Letters 4.204–4.221

Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 4

4.204PG 78 78:1291

ΙΣΙΔΩΡΩ ΔΙΑΚΟΝΩ Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, » καὶ τὰ ἑξῆς. Ὁπηνίκα ὁ πρωτόπλαστος ἄνθρωπος ἐξ αὐτῆς, ὡς ἄν τις εἴποι, γραμμῆς τῆς θείας ἐντολῆς ἀλογήσας τὴν ἀπάτην προὐτίμησε τοῦ αὐτὸν ἀπολέσαι παντελῶς μηχανησαμένου, τὸ τηνικαῦτα καὶ τὸ σῶμα αὐτοῦ γέγονεν οὐ μόνον θνητὸν, ἀλλὰ καὶ παθητόν. Πολλὰ γὰρ ἐλαττώματα ἐβλάστησε, καὶ βαρὺς καὶ δυσήνιος ὁ ἵππος κατέστη. Ἐπεὶ τοίνυν καὶ εἰς πάντας ἡ δυσκλεής αὕτη καὶ πάσης ζημίας βαρυτέρα κληρονομία κατεπέμφθη καὶ ταῖς τῆς προαιρέσεως ῥαθυμίαις ηύξήθη ἡ ἀπευκτὴ περιουσία, δεῦρο δὴ ἐπιφοιτήσας ὁ Χριστὸς, κουφότερον ἡμῖν τὸ σῶμα διὰ τοῦ βαπτίσματος πεποίηκε, τῷ πτερῷ τοῦ Πνεύματος διεγείρων· διὰ τοῦτο μείζονα τῶν παλαιῶν ἡμῖν προσετέθη καὶ ἄθλα καὶ ἔπαθλα. Οὐ γὰρ φόνου καθαροὺς εἶναι βούλεται μόνον, ἄλλα καὶ ὀργῆς· οὐδὲ μοιχείας καὶ πορνείας, ἀλλὰ καὶ ἀκολάστου θέας· οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας. Καὶ μετὰ τῶν φίλων καὶ τοὺς δυσμενεῖς κελεύει φιλεῖν· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακρότερα ἐποίησε τὰ στάδια · καὶ τοῖς μὴ πειθομένοις πῦρ ἄσβεστον ἠπείλησε, δεικνὺς, ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων ἐστὶ ταῦτα, ὥσπερ ἡ ἀκτημοσύνη, καὶ ἡ παρθενία· ἐκεῖ γὰρ προϋτρέψατο · · Εἰ θέλεις τέλειος εἶναι· » καί · · Ὁ δυνάμενος χωρεῖν, χωρείτω. » ᾿Αλλὰ πάντως αὐτὰ ἀνυσθῆναι βούλεται · καὶ γὰρ τῶν ἀναγκαίων ἐστί. Διὸ καὶ ἔφη τοῦθ᾽, ὅπερ μαθεῖν ἠθέλησας· « Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, » τουτέστιν, εἰ μὴ τοσοῦτον ὑπερακοντίσητε τοὺς ἐν τῇ Παλαιᾷ εὐδοκιμηκότας· οὐ γὰρ περὶ τῶν δίκην δωσόντων νυνὶ διαλέγομαι· ὅσον ὁ οὐρανὸς τῆς γῆς διενήνοχεν · · οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Τοῖς γὰρ ἄθλοις καὶ τὰ ἔπαθλα εἰκότως ἀκολουθεῖ. Ἐκεῖνοι μὲν γὰρ σύμμετρον πολιτείαν τινὰ πολιτευόμενοι, γῆν καὶ μακροημερίαν ἔσχον τὴν ἀμοιβήν. « Τίμα γὰρ, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι. » Ἡμῖν δὲ τοῖς τοὺς εὐαγγελικοὺς διαύλους δραμοῦσιν, οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν αὐτῷ ἀγαθά.

ISIDŌRŌ DIAKONŌ Ean mē perisseusę̄ hē dikaiosynē hymōn, » kai ta hexēs. Hopēnika ho prōtoplastos anthrōpos ex autēs, hōs an tis eipoi, grammēs tēs theias entolēs alogēsas tēn apatēn proutimēse tou auton apolesai pantelōs mēchanēsamenou, to tēnikauta kai to sōma autou gegonen ou monon thnēton, alla kai pathēton. Polla gar elattōmata eblastēse, kai barys kai dysēnios ho hippos katestē. Epei toinyn kai eis pantas hē dyskleēs hautē kai pasēs zēmias barytera klēronomia katepemphthē kai tais tēs proaireseōs rhathymiais ēuxēthē hē apeuktē periousia, deuro dē epiphoitēsas ho Christos, kouphoteron hēmin to sōma dia tou baptismatos pepoiēke, tǭ pterǭ tou Pneumatos diegeirōn; dia touto meizona tōn palaiōn hēmin prosetethē kai athla kai epathla. Ou gar phonou katharous einai bouletai monon, alla kai orgēs; oude moicheias kai porneias, alla kai akolastou theas; oude epiorkias, alla kai euorkias. Kai meta tōn philōn kai tous dysmeneis keleuei philein; kai en tois allois de hapasi makrotera epoiēse ta stadia ; kai tois mē peithomenois pyr asbeston ēpeilēse, deiknys, hoti ou tēs philotimias tōn agōnizomenōn esti tauta, hōsper hē aktēmosynē, kai hē parthenia; ekei gar proÿtrepsato ; ; Ei theleis teleios einai; » kai ; ; Ho dynamenos chōrein, chōreitō. » ᾿Alla pantōs auta anysthēnai bouletai ; kai gar tōn anankaiōn esti. Dio kai ephē touth᾽, hoper mathein ēthelēsas; « Ean mē perisseusę̄ hymōn hē dikaiosynē pleon tōn Grammateōn kai Pharisaiōn, » toutestin, ei mē tosouton hyperakontisēte tous en tę̄ Palaią eudokimēkotas; ou gar peri tōn dikēn dōsontōn nyni dialegomai; hoson ho ouranos tēs gēs dienēnochen ; ; ou mē eiselthēte eis tēn basileian tōn ouranōn. » Tois gar athlois kai ta epathla eikotōs akolouthei. Ekeinoi men gar symmetron politeian tina politeuomenoi, gēn kai makroēmerian eschon tēn amoibēn. « Tima gar, phēsi, ton patera kai tēn mētera sou, hina eu soi genētai, kai esę̄ makrochronios epi tēs gēs, hēn Kyrios ho Theos sou didōsi soi. » Hēmin de tois tous euangelikous diaulous dramousin, ouranos apokeitai, kai ta en autǭ agatha.

To Isidore the deacon. [On "Unless your righteousness exceeds," and what follows.] When the first-formed man, from the very starting line, so to speak, of the divine commandment, disregarded it and preferred the deceit of the one who contrived to destroy him utterly, his body then became not only mortal but also subject to passion. Many defects sprouted, and the horse became heavy and hard to rein. Since, then, this inglorious inheritance, heavier than any loss, was passed down to all, and this detestable abundance was increased by the negligence of our will, Christ came here and made the body lighter for us through baptism, rousing it with the wing of the Spirit; and for this reason greater contests and prizes than those of the ancients were set before us. For he wants us to be pure not only of murder but also of anger; not only of adultery and sexual immorality, but also of the licentious look; not only of perjury, but also of swearing truly. He commands us to love our enemies along with our friends; in all other things too he has made the course longer; and he has threatened unquenchable fire to those who disobey, showing that these things are not left to the generosity of the competitors, as are poverty and virginity (for there he urged, "If you wish to be perfect," and "Let him who can receive it receive it"), but that he wants them accomplished in every case, for they are among the things that are necessary. That is why he said what you wished to learn: "Unless your righteousness exceeds that of the scribes and Pharisees" (that is, unless you surpass those who were approved in the Old Testament, for I am not now speaking of those who will pay the penalty, as far as heaven differs from earth), "you will not enter the kingdom of heaven." For prizes rightly follow contests. They, living a moderate kind of life, received land and long life as their reward: "Honour your father and your mother, that it may be well with you, and that you may live long on the land which the Lord your God gives you." But for us who run the double course of the gospel, heaven and the good things in it are laid up.

Matt 5:20 (quotation, high confidence) · Gen 3:6 (allusion, medium confidence) · Matt 5:21–22 (allusion, high confidence) · Matt 5:27–28 (allusion, high confidence) · Matt 5:33–37 (allusion, high confidence) · Matt 5:44 (allusion, high confidence) · Matt 19:21 (quotation, high confidence) · Matt 19:12 (quotation, high confidence) · Exod 20:12 (quotation, high confidence)

Notes and citation

Summary: Since Adam's fall weighed down the body and Christ lightened it through baptism and the Spirit, the gospel sets higher and obligatory standards than the law, with heaven as reward instead of long life in the land.

  • The first word of the title stands at the end of the previous passage (4.203); a misplaced line of the quotation in the title was restored by logged corrections. Matt 5:20; the higher standards, Matt 5:21–48; Matt 19:21; 19:12; Exod 20:12. The statements on the effects of the fall and on baptism are translated as written.

Notes on the original text

  • Digital text corrected (a line of the quotation was misplaced here by the OCR; stray letter in the OCR; the misplaced line restored to its place): καὶ τὰ ἑξῆς. δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, » Ὁπηνίκα → καὶ τὰ ἑξῆς. Ὁπηνίκα; ὑμῶν ἡ τουτέστιν → ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, » τουτέστιν; τῶν Ο παλαιῶν → τῶν παλαιῶν.

Topics: The fall, Baptism, Ethics, Oaths, Sexual morality, Love of enemies and forgiveness of wrongs, The law of Moses

Cite (SBL): Isidore of Pelusium, Ep. 4.204 (PG 78 78:1291; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-204). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-204) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.205PG 78 78:1293

ΟΛΥΜΠΙΩ ΠΡΕΣΒΥΤΕΡΩ, ΣΧΟΛΑΣΤΙΚΩ. Ὅτι μὲν πρὸ πολλῶν ἂν δωρεῶν καὶ μεγίστης εὐκλείας ἐθέμην, τὸ περὶ ὧν πρώην γέγραφα πεπεικὼς ἀνῦσαι, οὐκ ἂν ἔξαρνος, ὦ φίλε, ἐγενόμην Ταύτῃ γε αἰτίας εἴσω ὑπελάμβανον εἶναι δόξας, εἴ τινες τὰ βέλτιστα ἀκούοντες, μὴ προσέχοιεν τὸν νοῦν, καὶ ταύτης τῆς ἀπὸ τῶν λόγων ὠφελείας ἀποστερήσειαν ἑαυτούς· ἀλλ᾽ ἤλπιζον ἁπλῶς ἕκαστον ἢ ἐπὶ τοὺς μὴ πεισθέντας τὴν μέμψιν οἴσειν, ἢ μήτ᾿ ἐμοὶ, μήτ' ἐκείνοις ἐπιτιμήσειν. Ἐπεὶ δὲ εἰς τοσοῦτον προήκεις, ὡς ἐμοὶ μέμψασθαι· ἀλλ᾽ ὁ μὲν μηδὲν ἔχων εἰπεῖν, ἀλλὰ καὶ τὰ πάντα ἐκθειάζων ἓν δὲ ἰσχυρὸν ἔχειν νομίζων, τὸ μὴ δεδυνῆσθαι πεῖσαι· ἀνάγκη σοι περὶ τούτου χαράξαι γράμματα, καὶ μὴ σιγὴν τὴν αἰτίαν ἐνεγκεῖν. ῎Ἄτοπον γὰρ, σὲ μὲν τολμᾷν ἃ μὴ προσήκει γράφειν· ἐμὲ δ' ἀντεπιστέλλειν τὰ δίκαια κατοκνεῖν. Εἰ μὲν γὰρ εἶπες, μὴ ἐπέστειλας δὲ, τὴν ἡσυχίαν ἂν ἦγον. Ἐπειδὴ δὲ μεμήνυκας, ἃ μήτε ἐγὼ σεσίγηκα, καὶ τῆς σῆς σοφίας τῷ δοκεῖν τἀληθῆ μέμψασθαι περιγίνεται. Βουλοίμην μὲν οὖν μηδὲν πικρὸν μηδὲ καταφρονητικὸν ἐκθεῖναι ταῖς ἀποδείξεσιν· οὐ γὰρ ἑτέροις ἥκω κακῶς λέξων· ἀλλ' ὡς οὐκ αὐτὸς ἥμαρτον ἀποδείξων. Εἰ δὲ τι ὑπ᾿ αὐτῆς τῆς ἀνάγκης εἰπεῖν ἐκβιασθῶ, τῇ τῶν πραγμάτων φύσει, οὐ τῇ τοῦ γράφοντος γνώμῃ τὴν αἰτίαν λογιστέον. ῎Αρξομαι δὲ ἀφ᾿ ὧν αὐτὸς ἔγραψας. Εἰ γὰρ γεγραφὼς πολλάκις ὡς φημι προσῆκεν· ὅνπερ δὴ προσῆκε τρόπον· πρὸς Εὐσέβιον καὶ Μαρτιανὸν, Ζώσιμόν τε καὶ Μάρωνα, ὥστε κακίας μὲν ἀποστῆναι, τῆς κατ᾿ ἀρετὴν δὲ ἀντιλαμβάνεσθαι, εἶτα τοῦτ᾽ οὐκ ἔπεισα, ποτέρων ἡ κατηγορία; καί μοι δοκεῖς λόγῳ μὲν ἐμὲ αἰτιᾶσθαι· ἔργῳ δ᾽ ἐκείνους κωμῳδεῖν. Ὁ μὴ πειθόμενος κορυφαίῳ, χορός ἄμουσος· ὁ μὴ πειθόμενος ἰατρῷ, ἄθλιος. Ὁ δὲ κορυφαῖος καὶ ἰατρὸς, ἔξω αἰτίας ἐσκήνωνται. Τῶν γὰρ μάλιστα δυνηθέντων εἰπεῖν, καὶ μεγίστην δόξαν ἐπὶ φρονήσει λαβόντων, οὐδείς ἐστιν, ὃς τοῦτ' ἐξέφυγεν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ τῆς αὐτεξουσιότητος, ὡς ἔφην, ὅρον. Αρ' οὖν, εἰ παρὰ τὸ τοὺς ἀκροατὰς κυρίους εἶναι τοῦ τέλους, διὰ τὸν τῆς αὐτεξουσιότητος ὅρον. Διὸ καὶ ὁ τῆς κρίσεως βέβαιος ὑπάρχει λόγος. Καὶ τί δεῖ τοὺς ἀνθρώπους λέγειν, ἐξὸν ἐξ αὐτοῦ τοῦ Σωτῆρος λαβεῖν τῶν παραδειγμάτων τὴν ἀρχὴν; Ὅτε γὰρ Ἰουδαῖοι καὶ ὁ τούτων ἐπώνυμος, οἱ μὲν ἠπίστουν, καὶ ἀνελεῖν ἐπεχείρουν, ὁ δὲ προδιδόναι ἐπειρᾶτο, τοιούτοις λόγοις ἐχρήσατο ὁ Λόγος · καίπερ οὐ τοῖς ἀνθρώποις ὁ λόγος οἳ καὶ τὴν τῶν λίθων φύσιν εἰκότως δεινότατοι ἦσαν ἐπικάμψαι · ποτὲ μὲν τοῖς τοῦ δικαίου λογισμοῖς ἀνείργων · ποτὲ δὲ τῇ τῶν τιμωριῶν ἀπειλῇ ἀναστέλλων αὐτῶν τὴν κακίαν. Τί οὖν; Ἔπεισεν; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ τοῦ πεισθῆναι καὶ μὴ, τοὺς ἀκούοντας κυρίους εἶναι χρὴ διὰ τὸν κατ᾿ ἐκεῖνον ἐγεγόνεις τὸν χρόνον, προσῆλθες ἂν τῷ Θεῷ Λόγῳ, καὶ κατῃτιάσω; Οὐκ ἔσωσας τὸν Ἰούδαν. Καίτοι λέγων οὐκ ἔσωσεν· ἀλλ᾽ οἶμαι πάντας ἄν σε παραπληξίας καὶ τῆς ἐσχάτης γράψασθαι ἀπαιδευσίας. Τοῦ μὲν γὰρ διδάσκοντός ἐστι, τὸ μηδὲν παραλεῖψαι τῶν φερόντων εἰς πειθώ· τῶν δ᾽ ἀκροωμένων, τὸ πεισθῆναι, καὶ μή. Τούτου τοίνυν οὐδὲν διαφέρει καὶ τὸ παρὸν, εἰ τὴν αἰτίαν τῶν μὴ πεισθέντων ὁ μὴ πεπεικὼς οἴσομαι. Εἰ δ' Ἕλληνες ἢ Ἰουδαῖοι πρὸς τοῦτο ἀντείποιεν· χρὴ γὰρ μυρίοις ὀφθαλμοῖς τὰς ἀντιθέσεις περισκοπεῖν, καὶ ταύτας ἀνατρέπειν · πρὸς μὲν ἐκείνους φήσομεν· Δι᾿ ἣν αἰτίαν ὁ Ζεὺς; ὥς φησιν Ὅμηρος, οὐκ ἔσωσε τῶν κινδύνων φίλτατον, ἀλλὰ συνεβούλευσε μόνον; " Πρὸς δὲ τούτους, Διὰ τί ἐν τῇ Παλαιᾷ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν λαλήσας ὁ Θεὸς, οὐκ ἔσωσεν ἀλλὰ παρακουόμενος τιμωρίαις αὐτοὺς μετῆλθεν; Ὅταν γὰρ τις δίκην δῷ, ὁμοῦ τε κεκόλασται, καὶ τὸ μὴ πεπεῖσθαι τῷ νομοθέτῃ δείκνυσι · μᾶλλον δὲ αὐτὸς ὁ νομοθέτης, ὅτι οὐ πείσῃ πάντας χρηστοὺς εἶναι, προεῖδεν. Ὁ γὰρ ὁρίζων περὶ τιμωρίας, ὡς οὐ καθέξει τοὺς πονηροὺς, δῆλός ἐστιν εἰδώς. Ὅπερ γὰρ ἂν εἰς τοῦτο ἀπολογήσωνται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰούδα λελέξεται. Ἔδει μὲν οὖν ἐνταῦθα στῆναι τὴν ἀπόδειξιν· πᾶν γὰρ ὅτι ἂν ἐπὶ τῷδε λεχθείη παράδειγμα, τοῦδ᾽ ἔλαττον. Τί γὰρ θαυμαστὸν, εἰς ἄνθρωπον ἐλθεῖν, ὃ καὶ αὐτοῦ τοῦ Λόγου ἥψατο; τὸ δὲ μὴ δοκεῖν εὐπρόσωπον τεθηρευκέναι ῥαθυμίαν, οὐδὲ τῶν ἀνθρώπων ἀφέξομαι. Δι' ἣν αἰτίαν τοίνυν Μωσῆς κατελιθοῦτο ἱεροφάντης, Ἠσαΐας δὲ ἐπρίζετο, ὁ τῶν Σεραφίμ θεωρός, Ἱερεμίας δὲ εἰς λάκκον βορβόρου κατεκλείετο, καὶ Πέτρος μὲν ἀνῃρεῖτο, Παῦλος δὲ ἀπετέμνετο; Οὐκ ἐπειδὴ μὴ πάντες τοῖς λόγοις προσεῖχον, καὶ ταῖς παραινέσεσιν; Εἰ δὲ διὰ τὸ λόγων ῥητορικῶν ἢ συλλογιστικῶν ἀπείρους εἶναι, φαίης ταῦτα πεπονθέναι, εἰς τοὺς ἔξωθεν, τοὺς καὶ ἐπὶ λόγῳ, καὶ δεινότητι, καὶ πειθοί μεγίστην δόξαν ἐσχηκότας, τρέψομαι. Διὰ τί γὰρ Πλάτων, ὁ Ἑλλήνων θησαυρὸς, καὶ αὐτῆς τῆς ἐλευθερίας ἐξέπεσεν; Οὐκ ἐπειδὴ μηδένα τύραννον πεῖσαι ἡδυνήθη; Πυθαγόρας δὲ, ὁ μέγα ἐπὶ σοφίᾳ φρονήσας, τῆς Φαλάριδος συνουσίας διὰ τί ἀπεπήδησεν ; Οὐκ ἐπειδὴ καὶ μετὰ τὴν τοσαύτην διδασκαλίαν ἐκεῖνος πάλιν τύραννος ἦν; Διὰ τί δὲ Σωκράτης, ὁ πάντων τῶν τότε σοφῶν περιγενόμενος, κωνείῳ κατακριθεὶς ἀπέθανεν ; Οὐκ ἐπειδὴ τοὺς σωφρονιστὰς οὐ φέρουσιν ἄνθρωποι; Ἐπειδὴ δὲ καὶ ᾿Αριστοτέλει κινδυνεύεις ἡττᾶσθαι, ἄκουε τί φησιν ἐκεῖνος· « Οὔθ᾽ ὁ ῥητορικὸς παντὶ τρόπῳ πείσει, οὔθ' ὁ ἰατρικὸς ὑγιάσει, ἀλλ᾽ ἐὰν τῶν ἐνδεχομένων μηδὲν παραλίπῃ, ἱκανῶς ἔχειν αὐτὸν τὴν ἐπιστήμην φήσομεν. » Πῶς γὰρ Περικλῆς ἑάλω, ὃς ἀπὸ δέκα ποδῶν ἤρει τοὺς ῥήτορας, καὶ προσέτι γε αὐτοῦ, κατὰ τὸ κωμικὸν, πειθώ τις ᾤκει ἐν τοῖς χείλεσιν; Οὐ γὰρ ἂν, εἰ ἐδυνήθη πεῖσαι, ἑκὼν ἂν ἐζημιώθη. Πῶς δὲ Θεμιστοκλῆς, ὁ ἐπὶ φύσεως δυνάμει ἀνακηρυττόμενος, καὶ αὐτοσχεδιάζων τὸ δέον, ἐζημιοῦτο φυγῇ; Πῶς δὲ Δημοσθένης ὁ τὰ αὐτὰ δυνατὰ, καὶ πάλιν ἀδύνατα δεικνὺς, ἵνα τἄλλα πάντα παρῶ, καὶ τὰς ἥττας, καὶ τὸν περὶ τῶν ᾿Αρπαλείων χρημάτων λόγον σιωπήσω, τὸν Μειδίαν οὐχ εἶλε, τὸν τοσαῦτα αὐτὸν κακὰ διαθέντα ; Ὅτι μὲν γὰρ ἐβούλετο αὐτὸν ἑλεῖν, διὸ καὶ παντὶ σθένει τὴν κατηγορίαν ἔγραψε, δῆλον· διὰ τί οὖν οὐχ εἶλεν; Οὐκ ἐπειδὴ ἀσθενεστέρους τοὺς λόγους τῆς τῶν ἐχθρῶν δυναστείας ἐνόμισεν· οὐ γάρ τι λαβὼν, ὡς Αἰσχίνης ἔφη, ἀπέδοτο τὴν καταχειροτονίαν · οὐ γὰρ δέχεται τὴν αἰτίαν τῆς αἰσχροκερδείας ἡ μεγαλοψυχία τοῦ ῥήτορος· οὐδ᾽ ὁ τοῖς ἐπιτρόποις εὐποδοῦσιν ἀφεὶς τὰ πατρῷα μετὰ τὴν νίκην, οὗτος ἂν ἔλαβεν αἰσχρῶς ἀπὸ τῆς κεφαλῆς· ἀλλὰ τοὺς ἐχθροὺς ἰσχυροὺς ἡγησάμενος τοῦ λόγου, καὶ ὡς πρὸς τὴν ἐκείνων βίαν οὐδαμοῦ φανεῖσθαι τὴν τέχνην λογισάμενος εὐπρεπῶς κατέθετο τὴν συμφορὰν, ἄμεινον ἡγησάμενος τὸ πραότητι καθυφεῖναι δόξαι, τοῦ κρίσει δικαστῶν ἡττᾶσθαι· καίτοι τὸ διὰ τὸν φόβον τοῦτον ὑποστῆναι, ταυτόν ἐστι τῷ παραδόντα τὸν Μειδίαν · ἑλεῖν μὴ δυνηθῆναι· μᾶλλον δὲ καὶ λαμπροτέραν τοῦτο ἔχει τὴν ἧτταν. Ἐκεῖνο μὲν γὰρ ἦν πρὸς τοὺς δικάζοντας οὐκ ἰσχύσαι τὸν λόγον. τοῦτο δὲ καὶ παρ᾿ αὐτῷ τῷ γεγραφότι, ταύτην λαβεῖν τὴν δόξαν. Εἰ τοίνυν ὁ τοιοῦτος λόγος οὐ παρέστησεν ἐλπίδα πειθοῦς τῷ ῥήτορι, ὃς μὴ πείσειν ἤλπιζεν πῶς οὖν οὐ δεινὸν, ὦ δεινότατε, ἐκείνων μὲν ἀπὸ τῆς γνώμης ἕκαστον κρίνεσθαι, καὶ μὴ τὴν ἑτέρων ἀπείθειαν ἑτέροις βλάβην εἶναι, ἢ δόξαι· ἐπὶ δ᾽ ἐμοῦ καινοτομεῖσθαι καὶ νεωτερίζεσθαι τὸ πρᾶγμα; Ταῦτα δ᾽ οὐκ ἐπαίνων ἀπολαῦσαι ὀρεγόμενος γέγραψα· οἶσθα γὰρ ὅπως αὐτῶν καταφρονῶ. Εἰ γὰρ ἐπαίνων ἤρων, ἀπηριθμησάμην ἂν καὶ οὓς ἔπεισα ἀρετὴν ἀσπάσασθαι, πολλοὺς ὄντας καὶ εὐδοκίμους· ἀλλὰ δεῖξαι σπουδάζων, ὅτι ἄν τε πείσῃ τις, ἄν τε μὴ πείσῃ, τὴν γνώμην χρὴ ἐξετάζεσθαι τοῦ συμβουλεύοντος, καὶ μὴ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, οὗ οὐκ ἔστι κύριος, κρίνεσθαι.

OLYMPIŌ PRESBYTERŌ, SChOLASTIKŌ. Hoti men pro pollōn an dōreōn kai megistēs eukleias ethemēn, to peri hōn prōēn gegrapha pepeikōs anysai, ouk an exarnos, ō phile, egenomēn Tautę̄ ge aitias eisō hypelambanon einai doxas, ei tines ta beltista akouontes, mē prosechoien ton noun, kai tautēs tēs apo tōn logōn ōpheleias aposterēseian heautous; all᾽ ēlpizon haplōs hekaston ē epi tous mē peisthentas tēn mempsin oisein, ē mēt᾿ emoi, mēt' ekeinois epitimēsein. Epei de eis tosouton proēkeis, hōs emoi mempsasthai; all᾽ ho men mēden echōn eipein, alla kai ta panta ektheiazōn hen de ischyron echein nomizōn, to mē dedynēsthai peisai; anankē soi peri toutou charaxai grammata, kai mē sigēn tēn aitian enenkein. ᾿Atopon gar, se men tolmąn ha mē prosēkei graphein; eme d' antepistellein ta dikaia katoknein. Ei men gar eipes, mē epesteilas de, tēn hēsychian an ēgon. Epeidē de memēnykas, ha mēte egō sesigēka, kai tēs sēs sophias tǭ dokein talēthē mempsasthai periginetai. Bouloimēn men oun mēden pikron mēde kataphronētikon ektheinai tais apodeixesin; ou gar heterois hēkō kakōs lexōn; all' hōs ouk autos hēmarton apodeixōn. Ei de ti hyp᾿ autēs tēs anankēs eipein ekbiasthō, tę̄ tōn pragmatōn physei, ou tę̄ tou graphontos gnōmę̄ tēn aitian logisteon. ᾿Arxomai de aph᾿ hōn autos egrapsas. Ei gar gegraphōs pollakis hōs phēmi prosēken; honper dē prosēke tropon; pros Eusebion kai Martianon, Zōsimon te kai Marōna, hōste kakias men apostēnai, tēs kat᾿ aretēn de antilambanesthai, eita tout᾽ ouk epeisa, poterōn hē katēgoria? kai moi dokeis logǭ men eme aitiasthai; ergǭ d᾽ ekeinous kōmǭdein. Ho mē peithomenos koryphaiǭ, choros amousos; ho mē peithomenos iatrǭ, athlios. Ho de koryphaios kai iatros, exō aitias eskēnōntai. Tōn gar malista dynēthentōn eipein, kai megistēn doxan epi phronēsei labontōn, oudeis estin, hos tout' exephygen, ou para tēn oikeian astheneian, alla tēs autexousiotētos, hōs ephēn, horon. Ar' oun, ei para to tous akroatas kyrious einai tou telous, dia ton tēs autexousiotētos horon. Dio kai ho tēs kriseōs bebaios hyparchei logos. Kai ti dei tous anthrōpous legein, exon ex autou tou Sōtēros labein tōn paradeigmatōn tēn archēn? Hote gar Ioudaioi kai ho toutōn epōnymos, hoi men ēpistoun, kai anelein epecheiroun, ho de prodidonai epeirato, toioutois logois echrēsato ho Logos ; kaiper ou tois anthrōpois ho logos hoi kai tēn tōn lithōn physin eikotōs deinotatoi ēsan epikampsai ; pote men tois tou dikaiou logismois aneirgōn ; pote de tę̄ tōn timōriōn apeilę̄ anastellōn autōn tēn kakian. Ti oun? Epeisen? Oudamōs. Dia ti? Epeidē tou peisthēnai kai mē, tous akouontas kyrious einai chrē dia ton kat᾿ ekeinon egegoneis ton chronon, prosēlthes an tǭ Theǭ Logǭ, kai katę̄tiasō? Ouk esōsas ton Ioudan. Kaitoi legōn ouk esōsen; all᾽ oimai pantas an se paraplēxias kai tēs eschatēs grapsasthai apaideusias. Tou men gar didaskontos esti, to mēden paraleipsai tōn pherontōn eis peithō; tōn d᾽ akroōmenōn, to peisthēnai, kai mē. Toutou toinyn ouden diapherei kai to paron, ei tēn aitian tōn mē peisthentōn ho mē pepeikōs oisomai. Ei d' Hellēnes ē Ioudaioi pros touto anteipoien; chrē gar myriois ophthalmois tas antitheseis periskopein, kai tautas anatrepein ; pros men ekeinous phēsomen; Di᾿ hēn aitian ho Zeus? hōs phēsin Homēros, ouk esōse tōn kindynōn philtaton, alla synebouleuse monon? " Pros de toutous, Dia ti en tę̄ Palaią dia Mōseōs kai tōn allōn prophētōn lalēsas ho Theos, ouk esōsen alla parakouomenos timōriais autous metēlthen? Hotan gar tis dikēn dǭ, homou te kekolastai, kai to mē pepeisthai tǭ nomothetę̄ deiknysi ; mallon de autos ho nomothetēs, hoti ou peisę̄ pantas chrēstous einai, proeiden. Ho gar horizōn peri timōrias, hōs ou kathexei tous ponērous, dēlos estin eidōs. Hoper gar an eis touto apologēsōntai, touto kai epi tou Iouda lelexetai. Edei men oun entautha stēnai tēn apodeixin; pan gar hoti an epi tǭde lechtheiē paradeigma, toud᾽ elatton. Ti gar thaumaston, eis anthrōpon elthein, ho kai autou tou Logou hēpsato? to de mē dokein euprosōpon tethēreukenai rhathymian, oude tōn anthrōpōn aphexomai. Di' hēn aitian toinyn Mōsēs katelithouto hierophantēs, Ēsaïas de eprizeto, ho tōn Seraphim theōros, Hieremias de eis lakkon borborou katekleieto, kai Petros men anę̄reito, Paulos de apetemneto? Ouk epeidē mē pantes tois logois proseichon, kai tais parainesesin? Ei de dia to logōn rhētorikōn ē syllogistikōn apeirous einai, phaiēs tauta peponthenai, eis tous exōthen, tous kai epi logǭ, kai deinotēti, kai peithoi megistēn doxan eschēkotas, trepsomai. Dia ti gar Platōn, ho Hellēnōn thēsauros, kai autēs tēs eleutherias exepesen? Ouk epeidē mēdena tyrannon peisai hēdynēthē? Pythagoras de, ho mega epi sophią phronēsas, tēs Phalaridos synousias dia ti apepēdēsen ? Ouk epeidē kai meta tēn tosautēn didaskalian ekeinos palin tyrannos ēn? Dia ti de Sōkratēs, ho pantōn tōn tote sophōn perigenomenos, kōneiǭ katakritheis apethanen ? Ouk epeidē tous sōphronistas ou pherousin anthrōpoi? Epeidē de kai ᾿Aristotelei kindyneueis hēttasthai, akoue ti phēsin ekeinos; « Outh᾽ ho rhētorikos panti tropǭ peisei, outh' ho iatrikos hygiasei, all᾽ ean tōn endechomenōn mēden paralipę̄, hikanōs echein auton tēn epistēmēn phēsomen. » Pōs gar Periklēs healō, hos apo deka podōn ērei tous rhētoras, kai proseti ge autou, kata to kōmikon, peithō tis ǭkei en tois cheilesin? Ou gar an, ei edynēthē peisai, hekōn an ezēmiōthē. Pōs de Themistoklēs, ho epi physeōs dynamei anakēryttomenos, kai autoschediazōn to deon, ezēmiouto phygę̄? Pōs de Dēmosthenēs ho ta auta dynata, kai palin adynata deiknys, hina talla panta parō, kai tas hēttas, kai ton peri tōn ᾿Arpaleiōn chrēmatōn logon siōpēsō, ton Meidian ouch eile, ton tosauta auton kaka diathenta ? Hoti men gar ebouleto auton helein, dio kai panti sthenei tēn katēgorian egrapse, dēlon; dia ti oun ouch eilen? Ouk epeidē asthenesterous tous logous tēs tōn echthrōn dynasteias enomisen; ou gar ti labōn, hōs Aischinēs ephē, apedoto tēn katacheirotonian ; ou gar dechetai tēn aitian tēs aischrokerdeias hē megalopsychia tou rhētoros; oud᾽ ho tois epitropois eupodousin apheis ta patrǭa meta tēn nikēn, houtos an elaben aischrōs apo tēs kephalēs; alla tous echthrous ischyrous hēgēsamenos tou logou, kai hōs pros tēn ekeinōn bian oudamou phaneisthai tēn technēn logisamenos euprepōs katetheto tēn symphoran, ameinon hēgēsamenos to praotēti kathypheinai doxai, tou krisei dikastōn hēttasthai; kaitoi to dia ton phobon touton hypostēnai, tauton esti tǭ paradonta ton Meidian ; helein mē dynēthēnai; mallon de kai lamproteran touto echei tēn hēttan. Ekeino men gar ēn pros tous dikazontas ouk ischysai ton logon. touto de kai par᾿ autǭ tǭ gegraphoti, tautēn labein tēn doxan. Ei toinyn ho toioutos logos ou parestēsen elpida peithous tǭ rhētori, hos mē peisein ēlpizen pōs oun ou deinon, ō deinotate, ekeinōn men apo tēs gnōmēs hekaston krinesthai, kai mē tēn heterōn apeitheian heterois blabēn einai, ē doxai; epi d᾽ emou kainotomeisthai kai neōterizesthai to pragma? Tauta d᾽ ouk epainōn apolausai oregomenos gegrapsa; oistha gar hopōs autōn kataphronō. Ei gar epainōn ērōn, apērithmēsamēn an kai hous epeisa aretēn aspasasthai, pollous ontas kai eudokimous; alla deixai spoudazōn, hoti an te peisę̄ tis, an te mē peisę̄, tēn gnōmēn chrē exetazesthai tou symbouleuontos, kai mē apo tou telous tōn pragmatōn, hou ouk esti kyrios, krinesthai.

To Olympius, presbyter and scholasticus. I would not deny, my friend, that I would have valued above many gifts and the greatest renown having succeeded in persuading them about what I wrote earlier. But I did not suppose that I would be thought blameworthy if some, hearing what is best, did not pay attention and deprived themselves of the benefit of my words; I simply expected that each person would either lay the blame on those who were not persuaded, or rebuke neither me nor them. But since you have gone so far as to blame me (having nothing else to say, and even extolling everything else, but thinking you have one strong point, that I was not able to persuade), I must write to you about this and not bring the charge on myself by silence. For it would be absurd for you to dare to write what is not fitting, while I hesitated to write back what is just. If you had said it but not written it, I would have kept quiet. But since you have put in writing what I have not kept silent about either, your wisdom gains the appearance of rightly blaming me. I would wish to put nothing bitter or contemptuous into my proofs; for I have not come to speak ill of others, but to show that I myself have not done wrong. If I am compelled by necessity itself to say anything of the kind, the blame must be reckoned to the nature of the facts, not to the intention of the writer. I shall begin from what you yourself wrote. If I wrote often, as I say, and as was fitting, and in the way that was fitting, to Eusebius and Martianus, Zosimus and Maron, urging them to depart from vice and lay hold of the life of virtue, and then I did not persuade them, whose is the accusation? You seem to me to blame me in word, but in fact to satirize them. A chorus that does not obey its leader is out of tune; one who does not obey his physician is wretched; but the leader and the physician dwell outside of blame. Of those who were most able in speech and won the greatest reputation for wisdom, there is no one who escaped this, not because of his own weakness, but because of the boundary set by free will, as I said. Was it, then, their fault, or because the hearers are masters of the outcome, through the boundary of free will? That is why the account of the judgment stands firm. And why speak of men, when one can take the first of the examples from the Saviour himself? When the Jews, and the one who bore their name, the ones refusing to believe and trying to kill him, the other attempting to betray him, the Word used such words with them (though they were not men, but more able by nature to bend the nature of stones), at one time restraining them by arguments of justice, at another checking their wickedness by the threat of punishments. What then? Did he persuade them? Not at all. Why? Because the hearers must be masters of being persuaded or not. If you had lived at that time, would you have gone to God the Word and accused him: "You did not save Judas"? Yet, though he spoke, he did not save him; but I think everyone would have indicted you for derangement and the utmost lack of education. For it belongs to the teacher to leave out nothing that leads to persuasion, and to the hearers to be persuaded or not. The present case differs in nothing from that, if I, who did not persuade, am to bear the blame for those who were not persuaded. If Greeks or Jews should object to this (for one must look round at objections with countless eyes and overturn them), to the former we shall say: "Why did Zeus, as Homer says, not save his dearest from dangers, but only gave counsel?" To the latter: "Why did God, who spoke in the Old Testament through Moses and the other prophets, not save them, but, when he was disobeyed, pursued them with punishments?" For when someone pays the penalty, he is punished and at the same time shows that he did not obey the lawgiver; or rather, the lawgiver himself foresaw that he would not persuade all to be good. For one who lays down laws about punishment plainly knows that he will not restrain the wicked. Whatever defence they make for this will be said also in the case of Judas. The proof ought to have stopped here; for every example that might be given after this is less than this one. What wonder is it that this happens to a man, when it touched the Word himself? But so as not to seem to have hunted for a fair-seeming excuse for ease, I shall not hold back from men either. Why, then, was Moses, who revealed sacred things, stoned; Isaiah, who beheld the seraphim, sawn in two; Jeremiah shut up in a pit of mire; Peter put to death, and Paul beheaded? Was it not because not all paid attention to their words and exhortations? And if you say they suffered this because they had no experience of rhetorical or syllogistic speech, I shall turn to those outside, who had the greatest reputation for speech, cleverness, and persuasion. Why did Plato, the treasure of the Greeks, lose even his freedom? Was it not because he could not persuade a single tyrant? Why did Pythagoras, who prided himself greatly on his wisdom, leap away from the company of Phalaris? Was it not because, even after so much teaching, that man was still a tyrant? Why did Socrates, who surpassed all the wise men of his time, die condemned to hemlock? Was it not because people do not bear those who correct them? And since you are perhaps inferior to Aristotle, hear what he says: "Neither will the orator persuade in every way, nor will the physician heal; but if he leaves out none of the possible means, we shall say that he has his science adequately." How was Pericles convicted, who used to overpower orators at ten feet and on whose lips, moreover, as the comic poet says, a kind of persuasion dwelt? He would not willingly have been fined if he had been able to persuade. How was Themistocles, celebrated for the power of his nature and for improvising what was needed, punished with exile? And how did Demosthenes, who showed the same things to be possible and again impossible (to pass over everything else, and to say nothing of his defeats and of the affair of Harpalus's money), not convict Meidias, who had done him so many wrongs? That he wanted to convict him, and so wrote the accusation with all his strength, is clear. Why then did he not convict him? Was it not because he thought his words weaker than the power of his enemies? For he did not sell the conviction for a price, as Aeschines said; the orator's greatness of soul does not admit the charge of base gain; nor would one who, after his victory, let his guardians off the paternal estate have taken money shamefully for an outrage to his own head. Rather, judging his enemies stronger than his speech, and reckoning that his art would make no showing against their violence, he set aside the calamity decently, thinking it better to seem to have given way through mildness than to be defeated by the verdict of the jurors. Yet to undergo this through fear is the same as giving Meidias up and being unable to convict him; or rather it makes the defeat more conspicuous. For the one would have meant that his speech did not prevail with the jurors; the other means that he had this reputation even in the judgment of the man who wrote it. If, then, such a speech did not give the orator hope of persuading, so that he did not expect to persuade, how is it not terrible, most clever friend, that each of those men should be judged by his intention, and the disobedience of some not be counted harm or disgrace to others, while in my case the matter is turned into something new and revolutionary? I have not written this out of a desire to enjoy praise; you know how I despise it. If I loved praise, I would have counted up those whom I did persuade to embrace virtue, who are many and well approved. I wrote it to show that, whether one persuades or not, it is the intention of the one who gives counsel that must be examined, and that he must not be judged by the outcome of affairs, of which he is not master.

Textual problem in this passage: see the notes.

Matt 26:14–16 (allusion, medium confidence) · Exod 17:4 (allusion, medium confidence) · Num 14:10 (allusion, medium confidence) · Heb 11:37 (echo, medium confidence) · Jer 38:6 (allusion, high confidence)

Notes and citation

Summary: Isidore defends himself against blame for failing to reform Bishop Eusebius and the clergy of Pelusium: a counsellor is judged by his intention, since hearers are free, as Christ with Judas, the prophets, and the greatest orators and philosophers show.

  • Eusebius is the bishop of Pelusium; Martianus, Zosimus, and Maron are clergy whom Isidore often rebukes. The text is damaged in a few places ("your wisdom gains …"; "Was it, then, their fault …"; "If you had lived at that time"), which are translated by sense.
  • Judas: Matt 26:14–16. Zeus and his dearest: probably Sarpedon, Homer, Il. 16.433–461. Moses threatened with stoning: Exod 17:4; Num 14:10; Isaiah sawn in two: the tradition behind Heb 11:37; Jeremiah: Jer 38:6. Aristotle, Rhet. 1.1.14 (1355b10–14; cf. Top. 1.3). The comic line on Pericles is Eupolis, fr. 102. Demosthenes, Against Meidias; Aeschines, Against Ctesiphon 52.

Notes on the original text

  • Digital text corrected (column number leaked into the heading; stray letter in the OCR; word split and stray mark in the OCR; word split in the OCR): ΣΧΟΛΑΣΤΙΚΩ. - 530 → ΣΧΟΛΑΣΤΙΚΩ.; χαρά· ξαι → χαράξαι; ἐκεί νους → ἐκείνους; ἀκροωμέ νων → ἀκροωμένων; συλ λογιστικῶν → συλλογιστικῶν; τῆς τῶν ἐχθρῶν α δυναστείας → τῆς τῶν ἐχθρῶν δυναστείας; νεωτερί ζεσθαι → νεωτερίζεσθαι.

Extrabiblical texts: Homer, Il. 16.433-461 (Homer, Iliad; allusion); Aristotle, Rhet. 1.1.14 (Aristotle (works); quotation); Demosthenes, Meid. (Demosthenes (orations); allusion); Plato, Ep. 7 (Plato (works); allusion)

Topics: Free will, Church office, Mission and the spread of the gospel, Philosophy

Cite (SBL): Isidore of Pelusium, Ep. 4.205 (PG 78 78:1293; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-205). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-205) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.206PG 78 78:1299

ΘΕΟΔΟΣΙΟ ΔΙΑΚΟΝΩ. Εἰς τὸ εἰρημένον· · Τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης ᾿Αρτέμιδος; › Ἐπειδὴ ἠθέλησας μαθεῖν τὸ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων κείμενον· « Τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον εἶναι τῆς μεγάλης ᾿Αρτέμιδος, καὶ τοῦ διοπετοῦς; › ἴσθι, ὅτι οὐκ ἔστι τῆς Γραφῆς ἡ φωνὴ, ἀλλὰ τοῦ γραμματέως τῶν Ἐφεσίων · καὶ περιττὸν ποιοῦμαι, ἀγυρτικὰς λογοποιίας ἑρμηνεύειν· περὶ ὧν οἶμαι καὶ τὸν Μελῳδὸν εἰρηκέναι · « Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας· ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. τ

ThEODOSIO DIAKONŌ. Eis to eirēmenon; ; Tis ouk oide tēn Ephesiōn polin neōkoron ousan tēs megalēs ᾿Artemidos? › Epeidē ēthelēsas mathein to en tais praxesi tōn apostolōn keimenon; « Tis ouk oide tēn Ephesiōn polin neōkoron einai tēs megalēs ᾿Artemidos, kai tou diopetous? › isthi, hoti ouk esti tēs Graphēs hē phōnē, alla tou grammateōs tōn Ephesiōn ; kai peritton poioumai, agyrtikas logopoiias hermēneuein; peri hōn oimai kai ton Melǭdon eirēkenai ; « Diēgēsanto moi paranomoi adoleschias; all' ouch hōs ho nomos sou, Kyrie. t

To Theodosius the deacon. [On the saying, "Who does not know that the city of the Ephesians is temple-keeper of the great Artemis?"] Since you wished to learn the meaning of what is found in the Acts of the Apostles, "Who does not know that the city of the Ephesians is temple-keeper of the great Artemis and of the image fallen from heaven?", know that this is not the voice of Scripture but of the town clerk of the Ephesians; and I consider it superfluous to interpret charlatans' tales, about which I think the Psalmist too said, "The lawless told me idle tales, but not like your law, O Lord."

Acts 19:35 (quotation, high confidence) · Ps 119:85 (118:85 LXX) (quotation, high confidence)

Notes and citation

Summary: The words about Artemis in Acts are the Ephesian clerk's, not Scripture's teaching, and need no interpretation.

  • Acts 19:35; Ps 119:85 (118:85 LXX).

Notes on the original text

  • Digital text corrected (word split in the OCR): ᾿Αρτέμι δος → ᾿Αρτέμιδος.

Topics: Paganism, Idolatry, Interpreting Scripture

Cite (SBL): Isidore of Pelusium, Ep. 4.206 (PG 78 78:1299; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-206). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-206) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.207PG 78 78:1299

ΤΩ ΑΥΤΩ. Ἐπειδὴ φιλομαθὴς ὢν, πολυμαθὴς ἐθέλεις εἶναι, καὶ τοῦτο φράσω, ἵνα μὴ δόξαιμί σε λυπεῖν. Οἱ παρ' Ἕλλησι τὰ ξόανα κατασκευάσαντες, φόβον ἐμποιῆσαι τοῖς ὁρῶσι βουλόμενοι, ἔφασκον, ὅτι ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς ἐπέμφθη ἢ κατέπτη, κρείττον ἁπάσης ἀνθρωπίνης χειρός. Διὸ καὶ διοπετὲς αὐτὸ καὶ οὐράνιον βρέτας προσηγόρευον. Βρέτας δὲ, παρὰ τὸ βροτῷ ἐοικέναι. Τὸ δ᾽ οὐ τοιοῦτον ἦν· ἀλλὰ τοὺς ἀγαλματοποιοὺς ἢ φυγαδεύοντες ἢ ἀποκτείνοντες, ἵνα μηδεὶς εἰπεῖν ἔχοι, ὅτι χειροποίητὸν ἐστι τὸ ξόανον, ταύτην τὴν φήμην πλανᾶσθαι ἐν ταῖς ἀκοαῖς τῶν ἀνθρώπων ἠφίεσαν· ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν. Διὸ καὶ ὁ γραμματεὺς αὐτῶν τοῦτο αὐτοῖς ἔφη. Τινὲς μὲν οὖν φασιν, ὅτι περὶ τοῦ τῆς ᾿Αρτέμιδος ἀγάλματος εἴρηται· « Τουτέστι τῆς μεγάλης Αρτέμιδος » Ὅτι δὲ ἀληθές ἐστι τὸ ἢ ἀποκτείνεσθαι τοὺς ἀγαλματοποιούς, ἢ φυγαδεύεσθαι, μαρτυρεῖ τὸ χθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγενημένον. Πτωλεμαίου γὰρ συναγαγόντος τεχνίτας, ὥστε τὸν τῆς ᾿Αρτέμιδος ἀνδρίαντα δημιουργῆσαι, μετὰ τὸ ἔργον βόθρον μέγαν κελεύσας όρυγῆναι, καὶ στιβάδα μηχανησάμενος, καὶ κρύψας τὸν δόλον, ἐκέλευσεν αὐτοὺς δειπνεῖν. Οἱ δὲ δειπνοῦντες, εἰς τὸ χάσμα ἐκεῖνο κατενεχθέντες, ἀπέθανον, δικαίαν, ὥς γέ μοι δοκεῖ, δίκην δεδωκότες, ὅτι πλάττειν ἐπεχείρουν ξόανα πρὸς ἀπάτην τῶν ἐντευξομένων· ὅμως δ' ἐκεῖνος βουλόμενος ἐκποδὼν ποιῆσαι τοὺς τεχνίτας, ἵνα ἀχειροποίητος δόξῃ ὀνομαζόμενος Θεὸς, ἂν καὶ ἀχειρομίαντον κέκληκε, τοῦτο δέδρακεν. ᾿Αλλ' οὐκ ἔλαθε. Προϋπτου γὰρ γενομένου τοῦ δράματος, κατ᾿ ἐνιαυτὸν θρήνοις τοὺς οὕτω τεθνεῶτας ἡμείβετο.

TŌ AUTŌ. Epeidē philomathēs ōn, polymathēs etheleis einai, kai touto phrasō, hina mē doxaimi se lypein. Hoi par' Hellēsi ta xoana kataskeuasantes, phobon empoiēsai tois horōsi boulomenoi, ephaskon, hoti ex ouranou para tou Dios epemphthē ē kateptē, kreitton hapasēs anthrōpinēs cheiros. Dio kai diopetes auto kai ouranion bretas prosēgoreuon. Bretas de, para to brotǭ eoikenai. To d᾽ ou toiouton ēn; alla tous agalmatopoious ē phygadeuontes ē apokteinontes, hina mēdeis eipein echoi, hoti cheiropoiēton esti to xoanon, tautēn tēn phēmēn planasthai en tais akoais tōn anthrōpōn ēphiesan; hētis kai tēn Ephesiōn eplana polin. Dio kai ho grammateus autōn touto autois ephē. Tines men oun phasin, hoti peri tou tēs ᾿Artemidos agalmatos eirētai; « Toutesti tēs megalēs Artemidos » Hoti de alēthes esti to ē apokteinesthai tous agalmatopoious, ē phygadeuesthai, martyrei to chthes kai prōēn en Alexandreią tę̄ pros Aigypton gegenēmenon. Ptōlemaiou gar synagagontos technitas, hōste ton tēs ᾿Artemidos andrianta dēmiourgēsai, meta to ergon bothron megan keleusas orygēnai, kai stibada mēchanēsamenos, kai krypsas ton dolon, ekeleusen autous deipnein. Hoi de deipnountes, eis to chasma ekeino katenechthentes, apethanon, dikaian, hōs ge moi dokei, dikēn dedōkotes, hoti plattein epecheiroun xoana pros apatēn tōn enteuxomenōn; homōs d' ekeinos boulomenos ekpodōn poiēsai tous technitas, hina acheiropoiētos doxę̄ onomazomenos Theos, an kai acheiromianton keklēke, touto dedraken. ᾿All' ouk elathe. Proÿptou gar genomenou tou dramatos, kat᾿ eniauton thrēnois tous houtō tethneōtas hēmeibeto.

To the same. Since, being a lover of learning, you want to be learned in many things, I will tell you this too, so as not to seem to disappoint you. Those among the Greeks who made the wooden images, wishing to instil fear in those who saw them, used to say that the image had been sent, or had flown down, from heaven from Zeus, and was superior to every human hand. That is why they called it "fallen from Zeus" (diopetes) and a heavenly image (bretas); and bretas comes from "resembling a mortal" (brotos). But it was not so; rather, by exiling or killing the sculptors, so that no one could say that the image was made by hands, they let this rumour wander in people's ears; and it deceived the city of the Ephesians too. That is why their clerk said this to them. Some say that it was said of the statue of Artemis: "that is, of the great Artemis." That it is true that the sculptors were either killed or exiled is attested by what happened recently in Alexandria by Egypt. Ptolemy gathered craftsmen to make a statue of Artemis, and after the work he ordered a great pit to be dug, contrived a couch of leaves over it, hid the trick, and ordered them to dine. As they dined they fell into that chasm and died, paying a just penalty, it seems to me, for undertaking to fashion images to deceive those who would come upon them. Yet he did this because he wished to put the craftsmen out of the way, so that the so-called god might seem not made by hands; he even called it "undefiled by hands." But it did not go unnoticed. When the deed came to light, the city repaid those who had died in this way with laments every year.

Acts 19:35 (allusion, high confidence)

Notes and citation

Summary: Pagan images were said to have fallen from heaven because their makers were exiled or killed, as in a story of Ptolemy's treatment of the sculptors of an Artemis statue.

  • Acts 19:35. The source of the story about Ptolemy is not identified; "recently" (χθὲς καὶ πρώην) is used loosely.

Notes on the original text

  • Digital text corrected (OCR slip): πλαγᾶσθαι → πλανᾶσθαι.

Topics: Paganism, Idolatry

Cite (SBL): Isidore of Pelusium, Ep. 4.207 (PG 78 78:1299; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-207). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-207) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.208PG 78 78:1301

ΣΗ. ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩ. Περὶ ἀναγνώσεως κατὰ Ἑλλήνων. Περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Μὴ καταφρόνει, ὦ φίλος, τῆς μελισταγοῦς ἀκροάσεως τῶν θείων Γραφῶν. Διαβολικῆς γὰρ τοῦτο μεθόδου, οὐ συγχωρούσης τὸν θησαυρὸν θεάσασθαι ἵνα μὴ τὸν πλοῦτὸν κερδάνωμεν. Οὐδὲν γάρ φησιν εἶναι τὴν ἀκρόασιν τῶν θείων νοημάτων ἵνα μὴ τὴν πρᾶξιν ἀπὸ τῆς ἀκροάσεως ἴδῃ προσγενομένην.

SĒ. ĒRŌNI SChOLASTIKŌ. Peri anagnōseōs kata Hellēnōn. Peri tēs charitos tōn theopneustōn Graphōn, kai tēs ex autōn ōpheleias. Mē kataphronei, ō philos, tēs melistagous akroaseōs tōn theiōn Graphōn. Diabolikēs gar touto methodou, ou synchōrousēs ton thēsauron theasasthai hina mē ton plouton kerdanōmen. Ouden gar phēsin einai tēn akroasin tōn theiōn noēmatōn hina mē tēn praxin apo tēs akroaseōs idę̄ prosgenomenēn.

To Heron the scholasticus. [On reading, against the Greeks. On the grace of the divinely inspired Scriptures and the benefit that comes from them.] Do not despise, my friend, the honey-sweet hearing of the divine Scriptures. For this is a stratagem of the devil, who does not let us see the treasure, so that we may not gain its wealth. He says that hearing the divine thoughts is nothing, so that he may not see action arising from the hearing.

Notes and citation

Summary: Contempt for hearing Scripture is the devil's trick to keep us from its riches and from the action it produces.

Notes on the original text

  • Digital text corrected (word split in the OCR): χά ριτος → χάριτος; προσγενο μένην → προσγενομένην.

Topics: Scripture and canon, The devil and demons

Cite (SBL): Isidore of Pelusium, Ep. 4.208 (PG 78 78:1301; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-208). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-208) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.209PG 78 78:1303

ΘΕΟΛΟΓΙΩ. Εἰς τό - Οφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Εἷς μὲν ἐστιν ἀμφοτέρων τῶν διαθηκῶν ὁ νομοθέτης· ἀλλ᾽ ὁ μὲν νόμος δυσηνίοις οὖσι τοῖς Ἰουδαίοις τὰς πράξεις ἀπηγόρευε μόνον· τὸ δὲ Εὐαγγέλιον ἅτε φιλοσόφοις δογματίζων, καὶ τὰς ἐννοίας, ἀφ᾿ ὧν αἱ πράξεις φύουσιν, ὥσπερ πηγὰς τῶν κακῶν προαναστέλλει, οὐ γενόμενα μόνον τὰ ἁμαρτήματα κολάζον ἀκριβῶς, ἀλλὰ μηδὲ γενέσθαι, κωλύον ἀσφαλῶς. Εἱ δὲ βούλει, καὶ αὐτὰ γυμνάσωμεν τὰ ῥήματα · οὐδὲν δὲ, οἷον αὐτῆς ἀκοῦσαι τῆς Γραφῆς. « Ἐῤῥέθη, φησὶ, τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὁδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. » Ὁ μὲν μέτρον τῆς δίκης ὁρίζει τὴν ἰσότητα τοῦ πάθους, τοσοῦτον δρᾶσαι τοῖς ἡδικημένοις συγχωρήσας, οἷον πεπόνθασιν ἐν τῷ φόβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν προαναστέλλων τὸ κακόν. Αὕτη γὰρ ἡ ἐκδοχὴ τῆς τοῦ νομοθέτου βαθείας ἅπτεται φρενός· τὸ δ᾽ ἐν τῇ πραότητι τοῦ παθόντος, ἔστησε τῆς κακίας τὴν ἐπὶ τὰ χείρω πρόοδον. Ἐπειδὴ γὰρ τῶν ἀμυνομένων ἡ ἀδικία δικαίως ὥριστο, καὶ πρὸς τὸ μηδὲν πραχθῆναι δεινὸν νενομοθέτητο, μίμησις ἦν τῶν ὁμοίων· ἔδρα γὰρ ἕκαστος ὅπερ ἠδικημένος ἐνεκάλει· καὶ οὐ λῆξις ἦν τῶν προτέρων τοῦτο, ἀλλὰ καὶ πρόκλησις ἀργαλεωτέρων κακῶν· τοῦ μὲν αὖθις παροξυνομένου καὶ δρῶντος · τοῦ δὲ καὶ δεύτερον ἀμύνασθαι φιλονεικοῦντος· ὅρον δὲ τῶν κακῶν οὐδένα εἰδότος· οὐδὲ τῇ ἀμύνῃ τελευτὴν, ἀλλ᾽ ἀρχὴν μειζόνων συμφορῶν ὠδίνουσαν, εἰς ἄσπονδόν τινα ἐκπεπτωκότων ἔριν, καὶ τοῦ νόμου τὸ σοφὸν ἐκβιαζομένων ἐφόδιον ποιεῖσθαι κακίας, ὃ τῶν πταισμάτων ἔταξεν ἀναιρετικόν. Ἐπειδὴ τοίνυν τοσαῦτα ἐτίκτετο κακὰ, τὴν ἀρχὴν ὥσπερ πῦρ σβέσαν τὸ Εὐαγγέλιον, ἔστησε τοῦ κακοῦ τὴν εἰς τὸ πρόσω φοράν.

ThEOLOGIŌ. Eis to - Ophthalmon anti ophthalmou, kai ta hexēs. Heis men estin amphoterōn tōn diathēkōn ho nomothetēs; all᾽ ho men nomos dysēniois ousi tois Ioudaiois tas praxeis apēgoreue monon; to de Euangelion hate philosophois dogmatizōn, kai tas ennoias, aph᾿ hōn hai praxeis phyousin, hōsper pēgas tōn kakōn proanastellei, ou genomena monon ta hamartēmata kolazon akribōs, alla mēde genesthai, kōlyon asphalōs. Hei de boulei, kai auta gymnasōmen ta rhēmata ; ouden de, hoion autēs akousai tēs Graphēs. « Errhethē, phēsi, tois archaiois; Ophthalmon anti ophthalmou, kai odonta anti hodontos. Egō de legō hymin, mē antistēnai tǭ ponērǭ. » Ho men metron tēs dikēs horizei tēn isotēta tou pathous, tosouton drasai tois hēdikēmenois synchōrēsas, hoion peponthasin en tǭ phobǭ tou mē ta auta pathein proanastellōn to kakon. Hautē gar hē ekdochē tēs tou nomothetou batheias haptetai phrenos; to d᾽ en tę̄ praotēti tou pathontos, estēse tēs kakias tēn epi ta cheirō proodon. Epeidē gar tōn amynomenōn hē adikia dikaiōs hōristo, kai pros to mēden prachthēnai deinon nenomothetēto, mimēsis ēn tōn homoiōn; edra gar hekastos hoper ēdikēmenos enekalei; kai ou lēxis ēn tōn proterōn touto, alla kai proklēsis argaleōterōn kakōn; tou men authis paroxynomenou kai drōntos ; tou de kai deuteron amynasthai philoneikountos; horon de tōn kakōn oudena eidotos; oude tę̄ amynę̄ teleutēn, all᾽ archēn meizonōn symphorōn ōdinousan, eis aspondon tina ekpeptōkotōn erin, kai tou nomou to sophon ekbiazomenōn ephodion poieisthai kakias, ho tōn ptaismatōn etaxen anairetikon. Epeidē toinyn tosauta etikteto kaka, tēn archēn hōsper pyr sbesan to Euangelion, estēse tou kakou tēn eis to prosō phoran.

To Theologius. [On "An eye for an eye," and what follows.] The lawgiver of both covenants is one; but the law forbade only actions to the Jews, who were hard to rein, while the Gospel, laying down doctrine as for philosophers, checks in advance the thoughts from which actions grow, as the springs of evil, not only punishing sins exactly once they have happened, but surely preventing them from happening. If you like, let us exercise ourselves on the words themselves; nothing is like hearing Scripture itself. "It was said," it says, "to those of old: An eye for an eye, and a tooth for a tooth. But I say to you, do not resist the evil man." The one sets equality of suffering as the measure of justice, allowing the wronged to do as much as they suffered, and checks evil in advance by the fear of suffering the same; this interpretation reaches the deep mind of the lawgiver. The other, by the mildness of the one who suffers, stops the progress of wickedness toward worse. For since the retaliation of the wronged had been justly defined, and legislated so that nothing terrible would be done, it became an imitation of like deeds: each did what he complained of having suffered; and this was not an end of what went before, but a provocation of more grievous evils, as one was provoked again and acted, and the other strove to retaliate a second time, knowing no limit of evils and finding in retaliation not an end but a beginning pregnant with greater misfortunes. They fell into a truceless strife and forced the wisdom of the law, which was set to abolish faults, into a provision for wickedness. Since so many evils were being born, the Gospel quenched the beginning like a fire and stopped evil's rush forward.

Matt 5:38–39 (quotation, high confidence) · Exod 21:24 (allusion, high confidence)

Notes and citation

Summary: The same God gave both covenants: the law limited retaliation, but since retaliation bred endless strife, the Gospel forbids resisting evil and so cuts violence off at its root.

  • Matt 5:38–39; Exod 21:24.

Notes on the original text

  • Digital text corrected (stray numeral and displaced words in the OCR; word split in the OCR): 48. Εἰς τό - Οφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἑξῆς. · καὶ τὰ Εἷς → Εἰς τό - Οφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Εἷς; νομοθέ της → νομοθέτης.

Topics: The law of Moses, Love of enemies and forgiveness of wrongs, Killing and murder

Cite (SBL): Isidore of Pelusium, Ep. 4.209 (PG 78 78:1303; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-209). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-209) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.210PG 78 78:1303

ΝΕΜΕΣΙΩ. Εἰς τὸ εἰρημένον· · Μὴ ἐκκλίνῃς δεξιὰ, ἢ ἀριστερά. • Καὶ ὅτι πόνῳ κατορθοῦται ἡ ἀρετή. Ἐπειδὴ ἡ μὲν ἐλευθερία μέση ἐστὶν ἀσωτίας καὶ φειδωλίας, ἡ δὲ μεγαλοψυχία ὑπερηφανίας καὶ ταπεινότητος· ἡ δὲ εὐσέβεια δεισιδαιμονίας καὶ ἀσεβείας · διὸ καὶ ἀγχιθύρους εἶναι τὰς κακίας ταῖς ἀρεταῖς σοφοὶ ὁρισάμενοι ἄνδρες, τὴν μέσην χώραν ταῖς ἀρεταῖς ἀπέδοσαν · κἀμοὶ εἰς πάσας τὰς ἀρετὰς μεσαιτάτη ὁδὸς ἀρίστη φαίνεται. Καὶ τοῦτ᾽ ἔστιν, ὅπερ ἠθέλησας μαθεῖν · • Μὴ ἐκκλίνῃς δεξιά, μηδ' ἀριστερά. » Ὁδῷ βασιλικῇ πορεύου. Ἐπειδὴ γὰρ αἱ παρεκκλίσεις τῶν ἀρετῶν εἰς κακίαν λήγουσι· θέλησας γάρ τις εἶναι οἰκονομικὸς, πολλοῖς εἰς φειδωλίαν ἀνέπεσεν, ἢ φιλότιμος εἰς ἀσωτίαν· οὐ μόνον ἀμείνονα τὴν μέσην, ἀλλὰ καὶ βασιλικωτάτην εἰκότως εἶναι ὡρίσαντο.

NEMESIŌ. Eis to eirēmenon; ; Mē ekklinę̄s dexia, ē aristera. • Kai hoti ponǭ katorthoutai hē aretē. Epeidē hē men eleutheria mesē estin asōtias kai pheidōlias, hē de megalopsychia hyperēphanias kai tapeinotētos; hē de eusebeia deisidaimonias kai asebeias ; dio kai anchithyrous einai tas kakias tais aretais sophoi horisamenoi andres, tēn mesēn chōran tais aretais apedosan ; kamoi eis pasas tas aretas mesaitatē hodos aristē phainetai. Kai tout᾽ estin, hoper ēthelēsas mathein ; • Mē ekklinę̄s dexia, mēd' aristera. » Hodǭ basilikę̄ poreuou. Epeidē gar hai parekkliseis tōn aretōn eis kakian lēgousi; thelēsas gar tis einai oikonomikos, pollois eis pheidōlian anepesen, ē philotimos eis asōtian; ou monon ameinona tēn mesēn, alla kai basilikōtatēn eikotōs einai hōrisanto.

To Nemesius. [On the saying, "Do not turn aside to the right or to the left." And that virtue is achieved by toil.] Since liberality is the mean between prodigality and stinginess, magnanimity between arrogance and abjectness, and piety between superstition and impiety, wise men, defining the vices as next-door neighbours to the virtues, gave the middle ground to the virtues; and to me too the middlemost road seems best for all the virtues. And this is what you wished to learn: "Do not turn aside to the right or to the left." Walk on the royal road. For since deviations from the virtues end in vice (for many who wished to be thrifty have fallen into stinginess, or, wishing to be generous, into prodigality), they rightly defined the middle as not only better but also most royal.

Prov 4:27 (quotation, high confidence) · Deut 5:32 (allusion, medium confidence) · Num 20:17 (allusion, medium confidence)

Notes and citation

Summary: Virtue lies in the mean between vices, the "royal road" from which Scripture forbids turning aside.

  • Prov 4:27; Deut 5:32; the royal road, Num 20:17; 21:22. The doctrine of the mean is Aristotle's (Eth. nic. 2.6–7).

Notes on the original text

  • Digital text corrected (stray Latin letters in the OCR; word split in the OCR): ἀρι στερά → ἀριστερά; ΑA δεξιά → δεξιά.

Extrabiblical texts: Aristotle, Eth. nic. 2.6-7 (Aristotle (works); allusion)

Topics: Ethics, Philosophy

Cite (SBL): Isidore of Pelusium, Ep. 4.210 (PG 78 78:1303; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-210). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-210) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.211PG 78 78:1305

ΑΔΑΜΑΝΤΙΩ. Τί ἐστι τὸ εἰρημένον ἐν τῇ ᾠδῇ ᾿Αβακούμ· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ. › Ἐπειδὴ νοῦς τὰ ὑπὲρ νοῦν νοῆσαι οὐ δύναται, οὐδὲ λόγος τὰ ὑπὲρ λόγον φράσαι · τοῦτο γὰρ οὕτως ἔχον ἰσχυρίζεται τὰ θεῖα λόγια, λέγοντα • Δόξα Κυρίου κρύπτει λόγον, » τουτέστι, παντὸς λόγου κρείττων ἐστὶ καὶ ἀνωτέρα ἡ δόξα ἡ δεσποτική · καὶ οὐκ εἶπεν, ἡ φύσις, ἀφ᾿ ἧς ἡ δόξα, ἀλλ᾽ ἡ δόξα ἡ ἐκ τῆς οὐσίας· παραχωρείτω πᾶσα ἀνθρωπίνη φύσις τῷ μεγέθει τοῦ πράγματος· καὶ μὴ τὴν οὐσίαν περιεργαζέσθω, ἀλλὰ προσκυνείτω τὴν ἀξίαν· παραχωρείτω δὲ πᾶς ὁ τῶν ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων δῆμος. Εἰς τοῦτο γὰρ βλέπει τὸ ῥητὸν, ὅπερ ἠθέλησας μαθεῖν· « Ἑκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ. » Μηνύει γὰρ, ὅτι πάσης τῆς ἀγγελικῆς πληθύος καὶ τῶν ἁγίων ταγμάτων μείζων ἐστὶν ὁ περὶ τῆς θείας οὐσίας λόγος..

ADAMANTIŌ. Ti esti to eirēmenon en tę̄ ǭdę̄ ᾿Abakoum; «Ekalypsen ouranous hē aretē autou. › Epeidē nous ta hyper noun noēsai ou dynatai, oude logos ta hyper logon phrasai ; touto gar houtōs echon ischyrizetai ta theia logia, legonta • Doxa Kyriou kryptei logon, » toutesti, pantos logou kreittōn esti kai anōtera hē doxa hē despotikē ; kai ouk eipen, hē physis, aph᾿ hēs hē doxa, all᾽ hē doxa hē ek tēs ousias; parachōreitō pasa anthrōpinē physis tǭ megethei tou pragmatos; kai mē tēn ousian periergazesthō, alla proskyneitō tēn axian; parachōreitō de pas ho tōn angelōn, kai archangelōn, kai tōn anō dynameōn dēmos. Eis touto gar blepei to rhēton, hoper ēthelēsas mathein; « Hekalypsen ouranous hē aretē autou. » Mēnyei gar, hoti pasēs tēs angelikēs plēthyos kai tōn hagiōn tagmatōn meizōn estin ho peri tēs theias ousias logos..

To Adamantius. [What is meant by the saying in the song of Habakkuk, "His virtue covered the heavens."] Since the mind cannot conceive what is beyond mind, nor speech express what is beyond speech (for the divine oracles affirm that this is so, saying, "The glory of the Lord hides speech," that is, the Master's glory is greater than and higher than all speech; and it did not say "the nature, from which the glory comes," but "the glory," which comes from the essence), let all human nature give way before the greatness of the matter; let it not pry into the essence, but worship the dignity; and let the whole host of angels, archangels, and powers above give way too. For it is to this that the saying you wished to learn looks: "His virtue covered the heavens." It shows that the account of the divine essence is greater than the whole multitude of angels and the holy orders.

Hab 3:3 (quotation, high confidence) · Prov 25:2 (quotation, high confidence)

Notes and citation

Summary: God's glory, and still more his essence, surpasses the understanding of humans and angels alike, as Habakkuk's song implies.

  • Hab 3:3; Prov 25:2 LXX.

Notes on the original text

  • Digital text corrected (OCR slip): κρύππει → κρύπτει.

Topics: God, Angels

Cite (SBL): Isidore of Pelusium, Ep. 4.211 (PG 78 78:1305; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-211). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-211) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.212PG 78 78:1305

ΟΥΑΡΣΕΝΟΥΦΙΟ. Εἰς τὸ, « Μάθετε καλὸν ποιεῖν. ι Ἐπειδὴ πολλοὶ τῶν τὰ μέγιστα παραινούντων οὐδὲ τὰ μικρὰ ποιεῖν ἀνέχονται ἀλλ᾽ ἐν λόγοις φιλοσοφοῦντες, ἐν τοῖς ἔργοις αἰσχύνην ὀφλισκάνουσι, διὰ τοῦτ᾽ εἴρηται τό, « Μάθετε καλὸν ποιεῖν. • Οὐκοὖν χρὴ συμβαίνοντα τῷ λόγῳ τὸν βίον ἔχειν, τὸν μὴ μέλλοντα ὀνείδη τε ἕξειν, καὶ τιμωρίαν ὑφέξειν.

OUARSENOUPhIO. Eis to, « Mathete kalon poiein. i Epeidē polloi tōn ta megista parainountōn oude ta mikra poiein anechontai all᾽ en logois philosophountes, en tois ergois aischynēn ophliskanousi, dia tout᾽ eirētai to, « Mathete kalon poiein. • Oukoun chrē symbainonta tǭ logǭ ton bion echein, ton mē mellonta oneidē te hexein, kai timōrian hyphexein.

To Varsenuphius. [On "Learn to do good."] Since many who urge the greatest things cannot bear to do even small ones, but, philosophizing in words, incur shame in their deeds, it was said, "Learn to do good." So whoever does not want to have reproaches and undergo punishment must have a life that agrees with his word.

Isa 1:17 (quotation, high confidence)

Notes and citation

Summary: Those who preach virtue must practise it, as Isaiah's "Learn to do good" requires.

  • Isa 1:17.

Notes on the original text

  • Digital text corrected (OCR slip): καλὺν → καλὸν.

Topics: The Christian life

Cite (SBL): Isidore of Pelusium, Ep. 4.212 (PG 78 78:1305; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-212). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-212) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.213PG 78 78:1305

ΘΩΜΑ ΜΟΝΑΖΟΝΤΙ. Ἰεζεκιήλ. Τί ἐστι τὸ γεγραμμένον· « Τὰ δικαιώματά μου ἀπώσαντο· καὶ ἐν τοῖς νόμοις μου οὐκ ἐπορεύθησαν. › Ἐπειδὴ ἔφης, δι᾽ ἣν αἰτίαν εἶπεν ὁ Θεὸς διὰ τοῦ Ἰεζεκιήλ· « Τὰ δικαιώματά μου ἀπώσαντο· καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν, » συντόμῳ ἑρμηνείᾳ κεχρήσομαι. Οὐ μόνον, φησὶν, ἀσεβεῖς ἐφωράθησαν, ἀλλὰ καὶ περὶ τοὺς πέλας πονηροὶ ἀναπεφήνασιν. Ἐπειδὴ γὰρ γενικῇ τινι διαιρέσει εἰς δύο ταῦτα τέμνεται τὰ νόμιμα, εἴς τε τὴν τοῦ Θεοῦ θεραπείαν, εἴς τε τῶν ὁμοφύλων φιλανθρωπίαν · διὸ καὶ δύο πλάκας γεγράφθαι ἐνεδέχετο δὲ κατὰ τὸ πρότερον σφαλλέσθαι τὸ πλῆθος ἀγνοίᾳ τοῦ κρείττονος, καὶ ἀπάτῃ τῶν φενακίζειν βουλομένων, ἅτε καὶ ἀοράτου ὄντος τοῦ Θείου, καὶ πολυσχιδοῦς τῆς περὶ αὐτὸ δόξης· τὸ δεύτερον ἐπἡγαγεν, ὅ τοῖς πᾶσι πρόδηλόν ἐστιν. Οὐδεὶς γάρ ἐστιν, ὃς ἀγνοεῖ, ὡς κακὸν καὶ κολάσεως ἄξιον φόνος, καὶ μοιχεία, καὶ πλεονεξία, καὶ τἄλλα τούτων ἀδελφά. Ἐπεὶ τοίνυν ἐπ᾿ ἀσεβείᾳ ἔσκωπτε τὸν Ἰουδαϊκὸν λαὸν, ὡς ἂν μὴ σκήπτοιντο ἄγνοιαν, ἢ συγγνώμης σφᾶς αὐτοὺς ἀξίους εἶναι φαῖεν, ὡς δελεασθέντες ὑπό τινων δεινῶν περὶ τὰ τοιαῦτα, ἐλέγχει τὴν περὶ τοὺς ὁμοφύλους ἀδικίαν, καὶ πάσης συγγνώμης ἔξω καθίστησιν, εἴπερ μηδ' ὧν ἡ κοινὴ φύσις τῶν ἀνθρώπων κατήγορος τυγχάνει, ἀπέστησαν, ἀλλ᾽ ἀνέδην ἐπὶ τὰς παρανομίας ἐχώρησαν. Δι' ὧν οὖν τὸ δῆλον παρέθη διὰ τοῦτο ἔδειξε καὶ τὸ δοκοῦν ἄδηλον ἐθελοκάκως καὶ κακοήθως παραβαθέν.

ThŌMA MONAZONTI. Iezekiēl. Ti esti to gegrammenon; « Ta dikaiōmata mou apōsanto; kai en tois nomois mou ouk eporeuthēsan. › Epeidē ephēs, di᾽ hēn aitian eipen ho Theos dia tou Iezekiēl; « Ta dikaiōmata mou apōsanto; kai en tois nomimois mou ouk eporeuthēsan, » syntomǭ hermēneią kechrēsomai. Ou monon, phēsin, asebeis ephōrathēsan, alla kai peri tous pelas ponēroi anapephēnasin. Epeidē gar genikę̄ tini diairesei eis dyo tauta temnetai ta nomima, eis te tēn tou Theou therapeian, eis te tōn homophylōn philanthrōpian ; dio kai dyo plakas gegraphthai enedecheto de kata to proteron sphallesthai to plēthos agnoią tou kreittonos, kai apatę̄ tōn phenakizein boulomenōn, hate kai aoratou ontos tou Theiou, kai polyschidous tēs peri auto doxēs; to deuteron epēgagen, ho tois pasi prodēlon estin. Oudeis gar estin, hos agnoei, hōs kakon kai kolaseōs axion phonos, kai moicheia, kai pleonexia, kai talla toutōn adelpha. Epei toinyn ep᾿ asebeią eskōpte ton Ioudaïkon laon, hōs an mē skēptointo agnoian, ē syngnōmēs sphas autous axious einai phaien, hōs deleasthentes hypo tinōn deinōn peri ta toiauta, elenchei tēn peri tous homophylous adikian, kai pasēs syngnōmēs exō kathistēsin, eiper mēd' hōn hē koinē physis tōn anthrōpōn katēgoros tynchanei, apestēsan, all᾽ anedēn epi tas paranomias echōrēsan. Di' hōn oun to dēlon parethē dia touto edeixe kai to dokoun adēlon ethelokakōs kai kakoēthōs parabathen.

To Thomas the monk. [Ezekiel. What is meant by the words, "They rejected my ordinances and did not walk in my laws."] Since you asked why God said through Ezekiel, "They rejected my ordinances and did not walk in my statutes," I shall use a brief interpretation. Not only, he says, were they found impious, but they were also shown to be wicked toward their neighbours. For the statutes are divided, by a general division, into these two, the service of God and love toward one's own kind; that is why two tablets were written. The multitude could err in the first through ignorance of what is better and through the deceit of those who wished to cheat them, since the divine is invisible and opinion about it much divided; so he added the second, which is plain to all. For there is no one who does not know that murder, adultery, greed, and their kindred are evil and deserve punishment. Since he was reproaching the Jewish people for impiety, then, lest they plead ignorance, or say that they deserved pardon as people led astray by some clever men in such matters, he convicts them of injustice toward their own kin and puts them outside all pardon, since they did not abstain even from what the common nature of mankind condemns, but went headlong into lawlessness. So through what was plainly transgressed he showed that what seemed unclear had also been transgressed wilfully and maliciously.

Ezek 20:13 (quotation, high confidence) · Ezek 20:16 (allusion, medium confidence) · Exod 31:18 (allusion, medium confidence)

Notes and citation

Summary: Israel's breaking of the commandments toward neighbours, which all know to be wrong, shows that their breaking of the commandments toward God was also wilful.

  • Ezek 20:13, 16, 24; the two tablets, Exod 31:18. A misplaced line was restored by logged corrections.

Notes on the original text

  • Digital text corrected (a line from later in the letter was misplaced here by the OCR; repeated syllables in the OCR; the misplaced line restored to its place; word split and stray mark in the OCR; word split in the OCR): Τὰ δικαιώ, ματά → Τὰ δικαιώματά; συντόγνώμης σφᾶς αὐτοὺς ἀξίους εἶναι φαῖεν, ὡς δελεαμῳ ἑρμηνείᾳ → συντόμῳ ἑρμηνείᾳ; ἢ συγσθέντες → ἢ συγγνώμης σφᾶς αὐτοὺς ἀξίους εἶναι φαῖεν, ὡς δελεασθέντες; που νηροὶ → πονηροὶ; φιλαν θρωπίαν → φιλανθρωπίαν; μοιχεία χεία → μοιχεία.

Topics: The law of Moses, Ethics, Jews and Judaism

Cite (SBL): Isidore of Pelusium, Ep. 4.213 (PG 78 78:1305; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-213). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-213) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.214PG 78 78:1307

ΕΡΜΕΙΑ. Εἰς τὸ ἐν τῇ Σοφίᾳ Ἰησοῦ γεγραμμένον · · Μὴ ζήτει γενέσθαι κριτής Εἰ οὔτε ἀνιχνεῦσαι τὸ δίκαιον ῥάδιον, οὔτε τὸ θηράσαντα μὴ προδοῦναι· (οἱ μὲν γὰρ διὰ νωθρίαν οὐχ εὑρίσκουσι τοῦτο· οἱ δὲ δι᾽ ὀξύτητα μὲν νοῦ θηρῶνται, διὰ δὲ ἀνελεύθερα πάθη προδιδόασιν, ἢ φόβῳ, ἢ ἀνανδρίᾳ, ἢ χρήμασιν, ἢ φιλίᾳ, ἢ ἔχθρᾳ, διαφθείροντες ·) εἰκότως ὁ παραινέτης συνεβούλευσε · « Μὴ ζήτει γενέσθαι κριτής.

ERMEIA. Eis to en tę̄ Sophią Iēsou gegrammenon ; ; Mē zētei genesthai kritēs Ei oute anichneusai to dikaion rhadion, oute to thērasanta mē prodounai; (hoi men gar dia nōthrian ouch heuriskousi touto; hoi de di᾽ oxytēta men nou thērōntai, dia de aneleuthera pathē prodidoasin, ē phobǭ, ē anandrią, ē chrēmasin, ē philią, ē echthrą, diaphtheirontes ;) eikotōs ho parainetēs synebouleuse ; « Mē zētei genesthai kritēs.

To Hermias. [On what is written in the Wisdom of Jesus: "Do not seek to become a judge."] Since it is neither easy to track down justice, nor, once it is caught, not to betray it (for some do not find it through sluggishness, while others hunt it down by sharpness of mind but betray it through servile passions, corrupting it through fear, cowardice, money, friendship, or enmity), the counsellor rightly advised, "Do not seek to become a judge."

Notes and citation

Summary: Sirach warns against seeking to be a judge because justice is hard to find and easily betrayed through passion or bribery.

  • Sir 7:6.

Notes on the original text

  • Digital text corrected (stray mark and Latin letter in the OCR): & Eἰς → Εἰς.

Extrabiblical texts: Sir 7:6 (Sirach [in RC, EO, ETH canons]; quotation)

Topics: Rulers and the state, Ethics

Cite (SBL): Isidore of Pelusium, Ep. 4.214 (PG 78 78:1307; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-214). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-214) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.215PG 78 78:1309

ΘΩΜΑ ΜΟΝΑΖΟΝΤΙ. Εἰς τὸ, « Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι Ἐπειδὴ τὰ μέγιστα καὶ θειότατα συντόμως μαθεῖν βούλει, ἴσθι, ὅτι διὰ τοῦτ᾽ ἔφη ὁ Σωτήρ· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, ἵν᾿ ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προφορικὸν, καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντες ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχωμεν. Ὁ μὲν γὰρ ἔνδον ὢν, ἡμᾶς φωτίζει· ὁ δ᾽ ἔξω, τοὺς ἄλλους ὁ μέντοι διδασκαλικὸς λύχνος ψυχούσθω, καὶ ἀρδευέσθω, καὶ τρεφέσθω ὑπὸ τῆς πατρικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς εἴη καὶ ἀλαμπής.

ThŌMA MONAZONTI. Eis to, « Estōsan hymōn hai osphyes periezōsmenai Epeidē ta megista kai theiotata syntomōs mathein boulei, isthi, hoti dia tout᾽ ephē ho Sōtēr; Estōsan hymōn hoi lychnoi kaiomenoi, hin᾿ aretēn askountes, kai ton prophorikon, kai ton endiatheton logon dia pantos astraptontes en te tę̄ psychę̄, en te tę̄ glōttę̄ echōmen. Ho men gar endon ōn, hēmas phōtizei; ho d᾽ exō, tous allous ho mentoi didaskalikos lychnos psychousthō, kai ardeuesthō, kai trephesthō hypo tēs patrikēs aretēs, hina mē skoteinos eiē kai alampēs.

To Thomas the monk. [On "Let your loins be girded."] Since you wish to learn the greatest and most divine things briefly, know that the Saviour said, "Let your lamps be burning," so that, practising virtue, we may have both the spoken word and the inner word always shining, in the soul and on the tongue. For the inner word gives light to us, the outer to others. But let the lamp of teaching be given life, watered, and nourished by the virtue of the Father, so that it may not be dark and without light.

Luke 12:35 (quotation, high confidence)

Notes and citation

Summary: Christ's burning lamps are the inner word that lights our souls and the spoken word that lights others, both fed by virtue.

  • Luke 12:35. "The virtue of the Father" (πατρικῆς ἀρετῆς) is uncertain in sense; it may mean "inherited" or "fatherly" virtue.

Topics: The Christian life, Church office

Cite (SBL): Isidore of Pelusium, Ep. 4.215 (PG 78 78:1309; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-215). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-215) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.216PG 78 78:1309

ΙΣΧΥΡΙΩΝΙ. Εἰς τὸ εἰρημένον ·· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων· · καὶ ὅτι τοῦτο οὐκ ἐναντιοῦται τῷ, • Οὐαὶ ὑμῖν, Γραμματεῖς. » Ἐπειδὴ ἴσως ἐναντιολογίαν τινὰ ἐνόμισας κεῖσθαι ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, γέγραφας, εἰρηκέναι τὸν Σωτῆρα, τοῖς μὲν Φαρισαίοις ὡς ἐρήμοις ἀρετῆς· · Οὐαὶ ὑμῖν, Γραμματεῖς, καὶ Φαρισαῖοι, ὑποκριταί· · τοῖς δ᾽ ἀποστόλοις, « Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Αντεπιστέλλω, ὅτι νοεῖν χρὴ, πλέον, εἰρῆσθαι, τῆς δικαιοσύνης ἧς εἰκὸς, μᾶλλον δὲ ἐχρῆν ἐκείνους ἔχειν. Οὐ γὰρ οἱ τῶν ταλανιζομένων καὶ καταθρηνουμένων πλέοντες βασιλεῦσαι δίκαιοι ἂν εἶεν· ἀλλ᾽ οἱ τοὺς κατὰ νόμον εὐδοκίμους ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνοντες, καὶ οὐρανῷ πρέπουσαν πολιτείαν πολιτευσάμενοι

ISChYRIŌNI. Eis to eirēmenon ;; Ean mē perisseusę̄ hē dikaiosynē hymōn pleon tōn Grammateōn; ; kai hoti touto ouk enantioutai tǭ, • Ouai hymin, Grammateis. » Epeidē isōs enantiologian tina enomisas keisthai en tois hierois Euangeliois, gegraphas, eirēkenai ton Sōtēra, tois men Pharisaiois hōs erēmois aretēs; ; Ouai hymin, Grammateis, kai Pharisaioi, hypokritai; ; tois d᾽ apostolois, « Ean mē perisseusę̄ hymōn hē dikaiosynē pleon tōn Grammateōn kai Pharisaiōn, ou mē eiselthēte eis tēn basileian tōn ouranōn. » Antepistellō, hoti noein chrē, pleon, eirēsthai, tēs dikaiosynēs hēs eikos, mallon de echrēn ekeinous echein. Ou gar hoi tōn talanizomenōn kai katathrēnoumenōn pleontes basileusai dikaioi an eien; all᾽ hoi tous kata nomon eudokimous ek pollou tou periontos hyperbainontes, kai ouranǭ prepousan politeian politeusamenoi

To Ischyrion. [On the saying, "Unless your righteousness exceeds that of the scribes," and that this does not contradict "Woe to you, scribes."] Since you perhaps thought that some contradiction lies in the holy Gospels, you wrote that the Saviour said to the Pharisees, as people destitute of virtue, "Woe to you, scribes and Pharisees, hypocrites," but to the apostles, "Unless your righteousness exceeds that of the scribes and Pharisees, you will not enter the kingdom of heaven." I write back that "exceeds" must be understood as said of the righteousness which they would be expected, or rather ought, to have had. For it is not those who exceed people who are pitied and lamented that would deserve to reign, but those who far surpass the approved under the law and have lived a way of life that befits heaven.

Matt 23:13 (quotation, high confidence) · Matt 5:20 (quotation, high confidence)

Notes and citation

Summary: Christ's call to exceed the scribes' righteousness refers to the righteousness they ought to have had, so it does not contradict his woes against them.

  • Matt 23:13; 5:20.

Notes on the original text

  • Digital text corrected (word split in the OCR): Φαρι- - σαῖοι → Φαρισαῖοι.

Topics: Interpreting Scripture, The law of Moses

Cite (SBL): Isidore of Pelusium, Ep. 4.216 (PG 78 78:1309; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-216). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-216) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.217PG 78 78:1309

ПЕТРО. Εἰς τὸ, « Λύσατε τὸν ναὸν τοῦτον· καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. › Ἐπειδὴ ἐνόμισας ἐναντιολογίαν τινὰ γεγράφθαι ἐν τῷ Εὐαγγελίῳ, ἐμήνυσας, δι' ἣν αἰτίαν ψευδομαρτυρίαν ἐκάλεσε τὸ εἰρηκέναι περὶ τῆς λύσεως καὶ ἀναστάσεως τοῦ ναοῦ · εἴρηται γάρ· • Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγειρῶ αὐτόν·, φημί· ὅτι ἐκεῖνοι μὲν περὶ τοῦ ἱεροῦ ἔλεγον· αὐτὸς δὲ περὶ τοῦ σώματος. Εἰ δὲ φαίης ἀπίθανον τοῦτο· οὐ γὰρ ᾔδεσαν τοῦτο αὐτοί ποτε, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, εἰ μὴ ἐκ νεκρῶν ἀνέστη · φήσαιμι· ὅτι εἰ καὶ μὴ ᾔδεσαν, οὐδὲ οὕτω τἀληθῆ ἐμαρτύρησαν. Θάτερον γὰρ ἐπηγγείλατο ποιήσειν, οὐχ ἑκάτερον. Τὸ μὲν γὰρ λῦσαι ἐκείνοις ἔπρεπε · τὸ δὲ ἀναστῆσαι ἑαυτῷ. Λύσατε γὰρ ὑμεῖς, κἀγὼ ἀναστήσω. Τὸ μὲν γὰρ λῦσαι, καὶ τοῦ τυχόντος ἦν· τὸ δὲ ἀναστῆσαι, Θεοῦ

ПЕТРО. Eis to, « Lysate ton naon touton; kai en trisin hēmerais egerō auton. › Epeidē enomisas enantiologian tina gegraphthai en tǭ Euangeliǭ, emēnysas, di' hēn aitian pseudomartyrian ekalese to eirēkenai peri tēs lyseōs kai anastaseōs tou naou ; eirētai gar; • Lysate ton naon touton, kai en trisin hēmerais egeirō auton;, phēmi; hoti ekeinoi men peri tou hierou elegon; autos de peri tou sōmatos. Ei de phaiēs apithanon touto; ou gar ę̄desan touto autoi pote, oude hoi mathētai autou, ei mē ek nekrōn anestē ; phēsaimi; hoti ei kai mē ę̄desan, oude houtō talēthē emartyrēsan. Thateron gar epēngeilato poiēsein, ouch hekateron. To men gar lysai ekeinois eprepe ; to de anastēsai heautǭ. Lysate gar hymeis, kagō anastēsō. To men gar lysai, kai tou tychontos ēn; to de anastēsai, Theou

To Peter. [On "Destroy this temple, and in three days I will raise it up."] Since you thought that some contradiction had been written in the Gospel, and asked why it called false witness the report of what he said about the destruction and raising of the temple (for it is written, "Destroy this temple, and in three days I will raise it up"), I say that they were speaking of the sanctuary, but he of his body. If you say this is implausible, since they never knew it, nor did his disciples until he rose from the dead, I would say that, even if they did not know it, not even so did they testify truly. For he promised to do one of the two things, not both. Destroying fitted them, raising fitted himself: "You destroy, and I will raise." For destroying belonged to anyone, but raising to God.

John 2:19 (quotation, high confidence) · John 2:21–22 (allusion, high confidence) · Matt 26:60–61 (allusion, high confidence) · Mark 14:57–58 (allusion, medium confidence)

Notes and citation

Summary: The witnesses against Jesus testified falsely because he had said "You destroy, and I will raise," speaking of his body, not that he himself would destroy the temple.

  • John 2:19, 21–22; Matt 26:60–61; Mark 14:57–58. A displaced phrase was restored by logged corrections.

Notes on the original text

  • Digital text corrected (the misplaced words restored to their place; word split in the OCR; words from the quotation below were misplaced here by the OCR): › τρισὶν ἡμέραις Ἐπειδὴ → › Ἐπειδὴ; καὶ ἐν ἐγειρῶ αὐτόν → καὶ ἐν τρισὶν ἡμέραις ἐγειρῶ αὐτόν; τυχόν τος → τυχόντος.

Topics: Christology, Resurrection and ascension of Christ, Interpreting Scripture

Cite (SBL): Isidore of Pelusium, Ep. 4.217 (PG 78 78:1309; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-217). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-217) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.218PG 78 78:1311

ΟΥΑΛΕΝΤΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ. Εἰς τὸ· «Μὴ μεριμνήσητε, πῶς ἢ τι λαλήσητε. Καὶ εἰς τὸ· · Ἔτοιμοι ἀεὶ πρὸς ἀπολογίαν. 1 Ἐπειδὴ θαυμάζειν ἔφης, πῶς ὁ μὲν Σωτὴρ ἔφη · « Μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσετε· · εἷς δέ τις ἐκ τοῦ ἀποστολικοῦ χοροῦ παρήνεσεν· « Έτοιμοι ἀεὶ πρὸς ἀπολογίαν· · ἴσθι ὅτι οὐκ ἔστιν ἐναντιολογία, ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται· τὸ δὲ περὶ διδασκαλίας. Ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ᾖ, κελευόμεθα καὶ ἡμεῖς μεριμνᾷν. Ἄτοπον γὰρ, μὴ εἰδέναι, ὃ διδάσκειν ἐπαγγελλόμεθα. Ὅταν δὲ δικαστήριον ᾗ φοβερὸν, καὶ δῆμοι, καὶ δήμιοι λυττῶντες, καὶ πάντοθεν δέος, τὴν οἰκείαν ἐπηγγείλατο παρέξειν ῥοπήν. Καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ ὑπάρχων, καὶ στρατηγῶν παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνων συμμαχούντων, εἰσελθόντας δεδεμένους, καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὡς εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται μὴ τῷ τῆς ἀμαθείας ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ. Σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφίας φοιτηταί.

OUALENTINŌ PRESBYTERŌ. Eis to; «Mē merimnēsēte, pōs ē ti lalēsēte. Kai eis to; ; Etoimoi aei pros apologian. 1 Epeidē thaumazein ephēs, pōs ho men Sōtēr ephē ; « Mē merimnēsēte, pōs ē ti lalēsete; ; heis de tis ek tou apostolikou chorou parēnesen; « Etoimoi aei pros apologian; ; isthi hoti ouk estin enantiologia, alla to men peri martyriou eirētai; to de peri didaskalias. Hotan men gar en syllogǭ philōn ę̄, keleuometha kai hēmeis merimnąn. Atopon gar, mē eidenai, ho didaskein epangellometha. Hotan de dikastērion hę̄ phoberon, kai dēmoi, kai dēmioi lyttōntes, kai pantothen deos, tēn oikeian epēngeilato parexein rhopēn. Kai gar megiston ēn, anthrōpous tōn ichthyōn oligon kata tēn aphōnian diapherontas, tyrannōn kathezomenōn, kai hyparchōn, kai stratēgōn parestōtōn, kai xiphōn gegymnōmenōn, kai pantōn ekeinōn symmachountōn, eiselthontas dedemenous, kai eis gēn kyptontas dynēthēnai rhēxai phōnēn; hōs eikotōs hoi men tēs theias apolauousi rhopēs; hoi de didaskontai mē tǭ tēs amatheias ekdidonai heautous hypnǭ. Sophoi gar einai opheilousin hoi tēs sophias phoitētai.

To Valentinus the presbyter. [On "Do not be anxious how or what you will speak," and on "Always ready to give a defence."] Since you said you wondered how the Saviour said, "Do not be anxious how or what you will speak," while one of the apostolic choir exhorted, "Always ready to give a defence," know that there is no contradiction: the one is said of martyrdom, the other of teaching. When one is in a gathering of friends, we too are commanded to take care; for it is absurd not to know what we profess to teach. But when there is a fearful court, crowds and raging executioners, and fear on every side, he promised to give his own help. For it was a very great thing that men who differed little from fish in their speechlessness, with tyrants seated, governors and generals standing by, swords drawn, and all those things allied against them, should come in bound and bowed to the ground and be able to break into speech. So rightly the one enjoy the help of God, while the others are taught not to give themselves up to the sleep of ignorance; for the disciples of wisdom ought to be wise.

Matt 10:19 (quotation, high confidence) · 1 Pet 3:15 (quotation, high confidence)

Notes and citation

Summary: Christ's promise of words to the martyrs before tribunals does not cancel the duty to prepare for teaching and defending the faith among friends.

  • Matt 10:19; 1 Pet 3:15.

Notes on the original text

  • Digital text corrected (word split in the OCR): ἐπηγ γείλατο → ἐπηγγείλατο.

Topics: Martyrdom, Persecution, Classical learning and education, Interpreting Scripture

Cite (SBL): Isidore of Pelusium, Ep. 4.218 (PG 78 78:1311; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-218). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-218) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.219PG 78 78:1311

ΠΑΛΛΑΔΙΟ ΔΙΑΚΟΝΩ. Εἰς τὸ· · Εἴ τις ἐπισκοπῆς ὀρέγεται. Ἐπειδὴ μὴ τὸν ἀποστολικὸν κατώπτευσας νοῦν, τὸν ἐν τῷ γράμματι κρυπτόμενον, ἀλλ' αὐτὸ μόνον θεασάμενος τὸ γράμμα ἄνω καὶ κάτω θρυλλεῖς· « Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ, › ὡς δέον ἱερᾶς τῆς τοιαύτης ἀρχῆς ἔχω μὲν δι' ὧν δείξω, μὴ οὕτως εἰρηκέναι τὸν ᾿Απόστολον, ὡς σὺ φής· ὅμως δὲ συγχωρήσας ἀνατρέψω τοῦτο. Ἔστω γὰρ, ἐκεῖνος τοιοῦτόν τι ἔφρασε· σὺ δι᾽ ἣν αἱτίαν τὰ κατὰ σαυτὸν ἀγνοῶν, καὶ μηδὲ σαυτοῦ ἄρξαι δυνηθεὶς, ἐρᾷς τοιαύτης ἀρχῆς, ἥτις καὶ βασιλείας ἐστὶν οὐ μόνον ὑψηλοτέρα, ἀλλὰ καὶ ἐπιπονωτέρα; Καὶ μὴ νομίζεις ἀνεύθυνον εἶναι ἐξουσίαν, ἀλλ᾽ οὐχ ὑπεύθυνον λειτουργίαν; ᾿Αλλ' εἰ καὶ αὐτὸς πάσης ἐπέκεινα μανίας χωρεῖς, ἀλλὰ κἀγὼ μανοίμην ἂν, εἰ φαινοίμην μή σου τὸ πάθος θεραπεῦσαι πειρώμενος. Ἐμοὶ γὰρ, ὦ μακάριε, καὶ τὸ, « Εἴ τις, » φοβερόν ἐστι, καὶ ἐκ βάθρων αὐτὴν κατασείει τὴν ψυχήν. Τοῦ γὰρ μεγέθους τῆς ἀρχῆς ἐστιν ἐνδεικτικόν. Εἰ δὲ φαίης, πῶς; εἴποιμι ἂν, ὅτι οὐκ ἐθάρσησε προστάξαι, ἀλλ᾽ οὐδ᾽ οὐ προτρέψαι, οὐδὲ συμβουλεῦσαι· οὐδὲ γὰρ εἶπε· Πᾶς τις ἐπισκοπῆς ὀρεγέσθω · καλῶς ποιεῖ. Ἡ γὰρ ἂν τὸν σὸν περὶ τὸ πρᾶγμα ἔρωτα ἴσως τινὲς ἀπεδέξαντο· ἀλλ᾽ ἀναρτήσας μέσην τὴν τῆς ἱερωσύνης ἐπιθυμίαν, οὔτε παρορμᾶ ἐπ᾿ αὐτὴν ἵνα μὴ τοὺς ἀναξίους ἐπεγείρῃ πράγματι ἀμηχάνῳ, καὶ πᾶσαν ὑπερβαίνοντι πολιτείαν τε καὶ ἀξίαν· οὔτ᾽ ἀπείργει, ἵνα μὴ φευκτὸν καταστήσῃ τὸ πάσης βασιλείας μεῖζον· ἀλλὰ μετέωρον τὴν παραίνεσιν ἀφεὶς, καὶ ἕκαστον τῆς ἑαυτοῦ διανοίας κριτὴν καταστήσας, αὐτὸς οὔτε ἐπιθυμεῖν, οὔτε φεύγειν προστάττει, μονονουχί βοῶν, καὶ ὀφθαλμοῖς, καὶ ὀφρῦσι, καὶ παντὶ τῷ προσώπῳ, φόβου κέντρα τοῖς ἀκούουσιν ἐνιείς· Ἐγὼ μὲν πρᾶγμα τῆς θείας ἠρτημένον ψήφου τε καὶ χειροτονίας, ἀνθρώπων ἐπιθυμίαις οὐκ ἐκδίδωμι παραινῶ δὲ καὶ διαμαρτύρομαι, ὅτι ὁ τούτου ἐπιθυμῶν, ἴστω μὴ τῶν τυχόντων ἐρῶν. Λειτουργίας γὰρ, οὐκ ἀνέσεώς ἐστι τὸ τῆς ἐπισκοπῆς ὄνομα δηλωτικόν. Εἰ δὲ ἀπιστεῖς, τὰ ἐξῆς ἀναγνοὺς γνοίης τὸν ἡμέτερον νοῦν. Δεῖ γὰρ τὸν ἐπίσκοπον πάσαις κομᾶν ταῖς ἀρεταῖς · καὶ τὰς ἀλλοτρίας οἰκειοῦσθαι συμφοράς. Οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς ἀρχομένοις ζῇ · καὶ ὑπὸ μυρίων ὀφθαλμῶν καὶ γλωττῶν ὁ ἐκείνου βασανίζεται βίος.

PALLADIO DIAKONŌ. Eis to; ; Ei tis episkopēs oregetai. Epeidē mē ton apostolikon katōpteusas noun, ton en tǭ grammati kryptomenon, all' auto monon theasamenos to gramma anō kai katō thrylleis; « Ei tis episkopēs oregetai, kalou ergou epithymei, › hōs deon hieras tēs toiautēs archēs echō men di' hōn deixō, mē houtōs eirēkenai ton ᾿Apostolon, hōs sy phēs; homōs de synchōrēsas anatrepsō touto. Estō gar, ekeinos toiouton ti ephrase; sy di᾽ hēn haitian ta kata sauton agnoōn, kai mēde sautou arxai dynētheis, erąs toiautēs archēs, hētis kai basileias estin ou monon hypsēlotera, alla kai epiponōtera? Kai mē nomizeis aneuthynon einai exousian, all᾽ ouch hypeuthynon leitourgian? ᾿All' ei kai autos pasēs epekeina manias chōreis, alla kagō manoimēn an, ei phainoimēn mē sou to pathos therapeusai peirōmenos. Emoi gar, ō makarie, kai to, « Ei tis, » phoberon esti, kai ek bathrōn autēn kataseiei tēn psychēn. Tou gar megethous tēs archēs estin endeiktikon. Ei de phaiēs, pōs? eipoimi an, hoti ouk etharsēse prostaxai, all᾽ oud᾽ ou protrepsai, oude symbouleusai; oude gar eipe; Pas tis episkopēs oregesthō ; kalōs poiei. Hē gar an ton son peri to pragma erōta isōs tines apedexanto; all᾽ anartēsas mesēn tēn tēs hierōsynēs epithymian, oute parorma ep᾿ autēn hina mē tous anaxious epegeirę̄ pragmati amēchanǭ, kai pasan hyperbainonti politeian te kai axian; out᾽ apeirgei, hina mē pheukton katastēsę̄ to pasēs basileias meizon; alla meteōron tēn parainesin apheis, kai hekaston tēs heautou dianoias kritēn katastēsas, autos oute epithymein, oute pheugein prostattei, mononouchi boōn, kai ophthalmois, kai ophrysi, kai panti tǭ prosōpǭ, phobou kentra tois akouousin enieis; Egō men pragma tēs theias ērtēmenon psēphou te kai cheirotonias, anthrōpōn epithymiais ouk ekdidōmi parainō de kai diamartyromai, hoti ho toutou epithymōn, istō mē tōn tychontōn erōn. Leitourgias gar, ouk aneseōs esti to tēs episkopēs onoma dēlōtikon. Ei de apisteis, ta exēs anagnous gnoiēs ton hēmeteron noun. Dei gar ton episkopon pasais koman tais aretais ; kai tas allotrias oikeiousthai symphoras. Ou gar heautǭ, alla tois archomenois zę̄ ; kai hypo myriōn ophthalmōn kai glōttōn ho ekeinou basanizetai bios.

To Palladius the deacon. [On "If anyone aspires to the office of bishop."] You have not looked into the Apostle's meaning, which is hidden in the letter, but, seeing only the letter itself, you keep repeating up and down, "If anyone aspires to the office of bishop, he desires a good work," as though one ought to aspire to such a sacred rule. I have the means to show that the Apostle did not say it as you claim; still, granting it, I shall overturn your view. Suppose he did say something of the kind: why do you, who are ignorant of your own affairs and unable to rule even yourself, love such a rule, which is not only higher than kingship but also more laborious? Do you think it an authority that gives no account, and not a ministry that must render account? Even if you go beyond all madness, I would be mad myself if I were seen not trying to heal your affliction. For to me, blessed friend, even the "if anyone" is fearful and shakes my very soul from its foundations; for it shows the greatness of the office. If you ask how, I would say that he did not dare to command it, nor to urge it, nor to advise it; for he did not say, "Let everyone aspire to the office of bishop; he does well." Then perhaps some would have approved your love for the thing. But he left the desire for the priesthood hanging in the middle: he neither urges people toward it, lest he rouse the unworthy to an impossible task that exceeds every way of life and every dignity, nor holds them back from it, lest he make what is greater than any kingship something to be fled. Leaving the exhortation in suspense and making each the judge of his own mind, he himself commands neither desiring nor fleeing, all but crying out with his eyes, his brows, and his whole face, and implanting goads of fear in his hearers: "I do not hand over to human desires a matter that depends on the divine vote and ordination; but I exhort and solemnly testify that whoever desires this should know that he loves no ordinary thing. For the name of the episcopate signifies ministry, not ease." If you do not believe it, read what follows and you will know my meaning. For the bishop must abound in all the virtues and make the misfortunes of others his own. He lives not for himself but for those he rules, and his life is examined by countless eyes and tongues.

1 Tim 3:1 (quotation, high confidence) · 1 Tim 3:2–7 (allusion, high confidence)

Notes and citation

Summary: Paul's "if anyone aspires to the episcopate" neither urges nor forbids, but warns of a burdensome ministry under God's choice; Palladius, unable to rule himself, should not covet it.

  • 1 Tim 3:1–7.

Notes on the original text

  • Digital text corrected (OCR slip; column numbers leaked into the text; word split in the OCR): τὰ κατὰ σαυτὸν (89-90) ἀγνοῶν → τὰ κατὰ σαυτὸν ἀγνοῶν; βατιλείας → βασιλείας; ἐξου σίαν → ἐξουσίαν.

Topics: Church office, Ordination, Humility and pride

Cite (SBL): Isidore of Pelusium, Ep. 4.219 (PG 78 78:1311; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-219). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-219) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.220PG 78 78:1313

ΙΣΙΔΩΡΩ ΕΠΙΣΚΟΠΩ. Ἐπειδὴ γέγραφας, δι' ἣν αἰτίαν οὐκ εἶπεν ὁ Παῦλος ἁπλῶς· « Μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε, ὁ ἀλλὰ προσέθηκεν· «᾿ Εἰ δυνατὸν, · ἀντιγράφω· Ἐπειδή ἐστιν ὅπου οὐ δυνατὸν, ὅταν περὶ εὐσεβείας ὁ λόγος ὅταν περὶ δικαίου πράγματος, ὅταν περὶ σωφροσύνης, ὅταν περὶ πασῶν ἁπλῶς τῶν ἀρετῶν. Ὁ μὲν γὰρ εὐσεβὴς τῷ ἀσεβεῖ πῶς εἰρηνεύσει; ὁ δίκαιος τῷ ἀδίκῳ, ἢ σώφρων τῷ λάγνῳ; τῷ πολλάκις οὐ μόνον τὴν τῶν ἄλλων, ἀλλὰ καὶ τὴν ἑαυτοῦ βουλομένῳ διαφθεῖραι ὥραν. Εἰ δὲ λογισμοὺς οἴει τούτους εἶναι, θέα αὐτὸν τὸν Παῦλον, εἰ μετὰ πάντων εἰρήνευσεν. Εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον βούλοιο ἀγαγεῖν, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. Εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι, Τί οὖν ἐστιν, « Εἰ δυνατόν; » Σὺ, φησὶ, μὴ δίδου τινὶ λαβὴν ἔχθρας, μηδὲ δικαίως καὶ εὐλόγως ἔχε ἐχθρόν. Εἰ δὲ ἀλόγως ἐκεῖνοι, καὶ ὑπὸ φθόνου ὑποσμυχόμενοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. Οὐδὲ γὰρ ὁ Χριστὸς, εἰρηκὼς, Ἐμίσησάν με δωρεάν, » ἐκέλευσε μὴ ἔχειν ἐχθρούς· τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τὸ μὴ ἀδικεῖν, τὸ μὴ κατασπείρειν ῥίζαν πολέμου, καὶ μάλιστα, ὅταν ἡ εὐσέβεια οὐδὲν παραβλάπτηται. Εἰ δ' οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. Καὶ γὰρ οἱ ψευδαπόστολοι τοὺς ἀποστόλους, καὶ οἱ ψευδοπροφῆται τοὺς προφήτας ἐμίσουν. "Οπερ καὶ αὐτὸς ὁ Παῦλος σαφῶς ἐπιστάμενος, ἔγραφε· « Δίωκε δὲ εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. » Μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα, ἀλλὰ τὸν ἑαυτῷ τοὺς ἐχθροὺς κατασκευάζοντα. Εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος· οὐδὲ γὰρ οἷόν τε· οὐδὲν· παρὰ τὸ φῶς· εἰ οὐ βούλεται ὁ ἀσεβὴς [τὴν εὐσέβειαν ἀσπάζειν, οὐδὲν παρὰ τὸν εὐσεβὴ· εἰ οὐ βούλεται ὁ λάγνος τὴν ] σωφροσύνην ἀσκῆσαι, οὐδὲν παρὰ τὸν σώφρονα· εἰ οὐ βούλεται ὁ ἄδικος ἀποστῆναι τῆς ἀδικίας, οὐδὲν παρὰ τὸν δίκαιον· ἀλλὰ παρ᾽ ἐκείνους, τοὺς ἔλεγχον ἡγουμένους τῆς σφῶν κακίας τὰς τῶν πέλας ἀρετάς.

ISIDŌRŌ EPISKOPŌ. Epeidē gegraphas, di' hēn aitian ouk eipen ho Paulos haplōs; « Meta pantōn anthrōpōn eirēneuete, ho alla prosethēken; «᾿ Ei dynaton, ; antigraphō; Epeidē estin hopou ou dynaton, hotan peri eusebeias ho logos hotan peri dikaiou pragmatos, hotan peri sōphrosynēs, hotan peri pasōn haplōs tōn aretōn. Ho men gar eusebēs tǭ asebei pōs eirēneusei? ho dikaios tǭ adikǭ, ē sōphrōn tǭ lagnǭ? tǭ pollakis ou monon tēn tōn allōn, alla kai tēn heautou boulomenǭ diaphtheirai hōran. Ei de logismous oiei toutous einai, thea auton ton Paulon, ei meta pantōn eirēneusen. Ei de kai anōterō ton logon bouloio agagein, thea ton Christon, ei meta pantōn espeisato. Eis tosautēn oun exebakcheuthēsan hoi tōn Ioudaiōn archontes manian, hōs kai staurǭ auton prosēlōsai, Ti oun estin, « Ei dynaton? » Sy, phēsi, mē didou tini labēn echthras, mēde dikaiōs kai eulogōs eche echthron. Ei de alogōs ekeinoi, kai hypo phthonou hyposmychomenoi apechthanontai, se touto ou parablapsei. Oude gar ho Christos, eirēkōs, Emisēsan me dōrean, » ekeleuse mē echein echthrous; toutou gar ouk esmen kyrioi; alla to mē adikein, to mē kataspeirein rhizan polemou, kai malista, hotan hē eusebeia ouden parablaptētai. Ei d' hoi ponēroi tous agathous misousi, mē thaumazēte. Kai gar hoi pseudapostoloi tous apostolous, kai hoi pseudoprophētai tous prophētas emisoun. "Oper kai autos ho Paulos saphōs epistamenos, egraphe; « Diōke de eirēnēn meta pantōn tōn epikaloumenōn ton Kyrion ek katharas kardias. » Mē toinyn aitiō ton echthrous echonta, alla ton heautǭ tous echthrous kataskeuazonta. Ei de mē symbainei tǭ phōti to skotos; oude gar hoion te; ouden; para to phōs; ei ou bouletai ho asebēs [tēn eusebeian aspazein, ouden para ton eusebē; ei ou bouletai ho lagnos tēn ] sōphrosynēn askēsai, ouden para ton sōphrona; ei ou bouletai ho adikos apostēnai tēs adikias, ouden para ton dikaion; alla par᾽ ekeinous, tous elenchon hēgoumenous tēs sphōn kakias tas tōn pelas aretas.

To Isidore the bishop. Since you have written asking why Paul did not say simply, "Live at peace with all men," but added, "If possible," I write back: because there are cases where it is not possible, when the matter is piety, or a just cause, or chastity, or, in short, any of the virtues. How will the pious man be at peace with the impious, the just with the unjust, or the chaste with the lustful, who often wants to corrupt not only other people's bloom but his own as well? If you think these are mere reasonings, look at Paul himself, whether he was at peace with everyone. And if you want to take the argument higher, look at Christ, whether he made peace with everyone. The rulers of the Jews were driven to such madness that they even nailed him to a cross. What, then, does "If possible" mean? "For your part," he says, "give no one a handle for enmity, and do not have an enemy with just cause and reason. If they are hostile without reason, smouldering with envy, this will not harm you." For not even Christ, who said, "They hated me without cause," commanded us not to have enemies (for that is not in our power), but not to do wrong, and not to sow a root of war, especially when piety suffers no harm. If the wicked hate the good, do not wonder. False apostles hated the apostles, and false prophets the prophets. Paul himself knew this clearly when he wrote, "Pursue peace with all who call on the Lord from a pure heart." So do not blame the one who has enemies, but the one who makes enemies for himself. If darkness does not agree with light (for that is not even possible), it is not the light's fault; if the impious man does not wish to embrace piety, it is not the pious man's fault; if the lustful man does not wish to practise chastity, it is not the chaste man's fault; if the unjust man does not wish to give up his injustice, it is not the just man's fault; the fault is theirs, who regard the virtues of their neighbours as a reproof of their own vice.

Rom 12:18 (quotation, high confidence) · John 15:25 (quotation, high confidence) · 2 Tim 2:22 (quotation, high confidence)

Notes and citation

Summary: Paul's "if possible" admits that peace cannot be kept with the wicked where virtue is at stake; the Christian must only give no just cause for enmity.

  • Rom 12:18; John 15:25; 2 Tim 2:22. Two clauses ("to embrace piety … if the lustful man does not wish") stand in square brackets in the printed text, as words supplied by the editor; they are translated.

Notes on the original text

  • Digital text corrected (stray letter in the OCR; word split in the OCR): Β. Ἐμίσησάν → Ἐμίσησάν; και τασκευάζοντα → κατασκευάζοντα.

Topics: Ethics, Love of enemies and forgiveness of wrongs

Cite (SBL): Isidore of Pelusium, Ep. 4.220 (PG 78 78:1313; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-220). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-220) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

4.221PG 78 78:1315

ΑΛΥΠΙΩ ΣΧΟΛΑΣΤΙΚΩ. Περὶ ἀναγνώσεως, κατὰ Ἑλλήνων, περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Ἐπειδὴ, ὡς ἔφης, πηγαὶ λόγων ἡσυχάζουσαι ψυχὴν ἐθέλουσαν ἀρδεύεσθαι μαραίνουσιν· ἐκείνας, ὦ ἐλλογιμώτατε, μάλιστα ἀναμοχλεύειν σοι παραινῶ, τὰς πλουσίοις καὶ ἀεννάοις νάμασι κομώσας, καὶ μὴ τὰς ἀρδείας ἑτέρωθεν δεομένας. ΣΚΒ΄. Εἰς τὸ, · Ἐγὼ ὁ Θεὸς ᾿Αβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ·, καὶ εἰς τὸ· · Ὑπερασπιῷ τῆς πόλεως ταύτης διὰ Δαβὶδ, τοῦ σῶσαι αὐτήν. › Θεῖόν ἐστι χρῆμα ἡ ἀρετὴ, ὦ μακάριε, καὶ θεοφιλὲς, καὶ μακάριον, καὶ ἀθάνατον, καὶ ὑπὸ λήθης μὴ ἡττώμενον. Αοίδιμος μὲν γὰρ ἐστι παρὰ ἀνθρώποις, παρὰ δὲ Θεῷ ἀείμνηστος, τῷ ποτὲ μὲν φράζοντι • Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ·» ποτὲ δὲ, « Ὑπερασπιῶ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν, διὰ Δαβὶδ τὸν παῖδά μου. • Εἰς τοσοῦτον ἤκουσι τῷ Θεῷ φροντίδος τε καὶ τιμῆς, καὶ τελευτήσαντες, οἷς ἀρετὴ περισπούδαστον. Εἰ δὲ ἐνταῦθα οὕτως αὐτοὺς ἀνακηρύττει, ποίαις οὐκ ἀμείψεται αὐτοὺς ἐκεῖσε δωρεαῖς;

ALYPIŌ SChOLASTIKŌ. Peri anagnōseōs, kata Hellēnōn, peri tēs charitos tōn theopneustōn Graphōn, kai tēs ex autōn ōpheleias. Epeidē, hōs ephēs, pēgai logōn hēsychazousai psychēn ethelousan ardeuesthai marainousin; ekeinas, ō ellogimōtate, malista anamochleuein soi parainō, tas plousiois kai aennaois namasi komōsas, kai mē tas ardeias heterōthen deomenas. SKB΄. Eis to, ; Egō ho Theos ᾿Abraam, kai Isaak, kai Iakōb;, kai eis to; ; Hyperaspiǭ tēs poleōs tautēs dia Dabid, tou sōsai autēn. › Theion esti chrēma hē aretē, ō makarie, kai theophiles, kai makarion, kai athanaton, kai hypo lēthēs mē hēttōmenon. Aoidimos men gar esti para anthrōpois, para de Theǭ aeimnēstos, tǭ pote men phrazonti • Egō ho Theos Abraam, kai Isaak, kai Iakōb;» pote de, « Hyperaspiō tēs poleōs tautēs tou sōsai autēn, dia Dabid ton paida mou. • Eis tosouton ēkousi tǭ Theǭ phrontidos te kai timēs, kai teleutēsantes, hois aretē perispoudaston. Ei de entautha houtōs autous anakēryttei, poiais ouk ameipsetai autous ekeise dōreais?

To Alypius the scholasticus. [On reading, against the Greeks; on the grace of the divinely inspired Scriptures and the benefit that comes from them.] Since, as you said, springs of words that lie idle wither a soul that wishes to be watered, I urge you, most eloquent friend, to open up above all those springs which abound in rich and everflowing streams and do not need to be watered from elsewhere. [Letter 4.222] [On "I am the God of Abraham, and of Isaac, and of Jacob," and on "I will defend this city to save it, for the sake of David."] Virtue, blessed friend, is a divine thing, dear to God, blessed, immortal, and not overcome by forgetfulness. It is celebrated among men and ever remembered by God, who says at one time, "I am the God of Abraham, and of Isaac, and of Jacob," and at another, "I will defend this city to save it, for the sake of David my servant." To such a degree of God's care and honour do those come for whom virtue is precious, even after they have died. If he proclaims them so here, with what gifts will he not repay them there?

Exod 3:6 (quotation, high confidence) · 2 Kgs 19:34 (quotation, high confidence) · Isa 37:35 (allusion, medium confidence)

Notes and citation

Summary: Two letters: Alypius should drink from the everflowing springs of Scripture; God's naming himself by the patriarchs and saving Jerusalem for David's sake shows that virtue is remembered by God after death.

  • Letter 4.222 begins at the bracketed marker (Migne's numeral ΣΚΒ′ is printed before it), without its addressee. Exod 3:6; 2 Kgs 19:34 (Isa 37:35).

Notes on the original text

  • Digital text corrected (OCR slip): ΑΛΥΜΗΙΟ → ΑΛΥΠΙΩ; Ο ἐλλογιμώτατε → ὦ ἐλλογιμώτατε.

Topics: Scripture and canon, Good works and merit

Cite (SBL): Isidore of Pelusium, Ep. 4.221 (PG 78 78:1315; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/4-221). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-4-221) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.