Homilies on Hebrews 18.1–18.2
Greek text: PG 63.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889).
Chapter 18
18.1PG 63:18
Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὑδόκησας. αἵτινες κατὰ νόμον προσ: έρονται" τότε εἴρηκεν" Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρὼτον, ἵγα τὸ δεύτερον στήσῃ. Ἔν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἔστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνωνται περιελεῖν ἁμαρτίας " οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὑτοῦ ὑποπόδιον τῶν ποδων αὐτοῦ. Ἐν μὲν τοῖς ἔμπροσθεν ἔδειξεν ἀνωφελεῖς τὰς θυσίας οὔτα; πρὸς τὴν τελείαν καθαρότητα, καὶ τύπον αὐτῷ τοῦτο, εἰ τύποι εἰσὶ, πῶς τῆς ἀληθείας σης, οὐκ ἐπαύσαντο οὐδὲ ὑπεχώρησαν, ἀλλ᾽ ἐπιτελοῦνται; Αὐτὸ δὲ τοῦτο ἐνταῦθα ἐργάζεται, δεικνὺς ὅτι οὐκέτι τελοῦνται" οὐδὲ ὡς τύπος, οὐ γὰρ αὐτὰς προσίεται ὁ Θεός. Καὶ τοῦτο οὐκ ἀπὸ τῆς πάλιν, ἀλλ᾽ ἀπὸ τῶν προφητῶν δείκνυσιν, ἄνωθεν τὴν ἰσχυροτάτην παράγων μαρτυρίαν, ὅτι λήγει καὶ παύεται, καὶ εἰκῇ πάντα πράττουσιν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες. Καὶ δείκνυσιν ἐκ περιουσίας οὐ νῦν αὐτὰς πεπαυμένας, ἀλλὰ καὶ παρ᾽ αὐτὴν τοῦ Χριστοῦ τὴν παρουσίαν, μᾶλλον δὲ, καὶ πρὸ τῆς αὐτοῦ παρουσίας, " καὶ πῶς οὐ τελευταῖον ἔλυσεν αὐτὰς ὁ Χριστὸς, ἀλλὰ πρότερον ἐλύθησαν, καὶ τότε ἦλθε " πρότερον ἐπαύθησαν, καὶ τότε αὐτὸς παρεγένετο. “ἵνα γὰρ μὴ λέγωσι, καὶ χωρὶς ταύτη; καὶ πῶς οὐ τελευταῖον, «ἧς θυσίας ἠδυνάμεθα εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δι' ἐχείνων ἀνέμεινεν αὐτὰς ἐλεγχθῆναι, καὶ τότε αὐτὸς παρεγένετο" Θυσίαν γὰρ, φησὶ, καὶ προσφορὰν οὖ» ἠθέλησας. Πάντα ἀνεῖλε διὰ τούτου" καὶ γεγικῶς εἰπὼν, λέγει καὶ ἰδικῶς" Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Προσφορὰ δὲ πᾶν τὸ ἐκτὸς τῆς θυσίας ἦν 5, Τύτε εἶπον" Ἰδοὺ ἥκω. Περὶ τίνος τοῦτο εἴρηται; Περὶ οὐδενὸς ἑτέρου, ἀλλ᾽ ἣ περὶ τοῦ Χριστοῦ. Ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς ὅτι οὐ διὰ τὰς πονηρίας αὖ- «ὧν οὐ δέχεται, καθάπερ ἑτέρωθί φησιν " ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα, καὶ πεφανερῶσθαι» οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προτήκοντα. Τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; Οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσι καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὺν, ὡς ἀνονήτους καὶ ἀνωφελεῖς. Τοῦτο αὐτὸ δηλῶν καὶ ἀλλαχοῦ φῆσιν, ὅτι, Εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν. "ρα καὶ διὰ τούτου δηλοῖ ὅτι οὐ θέλει. “Αρα οὖν οὐκ αἱ θυσίαι τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ᾽ ἡ τῶν θυσιῶν ἀναίρεσις " οὐκοῦν παρὰ τὸ θέλημα θύουσι. Τί ἐστι, Τοῦ ποιῆσαι τὸ θέλημά σου; Τοῦ ἐμαυτὸν, φησὶ, ἐκδοῦναι" τοῦτο τοῦ Θεοῦ θέλημα. ᾿Εν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν. “τι διὰ τούτου καὶ ἄλλως δείκνυσιν, ὅτι οὐκ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ. Αρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ. Καὶ τί θαυμάζεις, εἰ νῦν οὐ θέλημά ἐστι ποῦ Θεοῦ, ὅπου γε μηδὲ ἐξ ἀρχῆς θέλημα ἧν; Τίς γὰρ ἐξεζήτησε ταῦτα, φησὶν, ἐκ τῶν χειρῶν ὑμῶν; Πὼς οὖν αὑτὸς ἐπέταξε : Συγκαταβαίνων" ὥσπερ καὶ ὁ Παῦλος φαίνεται λέγων" Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ " καὶ πάλιν παραινῶν ἀλλαχοῦ φησι" Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν. Δύο θελήματα τίθησιν, ἀλλ᾽ οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει“ ἀλλὰ τοῦτο μὰν αὐτοῦ, διὸ καὶ χωρὶς αἰτίας τίθησιν" ἐκεῖνο δὲ οὐκ αὑτοῦ, εἰ καὶ βούλεται, διὸ καὶ μετὰ αἰτίας πρόσκειται ε. Πρότερον γὰρ κατηγορήσας αὐτῶν, τι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησί " Βού- “ομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν. Οὕτω δὴ καὶ ἐνταῦθα συγκαταβαίνων οἰκονομεῖ οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι. Οὕτω καὶ περὶ τοῦ θανάτου λέγων" Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν αὐτόν" καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἠβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησε τοῦτο " καίτοι γε ἐναντία ταῦτα ἀλλήλοις " ἐπιθυμία γὰρ ἐπιτεταμένη ἢ βούλησίς ἐστι. Πῶ; οὖν οὐ θέλων, ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ τοῦ σφόδρα θέλειν ἐστὶ σημεῖον; Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. ᾽ν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, φησί. Πῶς δὲ ἡγιασμένοι, αὐτὸς ἑρμηνεύσει ἐπάγων" Αιὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ κᾶς μὲν ἱερεὺς ἔστηκε καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς γεῖν ἐστι σημεῖον" οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι- Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὑτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἀγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἶπεν, ὅτι ἐκεῖναι οὐ προσφέρονται" συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων δ᾽ ἄλλως δὲ καὶ ῥητὸν παρέστησε προφητικὸν λέγον, ὅτι Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Εἶπεν, ὅτι ἀφῆκε τὰς ἁμαρτίας. Πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφου μαρτυρίας πιστοῦται Μαρτυρεῖ γὰρ ἡμῖν, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ εἰρηκέναι ο, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς. γόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὑτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὑτῶν, καὶ τῶν ἀνομιῶν αὑτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. Οὐκοῦν ἀφῆκε τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκε " τὴν δὲ διαθήκην διὰ τῆς θυσίας ἔδωκεν. Εἰ τοίνυν ἀφῆκε τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας. ᾿Εξχάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος. Καὶ τίνος ἕνε- Χχεν ἡ ἀναδολή; Ἵνα τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ «οὺς πόδας αὐτοῦ. Μιᾷ γὰρ, φησὶ, προσφορᾷ τετε- τελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. ᾿Αλλ᾽ ἴσως εἴποι τις ἄν" Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικε; Διὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι, Πόθεν οὖν δῆλον ὅτι τεθήσονται : Διὰ τοῦ εἰπεῖν, ὅτι ἐκάθισεν. Ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγούσης" Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὑτοῦ. Οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαϊοί εἰσιν. Εἶτα ἐπειδὴ εἶπεν, Ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ, σφόδρα δὲ ἠπείγοντο " τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθης σιν, ὅσα περὶ πίστεως διαλέγεται. Τίνες δὲ οἱ ἐχθροὶ, ἀλλ᾽ ἢ οἱ ἄπιστοι πάντες, οἱ δαίμονες; οὐ γὰρ δὴ μόνον Ἰουδαῖοι Καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνίττεται, Ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ τοίνυν γενώμεθα τῶν ἐχθρῶν " οὐ γὰρ ἐκεῖνοι μόνον ἐχθροὶ οἱ ἄπιστοι καὶ Ἰουδαῖοι, ἀλλὰ καὶ οὗτοι οἱ βίου ἀκαθάρτου πλήρεις ὄντες " Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν" τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐκ ὑποτάσσεται" οὐδὲ γὰρ δύναται. Τί οὖν, φησίν; οὐκ ἔστιν ἔγκλημα τοῦτο; Καὶ σφόδρα μὲν οὖν ἔγκλημα " ὁ γὰρ κακὸς, ἕως ἂν ἧ κακὸς, οὐ δύναται ὑποτάττεσθαι μεταβαλέσθαι μέντοι καὶ γενέσθαι ἀγαθὸς δύναται.
Anōteron legōn, hoti thysian kai prosphoran kai holokautōmata kai peri hamartias ouk ēthelēsas, oude heudokēsas. haitines kata nomon pros: erontai" tote eirēken" Idou hēkō tou poiēsai, ho Theos, to thelēma sou. Anairei to prōton, higa to deuteron stēsę̄. En hǭ thelēmati hēgiasmenoi esmen dia tēs prosphoras tou sōmatos Iēsou Christou ephapax. Kai pas men hiereus estēke kath' hēmeran leitourgōn, kai tas autas pollakis prospherōn thysias, haitines oudepote dynōntai perielein hamartias " houtos de mian hyper hamartiōn prosenenkas thysian, eis to diēnekes ekathisen en dexią tou Theou, to loipon ekdechomenos, heōs tethōsin hoi echthroi hautou hypopodion tōn podōn autou. En men tois emprosthen edeixen anōpheleis tas thysias outa? pros tēn teleian katharotēta, kai typon autǭ touto, ei typoi eisi, pōs tēs alētheias sēs, ouk epausanto oude hypechōrēsan, all᾽ epitelountai? Auto de touto entautha ergazetai, deiknys hoti ouketi telountai" oude hōs typos, ou gar autas prosietai ho Theos. Kai touto ouk apo tēs palin, all᾽ apo tōn prophētōn deiknysin, anōthen tēn ischyrotatēn paragōn martyrian, hoti lēgei kai pauetai, kai eikę̄ panta prattousin, aei tǭ Pneumati tǭ hagiǭ antipiptontes. Kai deiknysin ek periousias ou nyn autas pepaumenas, alla kai par᾽ autēn tou Christou tēn parousian, mallon de, kai pro tēs autou parousias, " kai pōs ou teleutaion elysen autas ho Christos, alla proteron elythēsan, kai tote ēlthe " proteron epauthēsan, kai tote autos paregeneto. “hina gar mē legōsi, kai chōris tautē? kai pōs ou teleutaion, «hēs thysias ēdynametha euarestēsai tǭ Theǭ, kai di' echeinōn anemeinen autas elenchthēnai, kai tote autos paregeneto" Thysian gar, phēsi, kai prosphoran ou» ēthelēsas. Panta aneile dia toutou" kai gegikōs eipōn, legei kai idikōs" Holokautōmata kai peri hamartias ouk eudokēsas. Prosphora de pan to ektos tēs thysias ēn 5, Tyte eipon" Idou hēkō. Peri tinos touto eirētai? Peri oudenos heterou, all᾽ hē peri tou Christou. Entautha ouden aitiatai tous prospherontas, deiknys hoti ou dia tas ponērias au- «hōn ou dechetai, kathaper heterōthi phēsin " alla dia to loipon elēlenchthai to pragma, kai pephanerōsthai» oudemian echon ischyn, oude kairon tina protēkonta. Ti oun touto pros to pollakis prospheresthai tas thysias? Ouk apo tou pollakis monon dēlon, phēsin, hoti astheneis eisi kai hoti ouden ēnysan, alla kai apo tou mē prosiesthai autas ton Theun, hōs anonētous kai anōpheleis. Touto auto dēlōn kai allachou phēsin, hoti, Ei ēthelēsas thysian edōka an. "ra kai dia toutou dēloi hoti ou thelei. “Ara oun ouk hai thysiai to thelēma tou Theou, all᾽ hē tōn thysiōn anairesis " oukoun para to thelēma thyousi. Ti esti, Tou poiēsai to thelēma sou? Tou emauton, phēsi, ekdounai" touto tou Theou thelēma. ᾿En hǭ thelēmati hēgiasmenoi esmen. “ti dia toutou kai allōs deiknysin, hoti ouk hai thysiai tous anthrōpous kathairousin, alla to thelēma tou Theou. Ara oun to thyein ou thelēma tou Theou. Kai ti thaumazeis, ei nyn ou thelēma esti pou Theou, hopou ge mēde ex archēs thelēma hēn? Tis gar exezētēse tauta, phēsin, ek tōn cheirōn hymōn? Pōs oun hautos epetaxe : Synkatabainōn" hōsper kai ho Paulos phainetai legōn" Thelō pantas anthrōpous einai hōs kai emauton en enkrateią " kai palin parainōn allachou phēsi" Boulomai neōteras gamein, teknogonein. Dyo thelēmata tithēsin, all᾽ ou ta dyo autou estin, ei kai epitattei“ alla touto man autou, dio kai chōris aitias tithēsin" ekeino de ouk hautou, ei kai bouletai, dio kai meta aitias proskeitai e. Proteron gar katēgorēsas autōn, ti katestrēniasan tou Christou, tote phēsi " Bou- “omai neōteras gamein, teknogonein. Houtō dē kai entautha synkatabainōn oikonomei ouk autou thelēma ēn proēgoumenon to tas thysias ginesthai. Houtō kai peri tou thanatou legōn" Ou boulomai ton thanaton tou hamartōlou, hōs to epistrepsai auton kai zę̄n auton" kai allachou legei, hoti ou monon ēboulēthē, alla kai epethymēse touto " kaitoi ge enantia tauta allēlois " epithymia gar epitetamenē ē boulēsis esti. Pō? oun ou thelōn, allachou epithymeis, ho tou sphodra thelein esti sēmeion? Touto dē kai entautha estin eipein. ᾽n hǭ thelēmati hēgiasmenoi esmen, phēsi. Pōs de hēgiasmenoi, autos hermēneusei epagōn" Aia tēs prosphoras tou sōmatos Iēsou Christou ephapax. Kai kas men hiereus estēke kath᾽ hēmeran leitourgōn, kai tas autas gein esti sēmeion" oukoun to kathēsthai tou leitourgeisthai- Houtos de mian hyper hamartiōn prosenenkas thysian, eis to diēnekes ekathisen en dexią tou Theou, to loipon ekdechomenos, heōs tethōsin hoi echthroi hautou hypopodion tōn podōn autou. Mią gar prosphorą teteleiōken eis to diēnekes tous agiazomenous. Martyrei de hēmin kai to Pneuma to hagion. Eipen, hoti ekeinai ou prospherontai" synelogisato apo tōn engraphōn, apo tōn agraphōn d᾽ allōs de kai rhēton parestēse prophētikon legon, hoti Thysian kai prosphoran ouk ēthelēsas. Eipen, hoti aphēke tas hamartias. Palin kai touto apo engraphou martyrias pistoutai Martyrei gar hēmin, phēsi, to Pneuma to hagion. Meta gar to eirēkenai o, Hautē hē diathēkē, hēn diathēsomai pros autous, meta tas hēmeras ekeinas, legei Kyrios, didous. gomous mou epi kardias autōn, kai epi tōn dianoiōn hautōn epigrapsō autous, kai tōn hamartiōn hautōn, kai tōn anomiōn hautōn ou mē mnēsthō eti. Hopou de aphesis toutōn, ouketi prosphora peri hamartias. Oukoun aphēke tas hamartias, hote tēn diathēkēn edōke " tēn de diathēkēn dia tēs thysias edōken. Ei toinyn aphēke tas hamartias dia tēs mias thysias, ouketi chreia deuteras. ᾿Exchathisen en dexią tou Theou, to loipon ekdechomenos. Kai tinos hene- Chchen hē anadolē? Hina tethōsin hoi echthroi autou hypo «ous podas autou. Mią gar, phēsi, prosphorą tete- teleiōken eis to diēnekes tous hagiazomenous. ᾿All᾽ isōs eipoi tis an" Kai tinos heneken ouk eutheōs tetheike? Dia tous pistous tous mellontas tiktesthai kai gennasthai, Pothen oun dēlon hoti tethēsontai : Dia tou eipein, hoti ekathisen. Anemnēse palin tēs martyrias ekeinēs tēs legousēs" Heōs an thę̄ tous echthrous hypo tous podas hautou. Hoi de echthroi autou hoi Ioudaïoi eisin. Eita epeidē eipen, Heōs tethōsin hoi echthroi autou hypo tous podas autou, sphodra de ēpeigonto " toutou charin panta ta meta tauta tithēs sin, hosa peri pisteōs dialegetai. Tines de hoi echthroi, all᾽ ē hoi apistoi pantes, hoi daimones? ou gar dē monon Ioudaioi Kai to poly de tēs hypotagēs ainittetai, Hypo tous podas autou. Mē toinyn genōmetha tōn echthrōn " ou gar ekeinoi monon echthroi hoi apistoi kai Ioudaioi, alla kai houtoi hoi biou akathartou plēreis ontes " To gar phronēma tēs sarkos echthra eis Theon" tǭ gar nomǭ tou Theou ouk hypotassetai" oude gar dynatai. Ti oun, phēsin? ouk estin enklēma touto? Kai sphodra men oun enklēma " ho gar kakos, heōs an hē kakos, ou dynatai hypotattesthai metabalesthai mentoi kai genesthai agathos dynatai.
“Above, when he said, ‘Sacrifice and offering and whole burnt offerings and offerings for sin you did not desire, nor did you take pleasure in them’ (these are offered according to the law), then he said, ‘See, I have come to do your will, O God.’ He takes away the first in order to establish the second. By that will we have been sanctified through the offering of the body of Jesus Christ once for all. And every priest stands day by day ministering and offering the same sacrifices many times, which can never take away sins; but this man, having offered one sacrifice for sins, sat down forever at the right hand of God, from then on waiting until his enemies are made a footstool for his feet.” In what came before he showed that the sacrifices were useless for complete cleansing, and that they were a type; and [someone might ask] this: if they are types, how is it that, when the reality is present, they have not ceased or given way, but are still performed? This very point he works out here, showing that they are no longer performed, not even as a type, for God does not accept them. And he shows this not from the New [Testament] but from the prophets, bringing in the strongest testimony from of old, that they come to an end and cease, and that they [the Jews] do everything in vain, always resisting the Holy Spirit. And he shows, more than was needed, that they ceased not only now, but at the very coming of Christ, or rather even before his coming. And how is it that Christ did not abolish them last of all, but they were abolished first, and then he came? They ceased first, and then he himself arrived. For so that they might not say, “Even without this we could have pleased God by those sacrifices,” he waited until they had been proved [useless], and then he himself arrived. “For sacrifice,” he says, “and offering you did not desire.” By this he did away with all of them; and having spoken generally, he also speaks specifically: “Whole burnt offerings and offerings for sin you did not take pleasure in.” An “offering” was everything apart from the sacrifice. “Then I said, ‘See, I have come.’” About whom was this said? About no one else but Christ. Here he brings no charge against those who offer, showing that it is not because of their wickedness that he does not accept them, as he says elsewhere, but because the thing had at last been proved and made plain to have no force, nor any season fitting it. What then does this have to do with the sacrifices being offered many times? It is clear, he says, not only from their being offered many times that they are weak and accomplished nothing, but also from God's not accepting them, as unprofitable and useless. Showing this very thing, he says elsewhere too, “If you had desired sacrifice, I would have given it.” So by this too he shows that he does not desire it. So then it is not the sacrifices that are the will of God, but their abolition; therefore they sacrifice against his will. What is “to do your will”? To give myself up, he says; this is the will of God. “By which will we have been sanctified.” By this he shows in another way too that it is not the sacrifices that cleanse people, but the will of God. So then to sacrifice is not the will of God. And why are you surprised if it is not the will of God now, when it was not his will even from the beginning? “For who required these things,” he says, “from your hands?” How then did he himself command it? By condescension; just as Paul too is seen saying, “I wish all people to be as I myself am” in self-control; and again, giving counsel elsewhere, he says, “I wish the younger women to marry, to bear children.” He sets down two wishes, but the two are not both his own, even though he gives the command; but the one is his own, which is why he states it without giving a reason; the other is not his own, even though he wishes it, which is why it is given with a reason. For he first accused them of having grown wanton against Christ, and then says, “I wish the younger women to marry, to bear children.” So here too, condescending, he makes provision; it was not his primary will that the sacrifices should take place. So too when he speaks about death: “I do not wish the death of the sinner, but that he should turn and live”; and elsewhere he says that he not only wished this but even desired it; and yet these are opposite to each other, for desire is an intensified wish. How then do you not wish it, and elsewhere desire it, which is a sign of wishing it intensely? This one can say here too. “By which will we have been sanctified,” he says. How we have been sanctified he himself will explain, adding: “Through the offering of the body of Jesus Christ once for all. And every priest stands day by day ministering and [offering] the same [sacrifices…]” … [for standing is a sign of ministering]; therefore sitting is a sign of being ministered to. “But this man, having offered one sacrifice for sins, sat down forever at the right hand of God, from then on waiting until his enemies are made a footstool for his feet. For by one offering he has perfected forever those who are being sanctified. And the Holy Spirit also bears witness to us.” He said that those [sacrifices] are not offered; he drew the conclusion from what is written [and] from what is unwritten; and besides, he brought forward an explicit prophetic saying, “Sacrifice and offering you did not desire.” He said that he forgave sins; again he confirms this too from written testimony: “For the Holy Spirit,” he says, “also bears witness to us. For after saying, ‘This is the covenant that I will make with them after those days, says the Lord: I will put my laws on their hearts and write them on their minds, and I will remember their sins and their lawless deeds no more.’ Where there is forgiveness of these, there is no longer any offering for sin.” Therefore he forgave sins when he gave the covenant; and he gave the covenant through the sacrifice. If then he forgave sins through the one sacrifice, there is no longer need of a second. “He sat down at the right hand of God, from then on waiting.” And why the delay? “Until his enemies are put under his feet. For by one offering,” he says, “he has perfected forever those who are being sanctified.” But perhaps someone might say, “And why did he not put them there at once?” Because of the believers who were going to be born and come into being. How then is it clear that they will be put there? From his saying that he sat down. He reminded them again of that testimony which says, “Until he puts his enemies under his feet.” And his enemies are the Jews. Then, since he had said, “Until his enemies are put under his feet,” and they were greatly pressing [for it], for this reason he sets down everything that follows, all that he discusses about faith. But who are the enemies, if not all the unbelievers, the demons? For not only the Jews. And he hints at the completeness of the subjection by “under his feet.” Let us not, then, be among the enemies; for not only those are enemies, the unbelievers and Jews, but also those who are full of an unclean life: “For the mind of the flesh is hostility toward God; for it does not submit to God's law, nor indeed can it.” What then, someone says: is this not a ground of accusation? Very much so indeed; for the wicked man, as long as he is wicked, cannot submit; he can, however, change and become good.
Textual problem in this passage: see the notes.
Heb 10:8–13 (quotation, high confidence) · Ps 40:6–8 (39:7-Ps LXX) (quotation, high confidence) · Ps 51:16 (50:18 LXX) (quotation, high confidence) · Isa 1:12 (quotation, high confidence) · 1 Cor 7:7 (quotation, high confidence) · 1 Tim 5:14 (quotation, high confidence) · 1 Tim 5:11 (allusion, high confidence) · Ezek 33:11 (quotation, medium confidence) · Heb 10:14–18 (quotation, high confidence) · Jer 31:33–34 (38:33-Jer LXX) (quotation, high confidence) · Ps 110:1 (109:1 LXX) (quotation, high confidence) · Rom 8:7 (quotation, high confidence)
Notes and citation
Summary: Chrysostom shows from Psalm 40 that God never primarily willed the sacrifices and that Christ's one offering, followed by his sitting at God's right hand, has perfected believers and ended the need for any further offering for sin.
- The homily heading was not found in the scan; the section begins with Heb 10:8–13. Quotations: Ps 40:6–8 (39:7–9 LXX) as cited in Heb 10:5–9; Ps 51:16 (50:18 LXX); Isa 1:12; 1 Cor 7:7; 1 Tim 5:14, 11; Ezek 33:11 (cf. 18:23); Jer 31:33–34 (38:33–34 LXX) as cited in Heb 10:16–17; Ps 110:1 (109:1 LXX); Rom 8:7. The phrase “he wished … even desired” alludes to a passage not certainly identified (perhaps Ezek 18:23, 32 or 1 Tim 2:4). Several readings in the scan are garbled: “not from the New [Testament]” renders a garbled word by sense; “and that they were a type; and [someone might ask] this” renders a corrupt clause by sense; after “the same” some lines are lost in the scan (marked …), and the bracketed words are supplied from the sense. A leaked line of Migne's Latin column and an apparatus note were removed.
Notes on the original text
- Digital text corrected (OCR slip: «Δείωχεν δἰς for τελείωκεν εἰς; OCR slip: Συγχαταδαίνων" for Συγκαταβαίνων"; OCR slip: αροσενέγχας for προσενέγκας; OCR slip: αἱἶνιτὑπὸ for αἰνίττεται, Ὑπὸ; OCR slip: γεωτέρας for νεωτέρας; OCR slip: διαγοιῶν for διανοιῶν; OCR slip: διηγεχὲς for διηνεκὲς; OCR slip: θειϊήματι for θελήματι; OCR slip: θνσίας for θυσίας; OCR slip: μεταθδαλέσθαι for μεταβαλέσθαι; OCR slip: σαερὶ ἀμπρείας οὖκ for περὶ ἁμαρτίας οὐκ; OCR slip: συγχαταδαίνων for συγκαταβαίνων; OCR slip: τΤὰρ for γὰρ; OCR slip: τίκτεσθας for τίκτεσθαι; OCR slip: τεκγογονεῖν for τεκνογονεῖν; OCR slip: τελενταῖον for τελευταῖον; OCR slip: τεχγογονεῖν for τεκνογονεῖν; OCR slip: τὸ 1οιπὸν for τὸ λοιπὸν; OCR slip: χαάϊ for καὶ; OCR slip: χαθαίρουσιν for καθαίρουσιν; OCR slip: χατεστρηνίασαν for κατεστρηνίασαν; OCR slip: ἀγιαζυμένους for ἁγιαζομένους; OCR slip: ἀληϑείας for ἀληθείας; OCR slip: ἀνεΐλε διλ for ἀνεῖλε διὰ; OCR slip: ἀἀγώτερον «1έγων for Ἀνώτερον λέγων; OCR slip: ἁμαρείας for ἁμαρτίας; OCR slip: ἄρεσις τούεων for ἄφεσις τούτων; OCR slip: Ἁγναιρεῖ for Ἀναιρεῖ; OCR slip: ἔστηκχε for ἔστηκε; OCR slip: ἡγιασμέγοι for ἡγιασμένοι; OCR slip: ἡδουλήθη for ἠβουλήθη; OCR slip: ἡμέρων.διτουργῶν for ἡμέραν λειτουργῶν; OCR slip: ἽΞως for Ἕως; OCR slip: ὁλοκωυτώματω for ὁλοκαυτώματα; OCR slip: ᾿Ανέμγησε for Ἀνέμνησε; OCR slip: ᾿θ1λοκαυτώματα for Ὁλοκαυτώματα; apparatus note leaked into the text removed; hyphenated word rejoined; leaked line of Migne's Latin column and a footnote reference removed): ἀἀγώτερον «1έγων → Ἀνώτερον λέγων; ὁλοκωυτώματω → ὁλοκαυτώματα; Ἁγναιρεῖ → Ἀναιρεῖ; θειϊήματι → θελήματι; ἡμέρων.διτουργῶν → ἡμέραν λειτουργῶν; διηγεχὲς → διηνεκὲς; ἀληϑείας → ἀληθείας; τελενταῖον → τελευταῖον; οπιὶ55}5 ργίογίθυϑ. ΡῈΡ ἰὸς βυβίανε : ὧἱ κυΐ ἴῃ βαηογο ἀϊχογὶξ δὲ ἴῃ ποη οεγτὶ, οἱ οὐ] ]οϑὶϊ ἐσ δογὶρι δ δ ποῦ δογί μι : → ; ἀνεΐλε διλ → ἀνεῖλε διὰ; ᾿θ1λοκαυτώματα → Ὁλοκαυτώματα; σαερὶ ἀμπρείας οὖκ → περὶ ἁμαρτίας οὐκ; θνσίας → θυσίας; χαάϊ → καὶ; ἡγιασμέγοι → ἡγιασμένοι; χαθαίρουσιν → καθαίρουσιν; τΤὰρ → γὰρ; Συγχαταδαίνων" → Συγκαταβαίνων"; γεωτέρας → νεωτέρας; τεκγογονεῖν → τεκνογονεῖν; χατεστρηνίασαν → κατεστρηνίασαν; τεχγογονεῖν → τεκνογονεῖν; συγχαταδαίνων → συγκαταβαίνων; ἡδουλήθη → ἠβουλήθη; ἔστηκχε → ἔστηκε; αροσενέγχας → προσενέγκας; - (οαιπιοί. οἱ πηαῦρ. 88}1}., πᾶν τὸ ἐκ τῆς οὐσίας. (.ο]ὺ.... τὸ σιν → σιν; διαγοιῶν → διανοιῶν; ἄρεσις τούεων → ἄφεσις τούτων; ἁμαρείας → ἁμαρτίας; τὸ 1οιπὸν → τὸ λοιπὸν; «Δείωχεν δἰς → τελείωκεν εἰς; ἀγιαζυμένους → ἁγιαζομένους; τίκτεσθας → τίκτεσθαι; ᾿Ανέμγησε → Ἀνέμνησε; ἽΞως → Ἕως; αἱἶνιτὑπὸ → αἰνίττεται, Ὑπὸ; μεταθδαλέσθαι → μεταβαλέσθαι.
Topics: Christology
Cite (SBL): Chrysostom, Hom. Heb. 18.1 (PG 63:18; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/chrysostom-hom-hebraeos/18-1). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/chrysostom-hom-hebraeos/18-1
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-hebraeos-18-1) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca 63 (archive.org OCR; corrections logged); compared afterwards with NPNF¹ 14.
18.2PG 63:18
Ἐκβάλωμεν τοίνυν τὰ φρονήματα τὰ σαρκικά, Ποῖα δέ ἐστι τὰ σαρκικά; Ὅσα τὸ μὲν σῶμα ἀνθεῖν ποιεῖ καὶ εὐπαθεῖν, κακοῖ δὲ τὴν ψυχήν " οἷόν τι λέγω " Ὁ πλοῦτος, ἡ τρυφὴ, ἡ δόξα" πάντα ταῦτα τῆς σαρκός ἐστιν" ὁ ἔρω; τῶν σωμάτων. Μὴ τοίνυν τοῦ πλείονος ἐρῶμεν, ἀλλὰ τὴν πενίαν ἀεὶ διώκωμεν“ αὕτη γὰρ μέγα ἀγαθόν. ᾿Αλλὰ ταπεινὸν, φησὶ, καὶ εὐτελῆ ποιεῖ, Τούτου γὰρ ἡμῖν χρεία" πολὺ γὰρ ἡμῖν τοῦτο συμβάλλεται, Πενία, φησὶν, ἄνδρα ταπεινοῖ" καὶ πάλιν ὁ Χριστός" Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Διὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι ἔχεις ὁδὸν εἰς ἀρετὴν χειραγωγοῦσαν; οὐκ οἶδας ὅτι αὕτη πολλὴν παῤῥησίαν ἡμῖν δίδωσιν; Ἀλλ᾽ ἡ σοφία, φησὶ, τοῦ πένητός ἐστιν ἐξουθενημένη " καὶ πάλιν ἕτερός τίς φησι Πλοῦτον καὶ πενίαν, μή μοι δῷς" καί" Εκ καμίνου πενίας ῥῦσαί με. Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία, ἢ ὁ πλοῦτος; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου, ἔνθα τῆς πενίας πολλὴ ἦν ἡ ὑπεροψία, ἔνθα τὸ μὲν κατάρα ἦν, τὸ δὲ εὐλογία. ᾿Αλλὰ νῦν οὐκέτι" ἀλλὰ θέλεις ἀκοῦσαι τῆς πενίας ἐγκώμια;; αὐτὴν μετῆλθεν ὁ Χριστὸς, καί φησιν Ὁ δὲ Υίὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγε "Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας. Καὶ ὁ Παῦλος γράφων ἔλεγεν. Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ Πέτρος ἔλεγε τῷ ἐκ γενετῆς χωλῷ" Ἁργύριον καὶ χρυσίον οὐκ ὑπάρχει μοι. Καὶ ἐν αὑτῇ δὲ τῇ Παλαιᾷ, ἔνθα ἐθαυμάζετο ὁ πλοῦτος, τίνες, εἰπέ μοι, ἧσαν οἱ θαυμαστοί; οὐχὶ Ἠλίας ὁ πλὴν τῆς μηλωτῆς μηδὲν ἔχων; οὐχὶ οὐχὶ Ἰωάννης; Μηδεὶς τοίνυν ἔστω ταπεινὸς διὰ πενίαν οὐκ ἔστι πενία ἡ ποιοῦσα ταπεινὸν, ἀλλὰ πλοῦτος ὁ πολλῶν δεῖσθαι καταναγκάζων, καὶ πολλοῖς εἰδέναι χάριτας βιαζόμενος. Τί δὲ τοῦ Ἰακὼβ πενέστερον ἦν, εἰπέ μοι, ὃς ἔλεγεν Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι; Ἄρα ἀπαῤῥησίαστοι ἦσαν οἱ περὶ Ἠλίαν καὶ Ἰωάννην; οὐκ ὁ μὲν τὸν ᾿Αχαὰδ ἤλεγχεν, ὁ δὲ τὸν Ἡρώδην; Ἐκεῖνος ἔλεγεν" Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου" ὁ δὲ Ἡλίας πρὸς τὸν ᾿Αχαὰδ μετὰ παῤῥησίας ἔλεγεν' Οὐκ ἐγὼ διαστρέφω τὸν Ἰσραήλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ὁρᾷς ὅτι τοῦτο μᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία; Ὁ μὲν γὰρ πλούσιος δοῦλός ἐστιν, ὑπεύθυνος ὧν ζημίᾳ, καὶ παρέχων παντὶ τῷ βουλομένῳ κακῶς αὑτὸν ποιεῖν " ὁ δὲ μηδὲν ἔχων, δήμευσιν οὐ δέδοικεν οὐδὲ καταδίκην. Οὐκ ἂν οὖν, εἰ ἢ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον. Σφόδρα γὰρ ἰσχυρὸς ὁ πένης ἐστὶ, καὶ οὐκ ἔχει ὅθεν ἀδικηθῇ, ἦ πάθῃ κακῶς. Ὁ μέντοι πλούσιος πανταχόθεν ἐὐχείρωτος καθίσταται " καὶ ταὐτὸν γίνεται, οἷον ἄν τις τὸν πολλὰ σχοινία ἐπισυρόμενον καὶ μακρὰ, ῥᾳδίως ἕλοι, τὸν μέντοι γυμνὸν οὐκ εὐκόλως κατασχεῖν δυνήσεται. Οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πλουσίου συμβαίνει " ἀνδράποδα, χρυσίον, ἀγροὶ, μυρία πράγματα, μυρίαι φροντίδες, περιστά» σεις, ἀνάγκαι πᾶσιν αὐτὸν εὐχείρωτον ἐργάζονται. Μηδεὶς τοίνυν. λοιπὸν τὴν πενίαν τῆς ἀτιμίας αἰτίαν εἶναι νομιζέτω, Ἐὰν γὰρ ἀρετὴ παρῇ, ἅπας ὁ τῆς οἰκουμένης πλοῦτος οὐδὲ πηλὸς, οὐδὲ κάρφος ἐστὶ πρὸς αὑτὴν. Ταύτην τοίνυν διώχωμεν, εἰ βουλοίμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πώλησον γάρ σου, φησὶ, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ" καὶ πάλιν Δύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς ὅτι καὶ μὴ παροῦσαν αὐτὴν ἐπισπάσασθαι δεῖ; Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ πενία" χειραγωγία γάρ τίς ἔστι τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, ἄλειμμα ἀθλητικὸν, γυμνασία τις μεγάλη καὶ θαυμαστὴ, λιμὴν εὐδιεινός. ᾿Αλλὰ χρείαν ἔχω πολλῶν, φησὶ, καὶ οὐ βούλομαί τινος χάριν λαβεῖν" ἀλλὰ καὶ ἐν τούτῳ σου ὁ πλούσιος ἡλάττωται. Σὺ μὲν γὰρ ἴσως ὑπὲρ τροφῆς τὴν χάριν αἰτεῖς " ἐκεῖνος δὲ ἡπὲρ μυρίων δοκῶ ὐρου τὰς Ὑμάτων, ὑπὲρ πλεονεξίας. Ὥστε οἱ πλούσιοί εἰσιν οἱ πολλῶν δεόμενοι. Τί λέγω πολλῶν; καὶ ἀναξίων ἑαυτῶν πολλάκις " οἷόν τι λέγω" Τῶν ἐν ταῖς τάξεσι στρατιωτῶν καὶ δούλων ὄντων πολλάκις ἐν χρείᾳ καθίστανται, Ὁ δὲ πένης οὐδὲ αὐτοῦ δεῖται τοῦ βασιλέως, κἂν δεηθῇ, θαυμάζεται ὅτι εἰς τοῦτο κατἔστησεν ἑαυτὸν, παρὸν αὐτῷ πλουτεῖν " μηδεὶς τοίνυν αἰτιάσθω τὴν πενίαν, ὡς μυρίων οὖσαν κακῶν αἰτίαν, μηδὲ ἀντιφθεγγέσθω τῷ Χριστῷ, ὃς τελειότητα ταύτην ἔφησεν εἶναι τῆς ἀρετῆς, εἰπών Εἰ θέλεις τέλειος εἶναι" τοῦτο γὰρ καὶ διὰ τῶν λόγων αὑτὸς εἶπε, καὶ διὰ τῶν ἔργων ἔδειξε, καὶ διὰ τῶν μαθητῶν ἐδίδαξε. Διώξωμεν οὖν τὴν πενίαν " μέγιστον γάρ ἐστιν ἀγαθὸν αὕτη τοῖς νήφουσι, Τάχα τινὲς καὶ οἰωνίζονται τῶν ἀκουόντων. Οὐκ ἀπιστῶ " πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων, καὶ τοσαύτη τῶν χρημάτων ἡ τυραννὶς, ὡς μηδὲ μέχρι ῥημάτων αὐτῆς τὴν παραίτησιν φέρειν. ἀλλὰ καὶ οἰωνίζεσθαι ταύτην. Πόῤῥω « ταῦτα τῆς τοῦ Χριστιανοῦ ψυχῆς“ οὐδὲν γὰρ πλουσιώτερον τοῦ πενίαν αἱρουμένου ἑκόντι καὶ μετὰ προθυμίας. Πῶς. ἐγὼ λέγω" καὶ, εἰ βούλεσθε, καὶ αὐτοῦ τοῦ βασιλέως πλουσιώτερον ὄντα ἀποφαίνω τὸν ἑχοντὶ τὴν πενίαν αἱρούμενον. Ἐκεῖνος μὲν γὰρ δεῖται πολλῶν, καὶ ἐν φροντίδι ἐστὶ, καὶ δέδοικε μὴ ἐπιλίπῃ αὐτῷ τὰ τῆς τροφῆς τῆς στρατιωτικῆς “ οὗτος δὲ πάντα ἀφθόνως ἔχει, καὶ περὶ οὐδενὸς, δέδοικε, καὶ εἰ δέδοικεν, οὐκ ὑπὲρ τοσούτων. Τίς οὖν, εἰπέ μοι, πλούσιος, ὁ καθ' ἐκάστην ἡμέραν ἀπαιτῶν, καὶ σπουδάζων πολλὰ συλλέγειν, καὶ δεδοικὼς μήποτε ἐπιλίπῃ ἢ ὁ μηδὲν συλλέγων, καὶ ἐν ἀφθονίᾳ ὧν πολλῇ καὶ μηδενὸς δεόμενος; τὴν παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήματα" ἐκεῖνα γὰρ καὶ καταδουλοῦνται" ξένια γὰρ καὶ δῶρα,. φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. Σκόπει πῶς ὁ πένης ἐκεῖνος Πέτρος ᾿Ανανίαν τὸν πλούσιον ἐκόλασεν " οὐκ ὁ μὲν πλούσιος ἦν, ὁ δὲ πένης; ἀλλ᾽ ὅρα τοῦτον μὲν μετὰ αὐθεντίας διαλεγόμενον, καὶ λέγοντα, Εἰπέ μοι, Εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἐκεῖνον δὲ μετὰ ὑποστολῆς λέγοντα, Ναὶ, τοσούτου. Καὶ τίς δώσει μοι, φησὶ, κατὰ Πέτρον εἶναι; "“Ἐξεστί σοι κατὰ Πέτρον εἶναι, ἐὰν θέλῃς ῥῖψαι ἃ ἔχεις " σχόρπισον, δὸς πένησιν, ἀκολούθησον τῷ Χριστῷ, καὶ ἔσῃ τοιοῦτος. Πῶς; ἐκεῖνος, φησὶ, σημεῖα ἐποίησε. Τοῦτο οὖν ἐστιν, εἰπέ μοι, τὸ τὸν Πέτρον ποιῆσαν θαυμαστὸν, ἣ ἡ παῤῥησία ἡ ἀπὸ τῆς πολιτείας; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος" Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει. Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. “Ἄκουσον τί καὶ ὁ Πέτρος φησίν" ᾿Αργύριον καὶ χρυσίον οὐκ ὑπάρχει μοι" δ᾽ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Εἴ τις ἔχει ἀργύριον καὶ χρυσίον, ἐκεῖνα οὐκ ἔχει. Τί οὖν, φησὶν, ὅτι πολλοὶ οὔτε ἐκεῖνα, οὔτε ταῦτα ἔχουσιν; Ὅτι οὐκ ἐχόντες πένονται" ἐπεὶ οἱ ἐχόντες πενόμενοι πάντα ἔχουσι τὰ ἀγαθά. Εἰ γὰρ καὶ μὴ νεκροὺς ἀνιστῶσι, μηδὲ χωλοὺς, ἀλλ᾽ ὃ πάντων μεῖζόν ἐστι, παῤῥησίαν ἔχουσι πρὸς τὸν Θεόν ἀκούσονται κατ᾽ ἐχείνην τὴν ἡμέραν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης" Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου. Τί τούτου κρεῖττον; Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν" ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ μ᾽ γυμνὸς ἤμην, καὶ περιεβάλετέ με' ἀσθενὴς ἤμην, καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταδολῆς κόσμου. Φεύγωμεν τοίνυν τὴν πλεονεξίαν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν" τρέφωμεν τοὺς πένητας, ἵνα τρέφωμεν τὸν Χριστὸν, ἵνα συγκληρονόμοι αὐτοῦ γενώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Ekbalōmen toinyn ta phronēmata ta sarkika, Poia de esti ta sarkika? Hosa to men sōma anthein poiei kai eupathein, kakoi de tēn psychēn " hoion ti legō " Ho ploutos, hē tryphē, hē doxa" panta tauta tēs sarkos estin" ho erō? tōn sōmatōn. Mē toinyn tou pleionos erōmen, alla tēn penian aei diōkōmen“ hautē gar mega agathon. ᾿Alla tapeinon, phēsi, kai eutelē poiei, Toutou gar hēmin chreia" poly gar hēmin touto symballetai, Penia, phēsin, andra tapeinoi" kai palin ho Christos" Makarioi hoi ptōchoi tǭ pneumati. Dia touto oun algeis, hoti echeis hodon eis aretēn cheiragōgousan? ouk oidas hoti hautē pollēn parrhēsian hēmin didōsin? All᾽ hē sophia, phēsi, tou penētos estin exouthenēmenē " kai palin heteros tis phēsi Plouton kai penian, mē moi dǭs" kai" Ek kaminou penias rhysai me. Pōs de palin, ei ploutos kai penia para Kyriou, kakon hē penia, ē ho ploutos? Tinos oun heneken tauta eirētai? Tauta elegeto en tę̄ Palaią, entha polys ho logos tou ploutou, entha tēs penias pollē ēn hē hyperopsia, entha to men katara ēn, to de eulogia. ᾿Alla nyn ouketi" alla theleis akousai tēs penias enkōmia?? autēn metēlthen ho Christos, kai phēsin Ho de Uios tou anthrōpou ouk echei pou tēn kephalēn klinę̄. Kai palin tois mathētais elege "Mē ktēsēsthe chryson, mēte argyron, mēte dyo chitōnas. Kai ho Paulos graphōn elegen. Hōs mēden echontes, kai panta katechontes. Kai Petros elege tǭ ek genetēs chōlǭ" Hargyrion kai chrysion ouk hyparchei moi. Kai en hautę̄ de tę̄ Palaią, entha ethaumazeto ho ploutos, tines, eipe moi, hēsan hoi thaumastoi? ouchi Ēlias ho plēn tēs mēlōtēs mēden echōn? ouchi ouchi Iōannēs? Mēdeis toinyn estō tapeinos dia penian ouk esti penia hē poiousa tapeinon, alla ploutos ho pollōn deisthai katanankazōn, kai pollois eidenai charitas biazomenos. Ti de tou Iakōb penesteron ēn, eipe moi, hos elegen Ean dǭ moi Kyrios arton phagein, kai himation peribalesthai? Ara aparrhēsiastoi ēsan hoi peri Ēlian kai Iōannēn? ouk ho men ton ᾿Achaad ēlenchen, ho de ton Hērōdēn? Ekeinos elegen" Ouk exesti soi echein tēn gynaika Philippou tou adelphou sou" ho de Hēlias pros ton ᾿Achaad meta parrhēsias elegen' Ouk egō diastrephō ton Israēl, alla sy kai ho oikos tou patros sou. Horąs hoti touto mallon poiei tēn parrhēsian, hē penia? Ho men gar plousios doulos estin, hypeuthynos hōn zēmią, kai parechōn panti tǭ boulomenǭ kakōs hauton poiein " ho de mēden echōn, dēmeusin ou dedoiken oude katadikēn. Ouk an oun, ei ē penia epoiei aparrhēsiastous, ho Christos meta penias epempe tous mathētas eis pragma parrhēsias pollēs deomenon. Sphodra gar ischyros ho penēs esti, kai ouk echei hothen adikēthę̄, ē pathę̄ kakōs. Ho mentoi plousios pantachothen eucheirōtos kathistatai " kai tauton ginetai, hoion an tis ton polla schoinia episyromenon kai makra, rhądiōs heloi, ton mentoi gymnon ouk eukolōs kataschein dynēsetai. Houtō kai entautha epi tou plousiou symbainei " andrapoda, chrysion, agroi, myria pragmata, myriai phrontides, perista» seis, anankai pasin auton eucheirōton ergazontai. Mēdeis toinyn. loipon tēn penian tēs atimias aitian einai nomizetō, Ean gar aretē parę̄, hapas ho tēs oikoumenēs ploutos oude pēlos, oude karphos esti pros hautēn. Tautēn toinyn diōchōmen, ei bouloimetha eiselthein eis tēn basileian tōn ouranōn. Pōlēson gar sou, phēsi, ta hyparchonta, kai dos ptōchois, kai hexeis thēsauron en ouranǭ" kai palin Dyskolon plousion eiselthein eis tēn basileian tōn ouranōn. Horąs hoti kai mē parousan autēn epispasasthai dei? Tosouton estin agathon hē penia" cheiragōgia gar tis esti tēs pros ton ouranon pherousēs hodou, aleimma athlētikon, gymnasia tis megalē kai thaumastē, limēn eudieinos. ᾿Alla chreian echō pollōn, phēsi, kai ou boulomai tinos charin labein" alla kai en toutǭ sou ho plousios hēlattōtai. Sy men gar isōs hyper trophēs tēn charin aiteis " ekeinos de hēper myriōn dokō yrou tas Hymatōn, hyper pleonexias. Hōste hoi plousioi eisin hoi pollōn deomenoi. Ti legō pollōn? kai anaxiōn heautōn pollakis " hoion ti legō" Tōn en tais taxesi stratiōtōn kai doulōn ontōn pollakis en chreią kathistantai, Ho de penēs oude autou deitai tou basileōs, kan deēthę̄, thaumazetai hoti eis touto katestēsen heauton, paron autǭ ploutein " mēdeis toinyn aitiasthō tēn penian, hōs myriōn ousan kakōn aitian, mēde antiphthengesthō tǭ Christǭ, hos teleiotēta tautēn ephēsen einai tēs aretēs, eipōn Ei theleis teleios einai" touto gar kai dia tōn logōn hautos eipe, kai dia tōn ergōn edeixe, kai dia tōn mathētōn edidaxe. Diōxōmen oun tēn penian " megiston gar estin agathon hautē tois nēphousi, Tacha tines kai oiōnizontai tōn akouontōn. Ouk apistō " pollē hē nosos hautē para tois pleiosi tōn anthrōpōn, kai tosautē tōn chrēmatōn hē tyrannis, hōs mēde mechri rhēmatōn autēs tēn paraitēsin pherein. alla kai oiōnizesthai tautēn. Porrhō « tauta tēs tou Christianou psychēs“ ouden gar plousiōteron tou penian hairoumenou hekonti kai meta prothymias. Pōs. egō legō" kai, ei boulesthe, kai autou tou basileōs plousiōteron onta apophainō ton hechonti tēn penian hairoumenon. Ekeinos men gar deitai pollōn, kai en phrontidi esti, kai dedoike mē epilipę̄ autǭ ta tēs trophēs tēs stratiōtikēs “ houtos de panta aphthonōs echei, kai peri oudenos, dedoike, kai ei dedoiken, ouk hyper tosoutōn. Tis oun, eipe moi, plousios, ho kath' ekastēn hēmeran apaitōn, kai spoudazōn polla syllegein, kai dedoikōs mēpote epilipę̄ ē ho mēden syllegōn, kai en aphthonią hōn pollę̄ kai mēdenos deomenos? tēn parrhēsian gar aretē didōsi kai tou Theou phobos, ou ta chrēmata" ekeina gar kai katadoulountai" xenia gar kai dōra,. phēsin, ektyphloi ophthalmous sophōn, kai hōs phimos en stomati apotrepei elegmous. Skopei pōs ho penēs ekeinos Petros ᾿Ananian ton plousion ekolasen " ouk ho men plousios ēn, ho de penēs? all᾽ hora touton men meta authentias dialegomenon, kai legonta, Eipe moi, Ei tosoutou to chōrion apedosthe? ekeinon de meta hypostolēs legonta, Nai, tosoutou. Kai tis dōsei moi, phēsi, kata Petron einai? "“Exesti soi kata Petron einai, ean thelę̄s rhipsai ha echeis " schorpison, dos penēsin, akolouthēson tǭ Christǭ, kai esę̄ toioutos. Pōs? ekeinos, phēsi, sēmeia epoiēse. Touto oun estin, eipe moi, to ton Petron poiēsan thaumaston, hē hē parrhēsia hē apo tēs politeias? Ouk akoueis tou Christou legontos" Mē chairete hoti ta daimonia hymin hypakouei. Ean thelę̄s teleios einai, pōlēson ta hyparchonta sou, kai dos ptōchois, kai hexeis thēsauron en ouranois. “Akouson ti kai ho Petros phēsin" ᾿Argyrion kai chrysion ouk hyparchei moi" d᾽ de echō, touto soi didōmi. Ei tis echei argyrion kai chrysion, ekeina ouk echei. Ti oun, phēsin, hoti polloi oute ekeina, oute tauta echousin? Hoti ouk echontes penontai" epei hoi echontes penomenoi panta echousi ta agatha. Ei gar kai mē nekrous anistōsi, mēde chōlous, all᾽ ho pantōn meizon esti, parrhēsian echousi pros ton Theon akousontai kat᾽ echeinēn tēn hēmeran tēs makarias ekeinēs phōnēs tēs legousēs" Deute, hoi eulogēmenoi tou Patros mou. Ti toutou kreitton? Klēronomēsate tēn hētoimasmenēn hymin basileian apo katabolēs kosmou. Epeinasa gar, kai edōkate moi phagein" edipsēsa, kai epotisate me; xenos ēmēn, kai synēgagete m᾽ gymnos ēmēn, kai periebalete me' asthenēs ēmēn, kai en phylakę̄, kai epeskepsasthe me. Klēronomēsate tēn hētoimasmenēn hymin basileian apo katadolēs kosmou. Pheugōmen toinyn tēn pleonexian, hina tychōmen tēs basileias tōn ouranōn" trephōmen tous penētas, hina trephōmen ton Christon, hina synklēronomoi autou genōmetha, en Christǭ Iēsou tǭ Kyriǭ hēmōn, meth᾽ hou tǭ Patri hama tǭ hagiǭ Pneumati doxa, kratos, nyn kai aei, kai eis tous aiōnas tōn aiōnōn. ᾿Amēn.
Let us then cast out the fleshly ways of thinking. And which are fleshly? All those that make the body flourish and live in comfort but harm the soul; for example, wealth, luxury, glory: all these belong to the flesh; the love of bodies [too]. Let us not, then, love having more, but always pursue poverty; for it is a great good. “But it makes one humble,” someone says, “and of no account.” This is just what we need; for this contributes much to us. “Poverty,” it says, “humbles a man”; and again Christ: “Blessed are the poor in spirit.” Are you grieved, then, because you have a road that leads you by the hand to virtue? Do you not know that this gives us great boldness? “But the wisdom of the poor man,” it says, “is despised”; and again someone else says, “Give me neither wealth nor poverty”; and, “Deliver me from the furnace of poverty.” And again, if wealth and poverty are from the Lord, how is poverty an evil, or wealth? Why then were these things said? They were said in the Old [Testament], where much was made of wealth, where poverty was much despised, where the one was a curse and the other a blessing. But no longer now. Do you want to hear the praises of poverty? Christ pursued it, and says, “But the Son of Man has nowhere to lay his head.” And again he said to the disciples, “Do not acquire gold or silver or two tunics.” And Paul wrote, “As having nothing, and yet possessing everything.” And Peter said to the man lame from birth, “Silver and gold I do not have.” And in the Old [Testament] itself, where wealth was admired, who, tell me, were the admirable ones? Was it not Elijah, who had nothing but his sheepskin cloak? Was it not Elisha? Was it not John? Let no one, then, be humble because of poverty: it is not poverty that makes one humble, but wealth, which compels one to need many people and forces one to be beholden to many. And what was poorer than Jacob, tell me, who said, “If the Lord gives me bread to eat and clothing to put on”? Were Elijah and John without boldness? Did not the one rebuke Ahab, the other Herod? The latter said, “It is not lawful for you to have the wife of Philip your brother”; and Elijah said to Ahab with boldness, “It is not I who trouble Israel, but you and your father's house.” Do you see that it is this, poverty, that above all produces boldness? For the rich man is a slave, liable to loss and laying himself open to anyone who wishes to do him harm; but the man who has nothing fears neither confiscation nor sentence. If, then, poverty made people lacking in boldness, Christ would not have sent the disciples out with poverty for a task requiring great boldness. For the poor man is very strong, and has nothing through which he can be wronged or suffer harm. The rich man, however, becomes easy to seize from every side; and it is just as when someone could easily catch a man dragging many long ropes behind him, but could not easily take hold of a naked man. So it happens here too with the rich man: slaves, gold, fields, countless affairs, countless cares, troubles, necessities make him easy prey for everyone. Let no one, then, any longer think poverty a cause of dishonor. For if virtue is present, all the wealth of the world is not even mud, not even a straw, compared with it. Let us, then, pursue it, if we wish to enter the kingdom of heaven. “For sell your possessions,” he says, “and give to the poor, and you will have treasure in heaven”; and again, “It is hard for a rich man to enter the kingdom of heaven.” Do you see that even if it is not present, one must draw it to oneself? So great a good is poverty; for it is a guide by the hand on the road that leads to heaven, an athlete's anointing, a great and wonderful training, a calm harbor. “But I need many things,” someone says, “and I do not wish to accept a favor from anyone.” But in this too the rich man is worse off than you. For you perhaps ask a favor for food; but he for countless things … for his greed. So the rich are the ones who need many people. Why do I say many? Often even people unworthy of them; for example, they often find themselves in need of soldiers in the ranks and of slaves. But the poor man does not need even the emperor himself; and if he does need him, he is admired because he brought himself to this when he could have been rich. Let no one, then, blame poverty as the cause of countless evils, and let no one contradict Christ, who declared it to be the perfection of virtue, saying, “If you wish to be perfect.” For this he both said in words, and showed by deeds, and taught through his disciples. Let us pursue poverty, then; for it is a very great good for those who are sober. Perhaps some of those who hear take it as an ill omen. I do not doubt it; this disease is widespread among most people, and the tyranny of money is so great that they cannot bear even a renunciation of it in words, but take it as an ill omen. Such things are far from the Christian soul; for nothing is richer than the man who chooses poverty willingly and with eagerness. How? I will tell you; and, if you wish, I will prove the man who willingly chooses poverty richer even than the emperor himself. For the emperor needs many things, and is anxious, and fears that provisions for the army may run short; but this man has everything in abundance, and fears for nothing, and if he does fear, not for so much. Who then, tell me, is rich: the man who every day makes demands, and is eager to collect much, and fears that it may some day run short, or the man who collects nothing and lives in great abundance and needs nothing? For it is virtue and the fear of God that give boldness, not money; for money even enslaves. “For gifts and presents,” it says, “blind the eyes of the wise, and like a muzzle in the mouth turn away rebukes.” See how that poor man Peter punished the rich Ananias. Was not the one rich and the other poor? But see him speaking with authority and saying, “Tell me, did you sell the field for so much?” and the other answering with deference, “Yes, for so much.” “And who will grant me,” someone says, “to be like Peter?” You may be like Peter, if you are willing to throw away what you have: scatter, give to the poor, follow Christ, and you will be such a man. “How? He worked miracles,” someone says. Is it this, then, tell me, that made Peter admirable, or the boldness that came from his way of life? Do you not hear Christ saying, “Do not rejoice that the demons are subject to you”? “If you wish to be perfect, sell your possessions and give to the poor, and you will have treasure in heaven.” Hear what Peter too says: “Silver and gold I do not have; but what I have, this I give you.” If someone has silver and gold, he does not have those [other] things. “What then,” someone says, “of the fact that many have neither the one nor the other?” Because they are poor unwillingly; since those who are poor willingly have all good things. For even if they do not raise the dead or the lame, they have what is greater than all: boldness toward God. They will hear on that day that blessed voice which says, “Come, you who are blessed by my Father.” What is better than this? “Inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry and you gave me food; I was thirsty and you gave me drink; I was a stranger and you took me in; naked and you clothed me; sick and in prison and you visited me. Inherit the kingdom prepared for you from the foundation of the world.” Let us flee greed, then, that we may attain the kingdom of heaven; let us feed the poor, that we may feed Christ, that we may become his fellow heirs, in Christ Jesus our Lord, with whom to the Father together with the Holy Spirit be glory, might, now and always, and to the ages of ages. Amen.
Textual problem in this passage: see the notes.
Prov 10:4 (quotation, medium confidence) · Matt 5:3 (quotation, high confidence) · Eccl 9:16 (quotation, high confidence) · Prov 30:8 (quotation, high confidence) · Isa 48:10 (allusion, medium confidence) · Matt 8:20 (quotation, high confidence) · Matt 10:9–10 (quotation, high confidence) · 2 Cor 6:10 (quotation, high confidence) · Acts 3:6 (quotation, high confidence) · 1 Kgs 19:19 (allusion, medium confidence) · Gen 28:20 (quotation, high confidence) · Mark 6:18 (quotation, high confidence) · 1 Kgs 18:18 (quotation, high confidence) · Luke 12:33 (quotation, high confidence) · Matt 19:23 (quotation, high confidence) · Matt 19:21 (quotation, high confidence) · Acts 5:8 (quotation, high confidence) · Luke 10:20 (quotation, high confidence) · Matt 25:34–36 (quotation, high confidence) · Ps 112:9 (111:9 LXX) (allusion, medium confidence)
Notes and citation
Summary: Chrysostom urges his hearers to cast out fleshly thinking and to embrace voluntary poverty, which gives freedom and boldness before God and people, while wealth enslaves.
- Quotations: Prov 10:4 LXX (“poverty humbles a man”); Matt 5:3; Eccl 9:16; Prov 30:8; Isa 48:10 (an adapted form, “the furnace of poverty”); Sir 11:14 (“good and evil, life and death, poverty and wealth are from the Lord”); Matt 8:20; Matt 10:9–10; 2 Cor 6:10; Acts 3:6; Gen 28:20; Mark 6:18; 1 Kgs 18:18; Luke 12:33; Matt 19:23–24; Matt 19:21; Acts 5:8; Luke 10:20; Matt 25:34–36; “scatter, give to the poor” echoes Ps 112:9 (111:9 LXX). The name of Elisha (“Was it not Elisha?”) is lost in the scan and supplied from the sense. “Gifts and presents blind the eyes of the wise” is Sir 20:29. The sheepskin cloak of Elijah: 1 Kgs 19:19; 2 Kgs 2:13. A few words after “but he for countless things” are garbled in the scan (marked …). The leaked section numeral (for section 3) and a column number were removed.
Notes on the original text
- Digital text corrected (OCR slip: «ἧς οἰκουμένης for τῆς οἰκουμένης; OCR slip: Δύσχολογ for Δύσκολον; OCR slip: ΕΓ τις for Εἴ τις; OCR slip: Εἰπξ for Εἰπέ; OCR slip: Κληρογομήσατε for Κληρονομήσατε; OCR slip: Κληρογομήσατϑ for Κληρονομήσατε; OCR slip: ΠΙαλαιᾷ for Παλαιᾷ; OCR slip: Πιλοῦτον for Πλοῦτον; OCR slip: Πώζησον for Πώλησον; OCR slip: Φιλίαπου τοῦ ἀδειφοῦ for Φιλίππου τοῦ ἀδελφοῦ; OCR slip: αἱκἰαν for αἰτίαν; OCR slip: διώχωμεν“ for διώκωμεν“; OCR slip: θέἅεις for θέλεις; OCR slip: καίρετε for χαίρετε; OCR slip: καταδολῆς κόσμου. ᾿Ἐπείνασα for καταβολῆς κόσμου. Ἐπείνασα; OCR slip: λαδεῖν for λαβεῖν; OCR slip: ξξδις for ἕξεις; OCR slip: οἵκος.τοῦ for οἶκος τοῦ; OCR slip: οὐκὶ οὐκὶ for οὐχὶ οὐχὶ; OCR slip: οὐκὶ Ῥλίας for οὐχὶ Ἠλίας; OCR slip: περιδαλέσθαι for περιβαλέσθαι; OCR slip: περιδθά.λετέ for περιεβάλετέ; OCR slip: πεωχοὶ for πτωχοὶ; OCR slip: πλούπου for πλούτου; OCR slip: πλοῦ- «ος for πλοῦτος; OCR slip: πὸλλῶν for πολλῶν; OCR slip: ρυλακῇ for φυλακῇ; OCR slip: συμδάλλεται for συμβάλλεται; OCR slip: συμθαίνει for συμβαίνει; OCR slip: ταπειγοῖ for ταπεινοῖ; OCR slip: τελειό.τὰ for τελειότητα; OCR slip: τόΐνυν for τοίνυν; OCR slip: φόδος for φόβος; OCR slip: χαταναγχάζων for καταναγκάζων; OCR slip: χρεῖττον for κρεῖττον; OCR slip: ἀθλητιχὸν for ἀθλητικὸν; OCR slip: ἀπέδυσθε,; for ἀπέδοσθε;; OCR slip: ἀχολούθησον for ἀκολούθησον; OCR slip: ἀχονόντων for ἀκουόντων; OCR slip: ἀχούπονται for ἀκούσονται; OCR slip: Ἁ.2.1᾽ for Ἀλλ᾽; OCR slip: ἐχοντὶ καὶ for ἑκόντι καὶ; OCR slip: ἐχτυφλοῖ for ἐκτυφλοῖ; OCR slip: ἑοῦ που οὖκ «ἔχει for τοῦ ἀνθρώπου οὐκ ἔχει; OCR slip: ἑποτίσατέ μ8᾽ for ἐποτίσατέ με·; OCR slip: ἕἔτερός for ἕτερός; OCR slip: Ἐχδάλωμεν for Ἐκβάλωμεν; OCR slip: Ἰακὼδ for Ἰακὼβ; OCR slip: Ἰσραὴμῖ, ἀ.1λὰ for Ἰσραήλ, ἀλλὰ; OCR slip: ὑπάρχϑδι for ὑπάρχει; OCR slip: ὑπαχούεις for ὑπακούει; OCR slip: ᾳάγτα for πάντα; OCR slip: ῥῦσαί μ8. for ῥῦσαί με.; apparatus note leaked into the text removed; column number removed; leaked section numeral removed): Ἐχδάλωμεν → Ἐκβάλωμεν; διώχωμεν“ → διώκωμεν“; συμδάλλεται → συμβάλλεται; ταπειγοῖ → ταπεινοῖ; πεωχοὶ → πτωχοὶ; Ἁ.2.1᾽ → Ἀλλ᾽; ἕἔτερός → ἕτερός; Πιλοῦτον → Πλοῦτον; ῥῦσαί μ8. → ῥῦσαί με.; ἃ (ΟἹ. οἱ πιᾶγᾷ. ϑ5τῖ!., ἀπὸ τῶν, ἀπὸ τῶν οτὶ → ; ΠΙαλαιᾷ → Παλαιᾷ; πλούπου → πλούτου; ἑοῦ που οὖκ «ἔχει → τοῦ ἀνθρώπου οὐκ ἔχει; ᾳάγτα → πάντα; πλοῦ- «ος → πλοῦτος; οὐκὶ Ῥλίας → οὐχὶ Ἠλίας; οὐκὶ οὐκὶ → οὐχὶ οὐχὶ; {171] → ; τόΐνυν → τοίνυν; χαταναγχάζων → καταναγκάζων; Ἰακὼδ → Ἰακὼβ; περιδαλέσθαι → περιβαλέσθαι; Φιλίαπου τοῦ ἀδειφοῦ → Φιλίππου τοῦ ἀδελφοῦ; Ἰσραὴμῖ, ἀ.1λὰ → Ἰσραήλ, ἀλλὰ; οἵκος.τοῦ → οἶκος τοῦ; συμθαίνει → συμβαίνει; Υ΄. → ; αἱκἰαν → αἰτίαν; «ἧς οἰκουμένης → τῆς οἰκουμένης; Πώζησον → Πώλησον; Δύσχολογ → Δύσκολον; ἀθλητιχὸν → ἀθλητικὸν; λαδεῖν → λαβεῖν; τελειό.τὰ → τελειότητα; θέἅεις → θέλεις; ἀχονόντων → ἀκουόντων; ἐχοντὶ καὶ → ἑκόντι καὶ; πὸλλῶν → πολλῶν; φόδος → φόβος; ἐχτυφλοῖ → ἐκτυφλοῖ; Εἰπξ → Εἰπέ; ἀπέδυσθε,; → ἀπέδοσθε;; ἀχολούθησον → ἀκολούθησον; καίρετε → χαίρετε; ὑπαχούεις → ὑπακούει; ξξδις → ἕξεις; ὑπάρχϑδι → ὑπάρχει; ΕΓ τις → Εἴ τις; ἀχούπονται → ἀκούσονται; χρεῖττον → κρεῖττον; Κληρογομήσατϑ → Κληρονομήσατε; καταδολῆς κόσμου. ᾿Ἐπείνασα → καταβολῆς κόσμου. Ἐπείνασα; ἑποτίσατέ μ8᾽ → ἐποτίσατέ με·; περιδθά.λετέ → περιεβάλετέ; ρυλακῇ → φυλακῇ; Κληρογομήσατε → Κληρονομήσατε.
Extrabiblical texts: Sir 11:14 (Sirach [in RC, EO, ETH canons]; allusion); Sir 20:29 (Sirach [in RC, EO, ETH canons]; quotation)
Topics: Ethics
Cite (SBL): Chrysostom, Hom. Heb. 18.2 (PG 63:18; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/chrysostom-hom-hebraeos/18-2). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/chrysostom-hom-hebraeos/18-2
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-hebraeos-18-2) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca 63 (archive.org OCR; corrections logged); compared afterwards with NPNF¹ 14.