On the Inscriptions of the Psalms 2.12

Greek text: PG 44 (OCR by the Bavarian State Library (digitized copy of the printed volume); Greek lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 2

2.12PG 44:551–560

Ἀλλ᾿ ὅτι συνεπεράνθη τὸ πρῶτον τμῆμα τῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως, ἐν τῷ τεσσαρακοστῷ πάλιν ἡ τοῦ μακαρισμοῦ ἐπανάληψις γίνεται, ἄλλως τοῦ λόγου παρὰ τὴν ἀρχὴν ὁριζομένου ἡμῖν τὸ μακάριον. Ἐν γὰρ τοῖς πρώτοις, τὸ ἀποστῆναι τοῦ κακοῦ μακάριον ἦν· ἐνταῦθα δὲ τὸ ἐπιγνῶναι τὸ ἀγαθὸν μακαρίζεται. Ἡ δὲ τοῦ ἀγαθοῦ φύσις, ἢ εἴ τι καὶ ὑπὲρ τούτου δυνατόν ἐστιν ἐξευρεῖν ῥῆμα ἢ νόημα, οὗτος ὁ μονογενής ἐστι Θεὸς, ὃς δι' ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν. Οὗ τὴν ἐν σαρκὶ πτωχείαν τὴν διὰ τῆς εὐαγγελικῆς ἱστορίας ἡμῖν ἐπιδειχθεῖσαν ἐνταῦθα προμηνύει ὁ λόγος, μακαρίζων τὸν μετὰ συνέσεως τὴν πτωχείαν ἐκείνην γνωρίσαντα. Ος πτωχὸς μὲν κατὰ τὴν τοῦ δούλου μορφὴν, εὐλογητὸς δὲ κατὰ τὴν τῆς θεότητος φύσιν. Πένητα γὰρ αὐτὸν καὶ πτωχὸν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὀνομάσας ὁ λόγος, ἐπὶ τῷ τέλει τοῦ τμήματός φησιν· « Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. » Ὁ τοίνυν ἐπὶ τοῦτο φθάσας τὸ ὕψος, ἑτέρας ἀναβάσεως ἄρχεται. Καταλιπὼν γὰρ τὸν πατέρα τὸν Κορὲ, τὸν δι᾽ ὑπερηφανείας ἐπαναστάντα τῇ ἱερωσύνῃ, καὶ διὰ τοῦτο καταπρησθέντα τῷ πυρὶ, καὶ καταχωσθέντα τῷ χάσματι, καὶ ὑπόγειον ἐξ ἁμαρτίας γενόμενον, τῷ ἀληθινῷ Πατρὶ ἑαυτὸν εἰσποιεῖ διὰ τῆς πίστεως. Συνεὶς ὅσον ἐστὶ τὸ διάφορον Θεοῦ τέκνον γενέσθαι, ἢ τοῦ ἀποστάτου Κορὲ υἱὸν χρηματίζειν. Τυχὼν τοίνυν τοῦ τέλους τῆς νίκης, καὶ γνοὺς ὅσον ἐστὶ μεταξὺ τούτου καὶ τοῦ πονηροῦ πατρὸς τὸ διάφορον, διαφαγών τε καὶ ἐξαναλώσας ἐν ἑαυτῷ πᾶν θηριῶδες καὶ ἰοβόλον νόημα κατὰ τὴν τῶν ἐλάφων φύσιν, οἷς ἀφανιστικὴ τῶν ἑρπετῶν συνουσίωται δύναμις, μιμεῖται καὶ τῷ δίψει τὸν ἔλαφον, καὶ πρὸς τὰς θείας πηγὰς, αὕτη δ᾽ ἂν εἴη θεία φύσις, διψητικῶς ἔχει, ἡ μία τε οὖσα καὶ ἐν τριάδι θεωρουμένη. «Ὃν τρόπον, γὰρ, φησίν,· ἐπιποθεῖ ὁ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. » Εἶτα παραμυθεῖται τὴν δίψαν συνεχομένην τῇ ἐπιθυμίᾳ, καὶ σπεύδουσα τοῦ ποθουμένου τυχεῖν, καὶ τὴν ἐν ὀλίγῳ τῆς τῶν ἀγαθῶν μετουσίας ἀναβολὴν ἐν συμφορᾷ ποιουμένη λέγει κατά τε τὸ μέσον, καὶ ἐπὶ τέλει τῆς ψαλμῳδίας· « Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου;» καὶ, « Ἔλπισον ἐπὶ τὸν Θεόν·· ὡς ἀληθῶς ἡμῖν τὴν ἀγαθὴν ἀπόλαυσιν τῆς θείας ἐλπίδος ἐγγυωμένης. Καὶ οὕτως ἐπὶ τὸ ἑξῆς πρόεισιν, ἐν ᾧ διὰ τοῦ θείου θυσιαστηρίου γίνεται νέος· καὶ κατὰ τὸ ἑξῆς πάλιν τοὺς ἐκ τοῦ Κορὲ τὸ γένος κατάγοντας, νικητὰς ἀπεργάζεται· δεικνὺς ὅτι οὐκ ἀμβλύνει τῇ δυσγενείᾳ τῶν πατέρων, ἡ παρὰ τῷ Θεῷ εὐδοκίμησις. Καὶ ἐν τῇ ψαλμῳδίᾳ δὲ ταύτῃ τῷ Θεῷ τῆς τῶν ἐχθρῶν καθαιρέσεως ἀναθεὶς τὴν αἰτίαν, ἐν οἷς φησιν· « Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατήσχυνας·» μετέρχεται εἰς τὴν τοῦ ἀγαπητοῦ ᾠδήν. Ἵν' οἱ πρότερον ἐκ τοῦ ἀποστάτου γενόμενοι, εἶτα νικηταὶ τοῦ πονηροῦ καταστάντες, διὰ συνέσεως εἰς τὸ τῆς νίκης φθάσωσι τέλος. • Εἰς τὸ τέλος » γὰρ εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.· Ἐν ᾗ καὶ διδασκόμεθα, τίς μέν ἐστιν οὗ ὁ θρόνος ἐξ ἀϊδίου ἐπιστατεῖ τῶν ὄντων. Τίς δὲ παρθένος νυμφοστολεῖται αὐτῷ πρὸς συμβίωσιν, οὐκ ἄλλως ἀξιουμένη τῆς τιμῆς ταύτης, εἰ μὴ τοῦ πατρὸς αὐτῆς λήθην λάβοι. Καὶ ταύτην ἀναθεὶς τῷ ἀγαπητῷ τὴν ᾠδὴν, πάλιν ἐπινίκιον ὑπὲρ τῶν υἱῶν Κορὲ διέξεισιν, διὰ τῶν ἀποῤῥητοτέρων προάγων τὸν λόγον. « Ὑπὲρ γὰρ τῶν κρυφίων· ἐστὶν ἡ τῆς ψαλμῳδίας ἐπαγγελία. Ἐν οἷς « ἦχον ὑδάτων, καὶ κίνησιν ἐθνῶν, καὶ βασιλέων κλῆσιν, καὶ σάλον γῆς, διελθὼν τῷ λόγῳ, καὶ τὸν Κύριον πάσης δυνάμεως μεθ᾽ ἡμῶν, εἶναι εἰπών. Δι' ὧν ἁπάντων τὴν διὰ σαρκὸς προαγορεύει τοῦ Κυρίου ἐμφάνειαν. Ὅτι ἡχεῖ μὲν ἡ φύσις, μεταβαίνει τε καὶ ὄρη τὰ γεώδη τῆς κακίας φρονήματα, ἀκίνητα εἶναι δοκοῦντα τοῖς πάλαι καὶ ἀμετάθετα. Ὁ δὲ τῆς εὐφροσύνης ποταμὸς εὐφραίνει τοῦ Θεοῦ τὴν πόλιν, καὶ τὸ ἑαυτοῦ σκήνωμα ἁγιάζει ὁ Ὕψιστος· καὶ ὅσα τῆς ἀκολουθίας ἔχεται ταύτης, δι' ὧν τοῖς αἰνίγμασι τούτοις προαγορεύει ὁ λόγος τὰ κρύφια. Πάλιν ἐφ᾿ ἑτέραν μεταβαίνει νίκην ὁ λόγος, ᾗ πάντα ἐπικροτεῖ τὰ ἔθνη καὶ ἐπαγάλλεται, διότι « ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. » Σαφὴς δέ σοι πάντως ἐστὶν ὁ τῆς ἀναβάσεως λόγος, διὰ τῆς ἑρμηνείας τοῦ Παύλου, ὅς φησιν, « μὴ εἶναι δυνατὸν ἀναβῆναι, εἰ μὴ τὸ καταβῆναι προκαθηγήσατο. » "Ος ψάλλειν μετὰ συνέσεως πάντας ἐγκελεύσας, μεταβαίνει τῷ λόγῳ πρὸς ὑψηλοτέραν κατάστασιν, « τὴν δευτέραν τοῦ Σαββάτου, ὑπόθεσιν τῆς ᾠδῆς ποιησάμενος. Αὕτη δὲ εἰ μὲν κατὰ τὴν πρώτην σύστασιν θεωροῖτο, οὐρανίων ὑδάτων ἀπὸ τῶν ἐγγείων διάκρισις. Εἰ δὲ πρὸς τὸ Εὐαγγέλιον βλέποις, ἀληθῶς αὕτη ἐστὶν ἡ τὸν οὐρανὸν ἡμῖν κατασκευάσασα. Ὁ γὰρ οὐρανὸς τὸ στερέωμα παρὰ τοῦ Θεοῦ ὀνομάζεται. Ὁ δὲ Παῦλος νοεῖ τὴν εἰς τὸν Χριστὸν πίστιν τὸ στερέωμα. Τότε γὰρ ἡμῖν ὄντως κατὰ τὴν πίστιν οὐρανὸς δημιουργεῖται, ὅτε παρῆλθεν ἡ τοῦ Σαββάτου κατήφεια· καὶ ἐγένετο ἡμῖν πιστὸν τὸ μυστήριον τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἀγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ὅς ἐστι τῷ ὄντι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Καὶ τὰ ὅσα κατὰ τὸ ἀκόλουθον ὁ ψαλμὸς περιέχει, « τὴν θείαν πόλιν ἐκείνην, » ἣν « καὶ ὄρος εὔριζον, ὀνομάζει, καὶ πάσης γῆς ἀγαλλίαμα, καὶ Σιὼν ὄρη. τε καὶ στερεώματός ἐστι κατασκευή, καὶ τῶν ἐπου- Ἐφ᾿ ἧς μάλιστα τὸ πάντων παραδοξότατον ἐκδιηγεῖται, ὅτι ἡ ποτὲ οὖσα « πλευρὰ τοῦ βοῤῥᾶ, » νῦν γέγονε « πόλις τοῦ βασιλέως τοῦ μεγάλου. » Καὶ « ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται· » σαφῶς διὰ τούτων τὸ κατὰ τὴν Ἐκκλησίαν θαῦμα μηνύων τῷ λόγῳ. Τὸ γὰρ βόρειον κλίμα τῆς γῆς τῶν κατεσκιασμένων τε καὶ κατεψυγμένων ἐστὶν, ἀλαμπὲς ἀεὶ μένον, καὶ τῶν ἡλιακῶν ἀκτίνων ἀμέτοχον. Οὗ χάριν, ἡ ἀντικειμένη δύναμις ἐν τῷ ὀνόματι τοῦ βορείου διασημαίνεται. Ἡ τοίνυν ἐνοικοῦσά ποτε τῷ βοῤῥᾷ καὶ οὖσα αὐτοῦ πλευρὰ, αὕτη μεταταξαμένη ἀπὸ τοῦ σκοτεινοῦ τε καὶ κατεψυγμένου βίου, Θεοῦ πόλις γίνεται, καὶ βασιλείας ἐνδιαίτημα. Ἧς ἐν ταῖς βάρεσιν ὁ Θεὸς γινώσκεται. Βάρεις δὲ λέγει, τὰς τῶν οἰκοδομημάτων περιγραφὰς ἐν τετραγώνῳ τῷ σχήματι, δι᾽ ὧν τὰς ἑδραίας, καὶ ὑψηλὰς τῶν ἀρετῶν πυργοποιΐας, τὰς ἐν ταῖς ψυχαῖς τῶν ἁγίων θεωρουμένας, παραδηλοῖ δι' αἰνίγματος, ὡς μόνοις τοῖς τοιούτοις βίοις τοῦ Θεοῦ γινωσκομένου· καὶ τὰ ἐφεξῆς συνῳδὰ τοῖς προαποδεδομένοις ἐστίν. Συνήχθησαν γὰρ ἐν ταύτῃ οἱ βασιλεῖς· οὐ γὰρ δουλευόντων, ἀλλὰ βασιλευόντων συνδρομὴ τὴν θείαν ἐκείνην συνοικίζει πόλιν. « Οἵτινες, » φησὶν, « ἰδόντες, οὔτως ἐθαύμασαν.» Καὶ τὴν αἰτίαν διηγεῖται τοῦ θαύματος, ἐπειδὴ οἱ πρότερον κατοικοῦντες ἀναξίως τὴν πόλιν ταύτην, ὅτε ἦν πλευρὰ τοῦ βοῤῥᾶ,· ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, καὶ τρόμος ἐπελάβετο αὐτῶν.» Καὶ οὐ μόνον τρόμος, ἀλλὰ καὶ πόνοι μιμούμενοι ὠδῖνας τικτούσης. "Απερ πάντα φησὶ κατὰ τούτων γεγενῆσθαι ὑπὸ τοῦ βιαίου πνεύματος, τοῦ τὰ πλοῖα τῆς ἀποστασίας συντρίβοντος, τὰ κακῶς τῇ θαλάσση τοῦ βίου ἐπιπολάζοντα. « Ἐν πνεύματι • γὰρ, φησὶν, • βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. » Ὁ δὲ τῆς τῶν Πράξεων ἱστορίας τὴν μνήμην ἔχων, οὐκ ἀγνοεῖ τὴν βιαίαν πνοὴν τὴν ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς γνωρισθεῖσαν. Καὶ ὁ τῇ προφητείᾳ τοῦ Ἰωνᾶ προσεσχηκὼς, γινώσκει πάντως, ὅτι ὁ τοῦ Θεοῦ ἀποστὰς ζητεῖ πλοῖον τὸ ἐπὶ Θαρσεῖς ναυτιλλόμενον. Εἶτα ὥσπερ δύο προσώποις ἐπιμερισθεὶς ὁ λόγος, ἐν μὲν τοῖς προλαβοῦσιν τὸ τοῦ προαγορεύοντος ὑποδύεται πρόσωπον, ἐν δὲ τοῖς ἐφεξῆς, τὰς τῶν ὑποδεξαμένων τὸν λόγον φωνὰς ὑποκρίνεται. Λέγει γὰρ συντιθέμενος τῇ ἀληθείᾳ τῶν προηγουμένων, ὡσανεὶ παρ᾿ ἄλλου τινὸς τὰ εἰρημένα μαθὼν, ὅτι, « Καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. » Διὸ καὶ παρακελευομένους ἀλλήλοις ἐποίησεν τοὺς ἐν ἡδονῇ θεασαμένους, ἃ ἠκούσαμεν. Ἡ δὲ παρακέλευσις ἦν, τὸ, • Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς·· καὶ ὅσα κατὰ τὸ ἀκόλουθον περιέχει ὁ λόγος. Μετὰ τοῦτο δὲ δι᾽ ἀκολούθου εἰς πᾶσαν τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα, καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσιν καὶ μία φωνή· οὕτω καὶ νῦν πάντα τὰ ἔθνη, καὶ ἡ οἰκουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ, καὶ καρδία μία, ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ λόγου. Πᾶσαν γὰρ κατὰ ταὐτὸν τὴν ἀνθρωπίνην φύσιν ἐκκλησιάσας, καὶ θέατρον ἓν τὸν κόσμον ὅλον ἑαυτῷ περιστήσας, κοινῇ τοῖς πᾶσιν ἐμβοᾷ τὸν λόγον· • Ἀκούσατε, λέγων, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Οἱ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· καὶ πλουτῶν τις ἐν ἡμῖν, κἂν πενόμενος τύχῃ. » Ταύταις γὰρ ταῖς τρισὶ συζυγίαις πᾶσαν γενικῶς διαλαμβάνει τὴν κατὰ τὸν βίον τῶν οὐρανῶν διαφοράν. Ἐν τῇ πρώτῃ συζυγίᾳ, ἔθνη λέγει πάντα, καὶ τοὺς κατοικοῦντας τὴν οἰκουμένην· ὡς τοῖς μὲν ὀνόμασι τῶν ἐθνῶν, τὰς περιγραφὰς τῶν τόπων σημαίνεσθαι· τῷ δὲ ἐφεξῆς λόγῳ, τοὺς τῶν τόπων οἰκήτορας. Γηγενεῖς δὲ εἰπὼν καὶ ἀνθρώπων υἱοὺς, τοὺς σαρκώδεις τε καὶ χοϊκοὺς καὶ ἀλογωτέρους διακρίνει ἀπὸ τῶν σωζομένων, καί τινα ἐν αὐτοῖς χαρακτῆρα τῆς ἀνθρωπίνης φύσεως ἐχόντων. Ἴδιος δὲ χαρακτήρ ἀνθρώπου, ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Ἡ δὲ κατὰ πενίαν τε καὶ πλοῦτον ἀνισότης τοῦ βίου, τὸ γενικώτατόν ἐστιν αἴτιον τῆς ποικίλης τε καὶ πολυειδοῦς τῶν ἐν ἀνθρώποις πραγμάτων ἀνωμαλίας. Τίς οὗτος ὁ ἐν τοσούτῳ καὶ τηλικούτῳ ἀκροατηρίῳ δημηγορῶν; Τίς ἄλλος, ἢ ὁ μαρτυρῶν ἐν αὐτῷ, ὅτι σοφίαν λαλήσει καὶ σύνεσιν; λαλεῖ δὲ αὐτὰ, ὁ ἔχων Πνεῦμα σοφίας τε καὶ συνέσεως, τὴν μεγάλην ταύτην χάριν, τὴν ἐκ προσοχῆς καὶ μελέτης κατορθουμένην. Οὐ γὰρ πρότερον εἶπεν ἀνοίγειν τὸ στόμα, πρὶν ὑποκλῖναι τὴν ἀκοὴν τῷ παραβάλλοντι λόγῳ·· Τὸ στόμα μου, » φησίν, « λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. » Καὶ πρῶτον « κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, » καὶ τότε • ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. » Τίς οὖν ἡ σύνεσις, καὶ τί τὸ πρόβλημα; Οὐκ οἶδεν, φησὶν, ἡ τοῦ Θεοῦ κτίσις πονηρᾶς τινος ἡμέρας κατασκευὴν, ὡς μαρτυρεῖ τῆς κοσμογενείας ὁ λόγος, ἀλλ᾽ ἡ ἁμαρτία τὴν ἀγαλλιάσιμον ἡμέραν, φόβου καὶ τιμωρίας ἡμέραν ἐποίησεν, ἣν ἐξῆν μὴ φοβεῖσθαι, εἰ μὴ ὁ τὴν πτέρναν ἡμῶν ἐπιτηρῶν ὄφις, ᾧ ὄνομά ἐστιν ἡ ἀνομία, κύκλῳ τὴν πορείαν τοῦ βίου διέλαβεν, τῷ ἰδίῳ ὁλκῷ ταῖς ποικίλαις τῶν παθῶν φολίσιν φοβερῶς ἐπι- Ἑἶτα διχῆ διελθὼν πᾶσαν τὴν ψαλμῳδίαν, ἐν μὲν τῷ πρώτῳ μέρει, συμβουλὴν κατατίθεται, τοῦ μὴ πρὸς ἄλλον βλέπειν τινὰ λυτρωτήν· οὔτε γὰρ ἀδελφὸς λυτροῦται, φησὶν, οὔτε ἄλλος τις ἄνθρωπος, ἀλλ᾿ ἢ αὐτὸς ἕκαστος ἑαυτὸν ἐξαιτήσεται· ἐάν γε δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. » Ὁ βούλεται συμβουλὴν πρὸς ὑπεροψίαν τῶν μάτην σπουδαζομένων γενέσθαι τὴν σπουδαζομένην ἐν τῷ βίῳ τούτῳ κατὰ τὸ μάταιον ἀκολουθίαν. Πῶς ἐν ἀνοήτοις διάγουσι κόποις οἱ ἄνθρωποι, ὡς ἀεὶ ζήσεσθαι προσδοκῶντες; Πῶς τὴν διὰ τοῦ θανάτου καταφθορὰν οὐκ ἐλπίζουσιν, οἱ τοὺς πρὸ αὐτῶν ἀποθνήσκοντας βλέποντες; καὶ ὅτι ἄφρονές εἰσιν ὡς ἀληθῶς, καὶ ἀνόητοι, οἱ οὐκ εἰδότες, ὅτι μετὰ τὸν τῇδε βίον ἄλλοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν· αὐτοὶ δὲ τάφοις εἰς τὸ διηνεκὲς παροικήσουσιν, οἱ τὰ ὀνόματα αὐτῶν οὐκ ἐν οὐρανοῖς διὰ τῆς ὑψηλοτέρας ζωῆς ἀπογράψαντες, ἀλλ᾽ ἐν τῇ γῇ γενέσθαι ὀνομαστοὶ ποθήσαντες, ἀνωνύμους ἑαυτοὺς ἐν τῇ ἄνω πόλει ἐποίησαν. Τούτων δὲ πάντων αἴτιον, τὸ μὴ συνιέναι τὸν ἄνθρωπον τῆς ἰδίας τιμῆς, ἀλλὰ πρὸς τὰς κτηνώδεις ἡδονὰς ἑκουσίως κατασυρῆναι, λαιμῷ καὶ γαστρὶ, καὶ τῷ μετὰ γαστέρα ῥύπῳ γενόμενον ἔκδοτον. Τοῦτο τῆς πρώτης διαιρέσεως τοῦ ψαλμοῦ τὸ μέρος. Τὸ δὲ λειπόμενον ἐν ἄλλοις ἔχει τὴν κατηγορίαν. Πάλιν δὲ εἰς τὸ αὐτὸ ῥῆμα περαιοῦται ὁ λόγος. Τοῦτο, οἶμαι, φιλοσοφούσης ἡμῖν τῆς προφητείας, ὅτι τὸ πρῶτον αἴτιον τῆς τῶν κακῶν εἰσόδου, τὸ ἀποκτηνωθῆναι τὸν ἄνθρωπον τοῖς ζωωδεστέροις παθήμασιν. Γενομένης δὲ ἡμῖν ἐκ χάριτος τῆς θεραπείας τοῦ τοιούτου κακοῦ διὰ τοῦ ἐπισκεψαμένου οἰκτιρμῷ τὸ ἀνθρώπινον, πάλιν ἀφέντες τὸν ἀγαθὸν ποιμένα, ὑπὸ τοῦ θανάτου ποιμαίνονται· οὐ πρὸς τὴν οὐράνιον, ἀλλὰ πρὸς τὴν ἐν ἄδου νομὴν ἑαυτοὺς ἐπικλίναντες, πρόβατα τοῦ ᾅδου γενόμενοι. Φησὶ γὰρ, ὅτι, «Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. » Καὶ οὕτως ἐκ δευτέρου γίνεται πάλιν διὰ τῆς ἁμαρτίας ἡ τῆς τιμῆς τῆς κατὰ χάριν ἡμῖν γενομένης ἀναισθησία, καὶ πρὸς τὸν ἄλογον βίον καταφορά. Πᾶν γὰρ τὸ ἔξω τοῦ ἀληθινοῦ λόγου γινόμενον, ἀλογία ἐστίν. Ιδιον δὲ τοῦ κτήνους τὸ ἄλογόν τε καὶ ἀνόητον.

All᾿ hoti syneperanthē to prōton tmēma tēs dia tōn psalmōn anabaseōs, en tǭ tessarakostǭ palin hē tou makarismou epanalēpsis ginetai, allōs tou logou para tēn archēn horizomenou hēmin to makarion. En gar tois prōtois, to apostēnai tou kakou makarion ēn; entautha de to epignōnai to agathon makarizetai. Hē de tou agathou physis, ē ei ti kai hyper toutou dynaton estin exeurein rhēma ē noēma, houtos ho monogenēs esti Theos, hos di' hēmas eptōcheusen plousios ōn. Hou tēn en sarki ptōcheian tēn dia tēs euangelikēs historias hēmin epideichtheisan entautha promēnyei ho logos, makarizōn ton meta syneseōs tēn ptōcheian ekeinēn gnōrisanta. Os ptōchos men kata tēn tou doulou morphēn, eulogētos de kata tēn tēs theotētos physin. Penēta gar auton kai ptōchon en prooimiois tēs psalmǭdias onomasas ho logos, epi tǭ telei tou tmēmatos phēsin; « Eulogētos Kyrios ho Theos tou Israēl apo tou aiōnos kai eis ton aiōna, genoito, genoito. » Ho toinyn epi touto phthasas to hypsos, heteras anabaseōs archetai. Katalipōn gar ton patera ton Kore, ton di᾽ hyperēphaneias epanastanta tę̄ hierōsynę̄, kai dia touto kataprēsthenta tǭ pyri, kai katachōsthenta tǭ chasmati, kai hypogeion ex hamartias genomenon, tǭ alēthinǭ Patri heauton eispoiei dia tēs pisteōs. Syneis hoson esti to diaphoron Theou teknon genesthai, ē tou apostatou Kore huion chrēmatizein. Tychōn toinyn tou telous tēs nikēs, kai gnous hoson esti metaxy toutou kai tou ponērou patros to diaphoron, diaphagōn te kai exanalōsas en heautǭ pan thēriōdes kai iobolon noēma kata tēn tōn elaphōn physin, hois aphanistikē tōn herpetōn synousiōtai dynamis, mimeitai kai tǭ dipsei ton elaphon, kai pros tas theias pēgas, hautē d᾽ an eiē theia physis, dipsētikōs echei, hē mia te ousa kai en triadi theōroumenē. «Hon tropon, gar, phēsin,; epipothei ho elaphos epi tas pēgas tōn hydatōn, houtōs epipothei hē psychē mou pros se, ho Theos. » Eita paramytheitai tēn dipsan synechomenēn tę̄ epithymią, kai speudousa tou pothoumenou tychein, kai tēn en oligǭ tēs tōn agathōn metousias anabolēn en symphorą poioumenē legei kata te to meson, kai epi telei tēs psalmǭdias; « Hina ti perilypos ei, hē psychē mou?» kai, « Elpison epi ton Theon;; hōs alēthōs hēmin tēn agathēn apolausin tēs theias elpidos engyōmenēs. Kai houtōs epi to hexēs proeisin, en hǭ dia tou theiou thysiastēriou ginetai neos; kai kata to hexēs palin tous ek tou Kore to genos katagontas, nikētas apergazetai; deiknys hoti ouk amblynei tę̄ dysgeneią tōn paterōn, hē para tǭ Theǭ eudokimēsis. Kai en tę̄ psalmǭdią de tautę̄ tǭ Theǭ tēs tōn echthrōn kathaireseōs anatheis tēn aitian, en hois phēsin; « Esōsas gar hēmas ek tōn thlibontōn hēmas, kai tous misountas hēmas katēschynas;» meterchetai eis tēn tou agapētou ǭdēn. Hin' hoi proteron ek tou apostatou genomenoi, eita nikētai tou ponērou katastantes, dia syneseōs eis to tēs nikēs phthasōsi telos. • Eis to telos » gar eis synesin ǭdē hyper tou agapētou.; En hę̄ kai didaskometha, tis men estin hou ho thronos ex aïdiou epistatei tōn ontōn. Tis de parthenos nymphostoleitai autǭ pros symbiōsin, ouk allōs axioumenē tēs timēs tautēs, ei mē tou patros autēs lēthēn laboi. Kai tautēn anatheis tǭ agapētǭ tēn ǭdēn, palin epinikion hyper tōn huiōn Kore diexeisin, dia tōn aporrhētoterōn proagōn ton logon. « Hyper gar tōn kryphiōn; estin hē tēs psalmǭdias epangelia. En hois « ēchon hydatōn, kai kinēsin ethnōn, kai basileōn klēsin, kai salon gēs, dielthōn tǭ logǭ, kai ton Kyrion pasēs dynameōs meth᾽ hēmōn, einai eipōn. Di' hōn hapantōn tēn dia sarkos proagoreuei tou Kyriou emphaneian. Hoti hēchei men hē physis, metabainei te kai orē ta geōdē tēs kakias phronēmata, akinēta einai dokounta tois palai kai ametatheta. Ho de tēs euphrosynēs potamos euphrainei tou Theou tēn polin, kai to heautou skēnōma hagiazei ho Hypsistos; kai hosa tēs akolouthias echetai tautēs, di' hōn tois ainigmasi toutois proagoreuei ho logos ta kryphia. Palin eph᾿ heteran metabainei nikēn ho logos, hę̄ panta epikrotei ta ethnē kai epagalletai, dioti « anebē ho Theos en alalagmǭ. » Saphēs de soi pantōs estin ho tēs anabaseōs logos, dia tēs hermēneias tou Paulou, hos phēsin, « mē einai dynaton anabēnai, ei mē to katabēnai prokathēgēsato. » "Os psallein meta syneseōs pantas enkeleusas, metabainei tǭ logǭ pros hypsēloteran katastasin, « tēn deuteran tou Sabbatou, hypothesin tēs ǭdēs poiēsamenos. Hautē de ei men kata tēn prōtēn systasin theōroito, ouraniōn hydatōn apo tōn engeiōn diakrisis. Ei de pros to Euangelion blepois, alēthōs hautē estin hē ton ouranon hēmin kataskeuasasa. Ho gar ouranos to stereōma para tou Theou onomazetai. Ho de Paulos noei tēn eis ton Christon pistin to stereōma. Tote gar hēmin ontōs kata tēn pistin ouranos dēmiourgeitai, hote parēlthen hē tou Sabbatou katēpheia; kai egeneto hēmin piston to mystērion tou horisthentos Huiou Theou en dynamei kata pneuma agiōsynēs, ex anastaseōs nekrōn Iēsou tou Kyriou hēmōn, hos esti tǭ onti megas Kyrios kai ainetos sphodra. Kai ta hosa kata to akolouthon ho psalmos periechei, « tēn theian polin ekeinēn, » hēn « kai oros eurizon, onomazei, kai pasēs gēs agalliama, kai Siōn orē. te kai stereōmatos esti kataskeuē, kai tōn epou- Eph᾿ hēs malista to pantōn paradoxotaton ekdiēgeitai, hoti hē pote ousa « pleura tou borrha, » nyn gegone « polis tou basileōs tou megalou. » Kai « ho Theos en tais baresin autēs ginōsketai; » saphōs dia toutōn to kata tēn Ekklēsian thauma mēnyōn tǭ logǭ. To gar boreion klima tēs gēs tōn kateskiasmenōn te kai katepsygmenōn estin, alampes aei menon, kai tōn hēliakōn aktinōn ametochon. Hou charin, hē antikeimenē dynamis en tǭ onomati tou boreiou diasēmainetai. Hē toinyn enoikousa pote tǭ borrhą kai ousa autou pleura, hautē metataxamenē apo tou skoteinou te kai katepsygmenou biou, Theou polis ginetai, kai basileias endiaitēma. Hēs en tais baresin ho Theos ginōsketai. Bareis de legei, tas tōn oikodomēmatōn perigraphas en tetragōnǭ tǭ schēmati, di᾽ hōn tas hedraias, kai hypsēlas tōn aretōn pyrgopoiïas, tas en tais psychais tōn hagiōn theōroumenas, paradēloi di' ainigmatos, hōs monois tois toioutois biois tou Theou ginōskomenou; kai ta ephexēs synǭda tois proapodedomenois estin. Synēchthēsan gar en tautę̄ hoi basileis; ou gar douleuontōn, alla basileuontōn syndromē tēn theian ekeinēn synoikizei polin. « Hoitines, » phēsin, « idontes, outōs ethaumasan.» Kai tēn aitian diēgeitai tou thaumatos, epeidē hoi proteron katoikountes anaxiōs tēn polin tautēn, hote ēn pleura tou borrha,; etarachthēsan, kai esaleuthēsan, kai tromos epelabeto autōn.» Kai ou monon tromos, alla kai ponoi mimoumenoi ōdinas tiktousēs. "Aper panta phēsi kata toutōn gegenēsthai hypo tou biaiou pneumatos, tou ta ploia tēs apostasias syntribontos, ta kakōs tę̄ thalassē tou biou epipolazonta. « En pneumati • gar, phēsin, • biaiǭ syntripseis ploia Tharseis. » Ho de tēs tōn Praxeōn historias tēn mnēmēn echōn, ouk agnoei tēn biaian pnoēn tēn en tǭ hyperǭǭ tois mathētais gnōristheisan. Kai ho tę̄ prophēteią tou Iōna proseschēkōs, ginōskei pantōs, hoti ho tou Theou apostas zētei ploion to epi Tharseis nautillomenon. Eita hōsper dyo prosōpois epimeristheis ho logos, en men tois prolabousin to tou proagoreuontos hypodyetai prosōpon, en de tois ephexēs, tas tōn hypodexamenōn ton logon phōnas hypokrinetai. Legei gar syntithemenos tę̄ alētheią tōn proēgoumenōn, hōsanei par᾿ allou tinos ta eirēmena mathōn, hoti, « Kathaper ēkousamen, houtōs kai idomen. En polei Kyriou tōn dynameōn, en polei tou Theou hēmōn. » Dio kai parakeleuomenous allēlois epoiēsen tous en hēdonę̄ theasamenous, ha ēkousamen. Hē de parakeleusis ēn, to, • Kyklōsate Siōn kai perilabete autēn. Diēgēsasthe en tois pyrgois autēs. Thesthe tas kardias hymōn eis tēn dynamin autēs, kai katadielesthe tas bareis autēs;; kai hosa kata to akolouthon periechei ho logos. Meta touto de di᾽ akolouthou eis pasan tēn gēn diaphoitą tou logou to kērygma, kai hōsper ēn pro tēs synchyseōs tōn glōssōn cheilos hen pasin kai mia phōnē; houtō kai nyn panta ta ethnē, kai hē oikoumenē pasa kai pantes anthrōpoi mia ginontai akoē, kai kardia mia, henos tois pasin enēchountos tou logou. Pasan gar kata tauton tēn anthrōpinēn physin ekklēsiasas, kai theatron hen ton kosmon holon heautǭ peristēsas, koinę̄ tois pasin emboą ton logon; • Akousate, legōn, panta ta ethnē, enōtisasthe, pantes hoi katoikountes tēn oikoumenēn. Hoi te gēgeneis kai huioi tōn anthrōpōn; kai ploutōn tis en hēmin, kan penomenos tychę̄. » Tautais gar tais trisi syzygiais pasan genikōs dialambanei tēn kata ton bion tōn ouranōn diaphoran. En tę̄ prōtę̄ syzygią, ethnē legei panta, kai tous katoikountas tēn oikoumenēn; hōs tois men onomasi tōn ethnōn, tas perigraphas tōn topōn sēmainesthai; tǭ de ephexēs logǭ, tous tōn topōn oikētoras. Gēgeneis de eipōn kai anthrōpōn huious, tous sarkōdeis te kai choïkous kai alogōterous diakrinei apo tōn sōzomenōn, kai tina en autois charaktēra tēs anthrōpinēs physeōs echontōn. Idios de charaktēr anthrōpou, hē pros to Theion homoiōsis. Hē de kata penian te kai plouton anisotēs tou biou, to genikōtaton estin aition tēs poikilēs te kai polyeidous tōn en anthrōpois pragmatōn anōmalias. Tis houtos ho en tosoutǭ kai tēlikoutǭ akroatēriǭ dēmēgorōn? Tis allos, ē ho martyrōn en autǭ, hoti sophian lalēsei kai synesin? lalei de auta, ho echōn Pneuma sophias te kai syneseōs, tēn megalēn tautēn charin, tēn ek prosochēs kai meletēs katorthoumenēn. Ou gar proteron eipen anoigein to stoma, prin hypoklinai tēn akoēn tǭ paraballonti logǭ;; To stoma mou, » phēsin, « lalēsei sophian, kai hē meletē tēs kardias mou synesin. » Kai prōton « klinō eis parabolēn to ous mou, » kai tote • anoixō en psaltēriǭ to problēma mou. » Tis oun hē synesis, kai ti to problēma? Ouk oiden, phēsin, hē tou Theou ktisis ponēras tinos hēmeras kataskeuēn, hōs martyrei tēs kosmogeneias ho logos, all᾽ hē hamartia tēn agalliasimon hēmeran, phobou kai timōrias hēmeran epoiēsen, hēn exēn mē phobeisthai, ei mē ho tēn pternan hēmōn epitērōn ophis, hǭ onoma estin hē anomia, kyklǭ tēn poreian tou biou dielaben, tǭ idiǭ holkǭ tais poikilais tōn pathōn pholisin phoberōs epi- Heita dichē dielthōn pasan tēn psalmǭdian, en men tǭ prōtǭ merei, symboulēn katatithetai, tou mē pros allon blepein tina lytrōtēn; oute gar adelphos lytroutai, phēsin, oute allos tis anthrōpos, all᾿ ē autos hekastos heauton exaitēsetai; ean ge dōsei tǭ Theǭ exilasma heautou, kai tēn timēn tēs lytrōseōs tēs psychēs autou. » Ho bouletai symboulēn pros hyperopsian tōn matēn spoudazomenōn genesthai tēn spoudazomenēn en tǭ biǭ toutǭ kata to mataion akolouthian. Pōs en anoētois diagousi kopois hoi anthrōpoi, hōs aei zēsesthai prosdokōntes? Pōs tēn dia tou thanatou kataphthoran ouk elpizousin, hoi tous pro autōn apothnēskontas blepontes? kai hoti aphrones eisin hōs alēthōs, kai anoētoi, hoi ouk eidotes, hoti meta ton tę̄de bion allois kataleipsousi ton plouton autōn; autoi de taphois eis to diēnekes paroikēsousin, hoi ta onomata autōn ouk en ouranois dia tēs hypsēloteras zōēs apograpsantes, all᾽ en tę̄ gę̄ genesthai onomastoi pothēsantes, anōnymous heautous en tę̄ anō polei epoiēsan. Toutōn de pantōn aition, to mē synienai ton anthrōpon tēs idias timēs, alla pros tas ktēnōdeis hēdonas hekousiōs katasyrēnai, laimǭ kai gastri, kai tǭ meta gastera rhypǭ genomenon ekdoton. Touto tēs prōtēs diaireseōs tou psalmou to meros. To de leipomenon en allois echei tēn katēgorian. Palin de eis to auto rhēma peraioutai ho logos. Touto, oimai, philosophousēs hēmin tēs prophēteias, hoti to prōton aition tēs tōn kakōn eisodou, to apoktēnōthēnai ton anthrōpon tois zōōdesterois pathēmasin. Genomenēs de hēmin ek charitos tēs therapeias tou toioutou kakou dia tou episkepsamenou oiktirmǭ to anthrōpinon, palin aphentes ton agathon poimena, hypo tou thanatou poimainontai; ou pros tēn ouranion, alla pros tēn en adou nomēn heautous epiklinantes, probata tou hądou genomenoi. Phēsi gar, hoti, «Hōs probata en hądę̄ ethento, thanatos poimanei autous. » Kai houtōs ek deuterou ginetai palin dia tēs hamartias hē tēs timēs tēs kata charin hēmin genomenēs anaisthēsia, kai pros ton alogon bion kataphora. Pan gar to exō tou alēthinou logou ginomenon, alogia estin. Idion de tou ktēnous to alogon te kai anoēton.

But when the first section of the ascent through the psalms had been completed, in the fortieth the pronouncement of blessedness is taken up again, the Word now defining blessedness for us otherwise than at the beginning. For at first, to depart from evil was blessed; here, to come to know the good is called blessed. And the nature of the good—or whatever word or thought beyond this one can find—is the only-begotten God, who for our sake became poor, though he was rich. His poverty in the flesh, shown to us through the Gospel history, the Word foretells here, calling blessed the one who has come to know that poverty with understanding. He is poor according to the form of the servant, but blessed according to the nature of the Godhead. For having named him needy and poor at the opening of the psalmody, the Word says at the end of the section: “Blessed be the Lord, the God of Israel, from everlasting and to everlasting. So be it, so be it.” He, then, who has arrived at this height begins another ascent. For leaving his father Korah, who rose up in pride against the priesthood and for this was burned up by fire and buried in the chasm, and through sin came to dwell beneath the earth, he makes himself the adopted son of the true Father through faith, understanding how great the difference is between becoming a child of God and being called the son of Korah the apostate. Having attained, then, the end of victory, and knowing how great the difference is between this Father and the wicked father, and having devoured and consumed in himself every beastly and venomous thought, after the nature of deer, in which a power destructive of reptiles is inborn, he imitates the deer also in its thirst, and he thirsts for the divine springs—and this would be the divine nature, which is one and is contemplated in a Trinity. “For as the deer longs,” he says, “for the springs of water, so my soul longs for you, O God.” Then he comforts his thirst, as his soul is held fast by desire and hastens to attain what it longs for, and counts as a misfortune even a brief postponement of its share in the goods; he says in the middle and at the end of the psalmody: “Why are you very sorrowful, my soul?” and “Hope in God”, since the divine hope truly pledges to us the good enjoyment. And so he proceeds to the next psalm, in which he becomes young through the divine altar; and in the next again he makes victors of those who trace their descent from Korah, showing that favour with God is not dulled by the low birth of one's fathers. And in this psalmody, having ascribed to God the cause of the overthrow of the enemies, where he says, “For you saved us from those who afflict us, and put to shame those who hate us”, he passes on to the ode of the beloved, so that those who were formerly born of the apostate, and then were made victors over the evil one, may through understanding reach the end of victory. For it is “To the end, for understanding, an ode for the beloved.” In it we are also taught who he is whose throne from eternity presides over the things that exist, and what virgin is arrayed as a bride for him to share his life, being counted worthy of this honour on no other condition than that she forget her father. And having dedicated this ode to the beloved, he again goes through a victory song for the sons of Korah, leading the discourse on through more ineffable things. For the announcement of the psalmody is “For the hidden things.” In it he goes through in his discourse “the sound of waters”, and the moving of nations, and the calling of kings, and the shaking of the earth, and says that the Lord of all power is with us—and through all these he foretells the Lord's appearing through flesh: that nature resounds, and the mountains are moved—the earthly thoughts of evil, which seemed to those of old immovable and unchangeable; and the river of gladness makes glad the city of God, and the Most High sanctifies his own tabernacle; and all that belongs to this sequence, through which, in these riddles, the Word foretells the hidden things. Again the Word passes to another victory, at which all the nations clap and exult, because “God went up with a shout.” And the meaning of the going up is surely clear to you through the interpretation of Paul, who says that it is not possible to go up unless the going down came first. Having bidden all to sing with understanding, he passes in his discourse to a higher state, making “the second day of the week” the subject of the ode. If this day is contemplated according to the first constitution of things, it is the separation of the heavenly waters from those on earth. But if you look to the Gospel, truly this is the day that built heaven for us. For the firmament is named heaven by God; and Paul understands faith in Christ as the firmament. For a heaven is truly fashioned for us according to faith then, when the gloom of the Sabbath had passed and the mystery became believable to us of him who was declared Son of God in power according to the Spirit of holiness by the resurrection of the dead, Jesus our Lord, who is in truth the great Lord and greatly to be praised. And all that the psalm contains in sequence—“that divine city”, which it also names a well-rooted mountain, and the joy of all the earth, and the mountains of Zion— … is the building both of the firmament and of the super… . Concerning this city he recounts above all the most paradoxical thing of all: that what was once “the side of the north” has now become “the city of the great king”, and “God is known in her palaces”—plainly indicating by these words the wonder that is the Church. For the northern region of the earth belongs to the shaded and the frozen, remaining always without light and without share in the sun's rays. For this reason the adverse power is signified by the name of the north. She, then, who once dwelt with the north and was its side, having changed her allegiance from the dark and frozen life, becomes the city of God and the dwelling of the kingdom, in whose palaces God is known. By “palaces” he means the outlines of buildings in square form, by which he indicates in a riddle the firm and lofty tower-building of the virtues seen in the souls of the saints, since God is known only to such lives; and what follows agrees with what has been said before. For “the kings were gathered” in her; for not a concourse of slaves but of kings peoples that divine city. “They,” he says, “seeing it, so marvelled.” And he recounts the cause of the wonder: that those who formerly inhabited this city unworthily, when it was the side of the north, “were troubled and shaken, and trembling seized them”—and not only trembling, but pains like those of a woman in labour. All this, he says, came upon them from the violent wind that shatters the ships of apostasy, which float wickedly on the sea of life. “For with a violent wind,” he says, “you will shatter the ships of Tarshish.” Whoever remembers the history of the Acts is not ignorant of the violent blast made known to the disciples in the upper room. And whoever has attended to the prophecy of Jonah surely knows that he who departed from God seeks a ship sailing to Tarshish. Then the discourse, as though divided between two persons, in what precedes takes the part of the one who foretells, and in what follows acts the voices of those who received the word. For agreeing with the truth of what went before, as though he had learned what was said from someone else, he says: “As we have heard, so also we have seen, in the city of the Lord of hosts, in the city of our God.” Therefore he also made those who beheld with pleasure what we had heard exhort one another. And the exhortation was: “Go around Zion and encompass her; tell of it in her towers; set your hearts on her power, and distribute her palaces”, and all that the text contains in sequence. After this, in sequence, the proclamation of the Word spreads through all the earth; and just as before the confusion of tongues there was one lip and one voice for all, so now all the nations and the whole inhabited world and all men become one hearing and one heart, as the one Word sounds in all. For having assembled the whole of human nature at once into a church, and having set the whole world around himself as one theatre, he cries the word to all in common, saying: “Hear, all you nations; give ear, all you who inhabit the world, both earth-born and sons of men, rich and poor together.” By these three pairs he comprehends in general all the differences among people in their way of life. In the first pair he says “all nations” and “those who inhabit the world”, so that by the names of the nations the boundaries of places are signified, and by the next phrase the inhabitants of the places. Saying “earth-born” and “sons of men”, he distinguishes the fleshly, earthy and more irrational from those who are being saved and have in themselves some stamp of human nature; and the proper stamp of man is likeness to the Divine. And the inequality of life in poverty and wealth is the most general cause of the varied and manifold unevenness in human affairs. Who is this who addresses so great and so vast an audience? Who else but he who testifies in himself that he will speak wisdom and understanding? And he speaks them who has the Spirit of wisdom and understanding, this great grace, which is achieved by attention and meditation. For he did not say that he opens his mouth before he inclines his hearing to the word set before him: “My mouth,” he says, “will speak wisdom, and the meditation of my heart understanding.” And first “I will incline my ear to a parable”, and then “I will open my problem on the psaltery.” What, then, is the understanding, and what the problem? God's creation, he says, does not know the making of any evil day, as the account of the world's genesis testifies; but sin made the day of exultation a day of fear and punishment, which it would have been possible not to fear, had not the serpent who watches our heel, whose name is lawlessness, encircled the course of life, with its own coils and the varied scales of the passions fearsomely … . Then, having gone through the whole psalmody in two parts, in the first part he sets down counsel not to look to any other redeemer: for “neither does a brother redeem,” he says, “nor any other man; but each one will ransom himself, if indeed he will give to God the propitiation for himself and the price of the redemption of his soul.” He wants the sequence of things pursued in vain in this life to become counsel for despising what is pursued in vain: how men pass their lives in senseless labours, as though expecting to live for ever; how those who see those before them dying do not expect the destruction that comes through death; and that they are truly foolish and senseless who do not know that after the life here they will leave their wealth to others, while they themselves will dwell in tombs for ever—those who did not inscribe their names in heaven through the higher life but, longing to become renowned on earth, made themselves nameless in the city above. And the cause of all these things is that man did not understand his own honour, but was willingly dragged down to bestial pleasures, given over to the throat and the belly and the filth that comes after the belly. This is the portion of the first division of the psalm. The rest contains the accusation in other terms. And again the discourse ends with the same phrase—the prophecy, I think, teaching us this philosophy: that the first cause of the entrance of evils is that man became like the beasts through the more animal passions. And when the healing of such an evil had come to us by grace through him who in compassion visited humanity, again people abandon the good shepherd and are shepherded by death, inclining themselves not to the heavenly pasture but to the pasture in Hades, and becoming sheep of Hades. For it says: “Like sheep they are laid in Hades; death will shepherd them.” And so a second time, through sin, there comes insensibility to the honour that came to us by grace, and a falling down into the irrational life. For everything that comes about outside the true Word is irrationality; and irrationality and senselessness are proper to the beast.

Ps 41:1 (40:2 LXX) (allusion, high confidence) · 2 Cor 8:9 (quotation, high confidence) · Phil 2:7 (allusion, high confidence) · Ps 41:13 (40:14 LXX) (quotation, high confidence) · Num 16:1–35 (allusion, high confidence) · Ps 42:1 (41:2 LXX) (quotation, high confidence) · Ps 42:5 (41:6 LXX) (quotation, high confidence) · Ps 43:4 (42:4 LXX) (allusion, high confidence) · Ps 44:7 (43:8 LXX) (quotation, high confidence) · Ps 45:6 (44:7 LXX) (allusion, high confidence) · Ps 45:10 (44:11 LXX) (allusion, high confidence) · Ps 46:3–7 (45:4-Ps LXX) (allusion, high confidence) · Ps 47:1 (46:2 LXX) (allusion, high confidence) · Ps 47:5 (46:6 LXX) (quotation, high confidence) · Eph 4:9–10 (allusion, high confidence) · Ps 47:7 (46:8 LXX) (allusion, high confidence) · Gen 1:6–8 (allusion, high confidence) · Col 2:5 (allusion, medium confidence) · Rom 1:4 (quotation, high confidence) · Ps 48:1–3 (47:2-Ps LXX) (quotation, high confidence) · Ps 48:4–7 (47:5-Ps LXX) (quotation, high confidence) · Acts 2:2 (allusion, high confidence) · Jonah 1:3 (allusion, high confidence) · Ps 48:8 (47:9 LXX) (quotation, high confidence) · Ps 48:12–13 (47:13-Ps LXX) (quotation, high confidence) · Gen 11:1 (allusion, high confidence) · Ps 49:1–4 (48:2-Ps LXX) (quotation, high confidence) · Isa 11:2 (allusion, medium confidence) · Ps 49:5 (48:6 LXX) (allusion, high confidence) · Gen 3:15 (allusion, medium confidence) · Ps 49:7–8 (48:8-Ps LXX) (quotation, high confidence) · Ps 49:10–13 (48:11-Ps LXX) (allusion, high confidence) · Luke 10:20 (allusion, low confidence) · Ps 49:20 (48:21 LXX) (allusion, high confidence) · John 10:11 (allusion, medium confidence) · Ps 49:14 (48:15 LXX) (quotation, high confidence)

Notes and citation

Summary: Gregory follows the second book of the Psalter from Psalm 41 to Psalm 49, reading the sons of Korah's psalms as the soul's renewed ascent: thirst for God, the bridal ode, the Church as the city that was once 'the side of the north', and the call to all nations.

  • Psalm numbers in the text are the Septuagint's (“the fortieth” = English Ps 41; LXX 41–48 = English 42–49). References: Ps 41:1, 13; 2 Cor 8:9; Phil 2:7; Num 16 (Korah); Pss 42–49; Eph 4:9–10; Gen 1:6–8; Col 2:5 (“the firmness [stereōma] of your faith”); Rom 1:4; Acts 2:2; Jonah 1:3; Gen 11:1; Isa 11:2; Gen 3:15; John 10:11. The belief that deer destroy snakes was common in ancient natural history. The scan has lost text in two places, marked “…”: after “the mountains of Zion” (the line breaks off in “and of the super…”, probably “supercelestial”) and after “fearsomely” at the end of the explanation of the evil day. In “all the differences among people in their way of life” the printed text reads “of the heavens” (τῶν οὐρανῶν), apparently a slip; translated by sense. “When” renders ὅτι at the opening, probably for ὅτε.

Notes on the original text

  • Digital text corrected (OCR breathing slip; OCR slip; hyphenated word rejoined; Migne's marginal heading removed; quotation mark misread; stray letter; stray mark; word broken by OCR debris; word split in the OCR; words joined in the OCR): τῆς διὰ ͵ τῶν → τῆς διὰ τῶν; εὐαγγε λικῆς → εὐαγγελικῆς; προμη νύει → προμηνύει; ὁ Θεός. • Εἶτα → ὁ Θεός. » Εἶτα; γὰρ ι εἰς σύνεσιν → γὰρ εἰς σύνεσιν; τὺν λόγον → τὸν λόγον; γὰρ ι τῶν κρυφίων → γὰρ τῶν κρυφίων; καὶ ἐ τὸν Κύριον → καὶ τὸν Κύριον; ὁ Ὕψιστος· γ καὶ → ὁ Ὕψιστος· καὶ; οὐρανοῦ ρανίων → οὐρανίων; όνομάζει → ὀνομάζει; ἐνοι κοῦσά → ἐνοικοῦσά; ἐν τε- Βάρεις - τραγώνῳ → ἐν τετραγώνῳ; ἀμετῶν → ἀρετῶν; πὴν αἰτίαν → τὴν αἰτίαν; ὁλόγος → ὁ λόγος; ἀδελ φὸς → ἀδελφὸς; ἐάν γε ε δώσει → ἐάν γε δώσει; πάντας· αἴτιον → πάντων αἴτιον.

Topics: Scripture and canon, Christology

Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.12 (PG 44:551–560; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-12). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-12) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.