Expositions on the Psalms 48–49

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 48

48PG 27:223–230

Εἰς τέλος τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΜΗ Ὑπόθεσις. Διὰ του παρόντος ψαλμοῦ τὰ περὶ τοῦ θείου δικαστηρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ ἡμέρα ἐκείνη, καθ᾽ ἣν ἄξει ὁ Θεὸς πᾶν τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ᾽ ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστόλων τὸ πρόσωπον, τῶν μυσταγωγησάντων τὴν ὑπ᾿ οὐρανόν. ᾿Ακούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὥσπερ ἐπὶ σωτηρίᾳ πᾶν γένος ἀνθρώπων παρακαλεῖ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ὁ λόγος ἀνακαλεῖται. Οἱ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων. Γηγενεῖς μὲν τοὺς βαρυτέρους τῶν ἀνθρώπων καλεῖ τοὺς βαρβάρους, καὶ ἐν ἐρημίαις οἰκοῦντας, καὶ μὴ νομίμως πολιτευομένους· υἱοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέραν πολιτείαν μετερχομένους, καὶ νόμοις διοικουμένους. Τὸ στόμα μου λαλήσει σοφίαν. Ὥσπερ εἰς τάγματα πλεῖστα τοὺς ἀκροατὰς διεῖλεν, οὕτως καὶ τὴν αὐτοῦ διδασκαλίαν εἰς τρόπους ἀφορίζει διαφόρους. Ὁ χορὸς δὲ ἐστιν ὁ ἀποστολικὸς ὁ ταῦτα φθεγγόμενος, καὶ ἐπὶ στόματος φέρων τὸν Χριστὸν, ὅς ἐστιν ἡ σοφία τοῦ Πατρός. Ἄτε δὴ οὖν τὸν Χριστὸν ἐπὶ στόματος φέροντες, καὶ τοῦτον εἰς νοῦν ἀεὶ ἐκμελετῶντες, σύνεσιν εἶχον. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς καὶ τὰς παραβολὰς τοῦ Σωτῆρος τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνιέναι. Διὸ λέγοντος αὐτοῖς τοῦ Χριστοῦ· Συνήκατε ταῦτα πάντα; ἔλεγον αὐτῷ· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἐγὼ μὲν, φησὶν, ἀκονήσας τὸν ἐμαυτοῦ νοῦν εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν, δεδύνημαι ἐπακολουθῆσαι τῇ φερομένῃ αὐτοῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα ἀνοίξω τὰ κεκλεισμένα, καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς. Καὶ ταῦτα πράξω διὰ τοῦ ἐμαυτοῦ ψαλτηρίου, τοῦ σώματος δηλαδή, ὀργάνου δίκην ἐπηχοῦντος, δι' οὗ πρὸς ὕμνον τρέπεται ἡ ψυχὴ, δι᾽ ἑκάστου αἰσθητηρίου καὶ μέλους καὶ μέρους ἐπιστημόνως κινουμένη. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἐντεῦθεν ἄρχεται, τῆς διδασκαλίας τὰ πρῶτα ὡς ἐν προοιμίοις διαλαλήσας. "Αρχεται δὲ κατ' ἐρώτησιν, ἵνα καὶ ἀπό­ κρισιν λάβοι. Ἡ δὲ ἐρώτησίς ἐστιν αὕτη· Ἵνα τί φοβοῦμαι; μέχρι γὰρ τοῦ φοβοῦμαι δεῖ στίξαι, ἵνα ἢ ἡ διάνοια αὕτη· Εἴ τις ἐρωτᾷ,· φησὶν, "Ινα τί φοβοῦμαι; τὴν αἰτίαν θέλων γνῶναι παρ' ἐμοῦ τῆς συνεχούσης με ἀγωνίας, ἀκουέτω μετὰ παῤῥησίας, ὡς ἔστιν ἡμέρα πονηρὰ, ἣν αὐτὸς φρίττων φοβοῦμαι. Φρίττω δὲ, ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, τουτέστιν ἡ παρεκτροπή τῆς θείας ὁδοῦ, ἣν πεποίημαι κατὰ τὸν βίον, περισπασμῷ καὶ ἀπάτῃ τὸν θεῖον παραβὰς νόμον. Αὕτη οὖν ἡ ἀσέβεια κυκλώσει με, φησίν· ἀντὶ τοῦ, Περιστήσεταί με τὰ ἔργα τὰ πονηρὰ ἃ πέπραχα, κυ­ κλοῦντά με πανταχοῦ καὶ πολιορκοῦντα, καὶ μὴ ἐῶντά με τὴν κόλασιν ἐκφυγεῖν. Πονηρὰν τὴν τῆς κρίσεως ἡμέραν φησὶν, ἅτε δὴ πονηρὰν τοῖς κολαζομένοις ὑπάρχουσαν. Ὁ δὲ ᾿Απόστολος καὶ ἡμέραν τῆς ὀργῆς αὐτὴν ἐκάλεσεν, εἰρηκώς· Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Ἀπὸ κοινοῦ τὸ, ᾿Ακούσατε ταῦτα οἱ ἐπὶ πλούτῳ καὶ τῇ δυνάμει θαῤῥοῦντες. Τίνα δὲ ἐστιν ὁ ὀφείλουσιν ἀκούειν ἢ ἐκεῖνα, ὡς οὐδὲ αὐτοὺς κατ᾿ ἐκείνην τὴν ἡμέραν ὁ πλοῦτος ὀνήσει; Οὐδὲν γὰρ λυτρώσεται αὐτοὺς τῆς ἐπαχθησομένης αὐτοῖς διὰ τῆς ἁμαρτίας ὀργῆς· ὥσπερ οὖν οὐδὲ ἀδελφὸς, φέρε εἰπεῖν, θεοφιλὴς, οὔτε ἄλλος τις ἀνθρώπων ἰσχύει λυτρώσασθαι ἐν τῇ τότε ἡμέρᾳ τινά· καὶ εἰ ὁ ἀδελφὸς οὐκ ἰσχύει, καὶ ταῦτα θεοφιλής, πολλῷ πλέον οὐκ ἰσχύσει ὁ πλοῦτος. 1 Ο αιελφὸς οὐ λυτροῦται· ἀδελφὸν θεοφιλῆ λέγει καὶ τίμιον.] Καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Διδάξας, ὡς οὐδὲν ὁ πλοῦτος ἐν ἡμέρᾳ κρίσεως ὠφελεῖ, διδάσκει καὶ τὸ ὠφελοῦν. Τί δὲ τοῦτο ἢ τὸ ἔγκοπον καὶ ἐπίπονον βίον κτήσασθαι; Οὗτοι γὰρ καὶ τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα αξιωθήσονται. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως, καὶ παύσεται εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νίκος. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν ἔσονται τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ. Τίνες δὲ ἀποθνήσκοντες σοφοὶ ἢ περὶ ὧν λέλεκται Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω; Παιδεύει γὰρ διὰ πάντων ἡ παροῦσα Γραφή, ὡς κατὰ τὴν ἡμέραν τῆς κρίσεως οὔτε πλούσιος ἑαυτὸν ῥύεται, οὔτε ὁ νενομισμένος σοφός. Μόνος δὲ ἐκεῖνος τεύξεται τῆς αἰωνίου ζωῆς ὁ ἐν τῷ παρόντι βίῳ κατατήξας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ὁμοῦ σοφοί, φησὶ, καὶ ἄφρονες ἀπωλείᾳ παραδοθήσονται· οὐ διενηνόχασιν γὰρ ἀλλήλων οὐδὲν, ὁμοίως εἰδωλολατροῦντες. Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Οὐ γὰρ ἠθέλησαν αὐτὸν οἰκεῖον ποιήσασθαι διὰ τῆς εἰς τοὺς δεομένους εὐεργεσίας. Ει Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Διὰ τῶν τάφων τὴν νεκρότητα σημαίνει ἣν ἐνέδυσαν τὴν ψυχὴν αὐτῶν, οὐδὲν ὀρθὸν οὐδὲ εὐθὲς φρονήσαντες περὶ Θεοῦ. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Αἱ σκηναὶ, φησὶν, ἐν αἷς ζῶντες ᾤκουν ἀφ᾿ ἑτέρων εἰς ἑτέρους ἥξουσι κατὰ γενεάς · τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκεν, ὅτι καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Δέον, φησὶ, διὰ πίστεως καὶ πολιτείας λαμπρᾶς παρασκευάσαι γραφῆναι αὐτῶν τὰ ὀνόματα ἐν τοῖς οὐρανοῖς · οἱ δὲ ἐπὶ τῆς γῆς αὐτὰ ἐπεκαλέσαντο ἐπωνύμους αὐτοῖς κτίζοντες πόλεις. 13. Καὶ ἄνθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκε. Τὸ αἴτιον τοῦ ἐκπεσεῖν αὐτοὺς εἰς τὸ μέγα φρονεῖν τὰ σαρκὸς ἐπιθυμήματα λέγει. Τοῦτο δὲ ἐστι τὸ μὴ συνιέναι τὴν τιμὴν αὐτῶν, ὅτι δὴ κατ' εἰκόνα πεποίηνται Θεοῦ. Ὁμοίως δὲ τοῖς κτήνεσι τοῖς ἀνοήτοις γῆν οἰκεῖν ἀντὶ τῶν οὐρανίων σκηνῶν κατηλλάξαντο, καὶ τάφους ἀντὶ τῆς παρὰ Θεοῦ ζωῆς, Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁδὸν ἡ θεία Γραφὴ τὸν ἑκάστου βίον οἶδε καλεῖν, καὶ τὸν ἑκάστου τῆς ζωῆς χρόνον. Ταύτην οὖν, φησὶ, τὴν ὁδὸν τραχεῖαν καὶ ἐχθρὰν κατεσκεύασεν αὐτοῖς, ἅτε μηδὲν εὐθὲς πεφρονηκότες. ᾿Αλλ' ὅτε μὲν προσέκοπτον ἐν αὐτῇ, οὐκ ἠσθάνοντο τῶν σκανδάλων. Μετα δὲ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, ἀντὶ τοῦ, Ὁμολογήσουσι μετανοήσαντες ἐφ᾽ οἷς τοιαύτην ὥδευσαν τρίβον, ὅτε οὐχ ἔξουσι τῆς μετανοίας καιρόν. ῾Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο. Ἐπειδὴ οὐκ ἠθέλησαν ὑπὸ τὸν ἀγαθὸν εἶναι ποιμένα, ἀλλὰ τὴν ἑαυτῶν τιμὴν ἀπωσάμενοι, παραπλησίως τοῖς κτήνεσι τα σώματα διεφθάρησαν· ταύτῃ τοι καὶ θρέμματα γεγόνασιν ᾅδου, ὡς λοιπὸν αὐτὸν ποιμαίνοντα αὐτοὺς εἰς τὰς αὐτοῦ νομὰς ἀπάξειν, τοὺς μὲν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωϊ. Οὐκέτι ὥσπερ ἐν τῷ παρόντι βίῳ ὄντες, κατεξανίστανται τῶν εὐσεβῶν· τοὐναντίον δὲ οἱ τοῦ καιροῦ τῆς πρωΐας ἀξιωθέντες καὶ τοῦ νέου φωτὸς τῶν ἀσεβῶν κατακυριεύσουσι. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ. Πᾶσα, φησὶν, ἡ βοήθεια αὐτῶν, ἤτοι ἡ ἰσχὺς ἣν ἔσχον ἐκ τῆς δόξης, τῷ θανάτῳ διαλυθήσεται. Τὸ γὰρ, παλαιωθήσεται, ἀντὶ τοῦ, διαλυθήσεται, τέθειται. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾄδου, ὅταν λαμβάνῃ με. Ἐμοῦ, φησὶ, τοῦ ταῦτα λέγοντος λυτρώσεται ὁ Θεὸς τὴν ψυχὴν, πρὸς τὸ μὴ συναπαχθῆναι αὐτὴν, καὶ ἐρημωθῆναι μετὰ τῶν τοῦ ᾅδου προβάτων. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Μαθών, φησὶν, οἷον ἔσται τῶν ἀσεβῶν τὸ τέλος, μὴ μακαρίσῃς τοὺς ἐν τῷ βίῳ πλουτοῦντας, μηδὲ φοβηθῇς ὡς πάσης ἀποκεκλεισμένος ἐλπίδος, μὴ ἀθυμῇς δὲ ὡς μεγάλων ἀγαθῶν τῶν παρόντων ἐστερημένος. Εὖ ἴσθι, ὅτι σὲ μὲν περιμένει ἡ ἐκ θανάτου λύτρωσις καὶ ἡ αἰώνιος ζωή· ὁ δὲ παρὰ τοῖς πολλοῖς εὐδαιμονιζόμενος διὰ πλοῦτον καὶ δόξαν, καὶ διὰ τὴν ψευδώνυμον σοφίαν, οὐδὲν πλέον ἕξει· γυμνὸς γὰρ πάντων ἀπαχθήσεται τῶν τοῦ βίου. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Τοῦτο, φησὶ, μόνον ἔδοξαν κερδαίνειν οἱ ἄθεοι ἀπὸ τοῦ πλούτου, τὸ εὐλογηθῆναι τὴν ψυχὴν αὐτῶν ἐν τῇ θνητῇ καὶ προσκαίρῳ ζωῇ. Ἑκείνων ἐπαινούντων αὐτοὺς καὶ εὐδαιμονιζόντων ἐφ᾽ οἷς ἔδοξαν ἔχειν ἀγαθοῖς. Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Ἐπειδὴ πάντα πρόσκαιρα, φησὶ, τότε χάριν ἀποδώσει σοι τῷ δημιουργῷ ὁ τοιοῦτος, ὅταν πληθύνῃς τὰ ὄντα αὐτῷ. Εἰσελεύσεται ἕως γενεὰς πατέρων αὐτοῦ. Μιμήσεται, φησὶ, τῶν πατέρων τὸν ζῆλον, καὶ ἐκ πονηρῶν ὧν τὴν πονηρίαν διαδέξεται. "Εως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τοιαῦτα φρονοῦντες τυφλοὶ ταῖς ψυχαῖς γεγόνασι, μήτε ἐν τῷ θνητῷ βίῳ τῷ φωτὶ τῆς γνώσεως φωτισθέντες, μήτε ἐν τῷ μέλλοντι τοῦ αἰωνίου φωτὸς ἀξιωθησόμενοι.

Eis telos tois huiois Kore. PsALMOS MĒ Hypothesis. Dia tou parontos psalmou ta peri tou theiou dikastēriou tois pasin anthrōpois kēryttetai, kai hē hēmera ekeinē, kath᾽ hēn axei ho Theos pan to poiēma eis krisin. Echoien d᾽ an hoi huioi Kore tōn apostolōn to prosōpon, tōn mystagōgēsantōn tēn hyp᾿ ouranon. ᾿Akousate tauta, panta ta ethnē, enōtisasthe pantes hoi katoikountes tēn oikoumenēn. Hōsper epi sōtērią pan genos anthrōpōn parakalei, ton auton tropon kai epi didaskalian tēs theias kriseōs homou pantas ho logos anakaleitai. Hoi te gēgeneis kai huioi tōn anthrōpōn. Gēgeneis men tous baryterous tōn anthrōpōn kalei tous barbarous, kai en erēmiais oikountas, kai mē nomimōs politeuomenous; huious de anthrōpōn tous hēmerōteran politeian meterchomenous, kai nomois dioikoumenous. To stoma mou lalēsei sophian. Hōsper eis tagmata pleista tous akroatas dieilen, houtōs kai tēn autou didaskalian eis tropous aphorizei diaphorous. Ho choros de estin ho apostolikos ho tauta phthengomenos, kai epi stomatos pherōn ton Christon, hos estin hē sophia tou Patros. Ate dē oun ton Christon epi stomatos pherontes, kai touton eis noun aei ekmeletōntes, synesin eichon. Houtō de autōn ēkonēto pros synesin ho nous, hōs kai tas parabolas tou Sōtēros tas en tois Euangeliois pheromenas synienai. Dio legontos autois tou Christou; Synēkate tauta panta? elegon autǭ; Klinō eis parabolēn to ous mou. Egō men, phēsin, akonēsas ton emautou noun eis synesin tōn sōtēriōn parabolōn, dedynēmai epakolouthēsai tę̄ pheromenę̄ autois dianoią; tois de mē touto prattein dynamenois dia nēpiotēta anoixō ta kekleismena, kai diasaphēsō ta problēmata kai tas parabolas. Kai tauta praxō dia tou emautou psaltēriou, tou sōmatos dēladē, organou dikēn epēchountos, di' hou pros hymnon trepetai hē psychē, di᾽ hekastou aisthētēriou kai melous kai merous epistēmonōs kinoumenē. Hina ti phoboumai en hēmerą ponērą? Enteuthen archetai, tēs didaskalias ta prōta hōs en prooimiois dialalēsas. "Archetai de kat' erōtēsin, hina kai apo­ krisin laboi. Hē de erōtēsis estin hautē; Hina ti phoboumai? mechri gar tou phoboumai dei stixai, hina ē hē dianoia hautē; Ei tis erōtą,; phēsin, "Ina ti phoboumai? tēn aitian thelōn gnōnai par' emou tēs synechousēs me agōnias, akouetō meta parrhēsias, hōs estin hēmera ponēra, hēn autos phrittōn phoboumai. Phrittō de, hoti en ekeinę̄ tę̄ hēmerą hē anomia tēs pternēs mou kyklōsei me, toutestin hē parektropē tēs theias hodou, hēn pepoiēmai kata ton bion, perispasmǭ kai apatę̄ ton theion parabas nomon. Hautē oun hē asebeia kyklōsei me, phēsin; anti tou, Peristēsetai me ta erga ta ponēra ha pepracha, ky­ klounta me pantachou kai poliorkounta, kai mē eōnta me tēn kolasin ekphygein. Ponēran tēn tēs kriseōs hēmeran phēsin, hate dē ponēran tois kolazomenois hyparchousan. Ho de ᾿Apostolos kai hēmeran tēs orgēs autēn ekalesen, eirēkōs; Thēsaurizeis seautǭ orgēn en hēmerą orgēs. Hoi pepoithotes epi tę̄ dynamei autōn. Apo koinou to, ᾿Akousate tauta hoi epi ploutǭ kai tę̄ dynamei tharrhountes. Tina de estin ho opheilousin akouein ē ekeina, hōs oude autous kat᾿ ekeinēn tēn hēmeran ho ploutos onēsei? Ouden gar lytrōsetai autous tēs epachthēsomenēs autois dia tēs hamartias orgēs; hōsper oun oude adelphos, phere eipein, theophilēs, oute allos tis anthrōpōn ischyei lytrōsasthai en tę̄ tote hēmerą tina; kai ei ho adelphos ouk ischyei, kai tauta theophilēs, pollǭ pleon ouk ischysei ho ploutos. 1 O aielphos ou lytroutai; adelphon theophilē legei kai timion.] Kai tēn timēn tēs lytrōseōs tēs psychēs autou. Didaxas, hōs ouden ho ploutos en hēmerą kriseōs ōphelei, didaskei kai to ōpheloun. Ti de touto ē to enkopon kai epiponon bion ktēsasthai? Houtoi gar kai tēs epēngelmenēs zōēs kata ton mellonta aiōna axiōthēsontai. Ho kopiōn dia tēs praktikēs zēsetai eis telos dia tēs gnōseōs, kai pausetai eis ton aiōna, kai zēsetai eis nikos. Kai ekopiasen eis ton aiōna, kai zēsetai eis telos. Ouk opsetai kataphthoran, hotan idę̄ sophous apothnēskontas. Eis tosouton gar makran esontai tōn asebōn, hōs mēde plēsiazein autōn tę̄ apōleią. Tines de apothnēskontes sophoi ē peri hōn lelektai Apolō tēn sophian tōn sophōn kai tēn synesin tōn synetōn athetēsō? Paideuei gar dia pantōn hē parousa Graphē, hōs kata tēn hēmeran tēs kriseōs oute plousios heauton rhyetai, oute ho nenomismenos sophos. Monos de ekeinos teuxetai tēs aiōniou zōēs ho en tǭ paronti biǭ katatēxas. Epi to auto aphrōn kai anous apolountai. Homou sophoi, phēsi, kai aphrones apōleią paradothēsontai; ou dienēnochasin gar allēlōn ouden, homoiōs eidōlolatrountes. Kai kataleipsousin allotriois ton plouton autōn. Ou gar ēthelēsan auton oikeion poiēsasthai dia tēs eis tous deomenous euergesias. Ei Kai hoi taphoi autōn oikiai autōn eis ton aiōna. Dia tōn taphōn tēn nekrotēta sēmainei hēn enedysan tēn psychēn autōn, ouden orthon oude euthes phronēsantes peri Theou. Skēnōmata autōn eis genean kai genean. Hai skēnai, phēsin, en hais zōntes ǭkoun aph᾿ heterōn eis heterous hēxousi kata geneas ; touto gar kai anōterō eirēken, hoti kataleipsousin allotriois ton plouton autōn. Epekalesanto ta onomata autōn epi tōn gaiōn. Deon, phēsi, dia pisteōs kai politeias lampras paraskeuasai graphēnai autōn ta onomata en tois ouranois ; hoi de epi tēs gēs auta epekalesanto epōnymous autois ktizontes poleis. 13. Kai anthrōpos en timę̄ hōn ou synēke. To aition tou ekpesein autous eis to mega phronein ta sarkos epithymēmata legei. Touto de esti to mē synienai tēn timēn autōn, hoti dē kat' eikona pepoiēntai Theou. Homoiōs de tois ktēnesi tois anoētois gēn oikein anti tōn ouraniōn skēnōn katēllaxanto, kai taphous anti tēs para Theou zōēs, Hautē hē hodos autōn skandalon autois. Hodon hē theia Graphē ton hekastou bion oide kalein, kai ton hekastou tēs zōēs chronon. Tautēn oun, phēsi, tēn hodon tracheian kai echthran kateskeuasen autois, hate mēden euthes pephronēkotes. ᾿All' hote men prosekopton en autę̄, ouk ēsthanonto tōn skandalōn. Meta de tauta en tǭ stomati autōn eudokēsousin, anti tou, Homologēsousi metanoēsantes eph᾽ hois toiautēn hōdeusan tribon, hote ouch exousi tēs metanoias kairon. ῾Hōs probata en hądę̄ ethento. Epeidē ouk ēthelēsan hypo ton agathon einai poimena, alla tēn heautōn timēn apōsamenoi, paraplēsiōs tois ktēnesi ta sōmata diephtharēsan; tautę̄ toi kai thremmata gegonasin hądou, hōs loipon auton poimainonta autous eis tas autou nomas apaxein, tous men eis to pyr to aiōnion, tous de hopou ho klauthmos kai brygmos tōn odontōn, tous de eis to skotos to exōteron. Kai katakyrieusousin autōn hoi eutheis to prōï. Ouketi hōsper en tǭ paronti biǭ ontes, katexanistantai tōn eusebōn; tounantion de hoi tou kairou tēs prōïas axiōthentes kai tou neou phōtos tōn asebōn katakyrieusousi. Kai hē boētheia autōn palaiōthēsetai en tǭ hądę̄. Pasa, phēsin, hē boētheia autōn, ētoi hē ischys hēn eschon ek tēs doxēs, tǭ thanatǭ dialythēsetai. To gar, palaiōthēsetai, anti tou, dialythēsetai, tetheitai. Plēn ho Theos lytrōsetai tēn psychēn mou ek cheiros ądou, hotan lambanę̄ me. Emou, phēsi, tou tauta legontos lytrōsetai ho Theos tēn psychēn, pros to mē synapachthēnai autēn, kai erēmōthēnai meta tōn tou hądou probatōn. Mē phobou, hotan ploutēsę̄ anthrōpos. Mathōn, phēsin, hoion estai tōn asebōn to telos, mē makarisę̄s tous en tǭ biǭ ploutountas, mēde phobēthę̄s hōs pasēs apokekleismenos elpidos, mē athymę̄s de hōs megalōn agathōn tōn parontōn esterēmenos. Eu isthi, hoti se men perimenei hē ek thanatou lytrōsis kai hē aiōnios zōē; ho de para tois pollois eudaimonizomenos dia plouton kai doxan, kai dia tēn pseudōnymon sophian, ouden pleon hexei; gymnos gar pantōn apachthēsetai tōn tou biou. Hoti ouk en tǭ apothnēskein auton lēpsetai ta panta. Touto, phēsi, monon edoxan kerdainein hoi atheoi apo tou ploutou, to eulogēthēnai tēn psychēn autōn en tę̄ thnētę̄ kai proskairǭ zōę̄. Hekeinōn epainountōn autous kai eudaimonizontōn eph᾽ hois edoxan echein agathois. Oude synkatabēsetai autǭ hē doxa autou. Epeidē panta proskaira, phēsi, tote charin apodōsei soi tǭ dēmiourgǭ ho toioutos, hotan plēthynę̄s ta onta autǭ. Eiseleusetai heōs geneas paterōn autou. Mimēsetai, phēsi, tōn paterōn ton zēlon, kai ek ponērōn hōn tēn ponērian diadexetai. "Eōs aiōnos ouk opsetai phōs. Hoi gar toiauta phronountes typhloi tais psychais gegonasi, mēte en tǭ thnētǭ biǭ tǭ phōti tēs gnōseōs phōtisthentes, mēte en tǭ mellonti tou aiōniou phōtos axiōthēsomenoi.

To the end, for the sons of Korah. A psalm. 48. Argument. Through the present psalm the things concerning the divine tribunal are proclaimed to all men, and that day on which God will bring every work into judgment. The sons of Korah would have the person of the apostles, who initiated the world under heaven into the mysteries. “Hear these things, all you nations; give ear, all who inhabit the world.” Just as the word calls every race of men to salvation, in the same way it calls them all together to the teaching of the divine judgment. “Both the earthborn and the sons of men.” By the earthborn he means the duller sort of men, the barbarians, those who live in deserts and do not live under law; and by the sons of men, those who follow a gentler way of life and are governed by laws. “My mouth will speak wisdom.” Just as he divided his hearers into many ranks, so too he marks off his teaching into different modes. It is the apostolic company that utters these things and bears Christ in its mouth, who is the wisdom of the Father. Since, then, they bore Christ in their mouth and always meditated on him in their mind, they had understanding. And their mind was so sharpened for understanding that they understood even the Saviour’s parables recorded in the Gospels. That is why, when Christ said to them, “Have you understood all these things?” they said to him … “I will incline my ear to a parable.” I, he says, having sharpened my own mind to understand the saving parables, have been able to follow the meaning they bear; and for those who cannot do this because of their childishness I will open what is shut and make clear the riddles and the parables. And I will do this through my own harp, that is, the body, which resounds like an instrument, through which the soul is turned to hymn-singing, moved skilfully through each sense and limb and part. “Why should I fear in the evil day?” From here he begins, having spoken the first points of the teaching as in a preface. He begins by way of question, so that he may also receive an answer. The question is this: “Why should I fear?” For one must put a stop after “fear,” so that the sense is this: if anyone asks, he says, “Why should I fear?” wishing to learn from me the cause of the anguish that grips me, let him hear with boldness that there is an evil day, at which I shudder and am afraid. And I shudder because on that day the lawlessness of my heel will surround me, that is, the turning aside from the divine way that I have made in my life, having transgressed the divine law through distraction and deceit. This ungodliness, then, he says, will surround me; instead of: the wicked deeds I have done will stand around me, surrounding me on every side and besieging me, and not letting me escape punishment. He calls the day of judgment evil, since it is evil for those who are punished. And the Apostle also called it the day of wrath, saying, “You are storing up wrath for yourself in the day of wrath.” “Those who trust in their power.” “Hear these things” is to be supplied in common: you who are confident in wealth and power. And what is it that they must hear but this: that not even for them will wealth be of use on that day? For nothing will redeem them from the wrath that will be brought upon them because of sin; just as not even a brother, let us say, dear to God, nor any other man, is able to redeem anyone on that day; and if a brother is not able, and that one dear to God, much less will wealth be able. “A brother does not redeem”: he means a brother dear to God and honoured.] “And the price of the redemption of his soul.” Having taught that wealth is of no profit on the day of judgment, he also teaches what is of profit. And what is this but to acquire a toilsome and laborious life? For these will also be counted worthy of the promised life in the age to come. The one who toils through the practical life will live to the end through knowledge, and will rest for ever, and will live to victory. “And he toiled for ever, and he will live to the end.” “He will not see corruption, when he sees wise men dying.” For they will be so far from the ungodly as not even to come near their destruction. And who are the wise men who die but those of whom it has been said, “I will destroy the wisdom of the wise, and the understanding of the understanding I will set aside”? For the present Scripture teaches throughout that on the day of judgment neither does the rich man rescue himself, nor the one reputed wise; but only that man will obtain eternal life who in the present life has worn himself down. “The fool and the senseless will perish together.” Wise men and fools alike, he says, will be handed over to destruction; for they differed from one another in nothing, worshipping idols alike. “And they will leave their wealth to strangers.” For they did not wish to make it their own through kindness to those in need. “And their graves are their houses for ever.” By the graves he signifies the deadness with which they clothed their soul, thinking nothing right or straight about God. “Their dwellings from generation to generation.” The tents, he says, in which they lived while alive will pass from some to others through the generations; for he said this above too: “They will leave their wealth to strangers.” “They called their names upon their lands.” Whereas they ought, he says, through faith and a splendid way of life, to have caused their names to be written in heaven, they called them upon the earth, founding cities named after themselves. “And man, being in honour, did not understand.” He says that the cause of their falling into pride is the desires of the flesh. And this is not understanding their honour, namely that they were made in the image of God. And like the senseless cattle, they exchanged the heavenly tents for dwelling on earth, and graves for the life that comes from God. “This way of theirs is a stumbling block to them.” The divine Scripture is accustomed to call each one’s life, and the time of each one’s life, a way. This way, then, he says, they made rough and hostile for themselves, since they thought nothing straight. But while they stumbled on it, they did not perceive the stumbling blocks. “But afterward they will be pleased with their mouth”: instead of: they will confess, repenting of having travelled such a path, when they will have no time for repentance. “Like sheep they are put in Hades.” Since they did not wish to be under the good shepherd, but thrust away their own honour and were corrupted in their bodies like cattle, for this reason they have become the flock of Hades, so that he will now shepherd them and lead them away into his pastures: some into the eternal fire, others where there is weeping and gnashing of teeth, and others into the outer darkness. “And the upright will rule over them in the morning.” No longer, as in the present life, do they rise up against the godly; on the contrary, those counted worthy of the time of morning and of the new light will rule over the ungodly. “And their help will grow old in Hades.” All their help, he says, that is, the strength they had from their glory, will be dissolved by death; for “will grow old” is put for “will be dissolved.” “But God will redeem my soul from the hand of Hades, when he receives me.” Of me, he says, who say these things, God will redeem the soul, so that it is not led away with them and made desolate with the sheep of Hades. “Do not fear when a man becomes rich.” Having learned, he says, what the end of the ungodly will be, do not call blessed those who are rich in this life, nor fear as one shut out from every hope, nor be downhearted as one deprived of great present goods. Know well that redemption from death and eternal life await you; but the one counted happy by the many for wealth and glory and for the knowledge falsely so called will have nothing more; for he will be led away stripped of all the things of life. “For when he dies he will not take all things.” This alone, he says, the godless seemed to gain from their wealth: that their soul was blessed in this mortal and temporary life, as those men praised them and counted them happy for the goods they seemed to have. “Nor will his glory go down with him.” … Since all things are temporary, he says, such a man will give thanks to you, the Maker, only when you multiply his possessions. “He will go in to the generation of his fathers.” He will imitate, he says, the zeal of his fathers, and, being from wicked men, he will inherit their wickedness. “For ever he will not see light.” For those who think such things have become blind in their souls, neither enlightened by the light of knowledge in the mortal life nor to be counted worthy of the eternal light in the life to come.

Textual problem in this passage: see the notes.

Ps 49:1–19 (48:2-Ps LXX) (quotation, high confidence) · 1 Cor 1:24 (allusion, high confidence) · Matt 13:51 (quotation, high confidence) · Rom 2:5 (quotation, high confidence) · 1 Cor 1:19 (quotation, high confidence) · Luke 10:20 (allusion, high confidence) · Gen 1:27 (allusion, medium confidence) · John 10:11 (allusion, medium confidence) · Matt 25:41 (allusion, high confidence) · Matt 8:12 (allusion, high confidence) · 1 Tim 6:20 (allusion, high confidence) · 1 Tim 6:7 (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 48 (Psalm 49 in English Bibles) as the apostles proclaiming the coming judgment to all nations: wealth and worldly wisdom will not redeem anyone, while God will redeem from Hades those who have laboured in this life.

  • After “they said to him” the disciples’ answer (“Yes,” Matt 13:51) and the lemma of Ps 49:3b are lost in the scan OCR (marked …). A garbled line before “A brother does not redeem” (1 Ο αιελφὸς) and a bracket that closes without an opening are kept as printed; stray marks (Ει, “13.”) are not translated. The sentence “The one who toils through the practical life … will live to victory” repeats the following lemma in a garbled form and is translated as printed. The lemma of Ps 49:18 (LXX 48:19) is lost before “Since all things are temporary” (marked …). Quotations and allusions: 1 Cor 1:24; Matt 13:51; Rom 2:5; 1 Cor 1:19; Luke 10:20; Gen 1:27; John 10:11; Matt 25:41; Matt 8:12; 1 Tim 6:20; 1 Tim 6:7. Psalm verses are given in the Protestant numbering (Psalm 49); the Septuagint counts the title as verse 1.

Notes on the original text

  • Digital text corrected (OCR slip; word split at a line break; word split at a line break, with a stray mark): ἀποστό λων → ἀποστόλων; θὐδὲν → Οὐδὲν; λέ γει → λέγει; διενηνό χασιν → διενηνόχασιν; γεγ νασιν → γεγόνασιν; τῶ, ὀδόντων → τῶν ὀδόντων; ἀσε· βῶν → ἀσεβῶν.

Topics: Eschatology

Cite (SBL): Athanasius, Exp. Ps. 48 (PG 27:223–230; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/48). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-48) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 49

49PG 27:229–238

ΨΑΛΜΟΣ τῷ ᾿Ασάφ. ΜΘ'. Υπόθεσις. ῎Αδει τὸν ψαλμὸν ὁ Ἀσὰφ τοῦ νομοθέτου τὸ πρόσωπον εἰσφέρων, τὰς πάλαι μὲν ἀνατρέπων θυσίας, εἰσφέρων δὲ τὰς τῆς Νέας Διαθήκης, τὰς δι' αἰνέσεως δωροφορίας. [Οἱ Ἰουδαίων πρῶτοι ἀρετῆς ἀμελοῦντες τὸ ἐνόμιζον εἶναι ἐν τῷ τοὺς νόμους ἀποστοματίζειν καὶ διαγγέλλειν, καὶ θυσίας προσφέρειν. Νόμου δὲ ἀνάγνωσις, καὶ θυσιῶν προσφορὰ τῆς ἐνυπαρχούσης εἰσὶν ἀρετῆς καρπός· ἄνευ δὲ ταύτης ἐκεῖνα ποιεῖν μόνον ὅμοιόν ἐστιν ἀλείφεσθαι μὲν ἐπὶ τῷ παλαίειν, αὐτῶν δὲ τῶν παλαισμάτων καταμελεῖν, ἐξ ὧν ὁ στέφανος. Πρὸς οὖν τοὺς οὕτω διακειμένους ἔλεγχον ποιεῖται ὁ μακάριος Δαυΐδ, τὸν Θεὸν εἰσάγων ὀνειδίζοντα καὶ ·δεικνύντα, ὅτι μὴ οὔσης ἀρετῆς, τὰς θυσίας ἀποστρέφεται, δὲ καὶ διὰ Ἠσαΐου ἔλεγεν · Ὁ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ τύπτων ἄνδρα, καὶ τὰ ἑξῆς. Ἐν εἰκόνι οὖν σχηματίζει τὸν Λόγον, καὶ εἰσάγει τὸν Θεὸν ἐξ οὐρανοῦ παραγινόμενον, καὶ καθίζοντα κριτήριον, καὶ τοὺς τῶν Ἰουδαίων κρίνοντα ἄρχοντας, Θεὸς θεῶν ἐλάλησε. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Θεοὶ μὲν οἱ ἅγιοι παρὰ τῷ Θεῷ· Δέδωκά σε τῷ Φαραὼ εἰς Θεόν· καὶ, Ἐγὼ εἶπα· Θεοί ἐστε. Καλοῦνται δὲ ὑπὸ τοῦ Θεοῦ πότε, ἢ ὅτε ἐνανθρωπήσας ἐλάλησε, καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν; Τί δὲ ἐλάλησεν ἢ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τὸ· Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ; Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἐκ γὰρ τῆς ἄνω Σιὼν καὶ δευτέραν παρουσίαν ποιήσεται. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Θεὸς ἐμφανῶς ἤξει. Τὸ μὲν, ἐκ Σιὼν, τὴν προτέραν λέγει παρουσίαν σημαίνειν· τὸ δὲ, ἐμφανῶς, δευτέραν. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν καὶ τὴν ἔνδοξον θεοφάνειαν ἐσιώπα ὑπ' ἀνθρώπων κρινόμενος, οὐδὲ ἐμφανῆ τὴν ἑαυτοῦ θεότητα ἐδείκνυ· ἐπειδὰν δὲ τὸ δεύτερον ἀφίκηται, ἥξει ἐμφανῶς, καὶ οὐ παρασιωπήσεται· ἀλλ᾽ ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν. Εἰ γὰρ ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ δὲ Χριστὸς Θεός ἐστι, τὸ, ἐμφανῶς, ἄρα τὴν σάρκα δηλοῖ. ῾Ὁ Θεὸς ἐμφανῶς ἤξει. Οὐ γὰρ κατὰ τὴν προτέραν παρουσίαν λεληθότως· ἀλλ' ὡς αὐτός φησιν, ὡς ἀστραπὴ πληροῦσα ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. Ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. Οὐχ ὥσπερ τὸ πρότερον, φησὶν, ἐσιώπα τοῖς ἀσεβέσιν, οὕτω καὶ τότε. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Πῦρ, ἵνα τοὺς ἀξίους διὰ τὴν ἀσέβειαν αὐτῶν παραδῷ. Ὅμοιον δὲ τὸ, Εμπροσθεν αὐτοῦ εἶλκε ποταμὸς πυρός. Σφόδρα ταῦτα καὶ ὁ μακάριος ἐθεάσατο Δανιήλ. Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Τὸ δὲ πῦρ ἢ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως ἡγεῖται φῶς νοητὸν, οὗ τύπος ὁ τοῦ Ἰσραὴλ ἐν νυκτὶ καθηγησάμενος στῦλος πυρός· ἢ ὅτι τοὺς ἀπεψυγμένους ἡμᾶς εἰς ἅπασαν ἁμαρτίαν. ἀνεζωπύρησεν ὁ Σωτὴρ εἰς προθυμίαν παντὸς ἀγαθοῦ· πῦρ ὥσπερ νοητὸν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν ἐμβαλών. Ἔφη γοῦν ὅτι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· γεγόναμεν γὰρ τῷ πνεύματι ζῶντες, ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος. Διὸ καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται· βαπτιζόμεθα γὰρ ἐν Χριστῷ κατὰ τὴν Ἰωάννου φωνὴν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ τις καὶ τῶν προφητῶν· ὅτι Αὐτὸς ἐκπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ χρυσίον. Ἐκτήκει γὰρ ἅπαντα ῥύπον ἐν ἡμῖν · ἡ τοῦ ἁγίου Πνεύματος δύναμις. Ἀλλ᾽ οὐδὲν ὤνησε τὴν Ἰουδαίων Συναγωγὴν, ὅτι μὴ τὴν χάριν προσήκαντο, περὶ ὧν ἐν Ἱερεμίᾳ φησὶν ὁ Θεός· Ἐξέλειπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλειπε μόλιβδος. Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. Πάλαι μὲν οἱ ἐπὶ γῆς μερίδες ἦσαν ἀλωπέκων, ὡς ἐν Ψαλμοῖς πού φησι, τοῖς ἀκαθάρτοις λατρεύοντες πνεύμασι, καὶ κατὰ τόπον ἕκαστον Θεὸν ἡγούμενοι τὸ δοκοῦν. Ἀλλ᾿ ἐπιφανεὶς ὁ Σωτήρ, ἐνήστραψεν ἡμῖν τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πεπλανημένον, κατέδησε τὸ ἠῤῥωστηκὸς, ὡς ποιμὴν ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς· ἡγίασε πνεύματι, ἡσφαλίσατο δυνάμεσιν ἀγγελικαῖς, ἐπέστησε τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. Προσκαλέσεται τοίνυν, φησὶ, τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν λαὸν αὐτοῦ διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσήνεγκαν τῷ Θεῷ, ἀπιστοῦντας δὲ τῷ Σατανᾷ παρέπεμψαν, μονονοὐχὶ λέγοντες· Πορεύεσθε οὖν, φησὶ, τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς γοῦν Ἰουδαίοις ἀπιστοῦσί φασιν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὅτι δὲ τοῖς μυσταγωγοῦσι καὶ τοῖς αὐτῶν μαθηταῖς συμπράττουσιν ἄγγελοι, δηλοῖ λέγων ὁ Παῦλος· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τοῦτο καὶ ἡ κλίμαξ ἐδήλωσεν, ἣν εἶδεν Ἰακὼβ τὴν ἐκ γῆς διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφ᾿ ἧς ἐπεστήρικτο Κύριος, ἄνω κάτω διαθεόντων ἀγγέλων. Τοιοῦτον καὶ τὸ · Παρεμβαλεῖ Κύριος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς· δι' ὧν οὖν συμπράττουσι καὶ αὐτοὶ διακρίνουσι τὸν λαόν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. Τοὺς δικαίους, φησὶ, τοὺς οὐράνιον πολιτείαν ἐπιτηδεύοντας, συνάξει εἰς τὰς ἄνω μονάς. Καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τοὺς ἁμαρτωλούς φησι καὶ πάντας τοὺς ἐπὶ τῆς γῆς συνάξαι, ἐπὶ τὸ χωρίσαι τοὺς δικαίους τῶν μὴ τοιούτων. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὡς πρὸς τοὺς ἀγγέλους ὁ λόγος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι τοὺς δικαίους ἐκ τῶν τεσσάρων ἀνέμων τῆς γῆς· τοὺς διαθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίας. Θυσίας τὰς πνευματικὰς λέγει. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Δοξάσουσι, φησὶν, οἱ οὐρανοὶ τὸν Θεὸν, ὅτι δὴ καὶ ἀνθρώπους τῶν οὐρανίων διατριβῶν ἠξίωσε. Βούλεται τοὺς ὁσίους τοῦ πρότερον λαοῦ πρὸ τῆς μελλούσης κρίσεως παῦσαι τῆς θυσίας τῆς διὰ τῶν ἀλόγων ζώων σφαγῆς, ἀναλαβεῖν τὴν κατ' ἐπιστήμην καὶ γνῶσιν. Ἐπὶ δὲ τούτοις τὸν κριτὴν αἱ οὐράνιαι δυνάμεις ἀνυμνοῦσιν, ὅτι ἀπὸ τῶν ὁσίων κατήρξατο, καὶ οἱ οὐρανοὶ διαγγέλλουσι τὴν δικαιοσύνην αὐτοῦ, συγχαίροντες αὐτῶν τῇ σωτηρίᾳ. Τὸ δὲ τῆς γῆς οἰκητήριον τῷ μὴ τῆς οὐρανίου κλήσεως ἠξιωμένῳ τάγματι καταληφθήσεται (α). Ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατήρ τῷ Υἱῷ, ὁ δὲ Θεὸς κριτής ἐστι· Θεός ἐστιν ὁ Χριστός. Ακουσον, λαός μου, καὶ λαλήσω σοι. Καινῶς νομοθεσίας εἰσαγωγὴν ποιούμενος, ἵνα μή τις ἀνθρώπινον τὸν λόγον ἤ τινος ἀγγελικῆς δυνάμεως ὑπολάβοι, προτάττει τὸ, ῾Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ. Ἡ δὲ διάνοια αὕτη· Μὴ νόμιζε ἕτερον εἶναί με, διὰ τὸ ἕτερα νομοθετεῖν σήμερον· ἀλλ᾽ αὐτὸς ἐκεῖνός εἰμι ὁ παρὰ Μωσῇ τὰ περὶ θυσιῶν νομοθετήσας. Μαρτύρομαι δέ σε, ὡς οὐκ ἐγκληθήσῃ παραβὰς τοὺς παρὰ Μωσῇ νόμους. Αὐτὸς γάρ εἰμι ὁ κἀκεῖ διαταξάμενος τῷ παιδί μου συμφερόντως, καὶ νῦν τάδε μαρτύρομαι, ὅτι μὴ ἀνάγκη σοι τὰ περὶ θυσιῶν φυλάττειν νόμιμα. Κἂν γὰρ μὴ προσφέρῃς αὐτὰ, οὕτως προσενηνεγμένα ἐστί. Τὰ γὰρ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστι διαπαντὸς, κἂν μὴ προσφέρηται. Εἰ δὲ ἐξ ἅπαντος σπουδάζεις ὥσπερ τινὰ τίμια καὶ ἀναγκαῖα ταῦτα προσάγειν, ἄκουε μετὰ παρῥησίας, ὡς οὐδὲν τούτων παρὰ σοῦ δέξομαι. Περιττὰ καταλειφθήσεται. γάρ μοι πάντα· ἐπειδὴ καὶ τὰ ἐν ἀγροῖς νεμόμενα νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με ζῶα βόες καὶ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἡ ὡραιότης τοῦ ἀγροῦ, πάντα ἐμὰ τυγχάνει, καὶ ἀνενδεής παντὸς ὑπάρχω. Εἰ δὲ καὶ χρεία μοι γένοιτό ποτε τροφῆς, οὐχ οὕτως ἐνδεὴς ἐγὼ, ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη. Τίνας δέ μοι προσηνεῖς θύσεις θυσίας; τὴν αἴνεσιν, τὸν ὕμνον, τὴν θεολογίαν. Ἐπειδὴ δὲ ταῦτα πληρώσεις, τὸ τηνικαῦτα ὡς ἂν νόμον πληρώσας θεῖον, ἀντίδοσιν λήψῃ τὸ ἐπικαλούμενος εἰσακουσθῆναι. Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· Ὁ Θεὸς ὁ Θεός σου εἰμι ἐγὼ, ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευθερώσας, ὁ τὴν θάλατταν ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νομοθέτην νομίσης, τῶν νόμων ὁρῶν τὸ διάφορον. [῾Ὁ Θεὸς ὁ Θεός σου. Τουτέστιν, ὁ μεγάλα θαυμάσια ἀρχῆθεν μέχρι τοῦ νῦν τῷ γένει ὑμῶν ἐνδειξάμενος.] Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Οὐκ ἀμέλειάν σοι, φησὶν, ἐγκαλῶ θυσιῶν· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυώ. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τι σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Αμαρτωλὸν ἐνταῦθα τὸν νομοθέτην τῶν θείων Γραφῶν φησιν. Ὅμοιον δε τῷ εἰρημένῳ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Εἰ γὰρ πάσας παραβαίνει τὰς ἐντολὰς καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, καὶ δολίαν ἀποδίδωσι τὴν γλῶσσαν· τί καὶ τὰς θείας ἐπὶ στόματος φέρει Γραφάς; Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Πάλαι μὲν, φησὶν, ἐμακροθύμησα, ἀλλ᾽ οὐ νῦν τοῦτο ποιήσω· παραστήσω γὰρ εἰς τὸν κατὰ σοῦ ἔλεγχον τὰ σὰ ἁμαρτήματα, ἃ δὴ σὺ μὲν ὑπέλαβες μηκέτι ὑφεστάναι, μηδὲ εἰς μνήμην ἤξειν τινός· ἐγὼ δὲ ὡς Θεὸς εἰς φῶς παράξω, καὶ προτεθήσονται ἐνώπιόν σου· οὐ κρύπτων ὥσπερ σὺ, καὶ ὡμοιωμένος σοι. Παράξω δὲ αὐτὰ, ὅπως αὐτὰ καὶ γνωρίζων αἰσχύνην καταχέω. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ὡς φιλάνθρωπος μετὰ τὸν ἔλεγχον ἐπιφέρει καὶ παραίνεσιν, μετανοίας τόπον διδούς. Σύνετε, ὅτι μὴ χαίρων τοῖς ὑφ᾽ ὑμῶν γενομένοις μακροθυμῶ, καιρὸν δὲ μετανοίας διδούς. Εἰ δὲ μὴ, ἁρπάζει ἡμᾶς ὁ ἄνομος, ἤγουν ἡ ἀνομία, μηδενὸς ἡμᾶς ῥυομένου. Ῥύομαι γὰρ τοὺς νοοῦντας οἱ κακῶν εἰσι, καὶ παυσαμένους καὶ λέγοντας· Ἡνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν. Οὐ γὰρ ἔστιν ἐξομολογεῖσθαι τὸν ἔτι τὸ κακὸν ἐνεργοῦντα. Μή ποτε ἁρπάσῃ, καὶ μὴ ᾗ ὁ ῥυόμενος. Μή ποτε, φησὶν, ἀφέληται τὴν ψυχὴν ὁ θάνατος, μετανοήσατε· οὐκ ἔστι γὰρ ὁ ῥυόμενος τοὺς ἐν ᾅδου κατειλημμένους ταῖς ἁμαρτίαις. Αρπάζεται γὰρ ψυχή, ὡς παντελῶς ἐκπεσοῦσα Θεοῦ. Θυσία αἰνέσεως δοξάσει με. Ἐπαναλαμβάνει τὰ εἰρημένα, τὴν λογικὴν ἐπιτελεῖν λατρείαν παρακελευόμενος. Μετὰ τὴν πολλὴν κατηγορίαν τὸ φάρμακον τῆς ἁμαρτίας ἔδειξε, τῶν μυστηρίων δηλαδὴ τὴν ἀπόλαυσιν. Ἐκείνη γὰρ ἀληθῶς θυσία αἰνέσεως τὸν Θεὸν δοξάζουσα. Ἐπειδὴ μετὰ τῶν ἀγγέλων αἰνοῦντες τότε καὶ μετὰ τῆς κτίσεως ἱστάμεθα. Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σωτήριόν μου. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ θεῷ σωτηρίας.

PsALMOS tǭ ᾿Asaph. MTh'. Ypothesis. ᾿Adei ton psalmon ho Asaph tou nomothetou to prosōpon eispherōn, tas palai men anatrepōn thysias, eispherōn de tas tēs Neas Diathēkēs, tas di' aineseōs dōrophorias. [Hoi Ioudaiōn prōtoi aretēs amelountes to enomizon einai en tǭ tous nomous apostomatizein kai diangellein, kai thysias prospherein. Nomou de anagnōsis, kai thysiōn prosphora tēs enyparchousēs eisin aretēs karpos; aneu de tautēs ekeina poiein monon homoion estin aleiphesthai men epi tǭ palaiein, autōn de tōn palaismatōn katamelein, ex hōn ho stephanos. Pros oun tous houtō diakeimenous elenchon poieitai ho makarios Dauïd, ton Theon eisagōn oneidizonta kai ;deiknynta, hoti mē ousēs aretēs, tas thysias apostrephetai, de kai dia Ēsaïou elegen ; Ho anomos ho thyōn moi moschon, hōs ho typtōn andra, kai ta hexēs. En eikoni oun schēmatizei ton Logon, kai eisagei ton Theon ex ouranou paraginomenon, kai kathizonta kritērion, kai tous tōn Ioudaiōn krinonta archontas, Theos theōn elalēse. Theos theōn Kyrios elalēse, kai ekalese tēn gēn. Theoi men hoi hagioi para tǭ Theǭ; Dedōka se tǭ Pharaō eis Theon; kai, Egō eipa; Theoi este. Kalountai de hypo tou Theou pote, ē hote enanthrōpēsas elalēse, kai pasan synekalese tēn gēn? Ti de elalēsen ē to, Poreuthentes, mathēteusate panta ta ethnē, kai to; Dei kērychthēnai to Euangelion touto en holę̄ tę̄ oikoumenę̄? Ek Siōn hē euprepeia tēs hōraiotētos autou. Ek gar tēs anō Siōn kai deuteran parousian poiēsetai. Ek Siōn hē euprepeia tēs hōraiotētos autou. Theos emphanōs ēxei. To men, ek Siōn, tēn proteran legei parousian sēmainein; to de, emphanōs, deuteran. Kata men oun tēn prōtēn autou parousian kai tēn endoxon theophaneian esiōpa hyp' anthrōpōn krinomenos, oude emphanē tēn heautou theotēta edeikny; epeidan de to deuteron aphikētai, hēxei emphanōs, kai ou parasiōpēsetai; all᾽ elenxei tou kosmou tēn hamartian. Ei gar ho Theos emphanōs ēxei, ho de Christos Theos esti, to, emphanōs, ara tēn sarka dēloi. ῾Ho Theos emphanōs ēxei. Ou gar kata tēn proteran parousian lelēthotōs; all' hōs autos phēsin, hōs astrapē plērousa apo anatolōn heōs dysmōn. Ho Theos hēmōn kai ou parasiōpēsetai. Ouch hōsper to proteron, phēsin, esiōpa tois asebesin, houtō kai tote. Pyr enōpion autou kauthēsetai. Pyr, hina tous axious dia tēn asebeian autōn paradǭ. Homoion de to, Emprosthen autou eilke potamos pyros. Sphodra tauta kai ho makarios etheasato Daniēl. Potamos gar, phēsi, pyros eilken emprosthen autou; ho thronos autou phlox pyros; hoi trochoi autou pyr phlegon. To de pyr ē to phōs sēmainei to ex autou; tēs gar gnōseōs tou Christou to dia pisteōs hēgeitai phōs noēton, hou typos ho tou Israēl en nykti kathēgēsamenos stylos pyros; ē hoti tous apepsygmenous hēmas eis hapasan hamartian. anezōpyrēsen ho Sōtēr eis prothymian pantos agathou; pyr hōsper noēton tēn tou hagiou Pneumatos methexin embalōn. Ephē goun hoti; Pyr ēlthon balein epi tēn gēn; gegonamen gar tǭ pneumati zōntes, hosoi tēs toiautēs ēxiōmetha charitos. Dio kai en tę̄ tou hagiou Pneumatos chariti pyros dēlōsis syneispheretai; baptizometha gar en Christǭ kata tēn Iōannou phōnēn en Pneumati hagiǭ kai pyri. Ephē de tis kai tōn prophētōn; hoti Autos ekporeuetai hōs pyr chōneutēriou, kai hōs poa plynontōn; kai kathieitai chōneuōn kai katharizōn hōs to argyrion kai chrysion. Ektēkei gar hapanta rhypon en hēmin ; hē tou hagiou Pneumatos dynamis. All᾽ ouden ōnēse tēn Ioudaiōn Synagōgēn, hoti mē tēn charin prosēkanto, peri hōn en Hieremią phēsin ho Theos; Exeleipe physētēr apo pyros, exeleipe molibdos. Eis kenon argyrokopos argyrokopei; ponēriai autōn ouk etakēsan. Proskalesetai ton ouranon anō. Palai men hoi epi gēs merides ēsan alōpekōn, hōs en Psalmois pou phēsi, tois akathartois latreuontes pneumasi, kai kata topon hekaston Theon hēgoumenoi to dokoun. All᾿ epiphaneis ho Sōtēr, enēstrapsen hēmin tēs alēthous theognōsias to phōs, epestrepse to peplanēmenon, katedēse to ērrhōstēkos, hōs poimēn agathos, apesobēse tous thēras tēs tōn probatōn aulēs; hēgiase pneumati, hēsphalisato dynamesin angelikais, epestēse tous ana pasan tēn gēn hagious mystagōgous. Proskalesetai toinyn, phēsi, tous en ouranois angelous, kai tous exeilegmenous en gę̄ pros apostolēn, hōste ton laon autou diakrinai. Hoi gar apostoloi tous men peithomenous prosēnenkan tǭ Theǭ, apistountas de tǭ Sataną parepempsan, mononouchi legontes; Poreuesthe oun, phēsi, tǭ phōti tou pyros hymōn kai tę̄ phlogi hę̄ exekausate. Tois goun Ioudaiois apistousi phasin; Hymin ēn anankaion prōton lalēsai ton logon tou Theou; epeidē de apōtheisthe auton, kai anaxious heautous krinete tēs aiōniou zōēs, idou strephometha eis ta ethnē. Hoti de tois mystagōgousi kai tois autōn mathētais symprattousin angeloi, dēloi legōn ho Paulos; Ouchi pantes eisi leitourgika pneumata, eis diakonian apostellomena dia tous mellontas klēronomein sōtērian? Touto kai hē klimax edēlōsen, hēn eiden Iakōb tēn ek gēs diēkousan eis ton ouranon, eph᾿ hēs epestērikto Kyrios, anō katō diatheontōn angelōn. Toiouton kai to ; Parembalei Kyrios kyklǭ tōn phoboumenōn auton, kai rhysetai autous; di' hōn oun symprattousi kai autoi diakrinousi ton laon. Proskalesetai ton ouranon anō. Tous dikaious, phēsi, tous ouranion politeian epitēdeuontas, synaxei eis tas anō monas. Kai tēn gēn tou diakrinai ton laon autou. Tous hamartōlous phēsi kai pantas tous epi tēs gēs synaxai, epi to chōrisai tous dikaious tōn mē toioutōn. Synagagete autǭ tous hosious autou. Hōs pros tous angelous ho logos, kata to eirēmenon hypo tou Kyriou; Kai apostelei tous angelous autou, kai synaxousi tous dikaious ek tōn tessarōn anemōn tēs gēs; tous diathemenous tēn diathēkēn autou epi thysias. Thysias tas pneumatikas legei. Kai anangelousin hoi ouranoi tēn dikaiosynēn autou. Doxasousi, phēsin, hoi ouranoi ton Theon, hoti dē kai anthrōpous tōn ouraniōn diatribōn ēxiōse. Bouletai tous hosious tou proteron laou pro tēs mellousēs kriseōs pausai tēs thysias tēs dia tōn alogōn zōōn sphagēs, analabein tēn kat' epistēmēn kai gnōsin. Epi de toutois ton kritēn hai ouraniai dynameis anymnousin, hoti apo tōn hosiōn katērxato, kai hoi ouranoi diangellousi tēn dikaiosynēn autou, synchairontes autōn tę̄ sōtērią. To de tēs gēs oikētērion tǭ mē tēs ouraniou klēseōs ēxiōmenǭ tagmati katalēphthēsetai (a). Hoti ho Theos kritēs estin. Entautha prodēlōs ton Christon legei Theon; pasan gar tēn krisin dedōken ho Patēr tǭ Huiǭ. Kai ei pasan tēn krisin dedōken ho Patēr tǭ Huiǭ, ho de Theos kritēs esti; Theos estin ho Christos. Akouson, laos mou, kai lalēsō soi. Kainōs nomothesias eisagōgēn poioumenos, hina mē tis anthrōpinon ton logon ē tinos angelikēs dynameōs hypolaboi, protattei to, ῾Ho Theos ho Theos sou eimi egō. Hē de dianoia hautē; Mē nomize heteron einai me, dia to hetera nomothetein sēmeron; all᾽ autos ekeinos eimi ho para Mōsę̄ ta peri thysiōn nomothetēsas. Martyromai de se, hōs ouk enklēthēsę̄ parabas tous para Mōsę̄ nomous. Autos gar eimi ho kakei diataxamenos tǭ paidi mou sympherontōs, kai nyn tade martyromai, hoti mē anankē soi ta peri thysiōn phylattein nomima. Kan gar mē prospherę̄s auta, houtōs prosenēnegmena esti. Ta gar holokautōmata sou enōpion mou esti diapantos, kan mē prospherētai. Ei de ex hapantos spoudazeis hōsper tina timia kai anankaia tauta prosagein, akoue meta parrhēsias, hōs ouden toutōn para sou dexomai. Peritta kataleiphthēsetai. gar moi panta; epeidē kai ta en agrois nemomena nomon ekeinon soi dedōkōs. Mē gar dē allon me zōa boes kai ktēnē, kai ta peteina tou ouranou, kai hē hōraiotēs tou agrou, panta ema tynchanei, kai anendeēs pantos hyparchō. Ei de kai chreia moi genoito pote trophēs, ouch houtōs endeēs egō, hōs para sou ta toiauta aitein; Emē gar estin hē oikoumenē. Tinas de moi prosēneis thyseis thysias? tēn ainesin, ton hymnon, tēn theologian. Epeidē de tauta plērōseis, to tēnikauta hōs an nomon plērōsas theion, antidosin lēpsę̄ to epikaloumenos eisakousthēnai. Kai deiknys pros poion laon dialegetai, epēgagen; Israēl, kai diamartyromai soi. Eita tēn oikeian deiknysi despoteian; Ho Theos ho Theos sou eimi egō, ho tēs Aigyptiakēs se douleias eleutherōsas, ho tēn thalattan hodon dōrēsamenos, ho en erēmǭ diathrepsas, ho ton nomothetēn nomisēs, tōn nomōn horōn to diaphoron. [῾Ho Theos ho Theos sou. Toutestin, ho megala thaumasia archēthen mechri tou nyn tǭ genei hymōn endeixamenos.] Ouk epi tais thysiais sou elenxō se. Ouk ameleian soi, phēsin, enkalō thysiōn; prosphereis gar tautas diēnekōs; alla mē tautais horisasthai tēn dikaiosynēn parengyō. Tǭ de hamartōlǭ eipen ho Theos; Hina ti sy ekdiēgę̄ ta dikaiōmata mou? Amartōlon entautha ton nomothetēn tōn theiōn Graphōn phēsin. Homoion de tǭ eirēmenǭ; Ouch hōraios ainos en stomati hamartōlou. Ei gar pasas parabainei tas entolas kai pasan epitēdeuei kakian, kai dolian apodidōsi tēn glōssan; ti kai tas theias epi stomatos pherei Graphas? Hypelabes anomian, hoti esomai soi homoios. Palai men, phēsin, emakrothymēsa, all᾽ ou nyn touto poiēsō; parastēsō gar eis ton kata sou elenchon ta sa hamartēmata, ha dē sy men hypelabes mēketi hyphestanai, mēde eis mnēmēn ēxein tinos; egō de hōs Theos eis phōs paraxō, kai protethēsontai enōpion sou; ou kryptōn hōsper sy, kai hōmoiōmenos soi. Paraxō de auta, hopōs auta kai gnōrizōn aischynēn katacheō. Elenxō se, kai parastēsō kata prosōpon sou tas hamartias sou. Synete dē tauta, hoi epilanthanomenoi tou Theou. Hōs philanthrōpos meta ton elenchon epipherei kai parainesin, metanoias topon didous. Synete, hoti mē chairōn tois hyph᾽ hymōn genomenois makrothymō, kairon de metanoias didous. Ei de mē, harpazei hēmas ho anomos, ēgoun hē anomia, mēdenos hēmas rhyomenou. Rhyomai gar tous noountas hoi kakōn eisi, kai pausamenous kai legontas; Hēnomēsamen, ēdikēsamen, ēsebēsamen. Ou gar estin exomologeisthai ton eti to kakon energounta. Mē pote harpasę̄, kai mē hę̄ ho rhyomenos. Mē pote, phēsin, aphelētai tēn psychēn ho thanatos, metanoēsate; ouk esti gar ho rhyomenos tous en hądou kateilēmmenous tais hamartiais. Arpazetai gar psychē, hōs pantelōs ekpesousa Theou. Thysia aineseōs doxasei me. Epanalambanei ta eirēmena, tēn logikēn epitelein latreian parakeleuomenos. Meta tēn pollēn katēgorian to pharmakon tēs hamartias edeixe, tōn mystēriōn dēladē tēn apolausin. Ekeinē gar alēthōs thysia aineseōs ton Theon doxazousa. Epeidē meta tōn angelōn ainountes tote kai meta tēs ktiseōs histametha. Kai ekei hodos hēn deixō autǭ to sōtērion mou. En tę̄ thysią, phēsi, tēs aineseōs hodos esti tēs para theǭ sōtērias.

A psalm of Asaph. 49. Argument. Asaph sings the psalm, bringing in the person of the lawgiver, overturning the sacrifices of old and bringing in those of the New Covenant, the offering of gifts through praise. [The leaders of the Jews, neglecting virtue, thought it consisted in reciting and proclaiming the laws and offering sacrifices. But the reading of the law and the offering of sacrifices are the fruit of the virtue that is within; and to do those things alone without it is like being anointed for wrestling while neglecting the very bouts from which the crown comes. Against those so disposed, then, blessed David makes a refutation, bringing in God reproaching them and showing that, where there is no virtue, he turns away from the sacrifices; as he also said through Isaiah, “The lawless man who sacrifices a calf to me is like one who strikes a man,” and so on. In an image, then, he frames his discourse, and brings in God coming from heaven and setting up a tribunal and judging the rulers of the Jews. “The God of gods has spoken.” “The God of gods, the Lord, has spoken and called the earth.” The saints are gods with God: “I have made you a god to Pharaoh,” and “I said, you are gods.” And when are they called by God but when, having become man, he spoke and called together all the earth? And what did he speak but “Go and make disciples of all the nations,” and “This Gospel must be preached in all the world”? “Out of Zion is the splendour of his beauty.” For from the Zion above he will also make his second coming. “Out of Zion is the splendour of his beauty. God will come openly.” He says that “out of Zion” signifies the first coming, and “openly” the second. At his first coming, then, and his glorious divine appearing, he kept silent while being judged by men, nor did he show his divinity openly; but when he comes the second time, he will come openly and will not keep silent, but will convict the world of its sin. For if God will come openly, and Christ is God, then “openly” shows the flesh. “God will come openly.” For not secretly, as at the first coming; but, as he himself says, like lightning filling the sky from east to west. “Our God, and he will not keep silent.” Not as before, he says, when he kept silent toward the ungodly, so will it be then too. “Fire will burn before him”: fire, to hand over those who deserve it for their ungodliness. Similar is “A river of fire flowed before him.” Blessed Daniel too beheld these things vividly. For “A river of fire,” he says, “flowed before him; his throne was a flame of fire; its wheels burning fire.” Or the fire signifies the light that comes from him; for the spiritual light that comes through faith leads the way to the knowledge of Christ, of which the pillar of fire that led Israel by night was a type; or because the Saviour rekindled us, who had grown cold in every sin, to zeal for every good, casting in, as a spiritual fire, the sharing of the Holy Spirit. At any rate he said, “I came to cast fire upon the earth”; for as many of us as have been counted worthy of such grace have come to live by the Spirit. That is why a showing of fire also comes with the grace of the Holy Spirit; for we are baptized in Christ, according to the word of John, “in the Holy Spirit and fire.” And one of the prophets also said, “He comes forth like a refiner’s fire and like fullers’ soap; and he will sit refining and purifying like silver and gold.” For the power of the Holy Spirit melts away every stain in us. But it did not profit the Synagogue of the Jews, because they did not accept the grace; of whom God says in Jeremiah, “The bellows have failed from the fire, the lead has failed; in vain the silversmith refines; their wickednesses were not melted away.” “He will call the heaven above.” Of old those on earth were portions for foxes, as he says somewhere in the Psalms, serving unclean spirits and regarding as God in each place whatever seemed good. But the Saviour, appearing, flashed upon us the light of the true knowledge of God; he turned back what had strayed, bound up what was sick, like a good shepherd; he scared the wild beasts away from the sheepfold; he sanctified by the Spirit, he secured it with angelic powers, he set over it the holy initiators into the mysteries throughout all the earth. He will call, then, he says, the angels in heaven, and those chosen on earth for the apostolic mission, to judge his people. For the apostles brought those who obeyed to God, but sent the unbelieving away to Satan, all but saying, “Go, then, in the light of your fire and in the flame that you have kindled.” At any rate they say to the unbelieving Jews, “It was necessary that the word of God be spoken first to you; but since you thrust it from you and judge yourselves unworthy of eternal life, behold, we turn to the nations.” And that angels work together with the initiators into the mysteries and their disciples Paul shows, saying, “Are they not all ministering spirits, sent out for service for the sake of those who are to inherit salvation?” The ladder that Jacob saw also showed this, reaching from earth to heaven, on which the Lord was supported, with angels running up and down. Such too is “The Lord will encamp around those who fear him and will deliver them”; through whom, then, they work together and themselves judge the people. “He will call the heaven above.” The righteous, he says, who practise a heavenly way of life, he will gather into the dwellings above. “And the earth, to judge his people.” He says that he will gather the sinners and all those on the earth, in order to separate the righteous from those who are not. “Gather to him his holy ones.” The word is as to the angels, according to what was said by the Lord: “And he will send his angels, and they will gather the righteous from the four winds of the earth.” “Those who have made his covenant with sacrifices.” He means the spiritual sacrifices. “And the heavens will declare his righteousness.” The heavens, he says, will glorify God, because he has counted even men worthy of the heavenly dwellings. He wishes the holy ones of the former people, before the judgment to come, to stop the sacrifice by the slaughter of irrational animals and to take up that which is according to understanding and knowledge. And for this the heavenly powers sing hymns to the judge, because he began from the holy ones; and the heavens proclaim his righteousness, rejoicing with them in their salvation. And the earthly dwelling will be left to the rank that has not been counted worthy of the heavenly calling. “For God is judge.” Here he plainly calls Christ God; for the Father has given all judgment to the Son. And if the Father has given all judgment to the Son, and God is judge, Christ is God. “Hear, my people, and I will speak to you.” Bringing in a new lawgiving, so that no one may suppose the word to be human or that of some angelic power, he puts first, “I am God, your God.” And the sense is this: Do not think that I am another, because I give different laws today; but I am the very one who gave the laws about sacrifices through Moses. And I testify to you that you will not be accused of having transgressed the laws given through Moses. For I am the one who there too gave orders to my child as was expedient, and now I testify this: that there is no need for you to keep the ordinances about sacrifices. For even if you do not offer them, they are as good as offered. For “your burnt offerings are before me continually,” even if they are not offered. But if you are altogether eager to bring these as something precious and necessary, hear with boldness that I will accept none of these from you. … superfluous will be left …; for all things are mine, since I gave you that law about the things that graze in the fields. … For animals, oxen and cattle, and the birds of the sky, and the beauty of the field, are all mine, and I am without need of anything. And even if I should ever have need of food, I am not so needy as to ask such things from you; “for the world is mine.” What acceptable sacrifices, then, will you offer me? Praise, the hymn, theology. And when you fulfil these, then, as one who has fulfilled a divine law, you will receive in return to be heard when you call. And showing to what people he speaks, he added, “Israel, and I will testify to you.” Then he shows his own lordship: “I am God, your God,” who freed you from slavery in Egypt, who gave you the sea as a road, who fed you in the wilderness, … do not think the lawgiver … seeing the difference of the laws. [“God, your God”: that is, the one who has shown great wonders to your race from the beginning until now.] “I will not rebuke you for your sacrifices.” I do not charge you, he says, with neglecting sacrifices, for you offer them continually; but I urge you not to define righteousness by them. “But to the sinner God said, ‘Why do you recount my ordinances?’” Here he calls a sinner the one who teaches the law of the divine Scriptures. Similar is the saying, “Praise is not seemly in the mouth of a sinner.” For if he transgresses all the commandments and practises every wickedness and gives back a deceitful tongue, why does he also carry the divine Scriptures in his mouth? “You supposed lawlessly that I would be like you.” Of old, he says, I was long-suffering, but I will not do this now; for I will set out your sins to convict you, which you supposed no longer existed nor would come to anyone’s memory; but I, as God, will bring them into the light, and they will be set before you; not hiding them, as you do, and being like you. And I will bring them forward so that, making them known, I may pour shame upon you. “I will convict you, and set your sins before your face.” “Understand these things, you who forget God.” As one who loves mankind, after the rebuke he adds exhortation too, giving room for repentance. Understand that I am long-suffering not because I rejoice in what you have done, but to give time for repentance. Otherwise the lawless one, that is, lawlessness, seizes us, with no one to deliver us. For I deliver those who understand what evils they are in, and who stop and say, “We have acted lawlessly, we have done wrong, we have been ungodly.” For one who is still doing evil cannot confess. “Lest he seize you, and there be none to deliver.” Lest death, he says, take away your soul, repent; for there is no one to deliver those held in Hades by their sins. For the soul is seized as having fallen wholly away from God. “A sacrifice of praise will glorify me.” He repeats what has been said, urging them to perform the rational worship. After the long accusation he has shown the remedy for sin, namely the partaking of the mysteries. For that is truly the sacrifice of praise that glorifies God, since then, praising, we stand with the angels and with the creation. “And there is the way by which I will show him my salvation.” In the sacrifice of praise, he says, is the way of the salvation that comes from God.

Textual problem in this passage: see the notes.

Ps 50:1–23 (49:1-Ps LXX) (quotation, high confidence) · Isa 66:3 (quotation, high confidence) · Exod 7:1 (quotation, high confidence) · Ps 82:6 (81:6 LXX) (quotation, high confidence) · Matt 28:19 (quotation, high confidence) · Matt 24:14 (quotation, high confidence) · Matt 24:27 (quotation, high confidence) · Dan 7:9–10 (quotation, high confidence) · Exod 13:21 (allusion, high confidence) · Luke 12:49 (quotation, high confidence) · Matt 3:11 (quotation, high confidence) · Mal 3:2–3 (quotation, high confidence) · Jer 6:29 (quotation, high confidence) · Ps 63:10 (62:11 LXX) (allusion, high confidence) · Ezek 34:16 (allusion, medium confidence) · John 10:11 (allusion, medium confidence) · Isa 50:11 (quotation, high confidence) · Acts 13:46 (quotation, high confidence) · Heb 1:14 (quotation, high confidence) · Gen 28:12 (allusion, high confidence) · Ps 34:7 (33:8 LXX) (quotation, high confidence) · Matt 24:31 (quotation, high confidence) · John 5:22 (quotation, high confidence) · Dan 9:5 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 49 (Psalm 50 in English Bibles) as God, in Christ, setting aside the animal sacrifices of the law for the sacrifice of praise, and coming openly at his second coming to judge the world.

  • Square brackets as printed in Migne: one bracket opens at “The leaders of the Jews” and the only closing bracket that may answer it comes after “to your race from the beginning until now,” with a second bracket opening just before it; they are kept as printed. In the passage on Ps 50:9–13 (LXX 49:9–13) lines are broken and interleaved in the scan OCR; the sense is given and gaps are marked …. Another line is lost before “seeing the difference of the laws.” A footnote mark “(a)” in the printed text is not translated. “The one who teaches the law” renders τὸν νομοθέτην (literally “the lawgiver”) by sense. “The partaking of the mysteries” is the commentary’s phrase. The commentary’s polemic against the Jews and its argument that Christ is God because he is judge are translated as written. Quotations and allusions: Isa 66:3 (LXX); Exod 7:1; Ps 82:6 (LXX 81:6); Matt 28:19; Matt 24:14; Matt 24:27; Dan 7:9–10; Exod 13:21; Luke 12:49; Matt 3:11; Mal 3:2–3; Jer 6:29; Ps 63:10 (LXX 62:11); Ezek 34:16; John 10:11; Isa 50:11; Acts 13:46; Heb 1:14; Gen 28:12–13; Ps 34:7 (LXX 33:8); Matt 24:31; John 5:22; Sir 15:9; Dan 9:5. The verses are given here in the Protestant numbering (Psalm 50).

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip in the accent; stray Latin letter in the scan OCR; word split at a line break; word split at a line break, with an OCR slip): προτέ-, ραν → προτέραν; δηλοῖ.j → δηλοῖ.; ση μαίνει → σημαίνει; συνεισφέρεταν → συνεισφέρεται·; ἡ' του → ἡ τοῦ; προσἡκαντο → προσήκαντο; ἀγ–γελικαῖς → ἀγγελικαῖς; θαν μάσια → θαυμάσια; ἁμαρτ τωλοῦ → ἁμαρτωλοῦ; ψυ χὴν → ψυχὴν; ῥυόμε νος → ῥυόμενος; σοὐ εἰμι → σού εἰμι.

Extrabiblical texts: Sir 15:9 (Sirach [in RC, EO, ETH canons]; quotation)

Topics: Christology, Eschatology, Eucharist

Cite (SBL): Athanasius, Exp. Ps. 49 (PG 27:229–238; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/49). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-49) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.