On the Inscriptions of the Psalms 2.15–2.16

Greek text: PG 44 (OCR by the Bavarian State Library (digitized copy of the printed volume); Greek lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 2

2.15PG 44:589–598

Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὑπερκειμένη διαδοχὴ τοσοῦτον ἐπὶ τὸ μεγαλειότερον διαφέρει, ὅσον ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν. Καὶ ὥσπερ ἐν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδραμὼν, μείζονα τοῦ προτέρου τὴν δόξαν ἤρατο, κρείττων ἐπιδειχθεὶς τοῦ προτρέχοντος· οὕτως ἔοικεν ἡ ἑβδόμη τε καὶ πεντηκοστή ψαλμῳδία, μεγάλης ἐπιδειχθείσης κατ᾿ ἔννοιαν τῆς προδιηνυσμένης, νικᾷν αὐτὴν τῇ μεγαλοφυΐᾳ τοῖς ἰδίοις νοήμασιν· ὡς γὰρ ἐκείνη κατὰ τῶν ἄλλων εἶχε τὰ νικητήρια, οὕτως αὕτη τῆς ὑπερεχούσης τῶν ἄλλων τὸ πλέον ἔχει· καὶ ταύτῃ γὰρ μαρτυρεῖ τὴν νίκην ἡ «Εἰς τὸ τέλος » ἐπιγραφή. Ἀλλ' ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντιπάλων ἧτταν, ἀλλὰ τὸν ἐν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύτης τῆς νίκης ὁ λόγος διαμαρτύρεσθαι. Ἔχει δὲ τῆς ἐπιγραφῆς οὕτως ἡ λέξις· « Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν. • Ποσάκις ὁ τῆς μακροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύτης ὑπ᾿ αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ αὐτοῦ τάχα τοῦ Πνεύματος τοῦ ἁγίου θαυμαστικῶς τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμβάνοντος, ὡς κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως, καὶ τῶν τῆς φύσεως ὅρων ὑπερεκπίπτουσαν. Μόνης γὰρ τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν εἰπεῖν, ἧς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτεται. ῎Ανθρωπος δέ τις ὧν καὶ θυμὸν συνουσιωμένον ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρὰ τοῦ μηδεμίαν μὲν εἰληφότος εἰς τὸ κακὸν ἀφορμὴν, πολλῶν καὶ μεγάλων ἀγαθῶν ἠξιωμένου, ὑπέρ τε τῆς κενῆς ἀρχῆς καὶ ὑπὲρ τῶν εἰς αὐτὸν ἐκεῖνον γεγενημένων, οὗτος μετανάστης ὑπ' αὐτοῦ τοῦ τῆς εὐποιίας τετυχηκότος καὶ φυγὰς γίνεται τῆς οἰκείας ἐστίας ἐπὶ θανάτῳ παρὰ τοῦ εὖ πεπονθότος συνελαυνόμενος. "Αλλοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον ἐρήμοις ἐναυλιζόμενος, ἀκρωρείαις προσφεύγων, ἀλλοφύλων ἱκέτης γενόμενος, ἐν ἐνδείᾳ τῶν ἀναγκαίων κακοπαθῶν, ὕπαιθρος τὰ πολλὰ διακαρτερῶν, πολλάκις παρ' αὐτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστὰς, νῦν μὲν αὐτόχειρ διὰ τῆς λόγχης πρὸς τὸν κατ' αὐτοῦ φόνον ὀρμήσαντος· πάλιν δὲ τὸν οἶκον, ἐν ᾧ διῆγεν, διὰ τῶν δορυφόρων διαλαβόντος, ὡς ἂν μὴ φύγοι τὸν θάνατον. Εἶτα πανταχοῦ πολυπραγμονοῦντος, ἐν οἷς ηὐλίζετο καὶ οἷς κατέφαγεν, παρὰ τίνας εἴη, καὶ πρὸς οὓς μετανίστατο. Καὶ ἐπειδὴ δὶς αὐτῷ συνέδραμεν ἡ τοῦ ἀποκτεῖναι τὸν ἐχθρὸν εὐκαιρία, νῦν μὲν ἐν τῷ σπηλαίῳ ἀπροόπτως τοῦ Σαούλ ταῖς τοῦ Δαβὶδ ἐμπεσόντος χερσίν· πάλιν δὲ κατὰ τὴν σκηνὴν, ὅτε ὁ μὲν τῷ ὕπνῳ πάρετος ἦν, ὁ δὲ Δαβὶδ ἐφειστήκει καθεύδοντι, ὅτε πᾶσαν ἐξῆν αὐτῷ τὴν ὀργὴν ἐν τῷ φόνῳ τοῦ διώκοντος αὐτὸν ἀποπληρῶσαι· οὔτε αὐτὸς τὴν χεῖρα ἐπήγαγεν, καὶ τῷ πρὸς τὴν ἀναίρεσιν σπεύδοντι, « Μὴ διαφθείρῃς, » λέγει. Θεοῦ τις ἄντικρὺς ἐστιν ἡ φωνὴ, τὴν φθορὰν ἐπὶ τοῦ ἀνθρώπου κωλύουσα. Διὰ τοῦτο καθάπερ οἱ ἐπισημότερα ποιοῦντες τὰ ἐν τοῖς λίθοις χαράγματα, εἰς βάθος ἐντέμνουσι τῇ γλυφῇ τῶν στοιχείων τοὺς χαρακτῆρας, πολλάκις ἐπάγοντες τὴν γραφίδα τοῖς τύποις· οὕτως διὰ τῆς συνεχοῦς ἐπαναλήψεως, τὸ Πνεῦμα τὸ ἄγιον τρανώτερον καὶ εὔδηλον ἐν τῇ στήλῃ τῆς μνήμης ἡμῶν τὴν μεγάλην ταύτην ῥῆσιν γενέσθαι παρασκευάζει· ὡς ἂν τρανόν τε καὶ ἀσύγχυτον ἐντετυπωμένον ἡμῖν τοῦτο τὸ γράμμα, ἐν τῷ καιρῷ τῶν παθημάτων ἀναγινώσκοιτο. Πρὸς τοῦτο γὰρ οἶμαι τὴν τοῦ ἁγίου Πνεύματος οἰκονομίαν ὁρᾷν, ὥστε τὰ προλαβόντα τῶν ἁγίων ἀνδρῶν κατορθώματα, εἰς ὁδηγίαν προκεῖσθαι τῷ μετὰ ταῦτα βίῳ, πρὸς τὸ ἴσον τε καὶ ὅμοιον ἀγαθὸν προαγούσης ἡμᾶς τῆς μιμήσεως. Ὅτ᾿ ἂν γὰρ διοιδήσῃ πρὸς τὴν τοῦ παροξύνοντος ἄμυναν ἡ ψυχή, καὶ ζέσῃ τῷ θυμῷ τὸ περικάρδιον αἷμα κατὰ τοῦ λελυπηκότος, τότε πρὸς ταύτην τις ἀναβλέψας τὴν στήλην, ἣν τὸ ἅγιον Πνεῦμα τῷ Δαβὶδ ἀνεστήσατο, καὶ τὴν ἐν αὐτῷ φωνὴν ἀναγνοὺς, ἣν ὁ Δαβὶδ ὑπὲρ τοῦ φονῶντος ἐφθέγξατο· καταστορέσει πάντως τὴν ἐν τῇ ψυχῇ τῶν λογισμῶν ταραχὴν, πόθῳ τῆς τῶν ὁμοίων μιμήσεως καταπραΰνων τὸ πάθος. Πάρεστι δὲ τὸ μέγεθος τοῦ διὰ προκοπῆς ἐπὶ τὸν βαθμὸν τῆς ψαλμῳδίας ταύτης ἀναβεβηκότος, καὶ δι᾿ αὐτῶν κατιδεῖν τῶν τῆς ψαλμῳδίας ῥημάτων, ὅσον τοῦ παρωχηκότος μεγέθους ὑπερανέστησεν. Οὐκέτι γὰρ οὔτε τὸ πατεῖσθαι παρὰ τῶν ἐχθρῶν αἰτιᾶται, οὔτε τὸν ἔλεον εἰς συμμαχίαν ἐφέλκεται, ἀλλ᾽ ἄνω γενόμενος, ὥσπερ ἔκ τινος ὑψηλῆς σκοπιᾶς, τοῖς κάτω κατὰ τὰ κοῖλα τῆς τοῦ βίου τῶν ἀνθρώπων ὑπωρείας διάγουσιν ἐλεγκτικῶς ἐμβοᾷ ταῦτα λέγων· Ὦ ἄνθρωποι, τι λαλεῖτε καὶ πράττετε; ἆρα δικαιοσύνη ἐστὶ τὸ λαλούμενον; ἄρα δι᾽ εὐθύτητος τὴν κρίσιν προσάγετε; Καὶ μὴν ὁρῶ ὅτι ἐν γῇ μὲν ὑμῶν εἰσιν αἱ καρδίαι, καὶ πᾶν ἐγκάρδιον κίνημα, ἔργον ἐστὶ καὶ οὐχὶ νόημα. Εὐθὺς γὰρ ὁμοῦ τῷ συστῆναι τὸ κακὸν ἐν τῇ διανοίᾳ, συμπλέκεται τὸ ἔργον διὰ τῶν χειρῶν τοῖς νοήμασιν. Ταῦτα σαφηνείας χάριν, μικρόν τι παραφράσας τῆς ψαλμικῆς λέξεως, ἐξεθέμην ῥήματα ἔχοντα οὕτως· «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. • Εἶτα ἐπάγει σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων τὰς μετὰ ταῦτα φωνάς, « Ἀπηλλοτριώθησαν, » λέγων, « οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν. » Γνοίης δ᾽ ἂν τὸ λεγόμενον ἐξετάσας τίς ἡ πρώτη τῆς ἀνθρωπίνης συστάσεως μήτρα, καὶ τίς γαστὴρ ἡ κυοφορήσασα τὸ ἀνθρώπινον. Οἶμαι γὰρ μὴ ἄλλην εἶναι παρὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ἀφ᾿ ἧς ἐπλάσθημέν τε καὶ ἐγεννήθημεν. Εἶπεν γάρ· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. » « Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. Καὶ πάλιν φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν. » Καὶ μυρίας ἔστὶ τοιαύτας φωνάς ἐκ τῆς ἁγίας Γραφῆς ἀναλέξασθαι, δι' ὧν ἐπιγινώσκεται, τίς ἡ πλάσασα ἡμᾶς γαστὴρ, καὶ τίς ἡ «μήτηρ ἡ εἰς φῶς προαγαγοῦσα διὰ γεννήσεως. » Πρὸς ταῦτα οὖν βλέπων ὁ σχετλιάζων ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀφεστηκότων, ὀδύρεται· θρῆνος γὰρ ἄντικρὺς ἐστιν ἡ φωνὴ, δι' ἧς τοὺς ἁμαρτωλοὺς ὀλοφύρεται. « Πῶς ἠλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας;· πῶς ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, τὸ δὲ ψεῦδος πρὸ τῆς ἀληθείας τιμήσαντες, ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ἔχει τὴν ὁμοιότητα; « Ὡσεὶ ἀσπίδος,» φησὶν, « κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμακοῦ τε φαρμακευομένη παρὰ σοφοῦ. » Ταύτην γὰρ ἐνίδων τοῦ θηρίου τὴν φύσιν οἱ περὶ ταῦτα σοφοί ὅτι θυμὸν διαπιμπραμένη, ἀποκρατεῖ τὸ πνεῦμα τῇ φάρυγγι, καὶ οὐ προΐεται, ἀσκοῦ δίκην τῇ τοῦ πνεύματος ἐν ἀπολήψει περιοιδαίνουσα, ὡς πάντα ἐπ᾿ αὐτῆς ἀργὰ μένειν καὶ ἄπρακτα, ὅσα θηρίων θέλγητρα διά τινος φυσικῆς ἀντιπαθείας παρὰ τῶν τὰ τοιαῦτα σοφῶν ἐξηυρέθη. Νοεῖν δὲ δίδωσι διὰ τούτων, ὅτι ἀνήκοος μένει τῶν ἐν κακίᾳ κεκρατημένων ἡ καρδία, τῆς παρὰ τῶν διδασκάλων ἐπαγομένης τοῖς θεραπείας. Καὶ πᾶσα δὲ ἡ τῆς ψαλμῳδίας ἀκολουθία διὰ θρήνου προῆκται τῷ τῇ ἀπωλείᾳ τῶν δειλαίων ἐπιστενάζοντι. Προαναφωνεί γὰρ κατ᾿ αὐτῶν τὸ ἐσόμενον, λέγων· «Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν.» Ποίους ὀδόντας, ἢ δηλαδὴ τοὺς τῆς παρακοῆς βρωτῆρας, τοὺς τῶν ἡδονῶν τῆς γαστρὸς ὑπηρέτας ( οὓς ὅπλα καὶ βέλη διὰ τῆς προλαβούσης ψαλμῳδίας ὠνόμασεν ), δι' ὧν τῆς ἀληθείας λόγος κατασπαράττεται; «Καὶ τὰς μύλας τῶν λεόντων, φησὶ, «συνέθλασεν ὁ Κύριος. » Γνοίης δ᾽ ἂν τίνας ὠνόμασε λέοντας, εἰ μάθοις τῶν θηρίων τούτων τὰ ἰδιώματα. Λέγουσι γὰρ εἶναι τοὺς λέοντας, ἐνδιαστρόφους τὸ ὄμμα, ὧν σαρκοβόρος ἡ Οἶδας δὲ πάντως τὸ αἴνιγμα τῆς τῶν ὀμμάτων διαστροφῆς, τῶν μὴ πρὸς τὸ εὐθὺ βλεπόντων, καὶ τῆς ἀηδίας τοῦ ἄσθματος, τῶν εἰς βλασφημίαν κεχρημένων τῷ στόματι, καὶ διὰ τοῦτο συγγενῶς ἐχόντων πρὸς τὴν τῆς ἁμαρτίας δυσωδίαν. Καὶ ὅσα νοεῖται διὰ τοῦ ἄσθματος, ὅτι σάρξ καὶ αἷμα, ὅπερ μάλιστα τρέφει τῶν λεόντων τὴν φύσιν, ταῦτα εἰς τοῦ Θεοῦ βασιλείαν ἀπόβλητα. Ἐν γὰρ τῷ καιρῷ τῆς τῶν ἀξίων τιμῆς, « Οὗτοι, › φησὶν, «ἐξουδενωθήσονται, » τῇ ἀστάτῳ φύσει τῶν ὑλικῶν πραγμάτων οἷς προσῳκειώθησαν, κατὰ τὸν βίον συγκαταρέοντες. «Ἐξουδενωθήσονται» γὰρ, φησὶν, «ὡς ὕδωρ διαπορευόμενον. » Ὁ γὰρ πονηρὸς κατὰ τῶν ψυχῶν ἡμῶν τοξότης, ὁ τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας κατὰ τῆς ἀνθρωπίνης φύσις, καὶ τῷ αἵματι φίλη. εὐθύνων ζωῆς, οὐ παύεται κατ᾿ αὐτῶν τοξαζόμενος, ἕως αὐτῶν ἐκνευρώσῃ τὴν δύναμιν. « Ἐντενεῖ γὰρ, φησὶν, « τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν. » Καὶ γίνονται κηρὸς τηκόμενος, πρὸς πᾶν εἶδος τοῦ κατὰ τὴν ἁμαρτίαν χαρακτῆρος εὐκόλως μορφούμενος· καὶ τούτοις ἔτι προστίθησι τὰς ὀδυρτικὰς ἐκείνας κατὰ τῶν δειλαίων φωνὰς, « Επεσεν πῦρ, » λέγων, « καὶ οὐκ ἴδον τὸν ἥλιον. Σαφηνίζει δὲ τοῦ ῥητοῦ τούτου τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνέων, τὴν παρὰ καιρὸν γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος έρμηνεύσας τούτοις τοῖς ῥήμασιν· « Ἔκτρωμα, » φησὶν, « γυναικὸς οὐχ ὁραματισθήσεται ἥλιον. » Ἐπεὶ τοίνυν παρὰ τὴν ἀρχὴν τῆς ψαλμῳδίας φησὶν, ὅτι • Απηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ τὸ, ἠμβλώθησαν, « -ἀπὸ γαστρὸς ἐπλανήθησαν, › ὅπερ ταὐτόν ἐστι τῷ ἡμβλώθησαν, αἴτιον δὲ τοῦ τοιούτου πάθους αὐτῶν λέγει τὴν πρὸς τὸν ὄφιν τε καὶ τὴν ἀσπίδα ὁμοίωσιν, διὰ τοῦτο καὶ νῦν τὸν ἴσον ἐπαναλαβὼν λόγον, φησὶ, ὅτι ἀτελεῖς ἐν τῷ λόγῳ τῆς φύσεως καὶ ἀμβλωθρίδιος διὰ κακίας γενόμενοι, ἐξωλίσθησάν τε καὶ ἔπεσαν αὐτοὶ ἀπὸ τῆς νοηθείσης ἡμῖν ἐκείνης μήτρας, πῦρ καθ' ἑαυτῶν γενόμενοι, διὰ τῆς ὑλικῆς προαιρέσεως· οὗ χάριν οὐκ ἀνέβλεψαν πρὸς τὸν ἥλιον. Ἐνδείκνυται δὲ ἐκ τοῦ ἡλίου τὸ ἀληθινὸν φῶς, πρὸς ὁ ἡ ἀτελεσφόρητος τῶν Ἰουδαίων γονὴ οὐκ ἀνέβλεψεν. Καὶ ὁ ἐφεξῆς λόγος ἁρμόζει κατὰ τὸ ἀκόλουθον τῷ προάγοντι. Ὁ γὰρ ἐκεῖ κωφὴν ἀσπίδα ὠνόμασεν, τοῦτο νῦν μεταβαλὼν, ἀσύνετον ἄκανθαν λέγει· ἐκ γὰρ τοῦ ἀκοῦσαι τὸ συνιέναι γίνεται· ὁ δὲ τὴν ἀκοὴν οὐ δεξάμενος, συναποβάλλει πάντως μετὰ τῆς ἀκοῆς καὶ τὴν σύνεσιν. Διὰ τοῦτο ὥσπερ ἐκεῖ μὲν γενικώτερον μνημονεύσας τοῦ κατὰ τὸν ὄφιν ὀνόματος, ἐπάγει τὸ εἶδος τοῦ θηρίου τὸ ἐν τῷ γένει πικρότατον, τὴν ἀσπίδα λέγων· οὕτω καὶ ἐνταῦθα, οἷον ἐν γένει τινὶ τὸ τῆς ἀκάνθης ὄνομα προεκθέμενος, ἐπάγει τὸ χαλεπώτερον ἐν ταῖς ἀκάνθαις εἶδος, τὴν ῥάμνον εἰπὼν, ἧς ὀξεῖαι μὲν [αἱ] ἀκμαὶ, συνεχεῖς δὲ αἱ προβολαὶ, βλαπτικαὶ δὲ τῶν προσεγγιζόντων καὶ ἰώδεις αἱ ἀμυχαί. Πλὴν ἀλλὰ καὶ ἄκανθα ἦτε, φησὶν, κἂν ἐν ἀκάνθαις ἡ ῥάμνος, ὡς ἔτι οἴεσθαι ζῇν· οὐ γὰρ ἀληθῶς ζῇ, τὴν ἀληθῆ μὴ ἔχων ζωήν. Ἡ ὀργὴ καταπίεται ὑμᾶς· καὶ ὥσπερ τῶν ἁμαρτωλῶν ἡ ζωὴ οὐκ ἂν ἀληθῶς ἐστιν ὁ λέγεται, ἀλλ᾽ ὀνομάζεται μόνον (τὸ γὰρ τῆς ἀληθινῆς ζωῆς διεζευγμένον, ζωὴ οὐκ ἔστιν)· οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ ἡ ὀργὴ, κἂν τοῖς ἁμαρτωλοῖς τοῦτο καὶ φαίνεται καὶ παρ᾿ αὐτῶν ὀνομάζεται, οὐδὲν μᾶλλόν ἐστιν ὀργὴ, ἀλλ᾽ « ὡς ὀργὴ, τοῖς οὕτω τὴν κατὰ τὸ δίκαιον τοῦ Θεοῦ ἀντιδιδομένην ἀμοιβὴν ὀνομάζουσι. Τοῦτο οὖν ἐστιν τὸ, « Ὡσεὶ ζῶντας. » Καὶ, « Ὡς ἐν ὀργῇ καταπίεται ὑμᾶς,, οὐκ ἐν ἀληθινῇ ζωῇ ὄντας, οὔτε ἀληθῶς ἐκεῖνος ἐν ὀργῇ θεωρούμενος. Εἶτά φησιν· « Εὐφρανθήσεται δίκαιος ὅτ᾽ ἂν ἴδῃ ἐκδίκησιν. » Οὐχ ὡς ἐπιχαίρων τοῖς ἀπολλυμένοις, ἀλλ' ὡς ἐκ παραλλήλου τὰ ἑαυτοῦ πρὸς τὰ ἐκείνων ἀνατιθεὶς, τότε μακαρίσει ἑαυτὸν τῆς εὐβουλίας, ὅτι μὴ ἐν ἐκείνοις ἐγένετο, ἐν οἷς ὁρᾷ τῶν ἁμαρτωλῶν τὴν ἐκδίκησιν. Τὴν γὰρ τῶν ἰδίων χειρῶν καθαρότητα, τῇ πρὸς τὸ λύθρον τῶν ἁμαρτωλῶν ἀντεξετάσει, μᾶλλον κατόψεται. « Χεῖρας αὐτοῦ, » φησὶν, « νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. › Οἴδαμεν δὲ, ὅτι οὐκ ἄλλου τινὸς χάριν νιπτόμεθα, ἢ ἵνα τῷ ὕδατι τὸν ῥύπον ἀποκλυσώμεθα· ὁ δὲ τοῦ αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει τὸν προϋπάρχοντα ῥύπον, ἀλλ᾽ αὐτὸς γίνεται ῥύπος. Οὐκοῦν ὥσπερ τὸ λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδηλότερον γίνεται, οὕτως καὶ ἡ τῶν χειρῶν τοῦ δικαίου καθαρότης, διὰ τῆς τοῦ ἐναντίου συγκρίσεως, λαμπροτέρα καθίσταται. Τὸ γὰρ νῦν ἀπιστούμενον, ὅτι τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως κακοπαθήσασι μετουσία τοῦ κρείττονος, τότε διὰ τῆς πείρας φανερωθήσεται· ὁ γὰρ ταῦτα βλέπων ἐρεῖ, ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει. Ὁρᾷς οἷας ἐπιβέβηκεν ἀκρωρείας ὁ λόγος; ὅσον ὑπεραίρει τῶν προδεικνύμένων ἐν τοῖς Ψαλμοῖς τὸ μέγεθος;

Toutou de tou hypsous tēs psalmǭdias hē hyperkeimenē diadochē tosouton epi to megaleioteron diapherei, hoson ex autōn esti tōn gegrammenōn mathein. Kai hōsper en tois dromeusin ho ton nikētēn tōn allōn paradramōn, meizona tou proterou tēn doxan ērato, kreittōn epideichtheis tou protrechontos; houtōs eoiken hē hebdomē te kai pentēkostē psalmǭdia, megalēs epideichtheisēs kat᾿ ennoian tēs prodiēnysmenēs, nikąn autēn tę̄ megalophyïą tois idiois noēmasin; hōs gar ekeinē kata tōn allōn eiche ta nikētēria, houtōs hautē tēs hyperechousēs tōn allōn to pleon echei; kai tautę̄ gar martyrei tēn nikēn hē «Eis to telos » epigraphē. All' eoike mē tosouton tēn tōn antipalōn hēttan, alla ton en tois agathois pleonasmon epi tautēs tēs nikēs ho logos diamartyresthai. Echei de tēs epigraphēs houtōs hē lexis; « Eis to telos, mē diaphtheirę̄s, tǭ Dabid eis stēlographian. • Posakis ho tēs makrothymias agōnistēs epi tǭ stephanǭ tēs nikēs tautēs hyp᾿ autou tou agōnothetou anakēryssetai? kai autou tacha tou Pneumatos tou hagiou thaumastikōs tēn phōnēn tautēn pollakis analambanontos, hōs kreittona ousan tēs tōn anthrōpōn dynameōs, kai tōn tēs physeōs horōn hyperekpiptousan. Monēs gar tēs asōmatou te kai aÿlou physeōs to toiouton ēn eipein, hēs ouden pathos tōn anthrōpinōn prosaptetai. ᾿Anthrōpos de tis hōn kai thymon synousiōmenon echōn tę̄ physei, paschōn te kakōs para tou mēdemian men eilēphotos eis to kakon aphormēn, pollōn kai megalōn agathōn ēxiōmenou, hyper te tēs kenēs archēs kai hyper tōn eis auton ekeinon gegenēmenōn, houtos metanastēs hyp' autou tou tēs eupoiias tetychēkotos kai phygas ginetai tēs oikeias estias epi thanatǭ para tou eu peponthotos synelaunomenos. "Allote allon hypo amēchanias epiōn topon erēmois enaulizomenos, akrōreiais prospheugōn, allophylōn hiketēs genomenos, en endeią tōn anankaiōn kakopathōn, hypaithros ta polla diakarterōn, pollakis par' autou ton mechri thanatou kindynon hypostas, nyn men autocheir dia tēs lonchēs pros ton kat' autou phonon ormēsantos; palin de ton oikon, en hǭ diēgen, dia tōn doryphorōn dialabontos, hōs an mē phygoi ton thanaton. Eita pantachou polypragmonountos, en hois ēulizeto kai hois katephagen, para tinas eiē, kai pros hous metanistato. Kai epeidē dis autǭ synedramen hē tou apokteinai ton echthron eukairia, nyn men en tǭ spēlaiǭ aprooptōs tou Saoul tais tou Dabid empesontos chersin; palin de kata tēn skēnēn, hote ho men tǭ hypnǭ paretos ēn, ho de Dabid epheistēkei katheudonti, hote pasan exēn autǭ tēn orgēn en tǭ phonǭ tou diōkontos auton apoplērōsai; oute autos tēn cheira epēgagen, kai tǭ pros tēn anairesin speudonti, « Mē diaphtheirę̄s, » legei. Theou tis antikrys estin hē phōnē, tēn phthoran epi tou anthrōpou kōlyousa. Dia touto kathaper hoi episēmotera poiountes ta en tois lithois charagmata, eis bathos entemnousi tę̄ glyphę̄ tōn stoicheiōn tous charaktēras, pollakis epagontes tēn graphida tois typois; houtōs dia tēs synechous epanalēpseōs, to Pneuma to agion tranōteron kai eudēlon en tę̄ stēlę̄ tēs mnēmēs hēmōn tēn megalēn tautēn rhēsin genesthai paraskeuazei; hōs an tranon te kai asynchyton entetypōmenon hēmin touto to gramma, en tǭ kairǭ tōn pathēmatōn anaginōskoito. Pros touto gar oimai tēn tou hagiou Pneumatos oikonomian horąn, hōste ta prolabonta tōn hagiōn andrōn katorthōmata, eis hodēgian prokeisthai tǭ meta tauta biǭ, pros to ison te kai homoion agathon proagousēs hēmas tēs mimēseōs. Hot᾿ an gar dioidēsę̄ pros tēn tou paroxynontos amynan hē psychē, kai zesę̄ tǭ thymǭ to perikardion haima kata tou lelypēkotos, tote pros tautēn tis anablepsas tēn stēlēn, hēn to hagion Pneuma tǭ Dabid anestēsato, kai tēn en autǭ phōnēn anagnous, hēn ho Dabid hyper tou phonōntos ephthenxato; katastoresei pantōs tēn en tę̄ psychę̄ tōn logismōn tarachēn, pothǭ tēs tōn homoiōn mimēseōs katapraÿnōn to pathos. Paresti de to megethos tou dia prokopēs epi ton bathmon tēs psalmǭdias tautēs anabebēkotos, kai di᾿ autōn katidein tōn tēs psalmǭdias rhēmatōn, hoson tou parōchēkotos megethous hyperanestēsen. Ouketi gar oute to pateisthai para tōn echthrōn aitiatai, oute ton eleon eis symmachian ephelketai, all᾽ anō genomenos, hōsper ek tinos hypsēlēs skopias, tois katō kata ta koila tēs tou biou tōn anthrōpōn hypōreias diagousin elenktikōs emboą tauta legōn; Ō anthrōpoi, ti laleite kai prattete? ara dikaiosynē esti to laloumenon? ara di᾽ euthytētos tēn krisin prosagete? Kai mēn horō hoti en gę̄ men hymōn eisin hai kardiai, kai pan enkardion kinēma, ergon esti kai ouchi noēma. Euthys gar homou tǭ systēnai to kakon en tę̄ dianoią, sympleketai to ergon dia tōn cheirōn tois noēmasin. Tauta saphēneias charin, mikron ti paraphrasas tēs psalmikēs lexeōs, exethemēn rhēmata echonta houtōs; «Ei alēthōs ara dikaiosynēn laleite, eutheias krinete, huioi tōn anthrōpōn. Kai gar en kardią anomian ergazesthe en tę̄ gę̄, adikian hai cheires hymōn symplekousin. • Eita epagei schetliazōn hyper tōn tēs sōtērias ekpeptōkotōn tas meta tauta phōnas, « Apēllotriōthēsan, » legōn, « hoi hamartōloi apo mētras, kai apo tēs gastros eplanēthēsan. » Gnoiēs d᾽ an to legomenon exetasas tis hē prōtē tēs anthrōpinēs systaseōs mētra, kai tis gastēr hē kyophorēsasa to anthrōpinon. Oimai gar mē allēn einai para tēn tou Theou philanthrōpian kai agathotēta, aph᾿ hēs eplasthēmen te kai egennēthēmen. Eipen gar; «Poiēsōmen anthrōpon kat' eikona hēmeteran, kai kath' homoiōsin. » « Ho plasas katamonas tas kardias autōn. Kai palin phēsin; Huious egennēsa kai hypsōsa, autoi de me ēthetēsan. » Kai myrias esti toiautas phōnas ek tēs hagias Graphēs analexasthai, di' hōn epiginōsketai, tis hē plasasa hēmas gastēr, kai tis hē «mētēr hē eis phōs proagagousa dia gennēseōs. » Pros tauta oun blepōn ho schetliazōn epi tę̄ apōleią tōn aphestēkotōn, odyretai; thrēnos gar antikrys estin hē phōnē, di' hēs tous hamartōlous olophyretai. « Pōs ēllotriōthēsan hoi hamartōloi apo mētras?; pōs apo tēs gastros eplanēthēsan, to de pseudos pro tēs alētheias timēsantes, hōn ho thymos pros ton patera tou pseudous ton prōton echei tēn homoiotēta? « Hōsei aspidos,» phēsin, « kōphēs kai byousēs ta ōta autēs, hētis ouk eisakousetai phōnēn epądontōn, pharmakou te pharmakeuomenē para sophou. » Tautēn gar enidōn tou thēriou tēn physin hoi peri tauta sophoi hoti thymon diapimpramenē, apokratei to pneuma tę̄ pharyngi, kai ou proïetai, askou dikēn tę̄ tou pneumatos en apolēpsei perioidainousa, hōs panta ep᾿ autēs arga menein kai aprakta, hosa thēriōn thelgētra dia tinos physikēs antipatheias para tōn ta toiauta sophōn exēurethē. Noein de didōsi dia toutōn, hoti anēkoos menei tōn en kakią kekratēmenōn hē kardia, tēs para tōn didaskalōn epagomenēs tois therapeias. Kai pasa de hē tēs psalmǭdias akolouthia dia thrēnou proēktai tǭ tę̄ apōleią tōn deilaiōn epistenazonti. Proanaphōnei gar kat᾿ autōn to esomenon, legōn; «Ho Theos syntripsei tous odontas autōn en tǭ stomati autōn.» Poious odontas, ē dēladē tous tēs parakoēs brōtēras, tous tōn hēdonōn tēs gastros hypēretas ( hous hopla kai belē dia tēs prolabousēs psalmǭdias ōnomasen ), di' hōn tēs alētheias logos katasparattetai? «Kai tas mylas tōn leontōn, phēsi, «synethlasen ho Kyrios. » Gnoiēs d᾽ an tinas ōnomase leontas, ei mathois tōn thēriōn toutōn ta idiōmata. Legousi gar einai tous leontas, endiastrophous to omma, hōn sarkoboros hē Oidas de pantōs to ainigma tēs tōn ommatōn diastrophēs, tōn mē pros to euthy blepontōn, kai tēs aēdias tou asthmatos, tōn eis blasphēmian kechrēmenōn tǭ stomati, kai dia touto syngenōs echontōn pros tēn tēs hamartias dysōdian. Kai hosa noeitai dia tou asthmatos, hoti sarx kai haima, hoper malista trephei tōn leontōn tēn physin, tauta eis tou Theou basileian apoblēta. En gar tǭ kairǭ tēs tōn axiōn timēs, « Houtoi, › phēsin, «exoudenōthēsontai, » tę̄ astatǭ physei tōn hylikōn pragmatōn hois prosǭkeiōthēsan, kata ton bion synkatareontes. «Exoudenōthēsontai» gar, phēsin, «hōs hydōr diaporeuomenon. » Ho gar ponēros kata tōn psychōn hēmōn toxotēs, ho ta pepyrōmena belē tēs hamartias kata tēs anthrōpinēs physis, kai tǭ haimati philē. euthynōn zōēs, ou pauetai kat᾿ autōn toxazomenos, heōs autōn ekneurōsę̄ tēn dynamin. « Entenei gar, phēsin, « to toxon autou, heōs hou asthenēsousin. » Kai ginontai kēros tēkomenos, pros pan eidos tou kata tēn hamartian charaktēros eukolōs morphoumenos; kai toutois eti prostithēsi tas odyrtikas ekeinas kata tōn deilaiōn phōnas, « Epesen pyr, » legōn, « kai ouk idon ton hēlion. Saphēnizei de tou rhētou toutou tēn ennoian heteros tōn hermēneōn, tēn para kairon genomenēn apo tēs mētras olisthēsin tou amblōmatos ermēneusas toutois tois rhēmasin; « Ektrōma, » phēsin, « gynaikos ouch horamatisthēsetai hēlion. » Epei toinyn para tēn archēn tēs psalmǭdias phēsin, hoti • Apēllotriōthēsan hoi hamartōloi apo mētras, kai to, ēmblōthēsan, « -apo gastros eplanēthēsan, › hoper tauton esti tǭ hēmblōthēsan, aition de tou toioutou pathous autōn legei tēn pros ton ophin te kai tēn aspida homoiōsin, dia touto kai nyn ton ison epanalabōn logon, phēsi, hoti ateleis en tǭ logǭ tēs physeōs kai amblōthridios dia kakias genomenoi, exōlisthēsan te kai epesan autoi apo tēs noētheisēs hēmin ekeinēs mētras, pyr kath' heautōn genomenoi, dia tēs hylikēs proaireseōs; hou charin ouk aneblepsan pros ton hēlion. Endeiknytai de ek tou hēliou to alēthinon phōs, pros ho hē atelesphorētos tōn Ioudaiōn gonē ouk aneblepsen. Kai ho ephexēs logos harmozei kata to akolouthon tǭ proagonti. Ho gar ekei kōphēn aspida ōnomasen, touto nyn metabalōn, asyneton akanthan legei; ek gar tou akousai to synienai ginetai; ho de tēn akoēn ou dexamenos, synapoballei pantōs meta tēs akoēs kai tēn synesin. Dia touto hōsper ekei men genikōteron mnēmoneusas tou kata ton ophin onomatos, epagei to eidos tou thēriou to en tǭ genei pikrotaton, tēn aspida legōn; houtō kai entautha, hoion en genei tini to tēs akanthēs onoma proekthemenos, epagei to chalepōteron en tais akanthais eidos, tēn rhamnon eipōn, hēs oxeiai men [hai] akmai, synecheis de hai probolai, blaptikai de tōn prosengizontōn kai iōdeis hai amychai. Plēn alla kai akantha ēte, phēsin, kan en akanthais hē rhamnos, hōs eti oiesthai zę̄n; ou gar alēthōs zę̄, tēn alēthē mē echōn zōēn. Hē orgē katapietai hymas; kai hōsper tōn hamartōlōn hē zōē ouk an alēthōs estin ho legetai, all᾽ onomazetai monon (to gar tēs alēthinēs zōēs diezeugmenon, zōē ouk estin); houtōs kai epi tou Theou hē orgē, kan tois hamartōlois touto kai phainetai kai par᾿ autōn onomazetai, ouden mallon estin orgē, all᾽ « hōs orgē, tois houtō tēn kata to dikaion tou Theou antididomenēn amoibēn onomazousi. Touto oun estin to, « Hōsei zōntas. » Kai, « Hōs en orgę̄ katapietai hymas,, ouk en alēthinę̄ zōę̄ ontas, oute alēthōs ekeinos en orgę̄ theōroumenos. Eita phēsin; « Euphranthēsetai dikaios hot᾽ an idę̄ ekdikēsin. » Ouch hōs epichairōn tois apollymenois, all' hōs ek parallēlou ta heautou pros ta ekeinōn anatitheis, tote makarisei heauton tēs euboulias, hoti mē en ekeinois egeneto, en hois horą tōn hamartōlōn tēn ekdikēsin. Tēn gar tōn idiōn cheirōn katharotēta, tę̄ pros to lythron tōn hamartōlōn antexetasei, mallon katopsetai. « Cheiras autou, » phēsin, « nipsetai en tǭ haimati tou hamartōlou. › Oidamen de, hoti ouk allou tinos charin niptometha, ē hina tǭ hydati ton rhypon apoklysōmetha; ho de tou haimatos molysmos ouk apokathairei ton proÿparchonta rhypon, all᾽ autos ginetai rhypos. Oukoun hōsper to leukon chrōma tę̄ antiparathesei tou haimatos ekdēloteron ginetai, houtōs kai hē tōn cheirōn tou dikaiou katharotēs, dia tēs tou enantiou synkriseōs, lamprotera kathistatai. To gar nyn apistoumenon, hoti tis esti tois dia tōn tēs aretēs ponōn hekousiōs kakopathēsasi metousia tou kreittonos, tote dia tēs peiras phanerōthēsetai; ho gar tauta blepōn erei, hoti ēn, hōs eoiken, tǭ dikaiǭ karpos apokeimenos en tę̄ dikaią tou Theou krisei. Horąs hoias epibebēken akrōreias ho logos? hoson hyperairei tōn prodeiknymenōn en tois Psalmois to megethos?

The next stage of the psalmody, set above this height, excels it in greatness as much as can be learned from the writings themselves. Just as among runners the one who outruns the winner over the others wins greater glory than the first, being shown stronger than the one who ran ahead, so the fifty-seventh psalmody seems—though the one completed before it was shown great in thought—to conquer it by the grandeur of its own thoughts; for as that one carried off the prize against the others, so this one has the advantage over the one that excelled the others. For to this one too the inscription “To the end” bears witness of victory. But in this victory the text seems to testify not so much to the defeat of the adversaries as to abundance in good things. The wording of the inscription runs thus: “To the end, do not destroy, for David, for a pillar-inscription.” How often is the contender in long-suffering proclaimed by the judge of the contest himself for the crown of this victory! And perhaps the Holy Spirit himself takes up this saying many times in admiration, as being beyond human power and passing beyond the bounds of nature. For it belonged only to the bodiless and immaterial nature to say such a thing, to which no human passion attaches. But here is a man, with anger inborn in his nature, suffering evil from one who had received no occasion for evil from him but had been granted many and great benefits by him, both concerning his vain rule and concerning the things done for that very man. This man becomes an exile at the hands of the very one who had received his kindness, and a fugitive from his own hearth, driven out to death by the one who had been well treated. For want of resources he went now to one place, now to another, lodging in deserts, fleeing to mountain heights, becoming a suppliant of foreigners, suffering hardship in lack of necessities, enduring mostly under the open sky, and often undergoing danger to the point of death from him—now when Saul with his own hand rushed with the spear to murder him, and again when he surrounded with his bodyguards the house in which David was staying, so that he might not escape death; then when Saul inquired everywhere in what places he lodged and where he had eaten, with whom he might be and to whom he had moved. And when twice the opportunity of killing his enemy fell to him—once in the cave, when Saul unexpectedly fell into David's hands, and again at the tent, when Saul lay slack in sleep and David stood over him as he slept, when it was in his power to satisfy all his anger in the murder of his pursuer—he neither laid his own hand on him, and to the one hastening to kill him he says, “Do not destroy.” The voice is plainly God's, forbidding destruction in the case of a man. For this reason, just as those who make inscriptions on stones more conspicuous cut the shapes of the letters deep in the carving, drawing the stylus many times over the marks, so through continual repetition the Holy Spirit prepares for this great saying to become clearer and more evident on the pillar of our memory, so that this writing, impressed upon us clearly and without confusion, may be read in the time of sufferings. For I think the dispensation of the Holy Spirit looks to this: that the achievements of holy men who went before should be set before later life as a guide, imitation leading us on to an equal and similar good. For whenever the soul swells toward retaliation against the one who provokes it, and the blood around the heart boils with anger against the one who has caused grief, then if someone looks up to this pillar, which the Holy Spirit set up for David, and reads on it the saying which David uttered on behalf of the one who sought his blood, he will surely calm the turmoil of thoughts in his soul, soothing the passion through longing to imitate the like. And one can see the greatness of him who by progress has climbed to the step of this psalmody, and how far he has risen above the greatness gone by, through the very words of the psalmody. For he no longer complains of being trampled by enemies, nor draws mercy in as an ally; but having come to be above, as from some lofty watchtower, he cries out in rebuke to those who live below in the hollows of the foothills of human life, saying this: O men, what are you saying and doing? Is what you say righteousness? Do you bring judgment with uprightness? And yet I see that your hearts are on earth, and every movement of the heart is a deed and not a thought. For as soon as evil takes shape in the mind, the deed is intertwined with the thoughts through the hands. This I have set out, for clarity, paraphrasing the psalm's wording a little; its words run thus: “If you truly speak righteousness, judge uprightly, you sons of men. For in your heart you work lawlessness on the earth; your hands weave injustice together.” Then he adds the following sayings, grieving over those who have fallen from salvation: “The sinners,” he says, “were estranged from the womb, and went astray from the belly.” You would understand what is said by examining what the first womb of the human constitution is, and what belly bore humanity. For I think it is nothing other than the love of God for mankind and his goodness, by which we were formed and born. For he said: “Let us make man according to our image and according to likeness”; and “he who alone fashioned their hearts”; and again he says: “I have begotten and raised up sons, but they have rejected me.” And one can gather countless such sayings from the holy Scripture, through which it is recognized what the belly is that formed us, and what is the mother that brought us forth into light through birth. Looking to these things, then, he who grieves over the destruction of those who have fallen away laments; for the saying by which he mourns the sinners is plainly a dirge: “How were the sinners estranged from the womb? How did they go astray from the belly,” honouring falsehood before truth—they whose anger bears the likeness of the first father of falsehood? “Like an asp,” he says, “deaf and stopping its ears, which will not hear the voice of charmers, nor the drug prepared by the wise.” For those skilled in such things have observed this nature of the beast: that when it is inflamed with anger it holds back its breath in its throat and does not let it out, swelling like a wineskin as the breath is held in, so that all the charms for beasts discovered by those skilled in such things through some natural antipathy remain ineffective and useless against it. Through these words he gives us to understand that the heart of those held fast in evil remains deaf to the healing brought to them by the teachers. And the whole sequence of the psalmody is carried on as a dirge by one who groans over the destruction of the wretched. For he proclaims beforehand what will be against them, saying: “God will break their teeth in their mouth.” What teeth, but plainly the eaters of disobedience, the servants of the belly's pleasures (which in the preceding psalmody he named weapons and arrows), by which the word of truth is torn to pieces? “And the Lord,” he says, “has crushed the molars of the lions.” You would know whom he named lions if you learned the properties of these beasts. For they say that lions have distorted eyes, and that their nature is carnivorous and fond of blood, and their breath foul … . You surely know the riddle of the distortion of the eyes, of those who do not look straight, and of the foulness of breath, of those who use their mouth for blasphemy and are therefore akin to the stench of sin. And all that is understood through the breath: that flesh and blood, which above all nourish the nature of lions, are rejected from the kingdom of God. For in the time when the worthy are honoured, “These,” he says, “will be brought to nothing”, flowing away together with the unstable nature of the material things to which they made themselves at home in life. “For they will be brought to nothing,” he says, “like water running away.” For the wicked archer against our souls, who aims the fiery arrows of sin against human nature …, does not cease shooting at them until he unstrings their strength. “For he will bend his bow,” he says, “until they grow weak.” And they become melting wax, easily moulded to every form of the stamp of sin; and to these he adds those lamenting sayings over the wretched, saying: “Fire fell, and they did not see the sun.” Another of the translators makes clear the meaning of this saying, rendering the untimely slipping of an abortion from the womb in these words: “The miscarriage of a woman will not behold the sun.” Since, then, at the beginning of the psalmody he says, “The sinners were estranged from the womb” and “they went astray from the belly”, which is the same as “they were miscarried”, and names as the cause of this affliction of theirs their likeness to the serpent and the asp, for this reason now too, taking up the same word again, he says that, having become imperfect in the principle of nature and abortive through evil, they slipped out and fell from that womb we have understood, becoming a fire against themselves through their material choice; and for this reason they did not look up to the sun. By the sun is indicated the true light, to which the unfulfilled offspring of the Jews did not look up. And the next saying fits in sequence with the one before. For what he there named a deaf asp, he now changes and calls an unintelligent thorn; for understanding comes from hearing, and he who did not receive the hearing surely throws away understanding together with the hearing. Therefore, just as there he first mentioned the more general name of serpent and then added the bitterest species of the beast in that genus, naming the asp, so here too, first setting out the name of thorn as a kind of genus, he adds the more grievous species among thorns, naming the buckthorn, whose points are sharp, whose spikes are close-set, and whose scratches are harmful and poisonous to those who come near. Yet you were a thorn, he says, even if the buckthorn is among thorns, so as still to think you live; for he does not truly live who does not have the true life. Wrath will swallow you up; and just as the life of sinners would not truly be what it is called, but is only so named (for what is separated from the true life is not life), so too with God, wrath, even if it appears so to sinners and is so named by them, is none the more wrath, but “as wrath”, for those who so name the recompense rendered by God's justice. This, then, is “as though living”, and “as in wrath he will swallow you up”: you who are not in true life, and he who is not truly seen in wrath. Then he says: “The righteous will rejoice when he sees vengeance”—not as gloating over those who perish, but as setting his own lot side by side with theirs, he will then count himself blessed for his good counsel, that he did not come to be among those in whom he sees the vengeance on sinners. For he will see the purity of his own hands better by comparison with the gore of the sinners. “He will wash his hands,” he says, “in the blood of the sinner.” We know that we wash for no other reason than to rinse away dirt with water; but the stain of blood does not cleanse the dirt already there, but itself becomes dirt. So just as the colour white becomes more evident when set beside blood, so too the purity of the righteous man's hands becomes more brilliant through comparison with its opposite. For what is now disbelieved—that those who have willingly suffered hardship through the labours of virtue have some share in the better—will then be made plain by experience; for he who sees these things will say that there was, it seems, a fruit stored up for the righteous in the just judgment of God. Do you see what mountain heights the text has climbed? How far its greatness surpasses what was shown before in the Psalms?

1 Sam 18:10–11 (allusion, high confidence) · 1 Sam 19:10–12 (allusion, high confidence) · 1 Sam 24:1–7 (allusion, high confidence) · 1 Sam 26:7–12 (allusion, high confidence) · Ps 58:1–2 (57:2-Ps LXX) (quotation, high confidence) · Ps 58:3 (57:4 LXX) (quotation, high confidence) · Gen 1:26 (quotation, high confidence) · Ps 33:15 (32:15 LXX) (quotation, high confidence) · Isa 1:2 (quotation, high confidence) · John 8:44 (allusion, high confidence) · Ps 58:4–5 (57:5-Ps LXX) (quotation, high confidence) · Ps 57:4 (56:5 LXX) (allusion, medium confidence) · Ps 58:6 (57:7 LXX) (quotation, high confidence) · 1 Cor 15:50 (allusion, high confidence) · Ps 58:7 (57:8 LXX) (quotation, high confidence) · Eph 6:16 (allusion, high confidence) · Ps 58:8 (57:9 LXX) (quotation, high confidence) · Ps 58:9 (57:10 LXX) (quotation, high confidence) · Ps 58:10–11 (57:11-Ps LXX) (quotation, high confidence)

Notes and citation

Summary: On Psalm 58 ('Do not destroy, for a pillar-inscription') Gregory praises David's forbearance toward Saul as almost beyond human nature, a saying the Spirit engraves on our memory, and reads the psalm as a lament over sinners estranged from the womb of God's goodness.

  • Psalm numbers are the Septuagint's (“the fifty-seventh” = English Ps 58; “the preceding psalmody” = English Ps 57). References: 1 Sam 18:10–11; 19:10–12 (the spear and the guards at David's house); 1 Sam 24 (the cave); 1 Sam 26:7–12 (the tent, where David says “Do not destroy”, 26:9); Ps 58:1–11; Gen 1:26; Ps 33:15; Isa 1:2; John 8:44; 1 Cor 15:50; Eph 6:16; Ps 57:4. “Another of the translators” refers to another Greek version of Ps 58:8 (probably Symmachus or Aquila); unidentified. The interpretation of the sinners “estranged from the womb” as the unbelief of the Jews is Gregory's own polemic, translated as written; and his explanation that God's “wrath” is wrath only in name follows the LXX “as in wrath”. In the passage on the lions a line of the scan is displaced (“nature, and fond of blood”, printed later in the sentence about the archer); it is translated where it belongs, and the words lost after it are marked “…”, as are words lost in the archer sentence. The beginning of the sentence on the buckthorn (Ps 58:9) is garbled in the scan and translated by sense; the square brackets around αἱ are in the printed text.

Notes on the original text

  • Digital text corrected (OCR slip; hyphenated word rejoined; stray mark; quotation marks misread as a letter; stray mark; word split by a stray mark; word split in the OCR): ἤρατυ → ἤρατο; ἀρ- ) χῆς → ἀρχῆς; ὡς ' ἂν → ὡς ἂν; στή- &λην → στήλην; ψαλμ. ῳδίας → ψαλμῳδίας; ἀθρώπινον → ἀνθρώπινον; ὁμοίωσιν, ὁ ὁ πλάσας → ὁμοίωσιν. » « Ὁ πλάσας; ἀλη- › θείας → ἀληθείας; τού των → τούτων; Καλ γίνονται → Καὶ γίνονται; ὀνομά· ζουσι → ὀνομάζουσι; ἀπολλυμέ νοις → ἀπολλυμένοις; χει ρῶν → χειρῶν.

Topics: Scripture and canon, Ethics

Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.15 (PG 44:589–598; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-15). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-15) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.

2.16PG 44:597–606

Ἀλλ' οὐδὲ οὗτος ὄρος τῆς εἰς τὸ ὕψος ἀναβάσεως τοῖς δι᾿ ἀρετῆς προκόπτουσι γίνεται. Ὁ γὰρ μετὰ τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως, ὑπὲρ τοῦτον καὶ τῇ μεγαλοφυΐᾳ τῆς θεωρίας εὑρίσκεται. Πάλιν δὲ ἡ ἐπιγραφὴ ἀνακηρύσσουσα τὸν στεφανίτην· πάλιν ἐπ᾿ αὐτῶν στήλη τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην νίκην μαρτύρεται. « Εἰς τὸ τέλος » γὰρ, φησὶ, « μὴ διαφθείρῃς. » Εἴρηται πολλάκις, ὅτι νίκη ἐστὶ τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν ἐφερμηνεύειν τῷ λόγῳ τὸ ἐγνωσμένον. Τὸ δὲ, « Μὴ διαφθείρῃς, » ἡ φιλάνθρωπος αὕτη φωνὴ, καὶ πᾶσαν μακροθυμίας ὑπερβολὴν παριοῦσα, μείζονος ἐπιβέβηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας. Τίς γὰρ οὐκ οἶδεν, ὅτι πρόχειρος μὲν εἰς εὐποιίαν ἐστὶ καὶ τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προενδειξαμένων κακίαν· πολλάκις δὲ καὶ μικρᾶς τινος λύπης προσγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος, ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν, καὶ ἐν τῷ καιρῷ τῆς εὐποιίας οὐκ ἀπετράπη τοῦτο ποιῆσαι καλῶς, τὸν ἐπὶ μετρίοις λυπήσαντα· ὁ δὲ μικροφυής τὴν διάνοιαν, κἂν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶσαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν, καιροῦ τινος εἰς κακοποιίαν λαβόμενος. Οὐκοῦν οὐκ ἴσον τὸ θαῦμα, κἂν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ μηδὲν προπεπονθότος κακὸν, καὶ ἐπὶ τοῦ εὐποιίαις ἀμειψαμένου τὸν προλυπήσαντα. Τούτου χάριν, ὡς ἂν μάλιστα τὸ ἀπαράθετόν τε καὶ ἀζήλωτον ἐπιδειχθείη τῆς τοῦ Δαβὶδ μακροθυμίας, ἥτις αὐτὴν, μικροῦ δεῖν, μιμεῖται τῆς θείας φύσεως τὴν ἀπάθειαν, παρατίθησι τὴν πονηρὰν ἐκείνην τοῦ Σαούλ μανίαν. Εἴρηται γὰρ, φησὶν, τῷ Δαβὶδ ἡ τοῦ « Μὴ διαφθείρῃς» φωνὴ, ἣν τῇ μνήμῃ τῶν ἐπιγενομένων ἐνστηλιτεύῃ, οὐχ ὅτε φιλικῶς πρὸς αὐτὸν εἶχεν ὁ τύραννος, ἀλλ᾽ ἤδη γεγενημένων ἐκείνων, ὅτε ἀπέστειλεν Σαούλ εἰς τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Πάντως δὲ οὐκ ἀγνοεῖς, ὁ φιλομαθής, τὸ μέρος τῆς ἱστορίας, τὸ ὑπὸ τῆς ἐπιγραφῆς σημαινόμενον πῶς ἐπειδὴ κατέστη τῷ Σαούλ ἡ ἐκ τοῦ δαιμονίου πνεύματος πτόησις, τοῦ ἁγίου Δαβὶδ διὰ τοῦ ψαλτηρίου τὴν ἐκ τοῦ πάθους ταραχὴν κατευνάσαντος, παρεστῶσαν ἑαυτῷ τὴν λόγχην εὑρὼν ὁ Σαούλ τῷ εὐεργέτῃ ἑαυτοῦ ἐπαφίησιν, εὐθύνας κατ' αὐτοῦ τὴν αἰχμήν· τοῦ δὲ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτὸν ὑπεκστήσαντος, τῷ τοίχῳ διὰ βάθους ἐμπήγνυται ἡ τῆς αἰχμῆς προσβολή. Ἐξέδραμεν δὲ τῶν βασιλείων ἐν τῷ ἰδίῳ οἴκῳ, μεταβληθήσεσθαι τοῦ βασιλέως τὸν θυμὸν διὰ μετανοίας ἐλπίσας. Τοῦ δὲ Σαούλ δορυφόρους ἐν κύκλῳ τῇ οἰκίᾳ τοῦ Δαβίδ περιστήσαντος, καὶ δημίοις τὸν κατ᾿ αὐτοῦ φόνον ἐντειλάμενος, μόλις διὰ θυρίδος τινὸς καταβαλὼν ἑαυτὸν εἰς τὸ ὕπαιθρον διαλαθὼν τὴν φρουράν, ἔξω τῶν κινδύνων κατέστη· καὶ μεταναστὰς ἄλλοτε ἄλλον ἐπήρχετο τόπον, ὑπὸ ἀμηχανίας τοῖς ἡθάσιν ἀνθρώποις ἐπιπλανώμενος. Καὶ οὕτως δὲ κατελήφθη ὑπὸ τοῦ Σαούλ πανστρατιᾷ κυκλώσαντος τὸν γεώλοφον, ἐν ᾧ μετὰ τῶν περὶ αὐτὸν ὁ Δαβὶδ προσφεύγει, καὶ νυκτὸς ἀναβολὴν πρὸς τὸν θάνατον αὐτῷ παρασχομένης (ὑπερέθετο γὰρ ὁ Σαούλ ἐπὶ τὸν ὄρθρον τὴν τοῦ διωκομένου σφαγὴν) ἐφίσταται τῇ σκηνῇ τοῦ πολεμίου, καὶ καταλαβὼν ἐπί τινος εὐνῆς λελυμένον τῷ ὕπνῳ, οὐ μόνον τὴν ἰδίαν ἐπέσχεν χεῖρα σπεύδουσαν ἴσως τῷ θυμῷ χαρίσασθαι, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν ἤδη κατὰ τοῦ Σαούλ πρὸς τὴν σφαγὴν ἐπικύψαντα (« Πατάξω » γὰρ, φησὶν, « καὶ οὐ δευτερώσω ») ἀπάγει τῆς ὁρμῆς τῇ μεγάλῃ ταύτῃ καὶ ἀοιδίμῳ φωνῇ, « Μὴ διαφθείρης, » εἰπὼν, τὸν πρὸς τὴν καθ᾽ ἡμῶν διαφθορὰν ἐπειγόμενον. Οὐ τοῦτο δὲ μόνον ἐστὶν τὸ θαυμαστὸν ἐν τῷ πράγματι, ὅτι ζωὴν χαρίζεται τῷ κατὰ τῆς ζωῆς αὐτοῦ ἅπαντα πράσσοντι, ἀλλ᾽ ὅτι πρὸς βασιλείαν χρισθεὶς ὁ Δαβιδ καὶ εἰδὼς, μὴ [ἂν] ἄλλως μετασχεῖν τοῦ ἀξιώματος, εἰ μὴ ἐκ ποδῶν γένοιτο ὁ Σαούλ· κρεῖττον ἔκρινεν διὰ τῆς μακροθυμίας κακοπαθεῖν ἐν ἰδιωτικῇ ταπεινότητι, ἢ θυμὸν κατὰ τοῦ λελυπηκότος ἐκπλήσας, ἐπιβῆναι τῆς βασιλείας. Διὰ τοῦτο συμπεριγράφει τῇ τῆς φιλανθρωπίας φωνῇ, τὸ, « "Ὅτε ἀπέστειλεν Σαούλ εἰς τὸν οἶκον Δαβίδ, τοῦ θανατῶσαι αὐτόν. » Οὐ γὰρ τότε ἐῤῥέθη, ὅτε ταῦτα ἐγένετο, ἀλλὰ προφέρει ὁ λόγος εἰς τὴν τοῦ θαύματος ἐπίτασιν, ὅτι ταῦτα εἶπεν, ὁ ἐκεῖνα παθών. Περιττὸν δὲ οἶμαι νῦν παρενθεῖναι τῷ λόγῳ πρὸς ἕτερα σπεύδοντι, τι τὸ ἐν τῇ ἱστορίᾳ ζητούμενον, πῶς εἰπόντος τοῦ λόγου, ὅτι ἐπάταξε Σαούλ τὸν Δαβὶδ τῇ λόγχῃ, ἐπάγει ἡ ἱστορία, ὅτι κατὰ τοίχου ἦλθε τὸ δόρυ, ὁ δὲ Δαβὶδ διεσώθη· καὶ ὅτι ἐπὶ τῆς κλίνης τοῦ Δαβὶδ αὐτὸς μὲν οὐχ εὑρίσκεται, ἀλλ᾽ ἀντ᾿ ἐκείνου κενοτάφια καὶ ἦπαρ αἰγῶν, ὅπερ τοῖς τότε εἰς ἀποτροπιασμὸν θανάτου, ἔκ τινος συνηθείας, τὸ τοιοῦτον ἐγίνετο, ὥστε τὸν ἄῤῥωστον ὑπεξάγεσθαι μὲν τῆς κλίνης, τὴν δὲ τοῖς τεθνηκόσιν ἐπιβαλλομένην στολὴν ἐπιτιθέναι τῷ κραββάτῳ, καὶ ἦπαρ αἰγῶν. Δῆλον γὰρ ἂν εἴη τοῖς φιλοπονωτέροις, ὅτι προφητεία τῆς κατὰ τὸν Κύριον οἰκονομίας ἐστὶν ἡ ἱστορία. Δαίμονες ἦσαν ἐν Σαοὺλ τῷ τυράννῳ· τούτους ἀπελαύνει ὁ εἰς βασιλείαν χρισθεὶς, τῷ τῆς κιθάρας ὀργάνῳ κατ᾿ αὐτῶν ἐνεργήσας τὴν πτόησιν· ὁ δὲ καταληφθεὶς ὑπὸ τῶν συνόντων αὐτῷ δαιμόνων, πατάσσει τῇ λόγχῃ τὸν διὰ τῆς κιθάρας τὴν κατὰ τῶν δαιμόνων ἰσχὺν ἐνδειξάμένον, ἀλλ᾽ ὁ τοῖχος δέχεται ἀντὶ τοῦ Δαβὶδ τὴν πληγήν· ὁ δὲ διασώζεται. Μετὰ ταῦτα ὁ ἐπιβουλευθεὶς παρὰ τοῦ Σαούλ ζητεῖται ἐπὶ τῆς κλίνης, καὶ ὁ μὲν οὐχ εὐρίσκεται· κενοτάφια δὲ ἀντ᾿ ἐκείνου ἡ κλίνη ἔχει, καὶ ἦπαρ αἰγῶν. Φανερὰ δὲ πάντως ἐστὶν ἡ διάνοια αἰνιγμάτων, καὶ τῆς ἱστορίας ἀκολουθία πρὸς τί βλέπει. Ὅτι μὲν διὰ τοῦ Δαβὶδ ὁ ἐκ τοῦ Δαβὶδ προμηνύεται, τὸν δὲ Χριστὸν ὁ χρισθεὶς διασημαίνει· καὶ ὅτι ἡ κιθάρα, τὸ ἀνθρώπινὸν ἐστιν ὄργανον· ἡ δὲ ἐκ ταύτης ᾠδὴ, ὁ διὰ τοῦ σαρκωθέντος φανερωθεὶς ἡμῖν λόγος, οὗ ἔργον ἐστὶν ἀφανίσαι τὴν ἐκ δαιμόνων παραφορὰν, ἵνα μηκέτι ὦσιν οἱ θεοὶ τῶν ἐθνῶν τὰ δαιμόνια. Ἀλλ᾿ ὁ βασιλεὺς ἐκεῖνος ὁ ἐν ἑαυτῷ τοὺς δαίμονας ἔχων, ὅτ᾽ ἂν ὑποχωρήσῃ τὰ πνεύματα τῇ ᾠδῇ, τοῦτο ὄργανον ἐπὶ τούτῳ ἁρμοσάμενον πατάσσει τῷ δόρατι (τὸ δὲ δόρυ, ξύλον ἐστὶ σιδήρῳ καθωπλισμένον), ἀλλὰ δέχεται ἀντ' ἐκείνου ὁ τοῖχος τὸ δόρυ. Τοἶχον δὲ νοοῦμεν, τὴν γηΐνὴν οἰκοδομὴν, δι' ἧς τὸ σῶμα καταμανθάνομεν, περὶ ὃ τὸ ξύλον βλέπομεν τοῦ σταυροῦ καὶ τὸν σίδηρον. Ὁ δὲ Δαβὶδ ἐκεῖνος ὁ χριστός τε καὶ βασιλεὺς, ἔξω τοῦ πάθους ἐστίν. Ἡ γὰρ θεότης ἐν τῷ σταυρῷ τε καὶ τοῖς ἤλοις οὐ γίνεται. Μελχόλ δὲ ἀκούσαντες, τὴν ἐκ τοῦ Σαούλ γινομένην, ᾗ Δαβὶδ ἐκοινώνησεν, οὐ ξενιζώμεθα, πρὸς τὸ ἀκόλουθον βλέποντες. Οἴδαμεν γὰρ ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ πατὴρ ἐγένετο τοῦ θανάτου ὁ τῆς κακίας βασιλεὺς, ὁ ἑαυτὸν τῆς ζωῆς στερήσας. Φθόνῳ γὰρ διαβόλου ὁ θάνατος εἰσῆλθεν· ἐβασίλευσε δὲ ὁ θάνατος ἀπὸ ᾿Ἀδὰμ καὶ ἕως τοῦ νόμου. Οὐ βούλεται μηκέτι βασιλεύειν ἐν ἡμῖν ὁ Ἀπόστολος ἐν τῷ θνητῷ ἡμῶν σώματι. Ὁ οὖν ὑπὲρ παντὸς τοῦ θανάτου γευσάμενος, ἐν τῷ οἴκῳ τῆς ὑπὸ τοῦ νοηθέντος ἡμῖν Σαούλ γίνεται, ὄνομα δὲ αὐτῇ Μελχόλ. Τοῦ δὲ ὀνόματος τούτου τὸ σημαινόμενον βασιλείας ἐστὶν, διὰ τὸ μέχρι τότε βασιλεύειν τὴν ἁμαρτίαν τῆς φύσεως. Ἐνταῦθα δὲ γενόμενος, αὐτὸς μὲν διὰ θυρίδος ἐξέρχεται. Σημαίνει δὲ ἡ θυρὶς, τὴν ἐπὶ τὸ φῶς πάλιν ἐπάνοδον τοῦ ἑαυτὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις δείξαντος. Τὰ δὲ κενοτάφια αὐτοῦ ἐπὶ τῆς κλίνης ὀρᾶται. Φησὶ γὰρ καὶ ὁ ἄγγελος τοῖς ἐν τῷ μνήματι ζητοῦσι τὸν Κύριον· « Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἡγέρθη. Ἴδε ὁ τόπος ἐν ᾧ ἔκειτο. » Τὸν τάφον, ἐν ᾧ ἐτάφη, ἴδον οἱ ζητοῦντες τὸν Κύριον, κενὸν τοῦ ζητουμένου σώματος. Μόνα δὲ ἦν ἐν αὐτῷ τὰ ἐντάφια. Οὐκοῦν νοοῦμεν, ὅτι τὴν ἀνάστασιν τοῦ Κυρίου σημαίνει τὴν ἐπὶ τοῦ τάφου τὰ ἐπὶ τῆς κλίνης τοῦ Δαβὶδ κενοτάφια, δι' ὧν γίνεται ὁ ἀληθινὸς τοῦ θανάτου ἡμῶν ἀποτροπιασμός. Τοῦ δὲ τρωθέντος τοίχου, ὃν ἀντὶ τοῦ σώματος ἐνοήσαμεν, αἷμα μὴ ἔχοντος, ὡς ἂν μὴ ἄρα λειφθείη τὸ καιριώτατον τῶν εἰς τὸ μυστήριον νοουμένων, δι' οὗ ἐλυτρώθημεν, τὸ αἷμα λέγω, τοῦτο ῥητοῖς κενοταφίοις εὑρίσκεται· μόνον γὰρ ἐν τοῖς σπλάγχνοις τὸ ἧπαρ αἵματός ἐστι πηγή τε καὶ ἐργαστήριον, οὗ χωρὶς ἀδύνατόν ἐστι συστῆναι τὴν φύσιν τοῦ αἵματος. Εἰ οὖν ἐκ τοῦ ἤπατος τὸ αἷμα, ἐν δὲ τοῖς κενοταφίοις τὸ ἦπαρ, οὐδὲ τὸ αἷμα λείπει τῷ γενομένῳ τῇ φύσει τῶν ἀνθρώπων ἀποτροπιασμῷ τοῦ θανάτου· τὸ δὲ γένος τοῦ ζώου τούτου, οὗ τὸ ἦπαρ ἐλήφθη, ταῖς ἱλεωτικαῖς ὑπὲρ τῶν ἁμαρτιῶν θυσίαις ἀποτεταγμένον ἐστίν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γένους καὶ εἰς τὸ πάσχα παραλαμβάνεται· καὶ ἀποπεμπτικὸν τῆς τοῦ λαοῦ ἁμαρτίας τὸ ζῶον τοῦτό φησι δεῖν ὁ Μωϋσῆς ποιεῖσθαι· ὅτε εἰς διπλῆν ἐνέργειαν μερίζεται. Καὶ δύο προτεθέντων χιμάρων ἐκ διακληρώσεως, τὸ μὲν ἀνατίθεται τῷ Θεῷ, τὸ δὲ τῇ ἁμαρτίᾳ ἐκπέμπεται ἐπὶ τὴν ἔρημον. Διὰ πάντα οὖν ταῦτα καὶ τὰ τοιαῦτα, τούτου τοῦ ζώου τὸ ἧπαρ εἰς τὴν τοῦ αἵματος ἔνδειξιν παρελήφθη, δι᾿ οὗ τῶν ἐπιθανατίως νενοσηκότων ὁ ἀποτροπιασμός τοῦ θανάτου ἐγένετο, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Κυρίου ἡμῶν, ἣν σημαίνει τὸ κενοτάφιον. Ἀλλὰ καιρὸς ἂν εἴη, καὶ τὸν ἐν τῇ ψαλμῳδίᾳ νοῦν διὰ βραχέων ἐπιδραμεῖν, ἔχοντα οὕτως· Μερίζει τὸν λόγον ἡ προφητεία. Ὁ μὲν γὰρ ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν γίνεται, ἐκ τοῦ κοινοῦ τῆς φύσεως προσαγομένης· ὁ δὲ πρὸς ἡμᾶς ἐκ τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. Τὰ μὲν οὖν ὑπὲρ ἡμῶν, ἐστὶ ταῦτα· « Ἐξελοῦ με, » λέγων, ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με. Καὶ ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων, οἱ ἐθήρευσαν τὴν ψυχήν μου, » καὶ ἐπέθεντο ἰσχυρῶς, οὐδὲν παρ᾿ ἡμῶν προπεπονθότες κακόν. Οὐ γὰρ ἥμαρτόν τι κατ᾿ ἐκείνων, οὐδέ ἐστιν ανομία τις παρ' ἡμῶν ἐπὶ βλάβῃ τῶν ἐχθρῶν ἐνεργηθεῖσα, ἐφ᾿ ᾗ καὶ παροξύνονται. ῎Ανευ ἀνομίας ἦν ἡμῖν ὁ πρῶτος δρόμος. Ἀλλ᾿ ἰδοὺ τὰ πάντα, φησὶν, οἷά ἐστι. Ἴδε καὶ πρόσχες τοῦ ἐπισκέψασθαι. Καὶ μὴ ἀναβάλῃ διὰ φιλανθρωπίας κατὰ τῶν πεπλημμεληκότων ἐκδίκησιν. « Μὴ οἰκτειρήσῃς,» γὰρ, φησὶν, « πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. » Εἶτα μετάγει τὸν λόγον ἐπὶ τὸ ὑπερκείμενον πρόσωπον, καί φησιν ὡς ἐκ προσώπου τοῦ τῆς εὐχῆς ἐπακούσαντος, ὅτι οὗτοι οἱ ἐχθροὶ εἰς τὴν ἑσπέραν ἑαυτῶν ἐπιστρέψουσιν. Ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ἢ ὅτι εἰς τὸ ἐξώτερον σκότος συνελασθήσονται. Ἡ γὰρ ἑσπέρα σκότους γίνεται ἀρχή τε καὶ μήτηρ. «Καὶ λιμώξουσιν ὡς κύων. Οἷς γὰρ οὐκ ἔστι σωτηρίας ἐφόδιον, ἐξ ἀνάγκης ἡ ἐκ τοῦ λιμοῦ τῶν ἀγαθῶν ἐπακολουθήσει ταλαιπωρία. Οὔτως ἐλίμωξεν ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τῆς θείας δρόσου ἔρημος ὧν· καὶ διὰ τὸ ἀπαράσκευον τοῦ τοιούτου εἶναι, τῇ φλογί κατεφλέγετο. Ἀλλὰ καὶ « Κυκλώσουσι πόλιν, φησίν. Ὅπερ τοιοῦτόν μοί τινα νοῦν ὑποσημαίνειν δοκεῖ. Ἐπειδὴ πᾶν τὸ ἀχρεῖόν τε καὶ ἀπόβλητον, ὡς πρὸς τὴν τῶν ζώντων χρῆσιν, ἔξω ῥίπτεται τῆς πόλεως, εἴτε νεκρὸν καὶ διεφθορὸς, εἴτε δυσώδης τις κόπρος· περὶ ὁ ὑπὸ τῆς τοῦ λιμοῦ ἀνάγκης οἱ κύνες ἐξευρίσκονται, τῷ ῥύπῳ τῷ ἐκ τῆς πόλεως ἐκβαλλομένῳ ἐμβιοτεύοντες· διὰ τούτου τῶν ἐν ἀρετῇ καὶ κακίᾳ ζώντων τὴν διαφορὰν διδάσκων ὁ λόγος, ἐν τῷ τῆς πόλεως διασημαίνει αἰνίγματι· πόλιν λέγων, τὴν ὑπὸ τῆς ἀρετῆς συνῳκισμένην εὐπρεπῆ τε καὶ εὐδιάθετον πολιτείαν· τὰ δὲ ἔξω τῆς πόλεως, τὴν ἐκ τοῦ ἐναντίου παραθεωρουμένην κακίαν δηλοῖ, ἐν ᾗ πᾶσα ἡ τοῦ ἀστειοτέρου βίου ἀποβολή τίς ἐστιν δυσώδης ἁμαρτία, ἢ ἔκ τε τῆς σήψεως τῶν σωμάτων, καὶ ἐκ τῆς ῥυπαρᾶς κόπρου συνισταμένη εὑρίσκεται. Οὐκοῦν τῆς μὲν πόλεως οἰκήτωρ ἐστὶν, τὸ μέγα καὶ τίμιον χρῆμα, ὁ ὄντως ἄνθρωπος, καὶ τὸν ἐξ ἀρχῆς ἐπιβληθέντα χαρακτῆρα τῇ φύσει διὰ τοῦ βίου μεμορφωμένον ἔχων. Ὁ δὲ περὶ τὰ ἔξω τῆς πόλεως ἀναστρεφόμενος, κύων ἐστὶν, καὶ οὐκ ἄνθρωπος, ὥστε φανερὸν εἶναι παντὶ, πῶς χρὴ διακρίνειν τοὺς κύνας ἀπὸ τῶν κατὰ φύσιν ἀνθρώπων, οὐκ ἐκ τοῦ σχήματος λέγω τῆς τοῦ σώματος διαπλάσεως, ἀλλ' ἐκ τῆς κατὰ τὸν βίον διαφορᾶς. Ὁ γὰρ τῆς ἐναρέτου πόλεως ἔνοικος, ἀληθῶς ἐστιν ἄνθρωπος· εἰ δὲ τις περὶ τὴν δυσώδη ἀκολασίαν, ἢ τὴν περιττωματικὴν πλεονεξίαν, ἣν κυρίως ἄν τις ὀνομάσειε κόπρον, ἢ περὶ τὰ ἄλλα τῆς κακίας εἴδη τὴν σπουδὴν ἔχοι, ἔξω τοῦ κύκλου τῆς πόλεως ἐκείνης πλανώμενός τε καὶ περιέρπων, βοᾷ καθ' ἑαυτοῦ τὸ κύων εἶναι, μεταπλασθείσης ἀπὸ τῆς εἰς τὸν Θεὸν ὁμοιότητος, ἐπὶ τὸ κυνῶδες τῆς φύσεως. Νοεῖς δὲ πάντως διὰ τῶν κυνῶν τὸν ἀρχέγονον κύνα, τὸν σαρκοβόρον τε καὶ ἀνθρωποκτόνον, καθώς φησιν ἡ Γραφή. Καὶ τὰ ἐφεξῆς τοῦ ψαλμοῦ διαγράφει τὴν κυνώδη ζωήν. Ἀντὶ γὰρ τῆς ὑλακῆς φθόγγον τινὰ διὰ στόματος αὐτῶν γενέσθαι λέγει, καὶ ἀντὶ τῶν κυνοδόντων ρομφαίαν τοῖς χείλεσιν ὑποκεκρύφθαι φησὶν, οὕτω λέγων τοῖς ῥήμασιν· « Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. › Ἀλλὰ τὰ φοβερὰ ταῦτα τοῖς τὸν Θεὸν ἐν ἑαυτοῖς ἔχουσι γέλως ἐστίν. « Σὺ » γὰρ, φησὶν, « Κύριος, ἐκγελάσῃ αὐτούς· ἐγὼ δὲ τὸ κράτος μου πρὸς σὲ φυλάξω. » Καὶ μετ᾿ ὀλίγα προμηνύει τὴν ὁρισθεῖσαν ὑπὸ τοῦ Θεοῦ ἐπὶ τοῦ ἰδίου πλάσματος οἰκονομίαν. Φησὶ γάρ· Μὴ ἀποκτείνῃς αὐτοὺς, ἀλλὰ κατάγαγε αὐτοὺς ἀπὸ τοῦ ὕψους τῆς κακίας εἰς τὸ ἐπίπεδόν τε καὶ ὁμαλὸν τῆς κατὰ Θεὸν πολιτείας. Ὅπερ δὴ καὶ Παῦλος ὁ μέγας, καὶ ὁ Βαπτιστὴς Ἰωάννης ἐποίησεν. Ἐν Παύλῳ μὲν, καθαιρουμένου παντὸς ὑψώματος, τοῦ κατὰ τῆς θείας γνώσεως ἐπαιρομένου· ὑπὸ δὲ Ἰωάννου, κατὰ τὴν προφητείαν Ἡσαΐου, παντὸς ὄρους, καὶ βουνοῦ πρὸς τὸ ταπεινὸν κατασπωμένου. Δι' ὧν μανθάνομεν, ὅτι τῶν μὲν ἀνθρώπων ἀφανισμὸς οὐκ ἔσται, ἵνα μὴ τὸ θεῖον ἔργον ἀχρειωθῇ τῷ ἀνυπάρκτῳ ἀφανιζόμενον. Ἀλλ᾿ ἀντ᾿ αὐτῶν ἀπολεῖται ἡ ἁμαρτία, καὶ εἰς τὸ μὴ ὂν περιστήσεται. « Ἁμαρτία » γὰρ, φησὶν, « στόματος αὐτῶν καὶ λόγος χειλέων αὐτῶν. › Καὶ ὑπερηφανία, καὶ ἀρὰ, καὶ

All' oude houtos oros tēs eis to hypsos anabaseōs tois di᾿ aretēs prokoptousi ginetai. Ho gar meta touton tę̄ akolouthią tēs taxeōs, hyper touton kai tę̄ megalophyïą tēs theōrias heurisketai. Palin de hē epigraphē anakēryssousa ton stephanitēn; palin ep᾿ autōn stēlē to hyper anthrōpon einai tēn toiautēn nikēn martyretai. « Eis to telos » gar, phēsi, « mē diaphtheirę̄s. » Eirētai pollakis, hoti nikē esti tou telous to sēmainomenon, kai ouden chrē palin ephermēneuein tǭ logǭ to egnōsmenon. To de, « Mē diaphtheirę̄s, » hē philanthrōpos hautē phōnē, kai pasan makrothymias hyperbolēn pariousa, meizonos epibebēken en tǭ topǭ toutǭ tēs dianoias. Tis gar ouk oiden, hoti procheiros men eis eupoiian esti kai tōn epitychontōn hekastos epi tōn mēdemian proendeixamenōn kakian; pollakis de kai mikras tinos lypēs prosgegenēmenēs, ho men megalopsychoteros, ēnenke tēn epi tois mikrois aēdian, kai en tǭ kairǭ tēs eupoiias ouk apetrapē touto poiēsai kalōs, ton epi metriois lypēsanta; ho de mikrophyēs tēn dianoian, kan brachy ti to paroxynon tychę̄, pasan epaphiēsin autǭ tēn amyntikēn dynamin, kairou tinos eis kakopoiian labomenos. Oukoun ouk ison to thauma, kan homoion to euergetēma tychę̄, epi te tou mēden propeponthotos kakon, kai epi tou eupoiiais ameipsamenou ton prolypēsanta. Toutou charin, hōs an malista to aparatheton te kai azēlōton epideichtheiē tēs tou Dabid makrothymias, hētis autēn, mikrou dein, mimeitai tēs theias physeōs tēn apatheian, paratithēsi tēn ponēran ekeinēn tou Saoul manian. Eirētai gar, phēsin, tǭ Dabid hē tou « Mē diaphtheirę̄s» phōnē, hēn tę̄ mnēmę̄ tōn epigenomenōn enstēliteuę̄, ouch hote philikōs pros auton eichen ho tyrannos, all᾽ ēdē gegenēmenōn ekeinōn, hote apesteilen Saoul eis ton oikon autou tou thanatōsai auton. Pantōs de ouk agnoeis, ho philomathēs, to meros tēs historias, to hypo tēs epigraphēs sēmainomenon pōs epeidē katestē tǭ Saoul hē ek tou daimoniou pneumatos ptoēsis, tou hagiou Dabid dia tou psaltēriou tēn ek tou pathous tarachēn kateunasantos, parestōsan heautǭ tēn lonchēn heurōn ho Saoul tǭ euergetę̄ heautou epaphiēsin, euthynas kat' autou tēn aichmēn; tou de kata theian symmachian tēs bolēs heauton hypekstēsantos, tǭ toichǭ dia bathous empēgnytai hē tēs aichmēs prosbolē. Exedramen de tōn basileiōn en tǭ idiǭ oikǭ, metablēthēsesthai tou basileōs ton thymon dia metanoias elpisas. Tou de Saoul doryphorous en kyklǭ tę̄ oikią tou Dabid peristēsantos, kai dēmiois ton kat᾿ autou phonon enteilamenos, molis dia thyridos tinos katabalōn heauton eis to hypaithron dialathōn tēn phrouran, exō tōn kindynōn katestē; kai metanastas allote allon epērcheto topon, hypo amēchanias tois hēthasin anthrōpois epiplanōmenos. Kai houtōs de katelēphthē hypo tou Saoul panstratią kyklōsantos ton geōlophon, en hǭ meta tōn peri auton ho Dabid prospheugei, kai nyktos anabolēn pros ton thanaton autǭ paraschomenēs (hyperetheto gar ho Saoul epi ton orthron tēn tou diōkomenou sphagēn) ephistatai tę̄ skēnę̄ tou polemiou, kai katalabōn epi tinos eunēs lelymenon tǭ hypnǭ, ou monon tēn idian epeschen cheira speudousan isōs tǭ thymǭ charisasthai, alla kai ton hypaspistēn ēdē kata tou Saoul pros tēn sphagēn epikypsanta (« Pataxō » gar, phēsin, « kai ou deuterōsō ») apagei tēs hormēs tę̄ megalę̄ tautę̄ kai aoidimǭ phōnę̄, « Mē diaphtheirēs, » eipōn, ton pros tēn kath᾽ hēmōn diaphthoran epeigomenon. Ou touto de monon estin to thaumaston en tǭ pragmati, hoti zōēn charizetai tǭ kata tēs zōēs autou hapanta prassonti, all᾽ hoti pros basileian christheis ho Dabid kai eidōs, mē [an] allōs metaschein tou axiōmatos, ei mē ek podōn genoito ho Saoul; kreitton ekrinen dia tēs makrothymias kakopathein en idiōtikę̄ tapeinotēti, ē thymon kata tou lelypēkotos ekplēsas, epibēnai tēs basileias. Dia touto symperigraphei tę̄ tēs philanthrōpias phōnę̄, to, « "Hote apesteilen Saoul eis ton oikon Dabid, tou thanatōsai auton. » Ou gar tote errhethē, hote tauta egeneto, alla propherei ho logos eis tēn tou thaumatos epitasin, hoti tauta eipen, ho ekeina pathōn. Peritton de oimai nyn parentheinai tǭ logǭ pros hetera speudonti, ti to en tę̄ historią zētoumenon, pōs eipontos tou logou, hoti epataxe Saoul ton Dabid tę̄ lonchę̄, epagei hē historia, hoti kata toichou ēlthe to dory, ho de Dabid diesōthē; kai hoti epi tēs klinēs tou Dabid autos men ouch heurisketai, all᾽ ant᾿ ekeinou kenotaphia kai ēpar aigōn, hoper tois tote eis apotropiasmon thanatou, ek tinos synētheias, to toiouton egineto, hōste ton arrhōston hypexagesthai men tēs klinēs, tēn de tois tethnēkosin epiballomenēn stolēn epitithenai tǭ krabbatǭ, kai ēpar aigōn. Dēlon gar an eiē tois philoponōterois, hoti prophēteia tēs kata ton Kyrion oikonomias estin hē historia. Daimones ēsan en Saoul tǭ tyrannǭ; toutous apelaunei ho eis basileian christheis, tǭ tēs kitharas organǭ kat᾿ autōn energēsas tēn ptoēsin; ho de katalēphtheis hypo tōn synontōn autǭ daimonōn, patassei tę̄ lonchę̄ ton dia tēs kitharas tēn kata tōn daimonōn ischyn endeixamenon, all᾽ ho toichos dechetai anti tou Dabid tēn plēgēn; ho de diasōzetai. Meta tauta ho epibouleutheis para tou Saoul zēteitai epi tēs klinēs, kai ho men ouch eurisketai; kenotaphia de ant᾿ ekeinou hē klinē echei, kai ēpar aigōn. Phanera de pantōs estin hē dianoia ainigmatōn, kai tēs historias akolouthia pros ti blepei. Hoti men dia tou Dabid ho ek tou Dabid promēnyetai, ton de Christon ho christheis diasēmainei; kai hoti hē kithara, to anthrōpinon estin organon; hē de ek tautēs ǭdē, ho dia tou sarkōthentos phanerōtheis hēmin logos, hou ergon estin aphanisai tēn ek daimonōn paraphoran, hina mēketi ōsin hoi theoi tōn ethnōn ta daimonia. All᾿ ho basileus ekeinos ho en heautǭ tous daimonas echōn, hot᾽ an hypochōrēsę̄ ta pneumata tę̄ ǭdę̄, touto organon epi toutǭ harmosamenon patassei tǭ dorati (to de dory, xylon esti sidērǭ kathōplismenon), alla dechetai ant' ekeinou ho toichos to dory. Toichon de nooumen, tēn gēïnēn oikodomēn, di' hēs to sōma katamanthanomen, peri ho to xylon blepomen tou staurou kai ton sidēron. Ho de Dabid ekeinos ho christos te kai basileus, exō tou pathous estin. Hē gar theotēs en tǭ staurǭ te kai tois ēlois ou ginetai. Melchol de akousantes, tēn ek tou Saoul ginomenēn, hę̄ Dabid ekoinōnēsen, ou xenizōmetha, pros to akolouthon blepontes. Oidamen gar hoti ho Theos thanaton ouk epoiēsen, alla patēr egeneto tou thanatou ho tēs kakias basileus, ho heauton tēs zōēs sterēsas. Phthonǭ gar diabolou ho thanatos eisēlthen; ebasileuse de ho thanatos apo ᾿Adam kai heōs tou nomou. Ou bouletai mēketi basileuein en hēmin ho Apostolos en tǭ thnētǭ hēmōn sōmati. Ho oun hyper pantos tou thanatou geusamenos, en tǭ oikǭ tēs hypo tou noēthentos hēmin Saoul ginetai, onoma de autę̄ Melchol. Tou de onomatos toutou to sēmainomenon basileias estin, dia to mechri tote basileuein tēn hamartian tēs physeōs. Entautha de genomenos, autos men dia thyridos exerchetai. Sēmainei de hē thyris, tēn epi to phōs palin epanodon tou heauton tois en skotei kai skią thanatou kathēmenois deixantos. Ta de kenotaphia autou epi tēs klinēs oratai. Phēsi gar kai ho angelos tois en tǭ mnēmati zētousi ton Kyrion; « Ti zēteite ton zōnta meta tōn nekrōn? ouk estin hōde, hēgerthē. Ide ho topos en hǭ ekeito. » Ton taphon, en hǭ etaphē, idon hoi zētountes ton Kyrion, kenon tou zētoumenou sōmatos. Mona de ēn en autǭ ta entaphia. Oukoun nooumen, hoti tēn anastasin tou Kyriou sēmainei tēn epi tou taphou ta epi tēs klinēs tou Dabid kenotaphia, di' hōn ginetai ho alēthinos tou thanatou hēmōn apotropiasmos. Tou de trōthentos toichou, hon anti tou sōmatos enoēsamen, haima mē echontos, hōs an mē ara leiphtheiē to kairiōtaton tōn eis to mystērion nooumenōn, di' hou elytrōthēmen, to haima legō, touto rhētois kenotaphiois heurisketai; monon gar en tois splanchnois to hēpar haimatos esti pēgē te kai ergastērion, hou chōris adynaton esti systēnai tēn physin tou haimatos. Ei oun ek tou ēpatos to haima, en de tois kenotaphiois to ēpar, oude to haima leipei tǭ genomenǭ tę̄ physei tōn anthrōpōn apotropiasmǭ tou thanatou; to de genos tou zōou toutou, hou to ēpar elēphthē, tais hileōtikais hyper tōn hamartiōn thysiais apotetagmenon estin. Ou monon de touto, alla kai ek tou autou genous kai eis to pascha paralambanetai; kai apopemptikon tēs tou laou hamartias to zōon touto phēsi dein ho Mōÿsēs poieisthai; hote eis diplēn energeian merizetai. Kai dyo protethentōn chimarōn ek diaklērōseōs, to men anatithetai tǭ Theǭ, to de tę̄ hamartią ekpempetai epi tēn erēmon. Dia panta oun tauta kai ta toiauta, toutou tou zōou to hēpar eis tēn tou haimatos endeixin parelēphthē, di᾿ hou tōn epithanatiōs nenosēkotōn ho apotropiasmos tou thanatou egeneto, dia tēs ek nekrōn anastaseōs tou Kyriou hēmōn, hēn sēmainei to kenotaphion. Alla kairos an eiē, kai ton en tę̄ psalmǭdią noun dia bracheōn epidramein, echonta houtōs; Merizei ton logon hē prophēteia. Ho men gar hyper hēmōn pros ton Theon ginetai, ek tou koinou tēs physeōs prosagomenēs; ho de pros hēmas ek tou hyper hēmōn anadexamenou to pathos. Ta men oun hyper hēmōn, esti tauta; « Exelou me, » legōn, ek tōn echthrōn mou, ho Theos, kai ek tōn epanistamenōn ep᾿ eme lytrōsai me. Kai ek tōn ergazomenōn tēn anomian, kai ex andrōn haimatōn, hoi ethēreusan tēn psychēn mou, » kai epethento ischyrōs, ouden par᾿ hēmōn propeponthotes kakon. Ou gar hēmarton ti kat᾿ ekeinōn, oude estin anomia tis par' hēmōn epi blabę̄ tōn echthrōn energētheisa, eph᾿ hę̄ kai paroxynontai. ᾿Aneu anomias ēn hēmin ho prōtos dromos. All᾿ idou ta panta, phēsin, hoia esti. Ide kai prosches tou episkepsasthai. Kai mē anabalę̄ dia philanthrōpias kata tōn peplēmmelēkotōn ekdikēsin. « Mē oikteirēsę̄s,» gar, phēsin, « pantas tous ergazomenous tēn anomian. » Eita metagei ton logon epi to hyperkeimenon prosōpon, kai phēsin hōs ek prosōpou tou tēs euchēs epakousantos, hoti houtoi hoi echthroi eis tēn hesperan heautōn epistrepsousin. Hoper ouden allo estin, ē hoti eis to exōteron skotos synelasthēsontai. Hē gar hespera skotous ginetai archē te kai mētēr. «Kai limōxousin hōs kyōn. Hois gar ouk esti sōtērias ephodion, ex anankēs hē ek tou limou tōn agathōn epakolouthēsei talaipōria. Outōs elimōxen en tǭ hądę̄ ho plousios, tēs theias drosou erēmos hōn; kai dia to aparaskeuon tou toioutou einai, tę̄ phlogi katephlegeto. Alla kai « Kyklōsousi polin, phēsin. Hoper toiouton moi tina noun hyposēmainein dokei. Epeidē pan to achreion te kai apoblēton, hōs pros tēn tōn zōntōn chrēsin, exō rhiptetai tēs poleōs, eite nekron kai diephthoros, eite dysōdēs tis kopros; peri ho hypo tēs tou limou anankēs hoi kynes exeuriskontai, tǭ rhypǭ tǭ ek tēs poleōs ekballomenǭ embioteuontes; dia toutou tōn en aretę̄ kai kakią zōntōn tēn diaphoran didaskōn ho logos, en tǭ tēs poleōs diasēmainei ainigmati; polin legōn, tēn hypo tēs aretēs synǭkismenēn euprepē te kai eudiatheton politeian; ta de exō tēs poleōs, tēn ek tou enantiou paratheōroumenēn kakian dēloi, en hę̄ pasa hē tou asteioterou biou apobolē tis estin dysōdēs hamartia, ē ek te tēs sēpseōs tōn sōmatōn, kai ek tēs rhyparas koprou synistamenē heurisketai. Oukoun tēs men poleōs oikētōr estin, to mega kai timion chrēma, ho ontōs anthrōpos, kai ton ex archēs epiblēthenta charaktēra tę̄ physei dia tou biou memorphōmenon echōn. Ho de peri ta exō tēs poleōs anastrephomenos, kyōn estin, kai ouk anthrōpos, hōste phaneron einai panti, pōs chrē diakrinein tous kynas apo tōn kata physin anthrōpōn, ouk ek tou schēmatos legō tēs tou sōmatos diaplaseōs, all' ek tēs kata ton bion diaphoras. Ho gar tēs enaretou poleōs enoikos, alēthōs estin anthrōpos; ei de tis peri tēn dysōdē akolasian, ē tēn perittōmatikēn pleonexian, hēn kyriōs an tis onomaseie kopron, ē peri ta alla tēs kakias eidē tēn spoudēn echoi, exō tou kyklou tēs poleōs ekeinēs planōmenos te kai perierpōn, boą kath' heautou to kyōn einai, metaplastheisēs apo tēs eis ton Theon homoiotētos, epi to kynōdes tēs physeōs. Noeis de pantōs dia tōn kynōn ton archegonon kyna, ton sarkoboron te kai anthrōpoktonon, kathōs phēsin hē Graphē. Kai ta ephexēs tou psalmou diagraphei tēn kynōdē zōēn. Anti gar tēs hylakēs phthongon tina dia stomatos autōn genesthai legei, kai anti tōn kynodontōn romphaian tois cheilesin hypokekryphthai phēsin, houtō legōn tois rhēmasin; « Idou apophthenxontai en tǭ stomati autōn, kai rhomphaia en tois cheilesin autōn. › Alla ta phobera tauta tois ton Theon en heautois echousi gelōs estin. « Sy » gar, phēsin, « Kyrios, ekgelasę̄ autous; egō de to kratos mou pros se phylaxō. » Kai met᾿ oliga promēnyei tēn horistheisan hypo tou Theou epi tou idiou plasmatos oikonomian. Phēsi gar; Mē apokteinę̄s autous, alla katagage autous apo tou hypsous tēs kakias eis to epipedon te kai homalon tēs kata Theon politeias. Hoper dē kai Paulos ho megas, kai ho Baptistēs Iōannēs epoiēsen. En Paulǭ men, kathairoumenou pantos hypsōmatos, tou kata tēs theias gnōseōs epairomenou; hypo de Iōannou, kata tēn prophēteian Hēsaïou, pantos orous, kai bounou pros to tapeinon kataspōmenou. Di' hōn manthanomen, hoti tōn men anthrōpōn aphanismos ouk estai, hina mē to theion ergon achreiōthę̄ tǭ anyparktǭ aphanizomenon. All᾿ ant᾿ autōn apoleitai hē hamartia, kai eis to mē on peristēsetai. « Hamartia » gar, phēsin, « stomatos autōn kai logos cheileōn autōn. › Kai hyperēphania, kai ara, kai

But not even this becomes the limit of the ascent to the height for those who progress through virtue. For the psalm that follows it in the sequence of the order is found above it also in the grandeur of its contemplation. Again the inscription proclaims the crowned victor; again the pillar over them testifies that such a victory is beyond man. For it says: “To the end, do not destroy.” It has often been said that victory is what “the end” signifies, and there is no need to explain again in discourse what is known. But “Do not destroy”—this saying full of love for mankind, surpassing every excess of long-suffering—has reached a greater meaning in this place. For who does not know that anyone at all is ready to do good to those who have shown no wickedness beforehand; and often, when some small grief has occurred, the more magnanimous man bears the unpleasantness over small things and, when the time comes to do good, is not turned from doing good to one who has grieved him in moderate matters; while the small-minded man, even if what provokes him is slight, lets loose upon him all his power of retaliation, seizing some opportunity for doing harm? So the wonder is not equal, even if the benefit happens to be the same, in one who has suffered no evil beforehand and in one who repays with kindnesses the man who first grieved him. For this reason, so that the incomparable and unrivalled long-suffering of David might be shown as fully as possible—a long-suffering which very nearly imitates the impassibility of the divine nature itself—the inscription sets beside it that wicked madness of Saul. For it says that the saying “Do not destroy”, which is engraved for the memory of later generations, was spoken by David not when the tyrant was friendly toward him, but after those things had already happened, “when Saul sent to his house to kill him”. You surely know, lover of learning, the part of the history signified by the inscription: how, when Saul's terror from the demonic spirit had been calmed, the holy David having soothed with the psaltery the turmoil caused by the affliction, Saul found his spear lying beside him and hurled it at his benefactor, aiming its point at him; and when David by divine help moved out of the way of the throw, the force of the point stuck deep in the wall. David ran out of the palace to his own house, hoping that the king's anger would be changed by repentance. But when Saul set bodyguards around David's house and ordered executioners to murder him, he barely escaped by letting himself down through a window into the open, slipping past the guard, and so got out of danger; and moving away, he went now to one place, now to another, wandering for want of resources among people he knew. And so he was caught by Saul, who had surrounded with his whole army the hillock where David took refuge with those around him; and when night gave him a postponement of death (for Saul had put off the slaughter of the one he pursued until dawn), he came upon the tent of his enemy, and finding him on a couch, slack with sleep, he not only restrained his own hand, which was perhaps eager to gratify his anger, but also drew back from his impulse the shield-bearer who was already stooping over Saul to slaughter him (“I will strike,” he says, “and not repeat it”), with that great and famous saying, “Do not destroy”, speaking of the man who was hastening to destroy us. Nor is this the only marvellous thing in the affair, that he grants life to the man who did everything against his life; but that David, anointed to kingship and knowing that he could not share in the dignity unless Saul were out of the way, judged it better to suffer hardship through long-suffering in private lowliness than to satisfy his anger against the one who had grieved him and ascend the throne. For this reason the inscription includes, along with the saying of love for mankind, the words “when Saul sent to the house of David to kill him.” For it was not said at the time when these things happened; but the text brings it forward to heighten the wonder, because he who had suffered those things said these words. I think it superfluous now, since the discourse is hastening to other matters, to insert what is asked about in the history: how, when the text has said that Saul struck David with the spear, the history adds that the spear went into the wall and David was saved; and that on David's bed he himself is not found, but in his place a cenotaph and a goats' liver—a thing which, among the people of that time, was done from a certain custom to avert death: the sick man was secretly taken out of the bed, and the garment laid upon the dead was placed on the pallet, together with a goats' liver. For it would be plain to the more diligent that the history is a prophecy of the Lord's dispensation. Demons were in Saul the tyrant; he who was anointed to kingship drives them away, working terror against them with the instrument of the lyre. But the man seized by the demons with him strikes with the spear the one who showed his power against the demons through the lyre; yet the wall receives the blow instead of David, and he is saved. After this, the one plotted against by Saul is sought on the bed, and he is not found; but the bed has a cenotaph in his place, and a goats' liver. The meaning of the riddles is surely plain, and so is what the sequence of the history looks to: that through David is foretold the one who is from David, and the anointed one signifies Christ; and that the lyre is the human instrument, and the ode from it is the Word made manifest to us through the one who became flesh, whose work is to abolish the derangement caused by demons, so that the demons may no longer be the gods of the nations. But that king who had the demons in himself, when the spirits withdraw before the ode, strikes with the spear this instrument fitted for this purpose (and the spear is wood armed with iron); but instead of him the wall receives the spear. By the wall we understand the earthly building, through which we perceive the body, about which we see the wood of the cross and the iron. But that David, the anointed one and king, is outside the suffering; for the Godhead does not come to be in the cross and the nails. And when we hear of Michal, the daughter of Saul, with whom David shared his life, we are not surprised, looking to the sequence. For we know that God did not make death, but that the king of evil, who deprived himself of life, became the father of death. For through the envy of the devil death entered; and death reigned from Adam until the law—death, which the Apostle wishes no longer to reign in us, in our mortal body. He, then, who tasted death for everyone comes to be in the house of her who is from the Saul we have understood, and her name is Michal. The meaning of this name is “of kingship”, because until then sin reigned over our nature. Having come to be here, he himself goes out through a window. The window signifies the return again to the light of him who showed himself to those who sat in darkness and the shadow of death. And his cenotaph is seen on the bed. For the angel too says to those who sought the Lord in the tomb: “Why do you seek the living among the dead? He is not here; he has been raised. See the place where he lay.” Those who sought the Lord saw the tomb in which he was buried empty of the body they sought; only the grave-clothes were in it. So we understand that the cenotaph on David's bed signifies the Lord's resurrection from the tomb, through which comes the true averting of our death. And since the wall that was struck, which we have understood in place of the body, had no blood, so that the most vital of the things understood in the mystery—I mean the blood, by which we were redeemed—might not be left out, this is found in the cenotaph objects. For among the inward parts the liver alone is the spring and workshop of blood, without which the nature of blood cannot come into being. If, then, blood comes from the liver, and the liver is among the cenotaph objects, neither is blood lacking to the averting of death that came about for human nature. And the kind of animal from which the liver was taken is assigned to the propitiatory sacrifices for sins. Not only this, but from the same kind it is also taken for the Passover; and Moses says that this animal must be made the one that sends away the sin of the people, when it is divided for a double function: two goats being set forth by lot, one is dedicated to God, the other is sent out into the desert for sin. For all these and such reasons the liver of this animal was taken to indicate the blood, through which came the averting of death for those sick unto death, through the resurrection of our Lord from the dead, which the cenotaph signifies. But it would be time to run briefly over the sense in the psalmody too, which is this. The prophecy divides its discourse. One part is addressed to God on our behalf, as our common nature is brought before him; the other is addressed to us from him who took up the suffering on our behalf. What is said on our behalf is this: “Rescue me from my enemies, O God, and redeem me from those who rise up against me; and from those who work lawlessness, and from men of blood, who hunted my soul”, and set upon me mightily, though they had suffered no evil from us. For I did not sin in any way against them, nor was any lawlessness worked by us to harm the enemies, at which they are provoked. Without lawlessness was our first course. But behold, he says, all things, what they are; see and attend to visit. And do not, through love for mankind, put off vengeance against those who have done wrong. “For do not have pity,” he says, “on all who work lawlessness.” Then he moves the discourse to the higher person, and says, as in the person of him who heard the prayer, that these enemies will return to their evening. This means nothing other than that they will be driven together into the outer darkness; for evening becomes the beginning and mother of darkness. “And they will hunger like a dog.” For those who have no provision for salvation, the misery that comes from hunger for good things will of necessity follow. So the rich man hungered in Hades, being empty of the divine dew; and because he was unprepared for such a state, he was burned in the flame. But “They will go around the city,” he says. This seems to me to hint at some such sense. Since everything useless and rejected, as far as the use of the living is concerned, is thrown outside the city—whether a dead and decaying thing or some foul-smelling dung—around which dogs are found under compulsion of hunger, living on the filth thrown out of the city, the text, teaching through this the difference between those who live in virtue and in evil, signifies it in the riddle of the city. By the city it means the comely and well-ordered way of life peopled by virtue; and what is outside the city shows the evil seen as its opposite, in which every casting off of the finer life is a foul-smelling sin, which is found to consist of the rotting of bodies and of filthy dung. So the inhabitant of the city is the great and precious thing, the true man, who has the stamp laid on nature from the beginning formed in him through his life. But he who spends his time around what is outside the city is a dog and not a man; so that it is plain to all how dogs must be distinguished from men according to nature—not, I mean, by the shape of the body's form, but by the difference in life. For the inhabitant of the virtuous city is truly a man; but if someone is busy with foul-smelling licentiousness, or with excremental greed, which one might properly call dung, or with the other kinds of evil, wandering and creeping about outside the circuit of that city, he cries out against himself that he is a dog, his nature having been reshaped from likeness to God into the doglike. You surely understand by the dogs the original dog, the flesh-eating murderer, as Scripture says. And what follows in the psalm describes the doglike life. For instead of barking he says that some sound comes through their mouth, and instead of canine teeth he says that a sword is hidden in their lips, speaking in these words: “Behold, they will utter with their mouth, and a sword is in their lips.” But these fearsome things are laughter to those who have God in themselves. “For you, Lord,” he says, “will laugh them to scorn; but I will guard my strength toward you.” And after a little he foretells the dispensation determined by God for his own creature. For he says: Do not kill them, but bring them down from the height of evil to the level and even ground of the life according to God. This is what both the great Paul and John the Baptist did: in Paul, every height raised against the knowledge of God was being pulled down; and by John, according to the prophecy of Isaiah, every mountain and hill was being brought down low. Through these we learn that there will be no destruction of men, lest the divine work be made useless by being destroyed into non-existence; but instead of them sin will perish and be turned into what is not. “For the sin,” he says, “of their mouth, and the word of their lips.” And pride, and cursing, and …

Ps 59:1–4 (58:2-Ps LXX) (quotation, high confidence) · 1 Sam 16:23 (allusion, high confidence) · 1 Sam 19:9–17 (allusion, high confidence) · 1 Sam 26:7–12 (allusion, high confidence) · 1 Sam 26:8 (quotation, high confidence) · 1 Sam 26:9 (quotation, high confidence) · Ps 96:5 (95:5 LXX) (allusion, high confidence) · Rom 5:14 (quotation, high confidence) · Rom 6:12 (allusion, high confidence) · Heb 2:9 (allusion, high confidence) · Luke 1:79 (allusion, high confidence) · Luke 24:5–6 (quotation, high confidence) · Mark 16:6 (allusion, medium confidence) · John 20:5–7 (allusion, medium confidence) · Lev 16:7–10 (allusion, high confidence) · Exod 12:5 (allusion, high confidence) · Ps 59:5 (58:6 LXX) (quotation, high confidence) · Ps 59:6 (58:7 LXX) (quotation, high confidence) · Matt 8:12 (allusion, high confidence) · Luke 16:19–24 (allusion, high confidence) · Rev 22:15 (allusion, medium confidence) · John 8:44 (allusion, high confidence) · Ps 59:7–9 (58:8-Ps LXX) (quotation, high confidence) · Ps 59:11 (58:12 LXX) (quotation, high confidence) · 2 Cor 10:5 (allusion, high confidence) · Isa 40:4 (allusion, high confidence) · Luke 3:4–5 (allusion, high confidence) · Ps 59:12 (58:13 LXX) (quotation, high confidence)

Notes and citation

Summary: On Psalm 59 ('when Saul sent to his house to kill him') Gregory sets David's forbearance against Saul's madness, reads the escape through the window, the empty bed with its cenotaph and goats' liver as a prophecy of Christ's death, blood and resurrection, and interprets the dogs outside the city as those who live in vice.

  • Psalm numbers are the Septuagint's (LXX 58 = English 59). References: 1 Sam 16:23; 1 Sam 18:10–11 and 19:9–17 (the spear, the guards, the window, Michal, and the κενοτάφια and goats' liver on the bed, LXX 19:13, 16); 1 Sam 26:7–12 (Abishai: “I will strike him… and not repeat it”, 26:8); Ps 96:5; Rom 5:14; Rom 6:12; Heb 2:9; Isa 9:2 and Luke 1:79; Luke 24:5–6 with Matt 28:6; John 20:5–7; Lev 16:7–10 (the two goats); Exod 12:5; Matt 8:12; Luke 16:19–24; Rev 22:15; John 8:44; 2 Cor 10:5; Isa 40:4 and Luke 3:4–5; Wis 1:13 and 2:24 (“God did not make death”; “through the envy of the devil death entered”). κενοτάφια (literally “cenotaphs”) is the LXX word for the image Michal put in David's bed; Gregory's explanation of the custom is his own. “The Godhead does not come to be in the cross and the nails” states his teaching that the divine nature is impassible. The interpretation of “Michal” as “of kingship” is his own etymology. The scan's text of this section breaks off in the middle of Ps 59:12 (“And pride, and cursing, and …”); the rest of the treatise is not in the staged text. Uncertain words translated by sense: Οὐ βούλεται (taken as “which the Apostle wishes no longer to reign”) and ῥητοῖς κενοταφίοις (“the cenotaph objects”). The square brackets around ἂν are in the printed text.

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter; hyphenated word rejoined; stray mark; stray mark; word split by a stray mark; word split in the OCR; word split; quotation mark misread; words joined in the OCR): ποιῆσαι και λῶς → ποιῆσαι καλῶς; ἐπι· δειχθείη → ἐπιδειχθείη; τῷ· Σαούλ → τῷ Σαούλ; ἰδίῳ· οἴκῳ → ἰδίῳ οἴκῳ; δευτε ρώσω ι) → δευτερώσω »); αὐτῶν Α ἐνεργήσας → αὐτῶν ἐνεργήσας; Δαβὶδ᾽ ἐκεῖνος → Δαβὶδ ἐκεῖνος; ξενι- & ζώμεθα → ξενιζώμεθα; καθημένοις : δείξαντος → καθημένοις δείξαντος; Οὐ γὰρἥμαρτόν → Οὐ γὰρ ἥμαρτόν; ἐκδίκη σιν → ἐκδίκησιν; Ὄπεροὐδὲνἄλλο → Ὅπερ οὐδὲν ἄλλο; ἀπό βλητον → ἀπόβλητον; και κίαν → κακίαν; ἐπίπε- – δόν → ἐπίπεδόν.

Extrabiblical texts: Wis 1:13 (Wisdom of Solomon [in RC, EO, ETH canons]; quotation); Wis 2:24 (Wisdom of Solomon [in RC, EO, ETH canons]; quotation)

Topics: Scripture and canon, Christology, Ethics

Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.16 (PG 44:597–606; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-16). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-16) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.