Letters (first part: Migne letters 1-55) 46–49

Greek text: PG 77.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 46

46PG 77 77:237

῎Ετερον ύπομνηστικὸν ἀντιγραφὲν πρὸς τὰς πεύσεις ἡμῶν παρ' αὐτοῦ. Ἐμφανῆ μὲν καθίστησιν ἑαυτὴν ἡ ἀλήθεια τοῖς ἀγαπῶσιν αὐτὴν, κρύπτεται δὲ, οἶμαι, καὶ πειρᾶται λανθάνειν τὰς τῶν πολυπλόκων ἐννοίας. Οὐ γὰρ ἀξίους ἑαυτοὺς ἀποφαίνουσι τοῖς λαμπροῖς ὄμμασι κατιδεῖν αὐτήν. Καὶ οἱ μὲν τῆς ἀμωμήτου πίστεως ἐρασταὶ, αἰτοῦσι τὸν Κύριον ἐν ἁπλότητι καρδίας καθὼς γέγραπται · οἱ δὲ καμπύλας τροχιὰς ἐρχόμε'νοι, καὶ καρδίαν ἔχοντες σκαμβὴν, κατὰ τὸ ἐν Ψαλ. μοῖς εἰρημένον, διεστραμμένων ἐννοιῶν πολυπλόκους ἑαυτοῖς συναγείρουσιν ἀφορμὰς, ἵνα διαστρέφωσι τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας, καὶ τὰς τῶν ἀπλουστέρων παρακομίσωσι ψυχὰς, εἰς τὸ χρῆναι φρονεῖν ἁ μὴ θέμις. Καὶ ταῦτά φημι, τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἐντυχὼν ὑπομνηστικοῖς· εἶτά τινα εὑρὼν ἐν αὐτοῖς οὐκ ἀσφαλῶς προτεινόμενα, παρὰ τῶν οὐκ οἶδ᾽ ὅπως ἡγαπηκότων τῆς ψευδωνύμου γνώσεως τὴν διαστροφήν. Ησαν δὲ ταῦτα. Α'. Εἰ ἐκ δύο φύσεων συνηνέχθη, φησὶν, ὁ Ἐμμανουὴλ, μετὰ δὲ τὴν ἕνωσιν μία φύσις νοεῖται τοῦ Λόγου σεσαρκωμένη, ἔψεται πάντως τὸ χρῆναι παθεῖν αὐτὸν λέγειν εἰς ἰδίαν φύσιν. Οἱ μακάριοι Πατέρες, οἱ τὸ σεπτὸν τῆς πίστεως ὁρισάμενοι Σύμβολον, αὐτὸν ἔφασκον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ, τὸν μονογενῆ, τὸν δι' οὗ τὰ πάντα, σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι · καὶ οὐ δή πού φαμεν ἀγνοῆσαι τοὺς ἁγίους ἐκείνους ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα ἐψύχωτο ψυχῇ νοερᾷ. κατὰ πάντα τοῖς ἀδελφοῖς, καὶ μορφὴν δούλου λαβών), "Ωστε εἴ τις σαρκωθῆναι λέγει τὸν Λόγον, οὐ δίχα ψυχῆς νοερᾶς ὁμολογεῖ τὴν σάρκα τὴν ἑνωθεῖσαν αὐτῷ. Οὕτω γὰρ, ὥς γε οἷμαι, μᾶλλον δὲ ὡς ἔστι τεθαρρηκότως εἰπεῖν, καὶ ὁ πάνσοφος εὐαγγελιστής Ἰωάννης τὸν Λόγον ἔφη γενέσθαι σάρκα, οὐχ ὡς ἀψύχῳ σαρκὶ ἑνωθέντα, μὴ γένοιτο· ἀλλ᾽ οὐδ᾽ ὡς τροπὴν ἢ ἀλλοίωσιν ὑπομείναντα · μεμένηκε γὰρ ὅπερ ἦν, τοῦτ᾽ ἔστι φύσει Θεός· προσλαβών δε καὶ τὸ εἶναι ἄνθρωπος, ἤτοι γενέσθαι καθ' ἡμᾶς ἐκ γυναικὸς κατὰ σάρκα, πάλιν εἷς μεμένηκεν Υἱός· πλὴν οὐκ ἄσαρκος, καθὰ καὶ πάλαι, ἤτοι πρὸ τῶν τῆς ἐνανθρωπήσεως καιρῶν, ἀμφιασάμενος δὲ ὥσπερ καὶ τὴν ἡμετέραν φύσιν. ᾿Αλλ' εἰ καὶ μὴ ἔστιν ὁμοού( σιον τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὸ ἑνωθὲν αὐτῷ σῶμα, καὶ ψυχῆς ἐνούσης αὐτῷ νοερᾶς, ἀλλ᾽ οὖν ὁ μὲν νοῦς φαντάζεται τὸ ἑτεροφυὲς τῶν ἑνωθέντων · ἕνα γε μὴν ὁμολογοῦμεν Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, ὡς γεγονότος σαρκὸς τοῦ Λόγου. Τὸ δὲ σαρκὸς ὅταν εἶπωμεν, ἀνθρώπου φαμέν. Ποία τοίνυν παθεῖν αὐτὸν ἀνάγκη εἰς ἰδίαν φύσιν, ἐἰ λέγοιτο μετὰ τὴν ἕνωσιν μία φύσις Υἱοῦ σεσαρκωμένη; Εἰ μὲν γὰρ οὐκ ἦν ἐν τοῖς λόγοις τῆς οἰκονομίας τὸ πεφυκὸς ὑπομένειν τὸ πάθος, ὀρθῶς ἂν ἔφησαν · ὅτι μὴ ὄντος τοῦ πεφυκότος πάσχειν, πᾶσά πως ἀνάγκη τῇ τοῦ Λόγου φύσει συμβαίνειν τὸ πάθος. Εἰ δὲ ἐν τῷ σεσαρκωμένην εἰπεῖν, σύμπας ὁ λόγος τῆς μετὰ σαρκὸς οἰκονομίας εἰσφέρεται (ἐσαρκώθη γὰρ οὐχ ἑτέρως, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, καὶ ὡμοιώθη εἰκῆ [καὶ] πεφλυαρήκασιν οἱ λέγοντες ἀκολουθεῖν τὸ χρῆναι πάντως αὐτὸν εἰς ἰδίαν φύσιν ὑπομεῖναι, ὑποκειμένης γὰρ ὰ τῆς σαρκὸς, περὶ ἣν εἰκότως ἂν συμβῆναι τὸ παθεῖν νοοῖτο, ἀπαθοῦς ὄντος τοῦ Λόγου. ᾿Αλλ' οὐκ ἔξω διὰ τοῦτο λέγομεν αὐτὸν τοῦ λέγεσθαι 1 παθεῖν. Ωσπερ γὰρ ἴδιον αὐτοῦ γέγονε τὸ σῶμα, οὕτω καὶ πάντα τὰ τοῦ σώματος δίχα μόνης ἁμαρ᾿τίας λέγοιτ᾽ ἂν οὐδὲν ἧττον αὐτοῦ, κατ' οἰκείωσιν οἱκονομικήν. ᾿Αλλ' ἐροῦσιν οἱ δι᾽ ἐναντίας· Β΄. Εἰ μία φύσις ἦν, φησὶ, τοῦ Λόγου σεσαρκωμένη, πᾶσὰ πως ἀνάγκη λέγειν φυρμὸν γενέσθαι καὶ σύγκρασιν, μειουμένης ὥσπερ καὶ ὑποκλεπτομένης τῆς τοῦ ἀνθρώπου φύσεως ἐν αὐτῷ. Ἡγνόησαν πάλιν οἱ τὰ ὀρθὰ διαστρέφοντες, ὅτι κατὰ ἀλήθειάν ἐστι μία φύσις τοῦ Λόγου σεσαρκωμένη Εἰ γὰρ εἷς ἐστιν Υἱὸς ὁ φύσει καὶ ἀληθῶς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ ἀποῤῥήτως γεννηθεὶς, εἶτα κατὰ πρόσληψιν σαρκὸς, οὐκ ἀψύχου, ἀλλ᾽ ἐψυχωμένης νοερῶς προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ εἰς δύο μερισθήσεται διὰ τοῦτο πρόσωπα καὶ υἱοὺς, ἀλλὰ μεμένηκεν εἷς, πλὴν οὐκ ἄσαρκος, οὐδ᾽ ἔξω σώματος, ἀλλ᾽ ἴδιον ἔχων αὐτὸ καθ᾿ ἕνωσιν ἀδιάσπαστον. Ὁ δὲ τοῦτο λέγων, οὐ φυρμὸν, οὐ σύγχυσιν, οὐδ᾽ ἕτερόν τι τῶν τοιούτων πάντη τε καὶ πάντως δηλοῖ· οὔτε μὴν ὡς ἐξ ἀναγκαίου τοῦ λόγου τοῦτο ἀκολουθήσει ποθέν. Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο, κατὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ Λόγου φύσις, ἀλλ᾽ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ · ἀλλ᾿ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου, κατά γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λό γον, ἀῤῥήτως καὶ ἀφράστως ἑνωθεὶς, μίαν ἡμῖν ἔδειξεν Υἱοῦ φύσιν· πλὴν, ὡς ἔφην, σεσαρκωμένην. Οὐ γὰρ ἐπὶ μόνων τῶν ἁπλῶν κατὰ φύσιν, τὸ ἓν ἀληθῶς λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ σύνθεσιν συνηγμένων· ὁποῖόν τι χρῆμά ἐστιν ὁ ἄνθρωπος, ὁ ἐκ ψυχῆς καὶ σώματος. Ἑτεροειδῆ μὲν γὰρ τὰ τοιαῦτα, ε καὶ ἀλλήλοις οὐχ ὁμοούσια, ἑνωθέντα γε μὴν, μίαν ἀνθρώπου φύσιν ἀπετέλεσαν· κἂν τοῖς τῆς συνθέ σεως λόγοις ἐνυπάρχῃ τὸ διάφορον κατὰ τὴν φύσιν τῶν εἰς ἑνότητα συγκεκομισμένων. Περιττολογοῦσι τοίνυν οἱ λέγοντες, ὡς εἴπερ μία φύσις τοῦ Λόγου σεσαρκωμένη εἴη, πάντη τε καὶ πάντως ἕποιτο ἂν τὸ φυρμὸν γενέσθαι καὶ σύγκρασιν, ὡς μειουμένης καὶ ὑποκλεπτομένης τῆς ἀνθρώπου φύσεως. Οὔτε γὰρ μεμείωται, οὔτε καθά φησιν, ὑποκλέπτεται· ἀρκεῖ γὰρ πρὸς δήλωσιν τὴν τελειωτάτην τοῦ ὅτι γέγονεν ἄνθρωπος, τὸ λέγειν, ὅτι σεσάρκωται. Εἰ μὲν γὰρ τοῦτο σεσίγητο παρ' ἡμῶν, ἔσχεν ἄν τινα χώραν αὐτοῖς ἡ συκοφαντία. Ἐπειδὴ δὲ ἀναγκαίως προσεπενήνεκται, τὸ ὅτι σεσάρκωται, ποῦ τῆς μειώσεως ἤτοι κλοπῆς ὁ τρόπος; Γ'. Εἰ τέλειος, φησί, Θεὸς ὁ Χριστὸς, καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς νοούμενος, καὶ ὁμοούσιος μὲν τῷ Πατρὶ κατὰ τὴν θεότητα, κατὰ δὲ τὴν ἀνθρωπότητα ὁμοούσιος ἡμῖν, ποῦ τὸ τέλειον, εἰ μηκέτι ὑφέσκηκεν ἡ ἀνθρώπου φύσις; Ποῦ δὲ καὶ τὸ ὁμοούσιον ἡμῖν, εἰ μηκέτι ὑφέστηκεν ἡ οὐσία, ὅπερ ἐστὶν ἡ φύσις ἡμῶν; ᾿Αρκεῖ καὶ τούτοις εἰς διασάφησιν ἡ ἐπὶ τῷ προτεταγμένῳ κεφαλαίῳ λύσις, ἤγουν ἀπολογία. Εἰ μὲν γὰρ μίαν εἰπόντες τὴν φύσιν τοῦ Λόγου σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ, σεσαρκωμένην, ἀλλ' οἷον ἔξω θέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος, προσποιουμένοις ἐρωτᾷν· Ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι, ἢ πῶς ὑφέστηκεν ἡ καθ᾿ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις, εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. Τοῦ γὰρ ἐκβάλ· λοντος τὴν οἰκονομίαν, καὶ ἀρνουμένου τὴν σάρκωσιν, ἦν τὸ ἐγκαλεῖσθαι δικαίως ἀφαιρουμένου τὸν Υἱὸν τῆς τελείας ἀνθρωπότητος. Εἰ δὲ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν, σαφής τε καὶ ἀναμφίβολος ἡ ὁμολογία τοῦ, ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν, ὡς εἷς ὑπάρχων καὶ μόνος Υἱὸς ὁ Χριστὸς, αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι. Ὅρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περί τοῦ σωτηρίου πάθους ἐκτέθειται λόγον· οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν καθὸ νοεῖται καὶ ἔστι Θεὸς, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει· ἔδει γὰρ ἀναγκαίως ἀμφότερα σώζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν Υἱῷ, καὶ τὸ μὴ πάσχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. ᾿Αλλ οἷονται πάλιν ἐκεῖνοι τὴν καλουμένην παρ' αὐτοῖς Θεοπάθειαν, ἡμᾶς εἰσφέρειν διὰ τούτου · καὶ οὐκ ἐννοοῦσι τὴν οἰκονομίαν, κακουργότατα δὲ πειρῶνται ( μεθιστᾷν εἰς ἄνθρωπον ἰδικῶς τὸ πάθος · εὐσέβειαν ἐπιζήμιον ἀσυνέτως ἐπιτηδεύοντες, ἵνα μὴ ὁ τοῦ Θεοῦ Λόγος ὁμολογῆται Σωτήρ, ὡς τὸ ἴδιον ὑπὲρ ἡμῶν αἷμα δούς· ἀλλ᾽ ἵνα μᾶλλον ἄνθρωπος ἰδικῶς, καὶ καθ' ἑαυτὸν νοούμενος Υἱὸς, τοῦτο λέγηται κατορθώσαι. Κατασείει δὲ τὸ οὕτω φρονεῖν ἅπαντα τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, καὶ τὸ θεῖον ἡμῶν μυστήριον εἰς δύναμιν ἀνθρωπολατρίας παραστήσουσιν οὐκ ἀσυμφανῶς· καὶ οὐκ ἐννοσῦσιν ὅτι, τὸν ἐξ Ἰουδαίων κατὰ σάρκα, τοῦτ᾽ ἔστι, τὸν ἐκ σπέρματος ᾿Ἀβραὰμ καὶ Ἰεσσαὶ καὶ Δαβὶδ Χριστὸν, καὶ Κύριον τῆς δόξης, καὶ Θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας, καὶ ἐπὶ πάντα, ὁ μακάριος ἔφη Παῦλος, ἴδιον ἀποφηνας τοῦ Λόγου τὸ σῶμα, τὸ τῷ ξύλῳ προσηλωθέν, καὶ αὐτῷ τὸν σταυρὸν διὰ τοῦτο προσνέμων. Δ'. Μανθάνω δὲ, ὅτι καὶ ἕτερόν τι πρὸς τούτοις ἐστὶ τὸ ζητούμενον. ῾Ο γάρ τοι λέγων σαρκί παθεῖν γυμνῇ τὸν Κύριον, ἄλογον καὶ ἀκούσιον ποιεῖται τὸ πάθος. Ἐὰν δὲ τις εἴπῃ μετὰ ψυχῆς νοερᾶς παθεῖν αὐτὸν, ἵνα ἢ τὸ πάθος ἑκούσιον, οὐδὲν κωλύει λέγειν τῇ φύσει τῆς ἀνθρωπότητος αὐτὸν παθεῖν. Εἰ δὲ καὶ τοῦτο ἀληθὲς, πῶς οὐ τὰς δύο φύσεις ὑφιστάναι δώσομεν μετὰ τὴν ἕνωσιν ἀδιαιρέτως; "Ωστε, εἴ τις λέγει, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, οὐδὲν ἔτερον λέγει πλὴν, ὅτι Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν τῇ ἡμετέρᾳ αύσει. Μάχεται πάλιν τὸ πρόβλημα οὐδὲν ηττον τοῖς μίαν εἶναι λέγουσι τοῦ Υἱοῦ φύσιν σεσαρκωμένην, καὶ οἷον εἰκαῖον ἀποφαίνειν ἐθέλοντες αὐτὸ, φιλονεικοῦσι πανταχοῦ δύο φύσεις ὑφεστώσας ἀποφαίνειν. Αλλ' ἠγνό σαν ὅτι ὅσα μὴ κατὰ μόνην τὴν θεωρίαν διαιρεῖσθαι φιλεῖ, ταῦτα πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὀλοτρόπως καὶ ἰδικῶς ἀποφοιτήσειεν ἂν ἀλλήλων. Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ' ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ ἐπ᾿ αὐτοῦ νοοῦ - μεν τὰς φύσεις, μίαν μὲν, τῆς ψυχῆς, ἑτέραν δὲ, τοῦ σώματος. Ἀλλ᾽ ἐν ψιλαῖς διελόντες ἐννοίαις, καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις, ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις· οὔτε μὴν διαμπὰξ διὰ τῆς τομῆς ἐφίεμεν τὴν δύναμιν αὐταῖς, ἀλλ᾽ ἑνὸς εἶναι νοοῦμεν· ὥστε τὰς δύο, μηκέτι μὲν εἶναι δύο, δι᾽ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῶον. Οὐκοῦν, κἂν εἰ λέγοιεν ἀνθρωπότητος φύσιν καὶ θεότητος ἐπὶ τοῦ Ἐμμανουήλ, ἀλλ᾽ ἡ ἀνθρωπότης γέγονεν ἰδία τοῦ Λόγου, καὶ εἷς Γἱὸς νοεῖται σὺν αὐτῇ. Τῆς γε μὴν θεοπνεύστου Γραφῆς σαρκὶ παθεῖν αὐτὸν λεγούσης, ἄμεινον καὶ ἡμᾶς οὕτω λέγειν, ἤγουν τῇ φύσει τῆς ἀνθρωπότητος. εἰ καὶ ὅτι μάλιστα, εἰ μὴ δυστρόπως λέγοιτο τοῦτο πρός τινων, ἀδικήσειεν ἂν οὐδὲν τὸν τοῦ μυστηρίου λόγον. Τι γάρ ἐστιν ἀνθρωπότητος φύσις ἕτερον, πλὴν ὅτι σὰρξ ἐψυχωμένη νοερῶς, ᾗ καὶ πεπονθέναι φαμὲν σαρκὶ τὸν Κύριον; Περιεργότατα τοίνυν φασὶ, τὸ τῇ φύσει τῆς ἀνθρωπότητος αὐτὸν παθεῖν· οἷον, ἀποδιῖστάντες αὐτὴν τοῦ Λόγου, καὶ ἔξω τιθέντες ἰδικῶς, ἵνα δύο νοῶνται, καὶ οὐχ εἷς ἔτι σεσαρκωμένος καὶ ἐνανθρωπήσας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Τὸ δὲ, ἀδιαιρέτως, προστεθὲν παρ᾿ αὐτοῖς, δοκεῖ μέν πως παρ᾿ ἡμῖν ὀρθῆς εἶναι δόξης σημαντικόν. Αὐτοὶ δὲ, οὐχ οὕτω νοοῦσι· τὸ γὰρ ἀδιαίρετον παρ' αὐτοῖς, κατὰ τὰς κενοφωνίας Νεστορίου, καθ' ἕτερον λαμβάνεται τρόπον. Φασὶ γὰρ ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ, τῇ αὐθεντίᾳ, ἀδιαἱρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατώκησεν ἄνθρωπος. Ὥστε οὐχ ἁπλῶς τὰς λέξεις προσφέρουσιν, ἀλλὰ μετά τινος δόλου καὶ κακουργίας.

᾿Eteron ypomnēstikon antigraphen pros tas peuseis hēmōn par' autou. Emphanē men kathistēsin heautēn hē alētheia tois agapōsin autēn, kryptetai de, oimai, kai peiratai lanthanein tas tōn polyplokōn ennoias. Ou gar axious heautous apophainousi tois lamprois ommasi katidein autēn. Kai hoi men tēs amōmētou pisteōs erastai, aitousi ton Kyrion en haplotēti kardias kathōs gegraptai ; hoi de kampylas trochias erchome'noi, kai kardian echontes skambēn, kata to en Psal. mois eirēmenon, diestrammenōn ennoiōn polyplokous heautois synageirousin aphormas, hina diastrephōsi tas hodous Kyriou tas eutheias, kai tas tōn aplousterōn parakomisōsi psychas, eis to chrēnai phronein ha mē themis. Kai tauta phēmi, tois para tēs sēs hosiotētos entychōn hypomnēstikois; eita tina heurōn en autois ouk asphalōs proteinomena, para tōn ouk oid᾽ hopōs hēgapēkotōn tēs pseudōnymou gnōseōs tēn diastrophēn. Ēsan de tauta. A'. Ei ek dyo physeōn synēnechthē, phēsin, ho Emmanouēl, meta de tēn henōsin mia physis noeitai tou Logou sesarkōmenē, epsetai pantōs to chrēnai pathein auton legein eis idian physin. Hoi makarioi Pateres, hoi to septon tēs pisteōs horisamenoi Symbolon, auton ephaskon ton ek Theou Patros Logon, ton ek tēs ousias autou, ton monogenē, ton di' hou ta panta, sarkōthēnai kai enanthrōpēsai ; kai ou dē pou phamen agnoēsai tous hagious ekeinous hoti to henōthen tǭ Logǭ sōma epsychōto psychę̄ noerą. kata panta tois adelphois, kai morphēn doulou labōn), "Ōste ei tis sarkōthēnai legei ton Logon, ou dicha psychēs noeras homologei tēn sarka tēn henōtheisan autǭ. Houtō gar, hōs ge hoimai, mallon de hōs esti tetharrēkotōs eipein, kai ho pansophos euangelistēs Iōannēs ton Logon ephē genesthai sarka, ouch hōs apsychǭ sarki henōthenta, mē genoito; all᾽ oud᾽ hōs tropēn ē alloiōsin hypomeinanta ; memenēke gar hoper ēn, tout᾽ esti physei Theos; proslabōn de kai to einai anthrōpos, ētoi genesthai kath' hēmas ek gynaikos kata sarka, palin heis memenēken Huios; plēn ouk asarkos, katha kai palai, ētoi pro tōn tēs enanthrōpēseōs kairōn, amphiasamenos de hōsper kai tēn hēmeteran physin. ᾿All' ei kai mē estin homoou( sion tǭ ek Theou Patros phynti Logǭ to henōthen autǭ sōma, kai psychēs enousēs autǭ noeras, all᾽ oun ho men nous phantazetai to heterophyes tōn henōthentōn ; hena ge mēn homologoumen Huion kai Christon kai Kyrion, hōs gegonotos sarkos tou Logou. To de sarkos hotan eipōmen, anthrōpou phamen. Poia toinyn pathein auton anankē eis idian physin, ei legoito meta tēn henōsin mia physis Huiou sesarkōmenē? Ei men gar ouk ēn en tois logois tēs oikonomias to pephykos hypomenein to pathos, orthōs an ephēsan ; hoti mē ontos tou pephykotos paschein, pasa pōs anankē tę̄ tou Logou physei symbainein to pathos. Ei de en tǭ sesarkōmenēn eipein, sympas ho logos tēs meta sarkos oikonomias eispheretai (esarkōthē gar ouch heterōs, alla spermatos Abraam epilabomenos, kai hōmoiōthē eikē [kai] pephlyarēkasin hoi legontes akolouthein to chrēnai pantōs auton eis idian physin hypomeinai, hypokeimenēs gar a tēs sarkos, peri hēn eikotōs an symbēnai to pathein nooito, apathous ontos tou Logou. ᾿All' ouk exō dia touto legomen auton tou legesthai 1 pathein. Ōsper gar idion autou gegone to sōma, houtō kai panta ta tou sōmatos dicha monēs hamar᾿tias legoit᾽ an ouden hētton autou, kat' oikeiōsin hoikonomikēn. ᾿All' erousin hoi di᾽ enantias; B΄. Ei mia physis ēn, phēsi, tou Logou sesarkōmenē, pasa pōs anankē legein phyrmon genesthai kai synkrasin, meioumenēs hōsper kai hypokleptomenēs tēs tou anthrōpou physeōs en autǭ. Hēgnoēsan palin hoi ta ortha diastrephontes, hoti kata alētheian esti mia physis tou Logou sesarkōmenē Ei gar heis estin Huios ho physei kai alēthōs ho ek Theou Patros Logos, ho aporrhētōs gennētheis, eita kata proslēpsin sarkos, ouk apsychou, all᾽ epsychōmenēs noerōs proēlthen anthrōpos ek gynaikos, ouk eis dyo meristhēsetai dia touto prosōpa kai huious, alla memenēken heis, plēn ouk asarkos, oud᾽ exō sōmatos, all᾽ idion echōn auto kath᾿ henōsin adiaspaston. Ho de touto legōn, ou phyrmon, ou synchysin, oud᾽ heteron ti tōn toioutōn pantē te kai pantōs dēloi; oute mēn hōs ex anankaiou tou logou touto akolouthēsei pothen. Ei gar kai heis legoito pros hēmōn ho monogenēs Huios tou Theou sesarkōmenos kai enanthrōpēsas, ou pephyrtai dia touto, kata to ekeinois dokoun, oute mēn eis tēn tēs sarkos physin metapephoitēken hē tou Logou physis, all᾽ oude hē tēs sarkos eis tēn autou ; all᾿ en idiotēti tę̄ kata physin hekaterou menontos te kai nooumenou, kata ge ton artiōs hēmin apodothenta lo gon, arrhētōs kai aphrastōs henōtheis, mian hēmin edeixen Huiou physin; plēn, hōs ephēn, sesarkōmenēn. Ou gar epi monōn tōn haplōn kata physin, to hen alēthōs legetai, alla kai epi tōn kata synthesin synēgmenōn; hopoion ti chrēma estin ho anthrōpos, ho ek psychēs kai sōmatos. Heteroeidē men gar ta toiauta, e kai allēlois ouch homoousia, henōthenta ge mēn, mian anthrōpou physin apetelesan; kan tois tēs synthe seōs logois enyparchę̄ to diaphoron kata tēn physin tōn eis henotēta synkekomismenōn. Perittologousi toinyn hoi legontes, hōs eiper mia physis tou Logou sesarkōmenē eiē, pantē te kai pantōs hepoito an to phyrmon genesthai kai synkrasin, hōs meioumenēs kai hypokleptomenēs tēs anthrōpou physeōs. Oute gar memeiōtai, oute katha phēsin, hypokleptetai; arkei gar pros dēlōsin tēn teleiōtatēn tou hoti gegonen anthrōpos, to legein, hoti sesarkōtai. Ei men gar touto sesigēto par' hēmōn, eschen an tina chōran autois hē sykophantia. Epeidē de anankaiōs prosepenēnektai, to hoti sesarkōtai, pou tēs meiōseōs ētoi klopēs ho tropos? G'. Ei teleios, phēsi, Theos ho Christos, kai teleios anthrōpos ho autos nooumenos, kai homoousios men tǭ Patri kata tēn theotēta, kata de tēn anthrōpotēta homoousios hēmin, pou to teleion, ei mēketi hypheskēken hē anthrōpou physis? Pou de kai to homoousion hēmin, ei mēketi hyphestēken hē ousia, hoper estin hē physis hēmōn? ᾿Arkei kai toutois eis diasaphēsin hē epi tǭ protetagmenǭ kephalaiǭ lysis, ēgoun apologia. Ei men gar mian eipontes tēn physin tou Logou sesigēkamen, ouk epenenkontes to, sesarkōmenēn, all' hoion exō thentes tēn oikonomian, ēn autois tacha pou kai ouk apithanos ho logos, prospoioumenois erōtąn; Pou to teleion en anthrōpotēti, ē pōs hyphestēken hē kath᾿ hēmas ousia? Epeidē de kai hē en anthrōpotēti teleiotēs, kai tēs kath' hēmas ousias hē dēlōsis, eiskekomistai dia tou legein sesarkōmenēn, pausasthōsan kalaminēn rhabdon heautois hypostēsantes. Tou gar ekbal; lontos tēn oikonomian, kai arnoumenou tēn sarkōsin, ēn to enkaleisthai dikaiōs aphairoumenou ton Huion tēs teleias anthrōpotētos. Ei de, hōs ephēn, en tǭ sesarkōsthai legein auton, saphēs te kai anamphibolos hē homologia tou, hoti gegonen anthrōpos, ouden eti kōlyei noein, hōs heis hyparchōn kai monos Huios ho Christos, autos Theos esti kai anthrōpos, hōsper en theotēti teleios, houtō kai en anthrōpotēti. Horthotata de kai pany synetōs hē sē teleiotēs ton peri tou sōtēriou pathous ektetheitai logon; ouk auton ton monogenē tou Theou Huion katho noeitai kai esti Theos, pathein eis idian physin ta sōmatos ischyrizomenē, pathein de mallon tę̄ choïkę̄ physei; edei gar anankaiōs amphotera sōzesthai tǭ heni kai kata alētheian Huiǭ, kai to mē paschein theïkōs, kai to legesthai pathein anthrōpinōs; hē autou gar peponthe sarx. ᾿All hoiontai palin ekeinoi tēn kaloumenēn par' autois Theopatheian, hēmas eispherein dia toutou ; kai ouk ennoousi tēn oikonomian, kakourgotata de peirōntai ( methistąn eis anthrōpon idikōs to pathos ; eusebeian epizēmion asynetōs epitēdeuontes, hina mē ho tou Theou Logos homologētai Sōtēr, hōs to idion hyper hēmōn haima dous; all᾽ hina mallon anthrōpos idikōs, kai kath' heauton nooumenos Huios, touto legētai katorthōsai. Kataseiei de to houtō phronein hapanta tēs meta sarkos oikonomias ton logon, kai to theion hēmōn mystērion eis dynamin anthrōpolatrias parastēsousin ouk asymphanōs; kai ouk ennosysin hoti, ton ex Ioudaiōn kata sarka, tout᾽ esti, ton ek spermatos ᾿Abraam kai Iessai kai Dabid Christon, kai Kyrion tēs doxēs, kai Theon eulogēton eis tous aiōnas, kai epi panta, ho makarios ephē Paulos, idion apophēnas tou Logou to sōma, to tǭ xylǭ prosēlōthen, kai autǭ ton stauron dia touto prosnemōn. D'. Manthanō de, hoti kai heteron ti pros toutois esti to zētoumenon. ῾O gar toi legōn sarki pathein gymnę̄ ton Kyrion, alogon kai akousion poieitai to pathos. Ean de tis eipę̄ meta psychēs noeras pathein auton, hina ē to pathos hekousion, ouden kōlyei legein tę̄ physei tēs anthrōpotētos auton pathein. Ei de kai touto alēthes, pōs ou tas dyo physeis hyphistanai dōsomen meta tēn henōsin adiairetōs? "Ōste, ei tis legei, Christou oun pathontos hyper hēmōn sarki, ouden eteron legei plēn, hoti Christou oun pathontos hyper hēmōn tę̄ hēmeterą ausei. Machetai palin to problēma ouden ētton tois mian einai legousi tou Huiou physin sesarkōmenēn, kai hoion eikaion apophainein ethelontes auto, philoneikousi pantachou dyo physeis hyphestōsas apophainein. All' ēgno san hoti hosa mē kata monēn tēn theōrian diaireisthai philei, tauta pantōs kai eis heterotēta tēn ana meros olotropōs kai idikōs apophoitēseien an allēlōn. Estō de hēmin eis paradeigma palin ho kath' hēmas anthrōpos. Dyo men gar ep᾿ autou noou - men tas physeis, mian men, tēs psychēs, heteran de, tou sōmatos. All᾽ en psilais dielontes ennoiais, kai hōs en ischnais theōriais, ētoi nou phantasiais tēn diaphoran dexamenoi, ouk ana meros tithemen tas physeis; oute mēn diampax dia tēs tomēs ephiemen tēn dynamin autais, all᾽ henos einai nooumen; hōste tas dyo, mēketi men einai dyo, di᾽ amphoin de to hen apoteleisthai zōon. Oukoun, kan ei legoien anthrōpotētos physin kai theotētos epi tou Emmanouēl, all᾽ hē anthrōpotēs gegonen idia tou Logou, kai heis Gios noeitai syn autę̄. Tēs ge mēn theopneustou Graphēs sarki pathein auton legousēs, ameinon kai hēmas houtō legein, ēgoun tę̄ physei tēs anthrōpotētos. ei kai hoti malista, ei mē dystropōs legoito touto pros tinōn, adikēseien an ouden ton tou mystēriou logon. Ti gar estin anthrōpotētos physis heteron, plēn hoti sarx epsychōmenē noerōs, hę̄ kai peponthenai phamen sarki ton Kyrion? Periergotata toinyn phasi, to tę̄ physei tēs anthrōpotētos auton pathein; hoion, apodiistantes autēn tou Logou, kai exō tithentes idikōs, hina dyo noōntai, kai ouch heis eti sesarkōmenos kai enanthrōpēsas ho ek Theou Patros Logos. To de, adiairetōs, prostethen par᾿ autois, dokei men pōs par᾿ hēmin orthēs einai doxēs sēmantikon. Autoi de, ouch houtō noousi; to gar adiaireton par' autois, kata tas kenophōnias Nestoriou, kath' heteron lambanetai tropon. Phasi gar hoti tę̄ isotimią, tę̄ tautoboulią, tę̄ authentią, adiairetos esti tou Theou Logou ho en hǭ katōkēsen anthrōpos. Hōste ouch haplōs tas lexeis prospherousin, alla meta tinos dolou kai kakourgias.

Another memorandum written by him in answer to our questions.

The truth shows itself plainly to those who love it, but it hides, I think, and tries to escape the notice of the minds of the tortuous; for they do not show themselves worthy to see it with bright eyes. The lovers of the blameless faith seek the Lord in simplicity of heart, as it is written; but those who go along crooked paths and have a twisted heart, as is said in the Psalms, gather for themselves tangled pretexts of perverse thoughts, so as to pervert the straight ways of the Lord and lead the souls of the simpler to think what is not lawful. I say this having read your Holiness's memoranda, and having found in them certain things put forward unsafely by people who have somehow come to love the perversity of knowledge falsely so called. They were these.

1. “If Emmanuel,” it says, “was brought together from two natures, and after the union one nature of the Word, incarnate, is understood, it will certainly follow that we must say he suffered in his own nature.”

The blessed fathers who defined the venerable symbol of faith said that the very Word from God the Father, from his substance, the only-begotten, through whom are all things, was made flesh and became man. And we certainly do not say that those holy men did not know that the body united to the Word was animated with an intelligent soul. So if anyone says that the Word was made flesh, he does not confess that the flesh united to him was without an intelligent soul. For so, I think, or rather as one may say with confidence, the all-wise evangelist John too said that the Word became flesh: not as united to soulless flesh, God forbid, nor as having undergone change or alteration; for he remained what he was, that is, God by nature. But having taken on also being man, that is, becoming like us of a woman according to the flesh, he again remained one Son; yet not fleshless, as formerly, that is, before the times of the incarnation, but having put on, as it were, our nature as well. And although the body united to him, in which there is an intelligent soul, is not consubstantial with the Word who sprang from God the Father, yet, while the mind perceives the difference of nature between the things united, we confess one Son and Christ and Lord, since the Word has become flesh. And when we say “flesh,” we mean “man.”

What necessity is there, then, that he suffered in his own nature, if after the union one nature of the Son, incarnate, is spoken of? If there were not, among the elements of the dispensation, something that by nature can undergo suffering, they would have spoken rightly, that, since there was nothing able by nature to suffer, the suffering would of necessity befall the nature of the Word. But if in saying “incarnate” the whole account of the dispensation with the flesh is brought in (for he was made flesh in no other way than by taking hold of the seed of Abraham, and he was made like his brothers in every respect and took the form of a servant), then those who say that it follows that he must certainly have suffered in his own nature have talked idle nonsense; for the flesh is there as the subject to which suffering would rightly be understood to belong, the Word being impassible. Yet we do not on this account say that he is beyond being said to have suffered. For as the body became his own, so all that belongs to the body, sin alone excepted, may no less be said to be his, by the appropriation proper to the dispensation.

But our opponents will say:

2. “If there was one nature of the Word, incarnate,” it says, “it is wholly necessary to say that a blending and mixing took place, the nature of man being, as it were, diminished and stolen away in him.”

Those who pervert what is right are again unaware that there is in truth one nature of the Word, incarnate. For if the Word from God the Father, ineffably begotten, is by nature and truly one Son, and then, by the assumption of flesh, not soulless but animated with an intelligent soul, came forth a man from a woman, he will not for this reason be divided into two persons and sons, but has remained one; yet not fleshless or outside a body, but having it as his own in an unbreakable union. Whoever says this by no means signifies blending or confusion or anything else of the kind; nor will this follow from any necessity of the argument. For even if the only-begotten Son of God, incarnate and made man, is said by us to be one, he has not for that reason been blended, as they think; nor has the nature of the Word passed over into the nature of the flesh, nor that of the flesh into his. But each remaining and being understood in the property that belongs to it by nature, according to the account we have just given, he, ineffably and inexpressibly united, has shown us one nature of the Son; yet, as I said, incarnate. For “one” is said truly not only of things simple by nature, but also of things brought together by composition, such as man is, being of soul and body. Such things are of different kinds and not consubstantial with each other, yet when united they make up one nature of man, even though in the principle of the composition there is present the difference in nature of the things brought into unity. Those who say, then, that if there is one nature of the Word, incarnate, it would certainly follow that a blending and mixing took place, as though the nature of man were diminished and stolen away, are talking to no purpose. For it has neither been diminished nor, as he says, stolen away; for to say that he has been made flesh suffices for the most complete indication that he became man. If we had kept silent about this, their slander would have had some room. But since “incarnate” has necessarily been added, where is the manner of diminution or theft?

3. “If Christ,” it says, “is understood to be perfect God and the same perfect man, consubstantial with the Father according to the Godhead and consubstantial with us according to the manhood, where is the perfection, if the nature of man no longer subsists? And where is the consubstantiality with us, if the substance, which is our nature, no longer subsists?”

The solution, or defence, given to the preceding heading suffices to make this clear too. If, having said one nature of the Word, we had kept silent and not added “incarnate,” but had, as it were, set the dispensation outside, their argument would perhaps not have been implausible, when they pretend to ask, “Where is the perfection in manhood, or how does our substance subsist?” But since the perfection in manhood and the indication of our substance have been brought in by saying “incarnate,” let them stop leaning on a staff of reed. For it would be right to charge with depriving the Son of perfect manhood one who throws out the dispensation and denies the incarnation. But if, as I said, in saying that he has been made flesh there is a clear and unambiguous confession that he became man, nothing any longer prevents us from understanding that Christ, being one and only Son, is himself God and man, perfect in Godhead as in manhood.

Your Perfection has set out the account of the saving suffering most correctly and very wisely, affirming that the only-begotten Son of God himself, inasmuch as he is understood to be and is God, did not suffer in his own nature the things of the body, but rather suffered in his earthly nature. For both had of necessity to be preserved for the one and true Son: not suffering divinely, and being said to have suffered humanly; for his flesh suffered. But they again think that we are bringing in by this what they call “theopaschism”; and they do not understand the dispensation, but most maliciously try to transfer the suffering to a man specially, unwisely cultivating a harmful piety, so that the Word of God may not be confessed as Saviour, as having given his own blood for us, but rather that a man specially, understood as a Son by himself, may be said to have accomplished this. To think so shakes the whole account of the dispensation with the flesh, and they will quite plainly turn our divine mystery into a matter of worshipping a man. They do not understand that the blessed Paul said that the one who is from the Jews according to the flesh, that is, from the seed of Abraham, Jesse, and David, is Christ, Lord of glory, and God blessed for ever and over all, showing the body nailed to the wood to be the Word's own, and for this reason ascribing the cross to him.

4. I learn that there is another question besides. “Whoever says that the Lord suffered in bare flesh makes the suffering irrational and involuntary. But if one says that he suffered with an intelligent soul, so that the suffering might be voluntary, nothing prevents us from saying that he suffered in the nature of the manhood. And if this is true, how shall we not grant that the two natures subsist after the union, undivided? So, if anyone says, ‘Christ, then, having suffered for us in the flesh,’ he is saying nothing else than ‘Christ, then, having suffered for us in our nature.’”

This problem too is no less an attack on those who say that the nature of the Son is one, incarnate; wishing to show this to be idle, they contend everywhere to show two subsisting natures. But they did not know that things which are not divided in contemplation only must certainly go apart from one another, wholly and specially, into separate otherness. Let our own human being serve again as an example. In him we understand two natures, one of the soul and another of the body. But dividing them in bare thoughts, and receiving the difference as in subtle contemplations or images of the mind, we do not set the natures apart, nor do we allow them the force of a division all the way through; but we understand them to belong to one, so that the two are no longer two, but through both the one living being is completed. So even if they speak of a nature of manhood and of Godhead in Emmanuel, yet the manhood has become the Word's own, and one Son is understood together with it. Since the divinely inspired Scripture says that he suffered in the flesh, it is better for us too to speak so, rather than “in the nature of the manhood”; even though, if it is not said perversely by some, this would do no wrong to the account of the mystery. For what else is the nature of manhood than flesh animated with an intelligent soul, in which we say the Lord suffered in the flesh? So they say “he suffered in the nature of the manhood” with excessive curiosity, as though separating it from the Word and setting it outside, specially, so that two may be understood, and no longer one, the Word from God the Father, incarnate and made man. And the word “undivided” added by them seems to us, in a way, to signify right belief. But they do not understand it so; for with them “undivided” is taken in another way, according to the empty talk of Nestorius. For they say that the man in whom he dwelt is undivided from God the Word by equality of honour, identity of will, and authority. So they do not put forward the words simply, but with some guile and malice.

Prov 2:15 (echo, medium confidence) · Ps 101:4 (100:4 LXX) (allusion, medium confidence) · Acts 13:10 (allusion, high confidence) · 1 Tim 6:20 (allusion, high confidence) · John 1:14 (allusion, high confidence) · Heb 2:16–17 (allusion, high confidence) · Phil 2:7 (allusion, high confidence) · Heb 4:15 (echo, medium confidence) · Isa 36:6 (allusion, medium confidence) · 1 Pet 4:1 (quotation, high confidence) · Rom 9:5 (allusion, high confidence) · 1 Cor 2:8 (allusion, high confidence)

Notes and citation

Summary: In a second letter to Succensus, Cyril answers four objections to his formula “one nature of the Word, incarnate,” arguing that it implies neither suffering in the Godhead nor confusion, nor any loss of Christ's full humanity.

  • Cyril's second letter to Succensus (ca. 434). No public-domain English translation was available; the translation was re-read against the Greek. The objections are numbered 1–4 as in the edition. Stray letters from the notes inside the word “simpler” are removed by a logged correction. A clause (“and he was made like his brothers in every respect and took the form of a servant”) is printed out of place and is translated where the sense requires. The edition then adds, after the end of the letter, a passage repeated from Letter 40 (“He says that the Word of God is specially named Christ … and so on”), evidently from the editor's notes; it is removed by a logged correction. “Theopaschism” renders θεοπάθεια (“suffering of God”), the opponents' term. “Seek the Lord in simplicity of heart” is Wis 1:1.

Notes on the original text

  • Digital text corrected (a passage repeated from Letter 40, printed after the end of the letter from the editor's notes; stray letters from the notes split the word ἁπλουστέρων): ἀπλου - εισ. κατά. στέρων → ἀπλουστέρων; Χριστὸν μὲν γὰρ ἰδικῶς ὀνομάζεσθαί φησι τὸν τοῦ Θεοῦ Λόγον, ἔχειν δὲ τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. ᾿Αρ᾿ οὖν οὐ δύο Χριστοὺς ἐναργέστατα λέγει; Οὐκ ἄνθρωπον Θεῷ συμπροσκυνούμενον σέβειν, οὐκ οἶδ᾽ ὅπως, ὁμολογεῖ; Ταῦτ᾽ οὖν ἀδελφὰ τοῖς παρ' ἐκείνων ὁρᾶται; Οὐκ ἀντεξάγουσαν ἔχει πρὸς ἄλληλα τῶν ἐννοιῶν τὴν δύναμιν; Ὁ μὲν γὰρ δύο φησὶν ἐναργῶς, οἱ δὲ Χριστὸν ἕνα, καὶ Υἱὸν, καὶ Θεὸν, καὶ τὰ ἑξῆς. Εριτ. → .

Extrabiblical texts: Wis 1:1 (Wisdom of Solomon [in RC, EO, ETH canons]; allusion); Conc. Nic. 0 (Creed and Canons of the Council of Nicaea (325); allusion)

Topics: Christology, Heresy

Cite (SBL): Cyril of Alexandria, Ep. 46 (PG 77 77:237; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/46). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-46) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.

Chapter 47

47PG 77 77:247

Τῷ δεσπότῃ μου τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ συλλειτουργῷ Κυρίλλῳ, Ἰωάννης ἐν Κυρίῳ χαίρειν. ᾿Απειλήφαμεν ἀλλήλους, δέσποτα, εὐδοκίᾳ μὲν Θεοῦ, εἴτ' οὖν μεσιτείᾳ τοῦ τὰ πάντα θεοσεβεστάτου ἀμφοτέροις ἡμῖν, τοῦ Κυρίου Παύλου τοῦ ἐπισκόπου, ἀνδρὸς πάντων τῶν καθ' ἑαυτὸν ἀμελήσαντος, ὅπως ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ κατευνασθείη τὰ τῶν ταραχῶν, καὶ ἡ Θεῷ ἀρεστὴ γένοιτο συνάφεια. Ἐπανήκει οὖν μετὰ εἰρήνης, καὶ τὰ ἰδιάζοντα τῆς φιλίας δίκαια γεγένηται παρ᾿ ἡμῶν ἀπαραλείπτως ἅπαντα πρὸς τὴν σὴν θεοσέβειαν, μικρὰ ἐν ἀλλήλοις χρησαμένων ἡμῶν παρὰ τὸ ὑπὸ τῆς σῆς ὁσιότητος ὑπαγορευόμενα, οὐ διαφορὰν ἔχοντα δυνάμεως, ἀλλ᾽ οἰκονομίας μεταχείρισιν. Βούλομαι γὰρ μᾶλλον καὶ εὔχομαι, οὐ μόνον ἐμαυτὸν, ἀλλὰ καὶ πάντας τοὺς κυρίους θεοφιλεστάτους ἐπισκόπους τῆς 'Ἀνατολῆς συνάψαι τῇ φίλῃ ἐμοὶ καὶ τιμίᾳ κεφαλῇ τῆς σῆς φημι γνησιότητος, ἣν περὶ πλείστου μὲν ἐποιούμην. Διέκοψε δέ τις βραχὺς χρόνος· εἶτ᾽ αὖθις πάλιν Θεοῦ βουληθέντος πρὸς ἑαυτοὺς ἐπανήλθομεν, ἅπαντα σβέσαντες τὰ λυπηρά, καὶ μηδὲν τὸ σύνολον καταλιπόντες παρ' ἑαυτοῖς ἔριδος ἢ φιλονεικίας ἄξιον. Οὐκ ἀθεεὶ δὲ τοῦτο γεγένηται, ἀλλὰ Θεοῦ πρυτανεύσαντος, καὶ τῶν φιλοχρίστων καὶ θεοσεβεστάτων βασιλέων τῇ αὐτοῖς πρεπούσῃ χρησαμένων. Αποδεξάσθω οὖν ἡ σὴ θεοσέβεια τοὺς εὐλαβεστάτους Κάσσιον καὶ ᾿Αμώνιον εἴξαντας ἡμῖν, οὐχ ἵνα σοι ἀπειθήσωσιν, ἀλλ᾿ ὅπως τὰ σοι οἰκοδομηθέντα εἰς βεβαίωσιν καὶ πέρας κάλλιστον ἀχθείη. Χάριν δὲ ἴσμεν ἐπὶ τούτῳ, καὶ τῷ Κυρίῳ μου τῷ θαυμασιωτάτῳ καὶ περιβλέπτῳ ᾿Αριστολάῳ τῷ τριβούνῳ καὶ νοταρίῳ, ὃς συνεῖδεν ἐκ τῶν παρ᾿ ἡμῶν κινουμένων πραγμάτων κρείττον εἶναι τὸ παρὰ βραχείας συλλαβὰς ἰσχυρῶς καὶ βεβαίως ἀλλήλοις ἡμᾶς συμβῆναι. Δέχου οὖν, παρακαλῶ, καὶ τὰ παρ' ἡμῶν εὖ καὶ καλῶς καὶ πᾶσαν ἰσχὺν ἔχοντα εἰς πληροφορίαν τὴν σὴν, οἰκονομηθέντα μὲν καὶ ἐπεσταλμένα, καὶ μηδείς σε εἰσέλθῃ λογισμὸς, ὡς ἡμῶν τι ἐν τοῖς προκειμένοις πανούργως πεπραχότων. Ἐπίσταται γὰρ ἡμῶν τὸ συνειδὸς, καὶ τὸν ἄνωθεν ἕλκει μάρτυρα, ὡς οὐ τὰ σὰ σαθρῶς ἱ ἐβουλήθημεν, ἀλλὰ τὰ καθ' ἡμᾶς αὐτοὺς οἰκονομῆσαι πρὸς τὸ συνοῖσον ταῖς τοῦ Χριστοῦ Ἑκκλησίαις. Ἐροῦσι δὲ οἱ αὐτοὶ εὐλαβέστατοι διάκονοι τὸν τρόπον τῆς οἰκονομίας. Ο Πέπρακται γὰρ ἡμῖν ἀπαραλείπτως ἅπαντα, ὡς ἂν μηδεὶς ἔχοι ἀφοσιῶσαι κατὰ τῆς γενομένης συμβάσεως. Δέχου οὖν, παρακαλῶ, ἡδέως τοὺς ἀδελφοὺς εἰρήνης σοι ἀγαθὰ προσκομίζοντας, καὶ εὐχέσθω σου ἡ ὁσιότης αἰσως ταῖς τοῦ Χριστοῦ Ἐκκλησίαις τὰ πράγματα προβαίνειν. "Ωσπερ γὰρ ἑαυτοὺς φέροντες τῷ τῆς διαθέσεως νόμῳ ἐπιδεδώκαμέν σοι, οὕτως καὶ σπουδάζομεν καὶ βουλόμεθα, μᾶλλον δὲ καὶ εὐχόμεθα μηδένα τῶν παρ᾿ ἡμῖν παραλιπεῖν, ὃς οὐ τὰ αὐτὰ ἡμῖν σκέψηται, ἡμῶν σπουδὴν ἐχόντων ἀνεξικάκως καὶ οἰκονομικῶς κατὰ μέρος ἐκφέρεσθαι τοὺς ὀλιγίστης παραμυθίας, μᾶλλον δὲ καὶ ὁδηγίας παρ' ἡμῶν ἔτι δεομένοις ἐπὶ συμφέροντι τῆς καθολικῆς Ἐκκλησίας, καὶ τῶν ἐν αὐτῇ πραγμάτων. Εὖ ἴσθι τοιγαροῦν τοὺς αὐτοὺς εἶναι ἡμᾶς, οὔσπερ ᾔδης καὶ πρότερον, μετὰ τῆς αὐτῆς διαθέσεως, καὶ πέμπων καὶ δεχόμενος τὰ παρ' ἡμῶν γράμματα. Τοῦτο γὰρ καὶ ἡμᾶς κοσμήσει, καὶ τὴν σὴν ὁσιότητα στεφανώσει. Πᾶσαν τὴν σὺν σοὶ ἀδελ φότητα πλεῖστα προσαγορεύομεν.

Tǭ despotę̄ mou tǭ theophilestatǭ kai hagiōtatǭ sylleitourgǭ Kyrillǭ, Iōannēs en Kyriǭ chairein. ᾿Apeilēphamen allēlous, despota, eudokią men Theou, eit' oun mesiteią tou ta panta theosebestatou amphoterois hēmin, tou Kyriou Paulou tou episkopou, andros pantōn tōn kath' heauton amelēsantos, hopōs tais Ekklēsiais tou Theou kateunastheiē ta tōn tarachōn, kai hē Theǭ arestē genoito synapheia. Epanēkei oun meta eirēnēs, kai ta idiazonta tēs philias dikaia gegenētai par᾿ hēmōn aparaleiptōs hapanta pros tēn sēn theosebeian, mikra en allēlois chrēsamenōn hēmōn para to hypo tēs sēs hosiotētos hypagoreuomena, ou diaphoran echonta dynameōs, all᾽ oikonomias metacheirisin. Boulomai gar mallon kai euchomai, ou monon emauton, alla kai pantas tous kyrious theophilestatous episkopous tēs 'Anatolēs synapsai tę̄ philę̄ emoi kai timią kephalę̄ tēs sēs phēmi gnēsiotētos, hēn peri pleistou men epoioumēn. Diekopse de tis brachys chronos; eit᾽ authis palin Theou boulēthentos pros heautous epanēlthomen, hapanta sbesantes ta lypēra, kai mēden to synolon katalipontes par' heautois eridos ē philoneikias axion. Ouk atheei de touto gegenētai, alla Theou prytaneusantos, kai tōn philochristōn kai theosebestatōn basileōn tę̄ autois prepousę̄ chrēsamenōn. Apodexasthō oun hē sē theosebeia tous eulabestatous Kassion kai ᾿Amōnion eixantas hēmin, ouch hina soi apeithēsōsin, all᾿ hopōs ta soi oikodomēthenta eis bebaiōsin kai peras kalliston achtheiē. Charin de ismen epi toutǭ, kai tǭ Kyriǭ mou tǭ thaumasiōtatǭ kai peribleptǭ ᾿Aristolaǭ tǭ tribounǭ kai notariǭ, hos syneiden ek tōn par᾿ hēmōn kinoumenōn pragmatōn kreitton einai to para bracheias syllabas ischyrōs kai bebaiōs allēlois hēmas symbēnai. Dechou oun, parakalō, kai ta par' hēmōn eu kai kalōs kai pasan ischyn echonta eis plērophorian tēn sēn, oikonomēthenta men kai epestalmena, kai mēdeis se eiselthę̄ logismos, hōs hēmōn ti en tois prokeimenois panourgōs peprachotōn. Epistatai gar hēmōn to syneidos, kai ton anōthen helkei martyra, hōs ou ta sa sathrōs hi eboulēthēmen, alla ta kath' hēmas autous oikonomēsai pros to synoison tais tou Christou Hekklēsiais. Erousi de hoi autoi eulabestatoi diakonoi ton tropon tēs oikonomias. O Pepraktai gar hēmin aparaleiptōs hapanta, hōs an mēdeis echoi aphosiōsai kata tēs genomenēs symbaseōs. Dechou oun, parakalō, hēdeōs tous adelphous eirēnēs soi agatha proskomizontas, kai euchesthō sou hē hosiotēs aisōs tais tou Christou Ekklēsiais ta pragmata probainein. "Ōsper gar heautous pherontes tǭ tēs diatheseōs nomǭ epidedōkamen soi, houtōs kai spoudazomen kai boulometha, mallon de kai euchometha mēdena tōn par᾿ hēmin paralipein, hos ou ta auta hēmin skepsētai, hēmōn spoudēn echontōn anexikakōs kai oikonomikōs kata meros ekpheresthai tous oligistēs paramythias, mallon de kai hodēgias par' hēmōn eti deomenois epi sympheronti tēs katholikēs Ekklēsias, kai tōn en autę̄ pragmatōn. Eu isthi toigaroun tous autous einai hēmas, ousper ę̄dēs kai proteron, meta tēs autēs diatheseōs, kai pempōn kai dechomenos ta par' hēmōn grammata. Touto gar kai hēmas kosmēsei, kai tēn sēn hosiotēta stephanōsei. Pasan tēn syn soi adel photēta pleista prosagoreuomen.

John to my lord the most God-beloved and most holy fellow minister Cyril: greeting in the Lord.

We have received one another back, my lord, by the good pleasure of God and through the mediation of my lord bishop Paul, most God-fearing in all things toward us both, a man who has disregarded all his own concerns so that the disturbances in the churches of God might be laid to rest and the union pleasing to God might come about. He returns, then, in peace, and all the duties proper to friendship have been fulfilled by us toward your Reverence without omission; we made small changes among ourselves to what your Holiness dictated, differing not in force but in the handling of the arrangement. For I wish, and rather pray, to join not only myself but also all my lords the most God-beloved bishops of the East to the head that is dear and honoured to me, I mean that of your Sincerity, which I held in the highest regard. A short time interrupted it; then again, God willing, we returned to one another, extinguishing everything painful and leaving among us nothing at all worth strife or contention. This has not happened without God, but with God presiding over it and the Christ-loving and most God-fearing emperors acting as befits them.

Let your Reverence receive, then, the most reverent Cassius and Ammonius, who yielded to us, not in order to disobey you, but so that what you had built might be brought to confirmation and a most excellent end. We are grateful for this also to my lord the most admirable and distinguished tribune and notary Aristolaus, who saw from the affairs that were stirring among us that it was better for us to agree with one another firmly and securely, at the cost of a few syllables. Receive, then, I beg you, what comes from us, well and rightly arranged and sent, having every force for your full assurance; and let no thought enter your mind that we have done anything craftily in the matters before us. For our conscience knows, and calls the One above to witness, that we did not wish to weaken what is yours, but to arrange our own affairs for the benefit of the churches of Christ. The same most reverent deacons will tell you the manner of the arrangement. For everything has been done by us without omission, so that no one can find fault with the agreement that has been made. Receive, then, I beg you, gladly the brothers who bring you the good things of peace, and let your Holiness pray that the affairs of the churches of Christ may go forward auspiciously. For just as we have given ourselves to you, carried by the law of affection, so we are eager and wish, or rather pray, to leave no one among us who does not think the same as we do; we are anxious to bring along gradually, with patience and by careful management, those who still need from us a little encouragement, or rather guidance, for the good of the catholic church and its affairs. Know well, then, that we are the same as you knew us before, with the same disposition, and keep sending us letters and receiving ours. For this will both adorn us and crown your Holiness. We greet all the brotherhood with you warmly.

Notes and citation

Summary: John of Antioch tells Cyril that peace has been restored through Paul of Emesa, that the small changes made to Cyril's draft alter nothing of substance, and that he will work to bring the remaining Eastern bishops along.

  • Letter of John of Antioch to Cyril (433). A note (“ἴσ. σαθροῦν”) leaked into the text is removed by a logged correction. Cassius and Ammonius were Cyril's clerics who accompanied Aristolaus to Antioch (see Letter 37).

Notes on the original text

  • Digital text corrected (a note (variant σαθροῦν) leaked into the text): σου 1 ἴσ. σαθροῦν. ἡ ὁσιότης → σου ἡ ὁσιότης.

Topics: Church office, Heresy

Cite (SBL): Cyril of Alexandria, Ep. 47 (PG 77 77:247; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/47). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-47) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.

Chapter 48

48PG 77 77:249

Κυρίῳ μου ἀγαπητῷ ἀδελφῷ καὶ συλλειτουργῷ Δονάτῳ, Κύριλλος ἐν Κυρίῳ χαίρειν. Δεῖν ᾠήθην τῇ σῇ θεοσεβείᾳ τὰ παρακολουθήσαντα ἐπὶ τῇ εἰρήνῃ τῶν Ἐκκλησιῶν καταστῆσαι γνώριμα. Ἀφίκετο τοίνυν ὁ κύριός μου ὁ θαυμασιώτατος τριβοῦνος καὶ νοτάριος Αριστόλαος εἰς τὴν ᾿Αντιόχειαν, ἐπιφερόμενος καὶ βασιλικὰς συλλαβὰς, αἱ παρεκελεύοντο τὸν εὐλαβέστατον τῆς Ἀντιοχέων Ἐκκλησίας ἐπίσκοπον Ἰωάννην, ἀναθεματίσαι μὲν τὰ μιαρὰ τοῦ Νεστορίου δόγματα, καταψηφίσασθαι δὲ καὶ τὴν καθαίρεσιν αὐτοῦ, καθ' ὁμοιότητα τῆς ἁγίας συνόδου, ζητῆσαί τε οὕτω τὴν παρ' ἡμῶν κοινωνίαν. Καὶ ἡ μὲν δύναμις τῶν γεγραμμένων αὕτη. Τινὲς δὲ τῶν κατὰ τὴν ᾿Ανατολὴν ἐπισκόπων, οὔπω τάχα Νεστορίου καταγινώσκοντες, ἢ καὶ προστασίαν αὐτῷ νέμοντες, τὴν ὀρθὴν ἡμῶν λυποῦσι πίστιν· καὶ τῇ δόξῃ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προσκρούουσιν οὐ μετρίως, παρεσκεύασάν τε γράψαι πρός με τὸν θεοσεβέστατον καὶ ὁσιώτατον τῆς Βεῤῥοιέων ἐπίσκοπον ᾿Ακάκιον εἰκαῖά τινα, ὡς αὐτῶν αἰτούντων, χρῆναι μὲν ἅπαντα τὰ παρ' ἡμῶν γραφέντα κατὰ Νεστορίου παραλύεσθαι, καὶ ὡς ἄκυρα ῥίπτεσθαι· συνθέσθαι δὲ μόνῳ τῷ Συμβόλῳ τῆς πίστεως τῆς ὁρισθείσης παρὰ τῶν ἁγίων Πατέρων ἐν τῇ Νικαέων πόλει. Οἶδε δὲ ἡ σὴ ὁσιότης ὅτι τοιαῦται πάλαι αὐτῶν αἱ προτάσεις ἦσαν κατὰ τὴν τῶν Ἐφεσίων πόλιν. Ἐγὼ δὲ πρὸς ταῦτα γέγραφα, ὅτι πρᾶγμα αἰτοῦσιν οὐκ ἐνδεχόμενον · γεγράφαμεν γὰρ ὀρθῶς, ἃ γεγράφαμεν, τῇ ὀρθῇ καὶ ἀμωμήτῳ συναγορεύοντες πίστει· καὶ οὐδὲν τὸ παράπαν τῶν ἰδίων ) ἀρνούμεθα. Οὐ γὰρ εἴρηταί τι', καθάπερ αὐτοί φασιν, ἀτημελῶς, ἀλλὰ τῆς ὀρθότητος ἐχόμενα παντελῶς καὶ πανταχοῦ καὶ τῇ τῆς ἀληθείας δυνάμει συντρέχοντα · χρῆναι δὲ μᾶλλον αὐτοὺς μὴ περιδρομαῖς τισι καὶ ἀναβολαῖς κεχρῆσθαι τοιαύταις, μήτε μὴν ἔξω φέρεσθαι τῶν ἀναγκαίων, ἀλλὰ κατὰ τὸ δόξαν αἱ ἐφέλκεσθαι. 1 εἴρηται. εὖ ἔχειν καὶ αὐτῷ τῷ θεοσεβεστάτῳ καὶ θεοφιλεστάΚαὶ τὰς μὲν τοιαύτας ἐπιστολὰς οὐ προσηκάμην, τῷ βασιλεῖ, καὶ τῇ ἁγίᾳ συνόδῳ, τὰς Νεστορίου φλυαρίας, καὶ τὰς κατὰ Χριστοῦ γενομένας δυσφημίας, ἀναθεματίσαι, ὁμολογῆσαί τε τὴν καθαίρεσιν αὐτοῦ, καὶ συνθέσθαι τῇ χειροτονίᾳ τοῦ ὁσιωτάτου, καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ. Τούτων τοίνυν παρ' ἐμοῦ διαπεμφθέντων αὐτοῖς τῶν γραμμάτων, συνεωρακότες, ὅτι οὐκ ἂν λάβοιεν τὴν κοινωνίαν, μὴ εἰς πέρας ἐνηνεγμένων ὧν ἔδει ποιεῖν αὐτοὺς, ἀποστέλλουσιν εἰς τὴν ᾿Αλεξάνδρειον τὸν εὐλαβέστατον καὶ θεοφιλέστατον ἐπίσκοπον τῆς Ἐμισηνῶν Παῦλον, ἐπικομιζόμενον πρός με γράμματα, κοινωνικὰ μὲν, ὑπαγορευθέντα δὲ οὐ τη σφόδρα καθηκόντως. Προσεποιοῦν το γὰρ καὶ μέμψεις προσάγειν, ὡς οὐκ ὀρθῶς τινων εἰρημένων, καὶ πεπραγμένων ἐν τῇ ἁγίᾳ συνόδῳ. – απαιτῆσαι. Ἡνεσχόμην δὲ οὐδαμῶς· ἀλλὰ γὰρ συνεξἀλλ᾽ ἔφην, ὅτι οἱ καὶ συγγνώμην αἰτεῖν ὀφείλοντες ἐπὶ τοῖς φθάσασι, πῶς καὶ δευτέρας ἐπάγουσιν ὕβρεις; Απολογουμένου δὲ τοῦ μνημονευθέντος θεοσεβεστάτου ἐπισκόπου, ἐνωμότως τε διαβεβαιουμένου, μὴ τοιοῦτον ἐσχηκέναι ακοπὸν αὐτοὺς, ἐξ ἁπλότητος δὲ μᾶλλον ἐπὶ τὸ γράμμα ἐλθεῖν, παρηκάμην - καὶ τοῦτο διὰ τὴν ἀγάπην. Οὐ πρότερον δὲ συναχθῆναι αὐτῷ συγκεχώρηκα, εἰ μὴ βιβλίον δοὺς ἐγγράφως, ἀνεθεμάτισε τὰ Νεστορίου δόγματα, καὶ ὡμολόγησεν ἔχειν αὐτὸν καθῃρημένον, καὶ συντί θεσθαι τῇ χειροτονίᾳ τοῦ εὐλαβεστάτου ἐπισκόπου Μαξιμιανοῦ. Καὶ ἠξίου μὲν, ὡς ὑπὲρ πάντων τῶν κατὰ τὴν ᾿Ανατολὴν ὄντων θεοσεβεστάτων ἐπισκόπων τὰ τοιαῦτα βιβλία δοὺς, μηδὲν ἕτερον ἡμᾶς προσ ἐπεμψα τῷ κυρίῳ μου τῷ θαυμασιωτάτῳ τριβούνῳ καὶ νοταρίῳ ᾿Αριστολάῳ, δύο τῶν ἡμετέρων κληρικῶν εἰς τὴν ᾿Αντιόχειαν, ἐγχειρίσας χάρτην, καὶ εἰπὼν, ὅτι Ἑὰν ὑπογράψῃ ὁ θεοσεβέστατος ἐπίσκοπος ᾿Αντιοχείας Ἰωάννης, καὶ δέξηται τοῦτον, τότε ἀπόδοτε τὰ κοινωνικά. Ἐδυσχέραινε γὰρ Ρ ἐπὶ τῷ βράδει ὁ μνημονευθείς θαυμασιώτατος τριβοῦνος ᾿Αριστόλαος. Ὑπογράψαντος τοίνυν τοῦ θεοσεβεστάτου ἐπισκόπου Ἰωάννου, καὶ τῶν σὺν αὐτῷ ἐπιφανεστέρων, ἀναθεματισάντων δὲ αὐτῶν τὰς Νεστορίου δόγματα, καὶ ὁμολογησάντων ἔχειν αὐτὸν καθῃρημένον, συνθεμένων τε τῇ χειροτονίᾳ τοῦ εὐλαβεστάτου καὶ θεοσεβεστάτου ἐπισκόπου Μαξιμιανοῦ, ἀποδεδώκαμεν τὴν κοινωνίαν. Ταῦτα γὰρ αὐτοῖς καὶ τι δε που οὐ. κατὰ τὴν Ἐφεσίων μητρόπολιν προετείνετο παρὰ τῆς ἁγίας συνόδου. Ἴστω δὲ κἀκεῖνο ἡ σὴ ὁσιότης· ἐνέστη μὲν γὰρ ἐν ἀρχαῖς πλεῖστα παρακαλῶν ὁ εὐλαβέστατος καὶ θεοφιλέστατος ἐπίσκοπος Παῦλος τῶν καθῃρημένων ἕνεκα, Παλλαδίου τε, καὶ · Εὐθηρίου, Ἡμερίου, καὶ Δωροθέου, καὶ ἠξίου τὰ ἐπ᾿ αὐτοῖς ἀργῆσαι, διατεινόμενος μὴ ἑτέρως δύνασθαι τὴν εἰρήνην τῶν Ἐκκλησιῶν ἐνεχθῆναι πρὸς πέρας, εἰ μὴ προστεθείη καὶ τοῦτο. Ἐγὼ δὲ ἔφην, ἀδυνάτῳ πράγματι ἐπιχειρεῖν αὐτόν· καὶ τοῦτο οὐκ ἔσεσθαί ποτε παρ᾿ ἡμῶν. Μεμενήκασι τοίνυν ἐν ᾧ καὶ νῦν εἰσι σχίσματι ·· καὶ οὐδεμία γέγονεν αυτων μνήμη ἐν ταῖς συνθήκαις ταῖς περὶ τῆς εἰρήνης τῶν ἁγίων Ἐκκλησιῶν. Γεγράφασι δὲ τὴν αὐτὴν ἐπιστολὴν, ἣν Επεμψαν πρός με, καὶ πρὸς τοὺς θεοσεβεστάτους καὶ ὁσιωτάτους ἐπισκόπους, τόν τε τῆς μεγάλης Ῥώμης Ξύστον, καὶ τὸν τῆς ἁγίας τῶν Κωνσταντινουπολιτῶν Ἐκκλησίας Μαξιμιανόν. Καὶ ἦν ἀναγκαῖον ἀκριβῶς διδαχθῆναι ταῦτα τὴν σὴν τελειότητα· ὡς ἂν μὴ τινες ἕτερα ἀνθ᾽ ἑτέρων φλυαρεῖν εἰωθότες, ταράξωσί τινας τῶν ἀδελφῶν, ὡς ἡμῶν ἀρνησαμένων γεγράφαμεν κατὰ τῶν Νεστορίου δυσφημιῶν. ᾿Απέστειλα δὲ καὶ τὰ ἴσα τῶν ἐπιστολῶν, τῆς παρ' ἐμοῦ γραφείσης πρὸς τὸν εὐλαβέστατον τῆς ᾿Αντιοχείας ἐπίσκοπον Ἰωάννην, καὶ τῆς παρ᾿ αὐτοῦ γραφείσης πρός με ἐπὶ τῷ ἀναθεματισμῷ τῶν Νεστορίου δυσφημιῶν, καὶ τῇ καθαιρέσει αὐτοῦ, πρὸς εὐμάθειαν ἀκριβῆ τῆς σῆς τελειότητος. Καὶ ἑτέρας ἐπιστολὰς παρὰ ταύτας προσκομιζέτω μηδείς. Πρόσειπε τὴν σὺν σοὶ ἀδελφότητα. Σὲ ἡ σὺν ἡμῖν ἐν Χριστῷ · προσαγορεύει.

Kyriǭ mou agapētǭ adelphǭ kai sylleitourgǭ Donatǭ, Kyrillos en Kyriǭ chairein. Dein ǭēthēn tę̄ sę̄ theosebeią ta parakolouthēsanta epi tę̄ eirēnę̄ tōn Ekklēsiōn katastēsai gnōrima. Aphiketo toinyn ho kyrios mou ho thaumasiōtatos tribounos kai notarios Aristolaos eis tēn ᾿Antiocheian, epipheromenos kai basilikas syllabas, hai parekeleuonto ton eulabestaton tēs Antiocheōn Ekklēsias episkopon Iōannēn, anathematisai men ta miara tou Nestoriou dogmata, katapsēphisasthai de kai tēn kathairesin autou, kath' homoiotēta tēs hagias synodou, zētēsai te houtō tēn par' hēmōn koinōnian. Kai hē men dynamis tōn gegrammenōn hautē. Tines de tōn kata tēn ᾿Anatolēn episkopōn, oupō tacha Nestoriou kataginōskontes, ē kai prostasian autǭ nemontes, tēn orthēn hēmōn lypousi pistin; kai tę̄ doxę̄ tou pantōn hēmōn Sōtēros Christou proskrouousin ou metriōs, pareskeuasan te grapsai pros me ton theosebestaton kai hosiōtaton tēs Berrhoieōn episkopon ᾿Akakion eikaia tina, hōs autōn aitountōn, chrēnai men hapanta ta par' hēmōn graphenta kata Nestoriou paralyesthai, kai hōs akyra rhiptesthai; synthesthai de monǭ tǭ Symbolǭ tēs pisteōs tēs horistheisēs para tōn hagiōn Paterōn en tę̄ Nikaeōn polei. Oide de hē sē hosiotēs hoti toiautai palai autōn hai protaseis ēsan kata tēn tōn Ephesiōn polin. Egō de pros tauta gegrapha, hoti pragma aitousin ouk endechomenon ; gegraphamen gar orthōs, ha gegraphamen, tę̄ orthę̄ kai amōmētǭ synagoreuontes pistei; kai ouden to parapan tōn idiōn ) arnoumetha. Ou gar eirētai ti', kathaper autoi phasin, atēmelōs, alla tēs orthotētos echomena pantelōs kai pantachou kai tę̄ tēs alētheias dynamei syntrechonta ; chrēnai de mallon autous mē peridromais tisi kai anabolais kechrēsthai toiautais, mēte mēn exō pheresthai tōn anankaiōn, alla kata to doxan hai ephelkesthai. 1 eirētai. eu echein kai autǭ tǭ theosebestatǭ kai theophilestaKai tas men toiautas epistolas ou prosēkamēn, tǭ basilei, kai tę̄ hagią synodǭ, tas Nestoriou phlyarias, kai tas kata Christou genomenas dysphēmias, anathematisai, homologēsai te tēn kathairesin autou, kai synthesthai tę̄ cheirotonią tou hosiōtatou, kai theosebestatou episkopou Maximianou. Toutōn toinyn par' emou diapemphthentōn autois tōn grammatōn, syneōrakotes, hoti ouk an laboien tēn koinōnian, mē eis peras enēnegmenōn hōn edei poiein autous, apostellousin eis tēn ᾿Alexandreion ton eulabestaton kai theophilestaton episkopon tēs Emisēnōn Paulon, epikomizomenon pros me grammata, koinōnika men, hypagoreuthenta de ou tē sphodra kathēkontōs. Prosepoioun to gar kai mempseis prosagein, hōs ouk orthōs tinōn eirēmenōn, kai pepragmenōn en tę̄ hagią synodǭ. – apaitēsai. Hēneschomēn de oudamōs; alla gar synexall᾽ ephēn, hoti hoi kai syngnōmēn aitein opheilontes epi tois phthasasi, pōs kai deuteras epagousin hybreis? Apologoumenou de tou mnēmoneuthentos theosebestatou episkopou, enōmotōs te diabebaioumenou, mē toiouton eschēkenai akopon autous, ex haplotētos de mallon epi to gramma elthein, parēkamēn - kai touto dia tēn agapēn. Ou proteron de synachthēnai autǭ synkechōrēka, ei mē biblion dous engraphōs, anethematise ta Nestoriou dogmata, kai hōmologēsen echein auton kathę̄rēmenon, kai synti thesthai tę̄ cheirotonią tou eulabestatou episkopou Maximianou. Kai ēxiou men, hōs hyper pantōn tōn kata tēn ᾿Anatolēn ontōn theosebestatōn episkopōn ta toiauta biblia dous, mēden heteron hēmas pros epempsa tǭ kyriǭ mou tǭ thaumasiōtatǭ tribounǭ kai notariǭ ᾿Aristolaǭ, dyo tōn hēmeterōn klērikōn eis tēn ᾿Antiocheian, encheirisas chartēn, kai eipōn, hoti Hean hypograpsę̄ ho theosebestatos episkopos ᾿Antiocheias Iōannēs, kai dexētai touton, tote apodote ta koinōnika. Edyscheraine gar R epi tǭ bradei ho mnēmoneutheis thaumasiōtatos tribounos ᾿Aristolaos. Hypograpsantos toinyn tou theosebestatou episkopou Iōannou, kai tōn syn autǭ epiphanesterōn, anathematisantōn de autōn tas Nestoriou dogmata, kai homologēsantōn echein auton kathę̄rēmenon, synthemenōn te tę̄ cheirotonią tou eulabestatou kai theosebestatou episkopou Maximianou, apodedōkamen tēn koinōnian. Tauta gar autois kai ti de pou ou. kata tēn Ephesiōn mētropolin proeteineto para tēs hagias synodou. Istō de kakeino hē sē hosiotēs; enestē men gar en archais pleista parakalōn ho eulabestatos kai theophilestatos episkopos Paulos tōn kathę̄rēmenōn heneka, Palladiou te, kai ; Euthēriou, Hēmeriou, kai Dōrotheou, kai ēxiou ta ep᾿ autois argēsai, diateinomenos mē heterōs dynasthai tēn eirēnēn tōn Ekklēsiōn enechthēnai pros peras, ei mē prostetheiē kai touto. Egō de ephēn, adynatǭ pragmati epicheirein auton; kai touto ouk esesthai pote par᾿ hēmōn. Memenēkasi toinyn en hǭ kai nyn eisi schismati ;; kai oudemia gegonen autōn mnēmē en tais synthēkais tais peri tēs eirēnēs tōn hagiōn Ekklēsiōn. Gegraphasi de tēn autēn epistolēn, hēn Epempsan pros me, kai pros tous theosebestatous kai hosiōtatous episkopous, ton te tēs megalēs Rhōmēs Xyston, kai ton tēs hagias tōn Kōnstantinoupolitōn Ekklēsias Maximianon. Kai ēn anankaion akribōs didachthēnai tauta tēn sēn teleiotēta; hōs an mē tines hetera anth᾽ heterōn phlyarein eiōthotes, taraxōsi tinas tōn adelphōn, hōs hēmōn arnēsamenōn gegraphamen kata tōn Nestoriou dysphēmiōn. ᾿Apesteila de kai ta isa tōn epistolōn, tēs par' emou grapheisēs pros ton eulabestaton tēs ᾿Antiocheias episkopon Iōannēn, kai tēs par᾿ autou grapheisēs pros me epi tǭ anathematismǭ tōn Nestoriou dysphēmiōn, kai tę̄ kathairesei autou, pros eumatheian akribē tēs sēs teleiotētos. Kai heteras epistolas para tautas proskomizetō mēdeis. Proseipe tēn syn soi adelphotēta. Se hē syn hēmin en Christǭ ; prosagoreuei.

To my lord, beloved brother and fellow minister Donatus, Cyril: greeting in the Lord.

I thought I should make known to your Reverence what has followed concerning the peace of the churches. My lord the most admirable tribune and notary Aristolaus came to Antioch bringing an imperial letter, which ordered the most reverent bishop of the church of Antioch, John, to anathematize the foul doctrines of Nestorius, to vote for his deposition in the same way as the holy synod, and so to seek communion with us. This was the force of what was written. But some of the bishops of the East, perhaps not yet condemning Nestorius, or even giving him their patronage, grieve our right faith and offend no little against the glory of Christ, the Saviour of us all; and they arranged for the most God-fearing and holy bishop of Beroea, Acacius, to write me some idle things, as though they were asking that everything we wrote against Nestorius be annulled and thrown out as void, and that we agree only to the symbol of faith defined by the holy fathers at the city of Nicaea. Your Holiness knows that such were their proposals long ago at the city of Ephesus. I wrote in reply that they were asking for something impossible; for what we wrote we wrote rightly, defending the right and blameless faith, and we deny nothing at all of our own. For nothing was said carelessly, as they claim, but everything holds wholly and everywhere to correctness and runs with the force of the truth. Rather, they ought not to use such evasions and delays, nor to stray outside what is necessary, but, as was judged right by the most God-fearing and God-beloved emperor himself and by the holy synod, to anathematize the prattle of Nestorius and the blasphemies uttered against Christ, to confess his deposition, and to agree to the ordination of the most holy and God-fearing bishop Maximian. Such letters I did not accept.

When this letter of mine had been sent to them, they saw that they would not obtain communion unless what they had to do was carried through, and they sent to Alexandria the most reverent and God-beloved bishop of Emesa, Paul, bringing me letters of communion, but dictated in a not very fitting manner. For they made a show of bringing complaints too, as though some things had not been rightly said and done at the holy synod. But I said, “Those who ought even to ask pardon for what has gone before, how do they add second insults?” When the said most God-fearing bishop apologized and affirmed on oath that they had had no such aim, but had come to write the letter out of simplicity, I accepted this too for love's sake. But I did not consent to join with him in the services until he gave a document in writing, anathematized the doctrines of Nestorius, confessed that he holds him deposed, and agreed to the ordination of the most reverent bishop Maximian. He asked that, since he had given such a document on behalf of all the most God-fearing bishops in the East, we should demand nothing further. But I by no means put up with that; instead I sent, together with my lord the most admirable tribune and notary Aristolaus, two of our clerics to Antioch, handing them a document and saying, “If the most God-fearing bishop of Antioch, John, signs it and accepts it, then hand over the letters of communion.” For the most admirable tribune Aristolaus was annoyed at the delay. So when the most God-fearing bishop John and the more prominent of those with him had signed, anathematized the doctrines of Nestorius, confessed that they hold him deposed, and agreed to the ordination of the most reverent and God-fearing bishop Maximian, we gave back communion. For these things had been put to them by the holy synod at the metropolis of Ephesus too.

Let your Holiness know this also: the most reverent and God-beloved bishop Paul at first pressed hard, with many entreaties, on behalf of the deposed, Palladius, Eutherius, Himerius, and Dorotheus, and asked that the sentences against them be suspended, insisting that the peace of the churches could not otherwise be brought to completion unless this were added. But I said that he was attempting something impossible, and that this would never be done by us. They have remained, then, in the schism in which they now are, and no mention of them was made in the terms of the peace of the holy churches. They have written the same letter they sent me also to the most God-fearing and most holy bishops Xystus of great Rome and Maximian of the holy church of Constantinople. It was necessary that your Perfection be informed of this exactly, so that some who are accustomed to prattle one thing in place of another may not trouble any of the brothers, as though we had denied what we wrote against the blasphemies of Nestorius. I have also sent copies of the letters, the one I wrote to the most reverent bishop of Antioch, John, and the one he wrote to me about the anathema on the blasphemies of Nestorius and his deposition, for your Perfection's exact information. And let no one bring forward other letters besides these. Greet the brotherhood with you. The brotherhood with us greets you in Christ.

Notes and citation

Summary: Cyril tells Donatus of Nicopolis how the reunion with John of Antioch was reached without retracting anything he had written, and that the bishops deposed for supporting Nestorius were not restored.

  • Written in 433 to Donatus, bishop of Nicopolis in Epirus. Several lines are out of order in the edition (the sentence “Such letters I did not accept,” and the words “demand nothing further. But I by no means put up with that; instead I sent, together with …”), and stray words from the notes appear in two places; all are translated in the order the sense requires. The deposed bishops named (Palladius, Eutherius, Himerius, Dorotheus) were Nestorius's supporters. The two letters sent are Letters 38 and 39.

Extrabiblical texts: Conc. Nic. 0 (Creed and Canons of the Council of Nicaea (325); allusion)

Topics: Christology, Heresy, Church office

Cite (SBL): Cyril of Alexandria, Ep. 48 (PG 77 77:249; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/48). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-48) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.

Chapter 49

49PG 77 77:253

Τῷ ὀσιωτάτῳ καὶ ἀγιωτάτῳ δεσπότῃ ἐμῷ, ἀρχιεπισκόπῳ Πατρὶ Μαξιμιανῷ, Κύριλλος ἐν Κυρίῳ χαίρειν. . Οὐκ ἦν ἀμφίβολον, ὅτι πάντη τε καὶ πάντως αἱ τῆς σῆς ὁσιότητος ἰσχύσουσι προσευχαί· κατανεύει γὰρ ἑτοίμως τοῖς ἀγαπῶσιν αὐτὸν ὁ πάντων ἡμῶν Σωτήρ· ὥστε ἕκαστον καὶ ἐπὶ τούτῳ χαίροντά τε καὶ ἀνασκιρτῶντα, λέγειν· « Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. » Ἰδοὺ γὰρ, ἰδοὺ τὰ διεσπασμένα μέλη τοῦ τῆς Ἐκκλησίας σώματος, συνήφθη πάλιν ἀλλήλοις· καὶ διατέμνει μὲν οὐδὲν εἰς διχόνοιαν τοὺς ἱερουργοῦντας τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Μιᾷ δὲ οἱ πάντες στεφανούμεθα πίστει, τὸν τῶν ἀνοσίων εὑρετὴν Νεστόριον ἔξω τῶν ἱερῶν ἐλάσαντες περιβόλων, καὶ ἀγέλης εὐγενοῦς ἀποστήσαντες τὸν ψευδοποιμένα. Γέγονε δὲ καὶ τοῦτο ἓν τῶν σῶν κατόρθωμα προσευχῶν. Ἐπεὶ τοίνυν φροντὶς ἀναγκαία γέγονε καὶ τοῖς εὐσεβεστάτοις βασιλεῦσιν ἡ περὶ τῶν Ἐκκλησιῶν εἰρήνη, εὐχόμεθα δὲ καὶ ἡμεῖς αὐτοὶ, γενέσθαι μὲν ἐκ μέσου τὸ διατειχίζον, καὶ διατέμνον ἡμᾶς εἰς διαφορὰν, ἀναλάμψαι δὲ φωτὸς δίκην Θεῷ φιλτάτην εἰρήνην, ὁμολογησάντων ἐγγράφως, τοῦ θεοφιλεστάτου, καὶ θεοσεβεστάτου Αντιοχέων Ἐκκλησίας Ἰωάννου, καὶ τῶν σὺν αὐτῷ εὐλαβεστάτων ἐπισκόπων, ὅτι καθῃρημένον ἔχουσι Νεστόριον, καὶ ἀναθεματίζουσι τὰς ἀνοσίους αὐτοῦ δυσφημίας, πέπομφα γράμματα πρός τε τὴν θεοσέβειαν αὐτοῦ, καὶ τοὺς ἄλλους ἐπισκόπους κοινωνικά· καὶ συνήφθημεν εἰς ὁμόνοιαν, συντρεχούσης πρὸς τοῦτο καὶ τῆς σῆς ὁσιότητος, καὶ ἁπάντων τῶν ἄλλων, · ἐξ ὧν τὸ τῆς ἁγίας συνόδου γέγονε πλήρωμα. Οὐ γὰρ ἔρις καὶ φιλονεικία κρατεῖ παρ᾿ ἡμῖν· ἀλλ᾽ ἕνα σκοπὸν ἅπαντες ἐσχήκαμεν πρὸς εἰρήνην βλέποντα. Καὶ εἴπερ ἠθέλησαν οἱ ἐξ ἀρχῆς ἡμῖν διχονοήσαντες, καὶ ἑαυτοὺς ἡμῶν ἀποτεμόντες, οὐδ᾽ ἂν ὅλως γέγονέ τις ἔρις καὶ διαφορὰ τῶν Ἐκκλησιῶν. Πλὴν εὐλογητὸς ὁ Σωτήρ, ὁ τὸν χειμῶνα καταπαύσας, καὶ τὴν τῆς ὁμοψυχίας ἡμῖν ἁπλώσας γαλήνην εὐχαῖς καὶ πρεσβείαις τῆς σῆς ὁσιότητος, καὶ τῶν ἄλλων δὲ πάντων, ὅσοι πίστιν ἔχοντες ὀρθὴν καὶ εἰλικρινῆ, τὴν ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν τελοῦσιν αὐτῷ.

Tǭ osiōtatǭ kai agiōtatǭ despotę̄ emǭ, archiepiskopǭ Patri Maximianǭ, Kyrillos en Kyriǭ chairein. . Ouk ēn amphibolon, hoti pantē te kai pantōs hai tēs sēs hosiotētos ischysousi proseuchai; kataneuei gar hetoimōs tois agapōsin auton ho pantōn hēmōn Sōtēr; hōste hekaston kai epi toutǭ chaironta te kai anaskirtōnta, legein; « Ēkousen ek naou hagiou autou phōnēs mou, kai hē kraugē mou enōpion autou eiseleusetai eis ta ōta autou. » Idou gar, idou ta diespasmena melē tou tēs Ekklēsias sōmatos, synēphthē palin allēlois; kai diatemnei men ouden eis dichonoian tous hierourgountas to Euangelion tou Christou. Mią de hoi pantes stephanoumetha pistei, ton tōn anosiōn heuretēn Nestorion exō tōn hierōn elasantes peribolōn, kai agelēs eugenous apostēsantes ton pseudopoimena. Gegone de kai touto hen tōn sōn katorthōma proseuchōn. Epei toinyn phrontis anankaia gegone kai tois eusebestatois basileusin hē peri tōn Ekklēsiōn eirēnē, euchometha de kai hēmeis autoi, genesthai men ek mesou to diateichizon, kai diatemnon hēmas eis diaphoran, analampsai de phōtos dikēn Theǭ philtatēn eirēnēn, homologēsantōn engraphōs, tou theophilestatou, kai theosebestatou Antiocheōn Ekklēsias Iōannou, kai tōn syn autǭ eulabestatōn episkopōn, hoti kathę̄rēmenon echousi Nestorion, kai anathematizousi tas anosious autou dysphēmias, pepompha grammata pros te tēn theosebeian autou, kai tous allous episkopous koinōnika; kai synēphthēmen eis homonoian, syntrechousēs pros touto kai tēs sēs hosiotētos, kai hapantōn tōn allōn, ; ex hōn to tēs hagias synodou gegone plērōma. Ou gar eris kai philoneikia kratei par᾿ hēmin; all᾽ hena skopon hapantes eschēkamen pros eirēnēn bleponta. Kai eiper ēthelēsan hoi ex archēs hēmin dichonoēsantes, kai heautous hēmōn apotemontes, oud᾽ an holōs gegone tis eris kai diaphora tōn Ekklēsiōn. Plēn eulogētos ho Sōtēr, ho ton cheimōna katapausas, kai tēn tēs homopsychias hēmin haplōsas galēnēn euchais kai presbeiais tēs sēs hosiotētos, kai tōn allōn de pantōn, hosoi pistin echontes orthēn kai eilikrinē, tēn en Pneumati kai alētheią proskynēsin, kai latreian telousin autǭ.

To my most holy and most sacred lord, archbishop and father Maximian, Cyril: greeting in the Lord.

There was no doubt that the prayers of your Holiness would prevail entirely and in every way; for the Saviour of us all readily grants the requests of those who love him; so that each of us, rejoicing at this and leaping for joy, may say, “He heard my voice from his holy temple, and my cry before him will enter his ears.” For see, see, the members of the body of the church that had been torn apart have been joined to one another again; nothing divides into discord those who minister the gospel of Christ as priests; and we are all crowned with one faith, having driven the inventor of unholy things, Nestorius, out of the sacred enclosures and removed the false shepherd from the noble flock. This too has been one of the achievements of your prayers.

Since the peace of the churches has become a necessary concern of the most pious emperors as well, and we ourselves pray that what walls us off and cuts us apart into difference may be removed from our midst, and that peace, most dear to God, may shine out like light, now that the most God-beloved and God-fearing John of the church of Antioch and the most reverent bishops with him have confessed in writing that they hold Nestorius deposed and anathematize his unholy blasphemies, I have sent letters of communion to his Reverence and to the other bishops; and we have been joined in concord, your Holiness and all the others who made up the fullness of the holy synod concurring in this. For strife and contention do not prevail among us; we have all had one aim, looking toward peace. And if those who disagreed with us from the beginning and cut themselves off from us had been willing, there would have been no strife or difference among the churches at all. But blessed be the Saviour, who has stilled the storm and spread over us the calm of unanimity, through the prayers and intercessions of your Holiness and of all the others who, holding a right and sincere faith, offer him worship and service in spirit and in truth.

Ps 18:6 (17:7 LXX) (quotation, high confidence) · 1 Cor 12:12 (echo, low confidence) · Eph 2:14 (echo, medium confidence) · Mark 4:39 (echo, low confidence) · John 4:23–24 (allusion, high confidence)

Notes and citation

Summary: Cyril tells Maximian of Constantinople that, through his prayers, John of Antioch and his bishops have accepted Nestorius's deposition and communion has been restored.

  • Written in 433. The psalm quoted is Ps 18:6 (LXX 17:7).

Topics: Heresy, Church office, Prayer

Cite (SBL): Cyril of Alexandria, Ep. 49 (PG 77 77:253; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/49). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-49) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.