke 17:35 (allusion, high confidence) · Luke 17:37 (quotation, high confidence) · Acts 17:31 (allusion, high confidence) · Matt 24:31 (allusion, high confidence) · Matt 13:49 (allusion, medium confidence) · 1 Thess 4:15–17 (quotation, high confidence) · 1 Cor 15:52 (quotation, high confidence)
Notes and citation
Summary: The night is the unexpected judgement; of those in wealth or in poverty, the kind, compassionate and orthodox will be taken and the wicked left for punishment; the eagles gathering to the body are the saints, lifted above earthly things, whom the angels will gather to meet Christ.
- Paul is quoted as a combination of 1 Thess 4:15–17 and 1 Cor 15:52.
Topics: Eschatology
Cite (SBL): Cyril of Alexandria, Comm. Luke 17.34 (PG 72 72:845; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-34). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/17-34
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-17-34) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.