On the Inscriptions of the Psalms 2.9–2.10
Greek text: PG 44 (OCR by the Bavarian State Library (digitized copy of the printed volume); Greek lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 2
2.9PG 44:527–534
Μετὰ ταῦτα πρόεισι κατὰ τὸ ἀκόλουθον, μηδενί τῶν μουσικῶν συγκεχρημένος ὀργάνων, ἀλλὰ διὰ τῆς – εἰσελθόντος, καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀϊδίας φωνῆς τὸν εὔφημον αἶνον διὰ τῆς ᾠδῆς ἀνατιθεὶς τῷ Θεῷ. Φησὶ γάρ· « Αἶνος ᾠδῆς τῷ Δαβίδ. » Καὶ αὕτη δὲ τοῖς Ἑβραίοις ἡ ἐπιγραφὴ οὐκ ἔστι. Προκαλεῖται γὰρ τοὺς ἀκούοντας εἰς κοινωνίαν ἀγαλλιάματος, καὶ εἰς ἀλαλαγμὸν ἐπινίκιον, « Δεῦτε, » λέγων, « ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. » Καί τινα πρὸς τῷ τέλει καταφορικωτέραν ἀπειλὴν κατὰ τῶν ἀπιστούντων ἔχει, τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν, ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν, καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ Εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι· οἷς ἐξῆν « σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ» δι᾽ ἡμᾶς εἰς τὸ σήμερον δίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος, ἀνοῖξαι ἑαυτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως. Ἀλλ' ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπιστίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι, ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις, ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ ἀπεκλείσθησαν. Πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν, οἱ ἑκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες; Οὕτω καὶ ὁ μετὰ τούτους ὁ πέμπτος καὶ ἐννενηκοστὸς, τοῖς μὲν Ἑβραῖζουσιν ἀνεπίγραφος λέγεται· ἡμῖν δὲ ἐστιν ᾠδὴ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ τῆς αἰχμαλωσίας τῷ Θεῷ ᾀσθεῖσα, ὅτε ἀνῳκοδομήθη διαλυθεῖσα ἡ τῆς φύσεως ἡμῶν κατασκευή· οὕτω γὰρ ἡ τῆς ἐπιγραφῆς ἔχει λέξις· « Αἶνος ᾠδῆς, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ' Ἑβραίοις. » Εὐθὺς δὲ τὸ τῆς Καινῆς Διαθήκης μυστήριον ἐν προοιμίοις ἡ ψαλμῳδία εὐαγγελίζεται, λέγουσα· «῎Ασατε τῷ Κυρίῳ ἆσμα καινόν. » Εἰκότως δὲ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τούτου παρὰ τοῖς Ἑβραίοις σεσίγηται, ὅτι μετὰ τὰς εὐαγγελικὰς φωνὰς, ἃς ἐν προοιμίοις τῆς ψαλμῳδίας πεποίηται, πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιγράφει τὸν λόγον ἡ προφητεία λέγουσα· « Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, καὶ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. » Καὶ πᾶς ὁ ἐφεξῆς λόγος τοιοῦτός ἐστι, τὴν ἐπὶ τὰ ἔθνη τῆς εὐλογίας μετάστασιν προαγορεύων. « Εἴπατε» γὰρ, φησὶν, « ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε·· καὶ λυθεῖσαν ὑπὸ κακίας τὴν οἰκουμένην κατώρθωσεν, ὥστε ἀσάλευτον εἰς τὸ διηνεκὲς μένειν· ἐφ᾽ οἷς « εὐφραίνονται οἱ οὐρανοὶ, καὶ ἀγάλλεται πᾶσα ἡ γῆ, σαλευομένων τῶν θαλασσίων ὑδάτων σὺν τῷ ἰδίῳ πληρώματι. » Δι' ὧν τροπικῶς τὴν ἐναντίαν ἐνδείκνυται δύναμιν, ταραττομένην τε καὶ ἀστατοῦσαν ἐπὶ τῇ ἡμετέρᾳ ζωῇ, ὅταν οὐρανοὶ γενώμεθα τὴν δόξαν τοῦ Θεοῦ διηγούμενοι, ἢ γῆ διὰ τῆς τῶν ἀρετῶν σὶν, « ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς. » Χαρήσεσθαι δὲ τὰ πεδία λέγει. Τὸν ὁμαλὸν ἐν ἀρετῇ βίον πεδία λέγων, οὗ καὶ ὁ Ἡσαΐας ἐν τοῖς ἰδίοις λόγοις ἄλλῳ μέμνηται τρόπῳ, ἀναπληροῦσθαι μὲν κελεύων τὰς φάραγγας, καταστέλλειν δὲ τοὺς βουνοὺς, καὶ τὰ ὄρη. Ὅπερ οὐδὲν ἔτερόν μοι δοκεῖ, ἢ τὰς ἐλλείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ᾿ ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος, ταῦτα λέγειν, ὥστε μήτε δι' ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι· μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως, « Χαρήσεται» γὰρ, φησὶν, « τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. » Παραπλησίως δὲ καὶ ὁ μετ᾿ αὐτὸν ψαλμὸς οὐ παρεδέχθη τῇ τῶν Ἑβραίων ἐπιγραφῇ, διότι τὰ ἡμέτερα λέγει, καὶ τῆς ἡμετέρας γῆς τὴν κατάστασιν τῷ λόγῳ εὐαγγελίζεται. Ἀνατίθησι γὰρ τῷ Δαυΐδ τὴν ψαλμῳδίαν ἡ ἐπιγραφή, οὕτως ἔχουσα· ‹ Δαυΐδ, ὁπότε ἡ γῆ αὐτοῦ κατεστάθη. » Τὸ δὲ « αὐτοῦ» δηλονότι, οὐ πρὸς τὸν Δαβὶδ, ἀλλὰ πρὸς τὸν Θεὸν τὴν σημασίαν ἔχει. Ἡ γὰρ πρότερον διὰ κακίας ἀποστᾶσα γῆ, νῦν διὰ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ ἔσχε τὸ στάσιμον. Ἡμεῖς δὲ πάντες ἐσμὲν ἡ γῆ τοῦ Θεοῦ, οἱ πρότερον ἐν τῷ ἀγαθῷ ἀστατήσαντες, καὶ διὰ τοῦτο ἐν κατάρᾳ γενόμενοι· μετὰ τοῦτο δὲ τῆς κατάρας ἐξαιρεθέντες, καὶ τῆς ἐν τῷ ἀγαθῷ πάλιν ἐπιτυχόντες στάσεως. Καὶ τοῦτο εὐθὺς ἡ ἀρχὴ τῆς ψαλμῳδίας εὐαγγελίζεται, ὅτι « τοῦ Κυρίου βασιλεύσαντος, ἡ γῆ εὐφραίνεται.» Ὡς ἂν εἴ τις λέγοι, ὅτι τοῦ ἡλίου λάμψαντος ἡ γῆ φωτίζεται· οὕτως ἐπικρατούσης τοῦ Κυρίου τῆς βασιλείας, ἐν ἡμῖν ἐστιν ἡ εὐφροσύνη τῆς βασιλείας. Ἔχει δὲ ἡ λέξις οὕτως· « Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί. » Καλῶς τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἐδραϊόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμένων, νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἄλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι· εἶτα διὰ μέσου τούτων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἐν τῇ νεφέλῃ καὶ τῷ γνόφῳ δι' αἰνίγματος ἀποσημαίνει ὁ λόγος. « Νεφέλη γὰρ, » φησὶ· καὶ γνόφος κύκλῳ αὐτοῦ, » καὶ τὰ φοβερὰ τῆς· ἀνταποδοτικῆς δυνάμεως ὑποδείξας, δι' ὧν φησιν, ὅτι • Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, » ἐκκαλύπτει τὴν Εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν· «Ἔφαναν » γάρ, φησὶν, «αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ·· καὶ τὸ ὕψος τῶν Εὐαγγελικῶν μυστηρίων τῷ ἐφεξῆς ὑποδείξας ἐν τῷ εἰπεῖν, ὅτι « Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. » Την τε τῶν εἰδώλων καθαίρεσιν, καὶ τὸν ἀφανισμὸν τῆς τοιαύτης πλάνης προαγορεύσας, ἐν οἷς λέγει· « Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν, » ἐπάγει τῶν ἀγαθῶν τὴν σφραγίδα, τὴν διὰ σαρκὸς γενομένην τοῦ Κυρίου τοῖς ἀνθρώποις ἐμφάνειαν λέγων· « Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. » Καλῶς δὲ καὶ προσφυῶς ἡ τοῦ ἐφεξῆς ἀνεπιγράφου ἀρχὴ πρὸς τὸ πέρας ταύτης τῆς ψαλμῳδίας συνάπτεται. Ἡ γὰρ αὐτὴ δύναμις, τῷ μὲν δικαίῳ φῶς τε καὶ εὐφροσύνη γίνεται, ὀργὴ δὲ τῷ ἀπιστοῦντι λαῷ. «Ὁ Κύριος » γὰρ, φησὶν, « ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. » Τίς οὗτος ὁ βασιλεύσας Κύριος, ὁ τῆς ἀγγελικῆς τε καὶ οὐρανίας ὑπερκαθήμενος Κύριος; Διὰ γὰρ τῶν Χερουβίμ τὸ ἐξέχον τῆς ὑπερκοσμίου δυνάμεως ὁ λόγος ἐνδείκνυται, οὗ ἡ βασιλεία διάλυσιν τοῦ κακῶς συνεστῶτος ποιεῖ. Οὐ γὰρ τὸ οὐράνιον τῶν ἐν ἡμῖν, ἀλλὰ τὸ γήϊνον εἰς σάλον ἄγει, οὐτωσὶ λέγων τῷ ῥήματι, «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· σαλευθήτω ἡ γῆ. » Καὶ τὰ ἐφεξῆς παρίημι, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοιμι τῇ ἀκολουθίᾳ τῆς ἐξηγήσεως· τοσοῦτον εἰπὼν, ὅτι πάντα πρὸς ἕνα καὶ τὸν αὐτὸν σκόπον βλέπει μέχρι τοῦ τέλους τῆς ψαλμωδίας. Διαμαρτύρεται γὰρ ὅτι οὗτος ὁ βασιλεύσας Θεὸς, οὐ νῦν ἡμῖν πέφηνε πρῶτον, ἀλλὰ καὶ τοῖς ὀνομαστοῖς τῶν προφητῶν ἐμφανὴς ὁ αὐτός ἐστι. Διὸ Μωϋσέως μέμνηται, καὶ Ἀαρὼν καὶ τοῦ Σαμουήλ, ὧν ἕκαστος ἀπὸ τῆς εἰς Θεὸν εὐσεβείας περίβλεπτός ἐστι καὶ ἀοίδιμος. Προστίθησι δὲ τῷ λόγῳ, καὶ τῆς νεφέλης τὸν στύλον, ἐν ᾧ πρὸς αὐτοὺς ὁ Θεὸς διελέγετο, διδάσκων, οἶμαι, τοὺς ἀπίστους διὰ τούτου, μὴ ξενίἀνθρώπου γενομένην ἡμῖν τοῦ Θεοῦ ὁμιλίαν. Ὁ γὰρ τότε ἐν τῷ στύλῳ τῆς νεφέλης λαλήσας Θεὸς, μετὰ ταῦτα ἐφανερώθη ἐν σαρκί. Ώστε εἴ τις ἀναξίαν λέγοι τὴν σάρκα τοῦ δι᾽ αὐτῆς ἡμῖν τὸν Θεὸν λαλῆσαι, οὐδ᾽ ἂν τῷ στύλῳ τῆς νεφέλης τὴν ἀξίαν προσμαρτυρήσειεν. Τί γὰρ ἐν αὐτῇ τοιοῦτον, ὡς τῆς θείας μεγαλειότητος ἄξιον κρίνεσθαι; Εἰ δὲ πιστὸν τοῖς Ἰουδαίοις ἐστὶ τὸ ἐν στύλῳ νεφέλης τὸν Θεὸν λαλῆσαι, μηδὲ τὸ ἐν σαρκὶ αὐτὸν λελαληκέναι ἄπιστον ἔστω· ἄλλως τε καὶ τοῦ Ἡσαΐου τὴν σάρκα διὰ τῆς νεφέλης νοήσαντος· « Ἰδοὺ » γὰρ, φησὶ, «Κύριος κάθηται ἐπὶ νεφέλης κούφης.» Καὶ τοὺς ἑπομένους αὐτῷ πάλιν ὁ αὐτὸς προφήτης ὀνομάζει νεφέλας, ἐν οἷς φησιν· « Τίνες οἶδε, ὡς νεφέλαι, πέτανται;» ὡς διὰ τῆς τῶν νεφελῶν ὀμωνυμίας, τὸ συγγενὲς τῆς τοῦ Κυρίου σαρκὸς πρὸς τὴν λοιπὴν τῶν ἀνθρώπων φύσιν ἐνδείξασθαι. Πρὸς τοῦτον οὖν τὸν Θεὸν, τόν ποτε μὲν διὰ νεφέλης, μετὰ ταῦτα δὲ διὰ σαρκὸς τοῖς ἀνθρώποις λαλήσαντα, φησὶ προϊὼν ὁ Δαυΐδ· « Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν. Ὁ Θεὸς, σὺ εὐΐλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. » Ὡς δ' ἂν μὴ τις πρὸς τὴν οἰκονομίαν βλέπων εἰς ταπεινάς τινας καὶ ἀνθρωπίνας ὑπολήψεις περὶ τὸ Θεῖον κατολισθήσειεν, ταύτην ἐπὶ τέλει τῆς ψαλμῳδίας ἐπάγει τὴν φωνὴν, πρὸς ἡμᾶς τρέψας τὸν λόγον· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.» Τὴν δὲ διάνοιαν τῶν εἰρημένων, ταύτην εἶναι ὑπονοοῦμεν, ὅτι, Ὦ ἄνθρωποι, μεμήνυται μὲν ὑμῖν, ὡς δυνατὸν δέξασθαι τὴν ἀνθρωπίνην ἀκοὴν, τὰ θεῖα μυστήρια. Ὑμεῖς δὲ διὰ τούτων ὁδηγηθέντες πρὸς τὴν εὐσεβή θεογνωσίαν, ὅσον χωρεῖ ὑμῶν ὁ λογισμός, τοσοῦτον τοῦ Θεοῦ τὴν δόξαν ὑψώσατε, εἰδότες, ὅτι ὅσον ἂν ὑπερταθῇ ὑμῶν ἡ διάνοια, καὶ πᾶσαν παρέλθῃ ὑψηλὴν φαντασίαν ἐν ταῖς περὶ Θεοῦ ὑπολήψεσι, τὸ τε τὸ παρ' ὑμῶν εὑρισκόμενον καὶ προσκυνούμενον, οὐκ αὐτὴ ἡ μεγαλειότης τοῦ ζητουμένου ἐστὶν, ἀλλὰ τὸ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· τὸ ὑποβεβηκὸς διὰ τούτου καὶ κάτω κείμενον τῆς διανοίας ἡμῶν, συγκρίσει τῆς ἀνεφίκτου καταλήψεως, διερμηνεύων. Εἶτα μετὰ τοῦτο οὐκ ὀλίγων ἐν τῷ μέσῳ παρεθέντων ψαλμῶν, ἐν ἑκατοστῷ τρίτῳ, ὂν πολλοστὸν ἐν τοῖς παρ' Ἑβραίους ἀνεπιγράφοις ἔδειξεν διαῤῥήδην θεολογεῖ τὸν μονογενῆ Θεὸν, ἐκείνῳ τῆς τοῦ παντὸς συστάσεως ἀνατιθεὶς τὴν αἰτίαν. Λέγει γὰρ ἐπὶ τῆς τοῦ κόσμου κτίσεως, τοῦ Δαβὶδ ὄντα τὸν ψαλμὸν τοῦτον, ἀνεπίγραφον εἶναι παρ' Ἑβραίοις. Σημαίνει δὲ τὸ ἐκείνους τὸν σκοπὸν τῆς προφητείας ταύτης μὴ παραδέχεσθαι. Ἔχει δὲ ἡ ἐπιγραφὴ οὕτως· • Τοῦ Δαβὶδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, ἀνεπίγραφος παρ' Ἑβραίοις. » Τοῦ δὲ ψαλμοῦ τούτου τὴν διάνοιαν ἐπὶ καιροῦ ἐκθησόμεθα. Νῦν δὲ ἡμῖν ἐξαρκέσει τοσοῦτον εἰπεῖν, ὅτι ἡ αὐτὴ αἰτία, ἡ κατὰ τὴν ἀπιστίαν λέγω τῶν Ἰουδαίων, καὶ τούτου τὴν ἐπιγραφὴν ἀπαράδεκτον τοῖς Ἑβραίοις ἐποίησε.
Meta tauta proeisi kata to akolouthon, mēdeni tōn mousikōn synkechrēmenos organōn, alla dia tēs – eiselthontos, kai ek tēs proaiōniou te kai aïdias phōnēs ton euphēmon ainon dia tēs ǭdēs anatitheis tǭ Theǭ. Phēsi gar; « Ainos ǭdēs tǭ Dabid. » Kai hautē de tois Hebraiois hē epigraphē ouk esti. Prokaleitai gar tous akouontas eis koinōnian agalliamatos, kai eis alalagmon epinikion, « Deute, » legōn, « agalliasōmetha tǭ Kyriǭ; alalaxōmen tǭ Theǭ tǭ sōtēri hēmōn. » Kai tina pros tǭ telei kataphorikōteran apeilēn kata tōn apistountōn echei, tōn tēn autēn epideixamenōn kakonoian, en te tois tessarakonta etesi tēs en tę̄ erēmǭ diagōgēs, en hois ton euergetēn parōxynan, kai meta tauta tēn dotheisan hēmin dia tou Euangeliou katapausin tēs hamartias mē prosdechomenoi; hois exēn « sēmeron akousasi tēs phōnēs tou» di᾽ hēmas eis to sēmeron diou megaleiotētos eis chronikēn genesin katabantos, anoixai heautois tēn eisodon tēs anapauseōs. All' aei tēn planēn kai tēn apistian hodēgon heautōn proballomenoi, en te tois prōtois kai en tois meta tauta chronois, horkǭ tēs eisodou tēs eis tēn katapausin tou Theou apekleisthēsan. Pōs gar an eiselthoien eis tēn katapausin, hoi hekousiōs heautous tēs eulogias allotriōsantes? Houtō kai ho meta toutous ho pemptos kai ennenēkostos, tois men Hebraizousin anepigraphos legetai; hēmin de estin ǭdē meta tēn epanodon tēn ek tēs aichmalōsias tǭ Theǭ ąstheisa, hote anǭkodomēthē dialytheisa hē tēs physeōs hēmōn kataskeuē; houtō gar hē tēs epigraphēs echei lexis; « Ainos ǭdēs, hote ho oikos ǭkodomēthē meta tēn aichmalōsian, anepigraphos par' Hebraiois. » Euthys de to tēs Kainēs Diathēkēs mystērion en prooimiois hē psalmǭdia euangelizetai, legousa; «᾿Asate tǭ Kyriǭ asma kainon. » Eikotōs de hē epigraphē tou psalmou toutou para tois Hebraiois sesigētai, hoti meta tas euangelikas phōnas, has en prooimiois tēs psalmǭdias pepoiētai, pros tous ex ethnōn epigraphei ton logon hē prophēteia legousa; « Enenkate tǭ Kyriǭ, hai patriai tōn ethnōn, enenkate tǭ Kyriǭ doxan kai timēn, kai proskynēsate tǭ Kyriǭ en aulę̄ hagią autou, kai arate thysias kai eisporeuesthe eis tas aulas autou. » Kai pas ho ephexēs logos toioutos esti, tēn epi ta ethnē tēs eulogias metastasin proagoreuōn. « Eipate» gar, phēsin, « en tois ethnesin, hoti Kyrios ebasileuse;; kai lytheisan hypo kakias tēn oikoumenēn katōrthōsen, hōste asaleuton eis to diēnekes menein; eph᾽ hois « euphrainontai hoi ouranoi, kai agalletai pasa hē gē, saleuomenōn tōn thalassiōn hydatōn syn tǭ idiǭ plērōmati. » Di' hōn tropikōs tēn enantian endeiknytai dynamin, tarattomenēn te kai astatousan epi tę̄ hēmeterą zōę̄, hotan ouranoi genōmetha tēn doxan tou Theou diēgoumenoi, ē gē dia tēs tōn aretōn sin, « hē thalassa, kai to plērōma autēs. » Charēsesthai de ta pedia legei. Ton homalon en aretę̄ bion pedia legōn, hou kai ho Hēsaïas en tois idiois logois allǭ memnētai tropǭ, anaplērousthai men keleuōn tas pharangas, katastellein de tous bounous, kai ta orē. Hoper ouden eteron moi dokei, ē tas elleipseis te kai hyperptōseis tōn kat᾿ aretēn epitēdeumatōn therapeuein boulomenos, tauta legein, hōste mēte di' elleipseōs tou agathou ton tēs aretēs logon koilainesthai; mēte anōmalein dia tēs hyperptōseōs, « Charēsetai» gar, phēsin, « ta pedia, kai panta ta en autois. » Paraplēsiōs de kai ho met᾿ auton psalmos ou paredechthē tę̄ tōn Hebraiōn epigraphę̄, dioti ta hēmetera legei, kai tēs hēmeteras gēs tēn katastasin tǭ logǭ euangelizetai. Anatithēsi gar tǭ Dauïd tēn psalmǭdian hē epigraphē, houtōs echousa; ‹ Dauïd, hopote hē gē autou katestathē. » To de « autou» dēlonoti, ou pros ton Dabid, alla pros ton Theon tēn sēmasian echei. Hē gar proteron dia kakias apostasa gē, nyn dia tēs epignōseōs tou Theou esche to stasimon. Hēmeis de pantes esmen hē gē tou Theou, hoi proteron en tǭ agathǭ astatēsantes, kai dia touto en katarą genomenoi; meta touto de tēs kataras exairethentes, kai tēs en tǭ agathǭ palin epitychontes staseōs. Kai touto euthys hē archē tēs psalmǭdias euangelizetai, hoti « tou Kyriou basileusantos, hē gē euphrainetai.» Hōs an ei tis legoi, hoti tou hēliou lampsantos hē gē phōtizetai; houtōs epikratousēs tou Kyriou tēs basileias, en hēmin estin hē euphrosynē tēs basileias. Echei de hē lexis houtōs; « Ho Kyrios ebasileusen, agalliasthō hē gē; euphranthētōsan nēsoi pollai. » Kalōs tas psychas tōn en tois peirasmois to edraïon te kai ametatheton epideiknymenōn, nēsous ōnomasen, has pantothen men dialambanei hē tēs kakias almē, ou mēn tosouton ischyei prospiptousa, hōs kai salon tina tǭ pagiǭ tēs aretēs empoiēsai; eita dia mesou toutōn to atheōrēton tēs theias physeōs en tę̄ nephelę̄ kai tǭ gnophǭ di' ainigmatos aposēmainei ho logos. « Nephelē gar, » phēsi; kai gnophos kyklǭ autou, » kai ta phobera tēs; antapodotikēs dynameōs hypodeixas, di' hōn phēsin, hoti • Pyr enōpion autou proporeusetai kai phlogiei kyklǭ tous echthrous autou, » ekkalyptei tēn Euangelikēn phōtagōgian, astrapas legōn tous tou theiou kērygmatos logous, hoi kata pasēs tēs oikoumenēs eklampousin; «Ephanan » gar, phēsin, «hai astrapai autou tę̄ oikoumenę̄;; kai to hypsos tōn Euangelikōn mystēriōn tǭ ephexēs hypodeixas en tǭ eipein, hoti « Anēngeilan hoi ouranoi tēn dikaiosynēn autou; kai eidosan pantes hoi laoi tēn doxan autou. » Tēn te tōn eidōlōn kathairesin, kai ton aphanismon tēs toiautēs planēs proagoreusas, en hois legei; « Aischynthētōsan pantes hoi proskynountes tois glyptois, hoi enkauchōmenoi en tois eidōlois autōn, » epagei tōn agathōn tēn sphragida, tēn dia sarkos genomenēn tou Kyriou tois anthrōpois emphaneian legōn; « Phōs aneteile tǭ dikaiǭ, kai tois euthesi tę̄ kardią euphrosynē. » Kalōs de kai prosphyōs hē tou ephexēs anepigraphou archē pros to peras tautēs tēs psalmǭdias synaptetai. Hē gar autē dynamis, tǭ men dikaiǭ phōs te kai euphrosynē ginetai, orgē de tǭ apistounti laǭ. «Ho Kyrios » gar, phēsin, « ebasileusen, orgizesthōsan laoi. » Tis houtos ho basileusas Kyrios, ho tēs angelikēs te kai ouranias hyperkathēmenos Kyrios? Dia gar tōn Cheroubim to exechon tēs hyperkosmiou dynameōs ho logos endeiknytai, hou hē basileia dialysin tou kakōs synestōtos poiei. Ou gar to ouranion tōn en hēmin, alla to gēïnon eis salon agei, outōsi legōn tǭ rhēmati, «Ho kathēmenos epi tōn Cheroubim; saleuthētō hē gē. » Kai ta ephexēs pariēmi, hōs an mē polyn ochlon epagoimi tę̄ akolouthią tēs exēgēseōs; tosouton eipōn, hoti panta pros hena kai ton auton skopon blepei mechri tou telous tēs psalmōdias. Diamartyretai gar hoti houtos ho basileusas Theos, ou nyn hēmin pephēne prōton, alla kai tois onomastois tōn prophētōn emphanēs ho autos esti. Dio Mōÿseōs memnētai, kai Aarōn kai tou Samouēl, hōn hekastos apo tēs eis Theon eusebeias peribleptos esti kai aoidimos. Prostithēsi de tǭ logǭ, kai tēs nephelēs ton stylon, en hǭ pros autous ho Theos dielegeto, didaskōn, oimai, tous apistous dia toutou, mē xenianthrōpou genomenēn hēmin tou Theou homilian. Ho gar tote en tǭ stylǭ tēs nephelēs lalēsas Theos, meta tauta ephanerōthē en sarki. Ōste ei tis anaxian legoi tēn sarka tou di᾽ autēs hēmin ton Theon lalēsai, oud᾽ an tǭ stylǭ tēs nephelēs tēn axian prosmartyrēseien. Ti gar en autę̄ toiouton, hōs tēs theias megaleiotētos axion krinesthai? Ei de piston tois Ioudaiois esti to en stylǭ nephelēs ton Theon lalēsai, mēde to en sarki auton lelalēkenai apiston estō; allōs te kai tou Hēsaïou tēn sarka dia tēs nephelēs noēsantos; « Idou » gar, phēsi, «Kyrios kathētai epi nephelēs kouphēs.» Kai tous hepomenous autǭ palin ho autos prophētēs onomazei nephelas, en hois phēsin; « Tines oide, hōs nephelai, petantai?» hōs dia tēs tōn nephelōn omōnymias, to syngenes tēs tou Kyriou sarkos pros tēn loipēn tōn anthrōpōn physin endeixasthai. Pros touton oun ton Theon, ton pote men dia nephelēs, meta tauta de dia sarkos tois anthrōpois lalēsanta, phēsi proïōn ho Dauïd; « Kyrie ho Theos hēmōn, sy epēkoues autōn. Ho Theos, sy euïlatos eginou autois, kai ekdikōn epi panta ta epitēdeumata autōn. » Hōs d' an mē tis pros tēn oikonomian blepōn eis tapeinas tinas kai anthrōpinas hypolēpseis peri to Theion katolisthēseien, tautēn epi telei tēs psalmǭdias epagei tēn phōnēn, pros hēmas trepsas ton logon; «Hypsoute Kyrion ton Theon hēmōn, kai proskyneite tǭ hypopodiǭ tōn podōn autou, hoti hagios estin.» Tēn de dianoian tōn eirēmenōn, tautēn einai hyponooumen, hoti, Ō anthrōpoi, memēnytai men hymin, hōs dynaton dexasthai tēn anthrōpinēn akoēn, ta theia mystēria. Hymeis de dia toutōn hodēgēthentes pros tēn eusebē theognōsian, hoson chōrei hymōn ho logismos, tosouton tou Theou tēn doxan hypsōsate, eidotes, hoti hoson an hypertathę̄ hymōn hē dianoia, kai pasan parelthę̄ hypsēlēn phantasian en tais peri Theou hypolēpsesi, to te to par' hymōn heuriskomenon kai proskynoumenon, ouk autē hē megaleiotēs tou zētoumenou estin, alla to hypopodion tōn podōn autou; to hypobebēkos dia toutou kai katō keimenon tēs dianoias hēmōn, synkrisei tēs anephiktou katalēpseōs, diermēneuōn. Eita meta touto ouk oligōn en tǭ mesǭ parethentōn psalmōn, en hekatostǭ tritǭ, on polloston en tois par' Hebraious anepigraphois edeixen diarrhēdēn theologei ton monogenē Theon, ekeinǭ tēs tou pantos systaseōs anatitheis tēn aitian. Legei gar epi tēs tou kosmou ktiseōs, tou Dabid onta ton psalmon touton, anepigraphon einai par' Hebraiois. Sēmainei de to ekeinous ton skopon tēs prophēteias tautēs mē paradechesthai. Echei de hē epigraphē houtōs; • Tou Dabid epi tēs tou kosmou geneseōs, anepigraphos par' Hebraiois. » Tou de psalmou toutou tēn dianoian epi kairou ekthēsometha. Nyn de hēmin exarkesei tosouton eipein, hoti hē autē aitia, hē kata tēn apistian legō tōn Ioudaiōn, kai toutou tēn epigraphēn aparadekton tois Hebraiois epoiēse.
After this he proceeds in sequence, using none of the musical instruments, but through the … of him who entered, offering to God through the ode, from the pre-eternal and everlasting voice, the praise of good report. For he says: “Praise of an ode, of David.” And this inscription too does not exist among the Hebrews. For he calls the hearers to fellowship in exultation and to a shout of victory, saying: “Come, let us exult in the Lord; let us shout to God our Saviour.” And toward the end it has a rather vehement threat against those who disbelieve, who showed the same ill will both during the forty years of the stay in the desert, in which they provoked their benefactor, and afterward in not accepting the rest from sin given to us through the Gospel. It was open to them, hearing “today” the voice of him who for our sake came down into “today” from the everlasting majesty into birth in time, to open for themselves the entrance into rest. But always putting forward error and unbelief as their guide, both in the first times and in the times after, they were shut out by an oath from entering into God's rest. For how could they enter into rest who willingly estranged themselves from the blessing? So also the ninety-fifth after these is said to be without inscription for those who are Hebrews; but for us it is an ode sung to God after the return from captivity, when the structure of our nature, which had been dissolved, was built again. For the wording of the inscription runs thus: “Praise of an ode, when the house was built after the captivity; without inscription among the Hebrews.” And at once, in its opening, the psalmody proclaims the good news of the mystery of the New Covenant, saying: “Sing to the Lord a new song.” Fittingly the inscription of this psalm is passed over in silence among the Hebrews, because after the gospel words which it utters in the opening of the psalmody, the prophecy addresses its discourse to those from the nations, saying: “Bring to the Lord, you families of the nations, bring to the Lord glory and honour; worship the Lord in his holy court; take up sacrifices and go into his courts.” And the whole discourse that follows is of this kind, foretelling the transfer of the blessing to the nations. “Say,” he says, “among the nations, that the Lord has reigned”; and he set upright the world that had been loosened by vice, so that it remains unshaken forever; at which “the heavens rejoice and all the earth exults, while the waters of the sea are shaken with their fullness.” By these he figuratively indicates the opposing power, troubled and unsettled over our life, when we become heavens declaring the glory of God, or earth through the … of the virtues, … “the sea and its fullness.” And he says the plains will rejoice, calling the even life in virtue plains, which Isaiah too mentions in his own words in another way, bidding the ravines be filled and the hills and the mountains be brought low. He seems to me to say this for no other reason than that he wishes to heal the deficiencies and excesses in the practices of virtue, so that the account of virtue may neither be hollowed out by deficiency of the good nor made uneven by excess. “For the plains,” he says, “will rejoice, and all that is in them.” Similarly the psalm after it was not accepted with its inscription by the Hebrews, because it speaks of our things and proclaims in words the good news of the settling of our earth. For the inscription ascribes the psalm to David, running thus: “Of David, when his earth was settled.” “His” clearly refers not to David but to God. For the earth that formerly withdrew through vice has now gained stability through the knowledge of God. And we all are the earth of God, who were formerly unstable in the good and for this reason came to be under a curse, but afterward were delivered from the curse and obtained again stability in the good. And at once the beginning of the psalm proclaims this good news, that “when the Lord reigned, the earth rejoices” — as if one should say that when the sun shines the earth is lighted, so when the Lord's kingship prevails, the gladness of the kingship is in us. The wording runs thus: “The Lord has reigned, let the earth exult; let many islands be glad.” He rightly named islands the souls of those who show steadfastness and immovability in temptations, which the salt water of vice surrounds on all sides but does not strike with such force as to cause any tossing to the firmness of virtue. Then, between these, the text signifies in an enigma the unseeable nature of God by the cloud and the darkness: “For cloud,” he says, “and darkness are round about him”; and having shown the terrors of the avenging power, where he says, “Fire will go before him and burn up his enemies round about,” he uncovers the illumination of the Gospel, calling lightnings the words of the divine proclamation, which shine out over the whole world: “For his lightnings,” he says, “appeared to the world.” And having shown in what follows the height of the gospel mysteries, in saying, “The heavens declared his righteousness, and all the peoples saw his glory,” and having foretold the overthrow of idols and the destruction of such error, where he says, “Let all who worship carved images be put to shame, who boast in their idols,” he adds the seal of good things, speaking of the appearing of the Lord to human beings through flesh: “Light has dawned for the righteous, and gladness for the upright in heart.” Rightly and aptly the beginning of the next psalm without inscription is joined to the end of this one. For the same power becomes light and gladness to the righteous, but anger to the unbelieving people. “The Lord,” he says, “has reigned; let the peoples be angry.” Who is this Lord who reigned, the Lord who sits above the angelic and heavenly? For by the cherubim the text indicates the eminence of the supramundane power, whose kingship brings about the dissolution of what was badly constituted. For it brings into tossing not what is heavenly in us but what is earthly, saying in these words: “He who sits upon the cherubim, let the earth be shaken.” And I pass over what follows, so as not to bring a great crowd into the sequence of the exposition, saying only this, that everything looks to one and the same aim to the end of the psalm. For he testifies that this God who reigned has not now appeared to us for the first time, but the same was manifest also to the famous among the prophets. Therefore he mentions Moses and Aaron and Samuel, each of whom is renowned and celebrated for piety toward God. And he adds to his account the pillar of cloud, in which God conversed with them, teaching the unbelievers through this, I think, not to be astonished at … God's converse with us that came about through a man. For the God who then spoke in the pillar of cloud was afterward manifested in flesh. So if anyone should say the flesh was unworthy for God to speak to us through it, he could not bear witness to the worthiness of the pillar of cloud either. For what is there in a cloud such as to be judged worthy of the divine majesty? But if it is credible to the Jews that God spoke in a pillar of cloud, let it not be incredible either that he spoke in flesh; especially since Isaiah understood the flesh by the cloud: “Behold,” he says, “the Lord sits upon a light cloud.” And again the same prophet names those who follow him clouds, where he says: “Who are these that fly like clouds?” — so as to show, through the common name of clouds, the kinship of the Lord's flesh with the rest of human nature. To this God, then, who once spoke to men through a cloud and afterward through flesh, David says as he proceeds: “Lord our God, you heard them; O God, you were propitious to them, and took vengeance on all their practices.” And so that no one, looking to the dispensation, should slip into low and human conceptions about the Divine, he adds this word at the end of the psalm, turning his speech to us: “Exalt the Lord our God, and worship at the footstool of his feet, for he is holy.” We suppose the meaning of what is said to be this: O men, the divine mysteries have been made known to you as far as human hearing can receive them. But you, guided through them to the pious knowledge of God, exalt the glory of God as far as your reasoning can contain, knowing that however far your mind is stretched and passes beyond every lofty imagining in your conceptions about God, what is found and worshipped by you is not the very majesty of what is sought but the footstool of his feet — interpreting by this what is beneath and lies below our mind in comparison with the unattainable comprehension. Then after this, not a few psalms having been passed over in between, in the hundred and third, which we showed to be the last of those without inscription among the Hebrews, he speaks plainly of the only-begotten God as God, ascribing to him the cause of the constitution of the universe. For it says that this psalm, which is David's, on the creation of the world, is without inscription among the Hebrews; and this signifies that they do not accept the aim of this prophecy. The inscription runs thus: “Of David, on the coming into being of the world; without inscription among the Hebrews.” We shall set out the meaning of this psalm in due time. For now it will suffice to say this much, that the same cause — I mean the unbelief of the Jews — made the inscription of this one too unacceptable to the Hebrews.
Textual problem in this passage: see the notes.
Ps 95:1 (94:1 LXX) (quotation, high confidence) · Ps 95:7–11 (94:7-Ps LXX) (allusion, high confidence) · Heb 3:7–4:11 (allusion, high confidence) · Ps 96:1 (95:1 LXX) (quotation, high confidence) · Ps 96:7–13 (95:7-Ps LXX) (quotation, high confidence) · Isa 40:4 (allusion, high confidence) · Ps 19:1 (18:2 LXX) (echo, medium confidence) · Ps 97:1–4 (96:1-Ps LXX) (quotation, high confidence) · Ps 97:6–7 (96:6-Ps LXX) (quotation, high confidence) · Ps 97:11 (96:11 LXX) (quotation, high confidence) · Ps 99:1 (98:1 LXX) (quotation, high confidence) · Ps 99:5–8 (98:5-Ps LXX) (quotation, high confidence) · Isa 19:1 (quotation, high confidence) · Isa 60:8 (quotation, high confidence) · 1 Tim 3:16 (allusion, medium confidence) · Ps 104 (103 LXX) (allusion, medium confidence)
Notes and citation
Summary: Gregory continues through the psalms whose Greek inscriptions are lacking in the Hebrew (Psalms 95, 96, 97, 99, 104), reading each as a prophecy of Christ's coming, the call of the nations, and God's speaking through flesh.
- Psalm numbers in the text are the Septuagint's (LXX 94, 95, 96, 98, 103 = English 95, 96, 97, 99, 104); the inscriptions he quotes are those of the LXX. His explanation that the Hebrews rejected these titles through unbelief is his own polemic, translated as written. References: Ps 95:1, 7–11 and Heb 3:7–4:11; Ps 96:1, 7–13; Isa 40:4; Ps 19:1; Ps 97:1–4, 6–7, 11; Ps 99:1, 5–8; Isa 19:1; Isa 60:8; 1 Tim 3:16. Lines are lost in the scan in three places, marked “…”: at the opening (“through the … of him who entered”), in “earth through the … of the virtues” (part of the clause about the sea), and in “not to be astonished at …” (a word or two). In the opening sentence the phrases about the “everlasting voice” and the “everlasting majesty” appear to be displaced in the printed text; they are translated where they stand.
Notes on the original text
- Digital text corrected (Migne's marginal column letter; OCR accent slip; OCR breathing slip; OCR dropped a letter; OCR dropped letters; quotation mark read as a letter; OCR dropped the first letters; OCR slip; hyphenated word and stray mark; quotation mark read as a letter; stray mark; words run together; breathing slip): ἀϊἰδίας → ἀϊδίας; ἀσθεῖσα → ᾀσθεῖσα; διαλύθεῖσα → διαλυθεῖσα; φινὰς → φωνὰς; ἐ ἐν τοῖς ἔθνεσιν → « ἐν τοῖς ἔθνεσιν; « φραίνονται → « εὐφραίνονται; « ρήσεται» γὰρ, φησὶν, ε τὰ πεδία → « Χαρήσεται» γὰρ, φησὶν, « τὰ πεδία; ἐφρανθήτωσαν → εὐφρανθήτωσαν; φλογιες → φλογιεῖ; « σχυνθήτωσαν → « Αἰσχυνθήτωσαν; «Κύ- : ριος → «Κύριος; πάλινὁ αὐτὸς προφήτης ὄνομάζει → πάλιν ὁ αὐτὸς προφήτης ὀνομάζει; «Ὑψοῦτε Β Κύριον → «Ὑψοῦτε Κύριον; Λέγει ῾γὰρ → Λέγει γὰρ; τοσοὔτον → τοσοῦτον.
Topics: Christology, Scripture and canon
Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.9 (PG 44:527–534; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-9). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-9
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-9) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.
2.10PG 44:533–542
Χρὴ δὲ μηδὲ τὸ διάψαλμα παραδραμεῖν ἀθεώρητον. Τοῖς μὲν οὖν πρὸ ἡμῶν μεταβολὴν τοῦ νοήματος, ἢ προσώπου, ἢ πράγματος, σημαίνειν ἐνομίσθη τὸ διάψαλμα· ἡμεῖς δὲ τὰς τε τῶν Πατέρων ὑπολήψεις οὐκ ἀποβάλλομεν, καί τι καὶ παρ' ἑαυτῶν ἐννοῆσαι, πρὸς τὴν τοῦ ῥητοῦ τούτου σημασίαν, οὐ κατοκνήσομεν. Τοιαύτην οὖν τινα τοῦ διαψάλματος κατελάβομεν τὴν διάνοιαν, ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας, ἥτις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ Δαβὶδ, ἑτέρα τοῦ ἁγίου Πνεύματος ἔλλαμψις, καὶ προσθήκη τις τοῦ διεξήει τῇ μελῳδία· καὶ εἴ τι μεταξὺ λέγων ἐπεδιδά κατὰ τὴν γνῶσιν χαρίσματος, ἐπ᾿ ὠφελείᾳ τῶν δεχομένων τὴν προφητείαν· ἐπέχων ἑαυτοῦ τὴν φωνὴν, καιρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάμψεως. Καὶ ὥσπερ πολλάκις τινὲς ἢ ἐν ὁδῷ συμβαδίζοντες, ἢ ἐν συμποσίοις τισὶν, ἢ ἐν συλλόγοις μετ' ἀλλήλων διαλεγόμενοι, εἴ ποθεν ἀθρόως ἤχησις ταῖς ἀκοαῖς προσβάλοι, παυσάμενοι τοῦ λόγου πρὸς τὸν ἦχον τῇ διανοίᾳ συντείνονται, σχολὴν παρέχοντες δι᾿ ἡσυχίας τῇ ἀκοῇ τοῦ γνῶναι τοῦ ἤχου τὴν δύναμιν, εἶτα παυσαμένης τῆς προσηχούσης φωνῆς, πάλιν τῶν πρὸς ἀλλήλους ἔχονται λόγων· οὕτως ὁ μέγας Δαβὶδ ὑποφητεύων Πνεύματι, ἅτε φθάσας μεμαθήκει. σκετο, ὑπέχων τῷ πνευματικῶς ἐνηχοῦντι τὴν τῆς ψυχῆς ἀκοὴν, καὶ κατασιγάζων τὸ μέλος, ὧν ἂν πλήρης ἐγένετο νοημάτων, ταῦτα διεξῄει πάλιν ἐνείρων τῇ μελῳδίᾳ τοὺς λόγους, Ἔστιν οὖν τὸ διάψαλμα, ὡς ἄν τις ὅρῳ περιλαβὼν εἴποι, μεταξὺ τῆς ψαλμῳδίας γενομένη κατὰ τὸ ἀθρόον ἐπηρέμησις, πρὸς ὑποδοχήν τοῦ θεόθεν ἐπικρινομένου νοήματος. Ἢ οὕτω μᾶλλον ἄν τις ὀρίσαιτο τὸ διάψαλμα εἶναι διδασκαλίαν παρὰ τοῦ Πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον ἐγγινομένην, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχές τῆς μελῳδίας ἐπικοπτούσης. Ὡς δ' ἂν μὴ νομισθείη τοῖς πολλοῖς σημεῖον γίνεσθαι τὴν σιωπὴν τοῦ ἐπιλελοιπέναι τὸν προφητεύοντα τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, τούτου χάριν τινὲς τῶν ἑρμηνέων ἀντὶ τοῦ διαψάλματος τὸ « Ἀεὶ» τοῖς διαλείμμασι τούτοις ἐγγράφουσιν. Ὡς ἂν διὰ τούτου μάθοιμεν, ὅτι ἡ μὲν παρὰ τοῦ ἁγίου Πνεύματος ἐν τῇ ψυχῇ διδασκαλία πάντοτε ἦν· ὁ δὲ ἑρμηνεύων τὰ ἐγγινόμενα θεόθεν τῇ ψυχῇ νοήματα λόγος, οὐ πάντοτε ἦν· ἀλλὰ τὸ μὲν ἐξεφώνει τῆς διανοίας, τὸ δὲ ὑπεδέχετο. Ἐν ᾧ μὲν οὖν ἐξηγόρευε τὰ ἐντυπωθέντα τῇ διανοίᾳ νοήματα, προσῄει δι᾿ ἀκολούθου ἡ ψαλμῳδία· εἰ δὲ τι τῶν θειοτέρων αὐτοῦ τὴν τῆς ψυχῆς ἀκοὴν περιήχησεν, ὅλος τῆς ἀκροάσεως ἦν, κατασιγάζων τὸ μέλος. ᾿Ἀεὶ τοίνυν τοῦ ἁγίου Πνεύματος καὶ παρὰ τὸν τῆς σιωπῆς καιρὸν ἐν αὐτῷ λαλοῦντος, ὁ λόγος ἐν διαλείμμασιν ἦν (τὸ δὲ διάλειμμα παρὰ τῶν ἑρμηνευσάντων ὠνομάσθη διάψαλμα) τῆς δὲ «θεωρηθείσης ἡμῖν διαιρέσεως ἐν πάσῃ τῇ βίβλῳ τῆς ψαλμῳδίας [τῆς] πενταχῆ διῃρημένης, δυνατόν ἐστι καὶ ἐκ τούτων ἀληθῆ τὴν αἰτίαν ἀποδειχθῆναι, ἣν ἐνοήσαμεν, ὅτι διά τινος προσαγωγῆς ἀεὶ πρὸς τὸ ὑψηλότερον δι' ἑκάστου τῶν τμημάτων χειραγωγεῖται ὁ δι᾿ αὐτὸν ὁδηγούμενος. Μόνον γὰρ τελευταῖον τῶν τμημάτων ἀπ᾿ ἀρχῆς εἰς τέλος ἐφ᾽ ἑκάστου ψαλμοῦ, συνεχή τε καὶ ἀδιάσπαστον τὴν ὑμνῳδίαν ἔχει, οὐδαμοῦ διαιρουμένην τῷ διαψάλματι. Η τε γὰρ ἐφ᾽ ἑκάστου τῶν ἀναβαθμῶν ᾠδὴ τοῦτον ἔχει τὸν τρόπον, καὶ ὧν ἐπιγραφή ἐστι τὸ « Ἀλληλούϊα. • Δείκνυται γὰρ, ὡς οἶμαι, διὰ τῆς τοιαύτης παρατηρήσεως, ὅτι ἐν μὲν τοῖς ἄλλοις, ἅτε δὴ κατωτέροις οὗσι, χώραν ἔχει ὁ τὰ ὑψηλότερα ἐπεκδιδάσκων νοήματα, καὶ μεταξύ παρενείρων τῇ ἀκολουθίᾳ τοῦ λόγου τῶν πρὸς τὸ κρείττον δυναμένων ἀναγαγεῖν τὴν διάνοιαν. Ἡ δὲ διὰ τῶν « Ἀναβαθμῶν» τελείωσις, καὶ οἷς προγραφή ἐστι τὸ « Ἀλληλούϊα, » ἅτε δὴ τοῦ ἀκροτάτου τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων ἐπειλημμένη, οὐδεμιᾶς προσθήκης ἐστὶν ἐπιδεὴς, αὐτὴ ἐν ἑαυτῇ διὰ πάσης κατηρτισμένη τῆς ἐν τῷ ἀγαθῷ τελειώσεως· ὅπερ δὴ καὶ ἡ διάνοια ἐπιγραφῆς ἐπὶ τούτων μαρτύρεται αἶνον Θεοῦ τὸ ὑπερκείμενον ἅπαν κατονομάζουσα. Ωσπερ γὰρ ἡ κατὰ τὰς ἡλικίας τῶν σωμάτων ἀναδρομὴ ὄρον ἔχει τὸ τῆς φύσεως στάσιμον, μεθ᾽ ὃ τὴν ἐπὶ τὸ μεῖζον προσθήκην οὐ παραδέχεται, ἀλλ᾽ ἐν ἑαυτῷ διαμένει πρὸς πάντα τὸν ὑπόλοιπον χρόνον· οὕτως ἐστὶ καὶ τῶν θείων διδαγμάτων αὔξησίς τε καὶ στάσις, δι' ὧν τούς τε νηπιώδεις καὶ ἀτελεῖς τὴν διάνοιαν ταῖς καταλλήλοις τροφαῖς τιθηνουμένη, διὰ γάλακτός τε καὶ τῶν τοιούτων, καὶ εἰς αὔξησιν ἄγει, καὶ τοῖς ἤδη τελείοις τὴν στερεὰν προτίθησι τράπεζαν, τοῖς διὰ τῶν ἄλλων μαθημάτων προγυμνασθεῖσι τὰ τῆς ψυχῆς αἰσθητήρια, Οὐκοῦν τὸ μηδαμοῦ χρείαν γενέσθαι, κατὰ τὸ ἔσχατον τμῆμα, τοῦ ἐν διαψάλματι τῶν ὑψηλοτέρων τι νοημάτων ἐκδιδαχθῆναι τὸν ὑποφήτην τοῦ Πνεύματος, σαφὲς ἂν εἴη τεκμήριον τὸν περὶ τούτου λόγον κατανοῆσαι, προσθέντα ἐκεῖνα τῆς ψαλμῳδίας τὰ μέρη τὰ διεσταλμένα τῷ διαψάλματι. Ἐν τῷ γὰρ τρίτῳ τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπών, εἶτα διαστείλας τὸ μέρος τῷ διαψάλματι, τὴν σωτήριον ἐκείνην φωνὴν ἐπιθαρσήσας τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι, ὅτι « Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου·· πάλιν ἐν διαλείμματι τὴν μελῳδίαν ποιήσας, μετὰ τὴν εὐχάριστον ἐκείνην φωνὴν ἣν πεποίηται λέγων· « Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ·· διδάσκεται τίς ἐστι τῆς κοινῆς τῶν ἀνθρωπίνων κακῶν ἀμηχανίας ἡ λύσις. Καὶ τὸ κατὰ τὸ πάθος τοῦ Κυρίου μυστήριον διδαχθεὶς ἐν τῇ γενομένῃ κατὰ τὸ ἀθρόον ἐλλάμψει τοῦ Πνεύματος, αὐτὸ τὸ πρόσωπον τὸ Δεσποτικὸν ὑποδύεται, καί φησιν· « Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. » Τὸ δὲ δι' ἀκριβείας ἐκτίθεσθαι τὴν ἑκάστῳ τῶν ῥημάτων ἐγκειμένην διάνοιαν, παρέλκον ἂν εἴη, τοῦ λόγου πρὸς ἕτερα σπεύδοντος. Χρὴ γὰρ πιστώσασθαι τὴν ἀποδοθεῖσαν περὶ τοῦ διαψάλματος ἔννοιαν, ἐξ αὐτῶν τῶν γεγραμμένων συνιστῶντας τὸν λόγον, καὶ ἐν τῷ τετάρτῳ διαψάλματι, δι' οὗ τὸ ἴσον μανθάνομεν. Πάσῃ γὰρ τρόπον τινὰ τῇ ἀνθρωπίνῃ φύσει περὶ τῆς τῶν σπουδαζομένων ματαιότητος ἐμβοᾷ, βαρυκαρδίους ὀνομάζων τοὺς υἱοὺς τῶν ἀνθρώπων, οἷς τὸ μάταιόν τε καὶ ἀνυπόστατον ψεῦδος ἐν ἀγάπῃ ἐστί. Πάλιν ἐπηρεμήσας, ὑποδείκνυσιν ἐν τίνι ἐστὶν ἡ ἀλήθεια. « Ἔγνωτε › γὰρ, φησὶν, « ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ·· δεικνὺς, οἶμαι, διὰ τοῦ ὁσίου τὸν Κύριον, καθώς φησιν Μωϋσῆς· « Ὅτι δίκαιος καὶ ὅσιος ὁ Κύριος. Εἶτα συμβουλὴν καταθέμενος, δι' ὧν ἄν τις ἐν καθαρότητι παρέλθοι τὸν βίον, κριτής τε καὶ ἐπιγνώμων τῶν τῆς ψυχῆς διανοημάτων γενόμενος, ἐν οἷς φησιν, ὅτι « "Α λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε·, πάλιν πρὸς ἑαυτὸν ἀναχωρήσας, τὴν ἀναίρεσιν τῆς νομικῆς ζωοθυσίας, αὐτός τε ἤκουσε, καὶ ἐμβοᾷ τοῖς ἀκούουσι· λέγει γὰρ, μηδὲ ἐν ταῖς τῶν ἀλόγων ζώων ἐπελπίζειν σφαγαῖς τὸν τοῦ ψυχικοῦ καθαρσίου δεόμενον, ἀλλ᾽ ἐπιγνῶναι ποίαις ὁ Θεὸς εὐαρεστεῖται θυσίαις. Διό φησιν· « Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. » Οὕτως καὶ κατὰ τὸν ἔβδομον τῶν ψαλμῶν, προηγεῖται μὲν ὁ τῆς ἐντεύξεως λόγος, ἐν ᾧ δικαιολογεῖται πρὸς τὸν δίκαιον κριτὴν, ὅτι οὐκ ἐξ ἀνταποδόσεως γίνεται παρὰ τῶν ἐχθρῶν ἡ κακία, ἀλλ᾽ ἐκεῖνοι ἀρχηγοὶ τῆς πονηρίας γίνονται· καὶ ὅτι ἴσον εἰς ἁμαρτίαν οἴεται καὶ προκατάρξαι κακίας, καὶ τοῖς ἴσοις ἀμύνασθαι τὸν ἀπάρχοντα. Καὶ ταῦτα εἰπὼν, πάλιν ὑπέχει τὴν ἀκοὴν τῷ τὸ μέγα φανεροῦντι τῆς εὐσεβείας μυστήριον, δι' οὗ γίνεται ἡ κατὰ τῶν ἀληθινῶν ἐχθρῶν παρὰ τοῦ Κυρίου ἐκδίκησις. Οὐ γὰρ ἔστιν ἄλλως καθαιρεθῆναι τῶν ἀντικειμένων τὸ στίφος, μὴ τοῦ Κυρίου ὑπὲρ ἡμῶν ἀναστάντος· τῆς δὲ ἀναστάσεως θάνατον δεῖ πάντως προηγήσασθαι. Ὁ τοίνυν τὴν ἀνάστασιν τοῦ Κυρίου μηνύσας, τὸ συνημμένον τῇ ἀναστάσει συμπαρεδήλωσεν, λέγω δὴ τὸ κατὰ τὸ πάθος μυστήριον. Οὗ χάριν θεοφορηθεὶς ἐκ τῆς τοῦ Πνεύματος τοῦ ἁγίου ἐπισκηνώσεως, « Ἀνάστηθι, » φησί, « Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου·, σημαίνων διὰ μὲν τῆς ὀργῆς, τὴν ἀνταποδοτικὴν δύναμιν τοῦ δικαίου κριτοῦ· διὰ δὲ τῶν ἐφεξῆς, τὸν ἀφανισμὸν τῆς κακίας. Ἐχθρὸν γὰρ τῇ φύσει μόνον τὸ ἐξ ἐναντίου τῷ ἀγαθῷ θεωρούμενον, ὅπερ ἐστὶν ἡ κακία, ἧς τὸ πέρας ἀφανισμός ἐστι, καὶ εἰς τὸ μὴ ὂν μεταχώρησις. Ὁ τοίνυν εἰπὼν, ὅτι « Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου, » προμηνύει διὰ τοῦ περατωθῆναι τῶν ἐχθρῶν τὴν κακίαν, τὸ μηκέτι τὸν εἰς κακίαν δρόμον τῇ ζωῇ ὑπολείπεσθαι. Ὡς γὰρ πέρας νόσου ἡ ὑγεία, καὶ πέρας ὕπνου ἡ ἐγρήγορσις γίνεται (οὔτε δὲ ὁ καθεύδων, ἕως ἐν τῷ ὕπνῳ ἐστὶ, πέρας τοῦ ὕπνου ἔχει· οὔτε ὁ νοσῶν τῆς ὑγείας ἐν πέρατι παρὰ τοῦ ἀῤῥωστήματος γίνεται· ἀλλὰ διαδεξαμένης τὸν μὲν ἄῤῥωστον τῆς ὑγείας, τὸν δὲ καθεύδοντα τῆς ἐγρηγόρσεως, λέγομεν αὐτοὺς ἐν πέρατι γεγενῆσθαι τοῦ ἐν ᾧ ἑκάτερος ἦν, τὸν μὲν τοῦ ὕπνου, τὸν δὲ τῆς νόσου )· οὕτω καὶ ἐνταῦθα τὴν εἰς τὸ μακάριον τῆς ἀνθρωπίνης φύσεως μεταβολὴν, πέρας τῶν ἐχθρῶν κατωνόμασεν. Ἕνα δὲ μόνον ἐξηλλαγμένον τρόπον διαψάλματος ἐν πάσῃ τῇ βίβλῳ τῶν Ψαλμῶν κατὰ τὸν ἕννατον ψαλμὸν παρετηρήσαμεν. Οὐ γὰρ ἁπλῶς, « Διάψαλμα, » φησὶν, ἀλλ᾿ • ᾠδὴ διαψάλματος. » Τάχα μὲν οὖν ἀνέστραπται κατά τι σφάλμα γραφικὸν ὁ λόγος, ὥστε δεῖν λέγεσθαι μᾶλλον, «᾿Ὠδῆς διάψαλμα, » καὶ οὐκ ᾠδὴν διαψάλματος. Πλὴν ἐπειδὴ προσήκει πρὸ ὀφθαλμῶν ἔχειν τὸ ἐν τῇ Ἀποκαλύψει τοῦ Ἰωάννου κείμενον κρῖμα κατὰ τῶν μεταποιούντων τὰ θεῖα ἐκ προσθήκης ἢ ὑφαιρέσεως, φυλάσσοντες τὴν παραδοθεῖσαν ἡμῖν ἐν τῷ μέρει τούτῳ τῆς Γραφῆς ἀκολουθίαν, ἀναζητῆσαι πειρασόμεθα τὴν αἰτίαν τοῦ τῆς ᾿Ὠδῆς διαψάλματος, ἥτις ἐστίν. Λογιζόμεθα τοίνυν, ὅτι ἀπὸ τούτου καὶ μέχρις τοῦ ἐφεξῆς διαψάλματος, ἓν διάψαλμα ἦν, τοῦ ἁγίου Πνεύματος ἐντιθέντος τῷ Δαυΐδ τὰ τῆς προφητείας νοήματα. Ἀλλ' οὐχ ὥσπερ ἐπὶ τῶν λοιπῶν, οὕτω καὶ ἐνταῦθα ἐγένετο. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐ κατὰ ταὐτὸν ἐνηργεῖτο ἤ τε κατήχησις ἡ κατὰ τὸ ἀπόῤῥητον τῇ ψυχῇ παρὰ τοῦ Πνεύματος ἐγγινομένη, καὶ ἡ τῆς ἐντεθείσης αὐτῷ γνώσεως ἐξαγόρευσις· ἀλλὰ τῆς καρδίας ἔνδοθεν διδασκομένης, ὁ λόγος ἡσύχαζεν. Ἐνταῦθα δὲ ὁμοῦ τὰ δύο καὶ κατὰ ταὐτὸν ἐνεργεῖται, καὶ παραγίνεται αὐτῷ μεταξὺ προφητεύοντι ἡ τῶν ὑψηλοτέρων νοημάτων διδασκαλία παρὰ τοῦ Πνεύματος, καὶ τὸ συνεχὲς τῆς μελῳδίας οὐ διακόπτεται· ἀλλ᾿ ἐμφυὲν τῷ ὀργάνῳ τοῦ προφήτου τὸ Πνεῦμα τὸ ἅγιον, αὐτὸ κατὰ τὴν ἰδίαν γνώμην κινεῖ τὰ φωνητικὰ αἰσθητήρια, ὡς μήτε τὴν ᾠδὴν διαλιπεῖν, μήτε ἐμποδισθῆναι τὴν διδασκαλίαν τῷ φθόγγῳ· αὕτη γὰρ ἡ διδασκαλία τοῦ Πνεύματος τὸ μέλος ἦν, καθὼς ὀνομάζει ὁ Σύμμαχος. Ἐν πολλοῖς δὲ μέρεσιν τῆς ψαλμῳδίας εὑρισκομένης τῆς τοιαύτης διαστολῆς, ἀρκοῦν ἂν εἴη, διὰ τῶν εἰρημένων ἔφοδον κοινὴν τῆς τοῦ διαψάλματος κατανοήσεως παρασχομένους, μηκέτι πᾶσιν δι᾽ ἀκριβείας ἐπεξιέναι τοῖς διαψάλμασι. Παρέλκον γὰρ ἅμα καὶ περιττὸν ἐμφιλοχωροῦντα τοῖς ἐγνωσμένοις διὰ τῶν ὁμολογουμένων μηκύνειν τὸν λόγον.
Chrē de mēde to diapsalma paradramein atheōrēton. Tois men oun pro hēmōn metabolēn tou noēmatos, ē prosōpou, ē pragmatos, sēmainein enomisthē to diapsalma; hēmeis de tas te tōn Paterōn hypolēpseis ouk apoballomen, kai ti kai par' heautōn ennoēsai, pros tēn tou rhētou toutou sēmasian, ou katoknēsomen. Toiautēn oun tina tou diapsalmatos katelabomen tēn dianoian, hoti proïousēs kata to akolouthon tēs psalmǭdias, hētis egeneto metaxy prophēteuontos tou Dabid, hetera tou hagiou Pneumatos ellampsis, kai prosthēkē tis tou diexēei tę̄ melǭdia; kai ei ti metaxy legōn epedida kata tēn gnōsin charismatos, ep᾿ ōpheleią tōn dechomenōn tēn prophēteian; epechōn heautou tēn phōnēn, kairon edidou tę̄ dianoią dexasthai tōn noēmatōn tēn gnōsin tōn ginomenōn en autǭ para tēs theias ellampseōs. Kai hōsper pollakis tines ē en hodǭ symbadizontes, ē en symposiois tisin, ē en syllogois met' allēlōn dialegomenoi, ei pothen athroōs ēchēsis tais akoais prosbaloi, pausamenoi tou logou pros ton ēchon tę̄ dianoią synteinontai, scholēn parechontes di᾿ hēsychias tę̄ akoę̄ tou gnōnai tou ēchou tēn dynamin, eita pausamenēs tēs prosēchousēs phōnēs, palin tōn pros allēlous echontai logōn; houtōs ho megas Dabid hypophēteuōn Pneumati, hate phthasas memathēkei. sketo, hypechōn tǭ pneumatikōs enēchounti tēn tēs psychēs akoēn, kai katasigazōn to melos, hōn an plērēs egeneto noēmatōn, tauta diexę̄ei palin eneirōn tę̄ melǭdią tous logous, Estin oun to diapsalma, hōs an tis horǭ perilabōn eipoi, metaxy tēs psalmǭdias genomenē kata to athroon epēremēsis, pros hypodochēn tou theothen epikrinomenou noēmatos. Ē houtō mallon an tis orisaito to diapsalma einai didaskalian para tou Pneumatos tę̄ psychę̄ kata to aporrhēton enginomenēn, tēs peri to noēma touto prosochēs to syneches tēs melǭdias epikoptousēs. Hōs d' an mē nomistheiē tois pollois sēmeion ginesthai tēn siōpēn tou epileloipenai ton prophēteuonta tēn tou hagiou Pneumatos dynamin, toutou charin tines tōn hermēneōn anti tou diapsalmatos to « Aei» tois dialeimmasi toutois engraphousin. Hōs an dia toutou mathoimen, hoti hē men para tou hagiou Pneumatos en tę̄ psychę̄ didaskalia pantote ēn; ho de hermēneuōn ta enginomena theothen tę̄ psychę̄ noēmata logos, ou pantote ēn; alla to men exephōnei tēs dianoias, to de hypedecheto. En hǭ men oun exēgoreue ta entypōthenta tę̄ dianoią noēmata, prosę̄ei di᾿ akolouthou hē psalmǭdia; ei de ti tōn theioterōn autou tēn tēs psychēs akoēn periēchēsen, holos tēs akroaseōs ēn, katasigazōn to melos. ᾿Aei toinyn tou hagiou Pneumatos kai para ton tēs siōpēs kairon en autǭ lalountos, ho logos en dialeimmasin ēn (to de dialeimma para tōn hermēneusantōn ōnomasthē diapsalma) tēs de «theōrētheisēs hēmin diaireseōs en pasę̄ tę̄ biblǭ tēs psalmǭdias [tēs] pentachē dię̄rēmenēs, dynaton esti kai ek toutōn alēthē tēn aitian apodeichthēnai, hēn enoēsamen, hoti dia tinos prosagōgēs aei pros to hypsēloteron di' hekastou tōn tmēmatōn cheiragōgeitai ho di᾿ auton hodēgoumenos. Monon gar teleutaion tōn tmēmatōn ap᾿ archēs eis telos eph᾽ hekastou psalmou, synechē te kai adiaspaston tēn hymnǭdian echei, oudamou diairoumenēn tǭ diapsalmati. Ē te gar eph᾽ hekastou tōn anabathmōn ǭdē touton echei ton tropon, kai hōn epigraphē esti to « Allēlouïa. • Deiknytai gar, hōs oimai, dia tēs toiautēs paratērēseōs, hoti en men tois allois, hate dē katōterois housi, chōran echei ho ta hypsēlotera epekdidaskōn noēmata, kai metaxy pareneirōn tę̄ akolouthią tou logou tōn pros to kreitton dynamenōn anagagein tēn dianoian. Hē de dia tōn « Anabathmōn» teleiōsis, kai hois prographē esti to « Allēlouïa, » hate dē tou akrotatou tōn pros to agathon nooumenōn epeilēmmenē, oudemias prosthēkēs estin epideēs, autē en heautę̄ dia pasēs katērtismenē tēs en tǭ agathǭ teleiōseōs; hoper dē kai hē dianoia epigraphēs epi toutōn martyretai ainon Theou to hyperkeimenon hapan katonomazousa. Ōsper gar hē kata tas hēlikias tōn sōmatōn anadromē oron echei to tēs physeōs stasimon, meth᾽ ho tēn epi to meizon prosthēkēn ou paradechetai, all᾽ en heautǭ diamenei pros panta ton hypoloipon chronon; houtōs esti kai tōn theiōn didagmatōn auxēsis te kai stasis, di' hōn tous te nēpiōdeis kai ateleis tēn dianoian tais katallēlois trophais tithēnoumenē, dia galaktos te kai tōn toioutōn, kai eis auxēsin agei, kai tois ēdē teleiois tēn sterean protithēsi trapezan, tois dia tōn allōn mathēmatōn progymnastheisi ta tēs psychēs aisthētēria, Oukoun to mēdamou chreian genesthai, kata to eschaton tmēma, tou en diapsalmati tōn hypsēloterōn ti noēmatōn ekdidachthēnai ton hypophētēn tou Pneumatos, saphes an eiē tekmērion ton peri toutou logon katanoēsai, prosthenta ekeina tēs psalmǭdias ta merē ta diestalmena tǭ diapsalmati. En tǭ gar tritǭ tēn genomenēn ek tēs tōn echthrōn epanastaseōs autǭ synochēn te kai amēchanian proeipōn, eita diasteilas to meros tǭ diapsalmati, tēn sōtērion ekeinēn phōnēn epitharsēsas tǭ kata to aporrhēton autǭ enēchēsanti, hoti « Sy de, Kyrie, antilēptōr mou ei, doxa mou, kai hypsōn tēn kephalēn mou;; palin en dialeimmati tēn melǭdian poiēsas, meta tēn euchariston ekeinēn phōnēn hēn pepoiētai legōn; « Phōnę̄ mou pros Kyrion ekekraxa, kai epēkouse mou ex orous hagiou autou;; didasketai tis esti tēs koinēs tōn anthrōpinōn kakōn amēchanias hē lysis. Kai to kata to pathos tou Kyriou mystērion didachtheis en tę̄ genomenę̄ kata to athroon ellampsei tou Pneumatos, auto to prosōpon to Despotikon hypodyetai, kai phēsin; « Egō ekoimēthēn kai hypnōsa; exēgerthēn, hoti Kyrios antilēpsetai mou. » To de di' akribeias ektithesthai tēn hekastǭ tōn rhēmatōn enkeimenēn dianoian, parelkon an eiē, tou logou pros hetera speudontos. Chrē gar pistōsasthai tēn apodotheisan peri tou diapsalmatos ennoian, ex autōn tōn gegrammenōn synistōntas ton logon, kai en tǭ tetartǭ diapsalmati, di' hou to ison manthanomen. Pasę̄ gar tropon tina tę̄ anthrōpinę̄ physei peri tēs tōn spoudazomenōn mataiotētos emboą, barykardious onomazōn tous huious tōn anthrōpōn, hois to mataion te kai anypostaton pseudos en agapę̄ esti. Palin epēremēsas, hypodeiknysin en tini estin hē alētheia. « Egnōte › gar, phēsin, « hoti ethaumastōse Kyrios ton hosion autou;; deiknys, oimai, dia tou hosiou ton Kyrion, kathōs phēsin Mōÿsēs; « Hoti dikaios kai hosios ho Kyrios. Eita symboulēn katathemenos, di' hōn an tis en katharotēti parelthoi ton bion, kritēs te kai epignōmōn tōn tēs psychēs dianoēmatōn genomenos, en hois phēsin, hoti « "A legete en tais kardiais hymōn, epi tais koitais hymōn katanygēte;, palin pros heauton anachōrēsas, tēn anairesin tēs nomikēs zōothysias, autos te ēkouse, kai emboą tois akouousi; legei gar, mēde en tais tōn alogōn zōōn epelpizein sphagais ton tou psychikou katharsiou deomenon, all᾽ epignōnai poiais ho Theos euaresteitai thysiais. Dio phēsin; « Thysate thysian dikaiosynēs, kai elpisate epi Kyrion. » Houtōs kai kata ton ebdomon tōn psalmōn, proēgeitai men ho tēs enteuxeōs logos, en hǭ dikaiologeitai pros ton dikaion kritēn, hoti ouk ex antapodoseōs ginetai para tōn echthrōn hē kakia, all᾽ ekeinoi archēgoi tēs ponērias ginontai; kai hoti ison eis hamartian oietai kai prokatarxai kakias, kai tois isois amynasthai ton aparchonta. Kai tauta eipōn, palin hypechei tēn akoēn tǭ to mega phanerounti tēs eusebeias mystērion, di' hou ginetai hē kata tōn alēthinōn echthrōn para tou Kyriou ekdikēsis. Ou gar estin allōs kathairethēnai tōn antikeimenōn to stiphos, mē tou Kyriou hyper hēmōn anastantos; tēs de anastaseōs thanaton dei pantōs proēgēsasthai. Ho toinyn tēn anastasin tou Kyriou mēnysas, to synēmmenon tę̄ anastasei symparedēlōsen, legō dē to kata to pathos mystērion. Hou charin theophorētheis ek tēs tou Pneumatos tou hagiou episkēnōseōs, « Anastēthi, » phēsi, « Kyrie, en orgę̄ sou, hypsōthēti en tois perasi tōn echthrōn sou;, sēmainōn dia men tēs orgēs, tēn antapodotikēn dynamin tou dikaiou kritou; dia de tōn ephexēs, ton aphanismon tēs kakias. Echthron gar tę̄ physei monon to ex enantiou tǭ agathǭ theōroumenon, hoper estin hē kakia, hēs to peras aphanismos esti, kai eis to mē on metachōrēsis. Ho toinyn eipōn, hoti « Hypsōthēti en tois perasi tōn echthrōn sou, » promēnyei dia tou peratōthēnai tōn echthrōn tēn kakian, to mēketi ton eis kakian dromon tę̄ zōę̄ hypoleipesthai. Hōs gar peras nosou hē hygeia, kai peras hypnou hē egrēgorsis ginetai (oute de ho katheudōn, heōs en tǭ hypnǭ esti, peras tou hypnou echei; oute ho nosōn tēs hygeias en perati para tou arrhōstēmatos ginetai; alla diadexamenēs ton men arrhōston tēs hygeias, ton de katheudonta tēs egrēgorseōs, legomen autous en perati gegenēsthai tou en hǭ hekateros ēn, ton men tou hypnou, ton de tēs nosou ); houtō kai entautha tēn eis to makarion tēs anthrōpinēs physeōs metabolēn, peras tōn echthrōn katōnomasen. Hena de monon exēllagmenon tropon diapsalmatos en pasę̄ tę̄ biblǭ tōn Psalmōn kata ton hennaton psalmon paretērēsamen. Ou gar haplōs, « Diapsalma, » phēsin, all᾿ • ǭdē diapsalmatos. » Tacha men oun anestraptai kata ti sphalma graphikon ho logos, hōste dein legesthai mallon, «᾿Ōdēs diapsalma, » kai ouk ǭdēn diapsalmatos. Plēn epeidē prosēkei pro ophthalmōn echein to en tę̄ Apokalypsei tou Iōannou keimenon krima kata tōn metapoiountōn ta theia ek prosthēkēs ē hyphaireseōs, phylassontes tēn paradotheisan hēmin en tǭ merei toutǭ tēs Graphēs akolouthian, anazētēsai peirasometha tēn aitian tou tēs ᾿Ōdēs diapsalmatos, hētis estin. Logizometha toinyn, hoti apo toutou kai mechris tou ephexēs diapsalmatos, hen diapsalma ēn, tou hagiou Pneumatos entithentos tǭ Dauïd ta tēs prophēteias noēmata. All' ouch hōsper epi tōn loipōn, houtō kai entautha egeneto. En men gar tois allois ou kata tauton enērgeito ē te katēchēsis hē kata to aporrhēton tę̄ psychę̄ para tou Pneumatos enginomenē, kai hē tēs entetheisēs autǭ gnōseōs exagoreusis; alla tēs kardias endothen didaskomenēs, ho logos hēsychazen. Entautha de homou ta dyo kai kata tauton energeitai, kai paraginetai autǭ metaxy prophēteuonti hē tōn hypsēloterōn noēmatōn didaskalia para tou Pneumatos, kai to syneches tēs melǭdias ou diakoptetai; all᾿ emphyen tǭ organǭ tou prophētou to Pneuma to hagion, auto kata tēn idian gnōmēn kinei ta phōnētika aisthētēria, hōs mēte tēn ǭdēn dialipein, mēte empodisthēnai tēn didaskalian tǭ phthongǭ; hautē gar hē didaskalia tou Pneumatos to melos ēn, kathōs onomazei ho Symmachos. En pollois de meresin tēs psalmǭdias heuriskomenēs tēs toiautēs diastolēs, arkoun an eiē, dia tōn eirēmenōn ephodon koinēn tēs tou diapsalmatos katanoēseōs paraschomenous, mēketi pasin di᾽ akribeias epexienai tois diapsalmasi. Parelkon gar hama kai peritton emphilochōrounta tois egnōsmenois dia tōn homologoumenōn mēkynein ton logon.
Nor must we pass over the diapsalma without contemplation. By those before us the diapsalma was thought to signify a change of thought, or of person, or of subject; we do not reject the conceptions of the Fathers, but we shall not shrink from understanding something of our own too about the meaning of this word. We have grasped, then, some such meaning of the diapsalma: that as the psalmody proceeded in sequence, which David went through in melody while prophesying, if, while he was speaking, there came in between another illumination of the Holy Spirit and some addition to the gift of knowledge, for the benefit of those receiving the prophecy, he would hold back his voice and give his mind time to receive the knowledge of the thoughts coming to be in him from the divine illumination. Just as often people walking together on a road, or at banquets, or conversing with one another in gatherings, if a sound suddenly strikes their ears from somewhere, stop talking and strain their minds toward the sound, giving their hearing leisure in quiet to learn the meaning of the sound, and then, when the sound that reached them ceases, return again to their talk with one another, so the great David, prophesying by the Spirit, would pause, lending the hearing of his soul to him who sounded within spiritually and silencing the melody; and whatever thoughts he became full of, these he went through again, weaving the words into the melody together with what he had learned before. The diapsalma, then, as one might say embracing it in a definition, is a sudden pause made in the middle of the psalmody for the reception of the thought supplied from God. Or one might rather define the diapsalma as a teaching from the Spirit arising in the soul ineffably, attention to this thought interrupting the continuity of the melody. And so that the many should not think the silence a sign that the power of the Holy Spirit had failed the prophet, for this reason some of the translators write “always” in place of the diapsalma at these intervals, so that we may learn through this that the teaching from the Holy Spirit in the soul was always there, while the word that interprets the thoughts arising in the soul from God was not always there; but the mind now spoke out and now received. While he was declaring the thoughts imprinted on his mind, the psalmody went forward in sequence; but if something more divine sounded around the hearing of his soul, he was wholly given to listening, silencing the melody. Since, then, the Holy Spirit was always speaking in him, even during the time of silence, his word came at intervals (and the interval was named diapsalma by the translators). And from the division of the whole book of the psalmody into five, which we have contemplated, it is possible to show from these too that the reason we perceived is true: that he who is guided through it is always led by a certain progression to what is higher through each of the sections. For only the last of the sections has in each psalm a hymnody continuous and unbroken from beginning to end, nowhere divided by the diapsalma. For both the ode on each of the ascents has this character, and those whose inscription is “Alleluia.” For it is shown, I think, by such an observation, that in the other psalms, since they are lower, there is room for one who teaches loftier thoughts in addition and weaves into the middle of the sequence of the discourse things able to lead the mind up to the better. But the perfection through the “ascents,” and the psalms to which “Alleluia” is prefixed, since they have laid hold of the highest of the things conceived toward the good, need no addition, being in themselves perfected with all the perfection that is in the good; and this the meaning of the inscription on them also attests, naming all that is supreme “praise of God.” For as the growth of bodies through the stages of life has as its limit the stability of nature, after which it admits no addition toward the greater but remains in itself for all the remaining time, so too there is growth and stability of the divine teachings: nursing the childish and those imperfect in mind with suitable food, through milk and such things, it leads them to growth, and it sets the solid table before those already perfect, who have had the senses of the soul trained beforehand through the other lessons. Therefore, that there is nowhere need in the last section for the interpreter of the Spirit to be taught some loftier thought in a diapsalma would be a clear proof for understanding the account of it, when one adds those parts of the psalmody that are separated by the diapsalma. For in the third psalm, having first spoken of the distress and helplessness that came upon him from the uprising of his enemies, then separating the part by the diapsalma, he takes courage from him who sounded within him ineffably and speaks that saving word: “But you, Lord, are my helper, my glory, and the one who lifts up my head.” Again, making an interval in the melody after that thankful word which he spoke, saying, “With my voice I cried to the Lord, and he heard me from his holy mountain,” he is taught what is the release from the common helplessness of human evils. And having been taught the mystery of the Lord's passion in the sudden illumination of the Spirit, he takes on the very person of the Master and says: “I lay down and slept; I awoke, for the Lord will help me.” To set out precisely the meaning lying in each of the words would be superfluous, as the discourse hastens to other things. For we must confirm the idea given about the diapsalma, establishing the account from the very things written, also from the diapsalma of the fourth psalm, through which we learn the same. For in a way he cries out to all human nature about the vanity of what is pursued, calling heavy of heart the sons of men, for whom vain and insubstantial falsehood is an object of love. Again, after a pause, he shows wherein truth lies: “Know,” he says, “that the Lord has made wonderful his holy one” — indicating, I think, by the holy one the Lord, as Moses says: “For the Lord is righteous and holy.” Then, having laid down a counsel by which one might pass through life in purity, becoming judge and examiner of the thoughts of the soul, where he says, “What you say in your hearts, be pierced with compunction for it on your beds,” he withdraws again into himself, and himself heard of the abolition of the sacrifice of animals under the law, and cries it out to the hearers. For he says that he who needs purification of the soul should not place his hope in the slaughter of irrational animals but should recognize with what sacrifices God is well pleased. Therefore he says: “Sacrifice a sacrifice of righteousness, and hope in the Lord.” So also in the seventh of the psalms the word of intercession comes first, in which he pleads his case before the just judge that the evil from his enemies does not come by way of retaliation, but they are the leaders in wickedness; and that he thinks it equally sin both to begin evil and to repel the one who began it with like for like. And having said this, he again lends his hearing to him who reveals the great mystery of piety, through which the Lord's vengeance on the true enemies comes about. For the throng of the adversaries cannot otherwise be pulled down unless the Lord rises up for us; and death must surely come before resurrection. He, then, who announced the Lord's resurrection indicated together with it what is joined to the resurrection, I mean the mystery of the passion. For this reason, borne by God through the indwelling of the Holy Spirit, he says: “Rise up, Lord, in your anger; be exalted in the ends of your enemies,” signifying by the anger the retributive power of the just judge, and by what follows the destruction of vice. For by nature only that is an enemy which is seen as the opposite of the good, which is vice, whose end is destruction and passage into non-being. He, then, who said, “Be exalted in the ends of your enemies,” foretells, by the vice of the enemies being brought to an end, that no road to vice will any longer be left to life. For as health is the end of sickness and waking the end of sleep (neither does one who sleeps, while he is in sleep, have the end of sleep, nor does the sick man come to the end through his illness; but when health succeeds in the sick man and waking in the sleeper, we say they have come to the end of the state each was in, the one of sleep, the other of sickness), so here too he named the change of human nature to blessedness “the end of the enemies.” We have observed only one altered form of the diapsalma in the whole book of Psalms, in the ninth psalm. For it does not say simply “diapsalma,” but “ode of a diapsalma.” Perhaps the phrase has been inverted by some scribal error, so that it ought rather to read “diapsalma of an ode,” and not “ode of a diapsalma.” But since we ought to keep before our eyes the judgment laid down in the Revelation of John against those who alter divine things by addition or subtraction, keeping the sequence handed down to us in this part of scripture, we shall try to search out the reason for the “ode of a diapsalma,” what it is. We reckon, then, that from this point to the next diapsalma there was one diapsalma, the Holy Spirit putting the thoughts of the prophecy into David. But it did not happen here as in the others. For in the others the instruction coming ineffably into the soul from the Spirit and the declaration of the knowledge put into him were not worked at the same time; but while the heart was being taught within, the word was quiet. Here, however, the two are worked together and at the same time: the teaching of loftier thoughts from the Spirit comes to him in the middle of his prophesying, and the continuity of the melody is not interrupted; but the Holy Spirit, growing into the prophet's instrument, itself moves the organs of voice according to its own will, so that neither does the ode stop nor is the teaching hindered by the sound. For this teaching of the Spirit was the melody, as Symmachus names it. Since such a division is found in many parts of the psalmody, it would be enough, having provided through what has been said a common approach to understanding the diapsalma, not to go through all the diapsalmata in detail. For it is superfluous and at the same time excessive to linger on what is known and lengthen the discourse with what is agreed.
Ps 3:2–5 (3:3-Ps LXX) (quotation, high confidence) · Ps 4:2–5 (4:3-Ps LXX) (quotation, high confidence) · Deut 32:4 (quotation, high confidence) · Ps 7:4–6 (7:5-Ps LXX) (quotation, high confidence) · Ps 9:16 (9:17 LXX) (allusion, high confidence) · Rev 22:18–19 (allusion, high confidence) · 1 Cor 3:2 (allusion, medium confidence) · Heb 5:14 (allusion, medium confidence) · 1 Tim 3:16 (echo, medium confidence)
Notes and citation
Summary: Gregory explains the diapsalma (Selah) as a pause in which David received fresh illumination from the Holy Spirit, illustrated from Psalms 3, 4, 7, and 9, and notes that the last book of the Psalter has none.
- References: Ps 3:2–5 (LXX 3:3–6); Ps 4:2–5 (LXX 4:3–6); Deut 32:4; Ps 7:4–6 (LXX 7:5–7); the “ode of a diapsalma” in Ps 9:16 (9:17 LXX); Rev 22:18–19; 1 Cor 3:2 and Heb 5:14 (milk and solid food); 1 Tim 3:16 (“great mystery of piety”). The translators who write “always” for diapsalma are not named here (Aquila, Symmachus, and Theodotion are so reported elsewhere); Symmachus is named for “melody” in Ps 9:16. The printed sentence defining the diapsalma, and the one comparing David to people interrupted by a sound, are disordered in the scan and are translated by sense. In the Ps 4 and Ps 7 passages the OCR had displaced two lines (“they are the leaders in wickedness … thinks it equally sin” and “the retributive power of the just judge; and by”); they are restored to their place by logged corrections. Migne's square brackets around a repeated article are ignored.
Notes on the original text
- Digital text corrected (OCR accent slip; OCR slip; OCR slip and split word; a line displaced by the OCR (restored below); displaced line restored to its place; displaced lines exchanged and restored to their places; hyphenated word; split word; quotation mark read as a letter; stray mark; stray mark and Migne's marginal letter; word split in the OCR; words run together in the OCR): Δαβὶῦ → Δαβὶδ; τοῦ : Β διεξήει → τοῦ διεξήει; δεχημένων → δεχομένων; ἐλ λάμψεως → ἐλλάμψεως; δύνα μιν → δύναμιν; πλὴν ρης → πλήρης; ἐπιλε λοιπέναι → ἐπιλελοιπέναι; Πνεύματος ( δύναμιν → Πνεύματος δύναμιν; ἐγο γράφουσιν → ἐγγράφουσιν; Ἐν ὁ μὲν οὖν → Ἐν ᾧ μὲν οὖν; θειο τέρων → θειοτέρων; διαιρου μένην → διαιρουμένην; και τηρτισμένη → κατηρτισμένη; μεθ᾽ ὅτὴν → μεθ᾽ ὃ τὴν; νοημάτω: ἐκδιδαχθῆναι → νοημάτων ἐκδιδαχθῆναι; δίξα μου → δόξα μου; ἀποδοθεῖσὰν → ἀποδοθεῖσαν; τετάρτῳδιαψάλματι → τετάρτῳ διαψάλματι; ἐντίνι → ἐν τίνι; και θώς φησιν Μωϋσῆς· ι Ὅτι → καθώς φησιν Μωϋσῆς· « Ὅτι; ὁ Κύριος. πονηρίας γίνονται· καὶ ὅτι ἴσον εἰς ἁμαρτίαν οἴεται, Εἶτα → ὁ Κύριος. Εἶτα; ἀρχηγοὶ τῆς › fa-αποδοτικὴν δύναμιν τοῦ δικαίου κριτοῦ· διὰ δὲ τῶν καὶ προκατάρξαι → ἀρχηγοὶ τῆς πονηρίας γίνονται· καὶ ὅτι ἴσον εἰς ἁμαρτίαν οἴεται καὶ προκατάρξαι; καθ. αιρεθῆναι → καθαιρεθῆναι; πέρασι τῶν ( ἐχθρῶν → πέρασι τῶν ἐχθρῶν; τὴν ἀντἐφεξῆς → τὴν ἀνταποδοτικὴν δύναμιν τοῦ δικαίου κριτοῦ· διὰ δὲ τῶν ἐφεξῆς; νοσῶν. τῆς → νοσῶν τῆς; παρετηρή-σαμεν → παρετηρήσαμεν.
Topics: Scripture and canon, Christology
Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.10 (PG 44:533–542; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-10). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-10
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-10) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.