Commentary on Luke (Greek fragments) 4.35–5.17

Greek text: PG 72.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Commentary 4

4.35PG 72 72:547

Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, κ. τ. λ. Καὶ μετ᾿ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Ἵνα γοῦν μὴ ἀπιστῶμεν, γείτονα τοῖς λόγοις ἐποιεῖτο τὴν θεοσημείαν. -- Εἴδομεν ἐν τῇ ἐρήμῳ νενικημένον παρ᾿ αὐτοῦ τὸν ἀλιτήριον Σατανᾶν, καὶ τρισὶ καταῤῥαγέντα πτώμασιν· εἴδομεν αὐτοῦ πάλιν κατασειομένην τὴν δύναμιν, καὶ πίπτουσαν τὴν καθ' ἡμῶν ἐξουσίαν· εἴδομεν ἑαυτοὺς ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τοῖς πονηροῖς ἐπιπλήττοντας πνεύμασιν. Ὡς γὰρ καὶ τοῦτο πρὸς καύχημα βλέπει τῆς ἀνθρωπείας φύσεως, ἐξ αὐτῶν μαθήσῃ τῶν τοῦ Σωτῆρος ῥημάτων· κατεψεύδοντο μὲν γὰρ Ἰουδαῖοι τῆς δόξης αὐτοῦ, καὶ δὴ καὶ ἔφασκον· « Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ ἄρχοντι τῶν δαιμονίων. • Εἶτα πρὸς αὐτοὺς πλεῖστά τε ὅσα καὶ ἀναγκαῖα προειρηκὼς, ὕστερον ἔφη· « Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. • Εἰ γὰρ ἄνθρωπος γεγονὼς καθ' ὑμᾶς, φησὶ, ἐν ἐξουσίᾳ καὶ βασιλείᾳ τῇ θεοπρεπεῖ τοῖς ἀκαθάρτοις ἐπιπλήττω πνεύμασιν, ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. Ἠλαύνοντο τοίνυν τὰ πονηρὰ δαιμόνια, καὶ δὴ καὶ πρὸς αἴσθησιν ἐνηνεγμένα τῆς ἀνικήτου δυνάμεως αὐτοῦ, καὶ μὴ φέροντες τὰς προσβολὰς τῆς θεότητος, τυραννικὸν καὶ πανοῦργον ἀνεφθέγγοντο · « Ἕα, λέγοντα· τί ἡμῖν καὶ σοί;» τουτέστι· Τί οὐκ ἐὰς ἡμᾶς χώραν ἔχειν, περιαιρῶν τῆς ἀσεβείας τὴν πλάνην; Εἶτα εὐφημεῖν ὑποκρίνονται, καὶ ἅγιον τοῦ Θεοῦ καλοῦσιν αὐτόν· ᾠήθησαν γὰρ ὅτι διὰ τῆς τοιαύτης εὐφημίας, κενῆς δόξης ἀποτελοῦσιν αὐτὸν ἐραστὴν, καὶ ἀποσχέσθαι παρασκευάζουσι τοῦ ἐπιπλήττειν αὐτοῖς, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ᾽ οὐκ ἐπιτεύξεται δόλιος θήρας. Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ αὐτῶν τὰς ἀκαθάρτους γλώσσας ὁ Κύριος. Εἶτα προστάττει τῶν ἐχόντων ἀποφοιτᾷν. Οἱ δὲ τῶν οὕτω μεγάλων θεωροὶ γεγο νότες, καταπλήττονται τοῦ λόγου τὴν ἐξουσίαν· οὐ γὰρ εὐχὴν ἀνατείνων, ἢ γοῦν παρ' ἑτέρου τὸ δύνασθαι κατορθοῦν αἰτήσας πώποτε, τὰς θεοσημείας ἐπλήρου, ἀλλ᾽ αὐτὸς ὧν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς, καὶ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, ἐκεῖνος ἦν ὁ συντρίβων τὸν Σατανᾶν, καὶ τῶν ἀκαθάρτων δαιμόνων ἀποφράττων τὸ βέ βηλον στόμα.

Kai epetimēsen autǭ ho Iēsous, k. t. l. Kai met᾿ exousias tēs theoprepous tois akathartois epetima pneumasin. Hina goun mē apistōmen, geitona tois logois epoieito tēn theosēmeian. -- Eidomen en tę̄ erēmǭ nenikēmenon par᾿ autou ton alitērion Satanan, kai trisi katarrhagenta ptōmasin; eidomen autou palin kataseiomenēn tēn dynamin, kai piptousan tēn kath' hēmōn exousian; eidomen heautous hōs en aparchę̄ tǭ Christǭ tois ponērois epiplēttontas pneumasin. Hōs gar kai touto pros kauchēma blepei tēs anthrōpeias physeōs, ex autōn mathēsę̄ tōn tou Sōtēros rhēmatōn; katepseudonto men gar Ioudaioi tēs doxēs autou, kai dē kai ephaskon; « Houtos ouk ekballei ta daimonia, ei mē en Beelzeboul archonti tōn daimoniōn. • Eita pros autous pleista te hosa kai anankaia proeirēkōs, hysteron ephē; « Ei de egō en Pneumati Theou ekballō ta daimonia, ara ephthasen eph᾽ hymas hē basileia tou Theou. • Ei gar anthrōpos gegonōs kath' hymas, phēsi, en exousią kai basileią tę̄ theoprepei tois akathartois epiplēttō pneumasin, hē hymetera physis esti tę̄ toiąde doxę̄ stephanoumenē; hymeis gar horasthe di᾽ emou te kai en emoi tēn tou Theou basileian kataploutēsantes. Ēlaunonto toinyn ta ponēra daimonia, kai dē kai pros aisthēsin enēnegmena tēs anikētou dynameōs autou, kai mē pherontes tas prosbolas tēs theotētos, tyrannikon kai panourgon anephthengonto ; « Hea, legonta; ti hēmin kai soi?» toutesti; Ti ouk eas hēmas chōran echein, periairōn tēs asebeias tēn planēn? Eita euphēmein hypokrinontai, kai hagion tou Theou kalousin auton; ǭēthēsan gar hoti dia tēs toiautēs euphēmias, kenēs doxēs apotelousin auton erastēn, kai aposchesthai paraskeuazousi tou epiplēttein autois, hoion anti charitos didonta charin; all᾽ ouk epiteuxetai dolios thēras. Theos gar ou myktērizetai, apophrattei de autōn tas akathartous glōssas ho Kyrios. Eita prostattei tōn echontōn apophoitąn. Hoi de tōn houtō megalōn theōroi gego notes, kataplēttontai tou logou tēn exousian; ou gar euchēn anateinōn, ē goun par' heterou to dynasthai katorthoun aitēsas pōpote, tas theosēmeias eplērou, all᾽ autos hōn ho Logos tou Theou kai Patros, ho zōn te kai energēs, kai di' hou ta panta, kai en hǭ ta panta, ekeinos ēn ho syntribōn ton Satanan, kai tōn akathartōn daimonōn apophrattōn to be bēlon stoma.

“And Jesus rebuked him,” and so on (4:35). And with authority befitting God he rebuked the unclean spirits. So that we should not disbelieve, he made the divine sign a neighbour to his words. — We saw the accursed Satan conquered by him in the wilderness and dashed down in three falls; we saw again his power shaken and his authority over us falling; we saw ourselves, in Christ as our firstfruits, rebuking the evil spirits. That this too looks to the boast of human nature you will learn from the very words of the Saviour. For the Jews spoke falsely against his glory and said: “This man casts out demons only by Beelzebul, the ruler of the demons.” Then, after saying very many necessary things to them, he afterwards said: “But if I cast out demons by the Spirit of God, then the kingdom of God has come upon you.” “For if,” he says, “having become man like you, I rebuke the unclean spirits with authority and kingship befitting God, it is your nature that is crowned with such glory; for you are seen, through me and in me, to have been enriched with the kingdom of God.” The evil demons, then, were driven out; and being brought to perceive his invincible power, and unable to bear the assaults of the Godhead, they cried out something tyrannical and crafty, saying, “Ha! What have we to do with you?” that is, “Why do you not let us have a place, but remove the error of impiety?” Then they pretend to speak well of him and call him the Holy One of God; for they thought that by such praise they would make him a lover of vainglory, and get him to refrain from rebuking them, as if returning a favour for a favour. But the crafty hunter will not succeed. For God is not mocked; and the Lord stops their unclean tongues. Then he commands them to depart from those who had them. And those who had become spectators of such great things are amazed at the authority of his word; for he did not perform the divine signs by lifting up a prayer, or asking at any time for the power to accomplish them from another; but being himself the Word of God the Father, living and active, through whom are all things and in whom are all things, he was the one who crushed Satan and stopped the profane mouth of the unclean demons.

Luke 4:35 (quotation, high confidence) · Luke 4:13 (allusion, medium confidence) · Matt 12:24 (quotation, high confidence) · Matt 12:28 (quotation, high confidence) · Luke 11:20 (allusion, high confidence) · Luke 4:34 (quotation, high confidence) · Gal 6:7 (quotation, high confidence) · Luke 4:36 (allusion, high confidence) · Heb 4:12 (allusion, high confidence) · Rom 11:36 (allusion, medium confidence) · Col 1:16 (allusion, medium confidence)

Notes and citation

Summary: Christ cast out demons by his own authority as God; in him human nature is crowned with victory over Satan, and he silenced the demons’ flattering confession.

  • Two displaced lines of the scan are restored to their places by logged corrections.

Notes on the original text

  • Digital text corrected (displaced OCR line removed here and restored below; displaced OCR line restored to its place): ἐποιεῖτο ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· Θεοῦ βασιλείαν καταπλουτήσαντες. τὴν θεοσημείαν. → ἐποιεῖτο τὴν θεοσημείαν.; ἡ ὑμεῖς γὰρ ὁρᾶσθε δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Ἠλαύνοντο → ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. Ἠλαύνοντο.

Topics: Christology

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 4.35 (PG 72 72:547; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/4-35). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-4-35) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

4.38PG 72 72:549

Εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. Θέασαι τοίνυν, πῶς κατέλυσε παρ᾿ ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἐκούσιον δι' ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συναπάγεσθαι, καὶ μὴ κατεπαίρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει. – Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ Ἰησοῦς, καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Μήποτε οὖν ἐν μὲν τῷ, « Αφῆκεν αὐτὴν ὁ πυρετὸς, εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου, οὐδενὸς περὶ ζώου ἐμφαίνηται τοῦτον πυρετὸν ἐνεργοῦντος· ἐν δὲ τῷ,« Ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτὴν, · εἰρημένῳ ὑπὸ Λουκᾶ, οὐκ οἶδα εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον ζῶον εἰπεῖν μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας, ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακω τικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης. Οὐδὲ γὰρ ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν εἰς τὸ διὰ τοῦ σώματος πειράσαι αὐτὸν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ, ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τὸ, ᾿Αλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ ἅψητε· ὡς καὶ ὁ Κύριος ἐπιτιμῶν ἰᾶται τοὺς ἔχοντας. Ἐπιτίθησι δὲ καὶ τὰς χεῖρας ἑνὶ ἑκάστῳ τῶν νοσούντων, καὶ ἀπήλλαττεν αὐτοὺς τοῦ νοσήματος, δεικνὺς ὅτι τῆς τοῦ. Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ δύναμιν ἐμφυτεύσας αὐτῇ· - ἵνα μάθωμεν ὡς καίτοι καθ' ἡμᾶς γε γονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττόν ἐστι καὶ οὕτω Θεὸς, πάντα πληρῶν εὐκόλως καὶ διὰ τῆς οἰκείας σαρκός· εἰργάζετο γὰρ καὶ δι᾿ αὐτῆς τὰ παράδοξα· καὶ μὴ σφόδρα θαυμάσης, διαλογίζου δὲ μᾶλλον ὡς καὶ ἐν σκεύει χαλκῷ γεγονὸς τὸ πῦρ, τῆς ἰδίας αὐτῷ θερμότητος ἐντίθησι τὴν ἐνέργειαν. Οὕτω τοίνυν καὶ ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτῷ κατὰ ἀλήθειαν ἔμψυχόν τε καὶ ἔννουν τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν, τῆς ἰδίας αὐτῷ καὶ θεο πρεποῦς ἰσχύος ἐνεφύτευσε τὴν ἐνέργειαν· καὶ γοῦν Ἰουδαίους ἐκδυσωπῶν· « Εἰ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε. » Ἔστι τοίνυν ἰδεῖν μαρτυρούσης ἀληθείας αὐτῆς, ὡς οὐχ ὡς ἀνθρώπῳ παρ' ἑαυτὸν ἀνὰ μέρος ὄντι καὶ νοουμένῳ τῷ ἐκ γυναικὸς, τὴν ἰδίαν ἔδωκε δόξαν ὁ Μονογενής, ἀλλ' ὡς εἰς ὑπάρχων Υἱὸς, μετὰ τοῦ ἑνωθέντος αὐτῷ ἁγίου σώματος, εἰργάζετο τὰς θεοσημείας· προσκυνεῖται δὲ καὶ παρὰ τῆς κτίσεως ὡς Θεός. Καὶ γοῦν εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν Πέτρου, ἐπειδὴ γύναιον ἐπὶ κλίνης ἔῤῥιπτο, λάβρῳ πυρετῷ δαπανώμενον· καίτοι δυνάμενος εἰπεῖν ὡς Θεός · ᾿Απόθου τὴν νόσον, ἀνάστηθι, τοῦτο μὲν οὐ πεποίηκεν· ἐνεργὸν δὲ πρὸς θεραπείαν ἀποφαίνων τὴν ἑαυτοῦ σάρκα, Θεοῦ γὰρ ἦν σὰρξ, ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ παραχρῆμα, φησὶ ἡ Γραφή, ἀφῆκεν αὐτὴν ὁ πυρετός. – ᾿Αλλ' ὑποδεξώμεθα καὶ ἡμεῖς τὸν Ἰησοῦν· ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν, καὶ ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ήδονῶν τὴν πύρωσιν ἀποσβέσει, ἐγερεῖ δὲ καὶ εὐρώστους ἀποφανεῖ, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι τὰ δοκοῦντα αὐτῷ πληροῦν. "Αθρει δέ μοι πάλιν ὅσην ἔχει τὴν ὠφέλειαν τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφὴ· ἐλαύνει γὰρ καὶ ποικίλας νόσους, καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύναμιν καταστρέφει, καὶ τοσοῦτον δῆμον θεραπεύει ἐν μιᾷ καιροῦ ῥοπῇ. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερατουργίας, ἵνα τι τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀῤῥωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν αὐτὸς ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. Οὐκοῦν ἀπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀῤῥωστημάτων, καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν. Οὐκ ἠφίει τοὺς ἀκαθάρτους δαίμονας ὁμολογεῖν αὐτόν· οὐ γὰρ ἔδει τῆς ἀποστολικῆς λειτουργίας τὴν δόξαν ἁρπάζειν αὐτοὺς, ἀλλ᾽ οὔτε ἔδει ἐξ ἀκαθάρτου γλώττης λαλεῖσθαι τοῦ Χριστοῦ μυστήριον· ὥστε κἂν λέγωσί τι τῶν ἀληθῶν, πιστευέτω μηδείς· οὐ γὰρ διὰ σκότους τὸ φῶς γινώσκεται· καὶ τοῦτο διδάξει λέγων ὁ Χριστοῦ μαθητής· « Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ;»

Eisēlthen eis tēn oikian Simōnos. Theasai toinyn, pōs katelyse par᾿ heni tōn mathētōn, anthrōpǭ penēti kai asēmǭ kata ton bion, ho tēn ekousion di' hēmas hypomeinas ptōcheian, hin᾿ hēmeis tę̄ ekeinou ptōcheią ploutēsōmen, kai mathōmen tois tapeinois synapagesthai, kai mē katepairesthai tōn en endeią kai thlipsei. – Ephistēsi tę̄ tou Simōnos oikią ho Iēsous, kai heuriskei pyrettousan tēn autou pentheran; kai epistas epetimēse tǭ pyretǭ, kai aphēken autēn. Mēpote oun en men tǭ, « Aphēken autēn ho pyretos, eirēmenǭ hypo Matthaiou kai Markou, oudenos peri zōou emphainētai touton pyreton energountos; en de tǭ,« Epistas epanō autēs epetimēse tǭ pyretǭ, kai aphēken autēn, ; eirēmenǭ hypo Louka, ouk oida ei mē anankasthēsometha to epitimōmenon zōon eipein mē chōroun tēn tou epitimōntos energeian; apsychon gar kai mē aisthanomenon epitimias, epitimasthai ouk eulogon legein. Ouden de thaumaston einai tinas kakō tikas tou anthrōpinou sōmatos dynameis, kai ou pantōs katēgorēsōmen tēs psychēs tōn paschontōn hōs ek toutōn blaptomenēs. Oude gar epei epaise ton Iōb helkei ponērǭ, labōn ho diabolos tēn exousian eis to dia tou sōmatos peirasai auton, peri touto katēgorēteos ho Iōb, athlēsas kai gennaiōs hypomeinas tēn plēgēn. Monon eiē legesthai, ei pote kata sōmatikous peirazometha ponous, to, ᾿Alla tēs psychēs autou mē hapsēte; hōs kai ho Kyrios epitimōn iatai tous echontas. Epitithēsi de kai tas cheiras heni hekastǭ tōn nosountōn, kai apēllatten autous tou nosēmatos, deiknys hoti tēs tou. Logou dynameōs tēn energeian pephorēken hē hagia sarx, hēn idian epoiēsato, theoprepē dynamin emphyteusas autę̄; - hina mathōmen hōs kaitoi kath' hēmas ge gonōs ho monogenēs tou Theou Logos, ouden hētton esti kai houtō Theos, panta plērōn eukolōs kai dia tēs oikeias sarkos; eirgazeto gar kai di᾿ autēs ta paradoxa; kai mē sphodra thaumasēs, dialogizou de mallon hōs kai en skeuei chalkǭ gegonos to pyr, tēs idias autǭ thermotētos entithēsi tēn energeian. Houtō toinyn kai ho panalkēs tou Theou Logos, henōsas heautǭ kata alētheian empsychon te kai ennoun ton ek tēs hagias Parthenou naon, tēs idias autǭ kai theo prepous ischyos enephyteuse tēn energeian; kai goun Ioudaious ekdysōpōn; « Ei ou poiō, phēsi, ta erga tou Patros mou, mē pisteuete moi; ei de poiō, kan emoi mē pisteuēte, tois ergois mou pisteuete. » Esti toinyn idein martyrousēs alētheias autēs, hōs ouch hōs anthrōpǭ par' heauton ana meros onti kai nooumenǭ tǭ ek gynaikos, tēn idian edōke doxan ho Monogenēs, all' hōs eis hyparchōn Huios, meta tou henōthentos autǭ hagiou sōmatos, eirgazeto tas theosēmeias; proskyneitai de kai para tēs ktiseōs hōs Theos. Kai goun eisēlthe men eis tēn oikian Petrou, epeidē gynaion epi klinēs errhipto, labrǭ pyretǭ dapanōmenon; kaitoi dynamenos eipein hōs Theos ; ᾿Apothou tēn noson, anastēthi, touto men ou pepoiēken; energon de pros therapeian apophainōn tēn heautou sarka, Theou gar ēn sarx, hēpsato tēs cheiros autēs, kai parachrēma, phēsi hē Graphē, aphēken autēn ho pyretos. – ᾿All' hypodexōmetha kai hēmeis ton Iēsoun; hotan gar eisbalę̄ kai en hēmin, kai echōmen auton eis noun kai kardian, tote tōn ektopōn ēdonōn tēn pyrōsin aposbesei, egerei de kai eurōstous apophanei, pneumatikōs dēlonoti, hōste kai hypēretein autǭ, toutesti ta dokounta autǭ plēroun. "Athrei de moi palin hosēn echei tēn ōpheleian tēs hagias autou sarkos epaphē; elaunei gar kai poikilas nosous, kai daimoniōn ochlon, kai tēn tou diabolou dynamin katastrephei, kai tosouton dēmon therapeuei en mią kairou rhopę̄. Kaitoi gar logǭ kai neumati plēroun dynamenos tas teratourgias, hina ti tōn anankaiōn didaxę̄, kai tas cheiras epipherei tois ousin en arrhōstiais. Edei gar, edei mathein hēmas, hoti tēs tou Logou dynameōs tēn energeian pephorēken hē hagia sarx, hēn autos idian epoiēsato, theoprepē tēn dynamin emphyteusas autę̄. Oukoun aptesthō kai hēmōn, mallon de hēmeis autou dia tēs mystikēs eulogias, hina kai hēmas eleutherōsę̄ psychikōn arrhōstēmatōn, kai tēs tōn daimoniōn ephodou kai pleonexias. Kai epitimōn ouk eia auta lalein. Ouk ēphiei tous akathartous daimonas homologein auton; ou gar edei tēs apostolikēs leitourgias tēn doxan harpazein autous, all᾽ oute edei ex akathartou glōttēs laleisthai tou Christou mystērion; hōste kan legōsi ti tōn alēthōn, pisteuetō mēdeis; ou gar dia skotous to phōs ginōsketai; kai touto didaxei legōn ho Christou mathētēs; « Tis gar koinōnia phōti pros skotos? ē tis symphōnēsis Christǭ pros Beliar?»

“He entered the house of Simon” (4:38). See, then, how he lodged with one of the disciples, a poor man of no note in life—he who for our sake endured voluntary poverty, so that we by his poverty might become rich, and might learn to associate with the lowly and not to look down on those in want and affliction. — Jesus comes to Simon’s house and finds his mother-in-law in a fever; and standing over her he rebuked the fever, and it left her. Perhaps, then, in the words “The fever left her,” spoken by Matthew and Mark, there is no indication of any living being causing this fever; but in the words spoken by Luke, “Standing over her, he rebuked the fever, and it left her,” I do not know whether we shall not be compelled to say that the thing rebuked is a living being that could not withstand the power of the one rebuking; for it is not reasonable to say that something soulless and incapable of perceiving a rebuke is rebuked. It is no wonder that there are certain harmful powers acting on the human body, and we shall not in every case accuse the soul of the sufferers as harmed by them. For when the devil, having received authority to try Job through his body, struck him with an evil sore, Job is not to be accused on that account, since he contended and nobly endured the blow. Only let it be said, whenever we are tried by bodily pains, “But do not touch his soul”; as the Lord too, rebuking, heals those who have them. And he lays his hands on each one of the sick and freed them from their disease, showing that the holy flesh, which he made his own, implanting in it a power befitting God, bore the working of the Word’s power; or that we might learn that, though the only-begotten Word of God has become as we are, he is no less God even so, fulfilling all things easily even through his own flesh; for he worked wonders through it too. Do not marvel overmuch, but consider rather that fire, when it has come to be in a bronze vessel, puts into it the working of its own heat. So too the all-powerful Word of God, having truly united to himself the temple from the holy Virgin, animated and endowed with mind, implanted in it the working of his own power befitting God. And indeed, shaming the Jews, he says: “If I do not do the works of my Father, do not believe me; but if I do them, even though you do not believe me, believe my works.” One can see, then, with truth itself bearing witness, that the Only-begotten did not give his own glory to the one from the woman as to a man existing and thought of separately, by himself; but, being one Son with the holy body united to him, he worked the divine signs; and he is worshipped by creation as God. And indeed he entered the house of Peter because a woman lay thrown on a bed, consumed by a violent fever; though he could have said as God, “Put off the disease, rise up,” he did not do so; but showing his own flesh to be effective for healing—for it was God’s flesh—he touched her hand, and immediately, says Scripture, the fever left her. — But let us too receive Jesus; for when he comes into us as well, and we hold him in mind and heart, then he will quench the burning of unnatural pleasures, and will raise us up and make us strong—spiritually, that is—so that we may serve him, that is, fulfil what pleases him. See again, I pray, how great a benefit the touch of his holy flesh has: it drives out various diseases and a crowd of demons, overthrows the power of the devil, and heals so great a throng in a single moment of time. For though he could perform the wonders by word and nod, he lays his hands too on those who are in sicknesses, so that he might teach something necessary. For we had, we had to learn that the holy flesh, which he made his own, implanting in it a power befitting God, bore the working of the Word’s power. Let him touch us, then, or rather let us touch him through the mystical blessing, so that he may free us too from the sicknesses of the soul and from the attack and greed of the demons. “And rebuking them, he did not allow them to speak” (4:41). He did not let the unclean demons confess him; for they ought not to seize the glory of the apostolic ministry, nor ought the mystery of Christ to be spoken by an unclean tongue. So even if they say something true, let no one believe them; for the light is not known through darkness. And this the disciple of Christ will teach, saying: “For what fellowship has light with darkness? Or what agreement has Christ with Beliar?”

Luke 4:38 (quotation, high confidence) · 2 Cor 8:9 (allusion, high confidence) · Rom 12:16 (allusion, medium confidence) · Luke 4:39 (quotation, high confidence) · Matt 8:15 (quotation, high confidence) · Mark 1:31 (quotation, high confidence) · Job 2:7 (allusion, high confidence) · Job 2:6 (quotation, high confidence) · Luke 4:40 (allusion, high confidence) · John 10:37 (quotation, high confidence) · John 10:38 (quotation, high confidence) · Luke 4:41 (quotation, high confidence) · 2 Cor 6:14 (quotation, high confidence) · 2 Cor 6:15 (quotation, high confidence)

Notes and citation

Summary: Christ lodged with the poor Simon; his rebuke of the fever suggests a hostile power behind it; his touch healed because his flesh, united to the Word like fire in bronze, bore divine power, which we receive through the mystical blessing; he silenced the demons’ confession.

  • The paragraph on whether the fever was a living being (“Perhaps, then … those who have them”) has the manner of Origen and may be an excerpt from him transmitted under Cyril’s name; the catena does not mark it.
  • “Mystical blessing” (μυστικὴ εὐλογία) is Cyril’s usual term for the Eucharist.

Notes on the original text

  • Digital text corrected (Latin x for Greek κ; doubled letter; manuscript siglum of the edition; stray Latin letter): τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἀἁγία σὰρξ → τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ; αὐτῇ· - Η ἵνα → αὐτῇ· - ἵνα; ἀναγxαίων → ἀναγκαίων; ἀποστοDλικῆς → ἀποστολικῆς.

Topics: Christology, Eucharist

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 4.38 (PG 72 72:549; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/4-38). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-4-38) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

Commentary 5, chapter 2

5.2.1PG 72 72:551

Καὶ εἶδε δύο πλοῖα ἐστῶτα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ' αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.

Kai eide dyo ploia estōta para tēn limnēn hoi de halieis apobantes ap' autōn apeplynan ta diktya.

“And he saw two boats standing by the lake; but the fishermen had gone out of them and were washing their nets” (5:2).

Luke 5:2 (quotation, high confidence)

Notes and citation

Summary: The lemma of Luke 5:2: two boats by the lake and the fishermen washing their nets.

  • The staged reference is approximate: this lemma is Luke 5:2; the next fragment comments on it.

Notes on the original text

  • Digital text corrected (breathing misread by OCR): οἱ δὲ ἀλιεῖς → οἱ δὲ ἁλιεῖς.

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.2.1 (PG 72 72:551; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-2-1). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-2-1) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

5.2.2PG 72 72:551

θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὐτεχνὲς, τὸ ἐπὶ γει τῇ θήρᾳ τῶν τεθηρευκότων τὴν ὑπ᾿ οὐρανὸν, φημὶ δὴ τῶν ἁγίων ἀποστόλων, οἱ καὶ ἀλιεύειν εἰδότες, ὑπὸ τοῦ Χριστοῦ γεγόνασι λίνον· ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. Καὶ γοῦν ἔφη που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· « Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς Καὶ τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους τε καὶ μυσταγωγούς. Σὺ δὲ μοι σκόπει, ὡς οὐ κηρύττει μόνον, ἀλλὰ καὶ σημεῖα ἐπιδείκνυται, ἐνέχυρα τῆς αὐτοῦ παρέχων δυνάμεως, καὶ τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιῶν τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς· ἵν᾽ εἰδεῖεν ὡς πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ. ῾Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, κ. τ. λ.

thaumasōmen tēs oikonomias to eutechnes, to epi gei tę̄ thērą tōn tethēreukotōn tēn hyp᾿ ouranon, phēmi dē tōn hagiōn apostolōn, hoi kai alieuein eidotes, hypo tou Christou gegonasi linon; hina kai autoi tēn tōn euangelikōn kērygmatōn sagēnēn chalasantes, proskomisōsin autǭ tous kata pasan tēn gēn. Kai goun ephē pou di᾽ henos tōn hagiōn prophētōn; « Idou egō apostellō halieis pollous, legei Kyrios, kai halieusousin autous; kai meta tauta apostelō pollous thēreutas, kai thēreusousin autous Kai tous men halieis, tous hagious apostolous phēsi, thēreutas de tous kata kairous tōn hagiōn Ekklēsiōn hēgoumenous te kai mystagōgous. Sy de moi skopei, hōs ou kēryttei monon, alla kai sēmeia epideiknytai, enechyra tēs autou parechōn dynameōs, kai tę̄ tōn thaumatōn epideixei bebaiōn ta legomena. Epeidē gar arkountōs tois ochlois dieilektai, trepetai palin pros tēn synēthē megalourgian, kai dia tōn halieutikōn epitēdeumatōn halieuei tous mathētas; hin᾽ eideien hōs pansthenes echei to thelēma, kai tois theoprepestatois autou neumasin hē ktisis hypēretei. ῾Hōs de epausato lalōn, eipe pros ton Simōna; Epanagage eis to bathos, k. t. l.

… let us marvel at the skill of the economy, at the catching of those who caught the world under heaven—I mean the holy apostles—who, knowing how to fish, became a net in Christ’s hands, so that they too, letting down the dragnet of the Gospel proclamations, might bring him those throughout all the earth. And indeed he said somewhere through one of the holy prophets: “Behold, I send many fishermen, says the Lord, and they shall fish for them; and after that I will send many hunters, and they shall hunt them.” By the fishermen he means the holy apostles, and by the hunters those who from time to time are the leaders and teachers of the holy churches. But consider, I pray, that he does not only preach but also shows signs, giving pledges of his power and confirming what is said by the display of wonders. For when he had spoken sufficiently to the crowds, he turns again to his usual mighty working and catches the disciples by means of their fishing trade, so that they might know that his will is all-powerful and that creation serves his nods befitting God. “When he had finished speaking, he said to Simon, Put out into the deep,” and so on (5:4).

Luke 5:2 (allusion, high confidence) · Matt 13:47 (allusion, medium confidence) · Jer 16:16 (quotation, high confidence) · Luke 5:3 (allusion, high confidence) · Luke 5:4 (quotation, high confidence)

Notes and citation

Summary: Christ caught the apostles through their own trade and made them fishers of the world, as Jeremiah foretold; their successors in the churches are the hunters; his signs confirmed his words.

  • The first words of the comment are lost (“… let us marvel”). Jer 16:16 is quoted in the Septuagint form.

Topics: Church office

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.2.2 (PG 72 72:551; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-2-2). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-2-2) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

Commentary 5

5.4PG 72 72:553

Καὶ γοῦν μετὰ τὴν αὐτάρκη διδασκαλίαν, ἐπειδὴ καὶ ἔργον ἔδει θεῖον προσθεῖναι τοῖς λόγοις ἐπ᾿ ὠφελείᾳ τῶν θεωμένων, προσέταξε τοῖς περὶ τὸν Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. Οἱ δὲ δι᾽ ὅλης μὲν ἔφασκον κοπιάσαι νυκτός, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καθῆκαν τὸ λίνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων· ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος, τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ λῖνον ἁπλώσαντες, ἀλλ᾽ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξουσι. Πλὴν ἐκεῖνο ἄθρει· οὐ γὰρ ἰσχύσαντες ἀνελκύσαι τὸ λίνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ, καὶ διὰ τοῦτο ἀπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως μὴ τολμῶντες λαλῆσαι, ἀπὸ γὰρ τοῦ θαυμάζειν εἰς ἀφωνίαν περιέστησαν, κατένευσαν, φησὶ, τοῖς μετόχοις, δῆλον δὲ ὅτι τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς, καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρὸ γε τῶν ἄλλων, οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελίων ἀνερευνῶντες Γραφὰς, καὶ μετ' ἐκείνους ἕτεροι ποιμένες τε καὶ διδάσκαλοι, καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες· ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τοὺς ἐν βυθοῖς θαλάσσης, κατὰ τὸ γεγραμμένον, τουτέστι τοὺς ἐν ζάλῃ καὶ κύμασιν ὄντας κοσμικοῖς. Θαυμαστήν τινα θεωρίαν λέγει Ωριγένης εἰς τὸ προφητικὸν ῥητὸν τοῦ θείου Ἱερεμίου, ὅπερ ἄνωθεν ἐξηγήσατο ὁ ἅγιος Κύριλλος, τὸ, Ἰδοὺ ἐγὼ ἀποστελῶ ἀλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἀλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτάς πολλοὺς, καὶ θηρεύσουσιν αὐτούς. Ἰδὼν δὲ Σίμων Πέτρος, κ. τ. λ.

Kai goun meta tēn autarkē didaskalian, epeidē kai ergon edei theion prostheinai tois logois ep᾿ ōpheleią tōn theōmenōn, prosetaxe tois peri ton Simōna, brachy tēs gēs apopheresthai, kai katheinai pros agran to diktyon. Hoi de di᾽ holēs men ephaskon kopiasai nyktos, labein de mēden; plēn en onomati tou Christou kathēkan to linon, kai meston eichon euthys tōn tethēreumenōn; hina dia pragmatos enargous, kai hōs ek typou kai eikonos, tou paradoxōs tetelesmenou plērophorēthōsin, hoti ouk amisthos ho ponos autōn, oute akarpos hē spoudē hēn an poiēsainto, tēs euangelikēs mystagōgias to linon haplōsantes, all᾽ en autǭ pantē te kai pantōs tas tōn ethnōn agelas syllexousi. Plēn ekeino athrei; ou gar ischysantes anelkysai to linon Simōn te kai hoi syn autǭ, kai dia touto apo tou phobou kai tēs ekplēxeōs mē tolmōntes lalēsai, apo gar tou thaumazein eis aphōnian periestēsan, kateneusan, phēsi, tois metochois, dēlon de hoti tōn halieutikōn epitēdeumatōn, hōste syllabesthai autois, kai syndiasōsai tēn agran. Polloi gar tois tōn hagiōn apostolōn synēranto kai synairontai ponois, kai pro ge tōn allōn, hoi tas hieras hēmin tōn hagiōn Euangeliōn anereunōntes Graphas, kai met' ekeinous heteroi poimenes te kai didaskaloi, kai laōn hēgoumenoi, kai tōn tēs alētheias dogmatōn epistēmones; anapheretai gar eti to linon, plērountos auto Christou, kai kalountos eis epistrophēn tous en bythois thalassēs, kata to gegrammenon, toutesti tous en zalę̄ kai kymasin ontas kosmikois. Thaumastēn tina theōrian legei Ōrigenēs eis to prophētikon rhēton tou theiou Hieremiou, hoper anōthen exēgēsato ho hagios Kyrillos, to, Idou egō apostelō alieis pollous, legei Kyrios, kai alieusousin autous; kai meta tauta apostelō thēreutas pollous, kai thēreusousin autous. Idōn de Simōn Petros, k. t. l.

And so, after sufficient teaching, since a divine work also had to be added to the words for the benefit of those who watched, he commanded Simon and his companions to put out a little from the land and let down the net for a catch. They said they had toiled all night and taken nothing; yet in the name of Christ they let down the net, and at once had it full of the catch, so that through a plain event, as from a type and image of what was wonderfully accomplished, they might be fully assured that their toil would not be without reward, nor their effort fruitless, when they spread the net of the evangelical teaching, but that in it they would by all means and everywhere gather the flocks of the nations. But consider this: Simon and those with him were not able to haul up the net, and for this reason, not daring to speak from fear and astonishment—for from wonder they were reduced to speechlessness—they signalled, it says, to their partners, clearly in the fishing trade, to help them and save the catch together. For many have joined and still join in the labours of the holy apostles: before others, those who search out for us the sacred writings of the holy Gospels, and after them other pastors and teachers, leaders of peoples and experts in the doctrines of the truth. For the net is still being drawn up, Christ filling it and calling to conversion those in the depths of the sea, as it is written, that is, those who are in the storm and waves of the world. — Origen gives a wonderful contemplation on the prophetic saying of the divine Jeremiah, which the holy Cyril explained above: “Behold, I will send many fishermen, says the Lord, and they shall fish for them; and after that I will send many hunters, and they shall hunt them.” “But when Simon Peter saw it,” and so on (5:8).

Luke 5:4 (allusion, high confidence) · Luke 5:5 (allusion, high confidence) · Luke 5:6 (allusion, high confidence) · Luke 5:7 (allusion, high confidence) · Eph 4:11 (allusion, medium confidence) · Mic 7:19 (allusion, low confidence) · Jer 16:16 (quotation, high confidence) · Luke 5:8 (quotation, high confidence)

Notes and citation

Summary: The miraculous catch assured the apostles that their preaching would gather the nations; the partners who helped them signify later interpreters, pastors and teachers who still draw in the net.

  • The sentence “Origen gives a wonderful contemplation … hunt them” is a remark of the catena’s compiler, not Cyril; the excerpt from Origen to which it refers is not printed here.

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.4 (PG 72 72:553; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-4). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-4) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

5.8PG 72 72:555

Διὰ ταῦτα καὶ Πέτρος, ἐπειδὴ τῇ μνήμῃ τῶν προτέρων ἁμαρτημάτων προσέπεσε, τρέμει καὶ δέδοικε, καὶ ὡς ἄναγνος, τὸν καθαρὸν οὐ θαῤῥεῖ ὑποδέξασθαι, διὰ δειλίαν ἐπαινουμένην - ἔμαθε γὰρ, κατὰ τὸν νόμον, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν.

Dia tauta kai Petros, epeidē tę̄ mnēmę̄ tōn proterōn hamartēmatōn prosepese, tremei kai dedoike, kai hōs anagnos, ton katharon ou tharrhei hypodexasthai, dia deilian epainoumenēn - emathe gar, kata ton nomon, ana meson hagiou kai bebēlou diastellein.

For this reason Peter too, falling into the memory of his former sins, trembles and is afraid, and as one unclean does not dare to receive the pure one, out of a praiseworthy timidity; for he had learned, according to the law, to distinguish between holy and profane.

Luke 5:8 (allusion, high confidence) · Lev 10:10 (allusion, high confidence)

Notes and citation

Summary: Peter, remembering his sins, feared to receive the pure Christ, rightly distinguishing holy from profane as the law taught.

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.8 (PG 72 72:555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-8). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-8) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

5.12PG 72 72:555

Καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, κ. τ. λ. αίνου παντὸς ἀξία τοῦ προσελθόντος ἡ πίστις · μεμαρτύρηκε γάρ τὸ πάντα δύνασθαι κατορθοῦν τὸν Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι ζητεῖ, καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς τῶν ἰατρῶν ἐμπειρίαις παραχωρεῖν· ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας, νοσημάτων πολλῶν ἀπαλλαττομένους ἑτέρους. Συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεται · ὁρῶ δὲ, πρὸς τούτῳ, χρηστὸν ὄντα καὶ ἑτοιμότατον, κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλύον ἐλεεῖσθαι κἀμέ; Καὶ τί πρὸς ταῦτα Χριστός; Βεβαιοῖ ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ᾿ αὐτῷ δὲ τούτῳ πληροφορίαν ἐργάζεται· δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καί φησι· «Θέλω, καθαρίσθητι. » Χαρίζεται δὲ αὐτῷ καὶ ἀφὴν τῆς ἁγίας αὐτοῦ καὶ πανσθενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκποδών. Σὺ δὲ μοι θαύμασον ἐν τούτοις, θεϊκῶς τε ἅμα καὶ σωματικῶς ἐνεργοῦντα Χριστόν· θεϊκὸν μὲν γὰρ τὸ θέλειν οὕτως, ὡς παρἱστασθαι αὐτῷ πάντα ὅσα ἠθέλησεν· ἀνθρώπινον δὲ τὸ ἐκτεῖναι τὴν χεῖρα. Εἷς οὖν ἐξ ἀμφοῖν νοεῖται Χριστὸς, εἰ καὶ γέγονε σάρξ ὁ Λόγος

Kai idou anēr plērēs lepras, k. t. l. ainou pantos axia tou proselthontos hē pistis ; memartyrēke gar to panta dynasthai katorthoun ton Emmanouēl, kai dia neumatōn theoprepōn eleutherousthai zētei, kaitoi to pathos ouk iasimon; ou gar oiden hē lepra tais tōn iatrōn empeiriais parachōrein; alla tetheamai, phēsin, elaunomenous en exousią theoprepei tous akathartous daimonas, nosēmatōn pollōn apallattomenous heterous. Synēka hōs theią tini kai amachǭ cheiri ta toiauta ginetai ; horō de, pros toutǭ, chrēston onta kai hetoimotaton, katoikteironta tous prosiontas autǭ. Ti toinyn to kōlyon eleeisthai kame? Kai ti pros tauta Christos? Bebaioi en autǭ tēn pistin, kai tēn ep᾿ autǭ de toutǭ plērophorian ergazetai; dechetai gar tēn aitēsin, kai homologei to dynasthai, kai phēsi; «Thelō, katharisthēti. » Charizetai de autǭ kai aphēn tēs hagias autou kai pansthenestatēs cheiros, kai eutheōs apēlthen ap᾿ autou hē lepra, kai to pathos ēn ekpodōn. Sy de moi thaumason en toutois, theïkōs te hama kai sōmatikōs energounta Christon; theïkon men gar to thelein houtōs, hōs paristasthai autǭ panta hosa ēthelēsen; anthrōpinon de to ekteinai tēn cheira. Heis oun ex amphoin noeitai Christos, ei kai gegone sarx ho Logos

“And behold, a man full of leprosy,” and so on (5:12). The faith of the man who approached is worthy of all praise; for he bore witness that Emmanuel can accomplish all things, and he seeks to be freed through nods befitting God, though the ailment was incurable; for leprosy does not yield to the skill of physicians. “But I have seen,” he says, “the unclean demons driven out with authority befitting God, and others released from many diseases. I understood that such things are done by a divine and invincible hand; and besides, I see that he is kind and most ready, pitying those who come to him. What, then, prevents me too from receiving mercy?” And what does Christ say to this? He confirms the faith in him and brings about full assurance on this very point; for he accepts the request, acknowledges that he can, and says: “I will; be cleansed.” He also grants him the touch of his holy and all-powerful hand, and at once the leprosy left him and the ailment was gone. But marvel, I pray, at Christ in these things, working at once divinely and bodily: divine, to will in such a way that all he willed was present to him; human, to stretch out the hand. From both, then, one Christ is understood, even though the Word became flesh.

Luke 5:12 (quotation, high confidence) · Luke 5:13 (quotation, high confidence) · John 1:14 (allusion, high confidence)

Notes and citation

Summary: The leper’s faith confessed Christ’s divine power; Christ’s will to cleanse was divine and his outstretched hand human, one Christ from both.

Topics: Christology

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.12 (PG 72 72:555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-12). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-12) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

5.14PG 72 72:555

Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν. Ἥρκει μὲν γὰρ καὶ σιωπῶντος αὐτὴ τοῦ πράγματος ἡ φύσις ἀπαγγεῖλαι πᾶσὶ τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν· αὐτὸς δὲ παραγγέλλει μηδενὶ εἰπεῖν· τί δήποτε; Ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι, μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοὺς παρά τινων ἐπαίνους, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον ἔσχατον] πάθος. Οἰκονομικῶς δὲ φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν γὰρ ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν, καὶ μεταπλάσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ᾽ ἐπειδὴ μήπω πιστεύσαντες εἰς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ τί δὴ τοῦτό ἐστι ; Πρόφασιν ἀεὶ ποιούμενοι τὴν εἰς τὸν νόμον αἰδῶ, καὶ διάκονον τῆς ἄνωθεν ἐντολῆς γεγενῆσθαι λέγοντες τὸν ἱεροφάντην Μωϋσέα, μικρὰ φρονεῖν ἐσπούδαζον περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ γοῦν ἔφασκον ἐναργῶς· « Ἡμεῖς οἴδαμεν ὡς Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ, οὐκ οἶδαμεν πόθεν ἐστίν. » Ἔδει τοίνυν αὐτοὺς ἐξ αὐτῶν ἀναπείθεσθαι τῶν πραγμάτων, ὅτι τὸ Μωϋσέως μέτρον κατόπιν ἔρχεται τῆς δόξης τοῦ Χριστοῦ· ὁ μὲν γὰρ ἦν ὡς θεράπων πιστὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ὁ δὲ ὡς Υἱὸς, ἐπὶ τὸν οἶκον τοῦ Πατρός· καὶ ἐξ αὐτοῦ καὶ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν, καὶ μάλα σαφῶς ἐν ἀπαραβλήτοις ὑπεροχαῖς τῶν Μωϋσέως νόμων ὄντα Χριστόν. Ἐλεπρώθη μὲν γὰρ ἡ Μαριάμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη, κατελάλησε γὰρ αὐτοῦ· καὶ κατεδάκνετο μὲν λίαν ἐπὶ τούτῳ Μωϋ σῆς· ἐπειδὴ δὲ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων· « Ὁ Θεὸς, δέομαί σου, ἴασαι ταύτην. » Πρόσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ, διὰ προσευχῆς τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτήρ μετ᾿ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς· « Θέλω, καθαρίσθητι. » Οὐκοῦν μαρτύριον τοῖς ἱερεῦσιν ἦν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδίζουσιν· ἔδει γὰρ, ἔδει Μωϋσέα, μὲν ἠθαυμάζειν ὡς νόμου διάκονον, καὶ χάριτος ὑπἘμμανουὴλ, καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληουργὸν λαληθείσης δι᾽ ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν θενὸν τοῦ Θεοῦ καὶ Πατρός. Ἴδοι δ᾽ ἄν τις τὸ κατὰ Χριστὸν βαθὺ καὶ μέγα μυστήριον, ἐν τῷ Λευϊτικῷ ἡμῖν γραφόμενον· μεμολυσμένον μὲν γὰρ ἀποφαίνει τὸν λεπρὸν ὁ διὰ Μωϋσέως νόμος· ἐκπέμπεσθαι δὲ προστέταχε τῆς παρεμβολῆς, ὡς ἀκάθαρτον· ὅτε δὲ συμβαίνοι καταλωφῆσαι τὸ πάθος, τότε δὴ, τότε παραδεκτὸν γενέσθαι κελεύει. Εἶτα καὶ τίνα τρόπον ἔσται καθαρὸς, διασαφεῖ λέγων· « Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ, καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα· καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἀφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ· καὶ προστάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρμένῳ δύο ὀρνίθια ζῶντα καθαρά· καὶ προστάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ᾽ ὕδατι ζῶντι· καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ βάψει εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾽ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρισθήσεται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον. » Δύο μὲν οὖν τὰ πτηνὰ καὶ ἀκίβδηλα, τουτέστι καθαρὰ, καὶ μηδὲ μίαν ἔχοντα διαβολὴν τὴν ἀπὸ τοῦ νόμου· καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ᾽ ὕδατι ζῶντι· τὸ γε μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο. Ὑπεμφαίνει δ᾽ ἂν ὁ τύπος ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος ἡμῶν μυστήριον· ἦν μὲν γὰρ ἄνωθεν, τουτέστιν ἐκ τοῦ Πατρὸς καὶ ἐξ οὐρανῶν, ὁ Λόγος · ταύτῃτοι καὶ μάλα εἰκότως πτηνῷ παρεικάζεται. Καταπεφοίτηκε δὲ οἰκονομικῶς, εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς, καὶ ἔλαβε δούλου μορφήν· πλὴν καὶ οὕτως ἄνωθεν ἦν· καὶ δ᾽ οὖν ἔφασκεν Ἰουδαίοις. ἐναργῶς προσλαλῶν, « Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. » Καὶ πάλιν· « Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὡς γὰρ ἔφην ἀρτίως, καὶ σὰρξ γεγονὼς, ἤγουν τέλειος ἄνθρωπος, οὐ γήϊνος ἦν, οὐ χοϊκὸς καθ' ἡμᾶς, ἀλλ᾽ οὐράνιος καὶ ὑπερκόσμιος καθ' ὁ νοεῖται Θεός. Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, σαρκὶ μὲν παθόντα κατὰ τὰς Γραφὰς, μείναντα δὲ καὶ ἐπέκεινα τοῦ παθεῖν· καὶ ἀποθνήσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς· ζωὴ γὰρ ὁ Λόγος - Καὶ γοῦν ὁ πάνσοφος μαθητής, θανατωθῆναι μὲν αὐτὸν ἔφη σαρκὶ, ζωοποιηθῆναι δὲ πνεύματι. Πλὴν εἰ καὶ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος ἦν ὁ Λόγος, ἀλλ᾽ οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός. Ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ αἵματι τοῦ τετελευτηκότος· πεφυρμένον δὲ τῷ αἵματι, μόνον δὲ οὐχὶ καὶ κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο· ἀναπεφοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός · καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα. Κατεπλήττετο γοῦν ἡ τῶν ἀγγέλων πληθὺς, ἐν εἴδει βλέπουσα τῷ καθ' ἡμᾶς, τὸν βασιλέα τῆς γῆς, καὶ τῶν δυνάμεων Κύριον· καὶ δὴ καὶ ἔφασκον· « Τις οὗτος ὁ παραγινόμενος ἐξ Ἑδώμ; ε τουτέστιν ἐκ γῆς· · ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· » διερμηνεύε ται δὲ σὰρξ, ἤτοι συνοχὴ καὶ θλίψις. Εἶτα τούτοις προσεπυνθάνοντο · « Τοιαῦται αἱ. πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; » Ὁ δὲ πρὸς αὐτούς· « "Ας ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.» Ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾶ οἰκονομικώτατα λίαν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπιδεικνὺς τὰς χεῖρας, καὶ τοὺς ἐν αὐταῖς τῶν ἥλων τύπους ἐκέλευε ψηλαφᾶν καὶ τὰς ἐν τῇ πλευρᾷ διατρήσεις, οὕτω καὶ ἐν τῷ οὐρανῷ γεγονώς, πεπληροφόρηκε τοὺς ἁγίους ἀγγέλους ὅτι δικαίως τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκβέβληται καὶ ἀπώλισθεν ὁ Ἰσραήλ· διὰ τοῦτα πεφυρμένον ἐν αἵματι τὸ ἄμφιον, καὶ τὰς ἐν χερσὶν ἐπεδείκνυτο πληγὰς, οὐκ ἀναποβλήτους ἔχων αὐτάς· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, ἀπεδύσατο τὴν φθοράν, καὶ σὺν αὐτῇ πάντα τὰ ἐξ αὐτῆς· ἀλλ᾽ ἵνα οἰκονομικῶς νῦν γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ. ᾿Αλλ᾽ ἴσως ἐρεῖ τις · Πῶς οὖν ἕνα καὶ τὸν αὐτὸν φὴς Υἱὸν καὶ Κύριον Ἰησοῦν Χριστὸν, καίτοι δύο παρενηνεγμένων ὀρνιθίων; Ἢ τάχα που καταδείξειεν ἂν οὐκ ἀσυμφανῶς ὁ νόμος, ὡς δύο πάντως εἰσὶν υἱοὶ καὶ Χριστοί; Καὶ δυσσεβείας μὲν εἰς τοῦτο κατεβιβάσθησαν ἤδη τινὲς, ὡς οἴεσθαί τε καὶ λέγειν, ἕτερον μὲν εἶναι Χριστὸν ἰδικῶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δ᾽ αὖ τὸν ἐκ σπέρματος Δαβίδ · ἡμεῖς δὲ φαμεν τοῖς ὧδε ταῦτ᾽ ἔχειν ἐξ ἀμαθίας ὑπειληφόσιν· Ὁ θεσπέσιος γράφει Παῦλος· « Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. • Οὐκοῦν εἰ δύο φασὶν υἱοὺς, δύο δὴ πάντως ἂν εἶεν οἱ κύριοι, δύο δὲ πίστεις, τοσαῦτα δὲ βαπτίσματα. Ψευδομαθήσει οὖν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καθά φησιν αὐτός· ἀλλ᾽ οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Οὐκοῦν ἕνα Κύριον ἴσμεν, τουτέστι μονογενῆ τοῦ Θεοῦ Λόγον σεσαρκωμένον · οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ Θεὸν, ἀλλ᾽ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνθρωπον γενέσθαι διαβεβαιούμενοι, μετὰ τοῦ μεῖναι Θεόν. Ἐπειδὴ λεγέτωσαν οἱ δι᾽ ἐναντίας · Εἰ δύο φασὶν υἱοὺς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος Δαβίδ, ἔτερον δ᾽ αὖ ἀνὰ μέρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄρ᾽ οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τοῦ ἐκ σπέρματος Δαβίδ; Εἶτα τί δράσομεν τὰ δύο ὁρῶντες πτηνὰ, οὐχ ἑτεροφυῆ ὄντα ἀλλήλων, ὁμοειδῆ δὲ μᾶλλον, καὶ κατ᾿ οὐδὲν ἀλλήλων διαφέροντα, κατά γε τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστίν: Οὐκοῦν συγχωρείτωσαν διὰ τὸ τῶν πτηνῶν ὁμοειδὲς, μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον ἀλλ᾽ οὐκ αὔξονται· πολὺ γὰρ τὸ μεταξὺ θεότητος καὶ ἀνθρωπότητος πλὴν χρὴ τὰ παραδείγματα κατὰ τὸν αὐτοῖς πρέποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ τῶν ἀληθῶν, καὶ μερικὴν ἔσθ᾽ ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. Φαμὲν δὲ, ὡς σκιὰ καὶ τύπος ὁ νόμος ἦν, καὶ οἷόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι τὰ πράγματα. Αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίνακι τέχνης, τὰ πρῶτα τῶν χρωμάτων εἰσίν· αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ, τότε τῆς γραφῆς ἀπαστράψει τὸ κάλλος. Ἐπειδὴ οὖν ἔδει τὸν διὰ Μωϋσέως νόμον καταγράψαι σαφῶς τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἑνὶ τῶν ὀρνιθίων ἀποθνήσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδείκνυσιν αὐτὸν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ εἶναι τὸ δρώμενον· ἀλλ᾽ ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν· κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρῳ ζῶντά τε καὶ ἀφειμένον. ᾿Αποφῆναι δὲ τὸν ἐπὶ τῷδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος, δι᾽ ἑτέρας ἱστορίας πειράσομαι. Εἰ γάρ τις τῶν καθ' ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμέ νην ὡς ἐν πίνακι τὴν ἐπὶ τῷ ᾿Ἀβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξε ζωγράφος; ᾿Αρ᾿ ἐν ἑνὶ πάντα δρῶντα; ἢ ἀνὰ μέρος καὶ ἑτεροίως, ἤγουν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; Οἷον, φημὶ, ποτὲ μὲν ἐφιζήσαντα τῇ ὄνῳ συμπαραληφθέντος τοῦ παιδὸς καὶ ἑπομένων τῶν οἰκετῶν· ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὅνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαὰκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ· καὶ μὴν καὶ ἑτέρωθι, τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρῳ, συμποδίσαντα μὲν τὸ μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῇ μαχαίρᾳ τὴν δεξιὰν, ἵν᾽ ἐπαγάγοι τὴν σφαγήν. Ἀλλ᾽ ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἀβραὰμ, πλεισταχοῦ τῆς γραφῆς ὁρωμένης ἑτέρως, ἀλλ᾽ ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ γράφοντος τέχνης· οὐ γὰρ ἦν ἐνδεχόμενον ἐν ἑνὶ κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ τοιγαροῦν καὶ τύπος ἦν ὁ νόμος, πραγμάτων ὠδινόν των ἀλήθειαν· ὥστε κἂν δυὰς ὀρνέων ἦν, ἀλλ᾽ εἷς ἦν ὁ ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον, καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν· αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὸ ἄνω τρίβον, καὶ ἐψόμεθα κατὰ καιροὺς αὐτῷ· τό γε μὴν τὸ ἓν τῶν ὀρνιθίων σφάζεσθαι, ἐν δὲ τῷ τοῦ σφαγέντος αἵματι τὸ ἕτερον βαπτίζεσθαι μὲν, ἀποπέμπεσθαι δὲ τῆς σφαγῆς, ἀντίτυπον δ᾽ ἂν εἴη τῶν ἀληθινῶν· ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, καὶ ἡμεῖς εἰς τὸν αὐτοῦ θάνατον βεβαπτίσμεθα, καὶ σέσωκεν ἡμᾶς αἴματι τῷ ἰδίῳ. Αὐτὸς δὲ ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι, κ. τ. λ.

Kai autos parēngeilen autǭ mēdeni eipein. Hērkei men gar kai siōpōntos autē tou pragmatos hē physis apangeilai pasi tois eidosin auton tēn tou therapeusantos dynamin; autos de parangellei mēdeni eipein; ti dēpote? Hina mathōsin enteuthen hoi tēn tōn iamatōn charin para Theou dechomenoi, mē tas para tōn therapeuomenōn euphēmias aitein, mēte mēn tous para tinōn epainous, hina mē eis hyperopsian ekpesoien, to pantōn tōn kakōn aischiston eschaton] pathos. Oikonomikōs de phēsi prosagein to dōron tǭ leprǭ kata ton Mōÿseōs nomon tois hiereusin; ēthele men gar homologoumenōs metastēsai tēn skian, kai metaplasai tous typous eis pneumatikēn latreian; all᾽ epeidē mēpō pisteusantes eis auton Ioudaioi prosekeinto tais Mōÿseōs entolais, hōs eti tōn archaiōn ethōn ischyontōn, epitrepei tǭ leprǭ touto poiein eis martyrian autois. Kai ti dē touto esti ? Prophasin aei poioumenoi tēn eis ton nomon aidō, kai diakonon tēs anōthen entolēs gegenēsthai legontes ton hierophantēn Mōÿsea, mikra phronein espoudazon peri tou pantōn hēmōn Sōtēros Christou; kai goun ephaskon enargōs; « Hēmeis oidamen hōs Mōÿsei lelalēken ho Theos; touton de, ouk oidamen pothen estin. » Edei toinyn autous ex autōn anapeithesthai tōn pragmatōn, hoti to Mōÿseōs metron katopin erchetai tēs doxēs tou Christou; ho men gar ēn hōs therapōn pistos epi ton oikon autou; ho de hōs Huios, epi ton oikon tou Patros; kai ex autou kai tou therapeusai ton lepron exestin idein, kai mala saphōs en aparablētois hyperochais tōn Mōÿseōs nomōn onta Christon. Eleprōthē men gar hē Mariam, adelphē de Mōÿseōs hautē, katelalēse gar autou; kai katedakneto men lian epi toutǭ Mōÿ sēs; epeidē de ouk ēn hikanos apostēsai tou gynaiou tēn noson, prosepipte tǭ Theǭ legōn; « Ho Theos, deomai sou, iasai tautēn. » Prosches toinyn akribōs; aitēsis ēn ekei, dia proseuchēs tēs anōthen hēmerotētos ēxiou tychein; ho de ge tōn holōn Sōtēr met᾿ exousias ephē tēs theoprepous; « Thelō, katharisthēti. » Oukoun martyrion tois hiereusin ēn hē tēs lepras apobolē, kai ēn enteuthen eidenai tous tēn kreittona psēphon aponemontas tǭ Mōÿsei, hoti tēs alētheias exō badizousin; edei gar, edei Mōÿsea, men ēthaumazein hōs nomou diakonon, kai charitos hypEmmanouēl, kai doxologein auton hōs Huion alēourgon lalētheisēs di᾽ angelōn, hyperthaumazein de ton thenon tou Theou kai Patros. Idoi d᾽ an tis to kata Christon bathy kai mega mystērion, en tǭ Leuïtikǭ hēmin graphomenon; memolysmenon men gar apophainei ton lepron ho dia Mōÿseōs nomos; ekpempesthai de prostetache tēs parembolēs, hōs akatharton; hote de symbainoi katalōphēsai to pathos, tote dē, tote paradekton genesthai keleuei. Eita kai tina tropon estai katharos, diasaphei legōn; « Houtos ho nomos tou leprou, hę̄ an hēmerą katharisthę̄, kai prosachthēsetai pros ton hierea; kai exeleusetai ho hiereus exō tēs parembolēs, kai opsetai ho hiereus, kai idou iatai hē aphē tēs lepras apo tou leprou; kai prostaxei ho hiereus, kai lēpsontai tǭ kekatharmenǭ dyo ornithia zōnta kathara; kai prostaxei ho hiereus, kai sphaxousi to hen eis angeion ostrakinon eph᾽ hydati zōnti; kai to ornithion to zōn lēpsetai auto, kai bapsei eis to haima tou ornithiou tou sphagentos eph᾽ hydati zōnti, kai perirrhanei epi ton katharisthenta apo tēs lepras heptakis, kai katharisthēsetai; kai exapostelei to ornithion to zōn eis to pedion. » Dyo men oun ta ptēna kai akibdēla, toutesti kathara, kai mēde mian echonta diabolēn tēn apo tou nomou; kai to men hen esphazeto eph᾽ hydati zōnti; to ge mēn heteron menon exō sphagēs, eita baptisthen en tǭ haimati tou teteleukotos, exepempeto. Hypemphainei d᾽ an ho typos hēmin to mega kai septon tou Sōtēros hēmōn mystērion; ēn men gar anōthen, toutestin ek tou Patros kai ex ouranōn, ho Logos ; tautę̄toi kai mala eikotōs ptēnǭ pareikazetai. Katapephoitēke de oikonomikōs, eis homoiōsin tēn pros hēmas, kai elabe doulou morphēn; plēn kai houtōs anōthen ēn; kai d᾽ oun ephasken Ioudaiois. enargōs proslalōn, « Hymeis ek tōn katō este, egō ek tōn anō eimi; egō ouk eimi ek tou kosmou toutou. » Kai palin; « Oudeis anabebēken eis ton ouranon, ei mē ho ek tou ouranou katabas ho Huios tou anthrōpou. Hōs gar ephēn artiōs, kai sarx gegonōs, ēgoun teleios anthrōpos, ou gēïnos ēn, ou choïkos kath' hēmas, all᾽ ouranios kai hyperkosmios kath' ho noeitai Theos. Plēn estin idein en tois ornithiois, sarki men pathonta kata tas Graphas, meinanta de kai epekeina tou pathein; kai apothnēskonta men anthrōpinōs, zōnta de theïkōs; zōē gar ho Logos - Kai goun ho pansophos mathētēs, thanatōthēnai men auton ephē sarki, zōopoiēthēnai de pneumati. Plēn ei kai tou pathein ton thanaton eis idian physin amoiros ēn ho Logos, all᾽ oun oikeioutai to pathos tēs heautou sarkos. Ebaptizeto gar to ornithion to zōn en tǭ haimati tou teteleutēkotos; pephyrmenon de tǭ haimati, monon de ouchi kai koinōnēsan tou pathous, eis tēn erēmon exepempeto; anapephoitēke gar en tois ouranois ho monogenēs tou Theou Logos, meta tēs henōtheisēs autǭ sarkos ; kai xenon ēn en ouranois to theama. Kateplētteto goun hē tōn angelōn plēthys, en eidei blepousa tǭ kath' hēmas, ton basilea tēs gēs, kai tōn dynameōn Kyrion; kai dē kai ephaskon; « Tis houtos ho paraginomenos ex Hedōm? e toutestin ek gēs; ; erythēma himatiōn autou ek Bosor; » diermēneue tai de sarx, ētoi synochē kai thlipsis. Eita toutois prosepynthanonto ; « Toiautai hai. plēgai hai ana meson tōn cheirōn sou? » Ho de pros autous; « "As eplēgēn en tǭ oikǭ tou agapētou mou.» Hōsper gar apistēsanti tǭ Thōma oikonomikōtata lian kai meta tēn ek nekrōn anabiōsin epideiknys tas cheiras, kai tous en autais tōn hēlōn typous ekeleue psēlaphan kai tas en tę̄ pleurą diatrēseis, houtō kai en tǭ ouranǭ gegonōs, peplērophorēke tous hagious angelous hoti dikaiōs tēs pros auton oikeiotētos ekbeblētai kai apōlisthen ho Israēl; dia touta pephyrmenon en haimati to amphion, kai tas en chersin epedeiknyto plēgas, ouk anapoblētous echōn autas; egēgermenos gar ek nekrōn, apedysato tēn phthoran, kai syn autę̄ panta ta ex autēs; all᾽ hina oikonomikōs nyn gnōristhę̄ tais archais kai tais exousiais dia tēs Ekklēsias hē polypoikilos sophia tou Theou, hēn epoiēsen en tǭ Christǭ. ᾿All᾽ isōs erei tis ; Pōs oun hena kai ton auton phēs Huion kai Kyrion Iēsoun Christon, kaitoi dyo parenēnegmenōn ornithiōn? Ē tacha pou katadeixeien an ouk asymphanōs ho nomos, hōs dyo pantōs eisin huioi kai Christoi? Kai dyssebeias men eis touto katebibasthēsan ēdē tines, hōs oiesthai te kai legein, heteron men einai Christon idikōs ton ek Theou Patros Logon, heteron d᾽ au ton ek spermatos Dabid ; hēmeis de phamen tois hōde taut᾽ echein ex amathias hypeilēphosin; Ho thespesios graphei Paulos; « Heis Kyrios, mia pistis, hen baptisma. • Oukoun ei dyo phasin huious, dyo dē pantōs an eien hoi kyrioi, dyo de pisteis, tosauta de baptismata. Pseudomathēsei oun ho Christon echōn en heautǭ lalounta, katha phēsin autos; all᾽ ouk esti tauta, mē genoito. Oukoun hena Kyrion ismen, toutesti monogenē tou Theou Logon sesarkōmenon ; ouk ana meros tithentes anthrōpon kai Theon, all᾽ auton ton ek Theou Patros Logon, anthrōpon genesthai diabebaioumenoi, meta tou meinai Theon. Epeidē legetōsan hoi di᾽ enantias ; Ei dyo phasin huious, hena men idikōs ton ek spermatos Dabid, eteron d᾽ au ana meros ton ek Theou Patros Logon, ar᾽ ouk ameinōn kata physin ho ek Theou Patros Logos tou ek spermatos Dabid? Eita ti drasomen ta dyo horōntes ptēna, ouch heterophyē onta allēlōn, homoeidē de mallon, kai kat᾿ ouden allēlōn diapheronta, kata ge tou einai touth᾽ hoper estin: Oukoun synchōreitōsan dia to tōn ptēnōn homoeides, mēden anthrōpou diapherein ton tou Theou Logon all᾽ ouk auxontai; poly gar to metaxy theotētos kai anthrōpotētos plēn chrē ta paradeigmata kata ton autois preponta noeisthai logon; hēttatai gar tōn alēthōn, kai merikēn esth᾽ hote poieitai tōn sēmainomenōn tēn endeixin. Phamen de, hōs skia kai typos ho nomos ēn, kai hoion tis graphē paratitheisa pros thean tois horōsi ta pragmata. Hai de skiai tēs tōn graphontōn en pinaki technēs, ta prōta tōn chrōmatōn eisin; hais eiper epenechtheien tōn chrōmatōn ta anthē, tote dē, tote tēs graphēs apastrapsei to kallos. Epeidē oun edei ton dia Mōÿseōs nomon katagrapsai saphōs to Christou mystērion, ouk en heni tōn ornithiōn apothnēskonta te homou kai zōnta katadeiknysin auton, hina mē teratopoiïa skēnikē doxę̄ einai to drōmenon; all᾽ edecheto men hōs en heni pathonta tēn sphagēn; katedeikny de ton auton en heterǭ zōnta te kai apheimenon. ᾿Apophēnai de ton epi tǭde logon ouk exō bainonta tou eikotos, di᾽ heteras historias peirasomai. Ei gar tis tōn kath' hēmas epethymēsen idein katagegramme nēn hōs en pinaki tēn epi tǭ ᾿Abraam historian, pōs an auton echaraxe zōgraphos? ᾿Ar᾿ en heni panta drōnta? ē ana meros kai heteroiōs, ēgoun heteroeidōs pleistachou ton auton? Hoion, phēmi, pote men ephizēsanta tę̄ onǭ symparalēphthentos tou paidos kai hepomenōn tōn oiketōn; pote de au palin apomeinasēs tēs honou katō tois oiketais homou, kataphortisanta men tois xylois ton Isaak, echonta de meta cheiras tēn machairan kai to pyr; kai mēn kai heterōthi, ton auton en eidei palin heterǭ, sympodisanta men to meirakion epi ta xyla, hoplisanta de tę̄ machairą tēn dexian, hin᾽ epagagoi tēn sphagēn. All᾽ ēn ouch heteros kai heteros Abraam, pleistachou tēs graphēs horōmenēs heterōs, all᾽ ho autos pantachou, tais tōn pragmatōn chreiais synkathistamenēs aei tēs tou graphontos technēs; ou gar ēn endechomenon en heni katidein auton panta drōnta ta eirēmena. Graphē toigaroun kai typos ēn ho nomos, pragmatōn ōdinon tōn alētheian; hōste kan dyas orneōn ēn, all᾽ heis ēn ho en amphoin, kai hōs en pathei kai exō pathous, kai en thanatǭ, kai hyper thanaton, kai anabainōn eis ouranous aparchē tis hōsper deutera tēs anthrōpotētos ananeōtheisēs eis aphtharsian; autos gar hēmin enekainise tēn eis to anō tribon, kai epsometha kata kairous autǭ; to ge mēn to hen tōn ornithiōn sphazesthai, en de tǭ tou sphagentos haimati to heteron baptizesthai men, apopempesthai de tēs sphagēs, antitypon d᾽ an eiē tōn alēthinōn; apethane gar hyper hēmōn ho Christos, kai hēmeis eis ton autou thanaton bebaptismetha, kai sesōken hēmas aimati tǭ idiǭ. Autos de ēn didaskōn, kai ēsan kathēmenoi Pharisaioi, k. t. l.

“And he charged him to tell no one” (5:14). The very nature of the event, even with him silent, was enough to announce to all who knew the man the power of the one who had healed him; yet he charges him to tell no one. Why? So that those who receive from God the grace of healings may learn from this not to seek praise from those they heal, nor commendation from anyone, lest they fall into arrogance, the most shameful and last of all evils. And by the economy he tells the leper to offer the gift to the priests according to the law of Moses. For admittedly he wished to remove the shadow and refashion the types into spiritual worship; but since the Jews, not yet believing in him, clung to the commandments of Moses, as though the ancient customs were still in force, he allows the leper to do this “for a testimony to them.” And what is this? Always making reverence for the law their pretext, and saying that the hierophant Moses had been the minister of the commandment from above, they were eager to think little of Christ the Saviour of us all; and indeed they plainly said: “We know that God has spoken to Moses; but as for this man, we do not know where he is from.” They had, then, to be persuaded by the facts themselves that the measure of Moses comes behind the glory of Christ; for the one was as a faithful servant over his house, the other as Son over the house of the Father. And from the very healing of the leper one can see quite clearly that Christ stands in incomparable superiority to the laws of Moses. For Miriam, Moses’ sister, became leprous because she spoke against him; and Moses was much grieved at this; but since he was not able to remove the disease from the woman, he fell before God, saying: “O God, I beseech you, heal her.” Pay close attention, then: there it was a request; he asked to obtain gentleness from above through prayer; but the Saviour of all said with authority befitting God: “I will; be cleansed.” The removal of the leprosy, then, was a testimony to the priests, and from it those who gave the higher vote to Moses could know that they were walking outside the truth. For it was necessary, it was necessary, to admire Moses as minister of the law spoken through angels, but to admire Emmanuel far more, as minister of grace, and to glorify him as the true Son of God the Father. One might see the deep and great mystery of Christ written for us in Leviticus. The law given through Moses declares the leper defiled, and has commanded that he be sent out of the camp as unclean; but when the ailment happens to abate, then, and only then, it orders that he be received back. Then it also explains in what way he will be clean, saying: “This is the law of the leper, on the day he is cleansed: he shall be brought to the priest; and the priest shall go out of the camp, and the priest shall look, and behold, the plague of the leprosy is healed in the leper; and the priest shall command, and they shall take for the one who is cleansed two clean living birds; and the priest shall command, and they shall slaughter one into an earthen vessel over living water; and he shall take the living bird and dip it into the blood of the bird slaughtered over living water, and sprinkle it seven times on the one cleansed of the leprosy, and he shall be clean; and he shall send away the living bird into the field.” So there are two birds, unblemished, that is, clean, having not one fault in the eyes of the law; and one was slaughtered over living water, while the other, remaining outside the slaughter, was then dipped in the blood of the dead one and sent away. The type would intimate to us the great and august mystery of our Saviour. For the Word was from above, that is, from the Father and from heaven; for this reason he is very fittingly likened to a bird. And he came down by the economy into likeness with us and took the form of a servant; yet even so he was from above; and indeed he said, speaking plainly to the Jews: “You are from below; I am from above; I am not of this world.” And again: “No one has ascended into heaven except the one who came down from heaven, the Son of Man.” For, as I said just now, even having become flesh, that is, a complete man, he was not earthly, not of dust like us, but heavenly and above the world, inasmuch as he is understood to be God. Yet in the birds one can see him suffering in the flesh according to the Scriptures, yet remaining beyond suffering; dying humanly, but living divinely; for the Word is life. — And indeed the all-wise disciple said that he was put to death in the flesh but made alive in the spirit. But even though the Word had no share in suffering death in his own nature, yet he makes the suffering of his own flesh his own. For the living bird was dipped in the blood of the dead one; and stained with the blood, all but sharing in the suffering, it was sent out into the wilderness; for the only-begotten Word of God went back up into the heavens with the flesh united to him; and the sight in heaven was strange. The multitude of the angels was amazed, then, seeing in our form the King of the earth and Lord of the powers; and indeed they said: “Who is this who comes from Edom?”—that is, from the earth—“the red of his garments from Bosor?” (Bosor is interpreted “flesh,” or “constraint and affliction.”) Then they asked further: “What are these wounds between your hands?” And he said to them: “Those with which I was wounded in the house of my beloved.” For just as, most fittingly, even after his return to life from the dead he showed his hands to the unbelieving Thomas and bade him feel the marks of the nails in them and the piercing in his side, so, having come to be in heaven, he fully assured the holy angels that Israel had justly been cast out of kinship with him and had slipped away. For this reason he showed his robe stained with blood and the wounds in his hands—not that he could not put them off; for having risen from the dead he put off corruption, and with it all that comes from it; but so that now, by the economy, the manifold wisdom of God, which he wrought in Christ, might be made known through the Church to the principalities and authorities. But perhaps someone will say: “How, then, do you say that the Son and Lord Jesus Christ is one and the same, though two birds were brought? Or would the law not show rather clearly that there are two sons and Christs?” Some indeed have already been brought down to such impiety as to think and say that the Word from God the Father is one Christ by himself, and the one from the seed of David another. But we say to those who out of ignorance have supposed this to be so: The divine Paul writes, “One Lord, one faith, one baptism.” If, then, they say there are two sons, there would surely be two lords, two faiths, and as many baptisms. Then he who has Christ speaking in him, as he himself says, would be teaching falsely. But this is not so; far from it. We know, then, one Lord, that is, the only-begotten Word of God made flesh, not setting man and God apart, but affirming that the very Word from God the Father became man while remaining God. Since they say otherwise, let those of the opposite opinion tell us: If they speak of two sons—one by himself, the one from the seed of David, and another apart, the Word from God the Father—is not the Word from God the Father better by nature than the one from the seed of David? What, then, shall we do, seeing the two birds, which are not of different natures from each other but rather of the same kind, and differ in nothing as to being what they are? Let them grant, then, because the birds are of one kind, that the Word of God differs in nothing from a man. But they will not allow it; for the distance between Godhead and humanity is great. Yet examples must be understood according to the account fitting them; for they fall short of the realities and sometimes give only a partial indication of what they signify. We say, then, that the law was a shadow and type, and like a painting setting things before the eyes of those who look. And shadows are, in the art of those who paint on a panel, the first layer of the colours; if the bloom of the colours is laid on them, then, and only then, the beauty of the painting will flash out. Since, then, the law given through Moses had to depict clearly the mystery of Christ, it does not show him dying and living at once in one of the birds, lest what was done should seem a stage trick; but it received him as suffering the slaughter in one, and showed the same one living and released in the other. I shall try to show by another story that the account of this does not go beyond what is reasonable. If one of us wished to see the story of Abraham painted as on a panel, how would the painter have drawn him? Doing everything in one figure? Or the same man separately and differently, that is, in different forms in many places? For example, at one point seated on the ass, with the boy taken along and the servants following; at another, the ass left below with the servants, having loaded Isaac with the wood and holding the knife and the fire in his hands; and elsewhere again the same man in another form, having bound the lad on the wood and armed his right hand with the knife to strike. But there was not one Abraham and another, though the painting is seen differently in many places, but the same everywhere, the painter’s art always adapting itself to the needs of the events; for it was not possible to see him in one figure doing all that has been said. The law, then, was a painting and type, pregnant with the truth of realities; so that though there was a pair of birds, yet one was the one in both, as in suffering and beyond suffering, in death and above death, and ascending into heaven as a kind of second firstfruits of humanity renewed for incorruption; for he opened for us the road upward, and we shall follow him in due time. And the slaughter of one bird and the dipping of the other in the blood of the one slaughtered, while it was sent away from the slaughter, would be the antitype of the true things; for Christ died for us, and we have been baptized into his death, and he has saved us by his own blood. “And he was teaching, and Pharisees were sitting by,” and so on (5:17).

Textual problem in this passage: see the notes.

Luke 5:14 (quotation, high confidence) · John 9:29 (quotation, high confidence) · Heb 3:5 (allusion, high confidence) · Heb 3:6 (allusion, high confidence) · Num 12:10 (allusion, high confidence) · Num 12:13 (quotation, high confidence) · Luke 5:13 (quotation, high confidence) · Gal 3:19 (allusion, medium confidence) · Heb 2:2 (allusion, medium confidence) · Lev 13:46 (allusion, high confidence) · Lev 14:2 (quotation, high confidence) · Lev 14:3 (quotation, high confidence) · Lev 14:4 (quotation, high confidence) · Lev 14:5 (quotation, high confidence) · Lev 14:6 (quotation, high confidence) · Lev 14:7 (quotation, high confidence) · Phil 2:7 (allusion, high confidence) · John 8:23 (quotation, high confidence) · John 3:13 (quotation, high confidence) · 1 Cor 15:47 (allusion, high confidence) · 1 Pet 4:1 (allusion, medium confidence) · 1 Pet 3:18 (allusion, high confidence) · Isa 63:1 (quotation, high confidence) · Isa 63:2 (allusion, high confidence) · Zech 13:6 (quotation, high confidence) · John 20:27 (allusion, high confidence) · Eph 3:10 (quotation, high confidence) · Eph 4:5 (quotation, high confidence) · 2 Cor 13:3 (allusion, high confidence) · Heb 10:1 (allusion, medium confidence) · Gen 22:3 (allusion, high confidence) · Gen 22:6 (allusion, high confidence) · Gen 22:9 (allusion, high confidence) · Gen 22:10 (allusion, high confidence) · Heb 10:20 (allusion, medium confidence) · Rom 6:3 (allusion, high confidence) · Heb 9:12 (allusion, medium confidence) · Luke 5:17 (quotation, high confidence)

Notes and citation

Summary: Christ forbade publicity to teach healers humility and sent the leper to the priests as a testimony that he surpasses Moses, who could only pray for Miriam; the two birds of Lev 14 depict the one Christ who died in the flesh and lives as God, not two sons, as a painter shows one Abraham in several scenes.

  • “Most shameful and last”: the edition prints “last” (ἔσχατον) with a bracket, perhaps as a variant.
  • Several lines of this page are displaced in the scan: the clause on Moses and Emmanuel (translated by sense), the description of the two birds, and a line on the painting of Abraham; the bird and painting passages are restored by logged corrections.
  • The opponents who speak of two sons, the Word and the one “from the seed of David”, hold the view Cyril attacks in Nestorius; the passage is translated as written.
  • Isa 63:1–2 and Zech 13:6 are read, as by other Fathers, of Christ’s ascension; the interpretation of Bosor as “flesh” is traditional.
  • “But they will not allow it” renders οὐκ αὔξονται, probably a slip for οὐκ ἀνέξονται.

Notes on the original text

  • Digital text corrected (displaced OCR line removed here and restored above; displaced OCR line restored to its place; letter lost in OCR; stray Latin letters): μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν Ὑπεμφαίνει → καὶ τὸ μὲν ἓν ἐσφάζετο ἐφ᾽ ὕδατι ζῶντι· τὸ γε μὴν ἕτερον μένον ἔξω σφαγῆς, εἶτα βαπτισθὲν ἐν τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο. Ὑπεμφαίνει; εἰς ὁμοίωσιν καὶ τὸ μὲν ἐν ἐσφάζετο ἐφ᾽ ὕδατι ζῶντι· τὸ γε τῷ αἵματι τοῦ τετελευκότος, ἐξεπέμπετο. τὴν πρὸς ἡμᾶς → εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς; Πλὴν Beἰ καὶ → Πλὴν εἰ καὶ; τὸ ριστοῦ μυστήριον → τὸ Χριστοῦ μυστήριον; ἐνδεχόμενον ἐν ἑνὶ τοιγαροῦν καὶ τύπος → ἐνδεχόμενον ἐν ἑνὶ κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ τοιγαροῦν καὶ τύπος; αἴματι τῷ ἰδίῳ. κατιδεῖν αὐτὸν πάντα δρῶντα τὰ εἰρημένα. Γραφὴ Αὐτὸς → αἴματι τῷ ἰδίῳ. Αὐτὸς.

Topics: Christology

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.14 (PG 72 72:555; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-14). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-14) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.

5.17PG 72 72:563

Περὶ αὐτὸν μὲν ἦν τῶν βασκάνων τὸ θέατρον· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρισαῖοι, καὶ τῶν παραδόξως ἐπιτελουμένων ἐγίνοντο θεωροὶ, καὶ κατηκροῶντο διδάσκοντος · καὶ ἦν, φησὶ, δύναμις Θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν· ἆρα ὡς τοῦ Θεοῦ διδόντος αὐτῷ τὸ δύνασθαι κατορθοῦν τὰς θεοσημείας; ἆρα τὴν παρ' ἑτέρου δύναμιν ἐδανείζετο; Καὶ τίς ὁ φάναι ταῦτα τολμῶν; Αὐτὸς γὰρ μᾶλλον ἦν ἐξ ἰδίας ἰσχύος ἐνεργῶν ὡς Θεὸς καὶ Κύριος, καὶ οὐχ ὡς θείας χάριτος μέτοχος. "Ανθρωποι μὲν γὰρ ἀξιοῦνται πολλάκις χαρισμάτων πνευματικῶν · ἀλλ᾽ ἔστιν ἰδεῖν ἐνιαχοῦ καὶ ἀσθενοῦν τας ἔσθ᾽ ὅτε, καθ' ὂν οἶδε λόγον αὐτὸς ὁ τῶν θείων χαρισμάτων διανομεύς· ἐπὶ δὲ γε τοῦ πάντων ἡμῶν Σωτῆρος τοιοῦτον οὐδὲν, ἀλλ᾽ ἦν εἰς τὸ ἰᾶσθαι αὐτὸν, οὐκ ἀνθρωπίνη μᾶλλον, ἀλλὰ καὶ θεία καὶ ἄμαχος ἰσχύς· Θεὸς γὰρ ἦν, καὶ Υἱὸς Θεοῦ. νος ὁ Χριστὸς ὡς διδάσκαλος καὶ σοφία ὧν τοῦ Πατρὸς διδάσκει· οἱ γὰρ ἄλλοι πάντες ἐξ αὐτοῦ δεχόμενοι διδάσκουσιν· ἦν δὲ, φησὶν, καὶ δυνάμις Κυρίου ἐπ᾿ αὐτὸν εἰς τὸ ἰᾶσθαι πάντας, τουτέστιν, οὐκ ἀνθρωπίνην εἶχεν ἰσχὺν εἰς τὸ ἰᾶσθαι, ἀλλὰ θείαν τινὰ καὶ ἄμαχον. Οἱ μὲν ἄλλοι ἅγιοι, ποτὲ μὲν λαμβάνουσι τὸ δύνασθαι ποιεῖν ἰάσεις, ποτὲ δὲ οὔ. Ἰησοῦς δὲ, ὡς Θεὸς, καὶ δύναμις ὧν τοῦ Πατρὸς, ἀεὶ πάντας ἐθεράπευσεν Καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, κ. τ. λ.

Peri auton men ēn tōn baskanōn to theatron; Grammateis de houtoi kai Pharisaioi, kai tōn paradoxōs epiteloumenōn eginonto theōroi, kai katēkroōnto didaskontos ; kai ēn, phēsi, dynamis Theou eis to iasthai auton; ara hōs tou Theou didontos autǭ to dynasthai katorthoun tas theosēmeias? ara tēn par' heterou dynamin edaneizeto? Kai tis ho phanai tauta tolmōn? Autos gar mallon ēn ex idias ischyos energōn hōs Theos kai Kyrios, kai ouch hōs theias charitos metochos. "Anthrōpoi men gar axiountai pollakis charismatōn pneumatikōn ; all᾽ estin idein eniachou kai asthenoun tas esth᾽ hote, kath' on oide logon autos ho tōn theiōn charismatōn dianomeus; epi de ge tou pantōn hēmōn Sōtēros toiouton ouden, all᾽ ēn eis to iasthai auton, ouk anthrōpinē mallon, alla kai theia kai amachos ischys; Theos gar ēn, kai Huios Theou. nos ho Christos hōs didaskalos kai sophia hōn tou Patros didaskei; hoi gar alloi pantes ex autou dechomenoi didaskousin; ēn de, phēsin, kai dynamis Kyriou ep᾿ auton eis to iasthai pantas, toutestin, ouk anthrōpinēn eichen ischyn eis to iasthai, alla theian tina kai amachon. Hoi men alloi hagioi, pote men lambanousi to dynasthai poiein iaseis, pote de ou. Iēsous de, hōs Theos, kai dynamis hōn tou Patros, aei pantas etherapeusen Kai idou andres pherontes epi klinēs anthrōpon hos ēn paralelymenos, k. t. l.

Around him was the audience of the envious: these were scribes and Pharisees, who became spectators of what was wonderfully done and listened to him teaching. “And the power of God,” it says, “was there for him to heal.” Was it as though God gave him the ability to accomplish the divine signs? Did he borrow power from another? And who would dare to say this? Rather, he himself was acting by his own strength as God and Lord, and not as a sharer in divine grace. For men are often counted worthy of spiritual gifts, but one can see them sometimes weak in places, for reasons known to the distributor of the divine gifts himself; but in the Saviour of us all there was nothing of the kind: there was in him, for healing, not a human but a divine and invincible strength; for he was God and Son of God. — … Christ teaches as teacher, being the wisdom of the Father; for all the others teach by receiving from him. “And the power of the Lord,” it says, “was upon him to heal all,” that is, he had not a human strength for healing but a divine and invincible one. The other saints at some times receive the ability to work healings and at others do not; but Jesus, as God and as the power of the Father, always healed all. “And behold, men bringing on a bed a man who was paralysed,” and so on (5:18).

Luke 5:17 (quotation, high confidence) · 1 Cor 12:11 (allusion, medium confidence) · 1 Cor 1:24 (allusion, high confidence) · Luke 5:18 (quotation, high confidence)

Notes and citation

Summary: The power to heal in Christ was not borrowed but his own as God, unlike the intermittent gifts of the saints.

  • The second paragraph is another catena excerpt; its first word is lost (perhaps “Alone”).

Topics: Christology

Cite (SBL): Cyril of Alexandria, Comm. Luke 5.17 (PG 72 72:563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-commentarius-lucam/5-17). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-commentarius-lucam-5-17) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek catena fragments as printed in Migne PG 72 (Bavarian State Library OCR); each fragment's verse identified from the Greek; no public-domain or FOTC English of this Greek exists, so each batch was re-read against the Greek.