On the Inscriptions of the Psalms 2.11

Greek text: PG 44 (OCR by the Bavarian State Library (digitized copy of the printed volume); Greek lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 2

2.11PG 44:541–552

Ἀλλὰ καὶ τοῦτο ἄν τις εἰκότως ἐπιζητήσειε, τί δήποτε τῇ ἀκολουθίᾳ τῆς ἱστορίας ἀσύμφωνός ἐστιν ἡ τάξις τῆς ψαλμῳδίας. Εἰ γάρ τις προσέχοι τῷ τε χρονικῷ διαστήματι, ἐν ᾧ γέγονεν ἡ ζωὴ τοῦ Δαυΐδ, καὶ τῇ τῶν πραγμάτων ἀκολουθίᾳ, οὐκ ἂν εὔροι τὴν τῶν ψαλμῶν θέσιν τῇ τάξει τῆς ἱστορίας συμβαίνουσαν. Φαμὲν τοίνυν ἐπὶ τὸν πρῶτον ἡμῶν τοῦ λόγου σκοπὸν ἀνατρέχοντες, ὅτι οὐδενὸς τούτων μέλει τῷ διδασκάλῳ ἡμῶν. Διδάσκαλον γὰρ, οἶμαι, ὀνομάζειν δεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καθώς φησιν ὁ Κύριος· ὅτι « Ἐκεῖνος διδάξει ὑμᾶς πάντα. » Τούτῳ τοίνυν τῷ καθηγητῇ τῶν ψυχῶν ἡμῶν καὶ διδασκάλῳ πάρεργα τὰ ἄλλα πάντα δοκεῖ, σπουδὴ δὲ τὸ περισώσασθαι τοὺς ἐν τῇ ματαιότητι τῆς ζωῆς πλανωμένους, καὶ πρὸς τὴν ἀληθῆ ζωὴν ἐφελκύσασθαι. Παντὶ γὰρ τῷ κατά τινα σκοπὸν κατορθουμένῳ, τάξις τις ἔπεστι φυσική τε καὶ ἀναγκαία, ἡ δι' ἀκολούθου κατορθοῦσα τὸ σπουδαζόμενον. Ωσπερ τοίνυν ἐπὶ τῶν λιθογλύφων, σκοπὸς μὲν αὐτοῖς τῆς ἐργασίας ἐστὶ τὸ πρός τι τῶν ὄντων ὁμοιῶσαι τὸν λίθον, οὐκ εὐθὺς δὲ τὸ ἔργον ἀπὸ τοῦ πέρατος ἄρχεται, ἀλλ᾽ ἐπιτίθησιν ἀναγκαίαν τινὰ τῇ σπουδῇ τάξιν ἡ τέχνη, ἧς ἄνευ οὐκ ἂν τὸ σπουδαζόμενον γένοιτο (χρὴ γὰρ πρῶτον μὲν ἀπορρῆξαι τῆς συμφυοῦς πέτρας τὸν λίθον· εἶτα περικόψαι τὰς προβολὰς τῶν ἀχρήστων, πρὸς τὴν τοῦ προκειμένου μίμησιν ἐξεχόντων· καὶ οὕτως κοιλᾷν διὰ τῆς ἐργασίας ἐκεῖνα τοῦ λίθου τὰ μέρη, ὧν ἐξαιρεθέντων, ἄρχεται περὶ τὸ λειπόμενον ἐνορᾶσθαι τὸ σχῆμα τοῦ ζώου, περὶ ὃ τὴν σπουδὴν ὁ τεχνίτης ἔχει· καὶ μετὰ τοῦτο λεπτοτέροις τισὶ καὶ ὁμαλωτέροις ὀργάνοις περιξέειν τε καὶ ἀπολεαίνειν τὴν τοῦ λίθου τραχύτητα, καὶ τότε τῆς ἀρχετύπου μορφῆς ἐπιβάλλειν τῷ ὑπολελειμμένῳ τὴν ὁμοιότητα· λαμπρύνειν τε μετὰ ταῦτα καὶ λειοτέραν ποιεῖν τοῦ λίθου, τὴν ἐπιφάνειαν· δι' ὧν οἶδεν ἡ τέχνη τὸν τοιοῦτον ἐπιβάλλειν κόσμον τῷ ἔργῳ)· κατὰ τὸν αὐτὸν τρόπον πάσης ἡμῶν, διὰ τῆς ὑλικῆς προσπαθείας, ὥσπερ ἀπολιθωθείσης τῆς φύσεως, ὁ πρὸς τὴν θείαν ὁμοίωσιν λατομῶν ἡμᾶς λόγος, ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ τοῦ σκοποῦ πέρας προέρχε- Πρῶτον χωρίζων ἡμᾶς, οἷόν τινος συμφυοῦς πέτρας τῆς κακίας λέγω, ᾗ διά τινος σχέσεως ἦμεν προσπεφυκότες· εἶτα περικόπτει τῆς ὕλης τὰ περιττά· μετὰ τοῦτο τυποῦν ἄρχεται πρὸς τὴν ὁμοίωσιν τοῦ σκοποῦ τὸ ἐγκείμενον τῇ περιαιρέσει τῶν κωλυόντων τὴν μίμησιν· καὶ οὕτως διὰ τῆς λεπτοτέρας τῶν νοημάτων διδασκαλίας, ἐπιξύων τε καὶ καταλεαίνων ἡμῶν τὴν διάνοιαν, τότε διὰ τὸν τῆς ἀρετῆς τύπον ἐμμορφοῖ ἡμῖν τὸν Χριστόν· οὗ κατ' εἰκόνα ἐξ ἀρχῆς τε ἦμεν καὶ πάλιν γινόμεθα. Τίς οὖν ἐστιν ἡ τῆς γλυφῆς τῶν ἡμετέρων ψυχῶν τάξις; Ἐν τῷ πρώτῳ τμήματι τῆς ψαλμῳδίας, τῆς ἐν κακίᾳ ζωῆς ἀπεσχίσθημεν· ἐν δὲ τοῖς ἐφεξῆς διὰ τῆς προσεχοῦς· ἀκολουθίας ἐπὶ τὸ τέλειον προήχθη ἡ μίμησις. Σύγκειται τοίνυν τῶν ψαλμῶν ἡ τάξις, ἐπειδὴ τὸ σπουδαζόμενόν ἐστι τῷ Πνεύματι, καθὼς εἴρηται, οὐχ ἱστορίαν ἡμᾶς διδάξαι ψιλὴν, ἀλλὰ τὰς ψυχὰς ἡμῶν δι' ἀρετῆς κατὰ Θεὸν μορφῶσαι· ὡς ἐπιζητεῖ τὸ τῆς διανοίας τῶν ἐν τοῖς ψαλμοῖς γεγραμμένων ἀκόλουθον, οὐχ ὡς ἡ ἱστορικὴ βούλεται ἀκολουθία. Καθάπερ γὰρ ἐπὶ τοῦ ἐκτεθέντος ἡμῖν τοῦ κατὰ τὴν γλυφὴν ὑποδείγματος, πολλῶν ἐστιν ὀργάνων πρὸς τὴν τοῦ ἀγάλματος ἀπεργασίαν χρεία τῇ τέχνῃ (τὰ δὲ ὄργανα ταῦτα, οὐχ ὁμοίως ἔχει πρὸς ἄλληλα κατὰ τὸν τύπον τοῦ σχήματος, ἀλλὰ τὸ μὲν ἑλικοειδῶς κατὰ τὸ ἄκρον τετύπωται, τὰ δὲ πριονώδη τὴν ἀκμὴν ἔχει· ἄλλα σμιλοειδῶς κατεσκεύασται. Ἑτέροις περιῆκται τὸ εἶδος εἰς ἡμικύκλιον. Πάντα δὲ ταῦτα καὶ τὰ τοιαῦτα, κατὰ τὸν ἴδιον ἕκαστον καιρὸν ὑπουργεῖ τῷ τεχνίτῃ)· οὕτως τῷ ἀληθινῷ ἐπιστάτῃ τῷ τεχνικῶς διαγλύφοντι ἡμῶν τὰς ψυχὰς πρὸς τὴν τοῦ Θείου ὁμοίωσιν, οἷον ὄργανά τινα λιθογλυφικὰ αἱ ψαλμῳδίαι παρεσκευάσθησαν, τὴν δὲ τῶν ὀργάνων τούτων χρῆσιν ἡ χρεία τῆς ἐργασίας εἰς τάξιν ἄγει. Καὶ οὐ μέλει τῷ τεχνίτῃ πολυπραγμονεῖν, ποῖον ἐν τοῖς ὀργάνοις πρὸ τοῦ ἑτέρου κεχάλκευται, ἵνα τὸ ἐν τῇ κατασκευῇ πρῶτον, καὶ ἐν τῇ συνεργείᾳ τῆς γλυφῆς γένηται πρῶτον. Ὁ γὰρ τῇ χρείᾳ προσέχων, πρῶτον καὶ δεύτερον, καὶ πολλοστὸν ἐκεῖνο ποιεῖ, ὅ συμβουλεύει ἡ χρεία. Εἴτε οὖν ἐν πρώτοις τὰ κατὰ τὸν Γολιάθ καὶ τὸν Σαούλ ἐστι πράγματα, εἴτε ἐν ἐσχάτοις τὰ κατὰ τὸν Ἀβεσσαλώμ καὶ τὸν Οὐρίαν, καὶ οἱ τοῦ Χουσὶ λόγοι, καὶ ἡ κατὰ τὴν Βερσαβεέ συντυχία· μέλει τούτων οὐδὲν τῷ μορφοῦντι διὰ τούτων τὰς καρδίας ἡμῶν, ἀλλ᾽ ὅπως ἂν δι᾿ ἑκάστου τούτων γένοιτό τις πρὸς τὸ ἀγαθὸν ἡμῖν συνεργία. Πρὸς τοῦτο βλέπει καὶ ἡ πρὸς τὴν σωτηρίαν ἀκολουθία· καὶ τάξις ἀρίστη γίνεται τῶν εἰς αὐτὸ τοῦτο συνεργούντων ἡμῖν ἀκολουθία καὶ τάξις. Οἷον, ὁ πρῶτος ἀπέστησεν τῆς πρὸς τὸ κακὸν συμφυΐας τὸν ἄνθρωπον, Ὁ δεύτερος, τίνι προσκολληθῶμεν ὑπέδειξεν, τὴν διὰ σαρκὸς τοῦ Κυρίου προμηνύσας ἐμφάνειαν, καὶ δείξας, ὅτι τοῦτό ἐστι μακάριον τὸ ἐπ᾿ αὐτῷ πεποιθέναι. Ο τρίτος, τὸν παρὰ τοῦ ἐχθροῦ σοι ἐφιστάμενον πειρασμὸν προμηνύσει. Ὡς ἤδη σε χρισθέντα εἰς βασιλείαν διὰ τῆς πίστεως, καὶ τῷ ἀληθινῷ Χριστῷ συμβασιλεύοντα, οὐκ ἔξωθεν ἐπιχειρεῖ τοῦ ἀξιώματός σε ἐκβάλλειν, ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ σοῦ γενόμενος. Οὐ γὰρ ἐτέρωθεν ἔχει τὴν ἰσχὺν καθ' ἡμῶν ὁ πολέμιος, οὐδὲ παρ᾿ ἄλλου τινὸς ἀπὸ τοῦ ἀξιώματος ἐκβαλλόμεθα, εἰ μὴ αὐτοὶ πατέρες τοῦ κακοῦ γεννήματος διὰ τῆς πονηρᾶς ὠδῖνος γενοίμεθα, Ὃς ἀνταίρει τῇ βασιλείᾳ ἡμῶν, καὶ ἐπανίσταται τότε καθ' ἡμῶν τὸ κράτος λαμβάνων, ὅταν μολύνῃ τὰς συνοικούσας ἡμῖν, ἐν ὑπαίθρῳ τὸ ἄγος κατεργασάμενος· τοῦτ᾽ ἔστιν, ὅταν δημοσιεύσῃ τὴν τῶν ἀρετῶν ἡμῶν διαφθορὰν, αἷς ποτε συνῳκήσαμεν. Ἐπεὶ οὖν ἐν τοῖς πρώτοις οὔπω τετόνωται πρὸς τοὺς ἀγῶνας ἡμῖν ἡ δύναμις, ὡς κατὰ στόμα ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου συμπλέκεσθαι, καὶ τοῦ φυγεῖν τοῦ τοιούτου τὴν ἔφοδον, οὐ μικρὸν εἰς ὠφέλειαν τοῖς πολεμουμένοις ὁ λόγος ὑπέδειξεν διὰ τοῦ κατὰ τὴν Γραφὴν ὑποδείγματος, τοῦτό σε διδάσκων, ὅτι ὅταν σοι γένηται Ἀβεσσαλώμ ὁ τῇ κακίᾳ κομῶν, ὁ ἀδελφοκτόνος, τότε τιμίοις σου γάμοις καὶ τῇ ἀμιάντῳ κοίτῃ ἐπιλυσσήσας, φεύγε, καθώς φησιν ὁ Κύριος, ἀπὸ πόλεως εἰς πόλιν. Ἐν γὰρ τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλώμ ἔστιν, τοῦ τοιούτου υἱοῦ, τὸν συλλεξάμενον ἑαυτοῦ τὰς δυνάμεις τῇ συνεργίᾳ τοῦ ξύλου τοῦ ἐν αὐτῷ τὴν πονηράν αὐτοῦ κόμην ἐκδήσαντος, διὰ τῶν τριῶν βελῶν ἀνελεῖν τὸν πολέμιον. Δῆλον δέ σοι πάντως ἐστὶ τὸ διὰ τῆς ἱστορίας ὑποδεικνύμενον αἴνιγμα, ποῖον ἐκεῖνο τὸ ξύλον, ᾧ προσηλώθη τῆς κακίας ἡ κόμη, ὅπερ ὁ Ἀπόστολος χειρόγραφον ἁμαρτιῶν ὀνομάζει, καθώς φησιν, ὅτι καὶ « Αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας τῷ σταυρῷ·· τοῦτ᾽ ἔστιν τῷ ξύλῳ. Καὶ τίς ἡ τῶν βελῶν τριὰς, ἡ μέσην βάλλουσα τοῦ ἐχθροῦ τὴν καρδίαν, δι' ἧς γίνεται τοῦ ἐσχάτου ἐχθροῦ ὁ θάνατος; Ὡς δ᾽ ἂν καίριον γένηται ἡμῖν τὸ περὶ τοῦ βέλους νόημα, τῇ προφητείᾳ τοῦ Ἡσαΐου προσέξομεν, ὃς φησιν ἐκ προσώπου Κυρίου, ὅτι «Ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ὕψωσέν με. Τοῦτο τοίνυν τὸ βέλος, ὁ ζῶν» τοῦ Κυρίου λόγος ἐστὶ, καὶ· τομώτερος ὑπὲρ πάσαν μάχαιραν δίστομον· ὁ δὲ λόγος ἐστὶν ὁ Χριστός· τῷ δὲ ὀνόματι τούτῳ τὸ τῆς Τριάδος ὁμολογεῖται μυστήριον. Ἐν ᾧ καὶ τὸν χρισθέντα καὶ τὸν χρίσαντα, καὶ τὸ ᾧ ἐχρίσθη διδασκόμεθα. Εἰ γὰρ ἐν τι τούτων λείποι, τὸ τοῦ Χριστοῦ ὄνομὰ οὐχ ὑφίσταται. Τοῦτο τοίνυν τὸ ὄνομα ὅταν ἐν τῇ ἡμετέρᾳ ὑψωθῇ φαρέτρᾳ· τοῦτ᾽ ἔστιν, ὅταν ἐν τῇ ψυχῇ ἡμῶν διὰ πίστεως γένηται ( φαρέτρα γὰρ τοῦ λόγου ἐστὶν ἡ ψυχή), τότε ἀναιρετικὸν γίνεται τοῦ ἐπανισταμένου ἡμῖν καὶ διώκοντος, οὗ ὁ ἀφανισμὸς ἐν τῷ ξύλῳ. Διὰ τοῦτο μετὰ τὸ φυγεῖν ἐν τῷ καιρῷ τὸν ἐπανιστάμενον (ὃς εἷς μέν ἐστι τῇ φύσει, πλῆθος δὲ γίνεται τῇ κακῇ συμμαχίᾳ), καὶ εἰπεῖν, «Ὅτι ἐπληθύνθησαν οἱ θλίβοντές με, καὶ πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμὲ, » καὶ ὅσα ἐκ τοῦ ἀκολούθου ἡ ψαλμῳδία περιέχει τότε γίνεται ἡ τοῦ νικᾶν ἀρχή. Ἡ γὰρ εὔκαιρός ἀπὸ τῶν ἐπανισταμένων φυγὴ, τῆς κατὰ τῶν ἐχθρῶν νίκης αἰτία γίνεται. Διὰ τοῦτο ἡ ἐφεξῆς ψαλμῳδία, « Εἰς τὸ τέλος, » τὴν ἐπιγραφὴν ἔχει. Τέλος δὲ παντὸς ἀγῶνος ἡ νίκη ἐστίν· καθὼς φθάσας ὁ λόγος ἡμῖν περὶ τούτων ἐτεχνολόγησεν· καὶ ἐπειδὴ ἂν ἅπαξ τοῦ νικᾶν γεύσῃ, ἐπάλληλοι νίκαι κατὰ τῶν ἐχθρῶν κατορθοῦνται. Ἐν γὰρ τῇ πρώτῃ νίκῃ, τῶν κατὰ τὸν βίον ἡδέων πρὸς τὰ τῆς ψυχῆς ἀγαθὰ διαμιλλωμένων, ἐν σοὶ ἐκράτησεν τῆς ὑλικῆς ἀπάτης ἡ πρὸς τὰ κρείττω ῥοπή. Καταγνοὺς γὰρ τῶν τὸ μάταιον ζητούντων, καὶ ἀγαπώντων τὸ ψεῦδος, ἠλλάξω τῆς περὶ τὰ φαινόμενα προσπαθείας τὴν τῶν ἀοράτων ἐπιθυμίαν. Ἐν τῷ ἐφεξῆς ἄλλον τρόπον νικᾷς. Δύο γὰρ ὄντων τῶν ὑπὲρ τῆς ἀληθείας κληρονομίας διαμαχομένων πρὸς ἀλλήλους, καὶ τοῦ μὲν προβαλλομένου τὸν νόμον, τοῦ δὲ τὴν πίστιν· ὁ δίκαιος ἀγωνοθέτης σοι δίδωσιν κατ᾿ ἐκείνου τὰ νικητήρια. "Ωστε σοι τὴν καθαρὰν τῆς ψυχῆς κατάστασιν, ἀνατολὴν ἡλίου γενέσθαι, ἀφεστηκότι τοῦ σκότους, τὸν ὄρθρον ἐπάγοντος. Ὃν πρωΐαν, ὀνομάζει ἡ ψαλμῳδία. Καὶ οὕτως ἔστιν ἀεὶ εὑρεῖν νίκην ἐκ νίκης τῷ ἀθλητῇ προσγινομένην, πρὸς τὸ μείζον πάντοτε καὶ περιφανέστερον προϊόντων τῶν ἐκ τῆς νίκης κατορθωμάτων. Πάλιν ἑτέρα διαδέχεται νίκη κατὰ τὸ ἀκόλουθον, διὰ τῶν προδεικνυμένων κατορθουμένη. Ὁ γὰρ τὴν κληρονομίαν γνωρίσας, αὐτὸς καὶ τῆς « Ογδόης » μέμνηται· ἥτις πέρας τε τοῦ ἐνεστῶτος χρόνου γίνεται, καὶ ἀρχὴ τοῦ μέλλοντος αἰῶνος. Ἴδιον δὲ τῆς Ὀγδόης, τὸ μηκέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν ἢ κακῶν ἐνδιδόναι τοῖς ἐν αὐτῇ γινομένοις· ἀλλ᾽ ὧν ἄν τις ἑαυτῷ καταβάλληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα. Οὗ χάριν ἐνταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν (ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης), ταῖς αὐταῖς νίκαις ἐγγυμνασθέντα. Πάλιν ἀπαλείφει πρὸς ἑτέρους ἀγῶνας ὁ λόγος· πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσβολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος ὁ Ἀβεσσαλώμ ἐκεῖνος ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, αὐτὸν τὸν πόλεμον τὸν ἐξ ἡμῶν ἐξαρτύεται, ὃν ἀποτρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία, μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Τῶν γὰρ κατορθωμάτων αὐτῷ χρηστῶν διὰ τῶν λόγων Χουσὶ, τῷ Θεῷ τὴν αἰτίαν ἀνατιθεὶς, ταύτῃ τὴν εὐχαριστίαν πεποίηται. Περιττὴν δ᾽ ἂν εἴη τὰς ἱστορίας σοι δι' ἀκριβείας ἐκτίθεσθαι· τῶς πιστὸς ὁ Δαβὶδ ὢν ἐν τοῖς ὑπασπισταῖς, οὗτος ὁ Χουσὶ ἐν τοῖς φίλοις τοῦ Ἀβεσσαλώμ καταμίγνυται, καὶ πιθανώτερος γίνεται τῷ τυράννῳ τῆς τοῦ Ἀχιτόφελ συμβουλῆς. Ὅθεν συνέβη τούτου κατὰ τὴν εἰσήγησιν τῆς γνώμης κατακρατήσαντος, αὐτὸν ὑφ᾽ ἑαυτοῦ καταπνιγῆναι, τὸν κατά τοῦ Δαβὶδ τῷ Ἀβεσσαλώμ συμβουλεύσαντα. "Αξιον δ᾽ ἂν εἴη προσαγαγεῖν τῷ κατ᾿ ἀρετὴν βίῳ καὶ τὰ τῆς ἱστορίας αἰνίγματα. Πῶς ἡ σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· ἡ δὲ σωτήριος αὕτη γνώμη, ἡ μὲν τῇ ἱστορία, ἡ δὲ τῇ ψαλμῳδίᾳ ἐγγέγραπται. Ἡμῖν δὲ σκοπός ἐστι τὸν ἐν τάξει τῶν ψαλμῶν εἰρμὸν κατανοῆσαι, δι' οὗ τῷ ἀγαθῷ προσαγόμεθα. Οὐκοῦν τὴν ἐνταῦθα γνώμην τὴν ἀναιρετικὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν κατανοήσωμεν. Τίς οὖν ἐστιν αὕτη; τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν ἀπάρξαντα. Τιμᾶται γὰρ ἑαυτῷ ἐσχάτων, καὶ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁριστὴς γίνεται, εἰ εὑρεθείη κακοῦ τὸ κακὸν, ὥσπερ ἐν συναλλάγματι, διαμείψας, καὶ ἀντιδοὺς τοῖς προπαρεσχημένοις ὃ ἔλαβεν. Καὶ οὕτως μετὰ τοὺς ἀγῶνας τούτους, πάλιν νικητὴς ἀναδείκνυται. Διαδέχεται γὰρ ἐπιγραφὴ, τὸ ‹ Ὑπὲρ τῶν ληνῶν,» προδεικνύουσα τέλος. Τὸ δὲ τῶν ἀγώνων τέλος, νίκη ἐστίν. Πάλιν δὲ τὴν « Ὑπὲρ τῶν ληνῶν », ἔννοιαν ἐξαπλοῦσθαι τῷ λόγῳ, περιττὸν ἂν εἴη, ἱκανῶς ἐν τοῖς κατὰ τὸν ἴδιον τόπον ἐξητασμένοις προδηλωθεῖσαν. "Ωσπερ δὲ μετὰ τὴν πρώτην ἐκ τοῦ Ἀβεσσαλώμ φυγὴν ἐν τῷ διακρῖναι τῶν ἀληθινῶν πραγμάτων τὴν ματαίαν σπουδὴν, ἀξιοῦται τῆς νίκης· οὕτως καὶ νῦν μετὰ τοὺς ὁμοίους ἀγῶνας, τῷ «Ὑπέρ τῶν ληνῶν» λόγῳ συμμάχῳ πρὸς τὸν ἀντίπαλον χρώμενος, νικητὴς γίνεται διὰ τοῦ καταλῦσαι τὸν ἐχθρὸν ἅμα καὶ ἐκδικητήν. ὡς διὰ τοῦτο καὶ ἐχθρὸς καὶ ἐκδικητὴς ὀνομάζεται, ὅτι αὐτὰ τὰ πρὸς ἁμαρτίαν αὐτοῦ δελεάσματα, τιμωρία τοῖς αἰσθανομένοις ἡ πικροτάτη ἐστί· καὶ δι' ὧν ἐφέλκεται πρὸς τὴν τοῦ κακοῦ κοινωνίαν ἐν ἀπάτῃ τὸν ἄνθρωπον, αὐτὸ ἐκεῖνο τὸ χαλεπώτατον τῆς τιμωρίας εἶδὸς ἐστιν. Οὕτως ἑρμηνεύει τὴν διάνοιαν ταύτην ὁ θεῖος Ἀπόστολος, εἰπών, ὅτι « Τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. » Τις γὰρ ἂν γένοιτο πρὸς τιμωρίαν ἄλλη χαλεπωτέρα ἐπίνοια τῆς κατὰ τὴν ἀσχημοσύνην ἀκαθαρσίας, ἣν ἐν ἑαυτοῖς κατεργάζονται οἱ τῆς ἀσχημοσύνης ἐργάται; Ὁ οὖν καταλύσας ἐν τῷ ἰδίῳ βίῳ τοῦ τοιούτου τὴν δύναμιν, ὃς τιμωρεῖται τὸν ἐν κακίᾳ γενόμενον δι' αὐτοῦ τοῦ μετασχεῖν τῆς κακίας, ὁρᾷ τοὺς ἀνθρώπους, καὶ τὴν τῶν οὐρανῶν ὑπερκαθημένην μεγαλοπρέπειαν, καὶ τὸ τῆς φύσεως ἀξίωμα, τίνων τε ἄρχει καὶ τίσι συντεταγμένη ἐστίν. Τῷ γὰρ αὐτῷ καὶ ἐπὶ τῶν ἀλόγων ἡγεμονεύει, καὶ τοῖς ἀγγέλοις διὰ συγκρίσεως παρισουμένη μικρὸν ἐλαττοῦται. Τοίνυν λόγος ἐστὶν δι' οὗ γίνεται ἡ κατὰ τούτων ἀρχὴ, καὶ πρὸς τοὺς ἀγγέλους οἰκείωσις. Πάλιν ἐκδέχεται νίκης ἑτέρας τρόπος, ὅταν ὑπερβὰς τὰ φαινόμενα τοῖς ἀποῤῥήτοις ἐμβατεύσῃ τῷ λόγῳ. Υἱὸς δὲ ὁ λόγος, κἂν ἱκανῶς ἤδη γένῃ ταῖς προλαβούσαις νίκαις ἐγγυμνασθεὶς. «Ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ· ψάλλεις, διὰ τῆς εὐαρμόστου τε καὶ ἐμμελοῦς θεωρίας. Καὶ πάλιν νικήσας τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ' ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ' ἡμῶν καύχημα περιλειφθῆναι (« Ἵνα γὰρ μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς»)· τότε διὰ τῆς ἐκ τοῦ ἀκολούθου σου προσγινομένης νίκης, τελειοτέραν τὴν εἰς τὸν Θεὸν πεποίθησιν ἔχων λέγεις· « Ἐπὶ τῷ Κυρίῳ πέποιθα. Ἐν τῇ ἐφεξῆς νίκῃ, πάλιν τῆς « Ογδόης» μεμνήσῃ, ἐν ᾗ ἐξολοθρεύεται μὲν ἡ « μεγαλορρήμων γλῶσσα, καὶ τὰ χείλη τὰ δόλια, » καὶ ἡ κατὰ τοῦ Θεοῦ μανία· φυλαχθήσονται δὲ ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα, οἱ μὴ ἐν κύκλῳ τῆς ἀσεβείας συμπεριπατοῦντες, ἀλλὰ τῆς εὐθείας ἐχόμενοι, ἣν ἐνεκαίνισεν ἡμῖν ὁ Θεὸς· ὁδὸν πρόσφατον καὶ ζῶσαν. Καὶ τί χρὴ τὰ καθ᾿ ἕκαστον διεξιέναι, ἱκανῶς σοι τῆς ἐφόδου ταύτης τὴν ἐπὶ τὰ κρείττω πρόοδον διὰ τῆς τῶν ψαλμῶν τάξεώς τε καὶ ἐπιγραφῆς προδεικνυούσης; οὐ μικρῶς ἡμῖν πρὸς τὴν τοιαύτην συμβαλλομένης διάνοιαν τῆς προβληθείσης τοῖς ἔμπροσθεν λόγοις τῶν ἐπιγραφῶν ἑρμηνείας.

Alla kai touto an tis eikotōs epizētēseie, ti dēpote tę̄ akolouthią tēs historias asymphōnos estin hē taxis tēs psalmǭdias. Ei gar tis prosechoi tǭ te chronikǭ diastēmati, en hǭ gegonen hē zōē tou Dauïd, kai tę̄ tōn pragmatōn akolouthią, ouk an euroi tēn tōn psalmōn thesin tę̄ taxei tēs historias symbainousan. Phamen toinyn epi ton prōton hēmōn tou logou skopon anatrechontes, hoti oudenos toutōn melei tǭ didaskalǭ hēmōn. Didaskalon gar, oimai, onomazein dei to Pneuma to hagion, kathōs phēsin ho Kyrios; hoti « Ekeinos didaxei hymas panta. » Toutǭ toinyn tǭ kathēgētę̄ tōn psychōn hēmōn kai didaskalǭ parerga ta alla panta dokei, spoudē de to perisōsasthai tous en tę̄ mataiotēti tēs zōēs planōmenous, kai pros tēn alēthē zōēn ephelkysasthai. Panti gar tǭ kata tina skopon katorthoumenǭ, taxis tis epesti physikē te kai anankaia, hē di' akolouthou katorthousa to spoudazomenon. Ōsper toinyn epi tōn lithoglyphōn, skopos men autois tēs ergasias esti to pros ti tōn ontōn homoiōsai ton lithon, ouk euthys de to ergon apo tou peratos archetai, all᾽ epitithēsin anankaian tina tę̄ spoudę̄ taxin hē technē, hēs aneu ouk an to spoudazomenon genoito (chrē gar prōton men aporrēxai tēs symphyous petras ton lithon; eita perikopsai tas probolas tōn achrēstōn, pros tēn tou prokeimenou mimēsin exechontōn; kai houtōs koiląn dia tēs ergasias ekeina tou lithou ta merē, hōn exairethentōn, archetai peri to leipomenon enorasthai to schēma tou zōou, peri ho tēn spoudēn ho technitēs echei; kai meta touto leptoterois tisi kai homalōterois organois perixeein te kai apoleainein tēn tou lithou trachytēta, kai tote tēs archetypou morphēs epiballein tǭ hypoleleimmenǭ tēn homoiotēta; lamprynein te meta tauta kai leioteran poiein tou lithou, tēn epiphaneian; di' hōn oiden hē technē ton toiouton epiballein kosmon tǭ ergǭ); kata ton auton tropon pasēs hēmōn, dia tēs hylikēs prospatheias, hōsper apolithōtheisēs tēs physeōs, ho pros tēn theian homoiōsin latomōn hēmas logos, hodǭ tini kai akolouthią pros to tou skopou peras proerche- Prōton chōrizōn hēmas, hoion tinos symphyous petras tēs kakias legō, hę̄ dia tinos scheseōs ēmen prospephykotes; eita perikoptei tēs hylēs ta peritta; meta touto typoun archetai pros tēn homoiōsin tou skopou to enkeimenon tę̄ periairesei tōn kōlyontōn tēn mimēsin; kai houtōs dia tēs leptoteras tōn noēmatōn didaskalias, epixyōn te kai kataleainōn hēmōn tēn dianoian, tote dia ton tēs aretēs typon emmorphoi hēmin ton Christon; hou kat' eikona ex archēs te ēmen kai palin ginometha. Tis oun estin hē tēs glyphēs tōn hēmeterōn psychōn taxis? En tǭ prōtǭ tmēmati tēs psalmǭdias, tēs en kakią zōēs apeschisthēmen; en de tois ephexēs dia tēs prosechous; akolouthias epi to teleion proēchthē hē mimēsis. Synkeitai toinyn tōn psalmōn hē taxis, epeidē to spoudazomenon esti tǭ Pneumati, kathōs eirētai, ouch historian hēmas didaxai psilēn, alla tas psychas hēmōn di' aretēs kata Theon morphōsai; hōs epizētei to tēs dianoias tōn en tois psalmois gegrammenōn akolouthon, ouch hōs hē historikē bouletai akolouthia. Kathaper gar epi tou ektethentos hēmin tou kata tēn glyphēn hypodeigmatos, pollōn estin organōn pros tēn tou agalmatos apergasian chreia tę̄ technę̄ (ta de organa tauta, ouch homoiōs echei pros allēla kata ton typon tou schēmatos, alla to men helikoeidōs kata to akron tetypōtai, ta de prionōdē tēn akmēn echei; alla smiloeidōs kateskeuastai. Heterois periēktai to eidos eis hēmikyklion. Panta de tauta kai ta toiauta, kata ton idion hekaston kairon hypourgei tǭ technitę̄); houtōs tǭ alēthinǭ epistatę̄ tǭ technikōs diaglyphonti hēmōn tas psychas pros tēn tou Theiou homoiōsin, hoion organa tina lithoglyphika hai psalmǭdiai pareskeuasthēsan, tēn de tōn organōn toutōn chrēsin hē chreia tēs ergasias eis taxin agei. Kai ou melei tǭ technitę̄ polypragmonein, poion en tois organois pro tou heterou kechalkeutai, hina to en tę̄ kataskeuę̄ prōton, kai en tę̄ synergeią tēs glyphēs genētai prōton. Ho gar tę̄ chreią prosechōn, prōton kai deuteron, kai polloston ekeino poiei, ho symbouleuei hē chreia. Eite oun en prōtois ta kata ton Goliath kai ton Saoul esti pragmata, eite en eschatois ta kata ton Abessalōm kai ton Ourian, kai hoi tou Chousi logoi, kai hē kata tēn Bersabee syntychia; melei toutōn ouden tǭ morphounti dia toutōn tas kardias hēmōn, all᾽ hopōs an di᾿ hekastou toutōn genoito tis pros to agathon hēmin synergia. Pros touto blepei kai hē pros tēn sōtērian akolouthia; kai taxis aristē ginetai tōn eis auto touto synergountōn hēmin akolouthia kai taxis. Hoion, ho prōtos apestēsen tēs pros to kakon symphyïas ton anthrōpon, Ho deuteros, tini proskollēthōmen hypedeixen, tēn dia sarkos tou Kyriou promēnysas emphaneian, kai deixas, hoti touto esti makarion to ep᾿ autǭ pepoithenai. O tritos, ton para tou echthrou soi ephistamenon peirasmon promēnysei. Hōs ēdē se christhenta eis basileian dia tēs pisteōs, kai tǭ alēthinǭ Christǭ symbasileuonta, ouk exōthen epicheirei tou axiōmatos se ekballein, all᾽ ex autou tou sou genomenos. Ou gar eterōthen echei tēn ischyn kath' hēmōn ho polemios, oude par᾿ allou tinos apo tou axiōmatos ekballometha, ei mē autoi pateres tou kakou gennēmatos dia tēs ponēras ōdinos genoimetha, Hos antairei tę̄ basileią hēmōn, kai epanistatai tote kath' hēmōn to kratos lambanōn, hotan molynę̄ tas synoikousas hēmin, en hypaithrǭ to agos katergasamenos; tout᾽ estin, hotan dēmosieusę̄ tēn tōn aretōn hēmōn diaphthoran, hais pote synǭkēsamen. Epei oun en tois prōtois oupō tetonōtai pros tous agōnas hēmin hē dynamis, hōs kata stoma tais prosbolais tou allotriou symplekesthai, kai tou phygein tou toioutou tēn ephodon, ou mikron eis ōpheleian tois polemoumenois ho logos hypedeixen dia tou kata tēn Graphēn hypodeigmatos, touto se didaskōn, hoti hotan soi genētai Abessalōm ho tę̄ kakią komōn, ho adelphoktonos, tote timiois sou gamois kai tę̄ amiantǭ koitę̄ epilyssēsas, pheuge, kathōs phēsin ho Kyrios, apo poleōs eis polin. En gar tǭ apodidraskein apo prosōpou Abessalōm estin, tou toioutou huiou, ton syllexamenon heautou tas dynameis tę̄ synergią tou xylou tou en autǭ tēn ponēran autou komēn ekdēsantos, dia tōn triōn belōn anelein ton polemion. Dēlon de soi pantōs esti to dia tēs historias hypodeiknymenon ainigma, poion ekeino to xylon, hǭ prosēlōthē tēs kakias hē komē, hoper ho Apostolos cheirographon hamartiōn onomazei, kathōs phēsin, hoti kai « Auto ērken ek tou mesou, prosēlōsas tǭ staurǭ;; tout᾽ estin tǭ xylǭ. Kai tis hē tōn belōn trias, hē mesēn ballousa tou echthrou tēn kardian, di' hēs ginetai tou eschatou echthrou ho thanatos? Hōs d᾽ an kairion genētai hēmin to peri tou belous noēma, tę̄ prophēteią tou Hēsaïou prosexomen, hos phēsin ek prosōpou Kyriou, hoti «Ethēken me hōs belos eklekton, kai en tę̄ pharetrą autou hypsōsen me. Touto toinyn to belos, ho zōn» tou Kyriou logos esti, kai; tomōteros hyper pasan machairan distomon; ho de logos estin ho Christos; tǭ de onomati toutǭ to tēs Triados homologeitai mystērion. En hǭ kai ton christhenta kai ton chrisanta, kai to hǭ echristhē didaskometha. Ei gar en ti toutōn leipoi, to tou Christou onoma ouch hyphistatai. Touto toinyn to onoma hotan en tę̄ hēmeterą hypsōthę̄ pharetrą; tout᾽ estin, hotan en tę̄ psychę̄ hēmōn dia pisteōs genētai ( pharetra gar tou logou estin hē psychē), tote anairetikon ginetai tou epanistamenou hēmin kai diōkontos, hou ho aphanismos en tǭ xylǭ. Dia touto meta to phygein en tǭ kairǭ ton epanistamenon (hos heis men esti tę̄ physei, plēthos de ginetai tę̄ kakę̄ symmachią), kai eipein, «Hoti eplēthynthēsan hoi thlibontes me, kai polloi epanistantai ep᾿ eme, » kai hosa ek tou akolouthou hē psalmǭdia periechei tote ginetai hē tou nikan archē. Hē gar eukairos apo tōn epanistamenōn phygē, tēs kata tōn echthrōn nikēs aitia ginetai. Dia touto hē ephexēs psalmǭdia, « Eis to telos, » tēn epigraphēn echei. Telos de pantos agōnos hē nikē estin; kathōs phthasas ho logos hēmin peri toutōn etechnologēsen; kai epeidē an hapax tou nikan geusę̄, epallēloi nikai kata tōn echthrōn katorthountai. En gar tę̄ prōtę̄ nikę̄, tōn kata ton bion hēdeōn pros ta tēs psychēs agatha diamillōmenōn, en soi ekratēsen tēs hylikēs apatēs hē pros ta kreittō rhopē. Katagnous gar tōn to mataion zētountōn, kai agapōntōn to pseudos, ēllaxō tēs peri ta phainomena prospatheias tēn tōn aoratōn epithymian. En tǭ ephexēs allon tropon nikąs. Dyo gar ontōn tōn hyper tēs alētheias klēronomias diamachomenōn pros allēlous, kai tou men proballomenou ton nomon, tou de tēn pistin; ho dikaios agōnothetēs soi didōsin kat᾿ ekeinou ta nikētēria. "Ōste soi tēn katharan tēs psychēs katastasin, anatolēn hēliou genesthai, aphestēkoti tou skotous, ton orthron epagontos. Hon prōïan, onomazei hē psalmǭdia. Kai houtōs estin aei heurein nikēn ek nikēs tǭ athlētę̄ prosginomenēn, pros to meizon pantote kai periphanesteron proïontōn tōn ek tēs nikēs katorthōmatōn. Palin hetera diadechetai nikē kata to akolouthon, dia tōn prodeiknymenōn katorthoumenē. Ho gar tēn klēronomian gnōrisas, autos kai tēs « Ogdoēs » memnētai; hētis peras te tou enestōtos chronou ginetai, kai archē tou mellontos aiōnos. Idion de tēs Ogdoēs, to mēketi kairon eis paraskeuēn agathōn ē kakōn endidonai tois en autę̄ ginomenois; all᾽ hōn an tis heautǭ kataballētai dia tōn ergōn ta spermata, toutōn antiparechein ta dragmata. Hou charin entautha energein nomothetei tēn metanoian (hōs en tǭ hądę̄ tēs toiautēs spoudēs apraktousēs), tais autais nikais engymnasthenta. Palin apaleiphei pros heterous agōnas ho logos; palin aleiphei tę̄ tōn peirasmōn prosbolę̄. Ho autos gar polemios ho Abessalōm ekeinos hōsper anagennētheis ex hēmōn, auton ton polemon ton ex hēmōn exartyetai, hon apotrepei phonōnta kath' hēmōn hē hēmetera peri tou pragmatos euboulia, mallon de hē para tou Theou symmachia. Tōn gar katorthōmatōn autǭ chrēstōn dia tōn logōn Chousi, tǭ Theǭ tēn aitian anatitheis, tautę̄ tēn eucharistian pepoiētai. Perittēn d᾽ an eiē tas historias soi di' akribeias ektithesthai; tōs pistos ho Dabid ōn en tois hypaspistais, houtos ho Chousi en tois philois tou Abessalōm katamignytai, kai pithanōteros ginetai tǭ tyrannǭ tēs tou Achitophel symboulēs. Hothen synebē toutou kata tēn eisēgēsin tēs gnōmēs katakratēsantos, auton hyph᾽ heautou katapnigēnai, ton kata tou Dabid tǭ Abessalōm symbouleusanta. "Axion d᾽ an eiē prosagagein tǭ kat᾿ aretēn biǭ kai ta tēs historias ainigmata. Pōs hē sōzousa hēmas gnōmē, anchonē ginetai tou antikeimenou; hē de sōtērios hautē gnōmē, hē men tę̄ historia, hē de tę̄ psalmǭdią engegraptai. Hēmin de skopos esti ton en taxei tōn psalmōn eirmon katanoēsai, di' hou tǭ agathǭ prosagometha. Oukoun tēn entautha gnōmēn tēn anairetikēn tou epibouleuontos hēmin katanoēsōmen. Tis oun estin hautē? to ison eis kakian hēgeisthai archein te adikias kai amynesthai ton aparxanta. Timatai gar heautǭ eschatōn, kai tēs kath' heautou timōrias horistēs ginetai, ei heuretheiē kakou to kakon, hōsper en synallagmati, diameipsas, kai antidous tois propareschēmenois ho elaben. Kai houtōs meta tous agōnas toutous, palin nikētēs anadeiknytai. Diadechetai gar epigraphē, to ‹ Hyper tōn lēnōn,» prodeiknyousa telos. To de tōn agōnōn telos, nikē estin. Palin de tēn « Hyper tōn lēnōn », ennoian exaplousthai tǭ logǭ, peritton an eiē, hikanōs en tois kata ton idion topon exētasmenois prodēlōtheisan. "Ōsper de meta tēn prōtēn ek tou Abessalōm phygēn en tǭ diakrinai tōn alēthinōn pragmatōn tēn mataian spoudēn, axioutai tēs nikēs; houtōs kai nyn meta tous homoious agōnas, tǭ «Hyper tōn lēnōn» logǭ symmachǭ pros ton antipalon chrōmenos, nikētēs ginetai dia tou katalysai ton echthron hama kai ekdikētēn. hōs dia touto kai echthros kai ekdikētēs onomazetai, hoti auta ta pros hamartian autou deleasmata, timōria tois aisthanomenois hē pikrotatē esti; kai di' hōn ephelketai pros tēn tou kakou koinōnian en apatę̄ ton anthrōpon, auto ekeino to chalepōtaton tēs timōrias eidos estin. Houtōs hermēneuei tēn dianoian tautēn ho theios Apostolos, eipōn, hoti « Tēn antimisthian hēn edei tēs planēs autōn en heautois apolambanontes. » Tis gar an genoito pros timōrian allē chalepōtera epinoia tēs kata tēn aschēmosynēn akatharsias, hēn en heautois katergazontai hoi tēs aschēmosynēs ergatai? Ho oun katalysas en tǭ idiǭ biǭ tou toioutou tēn dynamin, hos timōreitai ton en kakią genomenon di' autou tou metaschein tēs kakias, horą tous anthrōpous, kai tēn tōn ouranōn hyperkathēmenēn megaloprepeian, kai to tēs physeōs axiōma, tinōn te archei kai tisi syntetagmenē estin. Tǭ gar autǭ kai epi tōn alogōn hēgemoneuei, kai tois angelois dia synkriseōs parisoumenē mikron elattoutai. Toinyn logos estin di' hou ginetai hē kata toutōn archē, kai pros tous angelous oikeiōsis. Palin ekdechetai nikēs heteras tropos, hotan hyperbas ta phainomena tois aporrhētois embateusę̄ tǭ logǭ. Huios de ho logos, kan hikanōs ēdē genę̄ tais prolabousais nikais engymnastheis. «Hyper tōn kryphiōn tou Huiou; psalleis, dia tēs euarmostou te kai emmelous theōrias. Kai palin nikēsas ton en kryphiois enedreuonta kath' hēmōn thēra, hōste mēketi tou echthrou to kath' hēmōn kauchēma perileiphthēnai (« Hina gar mē prosthę̄ eti tou megalauchein anthrōpos epi tēs gēs»); tote dia tēs ek tou akolouthou sou prosginomenēs nikēs, teleioteran tēn eis ton Theon pepoithēsin echōn legeis; « Epi tǭ Kyriǭ pepoitha. En tę̄ ephexēs nikę̄, palin tēs « Ogdoēs» memnēsę̄, en hę̄ exolothreuetai men hē « megalorrēmōn glōssa, kai ta cheilē ta dolia, » kai hē kata tou Theou mania; phylachthēsontai de apo tēs geneas tautēs kai eis ton aiōna, hoi mē en kyklǭ tēs asebeias symperipatountes, alla tēs eutheias echomenoi, hēn enekainisen hēmin ho Theos; hodon prosphaton kai zōsan. Kai ti chrē ta kath᾿ hekaston diexienai, hikanōs soi tēs ephodou tautēs tēn epi ta kreittō proodon dia tēs tōn psalmōn taxeōs te kai epigraphēs prodeiknyousēs? ou mikrōs hēmin pros tēn toiautēn symballomenēs dianoian tēs problētheisēs tois emprosthen logois tōn epigraphōn hermēneias.

But someone might reasonably ask this too: why is the order of the psalmody out of harmony with the sequence of the history? For if one attends both to the span of time in which David's life took place and to the sequence of the events, one would not find the placement of the psalms agreeing with the order of the history. We say, then, going back to the first aim of our discourse, that our teacher cares for none of these things. For I think we must call the Holy Spirit “teacher”, as the Lord says: “He will teach you all things.” To this guide and teacher of our souls, then, all other things seem incidental; his concern is to save those who wander in the vanity of life and to draw them to the true life. For in everything that is accomplished with a view to some aim there is a certain order, both natural and necessary, which accomplishes in sequence what is being pursued. So it is with stone-carvers: the aim of their work is to make the stone like one of the things that exist, yet the work does not begin straight away from the finish; rather, the art lays upon the effort a necessary order, without which what is pursued could not come about. (For first one must break the stone away from the rock with which it is naturally joined; then cut away the projections of useless parts that stand out against the imitation of the model; and so hollow out by the work those parts of the stone whose removal lets the shape of the creature on which the craftsman is intent begin to be seen in what remains; and after this, with finer and smoother tools, scrape and smooth away the roughness of the stone, and then lay upon what is left the likeness of the original form; and after this brighten and make smoother the surface of the stone, the means by which the art knows how to lay such adornment upon the work.) In the same way, since our whole nature has, as it were, turned to stone through attachment to matter, the Word who quarries us toward the divine likeness proceeds by a certain way and sequence toward the end of his aim. First he separates us from evil—I mean, as it were, from a rock naturally joined to us—to which we had grown attached through a certain habit; then he cuts away the excess of matter; after this he begins to shape what lies within toward the likeness of the aim, by removing what hinders the imitation; and so, through the finer teaching of thoughts, scraping and smoothing our mind, he then forms Christ in us through the pattern of virtue—Christ, in whose image we were from the beginning and are becoming again. What, then, is the order of the carving of our souls? In the first section of the psalmody we were split away from the life in evil; in those that follow, through the continuous sequence, the imitation was led on to perfection. The order of the psalms, then, has been composed—since the Spirit's concern, as has been said, is not to teach us bare history but to form our souls according to God through virtue—as the sequence of the meaning of what is written in the psalms requires, not as the historical sequence would have it. For just as in the example of carving set out above, the art needs many tools to complete the statue (and these tools are not alike to one another in the shape of their form: one is shaped like a spiral at its tip, others have a saw-like edge, others are made like a chisel, and with others the shape is bent round into a half-circle; and all these and the like each serve the craftsman at its own proper time), so for the true master who skilfully carves our souls toward likeness to the Divine, the psalms have been prepared as tools for carving stone, and the need of the work brings the use of these tools into order. And the craftsman does not trouble himself about which of the tools was forged before another, so that what was first in manufacture should also be first in the work of carving. For he who attends to the need makes first and second and last whatever the need advises. So whether the events concerning Goliath and Saul come among the first, or those concerning Absalom and Uriah come among the last, with the words of Hushai and the affair of Bathsheba, the one who through these forms our hearts cares nothing for that, but only how through each of them some help toward the good may come to us. To this the sequence toward salvation also looks; and the best order is the sequence and order of the things that help us toward this very end. For example, the first psalm removed man from his natural union with evil. The second showed to whom we should cleave, foretelling the Lord's appearing through flesh and showing that this is blessed: to trust in him. The third foretells the temptation set upon you by the enemy. Since you have already been anointed to kingship through faith and reign with the true Christ, he does not try to cast you out of your dignity from outside, but having come from your very own … . For the enemy has no strength against us from anywhere else, nor are we cast out of our dignity by anyone else, unless we ourselves become fathers of the evil offspring through the wicked birth-pang. He it is who rises against our kingdom, and he rises up against us and takes power when he defiles the women who live with us, committing the abomination in the open—that is, when he makes public the corruption of our virtues, with which we once lived. Since, then, at the beginning our strength is not yet braced for the contests so as to grapple face to face with the stranger's assaults, the Word showed those under attack, through the example in Scripture, that there is no small benefit in fleeing such a one's onset. He teaches you this: when there arises for you an Absalom, long-haired with evil, the fratricide, raging against your honourable marriage and undefiled bed, then flee, as the Lord says, from city to city. For by running away from the face of Absalom, of such a son, it becomes possible for the one who has gathered his forces, with the help of the tree that bound up the enemy's wicked hair upon it, to kill the enemy with the three darts. And the riddle shown through the history is surely plain to you: what that tree is to which the hair of evil was nailed—which the Apostle calls the record of sins, when he says that “he took it out of the way, nailing it to the cross”, that is, to the tree. And what is the trio of darts that strikes the enemy's heart in the middle, through which comes the death of the last enemy? So that our understanding of the dart may be apt, we shall attend to the prophecy of Isaiah, who says in the person of the Lord: “He set me as a chosen arrow, and in his quiver he lifted me up.” This arrow, then, is the living word of the Lord, “sharper than any two-edged sword”; and the Word is Christ; and in this name the mystery of the Trinity is confessed. For in it we are taught both the one anointed and the one who anointed and that with which he was anointed; for if one of these were lacking, the name of Christ does not subsist. When this name, then, is lifted up in our quiver—that is, when it comes to be in our soul through faith (for the soul is the quiver of the Word)—it then becomes destructive of him who rises up against us and pursues us, whose destruction is on the tree. Therefore, after fleeing in time from him who rises up (who is one by nature but becomes a multitude through evil alliance), and saying, “How they are multiplied who afflict me, and many rise up against me”, and all that the psalmody contains in sequence, then comes the beginning of victory. For timely flight from those who rise up becomes the cause of victory over the enemies. For this reason the next psalmody has the inscription “To the end.” And the end of every contest is victory, as our discourse has already explained systematically concerning these things; and once you have tasted victory, victory upon victory over the enemies is achieved. For in the first victory, when the pleasures of life were contending against the goods of the soul, the inclination toward better things prevailed in you over material deceit. For condemning those who seek vanity and love falsehood, you exchanged attachment to things that appear for desire of the invisible. In the next you conquer in another way. For when two contend with one another over the inheritance of truth, the one putting forward the law, the other faith, the just judge of the contest gives you the prize against the other, so that the pure state of your soul becomes for you a sunrise, now that you have left the darkness and the dawn is bringing in the day; this the psalmody calls “morning”. And thus one can always find victory added to victory for the athlete, as the achievements won by victory always advance to something greater and more glorious. Again another victory follows in sequence, achieved through what had been shown before. For he who came to know the inheritance himself also makes mention of “the eighth”, which becomes both the end of the present time and the beginning of the age to come. The property of the eighth is that it no longer gives those who come to be in it occasion to prepare good or evil, but repays the sheaves of whatever seeds one has sown for himself through his works. For this reason it lays down that one trained in these same victories should practise repentance here (since in Hades such zeal accomplishes nothing). Again the Word anoints for other contests; again he anoints with the assault of temptations. For the same enemy, that Absalom, as though born again of us, equips against us the very war that comes from us; and as he rages to murder us, our good counsel about the matter—or rather the alliance from God—turns him back. For when, through the words of Hushai, success came to him, he ascribed the cause to God and made his thanksgiving to him. It would be superfluous to set out the histories for you in detail: how Hushai, faithful to David among his shield-bearers, mingles among Absalom's friends and becomes more persuasive to the tyrant than the counsel of Ahithophel, so that it came about that, when Hushai's proposal prevailed, the man who had counselled Absalom against David strangled himself. But it would be worthwhile to bring the riddles of the history to bear also on the life of virtue: how the counsel that saves us becomes a noose for the adversary. And this saving counsel is written partly in the history, partly in the psalmody. Our aim is to understand the connected order in the arrangement of the psalms, through which we are brought to the good. Let us therefore consider the counsel here that destroys the one plotting against us. What, then, is it? To consider it equal in evil to begin injustice and to retaliate against the one who began. For a man passes the extreme sentence on himself and becomes the one who fixes his own punishment, if he should be found to have exchanged evil for evil, as in a bargain, giving back to those who first offered it what he received. And so after these contests he is again shown to be victor. For next comes the inscription “For the winepresses”, pointing ahead to the end; and the end of the contests is victory. But it would be superfluous to unfold again in discourse the meaning of “For the winepresses”, since it was made sufficiently plain in what was examined in its own place. Just as after the first flight from Absalom he is counted worthy of victory by distinguishing vain zeal from true realities, so now too, after similar contests, using the word “For the winepresses” as an ally against the adversary, he becomes victor by destroying “the enemy and avenger” together. He is called both enemy and avenger for this reason: because the very baits by which he draws to sin are, to those who perceive it, the bitterest punishment; and the means by which he draws man by deceit into fellowship with evil are themselves the harshest kind of punishment. So the divine Apostle interprets this meaning, saying: “receiving in themselves the recompense of their error which was due.” For what more grievous device for punishment could there be than the uncleanness of shameful conduct, which the workers of shamefulness work in themselves? He, then, who has destroyed in his own life the power of such a one—who punishes the one who has come to be in evil by the very fact of sharing in evil—sees men, and the majesty that sits above the heavens, and the dignity of our nature: over what it rules and with what it is ranked. For by the same thing it both governs the irrational creatures and, compared with the angels, is made a little lower. It is therefore reason through which comes rule over these and kinship with the angels. Again another mode of victory follows, when, passing beyond the things that appear, you enter the ineffable things by reason. And the Word is the Son, even if you have already been sufficiently trained by the preceding victories: you sing “For the hidden things of the Son” through well-tuned and harmonious contemplation. And again, having conquered the beast that lies in ambush against us in hidden places, so that the enemy's boast against us no longer remains (“that man may no more boast on the earth”), then, through the victory added to you in sequence, having a more perfect trust in God, you say: “In the Lord I trust.” In the following victory you again make mention of “the eighth”, in which “the boastful tongue and the deceitful lips” and the madness against God are destroyed, while those will be guarded from this generation and for ever who do not walk around in the circle of ungodliness but hold to the straight way which God inaugurated for us, a new and living way. And why should one go through each in detail, when this approach has sufficiently shown you, through the order and inscription of the psalms, the progress toward better things? The interpretation of the inscriptions put forward in the earlier discourse contributes not a little to such an understanding.

Textual problem in this passage: see the notes.

John 14:26 (quotation, high confidence) · Gal 4:19 (allusion, medium confidence) · Ps 1:1 (allusion, high confidence) · Ps 2:12 (allusion, high confidence) · Ps 3:1 (3:2 LXX) (quotation, high confidence) · 2 Sam 16:22 (allusion, high confidence) · Heb 13:4 (allusion, high confidence) · Matt 10:23 (quotation, high confidence) · 2 Sam 18:9–14 (allusion, high confidence) · Col 2:14 (quotation, high confidence) · 1 Cor 15:26 (allusion, medium confidence) · Isa 49:2 (quotation, high confidence) · Heb 4:12 (quotation, high confidence) · Ps 4:2 (4:3 LXX) (allusion, high confidence) · Ps 5:3 (5:4 LXX) (allusion, high confidence) · Ps 6:5 (6:6 LXX) (allusion, medium confidence) · 2 Sam 17:1–23 (allusion, high confidence) · Ps 7:4 (7:5 LXX) (allusion, high confidence) · Ps 8:2 (8:3 LXX) (quotation, high confidence) · Rom 1:27 (quotation, high confidence) · Ps 8:3–5 (8:4-Ps LXX) (allusion, high confidence) · Ps 10:18 (9:39 LXX) (quotation, high confidence) · Ps 11:1 (10:1 LXX) (quotation, high confidence) · Ps 12:3 (11:4 LXX) (quotation, high confidence) · Ps 12:7–8 (11:8-Ps LXX) (allusion, high confidence) · Heb 10:20 (quotation, high confidence)

Notes and citation

Summary: Gregory explains why the psalms are not in historical order: the Spirit arranges them as a sculptor uses tools in sequence, to carve the soul into Christ's likeness, and he traces this ascent through Psalms 1–12 as a series of victories.

  • Psalm numbers and inscriptions are the Septuagint's (LXX 9, 10, 11 = English 9–10, 11, 12). References: John 14:26; Gal 4:19; Pss 1–12, with the Absalom story (2 Sam 15–18), Absalom's public outrage against David's concubines (2 Sam 16:22) and Hushai and Ahithophel (2 Sam 17); Heb 13:4; Matt 10:23; Col 2:14; 1 Cor 15:26; Isa 49:2; Heb 4:12; Rom 1:27; Heb 10:20. The interpretation of the name Christ as anointed, anointer and anointing is a Trinitarian argument found also elsewhere in Gregory. Lines are lost in the scan in two places, marked “…”: after “from your very own” (a word or more lost, together with a marginal letter) and at “proceeds toward the end of his aim”, where the end of a line and the beginning of the next are damaged (translated by sense). Near the end, λόγος (“reason”, “word”) is used in both senses; “reason” is chosen where Gregory speaks of man's rule over irrational creatures and of entering the ineffable, “the Word” where he identifies it with the Son.

Notes on the original text

  • Digital text corrected (Migne's marginal letter; OCR breathing slip; OCR slip; OCR slip (Col 2:14); hyphenated word rejoined; stray mark; quotation mark misread; repeated syllables and stray accent; repeated word; stray letter; stray mark; stray marks; stray number (column or page); word broken by OCR debris; word split by a stray letter; word split in the OCR; words joined in the OCR): ὀνομάζειν | δεῖ → ὀνομάζειν δεῖ; ὅτι • Ἐκεῖνος → ὅτι « Ἐκεῖνος; ἀπορ- { ῥῆξαι → ἀπορρῆξαι; περικόμαι → περικόψαι; λαμπρύ νειν → λαμπρύνειν; τρό πον → τρόπον; διαγλύφο δι ὑφοντι → διαγλύφοντι; Θείου Θείου → Θείου; ἐσχά τοις → ἐσχάτοις; Ἀβες Ἀβεσσαλώμὲ → Ἀβεσσαλώμ; καὶὶ → καὶ; σοῦ Β γενόμενος → σοῦ γενόμενος; ἀνἐλεῖν → ἀνελεῖν; ὁ || Ἀπόστολος → ὁ Ἀπόστολος; ἦρχεν ἐκ τοῦ μέσου → ἦρκεν ἐκ τοῦ μέσου; προσἠλώσας → προσηλώσας; τὸν || χρισθέντα → τὸν χρισθέντα; ἐπαν ισταμένου → ἐπανισταμένου; ἡ ἡ ἐφεξῆς → ἡ ἐφεξῆς; Τέλος 67. δὲ → Τέλος δὲ; νό μον → νόμον; γενέ σθαι → γενέσθαι; Ὃν ε πρωΐαν → Ὃν πρωΐαν; Πάλεν → Πάλιν; Ὀγδόης, ο τὸ → Ὀγδόης, τὸ; ἐνα ταῦθα → ἐνταῦθα; ἐξἡμῶν → ἐξ ἡμῶν; πόλε μον → πόλεμον; ἀναδεί κνυται → ἀναδείκνυται; • Ὑπὲρ τῶν ληνῶν, → « Ὑπὲρ τῶν ληνῶν »,; ἀληθινῶν Ε πραγμάτων → ἀληθινῶν πραγμάτων; ἀνα θρώπους → ἀνθρώπους; Ἵνα, γὰρ • μὴ → Ἵνα γὰρ μὴ.

Topics: Scripture and canon, Ethics

Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.11 (PG 44:541–552; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-11). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-11) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.