Letters 4.99–4.114

Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 4

4.99PG 78 78:1163

ΕΥΔΑΙΜΟΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Ἐπειδὴ τῶν ἀνθρώπων, ὡς γέγραφας, οἱ μὲν μηδ' εἶναι τὸ θεῖόν φασιν, οἵτινες τὰ ἐπ᾿ ἀσεβείᾳ νικητήρια ἤραντο · οἱ δὲ εἶναι μὲν, μὴ προνοεῖν δέ· ἄλλοι δὲ προνοεῖν μὲν, ἀλλὰ τῶν ἐπουρανίων · ἄλλοι δὲ καὶ τῶν ἐπιγείων μὲν, οὐ πάντων δὲ, ἀλλὰ καὶ βασιλέων καὶ ἀρχόντων· ἄλλοι δὲ πάντων μὲν (καὶ γὰρ καὶ μέχρι μυρμήκων τὴν πρόνοιαν αὐτοῦ διήκειν), οὐ μὴν Τριάδα ὁμοούσιον προσκυνεῖν· καὶ οἱ μὲν αὐτοματισμὸν, οἱ δὲ εἰμαρμένην εἶναι ὁρίζονται · καὶ οἱ μὲν διὰ Μωϋσέως μόνου τὸ Θεῖον νενομοθετηκέναι οἴονται, οἱ δὲ ἐναντίαν δύναμιν· καὶ οἱ μὲν μὴ ἐπιδεδημηκέναι τὸν ἐκ Θεοῦ φύντα Λόγον, οἱ δὲ κατὰ φαντασίαν ἐπιδεδημηκέναι· καὶ οἱ μὲν σύγχυσιν καὶ κρᾶσιν καὶ ἀφανισμὸν τῶν οὐσιῶν ἐδογμάτισαν· οἱ δὲ ἐν ἀνθρώπῳ γεγενῆσθαι· καὶ οἱ μὲν ἐλάττονα τοῦ Πατρὸς, οἱ δὲ κτίσμα ὡρίσαντο· καὶ οἱ μὲν τὸ θεῖον Πνεῦμα οὐ Θεὸν ὁμολογοῦσιν· οἱ δὲ λειτουργικὸν καὶ ἁγιαστικὸν ὀνομάζουσιν · οὐ χρὴ ταῖς τῶν νοσούντων ἔπεσθαι ψήφοις ἀλλ᾿ ἀπὸ τῆς τῶν ὑγιαινόντων κρίσεως λαμβάνειν τὰς ἀποδείξεις· καὶ τῇ ἁγίᾳ συνόδῳ τῇ συγκροτηθείσῃ κατὰ Νικαίαν ἀκολουθεῖν, μήτε προστιθέντας, μήτε ἀφαιροῦντας. Ἐκείνη γὰρ θεόθεν ἐμπνευσθεῖσα, τἀληθὲς ἐδογμάτισεν.

EUDAIMONI PRESBYTERŌ. Epeidē tōn anthrōpōn, hōs gegraphas, hoi men mēd' einai to theion phasin, hoitines ta ep᾿ asebeią nikētēria ēranto ; hoi de einai men, mē pronoein de; alloi de pronoein men, alla tōn epouraniōn ; alloi de kai tōn epigeiōn men, ou pantōn de, alla kai basileōn kai archontōn; alloi de pantōn men (kai gar kai mechri myrmēkōn tēn pronoian autou diēkein), ou mēn Triada homoousion proskynein; kai hoi men automatismon, hoi de eimarmenēn einai horizontai ; kai hoi men dia Mōÿseōs monou to Theion nenomothetēkenai oiontai, hoi de enantian dynamin; kai hoi men mē epidedēmēkenai ton ek Theou phynta Logon, hoi de kata phantasian epidedēmēkenai; kai hoi men synchysin kai krasin kai aphanismon tōn ousiōn edogmatisan; hoi de en anthrōpǭ gegenēsthai; kai hoi men elattona tou Patros, hoi de ktisma hōrisanto; kai hoi men to theion Pneuma ou Theon homologousin; hoi de leitourgikon kai hagiastikon onomazousin ; ou chrē tais tōn nosountōn epesthai psēphois all᾿ apo tēs tōn hygiainontōn kriseōs lambanein tas apodeixeis; kai tę̄ hagią synodǭ tę̄ synkrotētheisę̄ kata Nikaian akolouthein, mēte prostithentas, mēte aphairountas. Ekeinē gar theothen empneustheisa, talēthes edogmatisen.

To Eudaemon the presbyter. Since, as you have written, some men say that God does not even exist (these have carried off the prizes for impiety); others that he exists but does not exercise providence; others that he does, but only over the heavenly things; others that he does over earthly things as well, yet not over all, but only over kings and rulers; others that he does over all (for his providence reaches even to the ants), yet they do not worship the consubstantial Trinity; and some define chance as ruling, others fate; some think that God gave the law through Moses alone, others that an opposing power gave it; some that the Word born of God did not come to dwell among us, others that he came only in appearance; some taught a confusion, mixing, and disappearance of the natures, others that he came to be in a man; some defined him as less than the Father, others as a creature; some do not confess the divine Spirit to be God, others call him a ministering and sanctifying power: we must not follow the votes of the sick, but take our proofs from the judgment of the healthy, and follow the holy synod that was assembled at Nicaea, neither adding nor taking away. For it, inspired by God, taught the truth.

Notes and citation

Summary: Against the many errors about God, Christ, and the Spirit, one should follow the Council of Nicaea, which taught the truth by divine inspiration.

  • The title of this letter, "On the synod at Nicaea," stands at the end of the previous passage (4.93) in the scan.
  • The errors listed are those of atheists, Epicureans, Aristotelians, pagans, Manichaeans and Marcionites (the law from an opposing power), Jews, Docetists, Apollinarians and others (confusion of natures), Nestorians or adoptionists ("in a man"), Arians, and Pneumatomachians; Isidore names none of them. Translated as written.

Notes on the original text

  • Digital text corrected (word split and stray mark in the OCR; word split in the OCR): προσ. κυνεῖν → προσκυνεῖν; ὁμολο γοῦσιν → ὁμολογοῦσιν.

Topics: Heresy, Trinity, Christology, The Holy Spirit, Councils and creeds, Providence

Cite (SBL): Isidore of Pelusium, Ep. 4.99 (PG 78 78:1163; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-99). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-99) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.100PG 78 78:1165

ΙΣΙΔΩΡΟ ΔΙΑΚΟΝΩ. Τί ἐστιν, « Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. • Ἐπειδὴ γέγραφας, Τί ἐστιν, « Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ; » φημὶ, ὅτι ἐπειδὴ ὅτε ἡ ἀνθρωπεία φύσις ἐμάνη, καὶ ἀνύποιστος ἦν τῶν ἁμαρτημάτων ή τυραννὶς, καὶ καιρὸς ἀποφάσεως ἦν, πανολεθρία καταδικαζούσης τὸ γένος (πᾶς γὰρ ἱατρείας ἐξηλέγχθη τρόπος, καὶ οὔτε νόμος, οὔτε προφητικός λόγος τὸν ἐπιπολάσαντα λοιμὸν ἀπελάσαι ἴσχυεν)· τότε δὴ λύτρον τὸν Μονογενῆ ἐπεισήγαγεν, ἵν᾿ ἔχῃ λόγον ἡ χάρις · διὰ τοῦτ' ἔφη ὁ ᾿Απόστολος · « Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. › Ἱερεῖον γὰρ προσηνέχθη ἓν ὑπὲρ πάντων, καὶ ὑπὲρ τὴν ἁπάντων ἀξίαν. Καὶ τότε ἡ ὀργὴ ἐλύθη, καὶ ἡ καταλλαγή γέγονε, καὶ ἡ ἔχθρα εἰς φιλίαν μετεῤῥυθμίσθη, καὶ ἀντὶ τῆς ἀποφάσεως, τὸ ὑπερφυὲς τῆς υἱοθεσίας ἐδόθη χάρισμα, καὶ μυρία δῶρα ἐχόρευσε κοσμοῦντα τὴν Ἐκκλησίαν, ἵν᾿ ὁμοῦ καὶ ἡ δικαιοσύνη δειχθῇ, καὶ ἡ περιουσία τῆς ἀγαθότητος δηλωθῇ. Εἰς τὸ, « Δέδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως. Επειδὴ τὸ, « Δέδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας, » σαφηνισθῆναί σοι ἠξίωσας, ἄκουε· Τὸ, ἔδωκε, καὶ τὸ παρέδωκε, κατὰ τοὺς τῆς ἱερᾶς Γραφῆς νόμους καὶ τὰ Ιδιώματα, ἀφῆκεν εἰσὶ καὶ συνεχώρησεν. Εἰ δὲ οὐ καταδέχῃ, δι' ἀποδείξεως ὁ λόγος βαδιεῖται· Φησὶν ὁ Παῦλος περὶ τῶν τὸ θεῖον σέβας εἰδώλοις ἐπιφημισάντων· « Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας· τουτέστιν, ἀφῆκεν, ἐγκατέλιπε. Πῶς γὰρ οὐκ ἔμελλον καὶ τὴν φύσιν ἀγνοεῖν καὶ ὑπερορίοις ἐγκαλινδεῖσθαι πταίσμασιν, οἱ τὴν κτίσιν παρὰ τὸν κτίστην προσκυνήσαντες ; Καὶ πάλιν· « Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. • Εἶτα ἑαυτὸν ἑρμηνεύων ἔφη · • Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πλεονεξίᾳ. • Εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; Θέα τῆς ἀκριβείας Οὐκ εἶπε· Παρέδωκε πληρωθησομένους, ἀλλ᾿ ὅτι πεπληρωμένους ἀφῆκεν· ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα, ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη, οὐ τῷ εἰς τὰ τῶν λύκων ἐκβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας. Τὸ μὲν οὖν, ἔδωκε, τοιαύτην ἔχει τὴν ἔννοιαν Τὸ δὲ πνεῦμα τῆς κατανύξεως, καταπλήξεως καὶ κατατρώσεως. Τὸ γὰρ νύττειν, τιτρώσκειν ἐστὶ καὶ πλήττειν, κατὰ τὸ, « Ἔνυξαν τὴν πλευρὰν τοῦ Χριστοῦ τῇ λόγχῃ» Ἐπεὶ οὖν πλῆξαι ἐστὶ τὸ νύξα, τὸ κατατρωθῆναι καὶ κατανυγῆναι εἰκότως εἴρηται. Εἶτα ἑρμηνεύων αὐτὸς τὸ κατένυξεν, ὅτι κατέπληξαν ἐστὶν, ἔφη· « Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν. » Τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. "Ατε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς οἰκείας ἐνεργείας ἀρνοῦνται. "Ὅτι δὲ τοῦτο μηνύει, ἄκουε τῆς Γραφῆς, λεγούσης · • Μακάριος, ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας.. Καὶ μὴν ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Τί οὖν ἐστι ὅφησιν; Εἰ μὲν οὖν εἴποιμεν, ὡς οἴονταί τινες, τὸν μηδ᾽ ὅλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. Πάντες γὰρ ἐν ἐπιτιμίοις ἐσμέν. Τις γὰρ καυχήσεται, ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Εἰ δὲ φαίημεν, ὅτι μακαρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπληγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν οἰκείαν σωτηρίαν, οἷον ἔπαθεν Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελὼν ( δ καὶ δεδιὼς ὁ θεσπέσιος Παῦλος μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγεν · προσέσθαι αὐτὸν μετανοήσαντα, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος) · τάχα πως τῆς ἀληθείας ἁψόμεθα τοῦ ῥητοῦ. Εἰ δὲ καὶ ἐπὶ καλοῦ γίνεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς · κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει· ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἐρῶσα ψυχὴ ἐβόα· « Ὅτι τετρωμένη ἀγάπης ἐγώ. » Χρὴ δὲ εἰδέναι, ὅτι οὐ πάντως τὰ αὐτὰ ὀνόματα ἢ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα. Ἐπειδὴ καὶ ὁ Δαβὶδ ἔλεγεν · « Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ, ὅπερ, οἶμαι, δηλοῦν τὸ, Οὐ μὴ καταπλαγῶ οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν. » Ἐπήγαγε γάρ· • Κύριος ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. » Καὶ οἱ περὶ Συμεῶνα δὲ καὶ Λευΐ. μετὰ τὸ ὑβρισθῆναι εἰς αὐτὴν τὴν σωφροσύνην τὴν ἀδελφὴν, κατενύγησαν, τουτέστι, κατεπλάγησαν καὶ κατετρώθησαν ὑπὸ ζήλου· καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσαν ὀργὴν, ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστὴν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι. Ἐπειδὴ γέγραφας· Εἰ συνεβούλευσεν ὁ Παῦλος · • Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· · πῶς μετά βραχέα φησίν· « ᾿Απόδοτε τῷ τὸν φόβον, τὸν φόβον;» οἶμαι, ὅτι εἰ μὴ περὶ τοῦ Θεοῦ τινες αὐτὸ βούλονται εἰρῆσθαι ( γέγραπται γάρ· « Τίμα τὸν Κύριον, καὶ ἰσχύσεις · πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον »)· ἐκεῖνο μὲν εἶπε, τῷ τὸν φόβον ἀπὸ τοῦ ξίφους τοῖς πλημμελοῦσιν ἐπηρτημένον διαδιδράσκειν τὸν φιλάρετον, καὶ τοῦ ἀρχοντικοῦ ἐπαίνου τυγχάνειν· τοῦτο δὲ τὸν ἐκ τῆς συντυχίας καὶ τῆς αἰδοῦς καὶ τῆς τιμῆς τῆς κεχρεωστημένης τοῖς ἡγουμένοις χρεωστεῖν φόβον. Οὐδὲ γάρ ἐστιν ἀτελὴς τούτου, τοῦ μηδὲν αὐτὸν παραβλάπτοντος, ἀλλὰ καὶ αἰδεσιμώτερον καὶ λαμπρότερον ἀποφαίνοντος. Εἴκειν γὰρ χρὴ παντὶ σθένει, ἐν οἷς μήτ᾽ εὐσέβεια μήθ' ἡ ἀρετὴ καταβλάπτεται, ἀλλὰ καὶ βασιλικωτέρα καὶ ἐπιφανεστέρα ἐκ τῆς τῶν μετιόντων ἐπιεικείας ἀναφαίνεται. РΓ'. ΕΠΙΜΑΧΩ ΑΝΑΓΝΩΣΤΗ. Εἰς τὸ· « Ὑμεῖς ἐστε σῶμα Χριστοῦ. Ἐπειδὴ γέγραφας· Τί ἐστιν · « Ὑμεῖς ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους;» οἶμαι, ὅτι ἐπειδὴ οἱ μὲν ἀπανταχοῦ τῆς ὑφ᾽ ἡλίῳ Ἐκκλησίας σῶμα Χριστοῦ, Κορίνθιοι δὲ μέρος ἦσαν τούτου τοῦ σώματος, διὰ τοῦτο ἔφησεν· « Ἐκ μέρους· · οἷον, Μέλος ἐστὶν ἡ παρ' ὑμῖν Ἑκκλησία τῆς ἁπανταχοῦ. Ὥστε δίκαιοι ἂν εἴητε οὐ μόνον πρὸς ἑαυτοὺς (ἐστασίαζον γὰρ), ἀλλὰ καὶ πρὸς πάντας τοὺς κατὰ τὴν οἰκουμένην ὁμοπίστους ὁμονοεῖν, πᾶσαν διχόνοιαν ἐκ ποδῶν ποιησάμενοι.

ISIDŌRO DIAKONŌ. Ti estin, « Eis endeixin tēs dikaiosynēs autou. • Epeidē gegraphas, Ti estin, « Eis endeixin tēs dikaiosynēs autou? » phēmi, hoti epeidē hote hē anthrōpeia physis emanē, kai anypoistos ēn tōn hamartēmatōn ē tyrannis, kai kairos apophaseōs ēn, panolethria katadikazousēs to genos (pas gar hiatreias exēlenchthē tropos, kai oute nomos, oute prophētikos logos ton epipolasanta loimon apelasai ischyen); tote dē lytron ton Monogenē epeisēgagen, hin᾿ echę̄ logon hē charis ; dia tout' ephē ho ᾿Apostolos ; « Eis endeixin tēs dikaiosynēs autou. › Hiereion gar prosēnechthē hen hyper pantōn, kai hyper tēn hapantōn axian. Kai tote hē orgē elythē, kai hē katallagē gegone, kai hē echthra eis philian meterrhythmisthē, kai anti tēs apophaseōs, to hyperphyes tēs huiothesias edothē charisma, kai myria dōra echoreuse kosmounta tēn Ekklēsian, hin᾿ homou kai hē dikaiosynē deichthę̄, kai hē periousia tēs agathotētos dēlōthę̄. Eis to, « Dedōken autois ho Theos pneuma katanyxeōs. Epeidē to, « Dedōken autois ho Theos pneuma katanyxeōs, ophthalmous tou mē blepein, kai ōta tou mē akouein, heōs tēs sēmeron hēmeras, » saphēnisthēnai soi ēxiōsas, akoue; To, edōke, kai to paredōke, kata tous tēs hieras Graphēs nomous kai ta Idiōmata, aphēken eisi kai synechōrēsen. Ei de ou katadechę̄, di' apodeixeōs ho logos badieitai; Phēsin ho Paulos peri tōn to theion sebas eidōlois epiphēmisantōn; « Paredōken autous eis pathē atimias; toutestin, aphēken, enkatelipe. Pōs gar ouk emellon kai tēn physin agnoein kai hyperoriois enkalindeisthai ptaismasin, hoi tēn ktisin para ton ktistēn proskynēsantes ? Kai palin; « Paredōken autous eis adokimon noun, poiein ta mē kathēkonta. • Eita heauton hermēneuōn ephē ; • Peplērōmenous pasę̄ adikią, kakią, pleonexią. • Ei toinyn peplērōmenoi ēsan, pōs paredōke? Thea tēs akribeias Ouk eipe; Paredōke plērōthēsomenous, all᾿ hoti peplērōmenous aphēken; hōsper an ei tis poimēn agathos probata loimikę̄ nosǭ healōkota, exō tēs agelēs apelaseie, kai tropon tina tois lykois paradoiē, ou tǭ eis ta tōn lykōn ekbalein stomata, alla tǭ gymnōsai tēs oikeias epimeleias kai prostasias. To men oun, edōke, toiautēn echei tēn ennoian To de pneuma tēs katanyxeōs, kataplēxeōs kai katatrōseōs. To gar nyttein, titrōskein esti kai plēttein, kata to, « Enyxan tēn pleuran tou Christou tę̄ lonchę̄» Epei oun plēxai esti to nyxa, to katatrōthēnai kai katanygēnai eikotōs eirētai. Eita hermēneuōn autos to katenyxen, hoti kateplēxan estin, ephē; « Ophthalmous tou mē blepein, kai ōta tou mē akouein. » Touto gar symbainein eiōthe tois kataplēttomenois. "Ate gar tou nou tarachthentos, hai aisthēseis tas oikeias energeias arnountai. "Hoti de touto mēnyei, akoue tēs Graphēs, legousēs ; • Makarios, hos ou katenygē en lypę̄ hamartias.. Kai mēn hē kata Theon lypē metanoian eis sōtērian ametamelēton katergazetai. Ti oun esti hophēsin? Ei men oun eipoimen, hōs oiontai tines, ton mēd᾽ holōs hamartēsanta makarizesthai entautha, tacha oudeis tou makarismou toutou apolauseie. Pantes gar en epitimiois esmen. Tis gar kauchēsetai, hagnēn echein tēn kardian? ē tis parrhēsiasetai katharos einai apo hamartias? Ei de phaiēmen, hoti makarizei ou ton mē lypēthenta, alla ton mē kataplēgenta hypo tēs lypēs, kai prodedōkota tēn oikeian sōtērian, hoion epathen Ioudas, anchonę̄ heauton anelōn ( d kai dediōs ho thespesios Paulos mē kai ho peporneukōs para Korinthiois pathoi, elegen ; prosesthai auton metanoēsanta, mē pōs tę̄ perissoterą lypę̄ katapothę̄ ho toioutos) ; tacha pōs tēs alētheias hapsometha tou rhētou. Ei de kai epi kalou ginetai hē katanyxis, thaumazetō mēdeis ; kakei gar to trōthēnai tois kalois hermēneuei; hōs kai hē ton theion erōta erōsa psychē eboa; « Hoti tetrōmenē agapēs egō. » Chrē de eidenai, hoti ou pantōs ta auta onomata ē rhēmata to auto paristēsi noēma. Epeidē kai ho Dabid elegen ; « Hopōs an psalę̄ soi hē doxa mou, kai ou mē katanygō, hoper, oimai, dēloun to, Ou mē kataplagō oude metastō eis to mēketi hymnein. » Epēgage gar; • Kyrios ho Theos mou, eis ton aiōna exomologēsomai soi. » Kai hoi peri Symeōna de kai Leuï. meta to hybristhēnai eis autēn tēn sōphrosynēn tēn adelphēn, katenygēsan, toutesti, kateplagēsan kai katetrōthēsan hypo zēlou; kai houtōs eis ametatheton exepesan orgēn, hōs kai dolǭ ou monon ton hybristēn, alla kai pasan autou tēn polin hēbēdon katasphaxai. Epeidē gegraphas; Ei synebouleusen ho Paulos ; • Theleis de mē phobeisthai tēn exousian, to agathon poiei, kai hexeis epainon ex autēs; ; pōs meta brachea phēsin; « ᾿Apodote tǭ ton phobon, ton phobon?» oimai, hoti ei mē peri tou Theou tines auto boulontai eirēsthai ( gegraptai gar; « Tima ton Kyrion, kai ischyseis ; plēn de autou mē phobou allon »); ekeino men eipe, tǭ ton phobon apo tou xiphous tois plēmmelousin epērtēmenon diadidraskein ton philareton, kai tou archontikou epainou tynchanein; touto de ton ek tēs syntychias kai tēs aidous kai tēs timēs tēs kechreōstēmenēs tois hēgoumenois chreōstein phobon. Oude gar estin atelēs toutou, tou mēden auton parablaptontos, alla kai aidesimōteron kai lamproteron apophainontos. Eikein gar chrē panti sthenei, en hois mēt᾽ eusebeia mēth' hē aretē katablaptetai, alla kai basilikōtera kai epiphanestera ek tēs tōn metiontōn epieikeias anaphainetai. РG'. EPIMAChŌ ANAGNŌSTĒ. Eis to; « Hymeis este sōma Christou. Epeidē gegraphas; Ti estin ; « Hymeis este sōma Christou, kai melē ek merous?» oimai, hoti epeidē hoi men apantachou tēs hyph᾽ hēliǭ Ekklēsias sōma Christou, Korinthioi de meros ēsan toutou tou sōmatos, dia touto ephēsen; « Ek merous; ; hoion, Melos estin hē par' hymin Hekklēsia tēs hapantachou. Hōste dikaioi an eiēte ou monon pros heautous (estasiazon gar), alla kai pros pantas tous kata tēn oikoumenēn homopistous homonoein, pasan dichonoian ek podōn poiēsamenoi.

To Isidore the deacon. [What is meant by "for a demonstration of his righteousness."] Since you have written asking what "for a demonstration of his righteousness" means, I say this. When human nature went mad, and the tyranny of sins was unbearable, and it was the time for sentence, with total destruction condemning the race (for every way of healing had been tested and found wanting, and neither the law nor the prophetic word could drive off the plague that had spread), then he brought in the Only-begotten as a ransom, so that grace might have its reason. That is why the Apostle said, "for a demonstration of his righteousness." One victim was offered for all, and above the worth of all. Then the wrath was dissolved, the reconciliation came about, the enmity was changed into friendship, and instead of the sentence the extraordinary gift of adoption was given, and countless gifts came dancing in to adorn the Church, so that his righteousness might be shown and the abundance of his goodness made plain together. [Letter 4.101] [On "God gave them a spirit of stupor."] Since you asked that "God gave them a spirit of stupor, eyes not to see and ears not to hear, to this very day" be made clear to you, listen. "Gave" and "gave up," by the laws and idioms of the holy Scripture, mean "let go" and "permitted." If you do not accept this, the argument will proceed by proof. Paul says of those who ascribed the worship of God to idols, "He gave them up to dishonourable passions," that is, he let them go, he abandoned them. For how could they fail to be ignorant even of nature and to wallow in outlandish faults, when they worshipped the creature rather than the Creator? And again, "He gave them up to a debased mind, to do what is not fitting." Then, interpreting himself, he said, "filled with all unrighteousness, wickedness, covetousness." If, then, they were already filled, how did he give them up? See the precision. He did not say, "He gave them up to be filled," but that he let them go when they were filled; just as a good shepherd might drive sheep caught by a pestilential disease out of the flock and in a way hand them over to the wolves, not by throwing them into the wolves' mouths, but by stripping them of his own care and protection. That is the sense of "gave." And the spirit of stupor is a spirit of being struck down and pierced through. For "to prick" is to wound and strike, as in "They pierced the side of Christ with the spear." Since, then, to prick is to strike, "being pierced through" and "being stunned" are fittingly said. Then, explaining "he stunned" as "he struck down," he himself said, "eyes not to see and ears not to hear." For this usually happens to those who are struck dumb: since the mind is troubled, the senses refuse their proper work. That this is what it indicates, hear the Scripture saying, "Blessed is he who was not stunned in the grief of sin." And yet godly grief produces a repentance that leads to salvation and brings no regret. What, then, does it mean? If we were to say, as some think, that it is one who has never sinned at all who is called blessed here, perhaps no one would enjoy this blessing; for we are all under penalties. "For who will boast of having a pure heart? Or who will speak boldly, saying he is clean from sin?" But if we say that it calls blessed not the one who has not grieved, but the one who was not crushed by grief and did not betray his own salvation, as Judas did when he killed himself by hanging (which the divine Paul also feared the man who had committed sexual immorality at Corinth might suffer, and so told them to receive him when he repented, "lest such a one be swallowed up by excessive grief"), perhaps we shall touch the truth of the saying. If compunction also occurs in a good sense, let no one wonder; for there too being wounded is used of good things, as the soul in love with divine love cried, "For I am wounded with love." One must know that the same names or words do not always present the same meaning. For David also said, "That my glory may sing to you, and I may not be stunned," which I think means, "that I may not be struck down or change so as no longer to sing hymns"; for he added, "O Lord my God, I will give thanks to you forever." And Simeon and Levi, after their sister was outraged in her very chastity, were "stung," that is, struck and wounded by zeal; and they fell into such unchangeable anger that by deceit they slaughtered not only the man who had outraged her, but his whole city, every grown man. [Letter 4.102] Since you have written, "If Paul advised, 'Would you have no fear of the authority? Then do what is good, and you will have praise from it,' how does he say shortly after, 'Pay fear to whom fear is due'?", I think that, unless some wish this to be said of God (for it is written, "Honour the Lord and you will be strong; and besides him fear no other"), he said the first because the lover of virtue escapes the fear that hangs from the sword over offenders and receives praise from the ruler; and the second because he owes the fear that comes from meeting rulers, and from the respect and honour owed to those who govern. He is not exempt from this, which does him no harm but makes him more respected and illustrious. For one must yield with all one's strength in matters where neither piety nor virtue is harmed, but rather appears more royal and more conspicuous through the reasonableness of those who practise it. [Letter 4.103] To Epimachus the reader. [On "You are the body of Christ."] Since you have written asking what "You are the body of Christ, and members in part" means, I think that since the Church everywhere under the sun is the body of Christ, and the Corinthians were a part of this body, he therefore said "in part"; that is, "The church among you is a member of the Church everywhere." So you ought to be of one mind not only among yourselves (for they were divided into factions), but with all those of the same faith throughout the world, putting every dissension out of the way.

Textual problem in this passage: see the notes.

Rom 3:25 (quotation, high confidence) · Rom 11:8 (quotation, high confidence) · Isa 29:10 (allusion, medium confidence) · Rom 1:26 (quotation, high confidence) · Rom 1:25 (allusion, medium confidence) · Rom 1:28–29 (quotation, high confidence) · John 19:34 (quotation, high confidence) · 2 Cor 7:10 (allusion, high confidence) · Prov 20:9 (quotation, high confidence) · Matt 27:5 (allusion, high confidence) · 2 Cor 2:7 (quotation, high confidence) · 1 Cor 5:1 (allusion, medium confidence) · Song 2:5 (quotation, high confidence) · Ps 30:12 (29:13 LXX) (quotation, high confidence) · Gen 34:7 (allusion, high confidence) · Gen 34:25–29 (allusion, high confidence) · Rom 13:3 (quotation, high confidence) · Rom 13:7 (quotation, high confidence) · Prov 7:1 (quotation, medium confidence) · 1 Cor 12:27 (quotation, high confidence)

Notes and citation

Summary: Four letters: Christ's death as ransom shows God's righteousness and goodness; God "gave" Israel a spirit of stupor by letting them go, and stupor means being struck down; the fear owed to rulers is respect, not dread of punishment; the Corinthian church is one member of the universal body of Christ.

  • Rom 3:25.
  • The headings of Letters 4.101–4.103 were lost in the scan; they begin at the bracketed markers. 4.101 and 4.102 lack their addressees; Migne's numeral ΡΓ′ (103) stands before "To Epimachus."
  • Rom 11:8 (Isa 29:10; Deut 29:4); Rom 1:26, 28–29; John 19:34; Sir 14:1; 2 Cor 7:10; Prov 20:9 LXX; Judas, Matt 27:5; 2 Cor 2:7 (the man of 1 Cor 5:1); Song 2:5 LXX; Ps 30:12 (29:13 LXX); Simeon and Levi, Gen 34:7 LXX (κατενύγησαν), 25–29.
  • Rom 13:3, 7; Prov 7:1a LXX (an addition not in the Hebrew).

Notes on the original text

  • Digital text corrected (Latin letter inside a Greek word (OCR); a stray word from a neighbouring line split the word in the OCR; stray mark in the OCR; word split in the OCR): προφητικός λόγος" → προφητικός λόγος; και τανύξεως → κατανύξεως; σαφηνι – σθῆναί → σαφηνισθῆναί; Παρέδωκεν αὐτοὺς - εἰς → Παρέδωκεν αὐτοὺς εἰς; Οὐx εἶπε → Οὐκ εἶπε; πεπληκατανυγῆναι, ρωμένους → πεπληρωμένους; σωτηcρίαν → σωτηρίαν; πεπορνευ - κὼς → πεπορνευκὼς; κα - λοῖς → καλοῖς; ῥή ματα → ῥήματα; λαμπρό - τερον → λαμπρότερον.

Extrabiblical texts: Sir 14:1 (Sirach [in RC, EO, ETH canons]; quotation)

Topics: Atonement, Salvation, Sin, Repentance, Interpreting Scripture, Rulers and the state, The church

Cite (SBL): Isidore of Pelusium, Ep. 4.100 (PG 78 78:1165; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-100). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-100) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.104PG 78 78:1171

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩ. Εἰς τὸ, « Ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.) Τὰ μεγάλα κατορθώματα μεγάλοις καὶ τὰ μέγιστα μεγίστοις πόνοις κατορθοῦσθαι πέφυκε Μὴ τοίνυν μικρὰ καὶ φαῦλα πράττων, οἷου τῶν μεγίστων ἐπάθλων τεύξεσθαι· μηδὲ τὸν ἀκίνδυνον καὶ ὑγρὸν ἑλόμενος βίον, ἔλπιζε ἐν τῷ μετώπῳ τῆς φάλαγγος λάμψειν. Τοῦ γὰρ κινδυνεύσαντος· καὶ τρόπαια στήσαντός ἐστι καὶ τὸ ἀνακηρύττεσθαι. Εἰ δὲ καὶ τελευτήσειεν ἐν τῇ μάχῃ, τῇ μνήμῃ ἀτελεύτητος μένει καὶ τὰ ἔπαθλα μείζονα ἕξει ἢ κατὰ ἄνθρωπον. Ὁ δὲ γενναῖος τοῦ Χριστοῦ στρατηγὸς, καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα στεφάνους εἶναι εἰκότως νομίζει, λέγων· « Ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. » Ἵνα γὰρ παρῶ, φησὶ, τὰ μέλλοντα ἀγαθὰ, αὐτὰ τὰ πάθη, δι' ὧν καὶ τῷ Δεσπότῃ κοινωνοῦμεν, μέγιστά ἐστι βραβεία, καὶ στέφανοι κάλλιστοι.

IERAKI DIAKONŌ. Eis to, « Hymin echarisato ho Theos, ou monon to eis auton pisteuein, alla kai to hyper autou paschein.) Ta megala katorthōmata megalois kai ta megista megistois ponois katorthousthai pephyke Mē toinyn mikra kai phaula prattōn, hoiou tōn megistōn epathlōn teuxesthai; mēde ton akindynon kai hygron helomenos bion, elpize en tǭ metōpǭ tēs phalangos lampsein. Tou gar kindyneusantos; kai tropaia stēsantos esti kai to anakēryttesthai. Ei de kai teleutēseien en tę̄ machę̄, tę̄ mnēmę̄ ateleutētos menei kai ta epathla meizona hexei ē kata anthrōpon. Ho de gennaios tou Christou stratēgos, kai ta hyper autou pathēmata stephanous einai eikotōs nomizei, legōn; « Hymin echarisato ho Theos, ou monon to eis auton pisteuein, alla kai to hyper autou paschein. » Hina gar parō, phēsi, ta mellonta agatha, auta ta pathē, di' hōn kai tǭ Despotę̄ koinōnoumen, megista esti brabeia, kai stephanoi kallistoi.

To Hierax the deacon. [On "To you it has been granted by God, not only to believe in him, but also to suffer for him."] Great achievements are naturally accomplished by great labours, and the greatest by the greatest. So do not imagine that, while doing small and paltry things, you will obtain the greatest prizes; nor, having chosen a soft life without danger, hope to shine in the front of the battle line. Being proclaimed victor belongs to the one who has run the risk and set up trophies. And if he dies in the battle, he remains undying in memory and will have prizes greater than any human reward. The noble general of Christ rightly considers even sufferings for him to be crowns, saying, "To you it has been granted by God, not only to believe in him, but also to suffer for him." For, to pass over the goods to come, he says, the very sufferings through which we share with the Master are the greatest prizes and the fairest crowns.

Phil 1:29 (quotation, high confidence)

Notes and citation

Summary: Great rewards need great struggles, and Paul counts suffering for Christ itself a gift and a crown.

  • Phil 1:29.

Notes on the original text

  • Digital text corrected (word split in the OCR): τρό παια → τρόπαια.

Topics: Suffering and affliction, Martyrdom, Persecution

Cite (SBL): Isidore of Pelusium, Ep. 4.104 (PG 78 78:1171; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-104). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-104) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.105PG 78 78:1171

ΩΦΕΛ[Ε]ΙΩ ΓΡΑΜΜΑΤΙΚΩ. Περὶ δαιμόνων. Ἐπειδὴ θαυμάζειν ἔφης, πῶς τινες τῶν ἀλιτηρίων δαιμόνων δίκαιον ἠξίουν εἶναι τὸν θεραπευτὴν αὐτῶν, οἱ δὲ τὰ ἄδικα δρᾷν πραττόμενοι ὑπέμενον· ἡγοῦμαι, ὅτι δίκαιον μὲν ἠξίουν εἶναι τὸν θεραπεύοντα, διότι θεοὶ εἶναι ὑπεκρίνοντο. Ὑπηρέτουν δὲ τὰ ἄδικα, διότι πονηροὶ γεγόνασιν ἐκ προαιρέσεως. Ἐπειδὴ γὰρ ᾔδεσαν πολλοὺς τῶν ἀνθρώπων τὴν ἀρετὴν τιμῶντας, τοὺς φιλαρέτους ἀγαπᾶν προσποιούμενοι, ἵν᾿ ἀγαθοὶ νομισθεῖεν εἶναι, μετ᾿ οὐ πολὺ ταῖς ἐναγέσι πράξεσιν ἤλεγχον ἑαυτῶν τὴν ἐπὶ τὰ κακὰ ῥέπουσαν διάνοιαν. PG΄. – ΕΠΙΜΑΧΟ ΑΝΑΓΝΩΣΤΗ. Περὶ τοῦ τὰ ἐ καὶ τοῦ τὰ β' τάλαντα πιστευθέντος. Ἐπειδὴ ἔφης · Διὰ τὸ ὁ τὰ πέντε τάλαντα λαβών, καὶ διπλασιάσας, καὶ ὁ τὰ δύο, τῆς αὐτῆς ἔτυχεν ἀποδοχῆς· φημὶ, ὅτι εἰκότως. Ἐπειδὴ γὰρ οὐχ ἡ ῥαθυμία τούτου, οὐδὲ ἡ προθυμία ἐκείνου, ἀλλ᾿ ἡ τῆς παρακαταθήκης ποσότης παρεσκεύασεν ἣν πρὸς τὴν δύναμιν τῶν ἐργασαμένων δέδωκεν ὁ δεσπότης· εἰκότως οὖν ὁ ἔπαινος ὁ αὐτὸς, εἰ καὶ μὴ ἡ πρόσοδος ἡ αὐτή. Διὰ τι γέγραπται περὶ τῆς γῆς· · Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπειδὴ τὸ περὶ τῆς γῆς εἰρημένον, « Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ο παραβάλλων τῷ, • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἐνόμισας ἐναντίον τι μηνύειν, ἴσθι, ὅτι σαλευθήσεται μὲν, οὐ κλιθήσεται δέ. Σαλευθήσεται μὲν, ἵνα δείξῃ τὸν φόβον· οὐ κλιθήσεται δὲ, ἵνα δείξῃ τὸν ὄρον. Τῷ μὲν τρόμῳ τὴν δουλείαν ὁμολογεῖ· τῷ δὲ μὴ ἐξίστασθαι τῆς οἰκείας στάσεως, τὸν θεῖον ὅρον μηνύει. Εἰς τὸ, « ᾿Απεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε, θριαμβεύσας ἐν αὐτῷ. Ἐπειδὴ τοῦτο τὸν ἀθλητὴν ῥωμαλεώτερον καὶ τεχνικώτερον ἀποδείκνυσιν, ὅταν ταῖς τῶν ἀντιπάλων κεκρατημένος λαβαῖς, ἀπεκδυσάμενος αὐτοὺς προσρήξῃ τῷ σκάμματι διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν διὰ σταυροῦ πρὸς τοὺς δαίμονας κατεδέξατο μάχην, ἵν᾿ ἐπιφανέστερον αὐτοὺς τροπαίοις θριαμβεύσῃ · καὶ τοῦτ᾽ ἔστιν ὅπερ ἠθέλησας μαθεῖν - • ᾿Απεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. · Τῷ γὰρ ὄντι ἐθριαμβεύθησαν δαίμονες, προσηλωμένῳ χεῖρας καὶ πόδας ἀθλητῇ ἡττηθέντες. Τῷ ὄντι ἐστηλιτεύθη ὁ διάβολος, σαρκὶ μιᾷ ἐπὶ σταυροῦ κρεμαμένῃ ἡττηθεὶς καὶ παραχωρήσας.

ŌPhEL[E]IŌ GRAMMATIKŌ. Peri daimonōn. Epeidē thaumazein ephēs, pōs tines tōn alitēriōn daimonōn dikaion ēxioun einai ton therapeutēn autōn, hoi de ta adika drąn prattomenoi hypemenon; hēgoumai, hoti dikaion men ēxioun einai ton therapeuonta, dioti theoi einai hypekrinonto. Hypēretoun de ta adika, dioti ponēroi gegonasin ek proaireseōs. Epeidē gar ę̄desan pollous tōn anthrōpōn tēn aretēn timōntas, tous philaretous agapan prospoioumenoi, hin᾿ agathoi nomistheien einai, met᾿ ou poly tais enagesi praxesin ēlenchon heautōn tēn epi ta kaka rhepousan dianoian. PG΄. – EPIMAChO ANAGNŌSTĒ. Peri tou ta e kai tou ta b' talanta pisteuthentos. Epeidē ephēs ; Dia to ho ta pente talanta labōn, kai diplasiasas, kai ho ta dyo, tēs autēs etychen apodochēs; phēmi, hoti eikotōs. Epeidē gar ouch hē rhathymia toutou, oude hē prothymia ekeinou, all᾿ hē tēs parakatathēkēs posotēs pareskeuasen hēn pros tēn dynamin tōn ergasamenōn dedōken ho despotēs; eikotōs oun ho epainos ho autos, ei kai mē hē prosodos hē autē. Dia ti gegraptai peri tēs gēs; ; Ou klithēsetai eis ton aiōna tou aiōnos. Epeidē to peri tēs gēs eirēmenon, « Ou klithēsetai eis ton aiōna tou aiōnos, o paraballōn tǭ, • Ho epiblepōn epi tēn gēn, kai poiōn autēn tremein, ho enomisas enantion ti mēnyein, isthi, hoti saleuthēsetai men, ou klithēsetai de. Saleuthēsetai men, hina deixę̄ ton phobon; ou klithēsetai de, hina deixę̄ ton oron. Tǭ men tromǭ tēn douleian homologei; tǭ de mē existasthai tēs oikeias staseōs, ton theion horon mēnyei. Eis to, « ᾿Apekdysamenos tas archas kai tas exousias edeigmatise, thriambeusas en autǭ. Epeidē touto ton athlētēn rhōmaleōteron kai technikōteron apodeiknysin, hotan tais tōn antipalōn kekratēmenos labais, apekdysamenos autous prosrēxę̄ tǭ skammati dia touto kai ho Christos tēn dia staurou pros tous daimonas katedexato machēn, hin᾿ epiphanesteron autous tropaiois thriambeusę̄ ; kai tout᾽ estin hoper ēthelēsas mathein - • ᾿Apekdysamenos tas archas kai tas exousias edeigmatisen en parrhēsią thriambeusas autous en autǭ. ; Tǭ gar onti ethriambeuthēsan daimones, prosēlōmenǭ cheiras kai podas athlētę̄ hēttēthentes. Tǭ onti estēliteuthē ho diabolos, sarki mią epi staurou kremamenę̄ hēttētheis kai parachōrēsas.

To Ophelius the grammarian. [On demons.] Since you said you wondered how some of the accursed demons required their worshipper to be just, while others submitted to being made to do unjust things, I think that they required the worshipper to be just because they pretended to be gods, but served unjust ends because they had become wicked by choice. Since they knew that many people honour virtue, they pretended to love the lovers of virtue so as to be thought good; but before long they exposed by their accursed deeds their own mind, which leans toward evil. [Letter 4.106] To Epimachus the reader. [On the one entrusted with five talents and the one entrusted with two.] Since you asked why the one who received five talents and doubled them, and the one who received two, met with the same approval, I say that it was right. For since it was not the slackness of the one or the zeal of the other, but the size of the deposit, which the master gave according to the ability of those who worked with it, that made the difference, the praise is rightly the same, even if the return is not the same. [Letter 4.107] [Why it is written of the earth, "It shall not be moved forever and ever."] Since, comparing the saying about the earth, "It shall not be moved forever and ever," with "Who looks on the earth and makes it tremble," you thought it indicated something contrary, know that it will be shaken but will not be moved. It will be shaken, to show its fear; it will not be moved, to show its boundary. By its trembling it confesses its servitude; by not departing from its own position it shows the boundary God set. [Letter 4.108] [On "Having stripped off the principalities and the powers, he made a public example of them, triumphing over them in him."] It shows an athlete to be stronger and more skilful when, held fast in his opponents' grips, he strips them off and dashes them to the ground of the arena. That is why Christ too accepted the battle against the demons through the cross, so that he might triumph over them the more conspicuously with his trophies. And this is what you wished to learn: "Having stripped off the principalities and the powers, he made a public example of them, triumphing over them openly in him." For truly the demons were led in triumph, defeated by an athlete nailed hand and foot. Truly the devil was pilloried, defeated by one flesh hanging on a cross, and gave way.

Textual problem in this passage: see the notes.

Matt 25:14–23 (allusion, high confidence) · Ps 104:5 (103:5 LXX) (quotation, high confidence) · Ps 104:32 (103:32 LXX) (quotation, high confidence) · Col 2:15 (quotation, high confidence)

Notes and citation

Summary: Four letters: demons feigned love of virtue to pass as gods but betrayed their evil; the servants with five and two talents are praised alike because each used what he was given; the earth trembles before God yet keeps its place; Christ triumphed over the demons on the cross.

  • The headings of Letters 4.106–4.108 were lost in the scan; they begin at the bracketed markers. Migne's numeral Ρϛ′ (106) stands before "To Epimachus"; 4.107 and 4.108 lack their addressees.
  • Matt 25:14–23; Ps 104:5 (103:5 LXX); Ps 104:32 (103:32 LXX); Col 2:15.

Notes on the original text

  • Digital text corrected (word split in the OCR): πιστευ θέντος → πιστευθέντος.

Topics: The devil and demons, Paganism, Good works and merit, Creation, Passion and death of Christ, Atonement

Cite (SBL): Isidore of Pelusium, Ep. 4.105 (PG 78 78:1171; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-105). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-105) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.109PG 78 78:1173

ΠΙΣΤΩ ΔΙΑΚΟΝΩ. Τῶν Παροιμιῶν. Τί ἐστιν· · Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται; Ἐπειδὴ γέγραφας· Δι᾿ ἣν αἰτίαν μετὰ τὸ γεγράφθαι, « Ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται· · ἐῤῥέθη· · Οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς; φημὶ, ὅτι τὸ μὲν εἰσελθεῖν ἔλαβεν ἐπὶ τοῦ συνεισελθεῖν, κατὰ τὸ εἰρημένον ὑπὸ τῆς Σάῤῥας πρὸς τὸν ᾿Αβραάμ· · Εἴσελθε πρὸς τὴν παιδίσκην μου, καὶ τεκνοποίησον ἐξ αὐτῆς. • Τὸ δ' ἄψασθαι, ἐπὶ τοῦ φιλεῖν, ἢ ἐφάψασθαι Εἰ γὰρ καὶ παραβαλλόμενα τῇ συνόδῳ, οὐ δοκεῖ ἁμαρτήματα εἶναι, ἀλλά γε ἀληθείας δικαζούσης πταίσματα καὶ αὐτὰ εἰκότως ἂν εἴη. Εἰ γὰρ ἡ περίεργος θέα μοιχεία εἶναι κέκριται, ἡ ἀφὴ πολλῷ πλέον κριθήσεται. Ωσπερ γὰρ ἐπὶ τῶν εἰκόνων χρῶμα γραμμῆς κινητικώτερόν ἐστιν· οὕτω καὶ ἐπὶ τῶν σωμάτων ἀφὴ θέας κινητικώτερον. Εἰ τοίνυν ἡ θέα λεπτοτέρα οὖσα κατακέκριται, ἡ ἀφὴ παχυτέρα οὖσα ἀπόλαυσις, οὐκ ἀπεικότως ἀπηγόρευται.

PISTŌ DIAKONŌ. Tōn Paroimiōn. Ti estin; ; Ho eiselthōn eis gynaika hypandron, ouk athōōthēsetai? Epeidē gegraphas; Di᾿ hēn aitian meta to gegraphthai, « Ho eiselthōn pros gynaika hypandron, ouk athōōthēsetai; ; errhethē; ; Oude pas ho haptomenos autēs? phēmi, hoti to men eiselthein elaben epi tou syneiselthein, kata to eirēmenon hypo tēs Sarrhas pros ton ᾿Abraam; ; Eiselthe pros tēn paidiskēn mou, kai teknopoiēson ex autēs. • To d' apsasthai, epi tou philein, ē ephapsasthai Ei gar kai paraballomena tę̄ synodǭ, ou dokei hamartēmata einai, alla ge alētheias dikazousēs ptaismata kai auta eikotōs an eiē. Ei gar hē periergos thea moicheia einai kekritai, hē aphē pollǭ pleon krithēsetai. Ōsper gar epi tōn eikonōn chrōma grammēs kinētikōteron estin; houtō kai epi tōn sōmatōn aphē theas kinētikōteron. Ei toinyn hē thea leptotera ousa katakekritai, hē aphē pachytera ousa apolausis, ouk apeikotōs apēgoreutai.

To Pistus the deacon. [From Proverbs. What is meant by "He who goes in to a married woman shall not be held innocent"?] Since you have written asking why, after it is written, "He who goes in to a married woman shall not be held innocent," it was said, "nor anyone who touches her," I say that "going in" was used for sexual union, as in what Sarah said to Abraham, "Go in to my maidservant and have children by her"; and "touching" for kissing or handling. For even if, compared with intercourse, these do not seem to be sins, yet when truth is the judge they too would rightly be faults. For if the curious look has been judged to be adultery, the touch will be judged so much more. Just as in paintings colour is more stirring than line, so with bodies touch is more stirring than sight. If, then, sight, which is subtler, has been condemned, touch, which is a grosser enjoyment, has not unreasonably been forbidden.

Prov 6:29 (quotation, high confidence) · Gen 16:2 (quotation, high confidence) · Matt 5:28 (allusion, high confidence)

Notes and citation

Summary: Proverbs forbids not only intercourse with a married woman but even touching her, since if a look can be adultery, touch is worse.

  • Prov 6:29; Gen 16:2; Matt 5:28. A marginal note leaked into the quotation of Gen 16:2 in the scan and was removed by a logged correction.

Notes on the original text

  • Digital text corrected (marginal note leaked into the text): τὴν παιδίσκην τὴν διαφοράν. ΒιτT. Κρον συνεισελθεῖν μου → τὴν παιδίσκην μου.

Topics: Sexual morality, Marriage

Cite (SBL): Isidore of Pelusium, Ep. 4.109 (PG 78 78:1173; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-109). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-109) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.110PG 78 78:1175

ΛΕΟΝΤΙΟ ΕΠΙΣΚΟΠΩ. Τί ἐστι· « Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί ;ι Ἐπειδὴ γέγραφας· Τί ἐστι τὸ γραφὲν παρὰ τοῦ Ἰεζεκιήλ· « Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί ; » φημὶ, ὅτι πολυεπείας μὲν χρήζει ἡ ἑρμηνεία· ὅμως, ὡς ἂν οἷός τε ὦ, συντεμὼν φράσω· Περὶ τῶν ἐν τῇ Βαβυλωνίου ἐφόδῳ ἀνασωθέντων εἰς τὰ ὄρη, ἦν τῷ προφήτῃ ὁ λόγος, ὅτι οὐδ᾽ ἂν δόξωσι διαπεφευγέναι τοὺς πολεμίους, διαφεύξονται τὴν δίκην. Ὅταν γὰρ τὰς ἐρήμους κατειληφότες ἔξω τῶν δεινῶν εἶναι ἡγήσωνται, τότε γυναϊκάς τε καὶ παῖδας καὶ τῶν ἄλλων οἰκείων τὸν ὄλεθρον θρηνοῦντες διατελοῦσι· τῷ δὲ τῶν περιστερῶν παραδείγματι τὸ περιώδυνον τῶν ψυχῶν παρέστησεν. Οἱ μὲν γὰρ βοῶντες καὶ πρὸς τοὺς πέλας τὸ πάθος ἐκφέροντες οὐ μικρὰν λαμβάνουσι τοῦ πάθους παραμυθίαν. Κουφίζεται γὰρ τρόπον τινὰ τῇ διηγήσει τὰ πάθη · οἱ δ᾽ ὑπὸ δέους, ἢ ἄλλης τινὸς αἰτίας σιγῇ τὰς συμφορὰς κατακρύπτοντες, μόνῳ δὲ τῷ στεναγμῷ τὴν ὀδύνην ἐμφαίνοντες, ἀνύποιστον ἔχουσι τοῦ κακοῦ τὴν ἔφοδον, ἅτε εἰς θεραπείαν μὲν μὴ νεύουσαν, εἰς ἐπίτασιν δὲ βλέπουσαν. Δηλῶσαι οὖν βουλόμενος τῆς τιμωρίας τὸ μέγεθος, ἀλλὰ καὶ τοῦ δέους τὴν ὑπερβολὴν, εἴγε μηδὲ ἐκβοᾷν τολμῶμεν, τῆς ὑποψίας ἀεὶ τὴν ἔφοδον τῶν πολεμίων ὀνειροπολούσης, τῇ τοιαύτῃ εἰκόνι ἐχρήσατο. · Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον. Μέγιστον τῷ Θεῷ Λόγῳ ὁ περὶ τῶν πρὸς ἀλλήλους καταλλαγῶν λόγος. Ὁ γὰρ διαλλάξας τὰ οὐράνια τοῖς ἐπιγείοις, οὗτος καὶ τὰς ἔχθρας παραλύει, μήτε φῦναι συγχωρῶν, καὶ βλαστησάσας ἀπὸ τῶν ῥιζῶν αὐτὰς κατασείων· λέγει μὲν γάρ· « Μή ὀργίζου τῷ ἀδελφῷ σου εἰκῆ. » Ἐπειδὴ δὲ οἶδε τὴν ἀνθρωπίνην ἀσθένειαν ὀλισθαίνουσαν καὶ μετὰ τὸ γενέσθαι διαλύει τὰς ῥίζας, καὶ τὸ οἰκεῖον δῶρον μένειν ἀτέλεστον ἀνέχεται, ἕως ἂν πρὸς ἑαυτοὺς σπεισώμεθα· ἔχει μὲν οὖν φιλανθρωπίαν ἀκροτάτην τὸ λεχθέν· οὐκ ἀμοιρεῖ δὲ καὶ λογισμοῦ δικαίου. Σὺ μὲν γὰρ, φησὶ, φιλανθρωπίαν ζητεῖς· ἀλλ᾿ ὁ ἡδικημένος ἐκδίκησιν. Σὺ μὲν καλεῖς ἐλεήμονα · ἀλλ᾽ ἐκεῖνος δίκαιον. Σὺ συγγνώμην αἰτεῖς, ἀλλ᾽ ἐκεῖνος μὴ βοηθηθεὶς καταβοᾷ. Παῦσον ἐκεῖνον δικαίως καταβοῶντα, καὶ οὐκ ἀμοιρήσεις τῆς ἐμῆς εὐμενείας · διάλλαξον σαυτῷ τὸν ἀδικηθέντα, καὶ τότε ἐμὲ διαλλαγῆναί σοι ἀντιβόλησον. Οὐ πιπράσκω δώρῳ ἀλλοτρίας ἐκδικήσεως δίκαιον. Οὐ νοθεύω τὸ ἀδέκαστον κριτήριον · οὐ μεταδίδωμί σοι τῷ ἀδικήσαντι τῆς εὐμενείας, ἕως ἂν ὁ ἀδικηθεὶς ὀλοφύρηται· ἐκεῖνό σοι δωροῦμαι, οὐ μικρὸν ὂν, ἀλλὰ καὶ κομιδῇ μέγιστον · ὑπερτίθημι τὴν διάγνωσιν· οὐκ ἐκφέρω εὐθὺς αὐτοτελῆ ἀπόφασιν. Δίδωμί σοι καιρὸν ἀπολογήσασθαι τῷ ἀδικηθέντι. Περὶ συντάξεως τοῦ ἀποστολικοῦ ῥήματος, ἔνθα φησί· · Κωλυόντων γαμεῖν › Ἐπειδὴ, τί ἐστι τὸ εἰρημένον τῷ Παύλῳ, « Κωλυόντων γαμεῖν· καὶ ἀπέχεσθαι βρωμάτων, ἠθέλησας μαθεῖν, ἴσθι, ὅτι τινὲς μὲν, προσποιούμενοι ἀγνοεῖν ὅτι χάρισμα γνώσεως καὶ σοφίας εἴληφε, καὶ ὅτι Ἑρμῆς εἶναι ἐνομίσθη, φασὶ μὴ κεκρατηκέναι τὸν ᾿Απόστολον τῆς φράσεως, ἀλλ᾽ εἰς τοὐναντίον περιενεχθῆναι. Τὸ γὰρ, « Κωλυόντων γαμεῖν, » κατὰ κοινοῦ θεὶς τῷ ἀπέχεσθαι εἰς τὴν ἐναντίαν ἀφώρισε τάξιν. Οὐ γὰρ ἐκώλυον ἀπέχεσθαι · ἐχρῆν γὰρ εἰπεῖν· Κωλυόντων γαμεῖν, καὶ κελευόντων ἀπέχεσθαι βρωμάτων. Εἰ μὲν οὖν καὶ ἀλλαχόσε τοῦτο ὑπέμεινεν ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ, δεδόσθω καὶ τοῦτο. Οὐ γὰρ φιλονεικητέον "Ὅρα δὲ μὴ ποτε περὶ ἓν στοιχεῖον ἢ μίαν κεραίαν σφάλμα· Κωλυόντων γαμεῖν, ἀντέχεσθαι βρωμάτων • ἢ, Κωλυόντων γαμεῖν, καὶ ἔχεσθαι βρωμάτων. Ἡ δὲ Ἐκκλησία, ὥσπερ τὸν γάμον τίμιον ἡγεῖται, οὕτω καὶ τὰ βρώματα οὐ βδελύττεται· ἀλλ᾿ οὐδὲ ἀντέχεσθαι προστάττει, ἀλλὰ μέσην χώραν καὶ τῷ γάμῳ καὶ τοῖς βρώμασιν ἀπονέμει. Κρείττων μὲν γὰρ ὁ τῆς ἀπολαύσεως αὐτῶν ὑψηλότερος· ὁ δὲ μετρίως ἀπολαύων, οὐ μεμπτός· ὁ δὲ διαβάλλων, ἔξω ἱερῶν περιβόλων ἐσκήνωται "Ὅτι δὲ πολλάκις ἓν στοιχεῖον ἢ μεταστοιχειωθὲν, ἢ παραλειφθὲν, ἢ προστεθὲν, τὸν νοῦν τῶν λεγομένων συνταράττει, δῆλόν ἐστιν ἐκ τοῦ φερομένου ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἡ ἄγγελος. • Καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους • Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. » Εἱ μὲν οὖν ἐστιν ἐπεὶ, καὶ συγκόπτεται τὸ νόημα, καὶ τούναντίον τῇ ἀποστολικῇ γνώμῃ κατασκευάζεται, καὶ τὸ, γνήσιε σύζυγε, γνησία ἐστὶ, τοῦ ἰῶτα στοιχείου ἢ προστεθέντος ἢ συγγραφομένου μὲν, μὴ συνεκφωνουμένου δέ. Καὶ τὸ ἐν ταῖς Παροιμίαις· « Ὕστερον περιπατήσει γυμνότερος ὑπέρου, ὕπερον εἰ ἔστι τοὔνομα· οὐ γὰρ εἶπε γυμνὸς ἢ γυμνότατος, ὥσπερ ὕπερον, ὅπερ, εἴτε τὸ ὕπερον εἴτε τὸ ὑπερῷον μηνύει, ὤφειλε λεχθῆναι, ἀλλὰ γυμνότερον Καὶ τὸ εἰς τὸν ψαλμὸν, «Ἔσται εἰς αὖραν,» εἰρημένον, τουτέστιν εἰς πραεῖαν καὶ ἐαρινὴν κατάστασιν μετεποιήθη, Ἔστη εἰς αὖραν. Καὶ πάλιν· «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται·, τουτέστι, καταπραΰνεῖ, καὶ καταπραϋνθήσεται ὁ κατακλυσμός. Οὐκ εἶπε τὸ, Κατοικίσει ὥς τινες οἷονται, ἀλλὰ κατοικιεῖ· ὡς τὸ, « Κατοικίζει στεῖμαν ἐν οἴκῳ· · καὶ τὸ, « Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ· · καὶ, « Σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκισάς με· • ἄλλο γὰρ τὸ οἰκίσαι. Τινὲς δ᾽ ἴσως μὴ νοήσαντες ἔγραψαν, « Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. · Ἐλέγχει δ' αὐτοὺς τὰ ἀκρόστιχα, ἀπὸ τοῦ Κύριος τὴν ἀρχὴν ἔχοντα. • Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. » Καί· « Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. » Καὶ εἰς τὰ Ἄσματα τῶν ἀσμάτων· « Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐγείρεσθε καὶ ἐξεγείρεσθε τὴν ἀγάπησιν ἕως οὗ θελήσει·· ἀντὶ τοῦ, Συγχωρῆσαι τὴν ἀγάπην εἰς ὕψος οὓς ἂν βουληθείη ἀναπτῆναι. Τὸ δὲ, ἐὰν, μὴ νοήσαντες ὅτι συγχωρήσατε ἐστὶ, μετέγραψαν, « Ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην. · Ἐχρῆν οὖν προστεθῆναι, Ἐὰν ἐγείρητε, τόδε γενήσεται, καὶ μὴ μετέωρον αὐτὸ ἀφιέναι. ᾿Αλλ' ἵνα μὴ πλέον τοῦ δέοντος μηκύνω τὴν ἐπιστολὴν, ταῦτα εἰπὼν, ἃ τὸν νοῦν τῶν Γραφῶν οὐ μόνον οὐ λυμαίνεται, ἀλλὰ καὶ συνίστησι, βέβαιον τε καὶ πάγιον ἀποφαίνει, καὶ τὴν δοκοῦσαν ἀσάφειαν διαλύει, καταπαύσω, τοῖς ἐντευξομένοις παραινῶν, ἄνευ φιλονεικίας συνιδεῖν· καὶ εἰ μὲν ὀρθῶς εἴρηται, τῷ Θεῷ χάριν εἰδέναι· εἰ δὲ μὴ, τῷ γεγραφότι συγγνώμην νεῖμαι, τῷ μὴ ἀποφηναμένῳ, ἀλλὰ τοῖς ἐντευξομένοις ἐπιτρέψαντι τὴν ψῆφον.

LEONTIO EPISKOPŌ. Ti esti; « Kai esontai epi tōn oreōn hōs peristerai meletētikai ?i Epeidē gegraphas; Ti esti to graphen para tou Iezekiēl; « Kai esontai epi tōn oreōn hōs peristerai meletētikai ? » phēmi, hoti polyepeias men chrēzei hē hermēneia; homōs, hōs an hoios te ō, syntemōn phrasō; Peri tōn en tę̄ Babylōniou ephodǭ anasōthentōn eis ta orē, ēn tǭ prophētę̄ ho logos, hoti oud᾽ an doxōsi diapepheugenai tous polemious, diapheuxontai tēn dikēn. Hotan gar tas erēmous kateilēphotes exō tōn deinōn einai hēgēsōntai, tote gynaïkas te kai paidas kai tōn allōn oikeiōn ton olethron thrēnountes diatelousi; tǭ de tōn peristerōn paradeigmati to periōdynon tōn psychōn parestēsen. Hoi men gar boōntes kai pros tous pelas to pathos ekpherontes ou mikran lambanousi tou pathous paramythian. Kouphizetai gar tropon tina tę̄ diēgēsei ta pathē ; hoi d᾽ hypo deous, ē allēs tinos aitias sigę̄ tas symphoras katakryptontes, monǭ de tǭ stenagmǭ tēn odynēn emphainontes, anypoiston echousi tou kakou tēn ephodon, hate eis therapeian men mē neuousan, eis epitasin de blepousan. Dēlōsai oun boulomenos tēs timōrias to megethos, alla kai tou deous tēn hyperbolēn, eige mēde ekboąn tolmōmen, tēs hypopsias aei tēn ephodon tōn polemiōn oneiropolousēs, tę̄ toiautę̄ eikoni echrēsato. ; Ean prospherę̄s to dōron sou epi to thysiastērion. Megiston tǭ Theǭ Logǭ ho peri tōn pros allēlous katallagōn logos. Ho gar diallaxas ta ourania tois epigeiois, houtos kai tas echthras paralyei, mēte phynai synchōrōn, kai blastēsasas apo tōn rhizōn autas kataseiōn; legei men gar; « Mē orgizou tǭ adelphǭ sou eikē. » Epeidē de oide tēn anthrōpinēn astheneian olisthainousan kai meta to genesthai dialyei tas rhizas, kai to oikeion dōron menein ateleston anechetai, heōs an pros heautous speisōmetha; echei men oun philanthrōpian akrotatēn to lechthen; ouk amoirei de kai logismou dikaiou. Sy men gar, phēsi, philanthrōpian zēteis; all᾿ ho hēdikēmenos ekdikēsin. Sy men kaleis eleēmona ; all᾽ ekeinos dikaion. Sy syngnōmēn aiteis, all᾽ ekeinos mē boēthētheis kataboą. Pauson ekeinon dikaiōs kataboōnta, kai ouk amoirēseis tēs emēs eumeneias ; diallaxon sautǭ ton adikēthenta, kai tote eme diallagēnai soi antibolēson. Ou pipraskō dōrǭ allotrias ekdikēseōs dikaion. Ou notheuō to adekaston kritērion ; ou metadidōmi soi tǭ adikēsanti tēs eumeneias, heōs an ho adikētheis olophyrētai; ekeino soi dōroumai, ou mikron on, alla kai komidę̄ megiston ; hypertithēmi tēn diagnōsin; ouk ekpherō euthys autotelē apophasin. Didōmi soi kairon apologēsasthai tǭ adikēthenti. Peri syntaxeōs tou apostolikou rhēmatos, entha phēsi; ; Kōlyontōn gamein › Epeidē, ti esti to eirēmenon tǭ Paulǭ, « Kōlyontōn gamein; kai apechesthai brōmatōn, ēthelēsas mathein, isthi, hoti tines men, prospoioumenoi agnoein hoti charisma gnōseōs kai sophias eilēphe, kai hoti Hermēs einai enomisthē, phasi mē kekratēkenai ton ᾿Apostolon tēs phraseōs, all᾽ eis tounantion perienechthēnai. To gar, « Kōlyontōn gamein, » kata koinou theis tǭ apechesthai eis tēn enantian aphōrise taxin. Ou gar ekōlyon apechesthai ; echrēn gar eipein; Kōlyontōn gamein, kai keleuontōn apechesthai brōmatōn. Ei men oun kai allachose touto hypemeinen ho thaumasios ekeinos anēr, dedosthō kai touto. Ou gar philoneikēteon "Hora de mē pote peri hen stoicheion ē mian keraian sphalma; Kōlyontōn gamein, antechesthai brōmatōn • ē, Kōlyontōn gamein, kai echesthai brōmatōn. Hē de Ekklēsia, hōsper ton gamon timion hēgeitai, houtō kai ta brōmata ou bdelyttetai; all᾿ oude antechesthai prostattei, alla mesēn chōran kai tǭ gamǭ kai tois brōmasin aponemei. Kreittōn men gar ho tēs apolauseōs autōn hypsēloteros; ho de metriōs apolauōn, ou memptos; ho de diaballōn, exō hierōn peribolōn eskēnōtai "Hoti de pollakis hen stoicheion ē metastoicheiōthen, ē paraleiphthen, ē prostethen, ton noun tōn legomenōn syntarattei, dēlon estin ek tou pheromenou en tais Praxesi tōn apostolōn; Ei de pneuma elalēsen autǭ, hē angelos. • Kai to en tę̄ pros Hebraious • Ei men oun teleiōsis dia tēs Leuïtikēs hierōsynēs ēn. » Hei men oun estin epei, kai synkoptetai to noēma, kai tounantion tę̄ apostolikę̄ gnōmę̄ kataskeuazetai, kai to, gnēsie syzyge, gnēsia esti, tou iōta stoicheiou ē prostethentos ē syngraphomenou men, mē synekphōnoumenou de. Kai to en tais Paroimiais; « Hysteron peripatēsei gymnoteros hyperou, hyperon ei esti tounoma; ou gar eipe gymnos ē gymnotatos, hōsper hyperon, hoper, eite to hyperon eite to hyperǭon mēnyei, ōpheile lechthēnai, alla gymnoteron Kai to eis ton psalmon, «Estai eis auran,» eirēmenon, toutestin eis praeian kai earinēn katastasin metepoiēthē, Estē eis auran. Kai palin; «Kyrios ton kataklysmon katoikiei, kai kathieitai;, toutesti, katapraÿnei, kai katapraÿnthēsetai ho kataklysmos. Ouk eipe to, Katoikisei hōs tines hoiontai, alla katoikiei; hōs to, « Katoikizei steiman en oikǭ; ; kai to, « Kyrios katoikizei monotropous en oikǭ; ; kai, « Sy, Kyrie, katamonas ep' elpidi katǭkisas me; • allo gar to oikisai. Tines d᾽ isōs mē noēsantes egrapsan, « Kai kathieitai Kyrios basileus eis ton aiōna. ; Elenchei d' autous ta akrosticha, apo tou Kyrios tēn archēn echonta. • Kyrios basileus eis ton aiōna. » Kai; « Kyrios ischyn tǭ laǭ autou dōsei. Kyrios eulogēsei ton laon autou en eirēnę̄. » Kai eis ta Asmata tōn asmatōn; « Hōrkisa hymas, thygateres Hierousalēm, egeiresthe kai exegeiresthe tēn agapēsin heōs hou thelēsei;; anti tou, Synchōrēsai tēn agapēn eis hypsos hous an boulētheiē anaptēnai. To de, ean, mē noēsantes hoti synchōrēsate esti, metegrapsan, « Ean egeirēte kai exegeirēte tēn agapēn. ; Echrēn oun prostethēnai, Ean egeirēte, tode genēsetai, kai mē meteōron auto aphienai. ᾿All' hina mē pleon tou deontos mēkynō tēn epistolēn, tauta eipōn, ha ton noun tōn Graphōn ou monon ou lymainetai, alla kai synistēsi, bebaion te kai pagion apophainei, kai tēn dokousan asapheian dialyei, katapausō, tois enteuxomenois parainōn, aneu philoneikias synidein; kai ei men orthōs eirētai, tǭ Theǭ charin eidenai; ei de mē, tǭ gegraphoti syngnōmēn neimai, tǭ mē apophēnamenǭ, alla tois enteuxomenois epitrepsanti tēn psēphon.

To Leontius the bishop. [What is meant by "And they shall be on the mountains like moaning doves"?] Since you have written asking what is meant by Ezekiel's words, "And they shall be on the mountains like moaning doves," I say that the interpretation needs many words; yet, as far as I can, I shall put it briefly. The prophet was speaking of those who escaped to the mountains during the Babylonian's attack: even if they seem to have escaped the enemy, they will not escape justice. For when they have taken refuge in the wilderness and think they are out of danger, then they will keep lamenting the destruction of their wives, children, and other relatives; and by the example of the doves he presented the anguish of their souls. Those who cry aloud and pour out their suffering to their neighbours receive no small consolation for it; for sufferings are in a way lightened by being told. But those who, from fear or some other cause, hide their misfortunes in silence and show their pain only by groaning, find the onset of the evil unbearable, since it does not turn toward healing but grows more intense. Wishing, then, to show the greatness of the punishment and also the excess of fear, when people do not even dare to cry out, since suspicion is always dreaming of the enemy's attack, he used such an image. [Letter 4.111] [On "If you are offering your gift at the altar."] For God the Word, the word about reconciliation with one another is of the greatest importance. He who reconciled heavenly things with earthly also dissolves enmities, neither allowing them to grow nor failing to shake them out by the roots when they sprout. For he says, "Do not be angry with your brother without cause." But since he knows that human weakness slips, he dissolves the roots even after it has happened, and allows his own gift to remain unfinished until we make peace with one another. The saying has the highest love for humankind; but it does not lack just reasoning either. "You," he says, "seek kindness, but the one you wronged seeks vindication. You call on the Merciful, but he calls on the Just. You ask for pardon, but he, finding no help, cries out against you. Stop him from crying out justly, and you will not lack my favour; reconcile the one you wronged to yourself, and then entreat me to be reconciled to you. I do not sell for a gift what is just in another's vindication. I do not corrupt the incorruptible court. I do not give you, the wrongdoer, a share in my favour while the one you wronged is lamenting. This I give you, which is not small but very great: I postpone the trial; I do not at once bring a final sentence. I give you time to make amends to the one you wronged." [Letter 4.112] [On the construction of the Apostle's saying, where he says, "forbidding to marry."] Since you wished to learn what Paul's saying, "forbidding to marry and to abstain from foods," means, know that some, pretending not to know that he received the gift of knowledge and wisdom and was thought to be Hermes, say that the Apostle did not master his phrasing but was carried round to the opposite meaning. For by setting "forbidding" in common with "to abstain" he gave it the opposite sense: they did not forbid abstaining; he ought to have said, "forbidding to marry, and commanding to abstain from foods." If, then, that wonderful man suffered this elsewhere as well, let this be granted too; one must not be contentious. But see whether the error is not perhaps a matter of one letter or one stroke: "forbidding to marry, and to hold to foods," or "forbidding to marry, and holding to foods." The Church, just as it regards marriage as honourable, does not abhor foods either; but neither does it command clinging to them; it assigns a middle place to marriage and to foods alike. One who rises above enjoying them is better; one who enjoys them moderately is not to be blamed; but one who slanders them has pitched his tent outside the sacred precincts. That one letter changed, left out, or added often confuses the sense of what is said is clear from what is found in the Acts of the Apostles: "If a spirit or an angel spoke to him." And in the Letter to the Hebrews: "If, then, perfection were through the Levitical priesthood": if it is read "since," the thought is cut short and the opposite of the Apostle's meaning is produced. And "true yokefellow" becomes feminine, "true" (γνησία), when the letter iota is either added, or written but not pronounced. And the saying in Proverbs, "Afterwards he will walk about more naked than a pestle," if "pestle" is the noun: for he did not say "naked" or "most naked" as a pestle is, which ought to have been said whether it means a pestle or an upper room, but "more naked." And what was said in the psalm, "It will be for a breeze," that is, it was changed into a gentle and springlike state, was altered to "It stood for a breeze." And again: "The Lord will settle the flood, and it will be put down," that is, he will calm it, and the flood will be calmed. He did not say "he will found," as some think, but "he will settle"; as in "He settles the barren woman in a house," and "The Lord settles the solitary in a house," and "You, Lord, alone have made me dwell in hope"; for "to found" is something else. Some, perhaps not understanding, wrote, "And the Lord will sit as king forever." But they are refuted by the beginnings of the lines, which start with "Lord": "The Lord is king forever," and "The Lord will give strength to his people; the Lord will bless his people with peace." And in the Song of Songs: "I have adjured you, daughters of Jerusalem: let it rouse and awaken love until it please," in place of "Allow love to fly up to whatever height it may wish." But not understanding that "let" here means "allow," they changed it to "If you rouse and awaken love." Then something should have been added: "If you rouse it, this will happen," and the sentence should not have been left hanging. But so as not to lengthen the letter beyond what is needed, having said these things, which not only do not spoil the sense of the Scriptures but even establish it, show it firm and fixed, and dissolve the apparent obscurity, I shall stop, urging those who read it to consider it without contentiousness; and if it is rightly said, to give thanks to God; if not, to pardon the writer, who did not pronounce a verdict but left the vote to his readers.

Textual problem in this passage: see the notes.

Ezek 7:16 (quotation, high confidence) · Matt 5:22 (quotation, high confidence) · Matt 5:23–24 (quotation, high confidence) · 1 Tim 4:3 (quotation, high confidence) · Acts 14:12 (allusion, high confidence) · Acts 23:9 (quotation, high confidence) · Heb 7:11 (quotation, high confidence) · Phil 4:3 (quotation, high confidence) · Prov 23:31 (quotation, medium confidence) · Ps 107:29 (106:29 LXX) (quotation, high confidence) · Ps 29:10–11 (28:10-Ps LXX) (quotation, high confidence) · Ps 113:9 (112:9 LXX) (quotation, high confidence) · Ps 68:6 (67:7 LXX) (quotation, high confidence) · Ps 4:8 (4:9 LXX) (quotation, high confidence) · Song 2:7 (quotation, high confidence)

Notes and citation

Summary: Three letters: Ezekiel's moaning doves are the fugitives who grieve in fearful silence; Christ makes reconciliation with a wronged brother the condition of acceptable worship; Isidore defends 1 Tim 4:3 and several other passages as matters of one letter or of punctuation, and affirms that marriage and food are honourable.

  • Ezek 7:16 LXX.
  • The headings of Letters 4.111 and 4.112 were lost in the scan; they begin at the bracketed markers, without their addressees. Matt 5:22–24.
  • 1 Tim 4:3; Paul as Hermes, Acts 14:12; Acts 23:9; Heb 7:11; Phil 4:3; Prov 23:31 LXX; Ps 107:29 (106:29 LXX); Ps 29:10–11 (28:10–11 LXX); Ps 113:9 (112:9 LXX); Ps 68:6 (67:7 LXX); Ps 4:8 (4:9 LXX); Song 2:7 LXX. Isidore's arguments turn on Greek letters, accents, and word division, and several are compressed in the printed text; they are translated by sense. On Phil 4:3 he notes the reading that would make the "yokefellow" a woman, without saying which he prefers.
  • Marginal notes from the edition (repeated quotations and a page number, 474) leaked into this passage in the scan; they were removed by logged corrections. The statements on marriage and abstinence are translated as written.

Notes on the original text

  • Digital text corrected (Latin letter inside a Greek word (OCR); OCR slip; end of a marginal note leaked into the text; footnote marker leaked into the text; marginal note leaked into the middle of a word; marginal note leaked into the text; marginal notes (repeated quotations) leaked into the text; page number and marginal note leaked into the text; stray letters in the OCR; word split in the OCR): περιστεραὶ στ μελετητικαί → περιστεραὶ μελετητικαί; χρή ζει → χρήζει; θρη νοῦντες → θρηνοῦντες; ἔχουσε τοῦ → ἔχουσι τοῦ; ὀνειροπο λούσης → ὀνειροπολούσης; οὐ μικρὸν ὂv → οὐ μικρὸν ὂν; Περὶ (α) συντάξεως → Περὶ συντάξεως; συνταράτ τει → συνταράττει; Κύ γνήσιε σύζυγε, Εt : ριος → Κύριος; Ἐλέγχει δ' αὐτοὺς Κατοικίζει στεῖραν ἐν οἴκῳ, κίζει μονοτρόπους ἐν οἴκῳ · Κύριε, καταμόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με· - ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν τὰ ἀκρόστιχα → Ἐλέγχει δ' αὐτοὺς τὰ ἀκρόστιχα; ἃ τὸν : 474 Καὶ καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, νοῦν → ἃ τὸν νοῦν; καὶ ἐὰν, Συγχωρήσατε · Ἐὰν ἐγείρητε καὶ ἐξσυνίστησι → καὶ συνίστησι; τὴν ψῆφον. εγείρητε τὴν ἀγάπην, → τὴν ψῆφον..

Topics: Interpreting Scripture, Scripture and canon, Prophecy and fulfilment, Worship, Forgiveness of sins, Marriage, Asceticism

Cite (SBL): Isidore of Pelusium, Ep. 4.110 (PG 78 78:1175; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-110). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-110) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.113PG 78 78:1183

ΟΥΡΑΝΙΩ ΔΙΑΚΟΝΩ. Εἰς τὸ, « Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία. Ἐπειδὴ γέγραφας, νομίζω εἰς τοὺναντίον οὗ προείρηται εἶπον περιτετράφθαι τὸν Παῦλον, Τι ἐστι, « Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μὴ ποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος; · ἀντεπιστέλλω, ὅτι τὸ μή ποτε, τότε ἐστὶ, μιᾶς κεραίας ἑνὶ στοιχείῳ, ὑπό τινων ἴσως ἀμαθῶς προστεθείσης · οὕτω γὰρ εὗρον καὶ ἐν παλαιοῖς ἀντιγράφοις. Οὐ γὰρ ἂν θείῳ πνεύματι κοσμηθεὶς, καὶ Ἑρμῆς εἶναι νομιζόμενος, εἰς τοὐναντίον περιετράπη· · Ἐπειδὴ μή ποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος, μετὰ θάνατον βεβαιοῦται. » Εἰ δὲ μή ποτε κέοιτο, εἰς τὸ μὴ τὸν τόνον ἀναπεμπτέον, ἀλλ᾽ εἰς τὸ μὴ ποτε, ἵνα μηδαμῶς.

OURANIŌ DIAKONŌ. Eis to, « Diathēkē gar epi nekrois bebaia. Epeidē gegraphas, nomizō eis tounantion hou proeirētai eipon peritetraphthai ton Paulon, Ti esti, « Diathēkē gar epi nekrois bebaia; epei mē pote ischyei hote zę̄ ho diathemenos? ; antepistellō, hoti to mē pote, tote esti, mias keraias heni stoicheiǭ, hypo tinōn isōs amathōs prostetheisēs ; houtō gar heuron kai en palaiois antigraphois. Ou gar an theiǭ pneumati kosmētheis, kai Hermēs einai nomizomenos, eis tounantion perietrapē; ; Epeidē mē pote ischyei hote zę̄ ho diathemenos, meta thanaton bebaioutai. » Ei de mē pote keoito, eis to mē ton tonon anapempteon, all᾽ eis to mē pote, hina mēdamōs.

To Uranius the deacon. [On "For a will is valid at death."] Since you have written, as though Paul had been turned round to the opposite of what he had said before, asking what "For a will is valid at death, since it is never in force while the testator lives" means, I write back that "never" (μή ποτε) is "not then" (μὴ τότε), one stroke having been added to one letter, perhaps through ignorance, by some; for so I found it also in ancient copies. For a man adorned with the divine Spirit, and thought to be Hermes, would not have been turned round to the opposite meaning: "Since it is not then in force, while the testator lives, it is confirmed after death." But if "μή ποτε" stands, the accent should not be thrown back on "μή" (as in "lest perhaps"), but it should be read "μὴ ποτέ," meaning "not at all."

Heb 9:17 (quotation, high confidence) · Acts 14:12 (allusion, medium confidence)

Notes and citation

Summary: Isidore resolves an apparent contradiction in Heb 9:17 by a one-letter reading ("not then" for "never") or by accenting the words to mean "not at all."

  • Heb 9:16–17; Paul as Hermes, Acts 14:12. The opening clause is garbled in the scan and is translated by sense; Isidore's point turns on Greek letters and accents.

Topics: Interpreting Scripture, Scripture and canon

Cite (SBL): Isidore of Pelusium, Ep. 4.113 (PG 78 78:1183; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-113). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-113) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.114PG 78 78:1185

ΗΡΩΝΊ ΠΡΕΣΒΥΤΕΡΩ. Εἰς τὸ γεγραμμένον· « "Ωσπερ οὐχ ὅμοια πρόσώπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων. Εἰ· καὶ πᾶσαι ἀρεταὶ ἐπέραστοι τοῖς τῶν καλῶν μὴ ἀνεράστοις, ἀλλ᾽ οὖν γε περί τινας αὐτῶν μᾶλλόν τινες διετέθησαν. Οἱ μὲν γὰρ τὴν σωφροσύνην, οἱ δὲ τὴν δικαιοσύνην, οἱ δὲ τὴν φρόνησιν, οἱ δὲ τὴν ἀνδρείαν, οἱ δὲ ἄλλας ἀρετὰς κατ᾿ ἐξαίρετον τετιμήκασιν, οἱ τῶν ἄλλων ἀπολειφθέντες, ἀλλ᾽ ἀπὸ τούτων γνωριμώτεροι καταστάντες. Οἷον (ἵνα ἓν αὐτῶν, ἢ δεύτερον, ἢ τρίτον εἰς μέσον ἀγάγωμεν), σωφρονέστατος εἶναι λέγεται ὁ Ἰωσὴφ, καίτοι πολλὰς ἀρετὰς ἄλλας ἀσκήσας· φιλόξενος καὶ πιστὸς Ἀβραὰμ, καίτοι ἐν ἄλλοις πολλοῖς κομῶν ἀγαθοῖς• ἀνδρεῖος ὁ Ἰὼβ, καίτοι πᾶσαν ἐπελθὼν ἀρετήν· ἀπὸ γὰρ τοῦ πλείστου δυναμοῦντος, ἐξενίκησεν ἑκάστῳ τοὔνομα Ὅτι δὲ ταῦτα οὕτως ἔχει, τὸν κανόνα τῆς ἀληθείας, τὰς θείας φημὶ Γραφὰς κατοπτεύσωμεν. Τί οὖν φησιν « Ὥσπερ οὐκ ἔστιν ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων.» Ὢ τοῦ θαύματος! ὁ αὐτὸς ἔνεστι πᾶσι χαρακτήρ, καὶ ἐν τοσαύτῃ πληθύῖ διαφορά πάντως ἔνεστι προσώπων, ὡς ἀσύγχυτον τοῖς ὁρῶσιν εἶναι τὴν γνῶσιν. Εἰ γὰρ καί ποτε ἕν τισιν ἐνεῖναι δόξει ὁμοιότης, ἀλλ' εὑρεθήσεταί τι πάντως τὸ διορίζον. Εἰ γὰρ καὶ εὐόφθαλμοί εἰσι πολλοί, ἀλλὰ κὰν τούτοις ἐστὶ διαφορά. Οἱ μὲν γὰρ χαροποὶ, οἱ δ᾽ οἰνίζοντες, οἱ δὲ μελανόμματοι εὑρίσκονται, οἱ δὲ καὶ λευκοί. ᾿Αλλὰ καὶ ἐν θριξὶν ἰδιότης ἐστίν· εἰ δὲ καὶ σιμοὶ, ἀλλ᾿ οὐ πάντες ὁμοίως· ἀλλ᾽ ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο τὸ μέλος κάλλιον ἔχει· καὶ ὁ μὲν λευκὸς, ὁ δὲ μέλας· καὶ πάντως ἐστὶ τὸ διορίζον. Οὐ γὰρ πάντα οἷον εἰπεῖν· οὕτω καὶ αἱ καρδίαι τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσι τὰ αὐτὰ ἀρέσκει· ἀλλὰ τοῖς μὲν ταῦτα, τοῖς δ' ἐκεῖνα. Καὶ αὐτοὶ δὲ οἱ τῶν αὐτῶν ἐρασταὶ οὐχ ὁμοίως περὶ τὰ ἐπέραστα ἔχουσιν· ἀλλ᾽ οἱ μὲν μειζόνων, οἱ δὲ μετρίων ἐφίενται. Πόσοι σώφρονές εἰσιν! ἀλλ' οὐχ ὁμοίως. Οἱ μὲν γὰρ τὴν παρθενίαν, οἱ δὲ τὴν ἐγκράτειαν, οἱ δὲ τὸν ἔντιμον γάμον ἡσπάσαντο. Πόσοι ἐλεήμονες! ἀλλ᾽ ἑαυτῶν διαφέρουσι. Πόσοι δίκαιοι! ἀλλὰ διαλλάττουσιν. Οὐ μόνον ἐπὶ τῶν ἀρετῶν ἀλλὰ καὶ ἐπὶ τῶν κακιῶν τὸ αὐτὸ ἔστιν ἰδεῖν. Πόσοι εἰσὶ κάκιστοι! ἀλλὰ διορισμῷ γνωρίζονται. Πόσοι λάγνοι ! ἀλλ᾽ οὐ πάντες τοῖς αὐτοῖς ἑάλωσαν. Εἰ δὲ καὶ τοῖς αὐτοῖς ἁλοῖεν, ἀλλ᾽ οὐ πάντες ὁμοίως διάκεινται· ἀλλὰ οἱ μὲν ταῖς κατὰ φύσιν, οἱ δὲ ταῖς ὑπερορίαις τέρπονται ἡδοναῖς· οἱ μὲν εἰς τὴν ἔννομον φύσιν παροινοῦσιν· οἱ δὲ καὶ τὴν ἐδραστήριον ὑβρίζουσιν. Οἱ μὲν ψοφοδεεῖς εἰσιν· οἱ δὲ ῥιψοκίνδυνοι. Οἱ μὲν φειδωλοί · οἱ δὲ ἄσωτοι. Οἱ μὲν οὐδὲ λόγου ἀκοῦσαι δύνανται· οἱ δὲ οὐδὲ τὰς τιμωρίας φρίττουσιν. Οἱ μὲν κόλακές εἰσιν· οἱ δὲ κολακεύεσθαι βούλονται. Οἱ μὲν μέθῃ ἥδονται· οἱ δὲ θέαις. Οἱ μὲν ᾠδαῖς, οἱ δὲ θρήνοις· οἱ μὲν ἐν ταῖς ἐρήμοις, οἱ δὲ ἐν ταῖς πόλεσι ληστεύουσιν. Οἱ μὲν φονῶσιν· οἱ δὲ οὐδὲ ἄλογον σφαττόμενον ἰδεῖν ὑπομένουσιν. Οἱ μὲν δειλοί εἰσιν· οἱ δὲ θρασεῖς. ᾿Αλλ' εἰ πάντα τὰ ἁμαρτήματα καταριθμήσασθαι ἐπιχειρήσαιμι, οὐδ᾽ εἰ παύσασθαι βουλοίμην, δυναίμην. Διὸ ἐκθειάσας τὰς ἱερὰς καὶ θείας Γραφὰς, καταπαύσω, Εἰς τὸ συγκριτικὸν περὶ μοιχείας καὶ κλοπῆς γεγραμμένον· · Ἐὰν ἀλῷ τις κλέπτων. Ἔοικας ἀγνοεῖν, ὅτι ἐπὶ τῶν ὁμογενῶν οὐχ ἐπὶ τῶν ἑτερογενῶν ὁ συγκριτικός χαρακτήρ λαμβάνεται οὐκ εἰς τὴν ἐναντίαν τάξιν ἐξωθῶν τὰ συγκρινόμενα· ἀλλ᾽ ἐλάττωσιν ἐμφαίνων καὶ ὑπεροχήν. Ὥσπερ γὰρ ἐν τοῖς πταίσμασι τὸ μὲν ἔστι κακὸν, τὸ δὲ κάκιον, τὸ δὲ κάκιστον (κακὸν μὲν γὰρ ἡ κλοπή· κάκιον δὲ ἡ πορνεία· κάκιστον δὲ ἡ μοιχεία)· οὕτως κὰν τοῖς κατορθώμασι, τὸ μὲν καλὸν, τὸ δὲ κάλλιον, τὸ δὲ κάλλιστον· καλὸν μὲν γὰρ ὁ γάμος· κάλλιον δὲ ἡ ἐγκράτεια, κάλλιστον δὲ ἡ παρθενία Τὸ οὖν τοῦ καλλίστου ἔλαττον, οὐκ εἰς τὴν ἐναντίαν ἐξωθεῖται τάξιν, ἀλλ᾽ εἰς τὴν ἐλάττονα μὲν, τὴν αὐτὴν δέ. Οὐ γὰρ ἄν τις σωφρονῶν τῇ πορνείᾳ τὴν παρθενίαν παραβάλλοι, ἀλλὰ τὴν ἐγκράτειαν καὶ τὸν τίμιον γάμον. Καὶ ἡ Γραφὴ δὲ κλοπῆς καὶ μοιχείας σύγκρισιν ποιουμένη, ἔφη· « Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ, ἵνα ἐκπλήσῃ ψυχὴν πεινῶσαν. Ὁ δὲ μοιχὸς δι' ἕνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. » Οὐ γὰρ συγγνώμην παρέχουσα τῷ κλέπτοντι, καὶ ἀπολύουσα αὐτὸν τῶν ἐγκλημάτων, τοῦτο ἔφη· ἀλλὰ τῇ μοιχείᾳ, κακίστῃ οὔσῃ, τὴν κλοπὴν παραβάλλουσα, ἡμερωτέραν αὐτὴν ἔφη εἶναι καὶ κουφοτέραν, καὶ μάλιστα ὅταν ὑπὸ πενίας τίκτηται. Περὶ Λαζάρου καὶ τοῦ πλουσίου. Ἕοικας τεθορυβῆσθαι, διὰ τὸ ἀκηκοέναι, ὅτι ἐνταῦθα καὶ ὁ Λάζαρος τὰ πταίσματα, καὶ ὁ πλούσιος τὰ κατορθώματα ἀπείληφεν· ἀλλ᾽ εἰ προσεῖχες τῷ εἰρημένῳ, οὐκ ἂν ἔπαθες. Τὸ γὰρ μὴ εἰπεῖν, ἔλαβες, ἀλλ᾽ ἀπέλαβες (τὸ μὲν γὰρ χάριν μηνύει, τὸ δὲ ἀμοιβὴν), πᾶσαν σαφηνίζει καὶ ἐγγυᾶται τὴν ἔννοιαν, τὴν παρ᾿ ἡμῶν εἰρημένην. Ὅτι δὲ οὐ μόνον οἱ εἰς ἄκρον ἀρετῆς ἐληλακότες ἔχουσιν ἀνθρώπινόν τι πταῖσμα ( μόνον γὰρ τὸ Θεῖον ἀναμάρτητον), ἀλλὰ καὶ οἱ εἰς τὸν πυθμένα τῆς κακίας ἐμπεπτωκότες, ἔχουσί τι κατόρθωμα, ἡ ἱερὰ κηρύττει Γραφή· περὶ μὲν ἐκείνων λέγουσα· « Τίς καυχήσεται, ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τις παῤῥησιάσεται, καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; ο περὶ δὲ τούτων, ὅτι Ὁ κριτὴς ἀδικίας, ὁ ) μήτε Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπόμενος, ἐποίησέ τι χρηστὸν, τὴν συνεχῶς προσιοῦσαν αὐτῷ χήραν ἐλεήσας, καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσιν. Εἰ τοίνυν καὶ ἐν τοῖς λίαν ἀρίστοις εὑρίσκεταί τις μέμψις, καὶ ἐν τοῖς κακίστοις ἀρετή· τί θαυμάζεις, εἰ ἐνταῦθα διαλυσάμενοι ἑκάτεροι, ἐκεῖσε ἀπηνέχθησαν, ὁ μὲν γυμνὸς ἁμαρτημάτων, ὁ δὲ ἔρημος κατορθωμάτων ; Διὸ ὁ μὲν καθαρὰν ἐτρύγα τὴν εὐφροσύνην· ὁ δὲ ἀπαραμύθητον ὑπέμενε τὴν τιμωρίαν. Διὰ τι ὁ νόμος τοὺς λεπρῶντας, ἢ ἑτέρους νοσήματα ἀκούσια νοσοῦντας, ἔξω εἶναι τῶν ἱερῶν περιβόλων προσέταξεν Ἕοικας οὐκ ἀποδέχεσθαι τοὺς ἐπὶ τὰς θεωρίας τοὺς ἀναγινώσκοντας παρακαλοῦντας. Σοφωτέρους γὰρ, ὡς ἔφης, τῶν Γραφῶν ἑαυτοὺς ἡγούμενοι, εἰς ἅπερ βούλονται μετακομίζοντες τὰ θεῖα Λόγια, πολλὰ σφάλλουσι τοὺς ἀκούοντας. Ἐγὼ δ' οὔτ᾽ ἐκείνους αἰτιασαίμην, εἰ σοφόν τι ἐξευρεῖν ἐπαγγέλλονται, οὔτε σὲ, μὴ βουλόμενον, ἀλληγορεῖν ἀναγκάσαιμι, ἀλλ' ἐξ εὐθείας τὴν ἀπολογίαν ποιησαίμην. Ἔφης γάρ· Τοῦ χάριν ὁ νομοθέτης τοὺς λεπρῶντας, καὶ ἕτερα νοσήματα ἀκούσια νοσοῦντας, ἔξω εἶναι ἱερῶν περιβόλων ἐθέσπισεν; ῎Ακουε δὴ συντόμως, συναγαγών σου τὸν νοῦν (οὐ γὰρ θέμις σαφῶς τὰ τῆς φύσεως δημοσιεύειν μυστήρια)· Ὅτι τὰς ἀκρασίας τῶν γονέων ἀναστέλλων, καὶ ταῖς ἡδοναῖς χαλινοὺς ἐπιτιθεὶς, καὶ μέτρα ὁρίζων ταῖς συνουσίαις, τοῦτο προσέταξεν. Ἐπειδὴ γὰρ πολλοὶ ὅτε οὐ θέμις συνέρχονται, καὶ ἐκ τῆς ἀκαίρου συνουσίας ἀκάθαρτα καὶ δυσεχθή τίκτονται σώματα, ἵνα μὴ τοῦτο γένηται, ἐφρόντισεν. Ὅτι δὲ οὐ τοῖς τεχθεῖσιν, ἀλλὰ τοῖς τεκοῦσι μᾶλλον μεγίστην φέρει κόλασιν, οὐδεὶς, ὡς οἶμαι, ἀγνοεῖ. Οἱ μὲν γὰρ οὐδὲ τιμωρίαν ἴσως ἡγοῦνται τὸ πρᾶγμα, τῆς συνηθείας τὴν κόλασιν ἐκλυούσης· οἱ δ᾽ ἀνήκεστον ὑπομένουσι τιμωρίαν, οὓς ηὔχοντο ἀμείνους ἑαυτῶν εἶναι, τούτους εἰργομένους ἱερῶν συνόδων θεώμενοι. Καὶ τοῖς μὲν τὸ εἶναι ἀκούσιον τὸ πάθος ἐξευμαρίζει τὴν συμφοράν· τοῖς δὲ τὸ συνειδέναι ὅτι τῆς ἀκρασίας αὐτῶν ἐστι σύμβολον ἑκουσίου, ἀνύποιστον ποιεῖ τὴν ὀδύνην. Εἰς τὸ· « Καὶ ποτήριον ψυχροῦ διδόναι. Ἔοικας καὶ σαυτὸν παραλογίζεσθαι, καὶ τὰς θείας παρερμηνεύειν Γραφάς. Τὸ γὰρ « διδόναι ποτήριον ψυχροῦ, ὁ πρὸς τοὺς τοῦτο μόνον ἔχοντας βλέπει, οὐ πρὸς τοὺς πλούτῳ κομῶντας, τοὺς καὶ ἄμφια δυναμένους τοῖς ὑπὸ λιμοῦ καὶ νόσου καὶ γυμνότητος πολιορκουμένοις ὀρέγειν. Καὶ μὴ θαύμαζε, εἰ ὁ ὕδωρ παρέχων, οὐκ ἀμισθὶ τοῦτο ποιεῖ. Οὐ γὰρ ἀπὸ τῆς δόσεως, ἀλλ᾽ ἀπὸ τῆς προαιρέσεως ἡ ἐλεημοσύνη κρίνεται· ὁπότε καὶ ὁ λόγος ἀποδοχῆς ἀξιοῦται. • Ἰδοὺ γὰρ, φησὶ, λόγος ὑπὲρ δόμα ἀγαθόν. » ᾿Αλλ' εἰ καὶ εἴρηται «᾿Αμφότερα δὲ παρ᾿ ἀνδρὶ κεχαριτωμένῳ·· τούτῳ δηλονότι, ᾧ καὶ τὸ δοῦναι δυνατόν. Εἰ γὰρ τοσοῦτον τὸ δοθὲν, ὅσον ἡ περιουσία καὶ ἡ προαίρεσις τοῦ παρέχοντος ζητεῖται. Πολλοὶ μὲν γὰρ ἀπὸ πολλῶν ὀλίγα, πολλοὶ δὲ ἀπὸ ὀλίγων πολλὰ παρέχουσιν. Οὐ γὰρ τὸ μέτρον τῶν διδομένων, ἀλλ᾿ ἡ τῶν παρεχόντων περιουσία τοιαύτη κρίνεται. Διὸ καὶ ἡ τὰ δύο λεπτὰ εἰσαγαγοῦσα, πάντας ὑπερηκόντισε τοὺς πολλὰ προσοίσαντας · οἱ μὲν γὰρ μέρος προσήνεγκαν, ἡ δὲ πᾶσαν αὐτῆς τὴν ὑπόστασιν ἀφιέρωσεν.

ĒRŌNI PRESBYTERŌ. Eis to gegrammenon; « "Ōsper ouch homoia prosōpa prosōpois, houtōs oude hai kardiai tōn anthrōpōn. Ei; kai pasai aretai eperastoi tois tōn kalōn mē anerastois, all᾽ oun ge peri tinas autōn mallon tines dietethēsan. Hoi men gar tēn sōphrosynēn, hoi de tēn dikaiosynēn, hoi de tēn phronēsin, hoi de tēn andreian, hoi de allas aretas kat᾿ exaireton tetimēkasin, hoi tōn allōn apoleiphthentes, all᾽ apo toutōn gnōrimōteroi katastantes. Hoion (hina hen autōn, ē deuteron, ē triton eis meson agagōmen), sōphronestatos einai legetai ho Iōsēph, kaitoi pollas aretas allas askēsas; philoxenos kai pistos Abraam, kaitoi en allois pollois komōn agathois• andreios ho Iōb, kaitoi pasan epelthōn aretēn; apo gar tou pleistou dynamountos, exenikēsen hekastǭ tounoma Hoti de tauta houtōs echei, ton kanona tēs alētheias, tas theias phēmi Graphas katopteusōmen. Ti oun phēsin « Hōsper ouk estin homoia prosōpa prosōpois, houtōs oude hai kardiai tōn anthrōpōn.» Ō tou thaumatos! ho autos enesti pasi charaktēr, kai en tosautę̄ plēthui diaphora pantōs enesti prosōpōn, hōs asynchyton tois horōsin einai tēn gnōsin. Ei gar kai pote hen tisin eneinai doxei homoiotēs, all' heurethēsetai ti pantōs to diorizon. Ei gar kai euophthalmoi eisi polloi, alla kan toutois esti diaphora. Hoi men gar charopoi, hoi d᾽ oinizontes, hoi de melanommatoi heuriskontai, hoi de kai leukoi. ᾿Alla kai en thrixin idiotēs estin; ei de kai simoi, all᾿ ou pantes homoiōs; all᾽ ho men touto, ho de ekeino to melos kallion echei; kai ho men leukos, ho de melas; kai pantōs esti to diorizon. Ou gar panta hoion eipein; houtō kai hai kardiai tōn anthrōpōn; ou gar pasi ta auta areskei; alla tois men tauta, tois d' ekeina. Kai autoi de hoi tōn autōn erastai ouch homoiōs peri ta eperasta echousin; all᾽ hoi men meizonōn, hoi de metriōn ephientai. Posoi sōphrones eisin! all' ouch homoiōs. Hoi men gar tēn parthenian, hoi de tēn enkrateian, hoi de ton entimon gamon hēspasanto. Posoi eleēmones! all᾽ heautōn diapherousi. Posoi dikaioi! alla diallattousin. Ou monon epi tōn aretōn alla kai epi tōn kakiōn to auto estin idein. Posoi eisi kakistoi! alla diorismǭ gnōrizontai. Posoi lagnoi ! all᾽ ou pantes tois autois healōsan. Ei de kai tois autois haloien, all᾽ ou pantes homoiōs diakeintai; alla hoi men tais kata physin, hoi de tais hyperoriais terpontai hēdonais; hoi men eis tēn ennomon physin paroinousin; hoi de kai tēn edrastērion hybrizousin. Hoi men psophodeeis eisin; hoi de rhipsokindynoi. Hoi men pheidōloi ; hoi de asōtoi. Hoi men oude logou akousai dynantai; hoi de oude tas timōrias phrittousin. Hoi men kolakes eisin; hoi de kolakeuesthai boulontai. Hoi men methę̄ hēdontai; hoi de theais. Hoi men ǭdais, hoi de thrēnois; hoi men en tais erēmois, hoi de en tais polesi lēsteuousin. Hoi men phonōsin; hoi de oude alogon sphattomenon idein hypomenousin. Hoi men deiloi eisin; hoi de thraseis. ᾿All' ei panta ta hamartēmata katarithmēsasthai epicheirēsaimi, oud᾽ ei pausasthai bouloimēn, dynaimēn. Dio ektheiasas tas hieras kai theias Graphas, katapausō, Eis to synkritikon peri moicheias kai klopēs gegrammenon; ; Ean alǭ tis kleptōn. Eoikas agnoein, hoti epi tōn homogenōn ouch epi tōn heterogenōn ho synkritikos charaktēr lambanetai ouk eis tēn enantian taxin exōthōn ta synkrinomena; all᾽ elattōsin emphainōn kai hyperochēn. Hōsper gar en tois ptaismasi to men esti kakon, to de kakion, to de kakiston (kakon men gar hē klopē; kakion de hē porneia; kakiston de hē moicheia); houtōs kan tois katorthōmasi, to men kalon, to de kallion, to de kalliston; kalon men gar ho gamos; kallion de hē enkrateia, kalliston de hē parthenia To oun tou kallistou elatton, ouk eis tēn enantian exōtheitai taxin, all᾽ eis tēn elattona men, tēn autēn de. Ou gar an tis sōphronōn tę̄ porneią tēn parthenian paraballoi, alla tēn enkrateian kai ton timion gamon. Kai hē Graphē de klopēs kai moicheias synkrisin poioumenē, ephē; « Ou thaumaston, ean halǭ tis kleptōn; kleptei gar, hina ekplēsę̄ psychēn peinōsan. Ho de moichos di' hendeian phrenōn apōleian tę̄ heautou psychę̄ peripoieitai. » Ou gar syngnōmēn parechousa tǭ kleptonti, kai apolyousa auton tōn enklēmatōn, touto ephē; alla tę̄ moicheią, kakistę̄ ousę̄, tēn klopēn paraballousa, hēmerōteran autēn ephē einai kai kouphoteran, kai malista hotan hypo penias tiktētai. Peri Lazarou kai tou plousiou. Heoikas tethorybēsthai, dia to akēkoenai, hoti entautha kai ho Lazaros ta ptaismata, kai ho plousios ta katorthōmata apeilēphen; all᾽ ei proseiches tǭ eirēmenǭ, ouk an epathes. To gar mē eipein, elabes, all᾽ apelabes (to men gar charin mēnyei, to de amoibēn), pasan saphēnizei kai engyatai tēn ennoian, tēn par᾿ hēmōn eirēmenēn. Hoti de ou monon hoi eis akron aretēs elēlakotes echousin anthrōpinon ti ptaisma ( monon gar to Theion anamartēton), alla kai hoi eis ton pythmena tēs kakias empeptōkotes, echousi ti katorthōma, hē hiera kēryttei Graphē; peri men ekeinōn legousa; « Tis kauchēsetai, hagnēn echein tēn kardian? ē tis parrhēsiasetai, katharos einai apo hamartiōn? o peri de toutōn, hoti Ho kritēs adikias, ho ) mēte Theon phoboumenos, mēte anthrōpon entrepomenos, epoiēse ti chrēston, tēn synechōs prosiousan autǭ chēran eleēsas, kai epexelthōn tois adikousin. Ei toinyn kai en tois lian aristois heurisketai tis mempsis, kai en tois kakistois aretē; ti thaumazeis, ei entautha dialysamenoi hekateroi, ekeise apēnechthēsan, ho men gymnos hamartēmatōn, ho de erēmos katorthōmatōn ? Dio ho men katharan etryga tēn euphrosynēn; ho de aparamythēton hypemene tēn timōrian. Dia ti ho nomos tous leprōntas, ē heterous nosēmata akousia nosountas, exō einai tōn hierōn peribolōn prosetaxen Heoikas ouk apodechesthai tous epi tas theōrias tous anaginōskontas parakalountas. Sophōterous gar, hōs ephēs, tōn Graphōn heautous hēgoumenoi, eis haper boulontai metakomizontes ta theia Logia, polla sphallousi tous akouontas. Egō d' out᾽ ekeinous aitiasaimēn, ei sophon ti exeurein epangellontai, oute se, mē boulomenon, allēgorein anankasaimi, all' ex eutheias tēn apologian poiēsaimēn. Ephēs gar; Tou charin ho nomothetēs tous leprōntas, kai hetera nosēmata akousia nosountas, exō einai hierōn peribolōn ethespisen? ᾿Akoue dē syntomōs, synagagōn sou ton noun (ou gar themis saphōs ta tēs physeōs dēmosieuein mystēria); Hoti tas akrasias tōn goneōn anastellōn, kai tais hēdonais chalinous epititheis, kai metra horizōn tais synousiais, touto prosetaxen. Epeidē gar polloi hote ou themis synerchontai, kai ek tēs akairou synousias akatharta kai dysechthē tiktontai sōmata, hina mē touto genētai, ephrontisen. Hoti de ou tois techtheisin, alla tois tekousi mallon megistēn pherei kolasin, oudeis, hōs oimai, agnoei. Hoi men gar oude timōrian isōs hēgountai to pragma, tēs synētheias tēn kolasin eklyousēs; hoi d᾽ anēkeston hypomenousi timōrian, hous ēuchonto ameinous heautōn einai, toutous eirgomenous hierōn synodōn theōmenoi. Kai tois men to einai akousion to pathos exeumarizei tēn symphoran; tois de to syneidenai hoti tēs akrasias autōn esti symbolon hekousiou, anypoiston poiei tēn odynēn. Eis to; « Kai potērion psychrou didonai. Eoikas kai sauton paralogizesthai, kai tas theias parermēneuein Graphas. To gar « didonai potērion psychrou, ho pros tous touto monon echontas blepei, ou pros tous ploutǭ komōntas, tous kai amphia dynamenous tois hypo limou kai nosou kai gymnotētos poliorkoumenois oregein. Kai mē thaumaze, ei ho hydōr parechōn, ouk amisthi touto poiei. Ou gar apo tēs doseōs, all᾽ apo tēs proaireseōs hē eleēmosynē krinetai; hopote kai ho logos apodochēs axioutai. • Idou gar, phēsi, logos hyper doma agathon. » ᾿All' ei kai eirētai «᾿Amphotera de par᾿ andri kecharitōmenǭ;; toutǭ dēlonoti, hǭ kai to dounai dynaton. Ei gar tosouton to dothen, hoson hē periousia kai hē proairesis tou parechontos zēteitai. Polloi men gar apo pollōn oliga, polloi de apo oligōn polla parechousin. Ou gar to metron tōn didomenōn, all᾿ hē tōn parechontōn periousia toiautē krinetai. Dio kai hē ta dyo lepta eisagagousa, pantas hyperēkontise tous polla prosoisantas ; hoi men gar meros prosēnenkan, hē de pasan autēs tēn hypostasin aphierōsen.

To Heron the presbyter. [On what is written: "As faces are not like faces, so neither are the hearts of men."] Even if all the virtues are lovely to those who are not without love for what is good, still some people are more drawn to some of them. Some have honoured temperance above all, others justice, others prudence, others courage, others other virtues; they fell short in the rest but became better known for these. For example (to bring one, or a second, or a third of them into the open), Joseph is called most chaste, though he practised many other virtues; Abraham hospitable and faithful, though he was rich in many other good things; Job courageous, though he went through every virtue; for each one's name won out from what was strongest in him. That this is so, let us look into the rule of truth, I mean the divine Scriptures. What does it say? "As faces are not like faces, so neither are the hearts of men." O the wonder! The same features are in all, and yet in so great a multitude there is always a difference of faces, so that those who see them can know them without confusion. Even if a likeness sometimes seems to be in some, something will always be found that distinguishes them. Though many have fine eyes, there is difference among them too: some are found grey-eyed, some wine-dark, some black-eyed, some light. There is individuality in the hair too; and if some are snub-nosed, still not all alike; one has this feature finer, another that; one is fair, another dark; and there is always something that distinguishes. So too the hearts of men: not the same things please everyone, but these please some and those others. And even those who love the same things are not alike in their love for them, but some aim at greater things, others at moderate ones. How many are chaste! But not alike: some have embraced virginity, others continence, others honourable marriage. How many are merciful! But they differ from one another. How many are just! But they vary. Not only with the virtues but also with the vices one can see the same. How many are very wicked! But they are known by their distinguishing marks. How many are lustful! But not all have been caught by the same things. And even if they are caught by the same, not all are alike disposed: some delight in pleasures according to nature, others in pleasures beyond its bounds; some outrage the nature that the law allows, others outrage even the body's seat. Some are timid, others reckless. Some are stingy, others prodigal. Some cannot bear even to hear a word of reproof, others do not even shudder at punishments. Some are flatterers, others want to be flattered. Some delight in drunkenness, others in shows. Some in songs, others in laments; some rob in the deserts, others in the cities. Some commit murder, others cannot bear to see even an animal slaughtered. Some are cowardly, others bold. But if I tried to count up all the sins, I could not stop even if I wished to. So, having marvelled at the sacred and divine Scriptures, I shall stop. [Letter 4.115] [On the comparison written about adultery and theft: "If anyone is caught stealing."] You seem not to know that the comparative form is used of things of the same kind, not of different kinds; it does not push the things compared into opposite classes, but shows a lesser and a greater degree. Just as among faults one thing is bad, another worse, another worst (theft is bad, sexual immorality worse, adultery worst), so among good deeds one thing is good, another better, another best: marriage is good, continence better, virginity best. What is less than the best, then, is not pushed into the opposite class, but into a lesser place within the same class. For no one in his right mind would compare virginity with sexual immorality, but with continence and honourable marriage. And Scripture, when it compares theft and adultery, says: "It is no wonder if anyone is caught stealing; for he steals to fill his hungry soul. But the adulterer, through lack of sense, procures destruction for his own soul." It did not say this to grant pardon to the thief and release him from the charges, but, comparing theft with adultery, which is the worst, it said that theft is milder and lighter, especially when it is born of poverty. [Letter 4.116] [On Lazarus and the rich man.] You seem to have been troubled by hearing that here Lazarus received his faults and the rich man his good deeds; but if you had paid attention to what was said, you would not have been. For his not saying "you received" but "you received back" (the one indicates a favour, the other a recompense) makes clear and guarantees the whole meaning we have stated. That not only those who have reached the height of virtue have some human fault (for God alone is sinless), but also those who have fallen to the bottom of vice have some good deed, the holy Scripture proclaims. Of the former it says, "Who will boast of having a pure heart? Or who will speak boldly, saying he is clean from sins?"; and of the latter, that the unjust judge, who neither feared God nor respected man, did something good, when he took pity on the widow who kept coming to him and proceeded against those who wronged her. If, then, some blame is found even in the very best, and some virtue in the very worst, why do you wonder if both, having settled their accounts here, were carried off there, the one stripped of sins, the other bereft of good deeds? So the one gathered pure joy, while the other endured a punishment without consolation. [Letter 4.117] [Why the law ordered lepers, or others suffering from involuntary diseases, to be outside the sacred precincts.] You seem not to approve of those who urge readers on to spiritual contemplation. For, as you said, they think themselves wiser than the Scriptures and carry the divine oracles over to whatever they wish, and so they mislead their hearers greatly. I would neither blame them, if they profess to find something wise, nor force you to allegorize against your will, but I would make the defence directly. For you asked, "Why did the lawgiver decree that lepers, and those suffering from other involuntary diseases, should be outside the sacred precincts?" Listen briefly, then, gathering your mind (for it is not right to publish the mysteries of nature plainly). He commanded this to check the incontinence of parents, to put a bridle on pleasures, and to set limits to intercourse. For since many come together when it is not lawful, and from untimely intercourse impure and loathsome bodies are born, he took care that this should not happen. That it brings the greatest punishment not on those who are born but rather on those who begot them, no one, I think, is unaware. The children perhaps do not even regard the matter as a punishment, since habit relaxes the chastisement; but the parents endure an incurable punishment, seeing those whom they prayed would be better than themselves excluded from the sacred assemblies. For the children, the fact that the affliction is involuntary eases the misfortune; for the parents, the awareness that it is a token of their own voluntary incontinence makes the pain unbearable. [Letter 4.118] [On "and to give a cup of cold water."] You seem both to deceive yourself and to misinterpret the divine Scriptures. For "to give a cup of cold water" looks to those who have only this, not to those who abound in wealth, who can also hold out clothing to those besieged by hunger, disease, and nakedness. And do not wonder that one who provides water does not do it without reward. For almsgiving is judged not by the gift but by the intention; since even a word is thought worthy of acceptance: "For behold," it says, "a word is better than a good gift." But if it is also said, "Both are found with a gracious man," that is, of course, the one who is also able to give. For the gift is required to be as great as the means and the intention of the giver. Many give little out of much, and many give much out of little. It is not the measure of what is given that is judged, but the means of those who give. That is why the woman who put in two lepta surpassed all who offered much: they offered a part, but she dedicated her whole livelihood.

Textual problem in this passage: see the notes.

Prov 27:19 (quotation, high confidence) · Prov 6:30–32 (quotation, high confidence) · Luke 16:25 (allusion, high confidence) · Prov 20:9 (quotation, high confidence) · Luke 18:2–5 (allusion, high confidence) · Lev 13:45–46 (allusion, high confidence) · Num 5:2 (allusion, medium confidence) · Lev 18:19 (allusion, medium confidence) · Matt 10:42 (quotation, high confidence) · Mark 12:41–44 (allusion, high confidence)

Notes and citation

Summary: Five letters: people differ in their virtues and vices as their faces differ; theft is lesser than adultery as marriage is lesser than virginity, within the same kind; Lazarus and the rich man were repaid here for their few faults and good deeds; the law excluded lepers to restrain untimely intercourse; almsgiving is judged by intention and means.

  • Prov 27:19 LXX. "The body's seat": the printed ἑδραστήριον, a euphemism for male homosexual intercourse; translated as written.
  • The headings of Letters 4.115–4.118 were lost in the scan; they begin at the bracketed markers, without their addressees.
  • Prov 6:30–32. The ranking of theft, sexual immorality, and adultery, and of marriage, continence, and virginity, is the letter's own.
  • Luke 16:25; Prov 20:9 LXX; Luke 18:2–5.
  • Lev 13:45–46; Num 5:2; untimely intercourse: Lev 15:24; 18:19. Isidore's explanation of the law is translated as written.
  • Matt 10:42; Sir 18:16–17; Mark 12:41–44 (Luke 21:1–4).

Notes on the original text

  • Digital text corrected (OCR slip; stray letter in the OCR; stray mark in the OCR; word split and column number in the OCR; word split in the OCR): και λῶν → καλῶν; μέ λος → μέλος; ψοφο δεεῖς (77, εἰσιν → ψοφοδεεῖς εἰσιν; Διδ ἐκθειάσας → Διὸ ἐκθειάσας; τοῦτο Ο προσέταξεν → τοῦτο προσέταξεν; Πολλοί " μὲν → Πολλοὶ μὲν.

Extrabiblical texts: Sir 18:16-17 (Sirach [in RC, EO, ETH canons]; quotation)

Topics: Ethics, Sexual morality, Virginity and celibacy, Marriage, Sin, The law of Moses, Almsgiving and care for the poor, Interpreting Scripture

Cite (SBL): Isidore of Pelusium, Ep. 4.114 (PG 78 78:1185; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-114). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-114) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.