Letters 2.124–2.140

Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 2

2.124PG 78 78:563

ΣΤΑ Πρὸς ἱερεῖς. Ἐπειδὴ ὁ θεσπέσιος Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τῶν τοῦ Χριστοῦ νοημάτων ταμίας, ὁ γῆν καὶ θάλασσαν ῥυθμίσας, ὁ βαρβάρους φιλοσοφεῖν ἀναπείσας, Ἑλλήνων χείρους ἀπεφήνατο εἶναι τοὺς τῶν πέλας ὀλιγωροῦντας, φήσας· Εἰ δὲ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· διὰ τοῦτο καὶ αὐτὸς ἐπὶ τὸ γράψαι ὑμῖν παρῆλθον. Τι γὰρ ἡγεῖσθε τὴν πρόνοιαν ἐνταῦθα δηλοῦν; Αρα τὴν τῶν τροφῶν χορηγίαν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν. Εἰ δ᾽ ἀντείποιτε, καὶ οὕτως ὁ ἔφην κυρωθήσεται μᾶλλον. Εἰ γὰρ περὶ σώματος τοῦτ᾽ ἔχει, φησὶ, καὶ τὸν μὴ ὀρέγοντα τὴν ἀναγκαίαν τροφὴν, Ἑλλήνων ἔφησεν εἶναι ὠμότερον, ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον, φημὶ δὴ τὴν τῆς ψυχῆς ἐπιμέλειαν, παρορῶν, ποῦ κείσεται; Οὐκοῦν πείσθητε, καὶ ἀνενέγκατε ἐκ τῆς μανίας. Πρὸς τοὺς ἐγκαλοῦντας ἐπὶ τῷ φεύγειν τὴν ἱερωσύνην. Τὸ μὲν τῆς ἐπισκοπῆς καὶ ὄνομα καὶ πρᾶγμα θεῖον ὂν, καὶ κρεῖττον πάσης πολιτείας τε καὶ ἀξίας, ὀλίγοις δή τισι πρέπει, τοῖς πατρικὴν κηδεμονίαν, ἀλλ' οὐ τυραννικὴν αὐτονομίαν, εἶναι αὐτὸ οἰομένοις. Ἐπειδὴ δὲ εἰς ἀρχὴν, μᾶλλον δὲ, εἰ χρὴ μετὰ παρῥησίας εἰπεῖν, εἰς τυραννίδα αὐτὸ μετεῤῥύθμισάν τινες· ἴσθι, ὅτι τῆς περιβλέπτου καὶ περιμαχήτου ἀρχῆς, νῦν, εἴπερ ποτέ, σφοδρὸν ἑαυτῆς ἔρωτα τοῖς ἀνθρώποις ἐμβαλ[λ]ούσης, καὶ ῥᾳδίως ἑαυτὴν τοῖς ἐρῶσι παρεχούσης, μικρὸς αὐτῆς ἅπασι τοῖς εὖ φρονοῦσι λόγος. Τιμωρίαν γὰρ διδόντων, οὐ τιμὴν λαμβανόντων, ταύτην εἶναι ἡγοῦνται. Ὡς τὰ πολλὰ γὰρ τῶν μὲν ἄρχουσι, τοῖς δὲ δουλεύουσι· καὶ τοῖς μὲν ἐπιτάττουσι, τοῖς δὲ ὑπηρετοῦσι· καὶ τοῖς μὲν κακῶς ποιοῦσι, τοῖς δὲ χαρίζονται· τοῖς μὲν ἐπίκεινται, τοῖς δὲ ὑποπεπτώκασι· καὶ φοβοῦνται μὲν ἐκείνους, μισοῦνται δὲ ὑπὸ τούτων. Μὴ θαύμαζε τοιγαροῦν, εἰ καὶ Ἱέραξ ὁ πρεσβύτερος, νοῦν ἔχων, ἔφυγε τὸ πρᾶγμα, καθάπερ νόσημα ἀργαλεώτατον. Περὶ τοῦ μὴ σκανδαλίζειν. Φοβοῦ ὅτι μάλιστα, ὦ φιλότης, σκανδαλίσαι τινά. Μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθόν· καὶ οὐδενὸς κατασείοντος, ἕστηκε μόλις.

STA Pros hiereis. Epeidē ho thespesios Paulos, to skeuos tēs eklogēs, ho tōn tou Christou noēmatōn tamias, ho gēn kai thalassan rhythmisas, ho barbarous philosophein anapeisas, Hellēnōn cheirous apephēnato einai tous tōn pelas oligōrountas, phēsas; Ei de tis tōn idiōn, kai malista tōn oikeiōn, ou pronoei, tēn pistin ērnētai, kai estin apistou cheirōn; dia touto kai autos epi to grapsai hymin parēlthon. Ti gar hēgeisthe tēn pronoian entautha dēloun? Ara tēn tōn trophōn chorēgian? Egō men gar hēgoumai tēn tēs psychēs epimeleian. Ei d᾽ anteipoite, kai houtōs ho ephēn kyrōthēsetai mallon. Ei gar peri sōmatos tout᾽ echei, phēsi, kai ton mē oregonta tēn anankaian trophēn, Hellēnōn ephēsen einai ōmoteron, ho to meizon kai anankaioteron, phēmi dē tēn tēs psychēs epimeleian, parorōn, pou keisetai? Oukoun peisthēte, kai anenenkate ek tēs manias. Pros tous enkalountas epi tǭ pheugein tēn hierōsynēn. To men tēs episkopēs kai onoma kai pragma theion on, kai kreitton pasēs politeias te kai axias, oligois dē tisi prepei, tois patrikēn kēdemonian, all' ou tyrannikēn autonomian, einai auto oiomenois. Epeidē de eis archēn, mallon de, ei chrē meta parrhēsias eipein, eis tyrannida auto meterrhythmisan tines; isthi, hoti tēs peribleptou kai perimachētou archēs, nyn, eiper pote, sphodron heautēs erōta tois anthrōpois embal[l]ousēs, kai rhądiōs heautēn tois erōsi parechousēs, mikros autēs hapasi tois eu phronousi logos. Timōrian gar didontōn, ou timēn lambanontōn, tautēn einai hēgountai. Hōs ta polla gar tōn men archousi, tois de douleuousi; kai tois men epitattousi, tois de hypēretousi; kai tois men kakōs poiousi, tois de charizontai; tois men epikeintai, tois de hypopeptōkasi; kai phobountai men ekeinous, misountai de hypo toutōn. Mē thaumaze toigaroun, ei kai Hierax ho presbyteros, noun echōn, ephyge to pragma, kathaper nosēma argaleōtaton. Peri tou mē skandalizein. Phobou hoti malista, ō philotēs, skandalisai tina. Methyei gar pōs en anthrōpois to agathon; kai oudenos kataseiontos, hestēke molis.

[Letter 2.124, continued: …stathius.] [To priests.] Since the divine Paul, the vessel of election, the steward of Christ's thoughts, who set land and sea in order and persuaded barbarians to live wisely, declared that those who neglect their own are worse than unbelievers, saying, "If anyone does not provide for his own, and especially for his household, he has denied the faith and is worse than an unbeliever," for this reason I too have come forward to write to you. What do you think "provide" means here? The supply of food? I think it means the care of the soul. And if you contradict me, what I have said will be confirmed all the more. For if, concerning the body, he said that one who does not hold out necessary food is crueller than the unbelievers, where will the one stand who neglects the greater and more necessary thing, I mean the care of the soul? Be persuaded, then, and recover from your madness. [Letter 2.125] [To those who blame a man for fleeing the priesthood.] The episcopate, both the name and the thing, being divine and higher than every way of life and every rank, befits only a few: those who think it a father's care, not a tyrant's independence. But since some have changed it into an office of rule, or rather, if one must speak frankly, into a tyranny, know that, although this conspicuous and much-contested office now, if ever, casts a violent passion for itself into people and readily gives itself to those who love it, all who think rightly take little account of it. For they consider it to belong to those who are paying a penalty, not receiving an honour. For mostly such men rule some and are slaves to others, command some and serve others, do harm to some and favours to others, press upon some and lie prostrate before others; they are feared by the one group and hated by the other. Do not wonder, then, if Hierax the presbyter, a man of sense, fled the thing like a most grievous disease. [Letter 2.126] [On not causing scandal.] Fear above all, dear friend, to scandalize anyone. For the good is somehow drunk among men: even when no one shakes it, it barely stands.

1 Tim 5:8 (quotation, high confidence) · Acts 9:15 (allusion, high confidence)

Notes and citation

Summary: Clerics who neglect the souls in their care are worse than unbelievers; wise men flee the episcopate as it is now exercised; one must fear to scandalize anyone.

  • This ref completes the heading of Letter 2.124 and holds the following letters, whose headings were not recovered from the scan: Letter 2.125 begins at "[To those who blame"] and Letter 2.126 at "[On not causing scandal]". The numbering follows the sequence (ΡΚΔ' = 124 stands before this letter) and is uncertain; the next staged ref (2.125) then holds Letters 2.127 and 2.128.
  • 1 Tim 5:8; "vessel of election": Acts 9:15.

Notes on the original text

  • Digital text corrected (OCR slip; stray mark from the OCR; word split and stray mark from the OCR; word split by OCR): ἐκλο γῆς → ἐκλογῆς; σώματος. τοῦτ᾽ → σώματος τοῦτ᾽; μεῖ ζον → μεῖζον; πείσθητς → πείσθητε; ἱε· ρωσύνην → ἱερωσύνην; μετεῤῥύθμισάν. τινες → μετεῤῥύθμισάν τινες; οὐ δενὸς → οὐδενὸς.

Topics: Church office, Ordination

Cite (SBL): Isidore of Pelusium, Ep. 2.124 (PG 78 78:563; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-124). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-124) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.125PG 78 78:565

ΚΥΡΙΛΛΟ ΕΠΙΣΚΟΠΩ. "ὅτι οὐ δεῖ τῶν παραινέσεων ἀμελεῖν ἢ ἀπογινώσκειν τινὸς, καὶ ὅτι, εἴ τινες νουθετούμενοι μένουσιν ἀδιόρθωτοι, τοῦτο οὐ τῶν παραινούντων, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως ἔγκλημα· καὶ μάλιστα ὅταν ἐκεῖνοι οὐδὲν παραλείποιεν. Τῆς σῆς ἐστιν, ὦ πάντων ἄριστε, συνέσεώς τε καὶ αὐθεντίας, ταῖς κακίαις τῶν ἀρχόντων κεκμηκυῖαν τὴν Ἐκκλησίαν τὴν κατὰ τὸ Πηλούσιον δυνάμεως καθαρότητι καὶ σπουδῇ ἀνακτήσασθαι. Πᾶσαν μὲν οὖν ἣν ὑπέμεινεν ἀδικίαν τε καὶ παροινίαν, ληῖζομένη τε καὶ ὑβριζομένη ὑπὸ μοχθηρῶν καὶ κακούργων ἀνθρώπων, οἷς ἄν τις οὐδ᾽ ἀλόγων ζώων ἀγέλην ἐγχειρίσειεν μήτοιγε λογικῶν ἀνθρώπων, ὑπὲρ ὧν δεῦρο ἐφοίτησε καὶ τὸ τίμιον ἑαυτοῦ αἷμα ἐξέχεεν ὁ Χριστός· οὐ τοῦ παρόντος φράσαι καιροῦ, μᾶλλον δὲ οὐδενὸς καιροῦ. Εἰ γὰρ καὶ ὁ καιρὸς ἀπῄτει, πάντα λόγον ὑπερέβαινε τὰ ὑπὸ τούτων σκαιωρηθέντα· ὀλίγα δὲ ἐπὶ τοῦ παρόντος ἀναγκαῖον ἂν εἴη εἰπεῖν, ἃ μηδὲ βουλομένοις σιγῆσαι ἀτιμώρητον Ἀλλὰ γὰρ ἔοικας, ὦ θαυμάσιε, ἤδη ἀπαιτεῖν τὴν διήγησιν. Διὸ δὴ καὶ αὐτὸς τῶν προοιμίων παυσάμενος, ἐπὶ τὸ δρᾶμα τῷ λόγῳ βαδιοῦμαι. Τοσοῦτον εἰπὼν, μὴ τοῖς λόγοις μετρεῖν τὰ γεγενημένα (οὐ γὰρ ἂν εὕροιμεν λόγους ἐφαμίλλους τοῖς πεπραγμένοις, νικωμένης ἁπάσης γλώττης ὑπὸ τῆς τῶν πραγμάτων ἀληθείας), ἀλλὰ τοῖς ἀκοιμήτοις τῆς διανοίας ὀφθαλμοῖς κατοπτεῦσαι τὰ δραματουργηθέντα. Τὸ μὲν οὖν δεδυσφημῆσθαι τὸ θεῖον, καὶ πεπορθῆσθαι τὴν πόλιν, καὶ πεπρᾶσθαι τὴν ἱερωσύνην, καὶ τετυραννῆσθαι τὴν Ἐκκλησίαν (τῶν μὲν σπουδαίων ἐξοστρακιζομένων, τῶν δὲ μήτε τῶν οὐδῶν αὐτῆς ἐπιβῆναι ὀφειλόντων, ἐγκρινομένων, καὶ τὰ θεῖα καὶ ἀπόῤῥητα αὐτῆς ἐμπιστευομένων μυστήρια· οὐχ ἡγοῦντο γὰρ ψυχὰς ἐμπεπιστεῦ[σ]θαι, ἀλλὰ τυραννίδα πατρώαν παρειληφέναι), καὶ ὅτι τῶν μὲν πενήτων λόγος ἦν αὐτοῖς οὐδεὶς, τά τε ἐκκλησιαστικά χρήματα ἐληΐζοντο, καὶ εἰς οἰκείας ἀνηλίσκοντο φιλοτιμίας· καὶ ὅτι τοὺς ῥύξαι ὑπὲρ ἀρετῆς τολμῶντας ἕως αἷματος ἠμύναντο, καὶ ὅσα τοιαῦτα, παραλείψω, τοῦτο ἀποδεικνὺς, ὡς ἄκων εἰς τούτους ἐξηνέχθην τοὺς λόγους. Τὸ δὲ νῦν σκαιωρηθὲν, ἐπειδήπερ οὔτε βουλομένῳ ἀκίνδυνος ἡ σιωπή, ὡς ἂν οἷός τε ὦ, διὰ βραχέων ἀμυδρῶς (οὐ γὰρ ἂν φαίην σαφῶς) διηγήσομαι· Μαρτινιανὸς, ὁ ἐπὶ λύμῃ τῆς θειοτάτης θρησκείας πρεσβύτερος χειροτονηθεὶς (εἴγε χρὴ πρεσβύτερον καλεῖν τὸν τῷ ὀνόματι τῆς ἱερωσύνης εἰς τὸ τὰ μέγιστα καὶ συγγνώμης μείζονα δύνασθαι κακουργεῖν ἀποχρησάμενον), οὐκ ἔχω λέγειν ἐκ τίνων καταγόμενος, ἢ ἀπὸ ποίας πόλεως ὀρμώμενος· (τὸ γὰρ δοῦλον αὐτὸν τυγχάνοντα, καὶ πρώτην ἡλικίαν οὐκ εὐαγῶς βεβιωκότα ἀποδεδρακέναι, καίπερ ἀληθὲς ὂν παραλείψω. Οὐ γὰρ ἥκω κακῶς αὐτὸν λέξων, ἀλλ᾽ ὡς ἡδίκησε τὴν Ἐκκλησίαν διδάξων· Οὗτος τοίνυν ἐλθὼν ἐπὶ τὴν Πηλουσιωτῶν πενίᾳ ἐσχάτῃ συζῶν, καὶ παρὰ πολλῶν ἐπικουρούμενος, τὸ τε τοῦ μονάζοντος σχῆμα περιβαλλόμενος, καὶ σωφρόνως ζῇν ὑποκρινόμενος, τὴν τοῦ κληρικοῦ, λειτουργίαν μὲν οὖσαν, ἀρχὴν δὲ δοκοῦσαν ἐθηρᾶτο. Ὡς δὲ ὁ ἀοίδιμος καὶ θείας σοφίας ἔμπλεως Αμμώνιος, ὁ ταύτης ἐπίσκοπος, τοῖς διορατικωτάτοις τῆς διανοίας ὀφθαλμοῖς τὴν ὑπόκρισιν κατειληφὼς, οὐδὲ ἐλπίδα αὐτῷ τοῦ πράγματος κατελίμπανεν· ἐννοῶν, ὡς εἰκῆ δαπανᾷ τοὺς χρόνους, συνετοῦ κομιδῇ ὄντος τοῦ ἡγουμένου, παρ' ἄλλοις ταῦτα πλέκειν διέγνω τὰ δίκτυα. Ως δὲ κἀκεῖσε φωραθεὶς, διήμαρτε τῆς ἐλπίδος, τέλος πυθόμενος τὸν μὲν πάνσοφον ἐκεῖνον κεκοιμῆσθαι, καὶ εἴσω οὐρανίων χώρων γεγενῆσθαι, Εὐσέβιόν τε κεχειροτονῆσθαι, ἐπέπτη πάλιν τῇ Πηλουσιωτῶν, ῥᾳδίως αὐτοῦ τὴν ἀγχίνοιαν, ἵνα μὴ τὴν ἀπόνοιαν φράσω, μεταχειρίσασθαι οἰόμενος. Καὶ δὴ ὡς τάχιστα τυγχάνει τοῦ σκοποῦ. Οὐ χρὴ γὰρ μακρηγορεῖν. Ὅτι δὲ ὁ τὸ σπέρμα παρασχῶν, τῶν φυτῶν αἴτιος, οὐδεὶς ἀγνοεῖ δήπου. Τυχὼν τοίνυν τῆς χειροτονίας, καὶ τῶν ἱερῶν μυστηρίων μιαραῖς χερσὶν ἐφαψάμενος, ἣν πάλαι ὤδινεν, ἀπέτεκε νόσον. Νομίσας γὰρ ἀβίωτον εἶναι ἑαυτῷ τὸν βίον, εἰ μὴ καὶ τὰ τῶν πενήτων χρήματα σφετερίσοιτο, ἐπαγγειλάμενος πάντα ὅσα ἂν προσπορίσοιτο, τῇ Ἐκκλησίᾳ καταλείψειν, καὶ ταύταις δελεάσας ταῖς ἐλπίσι, πείθει καὶ οἰκονόμον ἑαυτὸν καταστῆσαι. Παραλαβὼν τοίνυν ἄνθρωπος ἐναγὴς, καὶ οὐδὲ ἐλευθερίως ἀχθεὶς, τὴν τῆς Ἐκκλησίας οἰκονομίαν, οὕτως αὐτὴν διέθηκεν, ὡς οὐδ᾽ ἂν βαρβαρικός πόλεμος· πάντα τὰ εἰς ἀρετὴν βλέποντα σημεῖα τοῦ κάλλους αὐτῆς ἀφανίσας ἐλυμήνατο. Δόλοις γὰρ καὶ μηχαναῖς, σκαιωρίαις τε καὶ ἐπιορκίαις χρώμενος ἐν τῷ μεταχειρίζεσθαι τὰ πράγματα, ἁπλοῦν μὲν οὐδὲν οὐδὲ δίκαιον ἔπραξε, τὴν δὲ κακουργίαν φρονήμασιν ὁριζόμενος, τοῖς ἐλευθερίως καὶ εὐλαβῶς ζῇν προῃρημένοις ἐπεφύετο· εὐήθεις μὲν τοὺς φιλαλήθεις καλῶν, συνετοὺς δὲ τοὺς κακούργως μεταχειριζομένους τὰ πράγματα· καὶ τοὺς μὲν φιλοσοφοῦντας, ἡλιθίους· τοὺς δὲ παλιγκαπήλους, δραστηρίους. Καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ἐποίει δὲ, ἀλλὰ δὲ τοῖς ἔργοις τοὺς λόγους ἀπέκρυπτε· τὰ μὲν ἐκκλησιαστικὰ οἰκειούμενος χρήματα, τὰς δὲ χειροτονίας πιπράσκων, καὶ τοὺς μὲν φιλαρέτους ἐκβάλλων, τοὺς δὲ τὰ αὐτὰ δρῶντας αὐτῷ συγκροτῶν. "Ωετο γὰρ οὐκ ἄλλως ἕξειν τὴν τῇδε ἀσφάλειαν (κρίσεως γὰρ αὐτῷ λόγος ἦν οὐδὲ εἷς), εἰ μὴ πᾶν εἶδος ἀρετῆς ἐξορίσειε. Ταῦτα δὲ ἔπραττεν, ὑποχείριον τὸν ἐπίσκοπον οὐκ οἶδ᾽ ὅπως πεποιηκώς. Οὕτω γὰρ αὐτῷ δεδούλωτο (λελέχθω γὰρ τὰληθὲς μετὰ παῤῥησίας· καὶ γὰρ οὐκ ἂν ἄλλως δυναίμην), ὡς εὐτελὲς καὶ ἀργυρώνητον ἀνδράποδον κεχειροτονημένον, ἵν᾽ ἅπερ ἂν Μαρτινιανός ἐπιτάττοι, ποιήσειεν. Εἰς τοσαύτην γὰρ αὐτὸν μανίαν ἐξεβάκχευσεν (εἰρήσεται γὰρ τῶν κακῶν αὐτῶν ὁ κολοφών, καὶ τῆς τραγῳδίας τὸ κεφάλαιον), ταῖς ἐπαγγελίαις ἐκείναις δελεάσας, ἃς νῦν διαῤῥήδην βοᾷ ὁ ἐπίσκοπος τὴν οἰκείαν ἄνοιαν ἐκπομπεύων, ἢ ἀναγκάσας, ἢ πείσας (οὐ γὰρ οἶδ᾽ ὅ τι φῶ διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας), ὡς καὶ καθυπογράψαι ἐν τοῖς ἐκκλησιαστικοῖς λόγοις, καὶ χρεωστεῖν τὴν ἀδικηθεῖσαν Ἐκκλησίαν. Ἄλλως γὰρ οὐκ ᾤετο ἀσφαλῶς ἔχειν, ἃ οὐ δεόντως ἐκτήσατο, εἰ μὴ καὶ τὴν Ἐκκλησίαν ὑπόχρεων δείξειεν, οὐκ ἀπαιτῆσαι προσδοκῶν μὲν ἃ ἐσύλησεν ἀλλὰ τὸ μὴ ἀπαιτηθῆναι παρ᾿ αὐτῆς θηρώμενος. Ὡς δ᾽ ἡ ἀθλία πόλις ᾔσθετο ταῦτα μηχανώμενον (οὐ γὰρ ἦν ἀφανῆ· τὸ γὰρ καὶ εἰς γοητείαν αὐτὸν, ἐκ τῆς ὑπερβολῆς τῶν δρωμένων, διαβεβλῆσθαι, καὶ τὸ ἐπ' αἰσχροῖς καὶ ὑπερορίοις πταίσμασι πεφωρᾶσθαι, οὐ φράσω), ὥρμησε μὲν αὐτὸν πολλάκις καὶ ἀνελεῖν, ὅμως δὲ ἐκράτησε τῆς ὁρμῆς. Ἐγκαλούμενος δὲ παρὰ πάντων καὶ κατηγορούμενος, πᾶσι μὲν τὸν ἐπίσκοπον, αὐτῷ δὲ πάντας διέβαλλε· τὸν μὲν ἐξοπλίζων κατὰ τῶν φιλαρέτων, ἵνα πάντων σβέσῃ τὴν παρρησίαν· τοὺς δὲ διδάσκων, ὅτι αὐτός ἐστιν ὁ τὰς χειροτονίας πιπράσκων, καὶ τοῖς σώφροσιν ἐπιβουλεύων, καὶ τὰ τῆς Ἐκκλησίας σφετεριζόμενος. Χρυσίον γὰρ λαμβάνων, τοῖς λόγοις τοῖς ἐκκλησιαστικοῖς ὑπογράφει. Ταῦτα δὲ ἔλεγε, διὰ τούτων τῶν μηχανημάτων τὴν ἐφ᾽ οἷς ἔδρα ὀργὴν τῶν ἀνθρώπων σβέσειν οἰόμενος. Ως δέ τινες καὶ αὐτῷ ἐπισκόπῳ ταῦτα κατεμήνυσαν, πλέον οὐδὲν ἤνυσαν· πιθανῶς δῆθεν αὐτοῦ φήσαντος, ἄνευ κατηγόρων μηδὲν δύνασθαι διαπράξασθαι. Ὡς δὲ καὶ κατήγοροι, νομίζοντες ἀληθεύειν αὐτὸν, ἀνεφάνησαν, καὶ πολλοὶ καὶ ἀξιόπιστοι, καὶ ἀποδεῖξαι δυνάμενοι, οὐδ᾽ οὕτως ἐπεξῆλθεν, ὡς λοιπὸν πάσης σκήψεως ἐλεγχθείσης, κοινωνὸν τῶν δρωμένων παρὰ πάντων εἰκότως ὑπονοεῖσθαι. Μάλιστα μὲν γὰρ, οὐδ᾽ εἰ μυριάκις ἀπὸ κερδών αἰσχρῶν ἐκεῖνος ἐπηγγείλατο πάντα τὰ προσποριζόμενα τῇ Ἐκκλησίᾳ προσοίσειν, ἐχρῆν πάσας τὰς ἐκκλησιαστικὰς αὐτῷ παραδοθῆναι ἀφορμὰς, καὶ μυρίας ψυχὰς ἐκ τῶν δρωμένων σκανδαλίσαι. Εἰ δὲ καὶ ταῖς ἐπαγγελίαις ἐδελεάσθη, ἀλογοθέτητον οὐκ ἐχρῆν καταλείψαι. Εἰ δὲ καὶ λογοθετῆσαι ἔδει, μετὰ ἀκριβείας ἐχρῆν, βασανίσαντα μετὰ συνετῶν τινων καὶ ἐμπείρων τοὺς λόγους. Αὐτὸς γὰρ καὶ τούτων, ὥσπερ οὖν καὶ τῶν ἄλλων καλῶν, ἄπειρος εἶναι λέγει. Εἰ δὲ ἐν παραβύστῳ, καὶ μηδενὶ ἀνακοινούμενος τοὺς λόγους καθυπέγραφε, δῆλός ἐστιν οὐκ ἀπατηθεὶς (ὡς διαῤῥήδην βοᾷ, τὴν κατάγνωσιν διὰ τοῦτο ἀποτρίψασθαι οἰόμενος), ἀλλὰ τὰ ἐκκλησιαστικά κακουργήσας, καὶ πᾶσαν [μετ'] ἐκείνων τὴν Ἐκκλησίαν ἀπεμπωλήσας. Ωσπερ πριάμενος, καὶ παρανόμως πριάμενος, παρανομώτερον τοῖς κτηθεῖσι χρήσασθαι διέγνω, κακῷ τὸ κακὸν ἰάσασθαι σπεύδων. Πάντα γὰρ τὰ ἐκκλησιαστικὰ χρήματα ἐγκολπωσάμενος, ἢ, ὡς αὐτὸς ἔφη, μερισάμενος μετὰ τοῦ ἐγχειρίσαντος αὐτῷ τὴν οἰκονομίαν, καὶ τῇ τοσαύτῃ τραγῳδίᾳ τὴν ὑπόθεσιν δεδωκότος, πρώην μὲν εἰς τὴν ᾿Αλεξάνδρειαν χρυσίον προέπεμψεν, ἐπισκοπὴν, ὁ μηδὲ ἑαυτοῦ ἐπιτροπεῦσαι δυνηθεὶς, θηρώμενος. Ὅπερ μαθοῦσα ἡ σὴ ἁγιωσύνη, ὀφείλουσα αὐτὸν ἀποκηρύξαι, διὰ γραμμάτων ἠπείλησε, καὶ διεβεβαιώσατο, εἰ τοῖς αὐτοῖς αὖθις ἐπιχειρήσειεν, ἀποκήρυκτον τὸν τοσαύτην ἀδοξίαν τῇ θειοτάτῃ θρησκείᾳ προστριβόμενον ἐν ὅλῃ τῇ Αἰγυπτιακῇ διοικήσει. Νῦν δὲ καὶ τῶν γραμμάτων, καὶ τῶν ἀπειλῶν καταφρονήσας, τὴν ᾿Αλεξάνδρειαν μαθὼν ἐξώρμησεν ἑαυτῷ μὲν ἐπισκοπὴν μνηστευόμενος, τὴν δὲ σὴν λυμαινόμενος δόξαν, ὡς ἐπὶ χρήμασι χειροτονοῦσαν. Τῆς σῆς τοίνυν ἐστὶν, ὦ τί σε καλέσας ἀξίως προσείπω, μεγαλονοίας, τὴν μὲν ἀκριβὴ τῶν πλημμελημάτων αὐτοῦ δίκην τῷ ἀδεκάστῳ δικαστηρίῳ τηρῆσαι (οὐδὲ γὰρ οἷόν τε αὐτὸν ἐνταῦθα τὴν ἀξίαν τιμωρίαν δοῦναι), κινηθῆναι δὲ, καὶ πρῶτον μὲν τῇ παρανομηθείση Ἐκκλησίᾳ ἀμῦναι, δεύτερον δὲ τῇ οἰκείᾳ ὑπολήψει βοηθῆσαι, τῷ τὰς ἀπειλὰς εἰς ἔργον ἀγαγεῖν καὶ ἀποκηρύξαι τοῦτον. Εἰ γὰρ, ὅπερ οὐ πιστέυω, πρὸς τῷ μηδὲν τοιοῦτον παθεῖν, καὶ χειροτονηθείη, τὸ θρυλλούμενον ἀπόῤῥητον ἀληθὲς ὂν εὑρεθήσεται· ἔπειτα μετά τινων ἐπισκόπων εὐλαβῶν, οἷς τὸ κέρδος πολέμιον καθέστηκεν, ἐνταῦθα ἐκπέμψαι, λόγον τῶν ἐκκλησιαστικῶν προσόδων δώσοντα, καὶ ἃ χρεωστεῖ ἀποδώσοντα. Καὶ εἰ δέδωκέ τι τῷ ἐπισκόπῳ (λέγει γὰρ μὴ δεδέχθαι μὲν, ἠπατῆσθαι δὲ), ἐλέγξοντα. Ὅτι γὰρ καὶ τῷ μὲν πρωτοστάτῃ τοῦ δράματος, τῷ ἢ συγκεκλοφότι, ἢ ἀπερισκέπτως ὑπογεγραφότι, ἄβατον τὴν ἐπισκοπὴν καταστήσειας, ἤγουν συγγνοὺς ἐπίτροπον χειροτονήσειας, τὸν οὐκ ἐπιτρέψοντα αὐτῷ μείζονα συγγνώμης ἁμαρτάνειν· τῷ δὲ τριταγωνιστῇ τὸ σοφὸν σκαιώρημα ἡλίθιον δείξας, ἄκυρα ποιήσειας, ἃ λέγει ἑαυτῷ χρεωστεῖσθαι (πόθεν γὰρ τοσοῦτος πλοῦτος τῷ πενίαν ἐσχάτην νοσήσαντι, καὶ ἀπὸ τῶν τῆς Ἐκκλησίας χρηματισαμένῳ προσόδων;), οὐκ ἔστιν ἀμφίβολον. Περὶ κολακείας. Πυνθάνομαι ὅτι κόλακες ἐξήρτηνται τῆς σῆς γλώττης, ὀμνύντες μὲν, ὅτι πάντων ἄριστον εἴη, εἰ καὶ τι τῶν ἀτοπωτάτων ἕλοιο θαυμάσαι κακῶν· κακίζοντες δὲ ᾗ τάχος, εἰ καὶ αὐτὴν ἐκκακύνοις τὴν ἀρετήν. Εἰ τοίνυν μὴ ἐθέλεις ἡμῖν πεισθῆναι, ἀλλά γε κἂν Ἰσοκράτει πείσθητι, παραινέσαντι μισεῖν τοὺς κολακεύοντας, ὥσπερ τοὺς ἐξαπατῶντας. Αμφότεροι γὰρ πιστευθέντες, τοὺς πιστεύσαντας ἀδικοῦσι.

KYRILLO EPISKOPŌ. "hoti ou dei tōn paraineseōn amelein ē apoginōskein tinos, kai hoti, ei tines nouthetoumenoi menousin adiorthōtoi, touto ou tōn parainountōn, alla tēs autōn proaireseōs enklēma; kai malista hotan ekeinoi ouden paraleipoien. Tēs sēs estin, ō pantōn ariste, syneseōs te kai authentias, tais kakiais tōn archontōn kekmēkuian tēn Ekklēsian tēn kata to Pēlousion dynameōs katharotēti kai spoudę̄ anaktēsasthai. Pasan men oun hēn hypemeinen adikian te kai paroinian, lēizomenē te kai hybrizomenē hypo mochthērōn kai kakourgōn anthrōpōn, hois an tis oud᾽ alogōn zōōn agelēn encheiriseien mētoige logikōn anthrōpōn, hyper hōn deuro ephoitēse kai to timion heautou haima execheen ho Christos; ou tou parontos phrasai kairou, mallon de oudenos kairou. Ei gar kai ho kairos apę̄tei, panta logon hyperebaine ta hypo toutōn skaiōrēthenta; oliga de epi tou parontos anankaion an eiē eipein, ha mēde boulomenois sigēsai atimōrēton Alla gar eoikas, ō thaumasie, ēdē apaitein tēn diēgēsin. Dio dē kai autos tōn prooimiōn pausamenos, epi to drama tǭ logǭ badioumai. Tosouton eipōn, mē tois logois metrein ta gegenēmena (ou gar an heuroimen logous ephamillous tois pepragmenois, nikōmenēs hapasēs glōttēs hypo tēs tōn pragmatōn alētheias), alla tois akoimētois tēs dianoias ophthalmois katopteusai ta dramatourgēthenta. To men oun dedysphēmēsthai to theion, kai peporthēsthai tēn polin, kai peprasthai tēn hierōsynēn, kai tetyrannēsthai tēn Ekklēsian (tōn men spoudaiōn exostrakizomenōn, tōn de mēte tōn oudōn autēs epibēnai opheilontōn, enkrinomenōn, kai ta theia kai aporrhēta autēs empisteuomenōn mystēria; ouch hēgounto gar psychas empepisteu[s]thai, alla tyrannida patrōan pareilēphenai), kai hoti tōn men penētōn logos ēn autois oudeis, ta te ekklēsiastika chrēmata elēïzonto, kai eis oikeias anēliskonto philotimias; kai hoti tous rhyxai hyper aretēs tolmōntas heōs haimatos ēmynanto, kai hosa toiauta, paraleipsō, touto apodeiknys, hōs akōn eis toutous exēnechthēn tous logous. To de nyn skaiōrēthen, epeidēper oute boulomenǭ akindynos hē siōpē, hōs an hoios te ō, dia bracheōn amydrōs (ou gar an phaiēn saphōs) diēgēsomai; Martinianos, ho epi lymę̄ tēs theiotatēs thrēskeias presbyteros cheirotonētheis (eige chrē presbyteron kalein ton tǭ onomati tēs hierōsynēs eis to ta megista kai syngnōmēs meizona dynasthai kakourgein apochrēsamenon), ouk echō legein ek tinōn katagomenos, ē apo poias poleōs ormōmenos; (to gar doulon auton tynchanonta, kai prōtēn hēlikian ouk euagōs bebiōkota apodedrakenai, kaiper alēthes on paraleipsō. Ou gar hēkō kakōs auton lexōn, all᾽ hōs hēdikēse tēn Ekklēsian didaxōn; Houtos toinyn elthōn epi tēn Pēlousiōtōn penią eschatę̄ syzōn, kai para pollōn epikouroumenos, to te tou monazontos schēma periballomenos, kai sōphronōs zę̄n hypokrinomenos, tēn tou klērikou, leitourgian men ousan, archēn de dokousan ethērato. Hōs de ho aoidimos kai theias sophias empleōs Ammōnios, ho tautēs episkopos, tois dioratikōtatois tēs dianoias ophthalmois tēn hypokrisin kateilēphōs, oude elpida autǭ tou pragmatos katelimpanen; ennoōn, hōs eikē dapaną tous chronous, synetou komidę̄ ontos tou hēgoumenou, par' allois tauta plekein diegnō ta diktya. Ōs de kakeise phōratheis, diēmarte tēs elpidos, telos pythomenos ton men pansophon ekeinon kekoimēsthai, kai eisō ouraniōn chōrōn gegenēsthai, Eusebion te kecheirotonēsthai, epeptē palin tę̄ Pēlousiōtōn, rhądiōs autou tēn anchinoian, hina mē tēn aponoian phrasō, metacheirisasthai oiomenos. Kai dē hōs tachista tynchanei tou skopou. Ou chrē gar makrēgorein. Hoti de ho to sperma paraschōn, tōn phytōn aitios, oudeis agnoei dēpou. Tychōn toinyn tēs cheirotonias, kai tōn hierōn mystēriōn miarais chersin ephapsamenos, hēn palai ōdinen, apeteke noson. Nomisas gar abiōton einai heautǭ ton bion, ei mē kai ta tōn penētōn chrēmata spheterisoito, epangeilamenos panta hosa an prosporisoito, tę̄ Ekklēsią kataleipsein, kai tautais deleasas tais elpisi, peithei kai oikonomon heauton katastēsai. Paralabōn toinyn anthrōpos enagēs, kai oude eleutheriōs achtheis, tēn tēs Ekklēsias oikonomian, houtōs autēn diethēken, hōs oud᾽ an barbarikos polemos; panta ta eis aretēn bleponta sēmeia tou kallous autēs aphanisas elymēnato. Dolois gar kai mēchanais, skaiōriais te kai epiorkiais chrōmenos en tǭ metacheirizesthai ta pragmata, haploun men ouden oude dikaion epraxe, tēn de kakourgian phronēmasin horizomenos, tois eleutheriōs kai eulabōs zę̄n proę̄rēmenois epephyeto; euētheis men tous philalētheis kalōn, synetous de tous kakourgōs metacheirizomenous ta pragmata; kai tous men philosophountas, hēlithious; tous de palinkapēlous, drastērious. Kai ouk elege men tauta, ouk epoiei de, alla de tois ergois tous logous apekrypte; ta men ekklēsiastika oikeioumenos chrēmata, tas de cheirotonias pipraskōn, kai tous men philaretous ekballōn, tous de ta auta drōntas autǭ synkrotōn. "Ōeto gar ouk allōs hexein tēn tę̄de asphaleian (kriseōs gar autǭ logos ēn oude heis), ei mē pan eidos aretēs exoriseie. Tauta de epratten, hypocheirion ton episkopon ouk oid᾽ hopōs pepoiēkōs. Houtō gar autǭ dedoulōto (lelechthō gar talēthes meta parrhēsias; kai gar ouk an allōs dynaimēn), hōs euteles kai argyrōnēton andrapodon kecheirotonēmenon, hin᾽ haper an Martinianos epitattoi, poiēseien. Eis tosautēn gar auton manian exebakcheusen (eirēsetai gar tōn kakōn autōn ho kolophōn, kai tēs tragǭdias to kephalaion), tais epangeliais ekeinais deleasas, has nyn diarrhēdēn boą ho episkopos tēn oikeian anoian ekpompeuōn, ē anankasas, ē peisas (ou gar oid᾽ ho ti phō dia tēn hyperbolēn tēs atopias), hōs kai kathypograpsai en tois ekklēsiastikois logois, kai chreōstein tēn adikētheisan Ekklēsian. Allōs gar ouk ǭeto asphalōs echein, ha ou deontōs ektēsato, ei mē kai tēn Ekklēsian hypochreōn deixeien, ouk apaitēsai prosdokōn men ha esylēsen alla to mē apaitēthēnai par᾿ autēs thērōmenos. Hōs d᾽ hē athlia polis ę̄stheto tauta mēchanōmenon (ou gar ēn aphanē; to gar kai eis goēteian auton, ek tēs hyperbolēs tōn drōmenōn, diabeblēsthai, kai to ep' aischrois kai hyperoriois ptaismasi pephōrasthai, ou phrasō), hōrmēse men auton pollakis kai anelein, homōs de ekratēse tēs hormēs. Enkaloumenos de para pantōn kai katēgoroumenos, pasi men ton episkopon, autǭ de pantas dieballe; ton men exoplizōn kata tōn philaretōn, hina pantōn sbesę̄ tēn parrēsian; tous de didaskōn, hoti autos estin ho tas cheirotonias pipraskōn, kai tois sōphrosin epibouleuōn, kai ta tēs Ekklēsias spheterizomenos. Chrysion gar lambanōn, tois logois tois ekklēsiastikois hypographei. Tauta de elege, dia toutōn tōn mēchanēmatōn tēn eph᾽ hois edra orgēn tōn anthrōpōn sbesein oiomenos. Ōs de tines kai autǭ episkopǭ tauta katemēnysan, pleon ouden ēnysan; pithanōs dēthen autou phēsantos, aneu katēgorōn mēden dynasthai diapraxasthai. Hōs de kai katēgoroi, nomizontes alētheuein auton, anephanēsan, kai polloi kai axiopistoi, kai apodeixai dynamenoi, oud᾽ houtōs epexēlthen, hōs loipon pasēs skēpseōs elenchtheisēs, koinōnon tōn drōmenōn para pantōn eikotōs hyponoeisthai. Malista men gar, oud᾽ ei myriakis apo kerdōn aischrōn ekeinos epēngeilato panta ta prosporizomena tę̄ Ekklēsią prosoisein, echrēn pasas tas ekklēsiastikas autǭ paradothēnai aphormas, kai myrias psychas ek tōn drōmenōn skandalisai. Ei de kai tais epangeliais edeleasthē, alogothetēton ouk echrēn kataleipsai. Ei de kai logothetēsai edei, meta akribeias echrēn, basanisanta meta synetōn tinōn kai empeirōn tous logous. Autos gar kai toutōn, hōsper oun kai tōn allōn kalōn, apeiros einai legei. Ei de en parabystǭ, kai mēdeni anakoinoumenos tous logous kathypegraphe, dēlos estin ouk apatētheis (hōs diarrhēdēn boą, tēn katagnōsin dia touto apotripsasthai oiomenos), alla ta ekklēsiastika kakourgēsas, kai pasan [met'] ekeinōn tēn Ekklēsian apempōlēsas. Ōsper priamenos, kai paranomōs priamenos, paranomōteron tois ktētheisi chrēsasthai diegnō, kakǭ to kakon iasasthai speudōn. Panta gar ta ekklēsiastika chrēmata enkolpōsamenos, ē, hōs autos ephē, merisamenos meta tou encheirisantos autǭ tēn oikonomian, kai tę̄ tosautę̄ tragǭdią tēn hypothesin dedōkotos, prōēn men eis tēn ᾿Alexandreian chrysion proepempsen, episkopēn, ho mēde heautou epitropeusai dynētheis, thērōmenos. Hoper mathousa hē sē hagiōsynē, opheilousa auton apokēryxai, dia grammatōn ēpeilēse, kai diebebaiōsato, ei tois autois authis epicheirēseien, apokērykton ton tosautēn adoxian tę̄ theiotatę̄ thrēskeią prostribomenon en holę̄ tę̄ Aigyptiakę̄ dioikēsei. Nyn de kai tōn grammatōn, kai tōn apeilōn kataphronēsas, tēn ᾿Alexandreian mathōn exōrmēsen heautǭ men episkopēn mnēsteuomenos, tēn de sēn lymainomenos doxan, hōs epi chrēmasi cheirotonousan. Tēs sēs toinyn estin, ō ti se kalesas axiōs proseipō, megalonoias, tēn men akribē tōn plēmmelēmatōn autou dikēn tǭ adekastǭ dikastēriǭ tērēsai (oude gar hoion te auton entautha tēn axian timōrian dounai), kinēthēnai de, kai prōton men tę̄ paranomētheisē Ekklēsią amynai, deuteron de tę̄ oikeią hypolēpsei boēthēsai, tǭ tas apeilas eis ergon agagein kai apokēryxai touton. Ei gar, hoper ou pisteuō, pros tǭ mēden toiouton pathein, kai cheirotonētheiē, to thrylloumenon aporrhēton alēthes on heurethēsetai; epeita meta tinōn episkopōn eulabōn, hois to kerdos polemion kathestēken, entautha ekpempsai, logon tōn ekklēsiastikōn prosodōn dōsonta, kai ha chreōstei apodōsonta. Kai ei dedōke ti tǭ episkopǭ (legei gar mē dedechthai men, ēpatēsthai de), elenxonta. Hoti gar kai tǭ men prōtostatę̄ tou dramatos, tǭ ē synkeklophoti, ē aperiskeptōs hypogegraphoti, abaton tēn episkopēn katastēseias, ēgoun syngnous epitropon cheirotonēseias, ton ouk epitrepsonta autǭ meizona syngnōmēs hamartanein; tǭ de tritagōnistę̄ to sophon skaiōrēma hēlithion deixas, akyra poiēseias, ha legei heautǭ chreōsteisthai (pothen gar tosoutos ploutos tǭ penian eschatēn nosēsanti, kai apo tōn tēs Ekklēsias chrēmatisamenǭ prosodōn?), ouk estin amphibolon. Peri kolakeias. Pynthanomai hoti kolakes exērtēntai tēs sēs glōttēs, omnyntes men, hoti pantōn ariston eiē, ei kai ti tōn atopōtatōn heloio thaumasai kakōn; kakizontes de hę̄ tachos, ei kai autēn ekkakynois tēn aretēn. Ei toinyn mē etheleis hēmin peisthēnai, alla ge kan Isokratei peisthēti, parainesanti misein tous kolakeuontas, hōsper tous exapatōntas. Amphoteroi gar pisteuthentes, tous pisteusantas adikousi.

[Letter 2.127] To Cyril the bishop. [That one must not neglect admonition or despair of anyone; and that if some who are admonished remain uncorrected, the fault is not that of those who admonish but of their own choice, especially when the admonishers leave nothing undone.] It belongs to your understanding and authority, best of all men, to restore by the purity and zeal of your power the Church at Pelusium, worn out by the vices of its rulers. All the injustice and outrage it has suffered, plundered and insulted by wicked and criminal men, to whom one would not entrust even a herd of irrational animals, let alone rational human beings, for whom Christ came here and shed his own precious blood, it is not for the present occasion to tell, or rather for any occasion. For even if the occasion demanded it, what they have contrived surpasses all speech. Yet a few things must be said at present, which it is not safe from punishment to pass over in silence even for those who wish to. But you seem, admirable one, to be demanding the narrative already. So I too will stop my preliminaries and proceed in my account to the drama, having said only this: do not measure what has happened by words (for we would not find words equal to the deeds, since every tongue is defeated by the truth of the facts), but survey what has been staged with the sleepless eyes of the mind. That God has been blasphemed, the city ravaged, the priesthood sold and the Church tyrannized (the earnest being banished, while those who ought not even to set foot on its threshold were admitted and entrusted with its divine and secret mysteries; for they did not think they had been entrusted with souls, but that they had inherited a family tyranny); that they took no account of the poor, plundered the church's money and spent it on their own ambitions; that they took vengeance, even to blood, on those who dared to utter a word for virtue; and all such things, I will pass over, showing that I have been carried into these words against my will. But what has now been contrived, since silence is not without danger even for one who wishes to keep it, I will narrate as best I can, briefly and dimly (I would not say clearly). Martinian, who was ordained presbyter to the ruin of the most divine worship (if one ought to call presbyter a man who used the name of the priesthood to be able to commit the greatest crimes, beyond pardon): I cannot say from whom he was descended or from what city he came (that he was a slave, and ran away after living his early youth impiously, though it is true, I will pass over; for I have not come to speak ill of him, but to show how he wronged the Church). He came, then, to the city of the Pelusiots, living in extreme poverty and helped by many, putting on the habit of a monk and feigning a chaste life, and he hunted for the clerical office, which is a ministry but seems a position of rule. But when the celebrated Ammonius, full of divine wisdom, the bishop of this city, saw through his hypocrisy with the most clear-sighted eyes of his mind and left him not even a hope of the thing, he, realizing that he was spending his time in vain since the one in charge was very wise, decided to weave these nets elsewhere. When he was caught there too and failed in his hope, he at last learned that that all-wise man had fallen asleep and gone into the heavenly places, and that Eusebius had been ordained; and he flew back to the city of the Pelusiots, thinking he could easily manage Eusebius's shrewdness, not to say his folly. And indeed he very quickly reached his goal. One must not be long-winded; and that he who supplied the seed is the cause of the plants, surely no one is unaware. Having obtained ordination, then, and touched the sacred mysteries with defiled hands, he gave birth to the disease he had long been in labour with. Thinking life unlivable for himself unless he could also appropriate the money of the poor, he promised to leave to the Church everything he might acquire, and, baiting the bishop with these hopes, he persuaded him to appoint him steward as well. Having taken over the stewardship of the Church, this accursed man, who had not even been brought up as a free man, so treated it as not even a barbarian war would have done: he ruined it, wiping out every mark of its beauty that looked to virtue. Using tricks and devices, villainies and perjuries in handling its affairs, he did nothing straightforward or just; defining villainy as good sense, he fastened upon those who had chosen to live freely and reverently, calling lovers of truth simpletons and those who handled affairs criminally intelligent, those who lived wisely fools and the hucksters men of action. And he did not say these things without doing them; rather, he hid his words behind his deeds, appropriating the church's money, selling ordinations, driving out the lovers of virtue and gathering together those who did the same as he. For he thought that he would have no other safety here (of judgment he took no account at all) unless he banished every form of virtue. And he did this having made the bishop, I know not how, subject to him. For the bishop had been so enslaved to him (let the truth be told frankly, for I could not do otherwise), as if he had been ordained a cheap slave bought with money, to do whatever Martinian ordered. Martinian drove him to such madness (the crowning evil and the chief point of the tragedy will now be told), baiting him with those promises which the bishop now loudly proclaims, parading his own folly, and either forcing or persuading him (I do not know what to say, so extreme is the absurdity), that he even signed in the church's accounts that the wronged Church was in Martinian's debt. For he thought he would not otherwise securely hold what he had improperly acquired unless he showed the Church to be indebted to him: not expecting to claim back what he had stolen, but seeking not to have it claimed from him by the Church. When the wretched city perceived that he was contriving this (for it was not hidden; I will not tell how, because of the enormity of what was done, he was even accused of sorcery, and caught in shameful and outrageous offences), it often rushed to kill him, yet it restrained its impulse. Accused and charged by everyone, he slandered the bishop to all and all to the bishop: arming the bishop against the lovers of virtue, so as to quench everyone's frankness, and telling the people that it was the bishop himself who sold ordinations, plotted against the chaste and appropriated the Church's goods: "For he takes gold and signs the church accounts." He said this thinking by these devices to quench people's anger at what he was doing. When some reported this to the bishop himself, they achieved nothing more, since he said, plausibly enough, that he could do nothing without accusers. But when accusers appeared, believing that he meant it, many of them, trustworthy and able to prove their case, not even then did he proceed against him; so that, every pretext now refuted, he was reasonably suspected by all of being a partner in what was done. For above all, even if that man had promised ten thousand times to bring to the Church everything he acquired from his shameful gains, the bishop ought not to have handed over to him all the church's resources and scandalized countless souls by what was done. And if he was baited by the promises, he ought not to have left him unaudited. And if he had to audit him, he ought to have done so precisely, examining the accounts with some wise and experienced men; for he says that he himself is inexperienced in these things, as in other good things. But if he signed the accounts in a corner, sharing them with no one, he was clearly not deceived (as he loudly cries, thinking in this way to wipe off the condemnation), but has criminally mishandled the church's affairs and sold off the whole Church with them. Martinian, like a man who had bought, and bought unlawfully, decided to use what he had acquired still more unlawfully, hastening to cure evil with evil. Having pocketed all the church's money, or, as he himself said, having shared it with the one who entrusted him with the stewardship and gave occasion for such a tragedy, he recently sent gold ahead to Alexandria, hunting for a bishopric, he who could not even manage himself. Your Holiness, learning this, though you ought to have deposed him, threatened him by letter and affirmed that if he attempted the same things again, the man who brought such disgrace on the most divine religion would be deposed throughout the whole Egyptian diocese. But now, despising both the letters and the threats, he has set out for Alexandria, as I learn, wooing a bishopric for himself and ruining your reputation, as though you ordained for money. It belongs, then, to your magnanimity (by what name could I worthily address you?) to reserve the exact penalty for his offences for the impartial court (for he cannot pay the punishment he deserves here), but to be moved, first, to defend the Church that has been lawlessly treated, and second, to help your own reputation, by putting your threats into effect and deposing him. For if, which I do not believe, besides suffering nothing of the kind, he were even ordained, the secret that is whispered about will be found to be true. Then it belongs to you to send him here with some reverent bishops to whom gain is hateful, to give account of the church's revenues and pay back what he owes; and, if he has given anything to the bishop (for the bishop says that he has not received anything but was deceived), to prove it. For it is not in doubt that you will make the episcopate inaccessible to the protagonist of the drama, who either stole together with him or signed without consideration, or else, pardoning him, will ordain a steward who will not allow him to sin beyond pardon; and that, showing the clever villainy of the third actor to be foolish, you will annul what he says is owed to him (for where would such wealth come from to a man who suffered extreme poverty and made his money from the Church's revenues?). [Letter 2.128] [On flattery.] I learn that flatterers hang on your tongue, swearing that a thing is best of all even if you choose to admire one of the most outrageous evils, and quickly reviling even virtue itself if you malign it. If, then, you will not obey us, at least obey Isocrates, who advised hating flatterers as one hates deceivers; for both, when they are trusted, wrong those who trust them.

1 Pet 1:19 (echo, low confidence)

Notes and citation

Summary: Isidore reports to Cyril of Alexandria how the presbyter Martinian, a runaway slave, became steward of the church of Pelusium under Bishop Eusebius, plundered it, made the church his debtor in the accounts, and now seeks a bishopric at Alexandria; he asks Cyril to depose him and audit the accounts. A short letter against flatterers follows.

  • This ref holds two letters: Letter 2.127 (to Cyril of Alexandria) and Letter 2.128 ("[On flattery]"; its heading was not recovered from the scan). The numbering follows the sequence (see the note on 2.124) and is uncertain; the staging had numbered the letter to Cyril 2.125.
  • The bracketed title before the letter to Cyril does not fit its content and may belong to another letter.
  • Ammonius was Eusebius's predecessor as bishop of Pelusium. "Uttered a word": the scan reads ῥύξαι, presumably for γρύξαι; translated by sense. The "secret that is whispered about" is not explained.
  • Isocrates, To Demonicus 30.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip (accent); OCR slip (breathing); end-of-line hyphen left in the OCR; footnote numeral from the scan; stray mark from the OCR; word split and OCR slip; word split and OCR slips; word split by OCR): Οὐ γὰρ ἤχω → Οὐ γὰρ ἥκω; Ἑκκλησίαν → Ἐκκλησίαν; Εὐσἐβιόν → Εὐσέβιόν; ἄν Ορωπος έναγὴς → ἄνθρωπος ἐναγὴς; ἀφανί σας → ἀφανίσας; μεταχειρί ζεσθαι → μεταχειρίζεσθαι; ἔπρατ - τεν → ἔπραττεν; ἀνδράποδον (17") κεχειροτονημένον → ἀνδράποδον κεχειροτονημένον; βοᾷ ἡ ἐπίσκοπος → βοᾷ ὁ ἐπίσκοπος; ἀξιό πιστοι → ἀξιόπιστοι; λέγει., Εἰ → λέγει. Εἰ; μνηστευσ μενος → μνηστευόμενος; Πυνθάνομαι ᾿ ὅτι → Πυνθάνομαι ὅτι; πεισθῆκαι → πεισθῆναι.

Extrabiblical texts: Isocrates, Demon. 30 (Isocrates (orations); quotation)

Topics: Church office, Ordination, Church discipline and penance, Wealth and poverty

Cite (SBL): Isidore of Pelusium, Ep. 2.125 (PG 78 78:565; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-125). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-125) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.129PG 78 78:573

ΠΑΥΛΩ. Περὶ Ἰούδα τοῦ προδότου Ἔοικας θαυμάζειν, πῶς τὸν προδότην οὐκ ἔπεισεν ὁ Χριστὸς, καλὸν ἡγεῖσθαι τὴν ἀρετὴν, καίτοι πολλάκις περὶ ἀρετῆς, μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐχ ὑπὲρ ταύτης, ἐν συνουσίαις ἀκούσαντα. Ἐγὼ δὲ θαυμάζω, πῶς τὸν ὅρον τῆς αὐτεξουσιότητος ἐπιστάμενος, περὶ τούτου ἐθαύμασας. Οὐ γὰρ βίᾳ καὶ τυραννίδι, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ ἡ τῶν ἀνθρώπων σωτηρία κατασκευάζεται. Διὸ καὶ τὸ κῦρος ἔχει ἕκαστος τῆς οἰκείας σωτηρίας· ἵνα καὶ οἱ στεφανούμενοι, καὶ οἱ τιμωρούμενοι, δικαίως ὑπομένοιεν ὅπερ ἤρηνται. Περὶ ἐλεημοσύνης. Ἐλεήμονα, ὦ φίλος, ἔχειν χρὴ τὴν ψυχήν. Ὁ γὰρ τὴν πηγὴν τὴν τοιαύτην ἔχων, πάντα ἀναβλύσειε τὰ καλά. Κἂν χρήματα ἔχῃ, προήσεται· κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται· κἂν ἐπηρεαζομένῳ περιτύχῃ, χεῖρα ὀρέξει. Καὶ οὐδὲν παραλείψει τῶν εἰς αὐτὸν ἡκόντων.

PAULŌ. Peri Iouda tou prodotou Eoikas thaumazein, pōs ton prodotēn ouk epeisen ho Christos, kalon hēgeisthai tēn aretēn, kaitoi pollakis peri aretēs, mallon de ouk estin hote ouch hyper tautēs, en synousiais akousanta. Egō de thaumazō, pōs ton horon tēs autexousiotētos epistamenos, peri toutou ethaumasas. Ou gar bią kai tyrannidi, alla peithoi kai prosēneią hē tōn anthrōpōn sōtēria kataskeuazetai. Dio kai to kyros echei hekastos tēs oikeias sōtērias; hina kai hoi stephanoumenoi, kai hoi timōroumenoi, dikaiōs hypomenoien hoper ērēntai. Peri eleēmosynēs. Eleēmona, ō philos, echein chrē tēn psychēn. Ho gar tēn pēgēn tēn toiautēn echōn, panta anablyseie ta kala. Kan chrēmata echę̄, proēsetai; kan en symphorais idę̄ tina, klausetai; kan epēreazomenǭ peritychę̄, cheira orexei. Kai ouden paraleipsei tōn eis auton hēkontōn.

To Paul. [On Judas the traitor.] You seem to wonder how Christ did not persuade the traitor to regard virtue as good, though Judas often heard about virtue in their gatherings, or rather there was never a time when he did not hear on its behalf. But I wonder how, knowing the definition of free will, you could wonder at this. For human salvation is brought about not by force and tyranny but by persuasion and gentleness. That is why each person has authority over his own salvation, so that both those who are crowned and those who are punished may justly undergo what they have chosen. [Letter 2.130] [On almsgiving.] One must have a merciful soul, my friend. For whoever has such a spring will gush out all good things. If he has money, he will give it away; if he sees anyone in misfortune, he will weep; if he meets someone who is mistreated, he will hold out a hand; and he will leave out nothing that lies in his power.

Notes and citation

Summary: Christ did not force Judas, since salvation comes by persuasion and free choice; a merciful soul is the spring of all good deeds.

  • Letter 2.130 begins at "[On almsgiving]"; its heading (addressee) was not recovered from the scan.

Notes on the original text

  • Digital text corrected (OCR slip (breathing); word split by OCR): ὄρον τῆς → ὅρον τῆς; συμ φοραῖς → συμφοραῖς.

Topics: Free will, Salvation, Almsgiving and care for the poor

Cite (SBL): Isidore of Pelusium, Ep. 2.129 (PG 78 78:573; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-129). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-129) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.131PG 78 78:573

ΑΝΤΙΟΧΩ., Παράθεσις ἀρετῆς καὶ κακίας. Ἡ κακία καὶ Θεοῦ τοὺς ἀνθρώπους ἀπέστησε, καὶ ἀλλήλων διέστησε. Ταύτην οὖν προτροπάδην φεύγειν χρὴ, καὶ διώκειν τὴν ἀρετὴν, τὴν καὶ Θεῷ προσάγουσαν, καὶ ἀλλήλοις συνάπτουσαν. Αρετῆς δὲ καὶ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον.

ANTIOChŌ., Parathesis aretēs kai kakias. Hē kakia kai Theou tous anthrōpous apestēse, kai allēlōn diestēse. Tautēn oun protropadēn pheugein chrē, kai diōkein tēn aretēn, tēn kai Theǭ prosagousan, kai allēlois synaptousan. Aretēs de kai philosophias horos, to meta syneseōs aplaston.

To Antiochus. [A comparison of virtue and vice.] Vice has both separated human beings from God and divided them from one another. One must therefore flee it headlong and pursue virtue, which both brings us to God and joins us to one another. The definition of virtue and of philosophy is to be without pretence, together with understanding.

Notes and citation

Summary: Vice separates people from God and each other; virtue unites them.

Topics: The Christian life

Cite (SBL): Isidore of Pelusium, Ep. 2.131 (PG 78 78:573; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-131). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-131) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.132PG 78 78:575

ΕΥΤΟΝΙΩ ΔΙΑΚΟΝΩ. Εἰ καὶ Ζώσιμος ὁ δοκῶν εἶναι πρεσβύτερος, σφόδρα τῇ κατὰ σοῦ τυραννίδι μεθύων παροινεῖ, ἀλλὰ σὺ τὰ κατὰ τοῦ Δεσπότου δραματουργηθέντα παρὰ τῶν Ἰουδαίων ἐννοῶν, ὅτε καὶ ἡ γῆ αὐτὴ ἐδονεῖτο καὶ ἐκραδαίνετο, φυγῆς ζητοῦσα χώραν, ἵνα μὴ θεάσηται τὸ δρᾶμα τὸ κατὰ Θεοῦ μὲν τολμώμενον, σαρκὸς δὲ ἁπτόμενον, φέρε γενναίως.

EUTONIŌ DIAKONŌ. Ei kai Zōsimos ho dokōn einai presbyteros, sphodra tę̄ kata sou tyrannidi methyōn paroinei, alla sy ta kata tou Despotou dramatourgēthenta para tōn Ioudaiōn ennoōn, hote kai hē gē autē edoneito kai ekradaineto, phygēs zētousa chōran, hina mē theasētai to drama to kata Theou men tolmōmenon, sarkos de haptomenon, phere gennaiōs.

To Eutonius the deacon. Even if Zosimus, who seems to be a presbyter, is drunk with his tyranny against you and behaves outrageously, consider what was staged by the Jews against the Master, when even the earth itself shook and trembled, seeking a place to flee so as not to see the drama dared against God, though it touched only his flesh; and bear it nobly.

Matt 27:51 (allusion, high confidence)

Notes and citation

Summary: Eutonius should bear Zosimus' abuse by remembering what Christ suffered.

  • The earthquake at the crucifixion: Matt 27:51. The reference to "the Jews" is the letter's own; translated as written.

Notes on the original text

  • Digital text corrected (OCR slip): παροινες → παροινεῖ.

Topics: Patience, Passion and death of Christ

Cite (SBL): Isidore of Pelusium, Ep. 2.132 (PG 78 78:575; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-132). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-132) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.133PG 78 78:575

ΤΙΜΟΘΕΩ ΑΝΑΓΝΩΣΤΗ. Τὸ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὁδόντα ἀντὶ ὀδόντος, οἶμαι νενομοθετῆσθαι τοῖς Ἰουδαίοις παρὰ τῆς ἡμερωτάτης φύσεως, οὐχ ἵνα ἀσύγγνωστοι ὦσι, καὶ πικροὶ τοῖς ἀδικοῦσιν, ὡς νομίζουσι Μανιχαῖοι, διασύροντες τὴν Παλαιὰν Διαθήκην· ἀλλ᾽ ἵνα τῷ δέει τοῦ παθεῖν ἃ δρῶσιν, ἀπέχωνται τοῦ τολμᾷν. Εἰ καὶ δίκαιον καὶ εὔλογον ἀκόλουθόν ἐστιν. Ἀλλ᾿ ἡ θεία γαληνότης εἰς ἡμερότητα βλέπουσα, καὶ εἰς ἀγαθότητα ὁρῶσα, καὶ τοὺς ἀνθρώπους εἰς ταύτην ἀλείφουσα, διὰ τοῦ τεθεσπικέναι ἀμύνεσθαι τὸν δρῶντα, τῷ φόβῳ τῆς τιμωρίας προανέστειλε τὰ πταίσματα. Τοῦ γὰρ δρῶντος μὴ ὄντος, οὐδ᾽ ὁ ἀμυνόμενος ἔσται. Συνοράτωσαν οὖν τὸ βάθος τῆς σοφίας τοῦ νομοθέτου, καὶ μὴ ἐκ τοῦ προχείρου, ὡς ὠμὸν καὶ ἀπάνθρωπον αἰτιάσθωσαν. Τὸ γὰρ ἐν Εὐαγγελίοις εἰρημένον, « Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, » οὐκ ἔστιν ἐναντίον, ἀλλὰ μεῖζον, καὶ κρεῖττον, καὶ τῆς ἀκροτάτης φιλοσοφίας ὅρος. Ἐκεῖνα γὰρ μὲν ὑπὲρ τοῦ μηδ' ὅλως δρᾶσαι, νενομοθέτηται: τὸ γὰρ ἀσμένως πάσχειν οὐκ ἂν ἤκουσαν αἱμάτων διψῶντες ἄνθρωποι· ταῦτα δὲ καὶ ὑπὲρ τοῦ προθύμως πάσχειν πεφιλοσόφηται. Ὁ δὲ συγκριτικὸς χαρακτὴρ οὐκ εἰς τὴν ἐναντίαν ἐξωθεῖ τάξιν τὰ συγκρινόμενα, ἀλλ᾽ εἰς τὴν αὐτὴν μὲν ὑπεροχὴν δείκνυσι καὶ ἐλάττωσιν. Καλὸν μὲν γὰρ τὸ μὴ δρᾷν τι κακὸν, κρεῖττον δὲ τὸ καὶ προθύμως πάσχειν. Καλὸς ὁ γάμος, ἀλλὰ κρεῖττον ἡ παρθενία. Καλὴ ἡ σελήνη, ἀλλὰ κρεῖττον ὁ ἥλιος. Ὥσπερ οὖν τῆς μὲν σελήνης καλῆς οὔσης, τοῦ δὲ ἡλίου κρείττονος, εἷς ἐστιν ὁ Δημιουργός · οὕτω καὶ Παλαιᾶς καὶ Καινῆς Διαθήκης εἷς νομοθέτης, ὁ σοφῶς καὶ προσφόρως, καὶ καταλλήλως τοῖς καιροῖς νομοθετήσας.

TIMOThEŌ ANAGNŌSTĒ. To, Ophthalmon anti ophthalmou, kai hodonta anti odontos, oimai nenomothetēsthai tois Ioudaiois para tēs hēmerōtatēs physeōs, ouch hina asyngnōstoi ōsi, kai pikroi tois adikousin, hōs nomizousi Manichaioi, diasyrontes tēn Palaian Diathēkēn; all᾽ hina tǭ deei tou pathein ha drōsin, apechōntai tou tolmąn. Ei kai dikaion kai eulogon akolouthon estin. All᾿ hē theia galēnotēs eis hēmerotēta blepousa, kai eis agathotēta horōsa, kai tous anthrōpous eis tautēn aleiphousa, dia tou tethespikenai amynesthai ton drōnta, tǭ phobǭ tēs timōrias proanesteile ta ptaismata. Tou gar drōntos mē ontos, oud᾽ ho amynomenos estai. Synoratōsan oun to bathos tēs sophias tou nomothetou, kai mē ek tou procheirou, hōs ōmon kai apanthrōpon aitiasthōsan. To gar en Euangeliois eirēmenon, « Ean tis se rhapisę̄ eis tēn dexian siagona, strepson autǭ kai tēn allēn, » ouk estin enantion, alla meizon, kai kreitton, kai tēs akrotatēs philosophias horos. Ekeina gar men hyper tou mēd' holōs drasai, nenomothetētai: to gar asmenōs paschein ouk an ēkousan haimatōn dipsōntes anthrōpoi; tauta de kai hyper tou prothymōs paschein pephilosophētai. Ho de synkritikos charaktēr ouk eis tēn enantian exōthei taxin ta synkrinomena, all᾽ eis tēn autēn men hyperochēn deiknysi kai elattōsin. Kalon men gar to mē drąn ti kakon, kreitton de to kai prothymōs paschein. Kalos ho gamos, alla kreitton hē parthenia. Kalē hē selēnē, alla kreitton ho hēlios. Hōsper oun tēs men selēnēs kalēs ousēs, tou de hēliou kreittonos, heis estin ho Dēmiourgos ; houtō kai Palaias kai Kainēs Diathēkēs heis nomothetēs, ho sophōs kai prosphorōs, kai katallēlōs tois kairois nomothetēsas.

To Timothy the reader. "Eye for eye and tooth for tooth" was, I think, legislated for the Jews by the most gentle Nature, not so that they should be unforgiving and bitter toward those who wrong them, as the Manichaeans think, who disparage the Old Testament, but so that, through fear of suffering what they do, they would refrain from daring it. And this is just, reasonable and consistent. The divine calm, looking to gentleness and goodness and training people for it, checked offences in advance by fear of punishment, through having ordained that the doer be requited. For if there is no doer, there will be no one requiting either. Let them see, then, the depth of the lawgiver's wisdom, and not hastily accuse it of cruelty and inhumanity. For what is said in the Gospels, "If anyone strikes you on the right cheek, turn to him the other also," is not contrary to it, but greater and better, and the definition of the highest philosophy. The former was legislated so that people should not do harm at all (for men thirsting for blood would not have listened to a command to suffer gladly); the latter has been taught so that they might suffer willingly. The comparative mode does not push the things compared into opposite ranks, but shows superiority and inferiority within the same rank. It is good not to do any evil, but better also to suffer willingly. Marriage is good, but virginity is better. The moon is beautiful, but the sun is better. As, then, with the moon beautiful and the sun better, the Creator is one, so of the Old and the New Testament there is one lawgiver, who legislated wisely, suitably and fittingly for the times.

Exod 21:24 (quotation, high confidence) · Matt 5:39 (quotation, high confidence) · 1 Cor 7:38 (echo, medium confidence)

Notes and citation

Summary: "Eye for eye" was a deterrent, not a command to be vindictive as the Manichaeans claim; turning the other cheek is a higher stage of the same law, given by the one God of both Testaments.

  • Exod 21:24; Matt 5:38-39. The comparison of marriage and virginity ("good" and "better") recalls 1 Cor 7:38.

Notes on the original text

  • Digital text corrected (OCR slip; repeated letter from the OCR): ἀλλ᾽ ἕνα τῷ δέει → ἀλλ᾽ ἵνα τῷ δέει; ἐλάτττωσιν → ἐλάττωσιν.

Topics: The law of Moses, Manichaeism, Love of enemies and forgiveness of wrongs, Marriage, Virginity and celibacy

Cite (SBL): Isidore of Pelusium, Ep. 2.133 (PG 78 78:575; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-133). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-133) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.134PG 78 78:575

ΤΩ ΑΥΤΩ. ᾿Αρετὴ μὲν, καὶ τρόποις, οὐ καταισχύνει τὴν ὁμοτιμίαν χρὴ δὲ σε τῶν ἀδυνάτων μὴ ἐρᾶν, ἀλλ' ἐκείνων ἀφέμενον, τὰ εἰκότα εὔχεσθαι. Ἐπεὶ καὶ Μωσῆς ὁ ἱεροφάντης, καὶ Παῦλος ὁ θεσπέσιος, ἐν ἐνίοις, οὐχ ὧν ἥτησαν, ἔτυχον· ἀλλ᾿ ὅτι μὴ καλῶς ᾔτησαν, ἐδιδάχθησαν.

TŌ AUTŌ. ᾿Aretē men, kai tropois, ou kataischynei tēn homotimian chrē de se tōn adynatōn mē eran, all' ekeinōn aphemenon, ta eikota euchesthai. Epei kai Mōsēs ho hierophantēs, kai Paulos ho thespesios, en eniois, ouch hōn hētēsan, etychon; all᾿ hoti mē kalōs ę̄tēsan, edidachthēsan.

To the same. Virtue, and good character too, bring no shame on equal rank; but you must not long for what is impossible, but, letting it go, pray for what is reasonable. For even Moses the revealer of sacred things and the divine Paul in some matters did not obtain what they asked; rather they were taught that they had not asked well.

Deut 3:26 (allusion, high confidence) · 2 Cor 12:8 (allusion, high confidence)

Notes and citation

Summary: One should pray for what is fitting, as Moses and Paul learned when their requests were refused.

  • The first sentence is uncertain in the scan; translated by sense. Moses: Deut 3:23-26; Paul: 2 Cor 12:8-9.

Topics: Prayer

Cite (SBL): Isidore of Pelusium, Ep. 2.134 (PG 78 78:575; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-134). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-134) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.135PG 78 78:577

ΝΕΜΕΣΙΩ. Εἰς τὸ, « ῎Ανθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκε., Τὸ, ῎Ανθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, οὐ καταφορικῶς κατὰ τῶν ἀνθρώπων ἡ ἱερὰ Γραφὴ ῥητορεύουσα, καὶ τὸ λογικὸν διασύρουσα γένος, εἴρηκεν· ἀλλὰ καὶ πάνυ πεφεισμένως. Εἰ γὰρ τὴν ἀκρίβειαν ἐξετάσοιμεν, οὐ τοῖς κτήνεσι μόνον, ἀλλὰ καὶ τοῖς ἀτιθάσσοις θηρίοις κινδυνεύει ἐοικέναι. Μᾶλλον δὲ καὶ ὑπερβάλλει ταῦτα, ὁ τῶν αἰσχρῶν παθῶν ἐραστής. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτ᾽ ἔστιν, ὅτι ἕκαστον μὲν τῶν θηρίων ἑνὶ ἐλαττώματι δουλεύει· ὁ δὲ δοκῶν ἄνθρωπος εἶναι, πάνθ' ὁμοῦ συμφορήσας, ποῤῥωτέρω τῆς ἐκείνων ἀλογίας ὁδεύει. Καὶ ἵνα μὴ ὑπερβολῆς εἶναι νομίσῃς τὰ ῥήματα, αὐτὰ τὰ πράγματα ἀδεκάστως βασανίσωμεν. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν, ὡς ἵππος θηλυμανής, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, πιαίνῃ δὲ τὸ σῶμα ὡς ἡμίονος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ ὀργίζηται μὲν ὡς λέων, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, καὶ ὕπουλος μὲν ὑπάρχῃ ὡς ὄφις, ἱὸν δὲ πονηρίας διατηρῇ ὡς ἔχις, χρήματα δὲ, μᾶλλον δὲ ἁμαρτήματα, συνάγῃ ὡς ὁ κάνθαρος τὴν κάνθαρον· πῶς δυνήσεταί τις μετὰ ἀνθρώπων τὸν θηριόφρονα τοῦτον ἀριθμεῖν, οὐχ ὁρῶν ἐν αὐτῷ τῆς ἡμέρου φύσεως τοὺς χαρακτῆρας, ἀλλὰ Σκύλλης τινὸς καὶ Χιμαίρας καὶ Ὕδρας, κατὰ τοὺς ἔξωθεν μύθους, δυσωδίαν θεώμενος; Εἰ δὲ φαίης, Τί οὖν ποιητέον; φήσαιμι, ὅτι τὸ κάτοπτρον τὸ πνευματικὸν συνεχῶς μεταχειριστέον· φημὶ δὴ τὰς θείας Γραφὰς ἐν αἷς καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἡ ἱστορία, καὶ οἱ παρὰ τοῦ Θεοῦ τεθέντες σωτηριώδεις νόμοι. Τοῦτο γὰρ τὸ κάτοπτρον οὐ δείκνυσι τὴν ἀμορφίαν μόνον, ἀλλὰ καὶ μετατίθησιν, ἂν ἐθέλωμεν, εἰς κάλλος ἀμήχανον. ΤΙΜΟΘΕΟ ΛΑΜΠΡΟΤΑΤΩ. Πρὸς ἄρχοντας. Εὐσεβείας οὐδὲν, ὦ ἄριστε, ὠφελιμώτερον. Αὕτη γὰρ σώζει καὶ τοῖς τροπαιούχοις βασιλεῦσι τὸ ὑπήκοον. Πρὸς ταύτην τοιγαροῦν βλέπων, εὐθύνειν πειρῶ τὸ τῆς ἀρχῆς σκάφος, ὅπως ἀχείμαστοι, τὸ γε σὸν μέρος, οἱ ἀρχόμενοι διαμείναιεν. Εἰ δὲ πόνους ἔχει τὸ πρᾶγμα, ἔχει καὶ θυμηδίας. Εἰ δὲ φαίης, Οὐ κατὰ ταυτὸν· φαίην, Οὐ γὰρ οἷόν τε. Ἐπειδὴ γὰρ πολεμοῦντα διαλλαγῆναι οὐκ ἀνέχονται, διὰ τῶν κορυφῶν συνήφθησαν. Οὗ γὰρ οἱ πόνοι παραγένωνται, ἐπακολουθοῦσιν ὕστερον καὶ αἱ θυμηδίαι. Τὸ εὐημερεῖν τὸν πονηρὸν, καὶ τὸ ἐν τοῖς εἰς ἄκρον χαλεποῖς γίνεσθαι τὸν ἐπιεικῆ καὶ τῶν εἰς λῆξιν ἡκόντων ἐπαίνων ἔμπλεω, δυστόπαστόν ἐστιν ἀληθῶς καὶ δυσέφικτον, καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων ἐπέκεινά τε καὶ ποῤῥωτάτω. Θείοις γὰρ κρίμασι παραχωρεῖν ἀναγκαῖον. Καὶ εἴπερ βουλόμεθα φρονεῖν ὀρθῶς, μόνῳ τῷ ἀκηράτῳ νῷ τῆς οἰκονομίας τὴν γνῶσιν ἀνάψαντες, πρὸς τὰ ἐν χερσὶ βαδιούμεθα, ἃ καὶ μόλις πρὸς ἡμῶν εὑρίσκεσθαι φιλεῖ. Ἐπειδὴ δὲ οἴει δεῖν κατὰ τὸ ἐνδεχόμενον ἐπαμῦναι τῷ λόγῳ, ἐπημύναμεν, ὥς γε ἡδυνήθημεν, ἐν τῷ πρὸς "Ἕλληνας ἡμῖν γραφέντι λόγῳ ἐντυχὼν εἴσῃ τὴν λύσιν τοῦ προβλήματος. Εἰς τὸ, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Καὶ τί ἐστι, « Μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ. › Εἰ μὴ ἀκριβῶς ἐπεπείσμην, ὅτι τὸ λεῖπον τῇ ἡμετέρᾳ γλώττῃ ἡ σὴ ἀπεπλήρου σύνεσις, οὐκ ἄν μοι δοκῶ τάδε χαράξαι τὰ γράμματα. Τί οὖν ἐστιν ὁ ἠθέλησας μαθεῖν; Δι᾿ ἣν ὁ ᾿Απόστολος αἰτίαν ἔφη· « Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὧν ἄνομος Θεοῦ, ἀλλ᾽ ἔννομος Χριστοῦ, ἵνα κερδήσω ἀνόμους.» Μάλιστα μὲν ἀκριβοῦς ταῦτα βασάνου δεῖται, ἕως ἂν ἡ κεκρυμμένη ἐν αὐτοῖς ἀλήθεια, σαφῶς ὑποπέσῃ. Συντόμως δὲ εἰρήσεται· Ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνίσατο, καὶ ἔθυσε· καὶ περιτεμὼν Τιμόθεον, Ἰουδαίοις πέπομφε διδάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν. Διὸ οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ᾽, ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε ᾿Αθηναίοις δημηγορῶν, οὐκ ἀπὸ προφητῶν, οὐδ᾽ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ᾿ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος δογμάτων. Διὸ οὐκ εἶπεν, ἄνομος, ἀλλ᾽, ὡς ἄνομος· Τὸ δὲ, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ᾽ ἔννομος Χριστοῦ, ἢ ὡς ἀδιάφορον εἶπεν (ἐπὶ γὰρ μιᾶς οὐσιας, οὐκ ἔστι διαφορά· τοῦτο γὰρ ἀλλαχοῦ δεῖξαι βουλόμενος ἔφη· Ὥστε καὶ « ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ»)· ἢ, εἰ τοῦτο βεβιασμένον ἡγῇ, οἶμαι τοῦτο μηνύειν, τὸ μὴ μόνον κατὰ τὸν νόμον πεπολιτεῦσθαι, τὸν τῷ Πατρὶ παρά τινων ἐπιγραφόμενον, καὶ διὰ τὴν ἔξιν τῶν μανθανόντων, οὐ διὰ τὴν ἀξίαν τοῦ νομοθέτου, νηπίοις μᾶλλον ἀρμόττοντα, καὶ στοιχειωθέντα, ἀλλὰ καὶ κατὰ τὸν τοῦ Χριστοῦ οὐράνιον καὶ τέλειον νόμον· οἷον οὐκ ἄνομος κατὰ τὸν παλαιὸν νόμον, ἀλλὰ καὶ ἔννομος κατὰ τὸ Εὐαγγέλιον· οὐκ ἔξω τοῦ νόμου, ἀλλὰ καὶ εἴσω τῆς χάριτος · οὐκ ἄπειρος τοῦ γάλακτος, ἀλλὰ καὶ ἔμπειρος τῆς στερεᾶς τροφῆς· οὐκ ἀμελέτητος τῆς παλαίστρας, ἀλλὰ καὶ ἐν τοῖς Ὀλυμπίοις διαλάμψας. Οὐκ ἐμοίχευσα διὰ τὸν νόμον, ἀλλ᾽ οὔτε εἶδον ἀκολάστως γυναῖκα διὰ τὸ Εὐαγγέλιον. Οὐκ ἐφόνευσα διὰ τὸν φόβον, ἀλλὰ καὶ ὀργῆς ἐκράτησα διὰ τὸν πόθον. Ὁ μὲν γὰρ τὸν παλαιὸν φυλάξας οὐκ ἦν ἄνομος Θεοῦ, οὐδὲ τὸν νέον, ἔστιν ἔννομος Χριστοῦ Ταῦτα δὲ ἔλεγεν οὐκ ἀποκληρῶν τῷ μὲν Πατρὶ τὸν νόμον, τῷ δὲ Υἱῷ τὸ Εὐαγγέλιον· ἀλλὰ πρὸς τὴν τῶν πολλῶν ὑπόνοιαν καὶ δόξαν ἀφορῶν. Πάντα γὰρ τὰ τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἐστι· καὶ τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός.

NEMESIŌ. Eis to, « ᾿Anthrōpos en timę̄ hōn ou synēke., To, ᾿Anthrōpos en timę̄ hōn ou synēke, parasyneblēthē tois ktēnesi tois anoētois, kai hōmoiōthē autois, ou kataphorikōs kata tōn anthrōpōn hē hiera Graphē rhētoreuousa, kai to logikon diasyrousa genos, eirēken; alla kai pany pepheismenōs. Ei gar tēn akribeian exetasoimen, ou tois ktēnesi monon, alla kai tois atithassois thēriois kindyneuei eoikenai. Mallon de kai hyperballei tauta, ho tōn aischrōn pathōn erastēs. Kai to dē thaumaston kai paradoxon tout᾽ estin, hoti hekaston men tōn thēriōn heni elattōmati douleuei; ho de dokōn anthrōpos einai, panth' homou symphorēsas, porrhōterō tēs ekeinōn alogias hodeuei. Kai hina mē hyperbolēs einai nomisę̄s ta rhēmata, auta ta pragmata adekastōs basanisōmen. Hotan gar tis skirtą men hōs tauros, laktizę̄ de hōs onos, chremetizę̄ de epi gynaixin, hōs hippos thēlymanēs, kai gastrimargę̄ men hōs arktos, piainę̄ de to sōma hōs hēmionos, mnēsikakę̄ de hōs kamēlos, kai orgizētai men hōs leōn, harpazę̄ de hōs lykos, plēttę̄ de hōs skorpios, kai hypoulos men hyparchę̄ hōs ophis, hion de ponērias diatērę̄ hōs echis, chrēmata de, mallon de hamartēmata, synagę̄ hōs ho kantharos tēn kantharon; pōs dynēsetai tis meta anthrōpōn ton thēriophrona touton arithmein, ouch horōn en autǭ tēs hēmerou physeōs tous charaktēras, alla Skyllēs tinos kai Chimairas kai Hydras, kata tous exōthen mythous, dysōdian theōmenos? Ei de phaiēs, Ti oun poiēteon? phēsaimi, hoti to katoptron to pneumatikon synechōs metacheiristeon; phēmi dē tas theias Graphas en hais kai tōn agathōn andrōn estin hē historia, kai hoi para tou Theou tethentes sōtēriōdeis nomoi. Touto gar to katoptron ou deiknysi tēn amorphian monon, alla kai metatithēsin, an ethelōmen, eis kallos amēchanon. TIMOThEO LAMPROTATŌ. Pros archontas. Eusebeias ouden, ō ariste, ōphelimōteron. Hautē gar sōzei kai tois tropaiouchois basileusi to hypēkoon. Pros tautēn toigaroun blepōn, euthynein peirō to tēs archēs skaphos, hopōs acheimastoi, to ge son meros, hoi archomenoi diameinaien. Ei de ponous echei to pragma, echei kai thymēdias. Ei de phaiēs, Ou kata tauton; phaiēn, Ou gar hoion te. Epeidē gar polemounta diallagēnai ouk anechontai, dia tōn koryphōn synēphthēsan. Hou gar hoi ponoi paragenōntai, epakolouthousin hysteron kai hai thymēdiai. To euēmerein ton ponēron, kai to en tois eis akron chalepois ginesthai ton epieikē kai tōn eis lēxin hēkontōn epainōn empleō, dystopaston estin alēthōs kai dysephikton, kai tōn tēs anthrōpotētos metrōn epekeina te kai porrhōtatō. Theiois gar krimasi parachōrein anankaion. Kai eiper boulometha phronein orthōs, monǭ tǭ akēratǭ nǭ tēs oikonomias tēn gnōsin anapsantes, pros ta en chersi badioumetha, ha kai molis pros hēmōn heuriskesthai philei. Epeidē de oiei dein kata to endechomenon epamynai tǭ logǭ, epēmynamen, hōs ge hēdynēthēmen, en tǭ pros "Hellēnas hēmin graphenti logǭ entychōn eisę̄ tēn lysin tou problēmatos. Eis to, Egenomēn tois Ioudaiois hōs Ioudaios. Kai ti esti, « Mē ōn anomos Theǭ, all᾽ ennomos Christǭ. › Ei mē akribōs epepeismēn, hoti to leipon tę̄ hēmeterą glōttę̄ hē sē apeplērou synesis, ouk an moi dokō tade charaxai ta grammata. Ti oun estin ho ēthelēsas mathein? Di᾿ hēn ho ᾿Apostolos aitian ephē; « Egenomēn tois Ioudaiois hōs Ioudaios, hina Ioudaious kerdēsō; tois anomois hōs anomos, mē hōn anomos Theou, all᾽ ennomos Christou, hina kerdēsō anomous.» Malista men akribous tauta basanou deitai, heōs an hē kekrymmenē en autois alētheia, saphōs hypopesę̄. Syntomōs de eirēsetai; Egeneto tois Ioudaiois hōs Ioudaios, hote en tǭ hierǭ hēgnisato, kai ethyse; kai peritemōn Timotheon, Ioudaiois pepomphe didaskalon, dia peritomēs tēn peritomēn anairōn. Dio ouk eipen, Ioudaios, all᾽, hōs Ioudaios; tois anomois hōs anomos, hote ᾿Athēnaiois dēmēgorōn, ouk apo prophētōn, oud᾽ apo tou nomou dielechthē, all᾿ apo bōmou tēn parainesin epoiēsato, apo tōn oikeiōn autous cheiroumenos dogmatōn. Dio ouk eipen, anomos, all᾽, hōs anomos; To de, mē ōn anomos Theou, all᾽ ennomos Christou, ē hōs adiaphoron eipen (epi gar mias ousias, ouk esti diaphora; touto gar allachou deixai boulomenos ephē; Hōste kai « ho esthiōn, Kyriǭ esthiei, kai eucharistei tǭ Theǭ»); ē, ei touto bebiasmenon hēgę̄, oimai touto mēnyein, to mē monon kata ton nomon pepoliteusthai, ton tǭ Patri para tinōn epigraphomenon, kai dia tēn exin tōn manthanontōn, ou dia tēn axian tou nomothetou, nēpiois mallon armottonta, kai stoicheiōthenta, alla kai kata ton tou Christou ouranion kai teleion nomon; hoion ouk anomos kata ton palaion nomon, alla kai ennomos kata to Euangelion; ouk exō tou nomou, alla kai eisō tēs charitos ; ouk apeiros tou galaktos, alla kai empeiros tēs stereas trophēs; ouk ameletētos tēs palaistras, alla kai en tois Olympiois dialampsas. Ouk emoicheusa dia ton nomon, all᾽ oute eidon akolastōs gynaika dia to Euangelion. Ouk ephoneusa dia ton phobon, alla kai orgēs ekratēsa dia ton pothon. Ho men gar ton palaion phylaxas ouk ēn anomos Theou, oude ton neon, estin ennomos Christou Tauta de elegen ouk apoklērōn tǭ men Patri ton nomon, tǭ de Huiǭ to Euangelion; alla pros tēn tōn pollōn hyponoian kai doxan aphorōn. Panta gar ta tou Patros, tou Huiou esti; kai ta tou Huiou, tou Patros.

To Nemesius. [On "Man, being in honour, did not understand."] "Man, being in honour, did not understand; he was compared to the senseless cattle and became like them": holy Scripture said this not as a tirade against human beings or to disparage the rational race, but even very sparingly. For if we examine it precisely, he is in danger of resembling not only cattle but also untamed beasts; or rather, the lover of shameful passions even surpasses them. And what is wonderful and paradoxical is this: each beast is a slave to one defect, but he who seems to be a man gathers all of them together and travels farther than their irrationality. And so that you may not think my words exaggerated, let us test the facts themselves impartially. When someone leaps like a bull, kicks like an ass, neighs after women like a stallion mad for mares, is gluttonous like a bear, fattens his body like a mule, bears grudges like a camel, rages like a lion, snatches like a wolf, strikes like a scorpion, is treacherous like a snake, keeps the venom of wickedness like a viper, and gathers money, or rather sins, as the beetle gathers its dung, how can anyone count this beast-minded creature among human beings, when he sees in him not the marks of the gentle nature but the stench of some Scylla, Chimaera or Hydra, as the outsiders' myths have it? If you say, "What, then, must be done?", I would answer that the spiritual mirror must be handled continually: I mean the divine Scriptures, which contain both the history of good men and the saving laws set by God. For this mirror not only shows ugliness, but also transforms it, if we wish, into irresistible beauty. [Letter 2.136] To Timothy, most illustrious. [To governors.] Nothing, best of men, is more profitable than piety. It preserves their subjects even for victorious emperors. Looking to it, then, try to steer the ship of government so that, as far as it lies with you, those you govern may remain untouched by storms. If the task has its toils, it also has its joys. And if you say, "Not at the same time," I would answer: no, that is not possible. For since, being at war, they would not bear to be reconciled, they were joined together at their heads. For where toils come, joys follow afterwards. [Letter 2.137] That the wicked man prospers, and that the reasonable man, full of praises that reach the limit, falls into the most extreme hardships, is truly hard to guess and hard to grasp, and lies beyond the measures of humanity and very far from them. One must yield to the divine judgments. And if we wish to think rightly, we will ascribe the knowledge of the dispensation to the pure Mind alone, and proceed to what lies at hand, which even so is found by us only with difficulty. But since you think one must defend the argument as far as possible, we have defended it as we could: if you read the discourse we wrote To the Greeks, you will learn the solution of the problem. [Letter 2.138] [On "I became to the Jews as a Jew," and what "not being without law toward God but under the law of Christ" means.] If I were not firmly persuaded that your understanding would fill up what our tongue lacks, I do not think I would have written this letter. What, then, is it that you wished to learn? For what reason the Apostle said, "To the Jews I became as a Jew, in order to win Jews; to those without law as one without law, not being without law toward God but under the law of Christ, in order to win those without law." This needs precise examination above all, until the truth hidden in it comes clearly to light. But it shall be said briefly. He became to the Jews as a Jew when he purified himself in the temple and offered sacrifice; and when he circumcised Timothy and sent him to the Jews as a teacher, abolishing circumcision by circumcision. That is why he did not say "a Jew" but "as a Jew." To those without law he became as one without law when, addressing the Athenians, he did not argue from the prophets or from the law, but made his exhortation from an altar, subduing them by their own beliefs. That is why he did not say "without law" but "as without law." As for "not being without law toward God but under the law of Christ," he said it either as making no difference (for in one substance there is no difference; wishing to show this elsewhere, he said, "He who eats, eats to the Lord, and gives thanks to God"); or, if you think this forced, I think it means that he lived not only according to the law that some ascribe to the Father, which, because of the condition of the learners and not because of the dignity of the lawgiver, was fitted rather to infants and to the elements, but also according to Christ's heavenly and perfect law. It is as if he said: not lawless according to the old law, but also within the law according to the Gospel; not outside the law, but also inside grace; not without experience of milk, but also experienced in solid food; not untrained in the wrestling school, but also shining at the Olympic games. "I did not commit adultery, because of the law; but neither did I look licentiously at a woman, because of the Gospel. I did not commit murder, because of fear; but I also mastered anger, because of love." For the one who kept the old law was not without law toward God, and the one who keeps the new is under the law of Christ. He said this not as assigning the law to the Father and the Gospel to the Son, but with an eye to the suspicion and opinion of the many. For all that is the Father's is the Son's, and all that is the Son's is the Father's.

Ps 49:12 (48:13 LXX) (quotation, high confidence) · Jas 1:23 (echo, low confidence) · 1 Cor 9:20 (quotation, high confidence) · 1 Cor 9:21 (quotation, high confidence) · Acts 21:26 (allusion, high confidence) · Acts 16:3 (allusion, high confidence) · Acts 17:23 (allusion, high confidence) · Rom 14:6 (quotation, high confidence) · Heb 5:12 (allusion, medium confidence) · Matt 5:28 (allusion, high confidence) · Matt 5:22 (allusion, medium confidence) · John 17:10 (allusion, medium confidence)

Notes and citation

Summary: The beastly man of Ps 49 is worse than any beast, and Scripture is the mirror that can transform him; a governor should steer by piety; the prosperity of the wicked belongs to God's judgment; Paul became "as a Jew" and "as without law" by condescension, while keeping both the old law and Christ's higher law.

  • Letters 2.136-2.138 run on in this ref: Letter 2.136 begins at "To Timothy, most illustrious" (its numeral, ΡΛϚ', 136, printed in Latin letters in the scan, removed); Letters 2.137 ("That the wicked man prospers") and 2.138 ("[On 'I became to the Jews'") have no headings in the scan.
  • Ps 49:12, 20 (48:13, 21 LXX). The text repeats "beetle" where "dung" is meant; translated by sense. The mirror: cf. Jas 1:23-25.
  • Pleasure and pain "joined at their heads": Plato, Phaedo 60b-c. Isidore's discourse To the Greeks is lost.
  • 1 Cor 9:20-21; Acts 21:26; Acts 16:3; Acts 17:23; Rom 14:6; milk and solid food: Heb 5:12-14 (1 Cor 3:2); Matt 5:21-22, 27-28; John 17:10. "The law that some ascribe to the Father" alludes to those (such as the Marcionites) who set the God of the law against the Father of Christ.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip (breathing); end-of-line hyphen left in the OCR; letter numeral (in Latin letters) from the scan removed): ἀἁρπάζῃ → ἁρπάζῃ; PAG΄. – ΤΙΜΟΘΕΟ → ΤΙΜΟΘΕΟ; Ο γὰρ οἱ πόνοι → Οὗ γὰρ οἱ πόνοι; βουλςμεθα → βουλόμεθα; πέ - πομφε → πέπομφε; ὡς άνομος → ὡς ἄνομος.

Extrabiblical texts: Plato, Phaed. 60b-c (Plato (works); allusion)

Topics: Scripture and canon, Rulers and the state, Providence, Interpreting Scripture, The law of Moses, Jews and Judaism

Cite (SBL): Isidore of Pelusium, Ep. 2.135 (PG 78 78:577; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-135). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-135) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.139PG 78 78:581

ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠΩ. Εἰς τὸ γεγραμμένον, « Τίς ὠφέλεια ἐν τῷ αἵματί μου; › Ἡ ἀγάπη, ὡς πάντα πικρὰ πρὸς σὲ φθέγξασθαι οἴχεται, πρᾶγμα ἔντιμον καὶ μέγα, καὶ λαμπρὸν, καὶ περὶ οὗ ὁ μὲν προφητικὸς χορὸς προεμήνυσεν, ὁ δὲ Σωτὴρ δεῦρο ἐπεφοίτησε, καὶ οἱ ἀπόστολοι ἐκήρυξαν, τῷ οἰκείῳ αἵματι τὰ θεσπισθέντα σφραγίσαντες. Τοιγάρτοι τὰ ἑαυτῶν μόνον σκοποῦντες, τὸν κοινὸν ἐχθρὸν ἀφέντες, κατ᾿ ἀλλήλων ὁπλιζόμεθα. Καὶ κινδυνεύει ὁ κατὰ κράτος ἡττηθεὶς, τῇ ἡμετέρᾳ διαστάσει νευρωθεὶς ἀναμάχεσθαι καὶ νικᾷν. Πέπτωκε μὲν γὰρ, εἰ καὶ ἀπερισκέπτως θρασύνεται· ἡ δὲ ἡμετέρα ῥαθυμία καὶ ὁ πρὸς ἀλλήλους πόλεμος νεῦρα τῷ πεπτωκότι, καὶ ῥώμη γέγονεν, ὡς κινδυνεύειν, τὸ γε τῶν ῥᾳθύμων μέρος, τὸ γεγενημένον παρὰ τοῦ Σωτῆρος κατόρθωμα (εἰ γὰρ καὶ τολμηρὸν εἰπεῖν, ἀλλά γε ἀληθὲς ὂν λελέξεται), οἴχεσθαι. Διὸ καὶ τυχὸν ἴσως τοῦτο ὅπερ ἐζήτησας μαθεῖν, διὰ τοῦ Μελῳδοῦ προεμήνυσε· «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;» τοῦτ᾽ ἔστιν, εἰς τὴν πολύφθορον τῶν ἀνθρώπων φύσιν. Εἰ γὰρ καὶ ἄλλα τινὰ μηνύει· ἠθικώτερον μὲν γὰρ εἰς τὸν Δαβὶδ, φυσικώτερον δὲ εἰς τὸν ᾿Αδὰμ ἐκλαμβάνεται· ἀλλὰ γε καὶ πρὸς τοῦτον βλέπειν ἔδοξε πολλοῖς ἁγίοις τὸν σκοπόν. Ἐγὼ μὲν γὰρ, φησὶ, τοσοῦτον κατέβην, ὡς καὶ ἀπιστεῖσθαι παρὰ πολλῶν διὰ τὴν πολλὴν συγκατάβασιν, καὶ τὸν τύραννον ἐχειρωσάμην, καὶ βοᾷ ὁ τῶν Σεραφὶμ λέγων θεωρός· « Δικαιοσύνην μάθετε ποιεῖν οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς· πέπαυται γὰρ ὁ ἀσεβής. Ὑμεῖς δὲ τὸ πάσης ἐλπίδος κρεῖττον κατόρθωμα, καὶ τὸ ὑπερφυὲς, καὶ παντὸς ἐπέκεινα θαύματος τρόπαιον διὰ τῆς οἰκείας ῥαθυμίας προεδώκατε. Τις οὖν ὑμῖν λελείψεται ἀπολογία, ποία συγγνώμη, τις ἔλεος, ὅταν τοῦτον ἀπαιτηθείητε τὸν βίον, ὃν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δὲ, καὶ ἐπὶ τῶν ἔργων, οὐδαμοῦ;

ERMOGENEI EPISKOPŌ. Eis to gegrammenon, « Tis ōpheleia en tǭ haimati mou? › Hē agapē, hōs panta pikra pros se phthenxasthai oichetai, pragma entimon kai mega, kai lampron, kai peri hou ho men prophētikos choros proemēnysen, ho de Sōtēr deuro epephoitēse, kai hoi apostoloi ekēryxan, tǭ oikeiǭ haimati ta thespisthenta sphragisantes. Toigartoi ta heautōn monon skopountes, ton koinon echthron aphentes, kat᾿ allēlōn hoplizometha. Kai kindyneuei ho kata kratos hēttētheis, tę̄ hēmeterą diastasei neurōtheis anamachesthai kai nikąn. Peptōke men gar, ei kai aperiskeptōs thrasynetai; hē de hēmetera rhathymia kai ho pros allēlous polemos neura tǭ peptōkoti, kai rhōmē gegonen, hōs kindyneuein, to ge tōn rhąthymōn meros, to gegenēmenon para tou Sōtēros katorthōma (ei gar kai tolmēron eipein, alla ge alēthes on lelexetai), oichesthai. Dio kai tychon isōs touto hoper ezētēsas mathein, dia tou Melǭdou proemēnyse; «Tis ōpheleia en tǭ haimati mou, en tǭ katabēnai me eis diaphthoran?» tout᾽ estin, eis tēn polyphthoron tōn anthrōpōn physin. Ei gar kai alla tina mēnyei; ēthikōteron men gar eis ton Dabid, physikōteron de eis ton ᾿Adam eklambanetai; alla ge kai pros touton blepein edoxe pollois hagiois ton skopon. Egō men gar, phēsi, tosouton katebēn, hōs kai apisteisthai para pollōn dia tēn pollēn synkatabasin, kai ton tyrannon echeirōsamēn, kai boą ho tōn Seraphim legōn theōros; « Dikaiosynēn mathete poiein hoi enoikountes epi tēs gēs; pepautai gar ho asebēs. Hymeis de to pasēs elpidos kreitton katorthōma, kai to hyperphyes, kai pantos epekeina thaumatos tropaion dia tēs oikeias rhathymias proedōkate. Tis oun hymin leleipsetai apologia, poia syngnōmē, tis eleos, hotan touton apaitētheiēte ton bion, hon monon en tais Graphais keimenon horō, allachou de, kai epi tōn ergōn, oudamou?

To Hermogenes the bishop. [On what is written, "What profit is there in my blood?"] Love (if I must say all that is bitter to you) has gone: a precious, great and splendid thing, which the prophetic choir foretold, for which the Saviour came to dwell here, and which the apostles preached, sealing with their own blood what had been decreed. So, looking only to our own interests and leaving the common enemy alone, we arm ourselves against one another. And the one who was utterly defeated is in danger, strengthened by our division, of fighting back and winning. For he has fallen, even if he is rashly bold; but our carelessness and our war against one another have become sinews and strength to the fallen one, so that the achievement accomplished by the Saviour is in danger, as far as the careless are concerned (bold as it is to say, it will be said, since it is true), of being lost. Perhaps that is why he foretold through the Psalmist what you sought to learn: "What profit is there in my blood, when I go down to corruption?", that is, into the much-corrupted nature of human beings. For even if it signifies other things too (in a more moral sense it is taken of David, in a more natural sense of Adam), yet many saints thought that its aim looks to this also. "I," he says, "went down so far that many disbelieved because of my great condescension; I subdued the tyrant; and the beholder of the Seraphim cries out: 'Learn to do righteousness, you who dwell on the earth; for the ungodly one has ceased.' But you have betrayed, through your own carelessness, the achievement greater than every hope, the supernatural trophy beyond all wonder." What defence, then, will be left to you, what pardon, what mercy, when you are required to give account of this life, which I see lying only in the Scriptures, and nowhere else, and nowhere in deeds?

Ps 30:9 (29:10 LXX) (quotation, high confidence) · Isa 26:9 (quotation, high confidence) · Isa 6:2 (allusion, low confidence)

Notes and citation

Summary: Christians' quarrels have destroyed love and strengthened the defeated devil; Ps 30:9 can be read as Christ's lament that his blood profits those who betray his victory by carelessness.

  • Ps 30:9 (29:10 LXX). "The beholder of the Seraphim" is Isaiah (Isa 6): Isa 26:9-10 LXX.
  • In the scan a half-line of this letter ("of Adam; yet … to this also") was printed inside an earlier sentence; restored by logged corrections.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip (breathing); half-line of the OCR printed out of place, restored below; misplaced half-line of the OCR restored to its place): όπλιτὸν ᾿Αδὰμ ἐκλαμβάνεται· ἀλλὰ γε καὶ πρὸς τοῦτον ζόμεθα → ὁπλιζόμεθα; φυσικώτερον δὲ εἰς βλέπειν → φυσικώτερον δὲ εἰς τὸν ᾿Αδὰμ ἐκλαμβάνεται· ἀλλὰ γε καὶ πρὸς τοῦτον βλέπειν; έχειρωσάμην → ἐχειρωσάμην; ἐνδ.κοῦντες → ἐνοικοῦντες.

Topics: Love of God and neighbour, The devil and demons, Interpreting Scripture, Incarnation

Cite (SBL): Isidore of Pelusium, Ep. 2.139 (PG 78 78:581; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-139). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-139) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

2.140PG 78 78:583

ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Πρὸς τοὺς ἀναξίως τῆς ἱερωσύνης βιοῦντας. Λίαν θαυμάζουσιν ἅπαντες, πῶς ἄφετος ὧν ἐν τοῖς πλημμελήμασι, καὶ μήτε χαλινῷ πειθόμενος, μήτε ἐλέγχῳ σωφρονιζόμενος, Ζώσιμον τὸν δείλαιον κωμῳδεῖς, ὃν μάλιστα ζηλοῖς. Εἰ μὲν γὰρ τὰ αὐτὰ αὐτῷ μὴ διέπραττες, διορθοῦν ἐχρῆν, οὐ μὴν κωμῳδεῖν. Εἰ δὲ τῶν ζωγράφων ἀκριβέστερος μιμητής εἰς τοῦτο γέγονας, τὰ ἀζήλωτα ζηλώσας, τί τὴν ἐκείνου μόνον νομίζων ἐκπομπεύειν ἀναλγησίαν, καὶ τὴν σαυτοῦ δημοσιεύεις; Οἱ γὰρ ἀκούοντες, ἀμφοτέρους καταλευσθῆναι δίκαιον εἶναι νομίζουσι, τὸν μὲν ὡς ἀρχιτέκτονα τῶν κακῶν, τὸν δὲ ὡς γνήσιον φοιτητήν. Δυοῖν τοιγαροῦν θάτερον δίκαιόν σε ποιεῖν, ἢ παύσασθαι ἁμαρτάνοντα, ἢ τὸν ταυτά σοὶ δρῶντα, μὴ κωμῳδεῖν. Τοῦτο γὰρ δεινῶν ἐστι δεινότερον. "Όμοιον. Εἰ θέμις εἰπεῖν (θέμις δὲ ἀψευδεῖν ὑπὲρ ἀληθείας ἀγωνιζόμενον), κινδυνεύει τὸ θεῖον κήρυγμα ὑπ' αὐτῶν τῶν δοκούντων αὐτῷ συνηγορεῖν ἀνατετράφθαι. Τάναντία γὰρ ὧν φράζουσι δρῶντες, πολλοὺς, ὡς μύθοις, τοῖς λεγομένοις προσχεῖν ἀνέπεισαν. Χρὴ τοίνυν αὐτοὺς ἐννοοῦντας, ὡς ὁ κίνδυνος αὐτοὺς ὁρᾷ, ἅπαντα πρᾶξαι, ὅπως τούτου ἀπείρατοι διαμείνωσιν.

MARŌNI PRESBYTERŌ. Pros tous anaxiōs tēs hierōsynēs biountas. Lian thaumazousin hapantes, pōs aphetos hōn en tois plēmmelēmasi, kai mēte chalinǭ peithomenos, mēte elenchǭ sōphronizomenos, Zōsimon ton deilaion kōmǭdeis, hon malista zēlois. Ei men gar ta auta autǭ mē dieprattes, diorthoun echrēn, ou mēn kōmǭdein. Ei de tōn zōgraphōn akribesteros mimētēs eis touto gegonas, ta azēlōta zēlōsas, ti tēn ekeinou monon nomizōn ekpompeuein analgēsian, kai tēn sautou dēmosieueis? Hoi gar akouontes, amphoterous kataleusthēnai dikaion einai nomizousi, ton men hōs architektona tōn kakōn, ton de hōs gnēsion phoitētēn. Dyoin toigaroun thateron dikaion se poiein, ē pausasthai hamartanonta, ē ton tauta soi drōnta, mē kōmǭdein. Touto gar deinōn esti deinoteron. "Omoion. Ei themis eipein (themis de apseudein hyper alētheias agōnizomenon), kindyneuei to theion kērygma hyp' autōn tōn dokountōn autǭ synēgorein anatetraphthai. Tanantia gar hōn phrazousi drōntes, pollous, hōs mythois, tois legomenois proschein anepeisan. Chrē toinyn autous ennoountas, hōs ho kindynos autous horą, hapanta praxai, hopōs toutou apeiratoi diameinōsin.

To Maron the presbyter. [To those who live unworthily of the priesthood.] Everyone greatly wonders how, running loose in your offences, neither obeying the bridle nor sobered by reproof, you mock the wretched Zosimus, whom you emulate most of all. If you did not do the same things as he, you ought to correct him, not mock him. But if you have become a more exact imitator of him than painters are, emulating what should not be emulated, why, thinking you are parading only his insensibility, do you publish your own as well? For those who hear think it just that both of you should be stoned, the one as master builder of the evils, the other as his genuine disciple. One of two things, then, you ought to do: either stop sinning, or stop mocking the man who does the same as you. For this is more terrible than terrible things. [Letter 2.141] [Similar.] If it is lawful to say it (and it is lawful to speak without lying when contending for the truth), the divine preaching is in danger of being overturned by the very men who seem to plead for it. For by doing the opposite of what they say, they have persuaded many to pay attention to what is said as to fables. They must therefore consider that the danger looks to them, and do everything to remain untouched by it.

Notes and citation

Summary: Maron mocks Zosimus while imitating his vices; clergy who contradict their preaching make the gospel seem a fable.

  • Letter 2.141 begins at "[Similar]"; its heading (addressee) was not recovered from the scan.

Notes on the original text

  • Digital text corrected (OCR slip): δοκούννων → δοκούντων.

Topics: Church office, The Christian life

Cite (SBL): Isidore of Pelusium, Ep. 2.140 (PG 78 78:583; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/2-140). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-2-140) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.