On the Inscriptions of the Psalms 2.8
Greek text: PG 44 (OCR by the Bavarian State Library (digitized copy of the printed volume); Greek lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 2
2.8PG 44:513–528
Λείπεται δὲ ἀπὸ τῶν ἀνεπιγράφων τὴν αἰτίαν, ὡς ἐστι δυνατὸν, κατανοῆσαι. Τὰ δὲ ἐν τῷ μέρει τούτῳ παρ᾿ ἡμῶν εὑρισκόμενα, ἐν τῇ δοκιμασίᾳ τῶν ἐντυγχανόντων προκείσθω, ἢ δέξασθαι τὰ ἡμέτερα, ἢ πρὸς μείζονα θεωρίαν προσάγειν αὐτῶν τὴν διάνοιαν. Ταύτην τοίνυν τὴν διαφορὰν ἐν τοῖς ἀνεπιγράφοις κατενοήσαμεν. Τοῖς μὲν γὰρ αὐτῶν ἀντ' ἐπιγραφῆς ἢ ψαλμῳδίας γίνεται ἐπίνοια, ἐφ᾿ ὧν κοινὸν καὶ παρ' Ἑβραίοις καὶ παρ᾿ ἡμῖν, τὸ μὴ εἶναι ἄλλην ἐπιγραφὴν τῶν ὑποκειμένων, εἰ μὴ ταύτην μόνην τὴν τοῖς ῥητοῖς ἐμφαινομένην διάνοιαν. Τοῖς δὲ λοιποῖς ἐπιγραφαὶ μὲν εἰσιν ἐκκλησιαστικαί τε καὶ μυστικαὶ, καὶ τῆς κατὰ τὸ μυστήριον ἡμῶν εὐσεβείας σημαντικαὶ, ἀλλὰ τοῖς Ἑβραίοις οὐκ εἰσὶ, κατὰ τὴν γεγενημένην ἐν τῷ Εὐαγγελίῳ κατ᾿ αὐτῶν κατηγορίαν, « Ὅτι δόγμα ἔθεντο, Εἴ τις ὁμολογήσειε τὸν Χριστὸν, ἀποσυνάγωγος γένηται. » Ὅσας τοίνυν ἐκεῖνοι τῶν ἐπιγραφῶν κατενόησαν, ἔνδειξίν τινα περιέχειν τοῦ μυστηρίου, ταύτας οὐ παρεδέξαντο. Διὸ καὶ παρεσημήνατο δι' ἀκριβείας ἐπ᾿ αὐτῶν τὸ τοιοῦτον ὁ λόγος τῇ ἀναγνώσει τῆς ἐκκλησιαστικῆς ἐπιγραφῆς προστιθεὶς ὅτι παρ' Ἑβραίοις ἐστὶν ἀνεπίγραφος. Τῆς τοίνυν διαιρέσεως ταύτης ἐν τοῖς ἀνεπιγράφοις προεκτεθείσης, καιρὸς ἂν εἴη δι' αὐτῶν τῶν ῥητῶν δοῦναι τῷ λόγῳ τὴν μαρτυρίαν. Ὁ προτεταγμένος τῶν ὅλων ψαλμὸς ἐπιγραφῆς οὐκ ἐδεήθη. Φανερὸς γάρ ἐστι τοῖς ἀναγινώσκουσιν ὁ τῶν λεγομένων σκοπὸς, ὅτι εἰσαγωγικὸς πρὸς φιλοσοφίαν ἐστὶν, ἀποστῆναι τοῦ κακοῦ συμβουλεύων, καὶ ἐν τῷ ἀγαθῷ γενέσθαι, καὶ ὁμοιοῦσθαι τῷ Θεῷ κατὰ δύναμιν. Ἀλλ᾿ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν, ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, ὁ δεύτερος, ὅπως ἂν ἔξω τῆς ἀσεβείας γενώμεθα, ὑποτίθεται τὸ εὐαγγελικὸν προαναφωνήσας μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γένεσιν τοῦ σήμερον μὲν γεννηθέντος δι' ἡμᾶς (χρόνου δὲ μέρος ἐστὶ τὸ « σήμερον »), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ. Τήν τε βασιλείαν ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ, ἐν ἔθνεσιν ἦσαν κατειλεγμένοι· αὐτόνομοι τίνες ὄντες, μᾶλλον δὲ ἄνομοι, τῷ τὸν θεῖον μὴ παραδέξασθαι νόμον, ἀλλ᾽ ἀποῤῥίψαι ἀφ' ἑαυτῶν τὸν ζυγόν· ζυγὸν δὲ λέγει τὴν ἐντολήν. Τῆς δὲ τοῦ παντὸς ὑπερκειμένης βασιλείας, καὶ ἐπὶ τούτοις ἐλθούσης, οἱ ποτὲ ἀδέσποτοι, Θεοῦ κληρονομία γίνονται διὰ τῆς εἰς τὸν σήμερον γεννηθέντα πίστεως· τοῦτον λέγω, τὸν καταστάντα βασιλέα ἐπ᾿ αὐτῶν· καὶ αὐτοὶ γεννηθέντες καὶ βασιλεῖς γενόμενοι. Ἐφ᾿ ὧν ἡ σιδηρὰ ῥάβδος, τουτέστιν, ἡ ἄτρεπτος δύναμις περιθρύψασα τὸ γήϊνόν τε καὶ ὀστράκινον, εἰς τὴν ἀκήρατον φύσιν μετεστοιχείωσε, διδάξας ὅτι μόνον ἐστὶ μακάριον τὸ ἐπ᾿ αὐτῷ πεποιθέναι. Ταύτης δὲ οὔσης τοῦ ψαλμοῦ τῆς διανοίας, ἣν ἐξεθέμην, ἔξεστι τῷ βουλομένῳ δι' αὐτῶν τῶν θείων ῥημάτων δοκιμάσαι τὴν ἡμετέραν ὑπόληψιν, εἴπερ ἐφαρμόζει τὰ παρ' ἡμῶν εἰρημένα τῇ θεοπνεύστῳ Γραφῇ. Οἱ δὲ λοιποὶ τῶν ἀνεπιγράφων κατὰ τὸν προαποδοθέντα λόγον ἡμῖν, τῇ συναγωγῇ τῶν Ἑβραίων, οὐ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, τοιοῦτοί εἰσιν. Ἐπὶ πάντων γὰρ ἔστιν εὑρεῖν τινα πάντως ἐπιγραφήν, ἣν ὁ Ἑβραῖος οὐ δέχεται διὰ τὸν τῆς εὐσεβείας λόγον, καὶ ἣν ὑπὸ ἀπιστίας οὐ παρεδέξαντο. Εἰσὶ δὲ οἱ τοιοῦτοι ψαλμοὶ, ὡς ἐν κεφαλαίῳ μὲν εἰπεῖν, τὸν ἀριθμὸν δύο καὶ δέκα, ὡς δ΄ ἂν καὶ ἀκριβέστερον τὰ περὶ αὐτῶν ἐκτεθείη, καὶ τὴν τάξιν τῆς ἀκολουθίας ἐφ᾽ ἑκάστῳ γνωρίσωμεν· ὁ δεύτερος καὶ τριακοστὸς, καὶ τεσσαρακοστὸς καὶ δεύτερος. Καὶ ἐπὶ τούτοις ὁ ἑβδομηκοστὸς, εἶτα ὁ τρίτος μετ' αὐτὸν, καὶ μετὰ τούτους ὁ ἐννενηκοστός. Εἶτα ὁ δεύτερος, καὶ καθεξῆς ἕως τοῦ ἕκτου, καὶ πάλιν ὁ ὄγδοος καὶ τελευταῖος ἐν τοῖς ἀνεπιγράφοις ὁ ἑκατοστός τε καὶ τρίτος. Ἡ μὲν οὖν τάξις τῶν παρ' Ἑβραίοις ἀνεπιγράφων ψαλμῶν αὕτη. Τὴν δὲ αἰτίαν τοῦ μὴ παραδεχθῆναι παρ᾿ αὐτῶν τὰς ἐπιγραφὰς ταύτας, οὐκ ἄλλην οἶμαί τινα παρὰ τὴν εἰρημένην εἶναι. Μᾶλλον δ᾽ ἂν ἡμῖν ὁ περὶ τούτων λόγος εἰς ἀπόδειξιν ἦλθεν εἰ δι᾿ ὀλίγων τινὰς τῶν ἀνεπιγράφων ψαλμῶν ἐξ ἐπιδρομῆς θεωρήσομεν ὡς ἂν ἡ κατηγορία τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης δι' αὐτῆς τῆς τῶν ῥητῶν θεωρίας τὸ πιστὸν ἔχοι. Ἐπειδὴ τῷ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν ἐλθόντι κελεύει ὁ ψαλμὸς ἐπαγάλλεσθαι, λέγων, « Ἀγαλλιᾶσθε, δίκαιοι ἐν Κυρίῳ, » ὡς τοῦ παντὸς ἐπιστατῶν, καὶ ἐξ οὐκ ὄντος τὸ πᾶν εἰς τὸ εἶναι παραγαγών, καὶ συντηρῶν ἐν τῷ εἶναι τὰ πάντα· οὗ τὸ πρόσταγμα οὐσία γίνεται. Αὕτη γὰρ τῶν θείων ῥημάτων ἡ ἔννοια, ὅτι « Αὐτὸς εἶπε καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. • Οὗτος μακάριον ποιεῖ τὸ ἔθνος τὸ ἐπὶ τῷ ὀνόματι αὐτοῦ στηριζόμενον, ἡμᾶς λέγων τὸ ἔθνος, οἷς ἡ ἐλπὶς τῆς σωτηρίας τὸ ὄνομα τοῦ Χριστοῦ ἐστιν, ᾧ συνονομαζόμεθα οἱ πεπιστευκότες. « Ὅτι ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, τοῦ ἰδεῖν πάντας υἱοὺς τῶν ἀνθρώπων, ἐκ τοῦ ἑτοίμου κατοικητηρίου αὐτοῦ » Κατοικητήριον δὲ αὐτοῦ ἕτοιμον τὸ ἀεὶ ὃν, τὸν Πατέρα ὠνόμασεν, οὗ τὸ εἶναι ἀεί ἐστιν, οὐκ ἔκ τινος γενόμενον, ἀλλὰ πάντοτε ἕτοιμον· καὶ οὐ ξενιζόμεθα, ὅτι ἐξ ἐκείνου τοῦ κατοικητηρίου τοῖς τῶν ἀνθρώπων υἱοῖς καταμίγνυται, Υἱὸς ἀνθρώπου γενόμενος, διὰ τὸ πεπεῖσθαι, ὅτι αὐτός ἐστιν « Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν » Εἰ γὰρ ἐκείνου πλάσμα ἡ ἀνθρωπίνη φύσις, τί καινὸν ἐκ τοῦ μυστηρίου μανθάνομεν; "Ὅτι ὁ Δεσπότης τῆς φύσεως εἰς τὰ ἴδια ἦλθεν ἀλλ' οἱ Ἑβραῖοι αὐτὸν οὐκ ἐδέξαντο. Διὸ τούτοις ἡ ἐπιγραφὴ οὐκ ἔστιν, οὐδὲ ὁ ἥλιος τῷ μὴ βλέποντι. "Οθεν τὸν κατὰ σάρκα τοῦ νόμου δρόμον, ὃν « ψευδή ἵππον » λέγει, καὶ πᾶσαν τὴν σωματώδη τῶν ἐντολῶν κατανόησιν (τοῦτο δ' ἂν εἴη ὁ γίγας), ἄχρηστον εἰς σωτηρίαν κρίνομεν· καθὼς διαβάλλει τὰ τοιαῦτα ὁ Ψαλμῳδὸς δι' αἰνίγματος λέγων· « Ψευδής ἵππος εἰς σωτηρίαν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. » Βλέποντες δὲ ἐπὶ τὸν ῥυόμενον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν διὰ τῆς οὐρανίας τροφῆς (καθώς φησιν ὁ Προφήτης, ὅτι • Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ»), φαμὲν ἐκεῖνο, ὅτι « Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, τῷ ἐξ οὐρανῶν ἡμᾶς ἐπιβλέψαντι. » Καὶ,ὅτι « Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. » Διὰ ταῦτα τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ τούτου ὁ Ἑβραῖος οὐ δέχεται. Πάλιν κατὰ τὸν αὐτὸν τρόπον ὁ τεσσαρακοστός τε καὶ δεύτερος τοῖς Ἑβραίοις ἐπιγραφὴν οὐκ ἔχει, δεικνῦντος, οἶμαι, τοῦ λόγου, ὅτι τὸ ἐν τῷ ψαλμῷ τούτῳ μυστήριον τοῖς Ἑβραῖζουσι κατὰ τὴν αἵρεσιν ἀπαράδεκτον ἦν. Εἰσελεύσεσθαι γὰρ εἰς τὸ θυσιαστήριον ἐπαγγέλλεται, νέος γενόμενος. Ἀλλὰ τῷ Ἑβραίῳ τοῦτο οὐκ ἔστιν. Οὐ γὰρ δέχεται τῷ μυστηρίῳ τῆς σωτηρίας διὰ τῆς ἄνωθεν γεννήσεως ἀνανεάσαι Ἐν δὲ τῷ ἑβδομηκοστῷ τῆς ἐκκλησιαστικῆς ἐκδόσεως ἐπιγραφὴν ἐχούσης, « Ὑπὲρ τῶν υἱῶν Ἰωναδὰμ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, » παρὰ τοῖς Ἑβραίοις τοῦτο σεσίγηται. Ἡ δὲ αἰτία σαφὴς ὅτι φανερωτέρας τῆς εἰς τὸν Κύριον προφητείας ἐν τούτοις οὔσης, ἡ ἀπιστία τῶν Ἰουδαίων κατηγορεῖται, ὡς δέξασθαι τὴν φανερὰν τοῦ μυστηρίου διδασκαλίαν μὴ δυνηθέντων. Ὥσπερ γὰρ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, ἢ οἱ τῷ πάθει τῆς ὑδροφόβης περιπεσόντες, οὔτε τῆς ἀκτῖνος οὗτοι τὴν προσβολὴν, οὔτε τοῦ ὕδατος ἐκεῖνοι τὴν ὄψιν τοῖς ὀφθαλμοῖς ὑποφέρουσιν ἀλλὰ μεμυκόσι τοῖς βλεφάροις, οἱ μὲν ἐμπαθεῖς τὰ ὄμματα τῆς ἀκτῖνος χωρίζονται, οἱ δὲ ὑδροφοβοῦντες τῆς τοῦ ὕδατος ὄψεως. Τὸν αὐτὸν τρόπον, καὶ ἡ τῶν Ἰουδαίων κακία διὰ τὸ μὴ θέλειν ὁμολογεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπαράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλήθειαν. "Ἔξεστι δὲ καὶ δι᾿ αὐτῆς τῆς ψαλμῳδίας ἐπιγνῶναι τὰ τῆς προφητείας αἰνίγματα. Λέγει γὰρ ἐν τῷ ἑβδομηκοστῷ, ἐν ᾧ « Περὶ τῶν πρώτων αἰχμαλωτισθέντων, ἐστὶν ἡ ἐπιγραφὴ, ὡς ἐκ προσώπου τοῦ αἰχμαλώτου ὁ λόγος, ἄλλα τέ τινα πρέποντα τῇ τοῦ ἱκέτου φωνῇ, καὶ ὅτι « Ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·· τούτοις τοῖς ὀνόμασι τὸν αἰχμαλωτίσαντα ἡμῶν τὴν ζωὴν ἐνδεικνύμενος Καὶ ἐν τοῖς ὑπολοίποις μετὰ πολλὰς τὰς παρακλητικὰς ἐκείνας φωνὰς, τὴν ἐκ τῆς αἰχμαλωσίας γενομένην ἐπάνοδον διασημαίνει τῷ λόγῳ· ἐν οἷς φησιν, ὅτι «Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μεγαλωσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. » Τοῦτο δὲ σαφέστερον ἐκ τῆς τοῦ μεγάλου Παύλου διδασκαλίας νοήσομεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάρει τῆς ἁμαρτίας καθελκυσθεὶς εἰς τὴν ἄβυσσον διὰ τοῦ κατελθόντος δι᾽ ἡμᾶς εἰς τὴν ἄβυσσον. Περὶ οὗ φησιν· « Μη εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. Η τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. • Ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν πάλιν καὶ ἐξῳκίσθη. Δι' ἀνθρώπου εἰσῆλθε, δι᾽ ἀνθρώπου καὶ ἐξοικίζεται. Ὁ πρῶτος ἄνθρωπος ἤνοιξε τῷ θανάτῳ τὴν εἴσοδον· διὰ τοῦ δευτέρου ἡ ζωὴ ἀντεισάγεται, ἧς ἡ εἴσοδος ἀφανισμὸν τοῦ θανάτου ἐργάζεται. Διὰ τοῦτο ἐν τῇ ἀβύσσῳ τοῦ θανάτου, κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου, κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην, ἐφ᾽ ᾧ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον. Ταῦτα γὰρ δι᾽ ἀκριβείας ἡ μεγάλη τοῦ Ἀποστόλου φωνὴ διεσάφησεν, ἄλλα τε πολλὰ περὶ τούτων εἰπὼν, φησὶ καὶ τοῦτο· « Ὥσπερ ἐν τῷ ᾿Ἀδὰμ πάντες ἀποθνήσκομεν· οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα » Διὰ τοῦτο τῆς ἐπιγραφῆς « Ὑπὲρ τῶν πρώτων αἰχμαλωτισθέντων • γίνεσθαι τὴν διὰ σαρκὸς οἰκονομίαν τοῦ Κυρίου βοώσης, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι, καὶ τὴν ἐπιγραφὴν οὐ προσίενται Οὕτως ἐν τῷ ἐννενηκοστῷ τὴν αὐτὴν εὑρήσεις αἰτίαν τοῦ μὴ παραδέχεσθαι τοὺς Ἑβραίους τὴν δηλωτικὴν τῆς τοῦ Χριστοῦ θεοφανείας ἐπιγραφήν. Ἡμῖν μὲν γὰρ ὁ μνημονευθεὶς ψαλμὸς, « Αἶνός ἐστιν ᾠδῆς.» Πᾶς γὰρ αἷνος εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει. Οἱ δὲ Ἑβραῖοι σιγῶσι τὸν αἶνον, καὶ τοῖς αἰνοῦσι τὸν Κύριον σιγᾶν ἐγκελεύονται. Κωλύειν γοῦν ἐπιχειροῦσιν ἐν τῷ ἱερῷ τοὺς παῖδας αἰνεῖν ἐπὶ ταῖς εὐποιίαις τὸν Κύριον, καθὼς στηλιτεύει αὐτῶν τὴν ἀγνωμοσύνην τὸ Εὐαγγέλιον. Αὐτὰ δὲ τοῦ αἵνου τῆς ᾠδῆς ταύτης τὰ ῥήματα, περιττὸν ἂν εἴη διὰ τῆς θεωρίας ἀποδεικνύειν, πρὸς τὸν Κύριον βλέποντα, γυμνότερον αὐτῆς τῆς λέξεως τῶν γεγραμμένων τὴν τοιαύτην ἐμφαινούσης διάνοιαν. Ὁ δὲ μετὰ τὸν πρῶτον καὶ ἐννενηκοστὸν, ἔχει τι πάλιν ἐν τῇ ἐπιγραφῇ φανερώτερον, οὗ χάριν φεύγει ὁ Ἰουδαΐζων τὴν τῆς ἐπιγραφῆς συγκατάθεσιν. Φησὶ γὰρ ἡ λέξις οὕτως· « Αἶνος ᾠδῆς τοῦ Δαυΐδ, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, ὅτε κατώκισται ἡ γῆ.» Τίς γὰρ οὐκ οἶδε τῶν παραδεδεγμένων τὸν περὶ τῆς εὐσεβείας λόγον, ὅτι τῇ ἡμέρᾳ τοῦ Σαββάτου, τὸ κατὰ τὸν θάνατον ἐνηργήθη μυστήριον, ἀκριβῶς κατὰ τὸν νόμον ἀκινήτου μείναντος ἐν τῷ μνήματι κοίτης ἐκείνου τοῦ σώματος; Καὶ τὴν ἡμέραν ἐκείνην, ὅτε κατῳκίσθη ἡ γῆ ὑπὸ τοῦ οἰκιστοῦ ἡμῶν, ὃς διὰ τὸ καταλῦσαι τὸν καθαιρέτην τῆς ἡμετέρας οἰκήσεως, πάλιν τὸ ἐρειπωθὲν ἐξ ὑπαρχῆς ᾠκοδόμησεν; Ὁ δὲ καθαιρέτης ἡμῶν ὁ θάνατος ἦν, ὃν τότε κατήργησεν, ὅτε ἡμῖν μὲν σαββατίζειν ἐδόκει, μένων ἐν ᾧ ἦν τόπῳ ἀκίνητος. Τὴν δὲ τοῦ θανάτου κατηγωνίζετο δύναμιν, ὁδοποιῶν δι᾽ ἑαυτοῦ τοῖς τεθνεῶσι πᾶσι τὴν ἐκ τοῦ θανάτου ἀνάστασιν. Ἀλλ᾿ οὐ δέχεται τὸ τοῦ Σαββάτου μυστήριον ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διὸ καὶ οὗτός ἐστιν ὁ αἶνος παρ᾿ αὐτοῖς ἀνεπίγραφος. Οὐ γὰρ συντίθεται ὅτι οὗτός ἐστιν ὁ Κύριος, ὁ καθ᾿ ἡμᾶς ἑαυτὸν σχηματίσας, καὶ τὴν ἡμετέραν αἰσχύνην περιβαλλόμενος ἐν τῇ τοῦ δούλου μορφῇ, πάλιν ἐβασίλευσε, καὶ τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἑαυτοῦ περιεβάλετο δύναμιν. Δύναμις δὲ καὶ εὐπρέπεια τοῦ Υἱοῦ ὁ Πατήρ. Οὗτος λυθεῖσαν δι᾽ ἁμαρτίας τὴν ἀνθρωπίνην φύσιν, πάλιν στεῤῥὰν ἀπειργάσατο· ὡς μηκέτι αὐτὴν πρὸς κακίαν ἀπωσθῆναι, μηδὲ τὸν ἐν ἁμαρτίᾳ δέξασθαι σάλον. Καὶ πολλὰ ἄλλα δι' αἰνιγμάτων ἀνευφημήσας τὴν χάριν, ποταμούς τινας μεγάλα ἠχοῦντας τῷ λόγῳ προστίθησι, τὰς τῶν Εὐαγγελίων, ὡς οἶμαι, λέγων φωνάς. Καὶ τί χρὴ τὰ καθ᾿ ἕκαστον διεξιέναι τῶν ἐν τῇ ψαλμῳδίᾳ γεγραμμένων, οὐδεμιᾶς οὔσης ἐν τοῖς θείοις ῥητοῖς ἀμφιβολίας τοῦ εἰς ἐκεῖνον βλέπειν τὴν ὑμνῳδίαν, τὸν ἀναβάντα Θεὸν ἐν ἀλαλαγμῷ, καὶ τὰ μαρτύρια αὐτοῦ διὰ τῆς ἀγαθῆς ὁμολογίας πιστώσαντα, καὶ τὸ ἁγίασμα τοῦ πνεύματος τῷ ἰδίῳ οἴκῳ τῆς Ἐκκλησίας ἐμπρέψαι παρασκευάσαντα; Ὡσαύτως καὶ τοῦ τρίτου μετὰ τὸν ἐννενηκοστὸν διὰ τὴν αὐτὴν αἰτίαν ὁ Ἑβραῖος τὴν ἐπιγραφὴν οὐ παραδέχεται· ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· • Τῷ Δαυΐδ, τετράδι Σαββάτων, ἀνεπίγραφος παρ' • Ἑβραίοις. » Τὸ δὲ ἐν τούτῳ μυστήριον, τὴν περὶ τὸ πάθος οἰκονομίαν προαγορεύει. Τῇ γὰρ πέμπτῃ τοῦ Σαββάτου τῆς προδοσίας παρὰ τοῦ Ἰούδα γεγενημένης ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ὁ πάντα τὸν κόσμον δι' ἑαυτοῦ λυτρούμενος, ὑπὸ τοῦ προδότου τρόπον τινὰ πωλεῖται· οὕτω γὰρ καὶ παρὰ τῆς προφητείας Ἱερεμίου τὸ γεγονὸς ὀνομάζεται·· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου. » Διὰ τοῦτο δὲ, οἶμαι, πωλεῖται, ἵνα τῇ ἑαυτοῦ πράσει τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους ἐξαγοράσῃ. Ὅθεν προϊδὼν ὁ Προφήτης τὸ ἐσόμενον, θυμῷ τινι πρὸς τὸ ὀνομάζων, καὶ ὑψωθῆναι τὸν δι᾽ ἡμᾶς ταπεινωθέντα παρακαλῶν, ἀποδοῦναι τοῖς ὑπερηφάνοις τὴν κατ᾿ ἀξίαν ἀντίδοσιν, ὡς ἂν μὴ ἐπικαυχοῖντο οἱ ἁμαρτωλοὶ τῇ κακίᾳ. Πρὸς οὓς βοᾷ, ἄφρονας αὐτοὺς καὶ μωροὺς ὀνομάζων, τοὺς μὴ παραδεξαμένους τὴν τοῦ ὀφθέντος θεότητα. Ἴδιον γάρ ἐστι τοῦ ἄφρονος, ὡς ἑτέρωθί φησι, τὸ τὸν ὄντα Θεὸν μὴ εἶναι λέγειν. Βοᾷ δὲ πρὸς τοὺς τοιούτους, ὅτι « Σύνετε, ἄφρονες ἐν τῷ λαῷ, καὶ, μωροὶ, ποτὲ φρονήσατε. » Τίς ὁ φυτεύσας τὸ οὖς; τίς ὁ πλάσας τὸν ὀφθαλμόν; τίς ὁ παιδεύων τὰ ἔθνη; τίς ὁ γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων; διὰ τούτων γὰρ οἶμαι πάντων τὸν Προφήτην τὰ κατὰ τὰς ἰάσεις μηνύειν θαύματα, δι' ὧν ὀφθαλμοί τε ἐπλάσσοντο διὰ τοῦ πτύσματος καὶ τῆς γῆς πηλουργούμενοι, καὶ ἀκοαὶ τρόπον τινὰ τοῖς ἐστερημένοις τῆς αἰσθήσεως ταύτης διὰ τῶν δακτύλων ἐνεφυτεύοντο. Καὶ ὅσα ἐν τῷ κρυπτῷ τῶν νοημάτων ἐλάνθανεν, παρὰ τοῦ βλέποντος τὰς ἐνθυμήσεις αὐτῶν διελέγετο. Ἐπειδὴ τούτοις ἐμβοῶν οὐκ ἠκούσθη, πρὸς τὸν Κύριον ἐπιστρέφει τὸν λόγον καί φησιν· « Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν·· ὡς τοῦ νόμου καθ' ἑαυτὸν ὠφελοῦντος οὐδὲν, εἰ μὴ τις θεία διδαχὴ τὸ ἐγκείμενον αὐτῷ μυστήριον σαφηνίσειε· καθὼς εἶπεν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι « Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. » Ἢ τάχα μακαρίζει τὸν ἐξ ἐθνῶν τῷ πνευματικῷ νόμῳ πιστεύοντα, ὃς ἄνθρωπος ὧν τὸν πρὸ τούτου χρόνον, σαρκώδης τε καὶ συμπαραβεβλημένος τοῖς κτήνεσιν, ἐν τῇ παιδεύσει τοῦ θείου νόμου, τῆς κατάρας εἰς εὐλογίαν ἀναλυθείσης, μακάριος γίνεται. Ὅτι αὐτῷ μὲν ἀπὸ τῶν ἡμερῶν τῶν πονηρῶν ἡ ὀργὴ πραΰνεται, ἐκείνου δὲ ὁ βόθρος ὀρύσσεται· εἶτα μικρὸν ὑποβὰς, τὸν σκοπὸν λέγει τῆς κατὰ τὸν ἄνθρωπον τοῦ Κυρίου οἰκονομίας. « Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχύ παρώκησε τῷ ᾅδῃ ἡ ψυχή μου. » Ἡ γὰρ βοήθεια τοῦ Κυρίου, οὐκ ἀφῆκεν ἡμᾶς τοῦ ᾅδου παροίκους εἶναι. Καὶ ὅτι κατὰ τὸ πλῆθος τῶν ἐκ τῆς ἁμαρτίας ὀδυνῶν, ἀντίῤῥοπος ἐγένετο ἡμῖν ἡ ἰατρεία παρὰ τοῦ ἰατρεύοντος· ἐν ᾧ τι καὶ μεῖζον φιλοσοφεῖ, τὸ μὴ ἐξ ἀϊδίου εἶναι τὸ κακὸν δογματίζων. Φησὶ γὰρ, ὅτι « Οὐ συμπροσέσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. • Τοῦτο δὲ ἐστιν, ὅτι Οὐ συνθεωρεῖταί σοι ἡ τῆς κακίας ἀρχή. Ἀρχὴ γὰρ ὁ θρόνος, ὁ τὴν ἁμαρτίαν κτίζων διὰ προστάγματος. Δι' ὧν τὸ μὴ ἐξ ἀϊδίου τὴν κακίαν εἶναι, μηδὲ εἰς ἀεὶ παραμένειν αὐτὴν ἐνεδείξατο. Ὁ γὰρ μὴ ἀεὶ ἦν, οὐδὲ εἰς ἀεὶ ἔσται. Καὶ τὸν τρόπον τῆς τοῦ κακοῦ ἀναιρέσεως διηγεῖται, ἐν τῇ τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου μιαιφονίᾳ, τὸν ἀφανισμὸν τῆς κακίας προαγορεύων. Λέγει γὰρ, ὅτι « Οὗτοι μὲν θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.» Τοῦτο δὲ ἐμοὶ σωτήριον γίνεται. Ὁ γὰρ καταδικασθεὶς τῷ θανάτῳ Κύριος, διὰ τούτου γίνεταί μοι καταφυγή. Καὶ οὗτος ὁ Θεὸς εἰς βοηθὸν ἐλπίδος τοῖς πεπιστευκόσι καθίσταται, ὃς ἀποδιδοὺς ἐν τῇ δικαίᾳ κρίσει τὸ κατ᾿ ἀξίαν ἑκάστῳ, ἀφανιεῖ τὴν πονηρίαν τῶν ἡμαρτηκότων, οὐχὶ τὴν φύσιν. Οὕτως εἰπὼν τῇ λέξει, «Ὅτι καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός·, σημαίνων διὰ τῶν εἰρημένων, ὅτι οἱ νῦν τῇ ἁμαρτίᾳ μεμορφωμένοι ἀφανισθήσονται. Τῆς γὰρ κακίας οὐκ οὔσης, οὐδὲ ὁ κατ᾿ αὐτὴν μεμορφωμένος ἔσται· ἀπολομένης οὖν τῆς κακίας, καὶ ἐν μηδενὶ τοῦ τοιούτου χαρακτῆρος ὑπολειφθέντος, πάντες κατὰ Χριστὸν μορφωθήσονται, καὶ μία πᾶσιν ἐξαστράψει μορφή, ἡ ἐξ ἀρχῆς ἐπιβληθεῖσα τῇ φύσει.
Leipetai de apo tōn anepigraphōn tēn aitian, hōs esti dynaton, katanoēsai. Ta de en tǭ merei toutǭ par᾿ hēmōn heuriskomena, en tę̄ dokimasią tōn entynchanontōn prokeisthō, ē dexasthai ta hēmetera, ē pros meizona theōrian prosagein autōn tēn dianoian. Tautēn toinyn tēn diaphoran en tois anepigraphois katenoēsamen. Tois men gar autōn ant' epigraphēs ē psalmǭdias ginetai epinoia, eph᾿ hōn koinon kai par' Hebraiois kai par᾿ hēmin, to mē einai allēn epigraphēn tōn hypokeimenōn, ei mē tautēn monēn tēn tois rhētois emphainomenēn dianoian. Tois de loipois epigraphai men eisin ekklēsiastikai te kai mystikai, kai tēs kata to mystērion hēmōn eusebeias sēmantikai, alla tois Hebraiois ouk eisi, kata tēn gegenēmenēn en tǭ Euangeliǭ kat᾿ autōn katēgorian, « Hoti dogma ethento, Ei tis homologēseie ton Christon, aposynagōgos genētai. » Hosas toinyn ekeinoi tōn epigraphōn katenoēsan, endeixin tina periechein tou mystēriou, tautas ou paredexanto. Dio kai paresēmēnato di' akribeias ep᾿ autōn to toiouton ho logos tę̄ anagnōsei tēs ekklēsiastikēs epigraphēs prostitheis hoti par' Hebraiois estin anepigraphos. Tēs toinyn diaireseōs tautēs en tois anepigraphois proektetheisēs, kairos an eiē di' autōn tōn rhētōn dounai tǭ logǭ tēn martyrian. Ho protetagmenos tōn holōn psalmos epigraphēs ouk edeēthē. Phaneros gar esti tois anaginōskousin ho tōn legomenōn skopos, hoti eisagōgikos pros philosophian estin, apostēnai tou kakou symbouleuōn, kai en tǭ agathǭ genesthai, kai homoiousthai tǭ Theǭ kata dynamin. All᾿ epeidē to mē dein asebein, en tę̄ archę̄ tou makarismou proetachthē, ho deuteros, hopōs an exō tēs asebeias genōmetha, hypotithetai to euangelikon proanaphōnēsas mystērion; hōste tropon tina epigraphēn tou deuterou psalmou ton prōton einai; legei gar tēn dia sarkos ekei genesin tou sēmeron men gennēthentos di' hēmas (chronou de meros esti to « sēmeron »), aei de ek tou Patros kai en tǭ Patri ontos Huiou kai Theou. Tēn te basileian epi tōn abasileutōn, hoi dia to mē douleuein Theǭ, en ethnesin ēsan kateilegmenoi; autonomoi tines ontes, mallon de anomoi, tǭ ton theion mē paradexasthai nomon, all᾽ aporrhipsai aph' heautōn ton zygon; zygon de legei tēn entolēn. Tēs de tou pantos hyperkeimenēs basileias, kai epi toutois elthousēs, hoi pote adespotoi, Theou klēronomia ginontai dia tēs eis ton sēmeron gennēthenta pisteōs; touton legō, ton katastanta basilea ep᾿ autōn; kai autoi gennēthentes kai basileis genomenoi. Eph᾿ hōn hē sidēra rhabdos, toutestin, hē atreptos dynamis perithrypsasa to gēïnon te kai ostrakinon, eis tēn akēraton physin metestoicheiōse, didaxas hoti monon esti makarion to ep᾿ autǭ pepoithenai. Tautēs de ousēs tou psalmou tēs dianoias, hēn exethemēn, exesti tǭ boulomenǭ di' autōn tōn theiōn rhēmatōn dokimasai tēn hēmeteran hypolēpsin, eiper epharmozei ta par' hēmōn eirēmena tę̄ theopneustǭ Graphę̄. Hoi de loipoi tōn anepigraphōn kata ton proapodothenta logon hēmin, tę̄ synagōgę̄ tōn Hebraiōn, ou tę̄ tou Theou Ekklēsią, toioutoi eisin. Epi pantōn gar estin heurein tina pantōs epigraphēn, hēn ho Hebraios ou dechetai dia ton tēs eusebeias logon, kai hēn hypo apistias ou paredexanto. Eisi de hoi toioutoi psalmoi, hōs en kephalaiǭ men eipein, ton arithmon dyo kai deka, hōs d΄ an kai akribesteron ta peri autōn ektetheiē, kai tēn taxin tēs akolouthias eph᾽ hekastǭ gnōrisōmen; ho deuteros kai triakostos, kai tessarakostos kai deuteros. Kai epi toutois ho hebdomēkostos, eita ho tritos met' auton, kai meta toutous ho ennenēkostos. Eita ho deuteros, kai kathexēs heōs tou hektou, kai palin ho ogdoos kai teleutaios en tois anepigraphois ho hekatostos te kai tritos. Hē men oun taxis tōn par' Hebraiois anepigraphōn psalmōn hautē. Tēn de aitian tou mē paradechthēnai par᾿ autōn tas epigraphas tautas, ouk allēn oimai tina para tēn eirēmenēn einai. Mallon d᾽ an hēmin ho peri toutōn logos eis apodeixin ēlthen ei di᾿ oligōn tinas tōn anepigraphōn psalmōn ex epidromēs theōrēsomen hōs an hē katēgoria tēs tōn Ioudaiōn agnōmosynēs di' autēs tēs tōn rhētōn theōrias to piston echoi. Epeidē tǭ ex ouranōn epi tēn gēn elthonti keleuei ho psalmos epagallesthai, legōn, « Agalliasthe, dikaioi en Kyriǭ, » hōs tou pantos epistatōn, kai ex ouk ontos to pan eis to einai paragagōn, kai syntērōn en tǭ einai ta panta; hou to prostagma ousia ginetai. Hautē gar tōn theiōn rhēmatōn hē ennoia, hoti « Autos eipe kai egennēthēsan; autos eneteilato kai ektisthēsan. • Houtos makarion poiei to ethnos to epi tǭ onomati autou stērizomenon, hēmas legōn to ethnos, hois hē elpis tēs sōtērias to onoma tou Christou estin, hǭ synonomazometha hoi pepisteukotes. « Hoti ex ouranou epeblepsen ho Kyrios, tou idein pantas huious tōn anthrōpōn, ek tou hetoimou katoikētēriou autou » Katoikētērion de autou hetoimon to aei hon, ton Patera ōnomasen, hou to einai aei estin, ouk ek tinos genomenon, alla pantote hetoimon; kai ou xenizometha, hoti ex ekeinou tou katoikētēriou tois tōn anthrōpōn huiois katamignytai, Huios anthrōpou genomenos, dia to pepeisthai, hoti autos estin « Ho plasas katamonas tas kardias hēmōn » Ei gar ekeinou plasma hē anthrōpinē physis, ti kainon ek tou mystēriou manthanomen? "Hoti ho Despotēs tēs physeōs eis ta idia ēlthen all' hoi Hebraioi auton ouk edexanto. Dio toutois hē epigraphē ouk estin, oude ho hēlios tǭ mē bleponti. "Othen ton kata sarka tou nomou dromon, hon « pseudē hippon » legei, kai pasan tēn sōmatōdē tōn entolōn katanoēsin (touto d' an eiē ho gigas), achrēston eis sōtērian krinomen; kathōs diaballei ta toiauta ho Psalmǭdos di' ainigmatos legōn; « Pseudēs hippos eis sōtērian, kai gigas ou sōthēsetai en plēthei ischyos autou. » Blepontes de epi ton rhyomenon ek thanatou tas psychas hēmōn dia tēs ouranias trophēs (kathōs phēsin ho Prophētēs, hoti • Ophthalmoi Kyriou epi tous phoboumenous auton, tous elpizontas epi to eleos autou, rhysasthai ek thanatou tas psychas autōn, kai diathrepsai autous en limǭ»), phamen ekeino, hoti « Hē psychē hēmōn hypomenei tǭ Kyriǭ, tǭ ex ouranōn hēmas epiblepsanti. » Kai,hoti « Genoito, Kyrie, to eleos sou eph' hēmas, kathaper ēlpisamen epi se. » Dia tauta tēn epigraphēn tou psalmou toutou ho Hebraios ou dechetai. Palin kata ton auton tropon ho tessarakostos te kai deuteros tois Hebraiois epigraphēn ouk echei, deiknyntos, oimai, tou logou, hoti to en tǭ psalmǭ toutǭ mystērion tois Hebraizousi kata tēn hairesin aparadekton ēn. Eiseleusesthai gar eis to thysiastērion epangelletai, neos genomenos. Alla tǭ Hebraiǭ touto ouk estin. Ou gar dechetai tǭ mystēriǭ tēs sōtērias dia tēs anōthen gennēseōs ananeasai En de tǭ hebdomēkostǭ tēs ekklēsiastikēs ekdoseōs epigraphēn echousēs, « Hyper tōn huiōn Iōnadam, kai tōn prōtōn aichmalōtisthentōn, » para tois Hebraiois touto sesigētai. Hē de aitia saphēs hoti phanerōteras tēs eis ton Kyrion prophēteias en toutois ousēs, hē apistia tōn Ioudaiōn katēgoreitai, hōs dexasthai tēn phaneran tou mystēriou didaskalian mē dynēthentōn. Hōsper gar hoi tous ophthalmous nosountes, ē hoi tǭ pathei tēs hydrophobēs peripesontes, oute tēs aktinos houtoi tēn prosbolēn, oute tou hydatos ekeinoi tēn opsin tois ophthalmois hypopherousin alla memykosi tois blepharois, hoi men empatheis ta ommata tēs aktinos chōrizontai, hoi de hydrophobountes tēs tou hydatos opseōs. Ton auton tropon, kai hē tōn Ioudaiōn kakia dia to mē thelein homologein tēn doxan tou theiou kērygmatos, aparadekton poiei dia tēs siōpēs tēn alētheian. "Exesti de kai di᾿ autēs tēs psalmǭdias epignōnai ta tēs prophēteias ainigmata. Legei gar en tǭ hebdomēkostǭ, en hǭ « Peri tōn prōtōn aichmalōtisthentōn, estin hē epigraphē, hōs ek prosōpou tou aichmalōtou ho logos, alla te tina preponta tę̄ tou hiketou phōnę̄, kai hoti « Rhysai me ek cheiros hamartōlou, ek cheiros paranomountos kai adikountos;; toutois tois onomasi ton aichmalōtisanta hēmōn tēn zōēn endeiknymenos Kai en tois hypoloipois meta pollas tas paraklētikas ekeinas phōnas, tēn ek tēs aichmalōsias genomenēn epanodon diasēmainei tǭ logǭ; en hois phēsin, hoti «Hosas edeixas moi thlipseis pollas kai kakas, kai epistrepsas ezōopoiēsas me, kai ek tōn abyssōn tēs gēs palin anēgages me, epleonasas ep᾿ eme tēn megalōsynēn sou, kai epistrepsas parekalesas me. » Touto de saphesteron ek tēs tou megalou Paulou didaskalias noēsomen, pōs ek tōn abyssōn anagetai ho tǭ barei tēs hamartias kathelkystheis eis tēn abysson dia tou katelthontos di᾽ hēmas eis tēn abysson. Peri hou phēsin; « Mē eipę̄s en tę̄ kardią sou, Tis anabēsetai eis ton ouranon? toutesti Christon katagagein. Ē tis katabēsetai eis tēn abysson? Toutesti, Christon ek nekrōn anagagein. • Hothen gar eisēlthen eis ton kosmon ho thanatos, ekeithen palin kai exǭkisthē. Di' anthrōpou eisēlthe, di᾽ anthrōpou kai exoikizetai. Ho prōtos anthrōpos ēnoixe tǭ thanatǭ tēn eisodon; dia tou deuterou hē zōē anteisagetai, hēs hē eisodos aphanismon tou thanatou ergazetai. Dia touto en tę̄ abyssǭ tou thanatou, katechomenou tou aichmalōtou hypo tou thanatou, katebē dia tou pathous eis tēn abysson tautēn, eph᾽ hǭ te synagagein heautǭ palin epi ta anō ton bythion. Tauta gar di᾽ akribeias hē megalē tou Apostolou phōnē diesaphēsen, alla te polla peri toutōn eipōn, phēsi kai touto; « Hōsper en tǭ ᾿Adam pantes apothnēskomen; houtōs en tǭ Christǭ pantes zōopoiēthēsometha » Dia touto tēs epigraphēs « Hyper tōn prōtōn aichmalōtisthentōn • ginesthai tēn dia sarkos oikonomian tou Kyriou boōsēs, byousi tēn akoēn Hebraioi, kai tēn epigraphēn ou prosientai Houtōs en tǭ ennenēkostǭ tēn autēn heurēseis aitian tou mē paradechesthai tous Hebraious tēn dēlōtikēn tēs tou Christou theophaneias epigraphēn. Hēmin men gar ho mnēmoneutheis psalmos, « Ainos estin ǭdēs.» Pas gar hainos eis Theon tēn anaphoran echei. Hoi de Hebraioi sigōsi ton ainon, kai tois ainousi ton Kyrion sigan enkeleuontai. Kōlyein goun epicheirousin en tǭ hierǭ tous paidas ainein epi tais eupoiiais ton Kyrion, kathōs stēliteuei autōn tēn agnōmosynēn to Euangelion. Auta de tou hainou tēs ǭdēs tautēs ta rhēmata, peritton an eiē dia tēs theōrias apodeiknyein, pros ton Kyrion bleponta, gymnoteron autēs tēs lexeōs tōn gegrammenōn tēn toiautēn emphainousēs dianoian. Ho de meta ton prōton kai ennenēkoston, echei ti palin en tę̄ epigraphę̄ phanerōteron, hou charin pheugei ho Ioudaïzōn tēn tēs epigraphēs synkatathesin. Phēsi gar hē lexis houtōs; « Ainos ǭdēs tou Dauïd, eis tēn hēmeran tou Sabbatou, hote katōkistai hē gē.» Tis gar ouk oide tōn paradedegmenōn ton peri tēs eusebeias logon, hoti tę̄ hēmerą tou Sabbatou, to kata ton thanaton enērgēthē mystērion, akribōs kata ton nomon akinētou meinantos en tǭ mnēmati koitēs ekeinou tou sōmatos? Kai tēn hēmeran ekeinēn, hote katǭkisthē hē gē hypo tou oikistou hēmōn, hos dia to katalysai ton kathairetēn tēs hēmeteras oikēseōs, palin to ereipōthen ex hyparchēs ǭkodomēsen? Ho de kathairetēs hēmōn ho thanatos ēn, hon tote katērgēsen, hote hēmin men sabbatizein edokei, menōn en hǭ ēn topǭ akinētos. Tēn de tou thanatou katēgōnizeto dynamin, hodopoiōn di᾽ heautou tois tethneōsi pasi tēn ek tou thanatou anastasin. All᾿ ou dechetai to tou Sabbatou mystērion ho echthros tou staurou tou Christou. Dio kai houtos estin ho ainos par᾿ autois anepigraphos. Ou gar syntithetai hoti houtos estin ho Kyrios, ho kath᾿ hēmas heauton schēmatisas, kai tēn hēmeteran aischynēn periballomenos en tę̄ tou doulou morphę̄, palin ebasileuse, kai tēn idian euprepeian enedysato, kai tēn heautou periebaleto dynamin. Dynamis de kai euprepeia tou Huiou ho Patēr. Houtos lytheisan di᾽ hamartias tēn anthrōpinēn physin, palin sterrhan apeirgasato; hōs mēketi autēn pros kakian apōsthēnai, mēde ton en hamartią dexasthai salon. Kai polla alla di' ainigmatōn aneuphēmēsas tēn charin, potamous tinas megala ēchountas tǭ logǭ prostithēsi, tas tōn Euangeliōn, hōs oimai, legōn phōnas. Kai ti chrē ta kath᾿ hekaston diexienai tōn en tę̄ psalmǭdią gegrammenōn, oudemias ousēs en tois theiois rhētois amphibolias tou eis ekeinon blepein tēn hymnǭdian, ton anabanta Theon en alalagmǭ, kai ta martyria autou dia tēs agathēs homologias pistōsanta, kai to hagiasma tou pneumatos tǭ idiǭ oikǭ tēs Ekklēsias emprepsai paraskeuasanta? Hōsautōs kai tou tritou meta ton ennenēkoston dia tēn autēn aitian ho Hebraios tēn epigraphēn ou paradechetai; echei de hē lexis tēs epigraphēs houtōs; • Tǭ Dauïd, tetradi Sabbatōn, anepigraphos par' • Hebraiois. » To de en toutǭ mystērion, tēn peri to pathos oikonomian proagoreuei. Tę̄ gar pemptę̄ tou Sabbatou tēs prodosias para tou Iouda gegenēmenēs en tę̄ pro tautēs hēmerą ho panta ton kosmon di' heautou lytroumenos, hypo tou prodotou tropon tina pōleitai; houtō gar kai para tēs prophēteias Hieremiou to gegonos onomazetai;; Kai elabon ta triakonta argyria tēn timēn tou tetimēmenou. » Dia touto de, oimai, pōleitai, hina tę̄ heautou prasei tous hypo tēs hamartias pepramenous exagorasę̄. Hothen proïdōn ho Prophētēs to esomenon, thymǭ tini pros to onomazōn, kai hypsōthēnai ton di᾽ hēmas tapeinōthenta parakalōn, apodounai tois hyperēphanois tēn kat᾿ axian antidosin, hōs an mē epikauchointo hoi hamartōloi tę̄ kakią. Pros hous boą, aphronas autous kai mōrous onomazōn, tous mē paradexamenous tēn tou ophthentos theotēta. Idion gar esti tou aphronos, hōs heterōthi phēsi, to ton onta Theon mē einai legein. Boą de pros tous toioutous, hoti « Synete, aphrones en tǭ laǭ, kai, mōroi, pote phronēsate. » Tis ho phyteusas to ous? tis ho plasas ton ophthalmon? tis ho paideuōn ta ethnē? tis ho ginōskōn tous dialogismous tōn anthrōpōn? dia toutōn gar oimai pantōn ton Prophētēn ta kata tas iaseis mēnyein thaumata, di' hōn ophthalmoi te eplassonto dia tou ptysmatos kai tēs gēs pēlourgoumenoi, kai akoai tropon tina tois esterēmenois tēs aisthēseōs tautēs dia tōn daktylōn enephyteuonto. Kai hosa en tǭ kryptǭ tōn noēmatōn elanthanen, para tou blepontos tas enthymēseis autōn dielegeto. Epeidē toutois emboōn ouk ēkousthē, pros ton Kyrion epistrephei ton logon kai phēsin; « Makarios anthrōpos, hon an paideusę̄s, Kyrie, kai ek tou nomou sou didaxę̄s auton;; hōs tou nomou kath' heauton ōphelountos ouden, ei mē tis theia didachē to enkeimenon autǭ mystērion saphēniseie; kathōs eipen ho autos houtos prophētēs, hoti « Apokalypson tous ophthalmous mou, kai katanoēsō ta thaumasia ek tou nomou sou. » Ē tacha makarizei ton ex ethnōn tǭ pneumatikǭ nomǭ pisteuonta, hos anthrōpos hōn ton pro toutou chronon, sarkōdēs te kai symparabeblēmenos tois ktēnesin, en tę̄ paideusei tou theiou nomou, tēs kataras eis eulogian analytheisēs, makarios ginetai. Hoti autǭ men apo tōn hēmerōn tōn ponērōn hē orgē praÿnetai, ekeinou de ho bothros oryssetai; eita mikron hypobas, ton skopon legei tēs kata ton anthrōpon tou Kyriou oikonomias. « Ei mē hoti Kyrios eboēthēse moi, para brachy parōkēse tǭ hądę̄ hē psychē mou. » Hē gar boētheia tou Kyriou, ouk aphēken hēmas tou hądou paroikous einai. Kai hoti kata to plēthos tōn ek tēs hamartias odynōn, antirrhopos egeneto hēmin hē iatreia para tou iatreuontos; en hǭ ti kai meizon philosophei, to mē ex aïdiou einai to kakon dogmatizōn. Phēsi gar, hoti « Ou symprosestai soi thronos anomias, ho plassōn kopon epi prostagma. • Touto de estin, hoti Ou syntheōreitai soi hē tēs kakias archē. Archē gar ho thronos, ho tēn hamartian ktizōn dia prostagmatos. Di' hōn to mē ex aïdiou tēn kakian einai, mēde eis aei paramenein autēn enedeixato. Ho gar mē aei ēn, oude eis aei estai. Kai ton tropon tēs tou kakou anaireseōs diēgeitai, en tę̄ tōn Ioudaiōn kata tou Kyriou miaiphonią, ton aphanismon tēs kakias proagoreuōn. Legei gar, hoti « Houtoi men thēreuousin epi psychēn dikaiou, kai haima athōon katadikasontai.» Touto de emoi sōtērion ginetai. Ho gar katadikastheis tǭ thanatǭ Kyrios, dia toutou ginetai moi kataphygē. Kai houtos ho Theos eis boēthon elpidos tois pepisteukosi kathistatai, hos apodidous en tę̄ dikaią krisei to kat᾿ axian hekastǭ, aphaniei tēn ponērian tōn hēmartēkotōn, ouchi tēn physin. Houtōs eipōn tę̄ lexei, «Hoti kai apodōsei autois Kyrios tēn anomian autōn, kai kata tēn ponērian autōn aphaniei autous Kyrios ho Theos;, sēmainōn dia tōn eirēmenōn, hoti hoi nyn tę̄ hamartią memorphōmenoi aphanisthēsontai. Tēs gar kakias ouk ousēs, oude ho kat᾿ autēn memorphōmenos estai; apolomenēs oun tēs kakias, kai en mēdeni tou toioutou charaktēros hypoleiphthentos, pantes kata Christon morphōthēsontai, kai mia pasin exastrapsei morphē, hē ex archēs epiblētheisa tę̄ physei.
It remains to understand, as far as possible, the reason for the psalms without inscription. Let what we find on this point be set before the judgment of readers, either to accept our views or to lead their minds to a greater contemplation. This, then, is the difference we have perceived among those without inscription. For some of them the thought of the psalm takes the place of an inscription; in these it is common to the Hebrews and to us that there is no other inscription of their contents than the meaning that appears in the words alone. The others have inscriptions that are ecclesiastical and mystical and indicate our piety according to the mystery, but the Hebrews do not have them, according to the charge made against them in the Gospel, “that they made a decree that if anyone confessed the Christ he should be put out of the synagogue.” Whatever inscriptions, then, they perceived to contain some indication of the mystery, these they did not accept. Therefore the text has carefully noted this in their case, adding to the reading of the ecclesiastical inscription that among the Hebrews it is without inscription. This division among those without inscription having been set out beforehand, it would be time to give the account its testimony from the words themselves. The psalm placed before all the others needed no inscription. For the aim of what is said is plain to readers: it is an introduction to philosophy, counselling us to depart from evil, to come to be in the good, and to be made like God as far as possible. But since not being ungodly was placed first at the beginning of the beatitude, the second psalm proposes how we may come to be outside ungodliness, proclaiming beforehand the gospel mystery; so that in a way the first is the inscription of the second psalm. For it speaks there of the birth through flesh of him who was born “today” for our sake (and “today” is a part of time), but who is always from the Father and in the Father, Son and God; and of the kingship over those without a king, who, through not serving God, were counted among the nations, being a kind of law unto themselves, or rather lawless, in not accepting the divine law but casting off the yoke from themselves; and by yoke he means the commandment. But when the kingship that is above all came upon them too, those who were once without a master become God's inheritance through faith in him who was born “today” — I mean him who was established as king over them; and they themselves, being born, become kings too. Over them the iron rod, that is, the unchangeable power, having broken in pieces what is earthy and of clay, transformed them into the pure nature, teaching that the only blessed thing is to trust in him. Since this is the meaning of the psalm, which I have set out, anyone who wishes may test our supposition by the divine words themselves, whether what we have said fits the inspired scripture. The rest of those without inscription are, according to the account given before, such for the synagogue of the Hebrews, not for the church of God. For in all of them one can find some inscription which the Hebrew does not accept because of the word of piety, and which they did not accept through unbelief. These psalms are, to say it in summary, twelve in number; and so that what concerns them may be set out more precisely and we may make known the order of each in the sequence: the thirty-second and the forty-second; and besides these the seventieth, then the third after it, and after these the ninetieth; then the ninety-second and so on in order to the ninety-sixth, and again the ninety-eighth, and last among those without inscription the hundred and third. This, then, is the order of the psalms without inscription among the Hebrews; and the reason why they did not accept these inscriptions I think is no other than the one stated. The account of them would come rather to proof if we briefly contemplated some of the psalms without inscription in passing, so that the charge of the Jews' ingratitude may gain credibility from the very contemplation of the words. Since the psalm bids us exult in him who came from heaven to earth, saying, “Rejoice, you righteous, in the Lord,” as the one who presides over the universe, who brought the universe from non-being into being and preserves all things in being, whose command becomes substance — for this is the sense of the divine words, “He spoke and they were born; he commanded and they were created” — he makes blessed the nation established on his name, calling us the nation, for whom the hope of salvation is the name of Christ, after whom we who have believed are named. “For the Lord looked down from heaven to see all the sons of men, from his prepared dwelling.” He named as his prepared dwelling him who always is, the Father, whose being is eternal, not having come from anything but always ready; and we are not astonished that from that dwelling he mingles with the sons of men, becoming Son of Man, because we are persuaded that he is “the one who fashioned our hearts one by one.” For if human nature is his creature, what new thing do we learn from the mystery? That the Master of nature came to his own, but the Hebrews did not receive him. Therefore for them the inscription does not exist, as the sun does not for one who does not see. Hence we judge useless for salvation the fleshly course of the law, which he calls a “false horse,” and every bodily understanding of the commandments (this would be the giant), as the psalmist censures such things in an enigma, saying: “A horse is false for salvation, and a giant will not be saved by the abundance of his strength.” But looking to him who rescues our souls from death through the heavenly food (as the prophet says: “The eyes of the Lord are on those who fear him, those who hope in his mercy, to rescue their souls from death and to nourish them in famine”), we say: “Our soul will wait for the Lord,” who looked upon us from heaven; and: “Let your mercy, Lord, be upon us, as we have hoped in you.” For these reasons the Hebrew does not accept the inscription of this psalm. Again in the same way the forty-second has no inscription among the Hebrews, the text showing, I think, that the mystery in this psalm was unacceptable to those who are Hebrews by sect. For he promises to go in to the altar, having become young. But this is not for the Hebrew; for he does not accept being made young again by the mystery of salvation through birth from above. In the seventieth, which in the ecclesiastical edition has the inscription “For the sons of Jonadab and the first who were taken captive,” this is passed over in silence among the Hebrews. The cause is clear: since the prophecy concerning the Lord is plainer in these words, the unbelief of the Jews is accused, as they could not receive the plain teaching of the mystery. For as those with diseased eyes, or those who have fallen into the disease of hydrophobia, cannot bear, the former the stroke of the ray, the latter the sight of water, but with closed eyelids those sick in the eyes shut out the ray, and the hydrophobic the sight of water, in the same way the wickedness of the Jews, through unwillingness to confess the glory of the divine proclamation, makes the truth unacceptable through silence. One may recognize the enigmas of the prophecy through the psalmody itself. For in the seventieth, whose inscription is “Concerning the first who were taken captive,” the speech is as from the person of the captive, saying other things fitting the voice of a suppliant and: “Rescue me from the hand of the sinner, from the hand of the lawbreaker and the wrongdoer” — by these names indicating him who took our life captive. And in the rest, after many of those pleading words, he signifies the return from captivity, where he says: “How many afflictions, many and evil, you showed me; and you turned and made me alive, and brought me up again from the depths of the earth; you increased your greatness upon me, and turned and comforted me.” We shall understand this more clearly from the teaching of the great Paul: how he who was dragged down to the abyss by the weight of sin is brought up from the abyss through him who went down into the abyss for us. Of him he says: “Do not say in your heart, ‘Who will ascend into heaven?’ — that is, to bring Christ down; or ‘Who will descend into the abyss?’ — that is, to bring Christ up from the dead.” For from where death entered into the world, from there it was also driven out. It entered through a man; through a man it is driven out. The first man opened the entrance to death; through the second, life is brought in instead, whose entrance works the destruction of death. For this reason, since the captive was held by death in the abyss of death, he went down through the passion into this abyss, in order to gather to himself again upward the one in the depths. For the great voice of the apostle made this clear precisely, and after saying many other things about these matters says this too: “As in Adam we all die, so in Christ we shall all be made alive.” Since the inscription, then, “For the first who were taken captive,” cries out that the Lord's dispensation through flesh took place, the Hebrews stop their ears and do not admit the inscription. So in the ninetieth you will find the same reason why the Hebrews do not accept the inscription that shows the theophany of Christ. For to us the psalm mentioned is a “praise of an ode”; for all praise refers to God. But the Hebrews keep silent the praise and bid those who praise the Lord be silent. At any rate they try to prevent the children in the temple from praising the Lord for his benefits, as the Gospel publicly exposes their ingratitude. As for the very words of the praise of this ode, it would be superfluous to show by contemplation that they look to the Lord, since the very wording of what is written displays such a meaning quite openly. The psalm after the ninety-first again has something plainer in its inscription, for whose sake he who Judaizes avoids assenting to the inscription. For the wording runs thus: “Praise of an ode, of David, for the day of the sabbath, when the earth was settled.” For who among those who have received the word of piety does not know that on the day of the sabbath the mystery of death was performed, that body remaining motionless in its bed in the tomb exactly according to the law? And that this was the day when the earth was settled by our founder, who, by destroying the destroyer of our dwelling, built again from the beginning what had fallen into ruin? Our destroyer was death, which he then abolished, when to us he seemed to keep sabbath, remaining motionless in the place where he was, while he was overpowering the power of death, making through himself a road for all the dead to the resurrection from death. But the enemy of the cross of Christ does not accept the mystery of the sabbath; therefore this praise too is without inscription among them. For he does not agree that this is the Lord who, having fashioned himself like us and put on our shame in the form of a servant, reigned again, and clothed himself with his own majesty and put on his own power. And the power and majesty of the Son is the Father. He made firm again the human nature that had been loosened by sin, so that it may no longer be thrust toward vice nor receive the tossing that is in sin. And having praised the grace in many other enigmas, he adds certain rivers resounding greatly, meaning, I think, the voices of the Gospels. And why go through each of the things written in the psalm, since there is no doubt in the divine words that the hymnody looks to him, the God who went up with a shout, who confirmed his testimonies through the good confession and prepared the holiness of the Spirit to adorn his own house, the church? Likewise the Hebrew does not accept the inscription of the third after the ninetieth for the same reason. The wording of the inscription runs thus: “Of David, on the fourth day of the week; without inscription among the Hebrews.” The mystery in it foretells the dispensation of the passion. For since the betrayal by Judas took place on the fifth day of the week, on the day before this he who redeems the whole world through himself is in a way sold by the traitor; for so the event is named by the prophecy of Jeremiah: “And they took the thirty pieces of silver, the price of him who was priced.” For this reason, I think, he is sold, that by his own sale he might buy back those who had been sold under sin. Hence the prophet, foreseeing what would be, moved by a certain anger at … naming …, and calling upon him who was humbled for us to be exalted and to render to the proud the requital they deserve, so that sinners may not boast in vice. To them he cries out, calling them senseless and fools, those who did not accept the divinity of him who was seen. For it is proper to the senseless, as he says elsewhere, to say that the God who is does not exist. And he cries out to such people: “Understand, you senseless among the people; and you fools, be wise at last. He who planted the ear, he who fashioned the eye, he who instructs the nations, he who knows the reasonings of men.” By all these I think the prophet indicates the wonders of healing, through which eyes were fashioned with spittle and earth made into clay, and hearing was in a way planted by the fingers in those deprived of this sense; and whatever lay hidden in the secret of their thoughts was told by him who saw their reflections. Since, crying out to these, he was not heard, he turns his speech to the Lord and says: “Blessed is the man whom you instruct, Lord, and teach out of your law” — as the law by itself profits nothing unless some divine teaching makes clear the mystery lying in it; as this same prophet said: “Unveil my eyes, and I shall perceive the wonders out of your law.” Or perhaps he calls blessed the one from the nations who believes in the spiritual law, who, being a man who in the time before was fleshly and compared with the beasts, becomes blessed in the instruction of the divine law, the curse being undone into blessing. For to him anger is softened from the evil days, while for the other the pit is dug. Then, going down a little, he states the aim of the Lord's dispensation as man: “If the Lord had not helped me, my soul would almost have dwelt in Hades.” For the Lord's help did not let us be dwellers in Hades. And he says that according to the multitude of pains from sin, the healing from the healer became for us a counterweight. In this he also philosophizes something greater, teaching that evil is not from eternity. For he says: “The throne of lawlessness will not be with you, which fashions toil upon a command.” That is: the beginning of vice is not seen together with you. For the throne is the beginning, which creates sin by command. By these words he showed that vice is not from eternity and does not remain forever; for what was not always will not be forever either. And he recounts the manner of the destruction of evil, foretelling the destruction of vice in the Jews' bloodguilt against the Lord. For he says: “These hunt after the soul of the righteous and will condemn innocent blood.” But this becomes saving for me. For the Lord, condemned to death, through this becomes my refuge. And this God is established as the helper of hope for those who have believed, who, rendering to each what he deserves in just judgment, will destroy the wickedness of those who have sinned, not their nature. So he says in these words: “And the Lord will render to them their lawlessness, and according to their wickedness the Lord God will destroy them,” signifying by what is said that those now formed by sin will be destroyed. For when vice does not exist, neither will he who is formed according to it; when vice, then, has perished, and nothing of such a stamp is left in anyone, all will be formed according to Christ, and one form will shine forth on all, the one that was set upon nature from the beginning.
Textual problem in this passage: see the notes.
Ps 2:7 (allusion, high confidence) · Ps 2:3 (allusion, high confidence) · Ps 2:8–9 (allusion, high confidence) · Ps 2:12 (allusion, medium confidence) · John 9:22 (quotation, high confidence) · Ps 33:1 (32:1 LXX) (quotation, high confidence) · Ps 33:9 (32:9 LXX) (quotation, high confidence) · Ps 33:12–15 (32:12-Ps LXX) (quotation, high confidence) · Ps 33:17–20 (32:17-Ps LXX) (quotation, high confidence) · Ps 33:22 (32:22 LXX) (quotation, high confidence) · John 1:11 (allusion, high confidence) · Ps 43:4 (42:4 LXX) (allusion, high confidence) · John 3:3 (allusion, medium confidence) · Ps 71:4 (70:4 LXX) (quotation, high confidence) · Ps 71:20–21 (70:20-Ps LXX) (quotation, high confidence) · Rom 10:6–7 (quotation, high confidence) · Rom 5:12 (allusion, medium confidence) · 1 Cor 15:21–22 (quotation, high confidence) · Ps 91 (90 LXX) (allusion, medium confidence) · Matt 21:15–16 (allusion, high confidence) · Ps 93:1–5 (92:1-Ps LXX) (allusion, high confidence) · Phil 2:7 (allusion, high confidence) · Phil 3:18 (allusion, high confidence) · Ps 47:5 (46:6 LXX) (allusion, medium confidence) · Ps 94:1–23 (93:1-Ps LXX) (quotation, high confidence) · Matt 27:9 (quotation, high confidence) · Zech 11:13 (allusion, medium confidence) · Ps 53:1 (52:2 LXX) (allusion, high confidence) · Mark 7:33 (allusion, medium confidence) · John 9:6 (allusion, high confidence) · Ps 119:18 (118:18 LXX) (quotation, high confidence)
Notes and citation
Summary: Gregory explains why twelve psalms bear inscriptions in the church's Greek Bible but not in the Hebrew, arguing that the Jews rejected titles pointing to Christ, and expounds Psalms 2, 33, 43, 71, 91, 93, and 94 christologically.
- Psalm numbers in the text are the Septuagint's: the twelve are LXX 32, 42, 70, 73, 90, 92–96, 98, 103 (English 33, 43, 71, 74, 91, 93–97, 99, 104). Gregory's charge that the Hebrews dropped these titles out of unbelief is his own polemical explanation, translated as written; the titles are in fact absent from the Hebrew text. Expounded: Ps 1; Ps 2:3, 6–9, 12; Ps 33:1, 9, 12–15, 17–20, 22; Ps 43:4; Ps 71:4, 20–21; Ps 91; Ps 93 (and Ps 47:5, “went up with a shout”); Ps 94:1–23, with a lacuna in the scan after “moved by a certain anger at” (probably the title “God of vengeance”, 94:1), marked “…”. Other references: John 9:22; John 1:11; John 3:3; Rom 10:6–7; Rom 5:12; 1 Cor 15:21–22; Matt 21:15–16; Phil 2:7; Phil 3:18; Matt 27:9 (Zech 11:13, cited as Jeremiah, as in Matthew); Mark 7:33; John 9:6; Ps 53:1 (52:2 LXX); Ps 119:18 (118:18 LXX). The closing lines (wickedness destroyed, not nature; all formed according to Christ) belong to Gregory's teaching on the final restoration and are translated as written. Leaked catchwords (Κληρονόμοι) are removed.
Notes on the original text
- Digital text corrected (Migne's marginal column letter; OCR accent slip; OCR accent slips; OCR breathing slip; OCR slip; OCR slip and split word; OCR slips; article read as a digit; hyphenated word and stray mark; hyphenated word with leaked letters; leaked catchword; quotation mark misread; quotation mark misread and accent; quotation mark read as a letter; stray letter and mark; stray mark; word split in the OCR; words run together in the OCR): μόνὴν → μόνην; Ενδειξίν → ἔνδειξίν; ὁμοιοῦσθαὶ → ὁμοιοῦσθαι; ἐπι· γραφὴν τοῦ δευτέρου → ἐπιγραφὴν τοῦ δευτέρου; εἶναὶ· → εἶναι·; μέρὸς → μέρος; « σήμερον ⅰ) → « σήμερον »); Γραφῇ Οἱ δὲ λοιπὸὶ → Γραφῇ. Οἱ δὲ λοιποὶ; ἐπιγραφήν, Κληρονόμοι, ει ἣν → ἐπιγραφήν, ἣν; οἷμαί τινὰ → οἶμαί τινα; ᾿ἐπειδὴ → Ἐπειδὴ; ἐγεννήθησαν ᾿ αὐτὸς → ἐγεννήθησαν· αὐτὸς; στηριζόμε- & νον → στηριζόμενον; φησινό Προφήτης → φησιν ὁ Προφήτης; ὁ «τεσσαρακοστός → ὁ τεσσαρακοστός; ἐπι· γραφὴν οὐκ ἔχει → ἐπιγραφὴν οὐκ ἔχει; προ- ( φητείας → προφητείας; μυστη-" ρίου → μυστηρίου; ἐζωοποίησά; με, και ἐκ → ἐζωοποίησάς με, καὶ ἐκ; ἀνήγαγές με, Α ἐπλεόνασας → ἀνήγαγές με, ἐπλεόνασας; ἄλλὰ τε → ἄλλα τε; τοῦτον ( Ὥσπερ → τοῦτο· « Ὥσπερ; πάντὲς → πάντες; βσώσης → βοώσης; ἐὑρήσεις → εὑρήσεις; γὰρὁ μνημονευθεὶς → γὰρ ὁ μνημονευθεὶς; « Αἶνός ὁ ἐστιν « ᾠδῆς.» → « Αἶνός ἐστιν ᾠδῆς.»; ἀἰνοῦσι → αἰνοῦσι; ἐπισ χειροῦσιν → ἐπιχειροῦσιν; πρῶτὸν → πρῶτον; Φηεἰν → Φησὶ; ἡ γῆ., Τις → ἡ γῆ.» Τίς; ᾤκοδόμησὲν → ᾠκοδόμησεν; Κύριος, 8 καθ᾿ → Κύριος, ὁ καθ᾿; περιβαλλόμε νος → περιβαλλόμενος; ἀν θρωπίνην → ἀνθρωπίνην; ποτα μούς → ποταμούς; οἱ κονομίαν → οἰκονομίαν; Σαββά του → Σαββάτου; ἑαυτοῦ] → ἑαυτοῦ; πωλείται → πωλεῖται; Ἰε ρεμίου → Ἱερεμίου; ἑτέρωθίφησι → ἑτέρωθί φησι; ὅτι ο Σύνετε → ὅτι « Σύνετε; διαλογὶσμοὺς → διαλογισμοὺς; ἐνθυμήσεὶς → ἐνθυμήσεις; προφήτῆς → προφήτης; θαυμάσιὰ → θαυμάσια; συμπροσἐσταί → συμπροσέσταί; αὐ- Τε, τοῖς Κύριος → αὐτοῖς Κύριος.
Topics: Christology, Eschatology, Scripture and canon
Cite (SBL): Gregory of Nyssa, Inscr. Ps. 2.8 (PG 44:513–528; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-8). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nyssa-inscriptiones-psalmorum/2-8
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-inscriptiones-psalmorum-2-8) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 44 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every sentence was re-read against the Greek.