Expositions on the Psalms 21–27

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 21

21PG 27:131–140

Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΑ΄. Ὑπόθεσις. ῎Αδεται ὁ προκείμενος ψαλμὸς ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Τουτέστιν ὅτι νυκτὸς καὶ ἀχλύος διαβολικῆς ἠλευθέρωσεν ἡμᾶς, ἐπιλάμψας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἀνατολὴ ἐξ ὕψους κατὰ τὸ γεγραμμένον. Η καὶ ἀντίληψιν ἑωθινὴν τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος ὀνομάζει καιρόν. Ἐγήγερται γὰρ ὄρθρου βαθέος, ὁδοποιήσας τῇ ἀνθρώπων φύσει τὴν εἰς ἀφθαρσίαν ὁδόν. "Αδει δὲ τὸν ψαλμὸν ὁ Χριστὸς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Σαφῶς δὲ καὶ τὰ συμβαίνοντα αὐτῷ παρὰ τῶν Ἰουδαίων ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἐξηγεῖται ἡμῖν Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με ; Αἰτεῖ τὴν ἐποπτείαν τὴν παρὰ τοῦ Πατρὸς, τὰ ἡμῶν εἰς ἑαυτὸν μετατιθεὶς ἵνα ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι πρότερον, νῦν δὲ προσειλημμένοι καὶ σεσωσμένοι. Ταῦτα λέγει ἵνα, καὶ τὰ ἑξῆς] παύσῃ τὴν ἀμὰν, καὶ ἐφ᾿ ἡμᾶς μεταγάγῃ τὸ πρόσωπον τοῦ Πατρός. Ἡμεῖς γάρ ἐσμεν οἱ γεγονότες ἀποστροφὴ καὶ ἐγκατάλειψις διὰ τὴν ἐν ᾿Ἀδὰμ παράβασιν. Μακρὰν ἀπὸ τῆς σωτηρίας οἱ λόγοι τῶν παραπτωμάτων μου. Σκόπει μοι πάλιν τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἐν Χριστῷ παρακαλοῦν ἀπαλλάττεσθαι τῶν πταισμάτων ἤτοι τῶν παραπτωμάτων καὶ τῶν ἐπ᾿ αὐτοῖς λόγων. Δῆλον δὲ, ὅτι τῆς ἑκάστῳ πρεπούσης δικαιοσύνης. [῾Ο Θεὸς, ὁ Θεός μου. Ταῦτα λέγει ὁ Σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀντὶ τοῦ· Θεέ μου, Θεέ μου. ῾Ο Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καθ' ὑποστιγμὴν ἀναγνωστέον. Σημαίνει δὲ ἡμῖν, ὅτι οὐκ ἀνόνητος τῆς προσευχῆς ὁ καρπός. Φησὶ γάρ· Οὐκ εἰς ἄνοιαν ἐμοί. Τουτέστιν, οἶδα σαφῶς, ὡς κεκράξομαι μὲν ἐγὼ, εἰσακούσει δὲ αὐτός. Ὅτι γε καὶ, κατοικῶν ἐν ἁγίοις τοῖς εἰς σὲ τὸν νοῦν ἔχουσιν, ἔπαινος καὶ δόξα αὐτῶν γίγνῃ. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραήλ· ἢ ὁ αὐτὸς ἔπαινος ὧν. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πατέρας ἑαυτοῦ κατὰ σάρκα τοὺς πατριάρχας καὶ τοὺς προφήτας φησί. Δείκνυσι δὲ καὶ τῆς ἐλπίδος τὸ κέρδος. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. ᾿Αλλὰ καὶ οἱ κατὰ σάρκα πρὸ ἐμοῦ, τουτέστιν οἱ προφῆται, ἐπὶ σοὶ προσεδόκων, τὴν ἐμὴν ἐπίλαμψιν ἀναμένοντες, καὶ τῆς ἐλπίδος οὐ διεψεύσθησαν· ὡσαύτως καὶ οἱ πατριάρχαι. Ἐγὼ δὲ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. πεινόφρονας εἶναι διδάσκει, καὶ μάλιστα προσιόντας Θεῷ. ῎Ονειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ. Ταῦτα σαφῶς ὁ εὐαγγελιστὴς πεπράχθαι εἰς αὐτὸν κατὰ τὸν καιρὸν τοῦ σταυροῦ φησιν· καθ' ὃν ἐπέσειον αὐτῷ οἱ παραπορευόμενοι τὰς κεφαλὰς, καὶ ἐβλασφήμουν εἰς αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν. ῞Οτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. Τοῦτό φησιν, ἐπειδὴ κατ' εὐδοκίαν τοῦ Πατρὸς ἐνηνθρώπησεν. "Οτε γάρ, φησὶν, ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικός. Ἐπιγράφεται γὰρ καὶ ἐλπίδα τὸν ἑαυτοῦ Πατέρα, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων, ἀλλ' ἐξερχομένων. Ἐξῆλθε γὰρ, φησὶν, Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας ἀπὸ γαστρὸς, κ. τ. λ. Εὔχεται πάλιν ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Καὶ γὰρ ὁ τῶν μαθητῶν αὐτὸν καταλέλοιπε χορός. Εἶτα προλέγει τὰ τῆς θλίψεως εἴδη. Περιεκύκλωσάν με μόσχοι πολλοί. Τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ὀστᾶ αὐτοῦ φησι τοὺς ἁγίους μυσταγωγούς · εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία, εἰκότως καὶ οἱ συνέχοντες αὐτὴν νοηθεῖεν ἂν ὀστᾶ. Ἠκούσαμεν δὲ τοῦ εὐαγγελιστοῦ, ὡς, συλληφθέντος αὐτοῦ παρὰ τῆς σπείρας τῶν στρατιωτῶν, διεσκορπίσθησαν οἱ μαθηταί. Καὶ ἄλλως· Τὰ ὀστᾶ τῆς σοφίας, τὰ ἅγια α δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσετε. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος. Ἴδιον λύπης τὸ εἰρημένον· γέγραπται γάρ· Ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Ἐλυπεῖτο δὲ ὑπέρ τε τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ προδότου, ὅτι δὴ ἀπωλείᾳ παρελαμβάνοντο διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν. Καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Εσκέδασται, φησὶ, καὶ διεσκορπίσθη τὰ τέως ἐν ὀστῶν τάξει τὴν περὶ τὸν διδάσκαλον συμπληροῦντα σύνταξιν· ἀφέντες γὰρ αὐτὸν οἱ μαθηταὶ ἔφυγον, τὸ κατὰ πεδίον ἀφιέμενον ὕδωρ μιμησάμενοι. Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσα κεκόλληται τῷ λάρυγγί μου. Σημαίνει διὰ τούτων τὴν ἐπὶ τῷ τιμίῳ σταυρῷ συμβᾶσαν αὐτῷ δίψαν, ὅτε καὶ αἰτήσαντι πιεῖν, ὅξος προσήνεγκαν αὐτῷ μετὰ χολῆς. Διὸ λέγει· Καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.] Καὶ εἰς χοῦν θανάτου κατήγαγές με. Χάριτι γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου. Οὐ γὰρ εἰς θάνατον, ἀλλ᾽ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ἅδην, οὐδὲ σάρξ αὐτοῦ εἶδε διαφθοράν. ῞Οτι ἐκύκλωσάν με κύνες πολλοί. Πάλιν τοὺς ἄρχοντας σημαίνει. "Ωρυξαν χεῖράς μου καὶ πόδας μου. Διὰ τοὺς ἐν σταυρῷ ἥλους φησίν. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Ψηλαφῶντες κατὰ τὸ εἰκὸς ἅπαν αὐτοῦ τὸ σῶμα, καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. ᾿Αντὶ τοῦ, ἐπεγέλασαν. Ταῦτα δέ φησι διὰ τὴν κοκκίνην χλαμύδα καὶ τὸν ἐξ ἀκανθῶν στέφανον, καὶ τὸν ἀντὶ σκήπτρου κάλαμον. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Σαφῶς ταῦτα ἐν τοῖς Εὐαγγελίοις ἐγράφη. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ' ἐμοῦ. Μεθίστησι τοὺς λόγους εἰς προσευχήν. [Σοῦ, φησί, βοηθοῦντος καὶ ἀντιλαμβανομένου, τριταῖος ἀναστὰς, ματαίαν αὐτῶν τὴν ἐπιβουλὴν ἀποδείξω.] Ὑποτύπωσις ἡμῖν γενόμενος, ὡς δεῖ ἐν τοῖς πειρασμοῖς ἐπικαλεῖσθαι Θεὸν, καὶ μὴ καταπίπτειν εἰς ἀκηδίαν, μηδὲ ἐκλύεσθαι ὑπὸ τῶν θλίψεων. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Τὴν κακίαν τῶν Ἰουδαίων καὶ τὴν ἄνοιαν διὰ τούτων σημαίνει διὰ ῥομφαίας καὶ χειρὸς κυνὸς καὶ λέοντος καὶ κεράτων μονοκερώτων. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενή μου. Τὰ ἐκ τούτου τοῦ κυνὸς γενόμενα χεῖρα, καὶ αὐτὸν κύνα ὀνομάζει· Οὐ καλὸν γὰρ, φησὶν, ἐστὶ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ῥομφαία δὲ εἴη ἂν καὶ ὁ διάβολος, ἀεὶ τιτρώσκειν ἐπιχειρῶν. Μονογενῆ δὲ λέγει αὐτοῦ τὴν ψυχὴν, διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν ἄλλων ψυχῶν· πᾶσαι μὲν γὰρ ἐκεῖναι ἔγνωσαν ἁμαρτίαν, cἐκείνη δὲ οὔ: καὶ διὰ τὸ μόνην ἀεὶ τοῦ Θεοῦ Λόγου ἕνωσιν ἔχειν καθ᾽ ὑπόστασιν μετὰ τῆς σαρκός. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐκ δύο τῶν ἐναντίων, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Ἐκείναις δὲ ἐκ διαλειμμάτων ἐπιφοιτᾷ. Τάχα δὲ καὶ τὴν παραστᾶσαν Ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, διὰ τὸ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα ἐκ τῶν ἀμώμων συμπληρουμένην κατὰ προκοπὴν ἐκ τῶν ἐξήκοντα βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ἐδίδασκε γὰρ ἡμᾶς τὸν φύσει καὶ ἀληθείᾳ Θεὸν καὶ ὁμοούσιον αὐτοῦ Πατέρα. Ο Πάλιν ὡς ἄνθρωπος ἥνωται διὰ τῆς Ἐκκλησίας. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους καὶ ἐκείνους εἰς τὸν ὕμνον ἐγείρει· τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνομάζων Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόντας ἔθος ἦν ὀνομάζειν. Καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει δημηγορῶν γὰρ ὁ θεῖος ᾿Απόστολος οὕτως ἔφη · Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Κύριον. "Οτι οὐκ ἐξουδένωσεν. "Α κατώρθωσεν ἡμῖν δι' ἑαυτοῦ ὁ Μονογενὴς ἐκδιδάσκει σαφῶς. Παρὰ σοῦ ὁ ἔπαινός μου. Ἔπαινον τὴν δοξολογίαν φησίν· ἔστι δὲ ταύτην παρὰ τοῦ Πατρὸς γενομένην ἰδεῖν, ὅτε ἦλθε φωνὴ ἄνωθεν λέγουσα · Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. [Ἢ ὅτι ὥσπερ ἐγώ σε δῆλον τοῖς · ἀνθρώποις ἐποίησα, οὕτω καὶ σὺ πάντως τὴν αὐτήν μοι προσάγεις τιμὴν, νῦν μὲν λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου· νῦν δὲ ἀποκαλύπτων Πέτρῳ καὶ τοῖς λοιποῖς. Τὰς εὐχάς μου ἀποδώσω. Εὐχὴ ἡ ἐπαγγελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ. Οὐκοῦν τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ τῷ Πατρὶ μέχρι θανάτου ὡσαύτως ἂν νοηθείη, ἀποδοθείσης τῆς εὐχῆς παρ᾿ αὐτοῦ τῷ Πατρί. [Εὐχὴ μὲν ἡ ἐπαγγελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ· Οὐκοῦν ἡ τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ Πατρὶ, καὶ τοῦτο μέχρι τοῦ θανάτου σαρκός. Ωσαύτως ἂν νοηθείῃ ἀποδοθείσης τῆς εὐχῆς παρ᾿ αὐτοῦ τῷ Πατρί.] Φάγονται πένητες, καὶ ἐμπλησθήσονται. Προσαγόρευσις τῆς τῶν ἐθνῶν κλήσεως διὰ τούτων σημαίνεται. Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Βασιλεῦσαι λέγεται τῶν ἐπὶ γῆς, καίτοι βασιλεὺς πάντων ὢν καθὸ Θεὸς, διὰ τὸ ἐπιστρέψαι αὐτοὺς ἐκ τῆς τῶν δαιμόνων πλάνης εἰς τὴν αὐτοῦ πίστιν, καὶ εὐγνωμοσύνην καὶ δικαιοσύνην. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ποιητής. Τοῦτο καὶ ὁ ᾿Απόστολός φησιν· Ἦ Ἰουδαίων ὁ Θεὸς μόνον ; Οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Ἐπείπερ εἰς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. ῎Ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Τὴν πνευματικὴν δηλονότι τροφήν. Πίονας δὲ αὐτοὺς καλεῖ διὰ τὸ εὐτραφὲς τῶν θείων λογίων. Ἐνώπιον αὐτοῦ πεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. Τοῦτό φησι, διὰ τὸ κλίνειν αὐτῷ γόνυ τοὺς πιστεύοντας. Οὗτοι δὲ οἱ πιστεύσαντες πάλαι ἦσαν. Οἱ καταβαίνοντες εἰς τὴν γῆν · τουτέστιν οἱ πεσόντες εἰς ὅλεθρον καὶ φθορὰν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. - Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἁγία γὰρ καὶ ἄμωμος ἡ Χριστοῦ γέγονε ζωή, ἣν πεποίηται μετὰ σαρκὸς ἐπὶ γῆς. Μόνος γὰρ αὐτὸς οὐκ ἐποίησεν ἁμαρτίαν, καίτοι καθ' ἡμᾶς γεγονὼς, καὶ σάρκα λαβὼν τὴν φιλαμαρτήμονα. Σπέρμα δὲ Θεοῦ νοηθεῖεν ἂν οἱ δι' αὐτοῦ κεκλημένοι διὰ τῆς πίστεως. ᾿Αναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Καὶ ταῦτα περὶ τῶν ἐθνῶν σημαίνει. 32. Λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ὅμοιον τὸ, Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλὰ ἐκ Θεοῦ ἐγγενήθησαν.

Eis to telos, hyper tēs antilēpseōs tēs heōthinēs, PsALMOS tǭ Dauïd. KA΄. Hypothesis. ᾿Adetai ho prokeimenos psalmos hyper tēs antilēpseōs tēs heōthinēs. Toutestin hoti nyktos kai achlyos diabolikēs ēleutherōsen hēmas, epilampsas ho monogenēs tou Theou Logos anatolē ex hypsous kata to gegrammenon. Ē kai antilēpsin heōthinēn ton tēs anastaseōs tou Sōtēros onomazei kairon. Egēgertai gar orthrou batheos, hodopoiēsas tę̄ anthrōpōn physei tēn eis aphtharsian hodon. "Adei de ton psalmon ho Christos ek prosōpou tēs anthrōpotētos. Saphōs de kai ta symbainonta autǭ para tōn Ioudaiōn en tǭ kairǭ tou staurou exēgeitai hēmin Ho Theos ho Theos mou, prosches moi; hina ti enkatelipes me ? Aitei tēn epopteian tēn para tou Patros, ta hēmōn eis heauton metatitheis hina hēmeis gar ēmen hoi enkataleleimmenoi proteron, nyn de proseilēmmenoi kai sesōsmenoi. Tauta legei hina, kai ta hexēs] pausę̄ tēn aman, kai eph᾿ hēmas metagagę̄ to prosōpon tou Patros. Hēmeis gar esmen hoi gegonotes apostrophē kai enkataleipsis dia tēn en ᾿Adam parabasin. Makran apo tēs sōtērias hoi logoi tōn paraptōmatōn mou. Skopei moi palin to tēs anthrōpotētos prosōpon en Christǭ parakaloun apallattesthai tōn ptaismatōn ētoi tōn paraptōmatōn kai tōn ep᾿ autois logōn. Dēlon de, hoti tēs hekastǭ prepousēs dikaiosynēs. [῾O Theos, ho Theos mou. Tauta legei ho Sōtēr ek prosōpou tēs anthrōpotētos anti tou; Thee mou, Thee mou. ῾O Theos mou, kekraxomai hēmeras, kai ouk eisakousę̄, kai nyktos, kai ouk eis anoian emoi. Kath' hypostigmēn anagnōsteon. Sēmainei de hēmin, hoti ouk anonētos tēs proseuchēs ho karpos. Phēsi gar; Ouk eis anoian emoi. Toutestin, oida saphōs, hōs kekraxomai men egō, eisakousei de autos. Hoti ge kai, katoikōn en hagiois tois eis se ton noun echousin, epainos kai doxa autōn gignę̄. Sy de en hagiǭ katoikeis, ho epainos tou Israēl. Ho epainoumenos hypo tou Israēl; ē ho autos epainos hōn. Epi soi ēlpisan hoi pateres hēmōn, ēlpisan kai errhysō autous. Pateras heautou kata sarka tous patriarchas kai tous prophētas phēsi. Deiknysi de kai tēs elpidos to kerdos. Epi soi ēlpisan hoi pateres hēmōn. ᾿Alla kai hoi kata sarka pro emou, toutestin hoi prophētai, epi soi prosedokōn, tēn emēn epilampsin anamenontes, kai tēs elpidos ou diepseusthēsan; hōsautōs kai hoi patriarchai. Egō de eimi skōlēx, kai ouk anthrōpos. peinophronas einai didaskei, kai malista prosiontas Theǭ. ᾿Oneidos anthrōpōn kai exoudenōma laou. Tauta saphōs ho euangelistēs peprachthai eis auton kata ton kairon tou staurou phēsin; kath' hon epeseion autǭ hoi paraporeuomenoi tas kephalas, kai eblasphēmoun eis auton legontes; Ei Huios ei tou Theou, sōson seauton. ῾Oti sy ei ho ekspasas me ek gastros. Touto phēsin, epeidē kat' eudokian tou Patros enēnthrōpēsen. "Ote gar, phēsin, ēlthe to plērōma tou chronou, exapesteilen ho Theos ton Huion autou gennōmenon ek gynaikos. Epigraphetai gar kai elpida ton heautou Patera, kai touto legōn hōs anthrōpos epeidē gar ton Christon monon ek tēs Marias exespasen ho Theos, tōn allōn anthrōpōn ouk ekspōmenōn, all' exerchomenōn. Exēlthe gar, phēsin, Hēsau, hǭ hē dora dasys. Epi se eperrhiphēn ek mētras apo gastros, k. t. l. Euchetai palin hōs ek prosōpou tēs anthrōpotētos. Kai gar ho tōn mathētōn auton kataleloipe choros. Eita prolegei ta tēs thlipseōs eidē. Periekyklōsan me moschoi polloi. Tōn Ioudaiōn tous archontas phēsin. Hōsei hydōr exechythēn, kai dieskorpisthē panta ta osta mou. Osta autou phēsi tous hagious mystagōgous ; ei gar sōma autou hē Ekklēsia, eikotōs kai hoi synechontes autēn noētheien an osta. Ēkousamen de tou euangelistou, hōs, syllēphthentos autou para tēs speiras tōn stratiōtōn, dieskorpisthēsan hoi mathētai. Kai allōs; Ta osta tēs sophias, ta hagia a dogmata tēs Ekklēsias estin, haper en tǭ Pascha mē syntribein tois Ioudaiois nenomothetētai; Ostoun gar autou, phēsin, ou syntribēsete. Egenēthē hē kardia mou hōsei kēros tēkomenos. Idion lypēs to eirēmenon; gegraptai gar; Ērxato lypeisthai kai adēmonein. Elypeito de hyper te tou Ioudaiōn ethnous kai tou prodotou, hoti dē apōleią parelambanonto dia tēn eis auton asebeian. Kai dieskorpisthē panta ta osta mou. Eskedastai, phēsi, kai dieskorpisthē ta teōs en ostōn taxei tēn peri ton didaskalon symplērounta syntaxin; aphentes gar auton hoi mathētai ephygon, to kata pedion aphiemenon hydōr mimēsamenoi. Exēranthē hōs ostrakon hē ischys mou, kai hē glōssa kekollētai tǭ laryngi mou. Sēmainei dia toutōn tēn epi tǭ timiǭ staurǭ symbasan autǭ dipsan, hote kai aitēsanti piein, hoxos prosēnenkan autǭ meta cholēs. Dio legei; Kai hē glōssa mou kekollētai tǭ laryngi mou.] Kai eis choun thanatou katēgages me. Chariti gar Theou hyper pantos egeusato thanatou. Ou gar eis thanaton, all᾽ eis choun thanatou katēchthē ho Christos; ouk enkateleiphthē gar hē psychē autou eis ton hadēn, oude sarx autou eide diaphthoran. ῾Oti ekyklōsan me kynes polloi. Palin tous archontas sēmainei. "Ōryxan cheiras mou kai podas mou. Dia tous en staurǭ hēlous phēsin. Exērithmēsan panta ta osta mou. Psēlaphōntes kata to eikos hapan autou to sōma, kai anametrountes hekaston tōn osteōn, hina idoien hou tous hēlous pēxai chrē. Autoi de katenoēsan kai epeidon me. ᾿Anti tou, epegelasan. Tauta de phēsi dia tēn kokkinēn chlamyda kai ton ex akanthōn stephanon, kai ton anti skēptrou kalamon. Diemerisanto ta himatia mou heautois. Saphōs tauta en tois Euangeliois egraphē. Sy de, Kyrie, mē makrynę̄s tēn boētheian sou ap' emou. Methistēsi tous logous eis proseuchēn. [Sou, phēsi, boēthountos kai antilambanomenou, tritaios anastas, mataian autōn tēn epiboulēn apodeixō.] Hypotypōsis hēmin genomenos, hōs dei en tois peirasmois epikaleisthai Theon, kai mē katapiptein eis akēdian, mēde eklyesthai hypo tōn thlipseōn. Rhysai apo rhomphaias tēn psychēn mou. Tēn kakian tōn Ioudaiōn kai tēn anoian dia toutōn sēmainei dia rhomphaias kai cheiros kynos kai leontos kai keratōn monokerōtōn. Kai ek cheiros kynos tēn monogenē mou. Ta ek toutou tou kynos genomena cheira, kai auton kyna onomazei; Ou kalon gar, phēsin, esti labein ton arton tōn teknōn kai balein tois kynariois. Rhomphaia de eiē an kai ho diabolos, aei titrōskein epicheirōn. Monogenē de legei autou tēn psychēn, dia to memonōsthai kai kechōristhai tōn allōn psychōn; pasai men gar ekeinai egnōsan hamartian, cekeinē de ou: kai dia to monēn aei tou Theou Logou henōsin echein kath᾽ hypostasin meta tēs sarkos. Heis gar estin ho Christos ek dyo tōn enantiōn, teleios Theos kai teleios anthrōpos. Ekeinais de ek dialeimmatōn epiphoitą. Tacha de kai tēn parastasan Ekklēsian autǭ legei monogenē, dia to mē echein spilon ē rhytida ek tōn amōmōn symplēroumenēn kata prokopēn ek tōn exēkonta basilidōn kai ogdoēkonta pallakōn. Sōson me ek stomatos leontos, kai apo keratōn monokerōtōn tēn tapeinōsin mou. Diēgēsomai to onoma sou tois adelphois mou; en mesǭ Ekklēsias hymnēsō se. Edidaske gar hēmas ton physei kai alētheią Theon kai homoousion autou Patera. O Palin hōs anthrōpos hēnōtai dia tēs Ekklēsias. Hoi phoboumenoi ton Kyrion, ainesate auton; hapan to sperma Iakōb, doxasate auton. Epeidē gar hē Ekklēsia kai ex ethnōn kai ex Ioudaiōn synestēke, kai toutous kai ekeinous eis ton hymnon egeirei; tous men apo tou propatoros onomazōn Iakōb te kai Israēl, tous de apo tēs aretēs, hōs arkousēs anti genous kosmēsai. Houtō kai Ioudaious tous ex ethnōn tǭ nomǭ prosiontas ethos ēn onomazein. Kai touto hēmas hē tōn Praxeōn historia didaskei dēmēgorōn gar ho theios ᾿Apostolos houtōs ephē ; Andres Israēlitai, kai hoi en hymin phoboumenoi ton Kyrion. "Oti ouk exoudenōsen. "A katōrthōsen hēmin di' heautou ho Monogenēs ekdidaskei saphōs. Para sou ho epainos mou. Epainon tēn doxologian phēsin; esti de tautēn para tou Patros genomenēn idein, hote ēlthe phōnē anōthen legousa ; Kai edoxasa, kai palin doxasō. [Ē hoti hōsper egō se dēlon tois ; anthrōpois epoiēsa, houtō kai sy pantōs tēn autēn moi prosageis timēn, nyn men legōn; Houtos estin ho Huios mou; nyn de apokalyptōn Petrǭ kai tois loipois. Tas euchas mou apodōsō. Euchē hē epangelia para tę̄ theią onomazetai Graphę̄. Oukoun tēs hypakoēs ekplērōsis hē genomenē para tou Huiou tǭ Patri mechri thanatou hōsautōs an noētheiē, apodotheisēs tēs euchēs par᾿ autou tǭ Patri. [Euchē men hē epangelia para tę̄ theią onomazetai Graphę̄; Oukoun hē tēs hypakoēs ekplērōsis hē genomenē para tou Huiou Patri, kai touto mechri tou thanatou sarkos. Ōsautōs an noētheię̄ apodotheisēs tēs euchēs par᾿ autou tǭ Patri.] Phagontai penētes, kai emplēsthēsontai. Prosagoreusis tēs tōn ethnōn klēseōs dia toutōn sēmainetai. Kai proskynēsousin enōpion autou pasai hai patriai tōn ethnōn. Basileusai legetai tōn epi gēs, kaitoi basileus pantōn ōn katho Theos, dia to epistrepsai autous ek tēs tōn daimonōn planēs eis tēn autou pistin, kai eugnōmosynēn kai dikaiosynēn. Hoti tou Kyriou hē basileia, kai autos despozei tōn ethnōn. Ou gar monon Ioudaiōn Theos ho Theos, hōs ekeinoi nomizousin, alla pasēs tēs anthrōpinēs physeōs poiētēs. Touto kai ho ᾿Apostolos phēsin; Ē Ioudaiōn ho Theos monon ? Ouchi kai ethnōn? Nai kai ethnōn. Epeiper eis ho Theos, hos dikaiōsei peritomēn ek pisteōs, kai akrobystian dia tēs pisteōs. ᾿Ephagon, kai prosekynēsan pantes hoi piones tēs gēs. Tēn pneumatikēn dēlonoti trophēn. Pionas de autous kalei dia to eutraphes tōn theiōn logiōn. Enōpion autou pesountai pantes hoi katabainontes eis gēn. Touto phēsi, dia to klinein autǭ gony tous pisteuontas. Houtoi de hoi pisteusantes palai ēsan. Hoi katabainontes eis tēn gēn ; toutestin hoi pesontes eis holethron kai phthoran, dia to mē eidenai autous ton Kyrion. - Kai hē psychē mou autǭ zę̄, kai to sperma mou douleusei autǭ. Hagia gar kai amōmos hē Christou gegone zōē, hēn pepoiētai meta sarkos epi gēs. Monos gar autos ouk epoiēsen hamartian, kaitoi kath' hēmas gegonōs, kai sarka labōn tēn philamartēmona. Sperma de Theou noētheien an hoi di' autou keklēmenoi dia tēs pisteōs. ᾿Anangelēsetai tǭ Kyriǭ genea hē erchomenē. Kai tauta peri tōn ethnōn sēmainei. 32. Laǭ tǭ techthēsomenǭ, hon epoiēsen ho Kyrios. Homoion to, Ouk ex haimatōn, oude ek thelēmatos sarkos, alla ek Theou engenēthēsan.

To the end, concerning the help at dawn. A psalm of David. 21. Argument. The psalm before us is sung concerning the help at dawn; that is, because the only-begotten Word of God freed us from the night and from the devil’s mist, shining upon us as “the dayspring from on high,” according to what is written. Or he calls the time of the Saviour’s resurrection “the help at dawn”; for he was raised at early dawn, making for human nature the way to incorruption. Christ sings the psalm in the person of mankind; and he also clearly explains to us what happened to him at the hands of the Jews at the time of the cross. “O God, my God, attend to me; why have you forsaken me?” He asks for the Father’s oversight, transferring what is ours to himself; for we were the ones forsaken before, but now we have been taken up and saved. He says this so that (and so on)] he may put an end to the curse and turn the face of the Father toward us. For we are the ones who had become a turning away and a forsaking because of the transgression in Adam. “Far from salvation are the words of my transgressions.” Consider again, I ask you, the person of mankind in Christ, praying to be set free from its stumblings, that is, from its transgressions and the reckonings for them; clearly, the reckonings of the justice that befits each. [“O God, my God.” The Saviour says this in the person of mankind, instead of “My God, my God.” “O my God, I will cry by day, and you will not hear; and by night, and it is not folly for me.” This is to be read with a slight pause. It signifies to us that the fruit of prayer is not without profit. For he says, “It is not folly for me,” that is, I know clearly that I will cry, and he will hear. Since, dwelling in the saints whose minds are set on you, you become their praise and glory. “But you dwell in the holy place, the praise of Israel”: the one praised by Israel; or the one who is himself its praise. “In you our fathers hoped; they hoped, and you delivered them.” By his fathers according to the flesh he means the patriarchs and the prophets; and he shows the gain of hope. “In you our fathers hoped.” But those too who were before me according to the flesh, that is, the prophets, waited for you, awaiting my shining forth, and they were not deceived in their hope; and so too the patriarchs. “But I am a worm, and not a man.” He teaches us to be humble-minded, especially when we approach God. “A reproach of men, and despised by the people.” The evangelist clearly says that these things were done to him at the time of the cross, when those who passed by shook their heads at him and blasphemed him, saying, “If you are the Son of God, save yourself.” “For you are the one who drew me out of the womb.” He says this because he became man by the good pleasure of the Father. “For when the fullness of time had come,” it says, “God sent forth his Son, born of a woman.” For he also inscribes his own Father as his hope, and says this as man; since God drew Christ alone out of Mary, while other men are not drawn out but come forth. For “Esau came forth,” it says, “whose skin was hairy.” “Upon you I was cast from the womb, from my mother’s belly,” and so on. Again he prays as in the person of mankind. For the company of the disciples had also abandoned him. Then he foretells the kinds of affliction. “Many calves have surrounded me.” He means the rulers of the Jews. “I was poured out like water, and all my bones were scattered.” By his bones he means the holy initiators into the mysteries; for if the Church is his body, those who hold it together might fittingly be understood as bones. We have heard from the evangelist how, when he was seized by the cohort of soldiers, the disciples were scattered. And otherwise: the bones of wisdom are the holy doctrines of the Church, which the Jews were commanded by law not to break at the Passover; for “You shall not break a bone of it,” it says. “My heart became like wax melting.” What is said is proper to grief; for it is written, “He began to be grieved and distressed.” And he grieved for the nation of the Jews and for the betrayer, because they were being given over to destruction for their ungodliness toward him. “And all my bones were scattered.” Dispersed, he says, and scattered were those who until then, in the order of bones, made up the company around the teacher; for the disciples left him and fled, like water let loose over a plain. “My strength was dried up like a potsherd, and my tongue has stuck to my throat.” By these words he signifies the thirst that came upon him on the precious cross, when he asked to drink and they brought him vinegar with gall. That is why he says, “And my tongue has stuck to my throat.”] “And you brought me down into the dust of death.” For by the grace of God he tasted death for everyone. For Christ was brought down not into death but into the dust of death; for his soul was not abandoned to Hades, nor did his flesh see corruption. “For many dogs have surrounded me.” Again he signifies the rulers. “They dug my hands and my feet.” He says this because of the nails on the cross. “They counted all my bones”: feeling, as is likely, his whole body and measuring each of the bones, to see where the nails had to be fixed. “But they observed and looked upon me”: instead of “they mocked.” He says this because of the scarlet cloak, the crown of thorns, and the reed in place of a sceptre. “They divided my garments among themselves.” This was clearly written in the Gospels. “But you, O Lord, do not put your help far from me.” He turns his words into prayer. [With you helping, he says, and upholding me, I will rise on the third day and show their plot to be vain.] He became an example for us of how in temptations we must call upon God, and not fall into listlessness, nor faint under afflictions. “Deliver my soul from the sword.” By these he signifies the wickedness and folly of the Jews: by sword, and hand of the dog, and lion, and horns of unicorns. “And my only one from the hand of the dog.” He calls what was done by this dog its hand, and the man himself a dog; for “It is not good,” he says, “to take the children’s bread and throw it to the little dogs.” The sword might also be the devil, who is always trying to wound. He calls his soul “only one” because it is alone and set apart from other souls; for all those knew sin, but that soul did not; and because it alone always has union with God the Word according to hypostasis together with the flesh. For Christ is one from two opposites, perfect God and perfect man. But to those souls he comes at intervals. Perhaps he also calls “only one” the Church that stands beside him, because it has no spot or wrinkle, being completed by progress from the blameless, from the sixty queens and eighty concubines. “Save me from the mouth of the lion, and my lowliness from the horns of the unicorns.” “I will declare your name to my brothers; in the midst of the assembly I will sing your praise.” For he taught us that his Father is God by nature and in truth, and of the same essence as he. … Again, as man he is united through the Church. “You who fear the Lord, praise him; all the seed of Jacob, glorify him.” Since the Church is made up both of the nations and of the Jews, he rouses both these and those to the hymn, naming the one from their forefather, Jacob and Israel, and the others from their virtue, as sufficient to adorn them in place of descent. So too it was the custom to call by the name of Jews those from the nations who came over to the law. And the history of the Acts teaches us this; for the divine Apostle, addressing the people, said, “Men of Israel, and you among you who fear the Lord.” “For he has not despised …” He teaches clearly what the Only-begotten has accomplished for us through himself. “From you is my praise.” By praise he means glorification; and one can see this given by the Father when a voice came from above, saying, “I have glorified it, and I will glorify it again.” [Or because, just as I made you known to men, so you too surely bring me the same honour, now saying, “This is my Son,” and now revealing it to Peter and the rest. “I will pay my vows.” In the divine Scripture a vow is called a promise. So the fulfilment of obedience by the Son to the Father, even to death, might likewise be understood as the vow paid by him to the Father. [In the divine Scripture a vow is called a promise. So the fulfilment of obedience by the Son to the Father, and that even to the death of the flesh, might likewise be understood as the vow paid by him to the Father.] “The poor will eat and be satisfied.” By these words is signified the proclamation of the calling of the nations. “And all the families of the nations will worship before him.” He is said to reign over those on earth, though he is king of all as God, because he turned them from the error of the demons to faith in him, and to right-mindedness and righteousness. “For the kingdom is the Lord’s, and he rules over the nations.” For God is not God of the Jews only, as they suppose, but maker of all human nature. This the Apostle also says: “Or is God the God of Jews only? Is he not of the nations also? Yes, of the nations also, since God is one, who will justify the circumcision by faith and the uncircumcision through faith.” “All the fat ones of the earth ate and worshipped”: the spiritual food, clearly. And he calls them fat because of the richness of the divine oracles. “Before him will fall all who go down to the earth.” He says this because those who believe bend the knee to him. And these who believed were of old “those who go down to the earth,” that is, those who had fallen into destruction and corruption because they did not know the Lord. “And my soul lives for him, and my seed will serve him.” For holy and blameless was the life of Christ, which he lived with the flesh on earth; for he alone did no sin, although he became like us and took flesh that is prone to sin. And the seed of God might be understood as those called through him by faith. “The coming generation will be told of the Lord.” This too signifies the nations. … “To a people that will be born, which the Lord has made.” Similar is “not of blood, nor of the will of the flesh, but they were born of God.”

Textual problem in this passage: see the notes.

Ps 22:1–31 (21:2-Ps LXX) (quotation, high confidence) · Luke 1:78 (quotation, high confidence) · Mark 16:2 (allusion, medium confidence) · Matt 27:46 (allusion, high confidence) · Matt 27:39–40 (quotation, high confidence) · Gal 4:4 (quotation, high confidence) · Gen 25:25 (quotation, high confidence) · Matt 26:56 (allusion, high confidence) · Col 1:24 (allusion, medium confidence) · John 18:3 (allusion, medium confidence) · Exod 12:46 (quotation, high confidence) · Matt 26:37 (quotation, high confidence) · Matt 27:34 (allusion, high confidence) · Heb 2:9 (quotation, high confidence) · Acts 2:31 (quotation, high confidence) · Matt 27:28–29 (allusion, high confidence) · John 19:23–24 (allusion, high confidence) · Matt 15:26 (quotation, high confidence) · Eph 5:27 (allusion, high confidence) · Song 6:8 (allusion, high confidence) · Heb 2:12 (allusion, medium confidence) · Acts 13:16 (quotation, high confidence) · John 12:28 (quotation, high confidence) · Matt 3:17 (quotation, high confidence) · Matt 16:17 (allusion, medium confidence) · Phil 2:8 (allusion, medium confidence) · Rom 3:29–30 (quotation, high confidence) · Phil 2:10 (echo, low confidence) · 1 Pet 2:22 (allusion, high confidence) · John 1:13 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 21 (Psalm 22 in English Bibles) as Christ speaking in the person of mankind on the cross, describing his sufferings as the Gospels record them, his resurrection, and the calling of the nations.

  • Square brackets as printed in Migne: in the scan OCR a bracket closes without an opening early in the section (after “and so on”), and one opens at “Or because, just as I made you known” without closing; the other bracketed passages are complete. Several explanations appear twice, once in the commentary and once in a scholion; both are translated. Lost or broken words are marked …: a stray letter (Ο) before “Again, as man,” and a stray verse number (“32.”). “Curse” renders ἀμάν, read as ἀράν. “It is not folly for me” renders the Septuagint’s οὐκ εἰς ἄνοιαν ἐμοί. The opening of “He teaches us to be humble-minded” is partly lost in the scan OCR. The statements about union “according to hypostasis” and Christ as “one from two opposites, perfect God and perfect man,” and the Father as “of the same essence,” are translated as written. Statements about the Jews are the commentary’s own, translated as written. Quotations and allusions: Luke 1:78; Mark 16:2; Matt 27:46; Matt 27:39–40; Gal 4:4; Gen 25:25; Matt 26:56; Col 1:24; John 18:3, 12; Exod 12:46; Matt 26:37; Matt 27:34; Heb 2:9; Acts 2:27, 31; Matt 27:28–29; John 19:23–24; Matt 15:26; Eph 5:27; Song 6:8; Heb 2:12; Acts 13:16; John 12:28; Matt 3:17; Matt 16:17; Phil 2:8; Rom 3:29–30; Phil 2:10; 1 Pet 2:22; John 1:13. Psalm verses are given in the Protestant numbering (Psalm 22); the Septuagint counts the title as verse 1.

Notes on the original text

  • Digital text corrected (OCR slip; word split at a line break; word split at a line break, with a stray mark; words run together): γεγο νότες → γεγονότες; ἐγκατάλι ιψις → ἐγκατάλειψις; διεσκορπίσση παντα → διεσκορπίσθη πάντα; περὶτὸν → περὶ τὸν; πῆ· ξαι → πῆξαι; ταῦ τα ἐν → ταῦτα ἐν; και κίαν → κακίαν; τιτρώ σκειν → τιτρώσκειν; Ια κώβ → Ἰακώβ; Σεῖν → ἰδεῖν; γόνο τοὺς → γόνυ τοὺς.

Topics: Christology, Trinity

Cite (SBL): Athanasius, Exp. Ps. 21 (PG 27:131–140; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/21). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-21) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 22

22PG 27:139–140

ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΒ΄. Ὑπόθεσις. "Αδεται ὁ προκείμενος ψαλμὸς ἐκ προσώπου τῶν ἐθνῶν ἀγαλλομένων ἐπὶ τὸ ποιμᾶναι αὐτοὺς τὸν Κύριον. Καὶ μὴν καὶ μυστικὴν ἐξηγοῦνται εὐωχίαν, ἣν παρέθηκεν αὐτοῖς αὐτὸς ὁ ποιμαίνων αὐτούς. Κύριος ποιμαίνει με. Μέγα ἐπὶ τῷ Κυρίῳ φρονοῦσιν οἱ παρ᾿ αὐτοῦ ποιμαινόμενοι. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Ἐν ὡραιότητι πόας κατεσκήνωσέ με, τὴν νοητὴν πόαν φησίν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὕδωρ ἀναπαύσεως νοηθείη ἂν τὸ τοῦ ἁγίου βαπτίσματος, ἅτε δὴ τὸ φορτίον ἐξαλεῖφον τῶν ἁμαρτιῶν. [Ταῦτα παρέσχε μοι, φησὶ, πρότερον τῆς ψυχῆς ἐπιμεληθεὶς, καὶ ἐκ τῆς ἀνοδίας ἐπιστρέψας πρὸς τὸ τὴν εὐθεῖαν ὁδὸν ὁδεύειν.] Τὴν ψυχήν μου ἐπέστρεψεν. Ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐπιστρέψας πρὸς ἑαυτὸν τὴν ψυχήν μου, ὡδήγησεν ἐπὶ τὰς ἐντολὰς αὐτοῦ ἐκ θανάτου εἰς ζωήν. [Ὡς παρεκλείπων πάλαι τὴν ἰδίαν ψυχὴν, διὰ τῆς εἰρημένης τροφῆς ἀναλαβὼν ἑαυτὸν, καὶ ἐπιστρέφων ἐκ θανάτου, φησί· Τὴν ψυχήν μου ἐπἐστρεψε ἐπὶ τρίβους δικαιοσύνης· τὰ εὐαγγελικά φησι δόγματα. Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, ὡς πρὸς τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Χριστόν φησι ῥάβδον δυνάμεως, καὶ ῥάβδον εὐκλεῆ, καὶ ῥάβδον μεγαλότητος. Ωσπερ ῥάβδος παιδεύει, οὕτω καὶ πρακτική μετριοπαθεῖν ἐκδιδάσκει.] Τὰ εὐαγγελικά φησι δόγματα. Ἡ ῥάβδος σου καὶ ἡ βακτήρια σου, αὐτά με παρεκάλεσαν. Αὐτὸν τὸν Χριστόν φησιν. Καὶ τὸ· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ῥάβδος εὐκλεὴς, καὶ ῥάβδος μεγαλώτατος. Ῥάβδος ἡ παιδευτικὴ δύναμις· βακτηρία δὲ ἡ διὰ τῆς παρακλήσεως ἀντίληψις. σίν. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Καὶ τοῦτο τὸ χρίσμα τὸ μυστικόν. Καὶ τὸ ποτήριόν σου μεθύσκον με. Πάλιν τὴν μυστικὴν εὐφροσύνην φηἡμέρας. Οἱ γὰρ τῶν προλεχθέντων ἁπάντων μεταλαβόντες ἔσονται διαπαντὸς ἐν τῷ ἐλέει τοῦ Θεοῦ· καὶ μὴν καὶ κατοικήσουσιν ἐν τῷ οἴκῳ αὐτοῦ. [Ἡτοίμασας ἑνώπιόν μου τράπεζαν. Τράπεζαν τὴν μυστικὴν λέγει, καὶ τὸ ἔλαιον τὸ χρίσμα μυστικὸν, καὶ τὸ ποτήριον λέγει.]

PsALMOS tǭ Dauïd. KB΄. Hypothesis. "Adetai ho prokeimenos psalmos ek prosōpou tōn ethnōn agallomenōn epi to poimanai autous ton Kyrion. Kai mēn kai mystikēn exēgountai euōchian, hēn parethēken autois autos ho poimainōn autous. Kyrios poimainei me. Mega epi tǭ Kyriǭ phronousin hoi par᾿ autou poimainomenoi. Eis topon chloēs ekei me kateskēnōsen. En hōraiotēti poas kateskēnōse me, tēn noētēn poan phēsin. Epi hydatos anapauseōs exethrepse me. Hydōr anapauseōs noētheiē an to tou hagiou baptismatos, hate dē to phortion exaleiphon tōn hamartiōn. [Tauta paresche moi, phēsi, proteron tēs psychēs epimelētheis, kai ek tēs anodias epistrepsas pros to tēn eutheian hodon hodeuein.] Tēn psychēn mou epestrepsen. Ek tēs aichmalōsias tou diabolou epistrepsas pros heauton tēn psychēn mou, hōdēgēsen epi tas entolas autou ek thanatou eis zōēn. [Hōs parekleipōn palai tēn idian psychēn, dia tēs eirēmenēs trophēs analabōn heauton, kai epistrephōn ek thanatou, phēsi; Tēn psychēn mou epestrepse epi tribous dikaiosynēs; ta euangelika phēsi dogmata. Ean poreuthō en mesǭ skias thanatou, hōs pros ton Patera. Auton de ton Christon phēsi rhabdon dynameōs, kai rhabdon eukleē, kai rhabdon megalotētos. Ōsper rhabdos paideuei, houtō kai praktikē metriopathein ekdidaskei.] Ta euangelika phēsi dogmata. Hē rhabdos sou kai hē baktēria sou, auta me parekalesan. Auton ton Christon phēsin. Kai to; Rhabdon dynameōs exapostelei soi Kyrios ek Siōn. Kai rhabdos eukleēs, kai rhabdos megalōtatos. Rhabdos hē paideutikē dynamis; baktēria de hē dia tēs paraklēseōs antilēpsis. sin. Kai to eleos sou katadiōxei me pasas tas Elipanas en elaiǭ tēn kephalēn mou. Kai touto to chrisma to mystikon. Kai to potērion sou methyskon me. Palin tēn mystikēn euphrosynēn phēēmeras. Hoi gar tōn prolechthentōn hapantōn metalabontes esontai diapantos en tǭ eleei tou Theou; kai mēn kai katoikēsousin en tǭ oikǭ autou. [Hētoimasas henōpion mou trapezan. Trapezan tēn mystikēn legei, kai to elaion to chrisma mystikon, kai to potērion legei.]

A psalm of David. 22. Argument. The psalm before us is sung in the person of the nations, rejoicing that the Lord shepherds them. Moreover they describe a mystical feast, which the one who shepherds them has himself set before them. “The Lord shepherds me.” Those who are shepherded by him are proud of the Lord. “In a place of green grass, there he has made me dwell.” In the beauty of the pasture he has made me dwell; he means the spiritual pasture. “Beside the water of rest he has nourished me.” The water of rest might be understood as that of holy baptism, since it wipes away the burden of sins. [These things, he says, he provided me, having first taken care of my soul and turned me back from the trackless waste to travel the straight way.] “He has turned back my soul.” Turning my soul back to himself from the captivity of the devil, he led me to his commandments, from death to life. [As one who long ago had let his own soul fail, but has recovered himself through the food mentioned and turned back from death, he says, “He has turned back my soul.” “Into paths of righteousness”: he means the teachings of the Gospel. “Even if I walk in the midst of the shadow of death”: as to the Father. And he calls Christ himself the rod of power, the glorious rod, the rod of greatness. As a rod disciplines, so too the practical life teaches moderation in the passions.] He means the teachings of the Gospel. “Your rod and your staff, they have comforted me.” He means Christ himself. And there is “The Lord will send forth for you a rod of power from Zion,” and “a glorious rod,” and “a rod of greatness.” The rod is the power that disciplines; the staff is the help given through comfort. “You have anointed my head with oil.” This too is the mystical chrism. “And your cup intoxicating me.” Again he means the mystical gladness. “And your mercy will pursue me all the days.” For those who have shared in all that was mentioned before will always be in the mercy of God; and moreover they will dwell in his house. [“You have prepared a table before me.” He means the mystical table, and the oil, the mystical chrism, and he speaks of the cup.]

Textual problem in this passage: see the notes.

Ps 23:1–6 (22:1-Ps LXX) (quotation, high confidence) · Ps 110:2 (109:2 LXX) (quotation, high confidence) · Jer 48:17 (31:17 LXX) (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 22 (Psalm 23 in English Bibles) as the song of the nations shepherded by the Lord, finding in it baptism, the Gospel’s teaching, Christ as the rod, and the mystical table, chrism, and cup.

  • Square brackets enclose passages that Migne prints in brackets (scholia from other sources). Near the end the scan OCR interleaves two lines: the lemma “And your mercy will pursue me all the days” and the words of the comment on the cup are split across each other; they are translated here in their evident order. The “mystical” table, chrism and cup are the commentary’s terms. Quotations and allusions: Ps 110:2 (LXX 109:2); Jer 48:17 (LXX 31:17). The verses are given here in the Protestant numbering (Psalm 23).

Notes on the original text

  • Digital text corrected (OCR slip in the accent): παρἐθηκεν → παρέθηκεν.

Topics: Baptism, Eucharist

Cite (SBL): Athanasius, Exp. Ps. 22 (PG 27:139–140; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/22). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-22) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 23

23PG 27:139–142

Εἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ τῇ μιᾷ τῶν Σαββάτων. ΚΓ΄. Ὑπόθεσις. Τὴν ἀνάληψιν τοῦ Κυρίου ὁ παρὼν ἡμῖν κηρύττει ψαλμὸς καὶ τῶν ἐθνῶν διδασκαλίαν· πῶς ἂν καὶ αὐτοὶ ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν βασιλείαν ἣν ἐβασίλευσε τῶν ἐθνῶν ἐπιδημήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, διὰ τῶν παρόντων κηρύττει. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Ἴνα μὴ τις τῶν ἐχθρῶν δόξῃ εἶναι μὲν τὴν γῆν τοῦ Σατανᾶ, νυνὶ δὲ αὐτῆς βασιλεῦσαι τὸν Χριστὸν, τούτου χάριν τὸν Χριστὸν αὐτῆς ποιητὴν ἀποδείκνυσιν, ἅμα δὲ καὶ τὴν δύναμιν αὐτοῦ δηλοῖ, ὥστε τοσοῦτον μέγεθος τῆς γῆς ἐπὶ ὑδάτων στηριχθῆναι. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. ᾿Αντὶ τοῦ, διεκόσμησεν. [Τότε γὰρ ἔδραν ἡ Ἐκκλησία λαμβάνει, ὅταν τρικυμιῶν προσβαλουσῶν, ἄσειστος διαμείνῃ κατὰ τὴν πίστιν, Καὶ ἐπὶ ποταμῶν· ὥστε καὶ ποταμοὺς τὰς διεξόδους ἀκωλύτως ποιεῖσθαι, ὄρη τε καὶ ἄλση ζωῆς ἀπονέμεσθαι, χώρας καὶ πεδιάδας εἰς οἰκίας καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι.] Τις ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου Μετὰ τὸ ἐκθέσθαι τὴν πίστιν, καὶ ἔργων διδασκαλίας ἐξηγεῖται, ἵνα δι' ἀμφοτέρων τῆς ὄντως κληρονομίας ἐπιτύχωμεν οἱ ἀκούοντες. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Περὶ τούτου εἴρηται ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ. "Ος οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. ταίωσιν τὴν ὑψηλοφροσύνην φησί. Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν. Τὸν τοιοῦτον γενόμενον ἀθῶον χερσὶ καὶ καθαρὸν τῇ καρδίᾳ, καὶ ἐπὶ δόλῳ μὴ ὠμοκότα, ὑπισχνεῖται τὰς παρὰ Θεοῦ ληψόμενον δωρεάς, ἤτοι εὐλογίαν καὶ ἔλεος. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ἡ τὰ προειρημένα φυλάξασα γενεά φησιν. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Οἱ διακονοῦντες τῷ Σωτῆρι ἐπὶ γῆς ἄγγελοι, ἀναλαμβανομένου αὐτοῦ, ταῖς οὐρανίαις δυνάμεσι δηλοῦσιν ἀνοίγειν τὰς πύλας. [Κύριος κραταιὸς καὶ δυνατός. Ξενίζονται δὲ αἱ δυνάμεις, ὁρῶσαι μετὰ σαρκὸς αὐτὸν ἐμψυχωμένης ψυχῆς νοερᾶς, διὸ καὶ πυνθάνονται.] Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ἐρωτῶσιν αἱ ἄνω δυνάμεις, τὸ παράδοξον τῆς οἰκονομίας ἐκπληττόμεναι. Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μυσταγωγοῦσι τοὺς ἄνω οἱ σὺν αὐτῷ ἀνελθόντες ἄγγελοι τὸ μυστήριον, ὅτι ὁ καταπατήσας τοὺς ἐχθροὺς τοὺς νοητοὺς δηλονότι, αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Εἴρηται περὶ τούτων ἐν τῷ ιδ ψαλμῷ.

Eis telos PsALMOS tǭ Dauïd tę̄ mią tōn Sabbatōn. KG΄. Hypothesis. Tēn analēpsin tou Kyriou ho parōn hēmin kēryttei psalmos kai tōn ethnōn didaskalian; pōs an kai autoi axioi genōntai tōn epouraniōn skēnōn. Tou Kyriou hē gē kai to plērōma autēs. Tēn basileian hēn ebasileuse tōn ethnōn epidēmēsas ho monogenēs tou Theou Logos, dia tōn parontōn kēryttei. Autos epi thalassōn ethemeliōsen autēn. Ina mē tis tōn echthrōn doxę̄ einai men tēn gēn tou Satana, nyni de autēs basileusai ton Christon, toutou charin ton Christon autēs poiētēn apodeiknysin, hama de kai tēn dynamin autou dēloi, hōste tosouton megethos tēs gēs epi hydatōn stērichthēnai. Kai epi potamōn hētoimasen autēn. ᾿Anti tou, diekosmēsen. [Tote gar edran hē Ekklēsia lambanei, hotan trikymiōn prosbalousōn, aseistos diameinę̄ kata tēn pistin, Kai epi potamōn; hōste kai potamous tas diexodous akōlytōs poieisthai, orē te kai alsē zōēs aponemesthai, chōras kai pediadas eis oikias kai geōrgias anthrōpois aphōristhai.] Tis anabēsetai eis to oros tou Kyriou Meta to ekthesthai tēn pistin, kai ergōn didaskalias exēgeitai, hina di' amphoterōn tēs ontōs klēronomias epitychōmen hoi akouontes. Athōos chersi kai katharos tę̄ kardią. Peri toutou eirētai en tǭ tessareskaidekatǭ psalmǭ. "Os ouk elaben epi mataiǭ tēn psychēn autou. taiōsin tēn hypsēlophrosynēn phēsi. Kai ouk ōmosen epi dolǭ tǭ plēsion autou. Houtos lēpsetai eulogian. Ton toiouton genomenon athōon chersi kai katharon tę̄ kardią, kai epi dolǭ mē ōmokota, hypischneitai tas para Theou lēpsomenon dōreas, ētoi eulogian kai eleos. Hautē hē genea zētountōn ton Kyrion. Hē ta proeirēmena phylaxasa genea phēsin. Arate pylas, hoi archontes, hymōn. Hoi diakonountes tǭ Sōtēri epi gēs angeloi, analambanomenou autou, tais ouraniais dynamesi dēlousin anoigein tas pylas. [Kyrios krataios kai dynatos. Xenizontai de hai dynameis, horōsai meta sarkos auton empsychōmenēs psychēs noeras, dio kai pynthanontai.] Tis estin houtos ho basileus tēs doxēs? Erōtōsin hai anō dynameis, to paradoxon tēs oikonomias ekplēttomenai. Kyrios tōn dynameōn autos estin ho basileus tēs doxēs. Mystagōgousi tous anō hoi syn autǭ anelthontes angeloi to mystērion, hoti ho katapatēsas tous echthrous tous noētous dēlonoti, autos estin ho tōn dynameōn Kyrios. Eirētai peri toutōn en tǭ id psalmǭ.

To the end. A psalm of David, for the first day of the week. 23. Argument. The present psalm proclaims to us the ascension of the Lord, and teaching for the nations: how they too may become worthy of the heavenly tents. “The earth is the Lord’s, and its fullness.” By these words he proclaims the kingdom over the nations which the only-begotten Word of God established when he came among us. “He himself founded it upon the seas.” So that none of the enemies may think that the earth was Satan’s and that Christ has only now come to reign over it, he shows that Christ is its maker, and at the same time he makes known his power, that so great a mass of earth has been made firm upon the waters. “And upon the rivers he prepared it”: instead of “he set it in order.” [For the Church takes its seat when, as great waves assail it, it remains unshaken in the faith. “And upon the rivers”: so that the rivers make their courses without hindrance, mountains and groves are given their share of life, and lands and plains are marked off for men’s houses and farming.] “Who will go up to the mountain of the Lord?” After setting out the faith, he also explains the teaching about works, so that through both we who hear may attain the true inheritance. “Innocent in hands and pure in heart.” This was discussed in the fourteenth psalm. “Who has not taken up his soul for vanity.” By vanity he means high-mindedness. “And has not sworn deceitfully to his neighbour.” “He will receive blessing.” He promises that one who has become such, innocent in hands and pure in heart, and has not sworn deceitfully, will receive the gifts from God, that is, blessing and mercy. “This is the generation of those who seek the Lord”: the generation that has kept what was said before, he means. “Lift up your gates, you rulers.” The angels who served the Saviour on earth, as he is taken up, tell the heavenly powers to open the gates. [“The Lord strong and mighty.” The powers are astonished, seeing him with flesh endowed with a rational soul; that is why they also ask.] “Who is this king of glory?” The powers above ask, amazed at the wonder of the dispensation. “The Lord of the powers, he is the king of glory.” The angels who went up with him initiate those above into the mystery: that the one who trampled down the enemies, the spiritual ones, clearly, is himself the Lord of the powers. These things were discussed in the fourteenth psalm.

Textual problem in this passage: see the notes.

Ps 24:1–10 (23:1-Ps LXX) (quotation, high confidence) · Ps 15:2 (14:2 LXX) (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 23 (Psalm 24 in English Bibles) of Christ’s reign as creator of the earth, the faith and works required of the nations, and his ascension, when the angels tell the heavenly powers to open the gates.

  • Square brackets enclose passages that Migne prints in brackets (scholia from other sources). The “fourteenth psalm” is Psalm 14 in the Septuagint numbering (Psalm 15 in English Bibles). The first letters of “vanity” (ματαίωσιν) are lost in the scan OCR. Flesh “endowed with a rational soul” is translated as written. The verses are given here in the Protestant numbering (Psalm 24).

Notes on the original text

  • Digital text corrected (word split at a line break): διακονοῦν τες → διακονοῦντες.

Topics: Christology

Cite (SBL): Athanasius, Exp. Ps. 23 (PG 27:139–142; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/23). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-23) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 24

24PG 27:143–146

ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΔ΄. Ὑπόθεσις. Ἐν τῷ προκειμένῳ ψαλμῷ τὸ ἑκάστου τῶν κεκλημένων εἰσφέρεται πρόσωπον · ἤγουν αὐτῶν τῶν συνειλεγμένων εἰς τὴν πνευματικὴν ἀπευθύνεσθαι ζωήν. Ἐν καιρῷ δὲ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους. Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὡς ἀποστραφέντες ἤδη τῆς εἰδωλολατρείας φασίν. Μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί. Οἱ νοητοὶ δηλονότι. Ἐχθρὸς δὲ ὁ διάβολος μετὰ δαιμονίων καὶ τῶν ἀσεβούντων ἀνθρώπων. Ἴσως δὲ καὶ προορᾷ τοῦ Σωτῆρος τὴν ἐνανθρώπησιν, μεθ᾽ ἣν καὶ τῶν ἐχθρῶν πέπαυται λόγος [γέλως]. [Ἐγενήθην τοῖς ἀνόμοις ὡς ἄνομος. Αὕτη γὰρ ἡ ἀνομία οὐ διακενῆς ἐγένετο.] Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. Ἀπὸ τῶν ἤδη πεποιθότων ἐπὶ Θεῷ καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι, διισχυρίζεται. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἤδη κατεχομένων ἐν εἰδωλολατρείᾳ φησίν. [Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες, ἀπὸ τῶν ἤδη πεποιθότων ἐπὶ Θεῷ καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι. Ἰσχυpρίζονται οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἔτι κατεχομένων ἐν εἰδωλολατρείᾳ.] Τὰς ὀδούς σου, Κύριε, γνώρισόν μοι. Τὰ εὐαγγελικὰ δόγματά φησιν. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν. Ὡς μηδὲ φθάσας ἐπὶ τὴν ἀλήθειαν ταῦτά φησιν. Καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου. Τοῦ προφήτου, μηδέπω ἐγνωκότος τὰς ὁδοὺς Κυρίου, μηδὲ διδαχθέντος πορεύεσθαι τρίβους αὐτοῦ, καὶ ὡς μηδέπω ὁδηγηθέντος ἐπὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ, μηδὲ διδαχθέντος περὶ Θεοῦ ὡς Σωτῆρος, οὕτως εὐχομένου, τίς οὐκ εὐλαβηθήσεται τὸ, Οὐαὶ οἱ σοφοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες; Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Νεότητα τὴν ἀφροσύνην φησίν. Αφροσύνη δὲ σαφὴς ὁ τῆς εἰδωλολατρείας αὐτῶν καιρός. Καὶ ἄλλως ἁμαρτίας τοῦ λαοῦ τὰς ἐν Αἰγύπτῳ· καὶ γὰρ εἰδωλολάτρευσαν ἐκεῖ. Μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων νῦν μνησθῇς, ἀλλὰ τῆς φιλανθρωπίας, δι' ἧς καὶ τότε ἀγνοοῦντας ἐφιλανθρωπεύσα καὶ ἠλέησας. Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν τούτου τυχεῖν ἱκετεύω. Διὰ τοῦτο νομοθετήσει ἁμαρτανοντας ἐν ὁδῷ. Φωτίσει ἁμαρτωλούς· ὑποδείξει ἁμαρτάνουσιν ὁδόν. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια. Οἱ γὰρ διηνεκῶς τοῖς θείοις ἐντρεφόμενοι λόγοις μανθάνουσιν ἀκριβῶς δι' ἐκείνων, ὡς πᾶσαι τοῦ Σωτῆρος Χριστοῦ Θεοῦ ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ νου τῆς αἰχμαλωσίας ἀπαλλαγῆναι, συγκέκρανται· τοῖς γὰρ μεταμελομένοις ἐφ' οἷς ἐπλημμέλησαν τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει τοὺς δὲ ἀηττήτους τῆς ἀρετῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων · καὶ μέντοι καὶ τοῖς παρανομίᾳ συνεζηκόσι, καὶ μεταμελείᾳ μὴ χρησαμένοις κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμωρίας. [Καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Αἱ πράξεις, φησὶν, αἱ γενόμεναι πρόξενοι αὐτῷ τοῦ κληρονομῆσαι τὴν νοητὴν γῆν· γενήσονταί γε σπέρμα τῶν ἀγαθῶν ἀνδρῶν, δι᾽ ὧν τοὺς κατὰ Θεὸν γεννωμένους φησίν. Ἐπίβλεψον ἐπ᾿ ἐμέ. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, - θαῤῥοῦντας τῷ· ἐλέει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἡμᾶς εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν· καὶ διαθήκη αὐτοῦ δηλώσει αὐτούς. Ἡ εὐαγγελική. Τί δὲ δηλώσει; ἢ τὴν σωτηρίας ὁδόν. Πᾶσα γὰρ, φησὶ, νομοθεσία τοῦ Θεοῦ πρὸς τοῦτο βλέπει, πρὸς τὸ ἐν ἀπολαύσει τοὺς ἀγαθοὺς ποιεῖν ὧν προείλαντο. Τοῦτο γὰρ λέγει· Δηλώσει αὐτοῖς, ἀντὶ τοῦ, ἐν ἀπολαύσει αὐτοὺς καταστήσει ὧν προείλαντο. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν. Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζομαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν καὶ τὴν ταλαιπωρίαν ταῖς ἐμαῖς ἀντιταλαντεύσας παρανομίαις, δὺς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην πάρασχε. Ἑκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν συνεχῶν μου. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, θαῤῥοῦντας τῷ ἐλέει τοῦ Θεοῦ· ἀλλὰ γὰρ εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν. Καὶ ἀπὸ τῆς ἀδικίας τῶν ἐχθρῶν εἰς ἔλεον ἐκκαλεῖται τὸν Θεόν. "Ακακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι. Καὶ τοῦτο ἴδιον ἀρετῆς, τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συνουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας καὶ εὐθύτητι χρωμένους συνήθεις ἔχειν καὶ φίλους · τοῦτο γὰρ καὶ ο προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν τοῦτο τὸν Δεσπότην ἡγούμενος.

PsALMOS tǭ Dauïd. KD΄. Hypothesis. En tǭ prokeimenǭ psalmǭ to hekastou tōn keklēmenōn eispheretai prosōpon ; ēgoun autōn tōn syneilegmenōn eis tēn pneumatikēn apeuthynesthai zōēn. En kairǭ de martyriou lekteon toutous tous logous. Pros se, Kyrie, ēra tēn psychēn mou. Hōs apostraphentes ēdē tēs eidōlolatreias phasin. Mēde katagelasatōsan mou hoi echthroi. Hoi noētoi dēlonoti. Echthros de ho diabolos meta daimoniōn kai tōn asebountōn anthrōpōn. Isōs de kai proorą tou Sōtēros tēn enanthrōpēsin, meth᾽ hēn kai tōn echthrōn pepautai logos [gelōs]. [Egenēthēn tois anomois hōs anomos. Hautē gar hē anomia ou diakenēs egeneto.] Kai gar pantes hoi hypomenontes se ou mē kataischynthōsin. Apo tōn ēdē pepoithotōn epi Theǭ kai genomenōn lamprōn, dia to tēn pepoithēsin echein tēs euchēs epiteuxasthai, diischyrizetai. Aischynthētōsan hoi anomountes diakenēs. Tauta peri tōn ēdē katechomenōn en eidōlolatreią phēsin. [Aischynthētōsan hoi anomountes, apo tōn ēdē pepoithotōn epi Theǭ kai genomenōn lamprōn, dia to tēn pepoithēsin echein tēs euchēs epiteuxasthai. Ischyprizontai hoi anomountes diakenēs. Tauta peri tōn eti katechomenōn en eidōlolatreią.] Tas odous sou, Kyrie, gnōrison moi. Ta euangelika dogmata phēsin. Hodēgēson me epi tēn alētheian. Hōs mēde phthasas epi tēn alētheian tauta phēsin. Kai didaxon me, hoti sy ei ho Theos ho Sōtēr mou. Tou prophētou, mēdepō egnōkotos tas hodous Kyriou, mēde didachthentos poreuesthai tribous autou, kai hōs mēdepō hodēgēthentos epi tēn alētheian tou Theou, mēde didachthentos peri Theou hōs Sōtēros, houtōs euchomenou, tis ouk eulabēthēsetai to, Ouai hoi sophoi en heautois, kai enōpion autōn epistēmones? Hamartias neotētos mou kai agnoias mou mē mnēsthę̄s. Neotēta tēn aphrosynēn phēsin. Aphrosynē de saphēs ho tēs eidōlolatreias autōn kairos. Kai allōs hamartias tou laou tas en Aigyptǭ; kai gar eidōlolatreusan ekei. Mē oun ekeinōn tōn hamartēmatōn nyn mnēsthę̄s, alla tēs philanthrōpias, di' hēs kai tote agnoountas ephilanthrōpeusa kai ēleēsas. Heneken tēs chrēstotētos sou, Kyrie. Ou gar dia tēn emēn axian, alla dia tēn sēn philanthrōpian toutou tychein hiketeuō. Dia touto nomothetēsei hamartanontas en hodǭ. Phōtisei hamartōlous; hypodeixei hamartanousin hodon. Pasai hai hodoi Kyriou eleos kai alētheia. Hoi gar diēnekōs tois theiois entrephomenoi logois manthanousin akribōs di' ekeinōn, hōs pasai tou Sōtēros Christou Theou hēmōn oikonomiai eleǭ kai alētheią nou tēs aichmalōsias apallagēnai, synkekrantai; tois gar metamelomenois eph' hois eplēmmelēsan ton eleon kai tēn syngnōmēn oregei tous de aēttētous tēs aretēs athlētas anakēryttei kai stephanoi syn alētheią tēn psēphon ekpherōn ; kai mentoi kai tois paranomią synezēkosi, kai metameleią mē chrēsamenois kata tous tēs alētheias horous epipherei tas timōrias. [Kai to sperma autou klēronomēsei gēn. Hai praxeis, phēsin, hai genomenai proxenoi autǭ tou klēronomēsai tēn noētēn gēn; genēsontai ge sperma tōn agathōn andrōn, di᾽ hōn tous kata Theon gennōmenous phēsin. Epiblepson ep᾿ eme. Dei gar mē hyptious einai kai anapeptōkotas, - tharrhountas tǭ; eleei tou Theou, alla kai hēmas eispherein ton dia tōn ergōn ponon. Krataiōma Kyrios tōn phoboumenōn auton; kai diathēkē autou dēlōsei autous. Hē euangelikē. Ti de dēlōsei? ē tēn sōtērias hodon. Pasa gar, phēsi, nomothesia tou Theou pros touto blepei, pros to en apolausei tous agathous poiein hōn proeilanto. Touto gar legei; Dēlōsei autois, anti tou, en apolausei autous katastēsei hōn proeilanto. Hai thlipseis tēs kardias mou eplēthynthēsan. Pollois, phēsin, algeinois pantachothen peristoichizomai. Tautēn mou toinyn tēn tapeinōsin kai tēn talaipōrian tais emais antitalanteusas paranomiais, dys tēn aphesin, kai tēn syngnōmēn parasche. Hek tōn anankōn mou exagage me; ek tōn synechōn mou. Ide tēn tapeinōsin mou kai ton kopon mou. Dei gar mē hyptious einai kai anapeptōkotas, tharrhountas tǭ eleei tou Theou; alla gar eispherein ton dia tōn ergōn ponon. Ide tous echthrous mou, hoti eplēthynthēsan. Kai apo tēs adikias tōn echthrōn eis eleon ekkaleitai ton Theon. "Akakoi kai eutheis ekollōnto moi. Kai touto idion aretēs, to misein men tōn phaulōn tas synousias, tous de tēn isotēta timōntas kai euthytēti chrōmenous synētheis echein kai philous ; touto gar kai o prophētēs ephē pepoiēkenai, hate dē therapeuein touto ton Despotēn hēgoumenos.

A psalm of David. 24. Argument. In the psalm before us the person of each of those who have been called is brought forward, that is, of those gathered to be directed into the spiritual life. These words are to be said at a time of martyrdom. “To you, O Lord, I have lifted up my soul.” They say this as having already turned away from idolatry. “And let not my enemies laugh at me”: the spiritual enemies, clearly. The enemy is the devil, with demons and ungodly men. Perhaps too he foresees the Saviour’s becoming man, after which the enemies’ word [laughter] has ceased. [“I became to the lawless as lawless.” For this lawlessness did not come about in vain.] “For none of those who wait for you will be put to shame.” He affirms this from those who have already trusted in God and become illustrious, since he has the confidence that he will obtain his prayer. “Let those be put to shame who act lawlessly in vain.” He says this of those still held fast in idolatry. [“Let those be put to shame who act lawlessly,” from those who have already trusted in God and become illustrious, since he has the confidence that he will obtain his prayer. Those who act lawlessly in vain are confident. He says this of those still held fast in idolatry.] “Make known to me your ways, O Lord.” He means the teachings of the Gospel. “Lead me to the truth.” He says this as one who has not yet reached the truth. “And teach me, for you are God my Saviour.” When the prophet, as one who did not yet know the ways of the Lord nor had been taught to walk in his paths, as one not yet led to the truth of God nor taught about God as Saviour, prays thus, who will not be wary of the saying, “Woe to those who are wise in themselves and knowing in their own sight”? “Do not remember the sins of my youth and of my ignorance.” By youth he means folly; and the folly is plainly the time of their idolatry. And otherwise, the sins of the people in Egypt; for they worshipped idols there. Do not remember those sins now, then, but your love for mankind, by which you showed kindness and mercy then too to those who did not know. “For the sake of your goodness, O Lord.” For it is not because of my worth, but because of your love for mankind, that I beg to obtain this. “Therefore he will instruct sinners in the way.” He will enlighten sinners; he will show the way to those who sin. “All the ways of the Lord are mercy and truth.” For those who are continually nourished on the divine words learn exactly through them that all the dispensations of Christ our Saviour and God are blended with mercy and truth. … to be set free from the captivity. For to those who repent of their offences he holds out mercy and pardon; and the unconquered athletes of virtue he proclaims and crowns, giving his verdict with truth; and indeed on those who have lived with lawlessness and have not used repentance he brings punishments according to the bounds of truth. [“And his seed will inherit the earth.” The deeds, he says, that became the means of his inheriting the spiritual land will become the seed of good men; by which he means those born according to God. “Look upon me.” For we must not be careless and lie back, trusting in the mercy of God, but must also bring in the labour that comes through works. “The Lord is the strength of those who fear him, and his covenant will make it known to them.” The covenant of the Gospel. And what will it make known but the way of salvation? For all God’s lawgiving, he says, looks to this: to bring the good into enjoyment of what they chose. For this is what he means by “will make it known to them,” instead of “will set them in the enjoyment of what they chose.” “The afflictions of my heart have been multiplied.” I am surrounded, he says, on every side by many pains. Weigh this humiliation and misery of mine against my transgressions, then, and give forgiveness and grant pardon. “Bring me out of my distresses”: out of my constant troubles. “See my humiliation and my toil.” For we must not be careless and lie back, trusting in the mercy of God, but must bring in the labour that comes through works. “See my enemies, for they have been multiplied.” From the injustice of the enemies too he calls upon God for mercy. “The innocent and upright joined themselves to me.” This too is a mark of virtue: to hate the company of the worthless, and to keep as familiars and friends those who honour fairness and practise uprightness. For the prophet said that he had done this, since he considered that this is how to serve the Master.

Textual problem in this passage: see the notes.

Ps 25:1–21 (24:1-Ps LXX) (quotation, high confidence) · 1 Cor 9:21 (quotation, medium confidence) · Isa 5:21 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 24 (Psalm 25 in English Bibles) as the prayer of converts from idolatry, asking to be taught the ways of the Gospel and to be forgiven, and teaching that God’s ways join mercy and truth.

  • Square brackets enclose passages that Migne prints in brackets (scholia from other sources); one bracket, at “And his seed will inherit the earth,” opens without closing in the scan OCR. The single word in brackets, “[laughter],” is printed by Migne as an alternative to “word.” A line from elsewhere is printed inside the sentence on mercy and truth (νου τῆς αἰχμαλωσίας ἀπαλλαγῆναι, “… to be set free from the captivity”) and is translated where it stands. Quotations and allusions: 1 Cor 9:21 (adapted); Isa 5:21. The verses are given here in the Protestant numbering (Psalm 25).

Cite (SBL): Athanasius, Exp. Ps. 24 (PG 27:143–146; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/24). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-24) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 25

25PG 27:145–148

Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΕ΄. Ὑπόθεσις. Τῶν πεπιστευκότων εἰς Χριστὸν εἰσφέρεται τὸ πρόσωπον ἀρνουμένων καὶ διισχυριζομένων ἐπὶ τῇ καταστάσει τῆς κοινωνίας τῶν Ἰουδαίων τῶν συνεληλυθότων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ακακίαν καλεῖ τὸ μὴ μετασχεῖν τῆς φαυλότητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Καὶ ἐπὶ τῷ - Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Βεβαίαν, φησὶν, ἕξω τὴν στάσιν εἰς σὲ τὰς ἐλπίδας τῆς σωτηρίας ἀπογραψάμενος. Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με. Εἰ ἐξετάσῃς τῆς ψυχῆς μου τὰ βάθη, φησὶν, ἐπὶ τῷ σῷ μόνῳ εὑρήσεις ἐλέει πάντα μου τῆς διανοίας τὸν πόνον ἐπανέχοντα. Τοῦτο δὲ ποιῶν εὐάρεστος ἔσομαι παρὰ σοὶ τὴν σὴν ἀγαπήσας ἀλήθειαν. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Σαφῶς ἐπὶ τοῦ εἰδότος τὰς καρδίας ἐτάζειν τὸ τῶν παρανομωτάτων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρνεῖται συνέδριον. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Καθαρὸς ἔσομαι, φησὶ, τῶν μιαιφόνων αὐτῶν πράξεων. Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Σαφῶς ἐν τούτοις τὴν λογικὴν ἀνακηρύττει λατρείαν. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. [Ποθώ, φησὶ, τὸν θεῖον οἶκον ἰδεῖν, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν.] Εὐπρέπεια τοῦ οἴκου-οἱ διαπρέποντες ἐν τῇ Ἐκκλησίᾳ διὰ θεοσεβείας. Μὴ συναπολέσης μετὰ ἀσεβῶν τὴν ψυχήν μου. Ἔξω τῆς κολάσεως γενέσθαι εὔχεται τῆς ἀποκειμένης τοῖς Ἰουδαίοις. Ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἢ ὡς καὶ αὐτῶν δώροις παρακρινόντων τὸ δίκαιον, ἢ διὰ τὸ δώροις τὸν προδότην ἐξωνήσασθαι· ἢ ἐπειδὴ ἡρπάζοντο ἀνομίαν· διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.

Eis to telos PsALMOS tǭ Dauïd. KE΄. Hypothesis. Tōn pepisteukotōn eis Christon eispheretai to prosōpon arnoumenōn kai diischyrizomenōn epi tę̄ katastasei tēs koinōnias tōn Ioudaiōn tōn synelēlythotōn kata tou Kyriou kai kata tou Christou autou. Krinon me, Kyrie, hoti egō en akakią mou eporeuthēn. Akakian kalei to mē metaschein tēs phaulotētos kai tēs aponoias tōn Ioudaiōn. Kai epi tǭ - Kyriǭ elpizōn ou mē asthenēsō. Bebaian, phēsin, hexō tēn stasin eis se tas elpidas tēs sōtērias apograpsamenos. Dokimason me, Kyrie, kai peirason me. Ei exetasę̄s tēs psychēs mou ta bathē, phēsin, epi tǭ sǭ monǭ heurēseis eleei panta mou tēs dianoias ton ponon epanechonta. Touto de poiōn euarestos esomai para soi tēn sēn agapēsas alētheian. Ouk ekathisa meta synedriou mataiotētos. Saphōs epi tou eidotos tas kardias etazein to tōn paranomōtatōn archontōn tou Ioudaiōn ethnous arneitai synedrion. Nipsomai en athōois tas cheiras mou. Katharos esomai, phēsi, tōn miaiphonōn autōn praxeōn. Kai kyklōsō to thysiastērion sou, Kyrie. Saphōs en toutois tēn logikēn anakēryttei latreian. Kyrie, ēgapēsa euprepeian oikou sou. [Pothō, phēsi, ton theion oikon idein, ton tēn sēn apostilbonta charin.] Euprepeia tou oikou-hoi diaprepontes en tę̄ Ekklēsią dia theosebeias. Mē synapolesēs meta asebōn tēn psychēn mou. Exō tēs kolaseōs genesthai euchetai tēs apokeimenēs tois Ioudaiois. Hōn en chersin hai anomiai, hē dexia autōn eplēsthē dōrōn. Ē hōs kai autōn dōrois parakrinontōn to dikaion, ē dia to dōrois ton prodotēn exōnēsasthai; ē epeidē hērpazonto anomian; dia touto tēn dexian autōn eplēroun dōrōn.

To the end. A psalm of David. 25. Argument. The person of those who have believed in Christ is brought forward, renouncing the fellowship of the Jews who gathered together against the Lord and against his Christ, and holding firm to their own stand. “Judge me, O Lord, for I have walked in my innocence.” He calls it innocence not to share in the worthlessness and madness of the Jews. “And hoping in the Lord I shall not grow weak.” I shall have a firm standing, he says, having enrolled my hopes of salvation in you. “Test me, O Lord, and try me.” If you examine the depths of my soul, he says, you will find all the labour of my mind held up by your mercy alone. And doing this I shall be well-pleasing to you, having loved your truth. “I have not sat with the council of vanity.” Clearly, before the one who knows how to examine hearts, he renounces the council of the most lawless rulers of the nation of the Jews. “I will wash my hands among the innocent.” I shall be clean, he says, of their bloodstained deeds. “And I will go around your altar, O Lord.” In these words he clearly proclaims the rational worship. “O Lord, I have loved the beauty of your house.” [I long, he says, to see the divine house, which gleams with your grace.] The beauty of the house is those who are distinguished in the Church by godliness. “Do not destroy my soul with the ungodly.” He prays to be outside the punishment laid up for the Jews. “In whose hands are lawless deeds; their right hand is filled with gifts.” Either because they too perverted justice with gifts, or because they bought the betrayer with gifts; or since they seized lawlessness, therefore they filled their right hand with gifts.

Ps 26:1–10 (25:1-Ps LXX) (quotation, high confidence) · Ps 2:2 (allusion, high confidence) · Rom 12:1 (allusion, medium confidence) · Matt 26:15 (allusion, medium confidence)

Notes and citation

Summary: The commentary reads Psalm 25 (Psalm 26 in English Bibles) as the believers in Christ refusing any share in the council that condemned him, and loving the Church and its rational worship.

  • The identification of the “ungodly” with the Jews who condemned Jesus is the commentary’s own, translated as written. “Rational worship” is the commentary’s phrase. Allusions: Ps 2:2; Rom 12:1; Matt 26:15. The verses are given here in the Protestant numbering (Psalm 26).

Notes on the original text

  • Digital text corrected (word split at a line break): και ταστάσει → καταστάσει.

Cite (SBL): Athanasius, Exp. Ps. 25 (PG 27:145–148; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/25). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-25) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 26

26PG 27:147–150

ΨΑΛΜΟΣ τοῦ Δαυΐδ πρὸ τοῦ χρισθῆναι. ΚG', Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς κατήχησιν κατ' ἐχθρῶν, ἀφ᾿ ὧν ἤδη ἐδέξατο παρὰ Θεοῦ γινωσκομένην, καὶ αἴτησιν δευτέρων ἀγαθῶν μετ' ἐξομολογήσεως. Τὸ δὲ, πρὸ τοῦ χρισθῆναι, ἐκεῖνο σημαίνει, ὅτι, τῷ Πνεύματι τῷ θείῳ προεωρακώς, ὡς χρισθήσεται μὲν εἰς βασιλέα, περιπέσει δὲ τοῖς πειρασμοῖς, ἀνδρείᾳ περιζωσάμενος τὴν ὀσφὺν εὖ μάλα περὶ τοὺς κινδύνους ἀντισοῦσθαι διαβεβαιοῦται. Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κατευμεγεθεῖ τῶν ἀντικειμένων δυνάμεων τῷ φωτὶ τοῦ Κυρίου θαῤῥήσας. Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. Ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας. Προσῆλθον μὲν, φησὶ, διαφθεῖραι θέλοντες πεπόνθασι δὲ ὁ δρᾶσαι ἤλπισαν. Τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. Καὶ γὰρ ἁγιοπρεπὴς ἡ αἴτησις γέγονε, καὶ Θεῷ δοῦναι ἀξία. Τῷ θεωρεῖν με τὴν τερπνότητα Κυρίου. Ἐν ταύτῃ, φησὶν, εὔχομαι διαπαντὸς οἰκεῖν, ἐν ᾗ καὶ τῆς σωτηρίας ἐπέτυχον. Ἐν πέτρᾳ ὕψωσέν με. Σαφῶς ὁ Παῦλος τὴν πέτραν εἶναι τὸν Χριστὸν διισχυρίζεται. ῎Ασω καὶ ψαλῶ τῷ Κυρίῳ. Σαφῶς τὴν τοῦ, ῞Ἅγιος, ἅγιος, ἅγιος, ἀνακηρύττει λατρείαν. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου. ᾿Αντὶ τοῦ, Εὐχαριστῶ σοι ὑπὲρ τῶν παρεληλυθότων, δεηθήσομαι δὲ ὑπὲρ τῶν ἑξῆς. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου. Τὸν εὐαγγελικὸν νόμον εὔχεται γυμνωθῆναι αὐτῷ· αὐτὸς δὲ γὰρ ἦν καὶ ἡ εὐθεῖα ὁδός. Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Τουτέστιν ἠσθένησεν ἡ καθ' ἡμῶν ἀδικία. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Τὴν ἄνω Ἱερουσαλήμ φησιν.

PsALMOS tou Dauïd pro tou christhēnai. KG', Hypothesis. Periechei ho psalmos katēchēsin kat' echthrōn, aph᾿ hōn ēdē edexato para Theou ginōskomenēn, kai aitēsin deuterōn agathōn met' exomologēseōs. To de, pro tou christhēnai, ekeino sēmainei, hoti, tǭ Pneumati tǭ theiǭ proeōrakōs, hōs christhēsetai men eis basilea, peripesei de tois peirasmois, andreią perizōsamenos tēn osphyn eu mala peri tous kindynous antisousthai diabebaioutai. Kyrios phōtismos mou kai Sōtēr mou, tina phobēthēsomai? Kateumegethei tōn antikeimenōn dynameōn tǭ phōti tou Kyriou tharrhēsas. Hypo sou, phēsi, phōtizomenos pantōn homou tōn polemountōn kataphronō. En tǭ engizein ep᾿ eme kakountas. Prosēlthon men, phēsi, diaphtheirai thelontes peponthasi de ho drasai ēlpisan. Tou katoikein me en oikǭ Kyriou. Kai gar hagioprepēs hē aitēsis gegone, kai Theǭ dounai axia. Tǭ theōrein me tēn terpnotēta Kyriou. En tautę̄, phēsin, euchomai diapantos oikein, en hę̄ kai tēs sōtērias epetychon. En petrą hypsōsen me. Saphōs ho Paulos tēn petran einai ton Christon diischyrizetai. ᾿Asō kai psalō tǭ Kyriǭ. Saphōs tēn tou, ῾Hagios, hagios, hagios, anakēryttei latreian. Eisakouson, Kyrie, tēs phōnēs mou. ᾿Anti tou, Eucharistō soi hyper tōn parelēlythotōn, deēthēsomai de hyper tōn hexēs. Nomothetēson me, Kyrie, en tę̄ hodǭ sou. Ton euangelikon nomon euchetai gymnōthēnai autǭ; autos de gar ēn kai hē eutheia hodos. Kai epseusato hē adikia heautę̄. Toutestin ēsthenēsen hē kath' hēmōn adikia. Pisteuō tou idein ta agatha Kyriou en gę̄ zōntōn. Tēn anō Hierousalēm phēsin.

A psalm of David, before he was anointed. 26. Argument. The psalm contains a triumph over enemies, known from what he had already received from God, and a request for further good things, with thanksgiving. And “before he was anointed” signifies this: that, having foreseen by the divine Spirit that he would be anointed king but would fall into temptations, he affirms that, girding his loins well with courage, he will stand his ground against the dangers. “The Lord is my light and my Saviour; whom shall I fear?” Trusting in the light of the Lord, he exults over the opposing powers. Enlightened by you, he says, I despise all who make war, all at once. “When evildoers drew near against me.” They came, he says, wishing to destroy me, but they suffered what they hoped to do. “That I may dwell in the house of the Lord.” For the request was befitting a saint and worthy of God to grant. “That I may behold the delight of the Lord.” In this, he says, I pray to dwell always, in which I also obtained salvation. “He set me high upon a rock.” Paul clearly affirms that the rock is Christ. “I will sing and make music to the Lord.” He clearly proclaims the worship of “Holy, holy, holy.” “Hear, O Lord, my voice.” Instead of: I give you thanks for what is past, and I will pray for what follows. “Instruct me, O Lord, in your way.” He prays that the law of the Gospel may be laid bare to him; for he himself was also the straight way. “And injustice lied to itself.” That is, the injustice against us grew weak. “I believe that I shall see the good things of the Lord in the land of the living.” He means the Jerusalem above.

Ps 27:1–13 (26:1-Ps LXX) (quotation, high confidence) · Eph 6:14 (echo, low confidence) · 1 Cor 10:4 (allusion, high confidence) · Isa 6:3 (quotation, high confidence) · John 14:6 (allusion, medium confidence) · Gal 4:26 (allusion, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 26 (Psalm 27 in English Bibles) as David’s confident prayer before his anointing, finding in it Christ the rock, the heavenly worship, and the Jerusalem above.

  • “A triumph” renders κατήχησιν, apparently a slip for καύχησιν (“boast”); uncertain. Quotations and allusions: Eph 6:14; 1 Cor 10:4; Isa 6:3; John 14:6; Gal 4:26. The verses are given here in the Protestant numbering (Psalm 27).

Notes on the original text

  • Digital text corrected (OCR slip (stray non-Greek character)): Τὸ δ암, → Τὸ δὲ,.

Cite (SBL): Athanasius, Exp. Ps. 26 (PG 27:147–150; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/26). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-26) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 27

27PG 27:149–152

ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΖ'. Ὑπόθεσις. ῎Αδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπονοίας κατάρασιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς χείρονος ἐκείνων μερίδος. Πρὸς σὲ, Κύριε, κεκράξομαι... καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκον ὀνομάζειν τὸν ἄδην. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν. ῾Αμαρτωλοὺς τὸ τῶν Ἰουδαίων ἔθνος φησὶ, κατὰ τὸ εἰρημένον αὐτοῖς ὑπὸ τοῦ Σωτῆρος· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Αὐτοὶ δὲ καὶ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι τὸν ἀθῶον καὶ δίκαιον ἀπέκτειναν, ὃν οὐκ ἀποκτεῖναι ὁ νόμος ἐκέλευσεν. Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν. Τοῦτό φησιν, ὅτι, διδάσκαλον καὶ ἀγαθὸν ἀποκαλοῦντες τὸν Σωτῆρα, κακὰ διελογίζοντο κατ᾿ αὐτοῦ. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου. Ἀντὶ τοῦ, Οὐκ ἠθέλησαν, φησὶ, τὴν οἰκείαν παραδέξασθαι σωτηρίαν. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Σαφῶς τὴν ἀνάστασιν ἐν τούτοις κηρύττει. Καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ. Χριστὸν ἐνταῦθα τὸν χρισθέντα λαὸν εἰς βασίλειον ἱεράτευμά φησιν. Αὐτὸς οὖν, φησὶν, ὁ Κύριος ὑπερασπίζει εἰς τὸ σῶσαι τὸν χρισθέντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν λαόν. Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἡμᾶς ποιμανεῖ, πέμψας ἡμῖν ἀντ᾿ αὐτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον. Καὶ μὴν καὶ ἐπαίρει, τουτέστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.

PsALMOS tǭ Dauïd. KZ'. Hypothesis. ᾿Adei ton paronta psalmon ek prosōpou tōn pisteusantōn eis Christon, dia deēseōs eis epikourian kalōn ton Theon; hama de kai tēs Ioudaiōn aponoias katarasin echei kai euchēn tou chōristhēnai tēs cheironos ekeinōn meridos. Pros se, Kyrie, kekraxomai... kai homoiōthēsomai tois katabainousin eis lakkon. Ethos tę̄ theią Graphę̄ lakkon onomazein ton adēn. Mē synelkysę̄s me meta hamartōlōn. ῾Amartōlous to tōn Ioudaiōn ethnos phēsi, kata to eirēmenon autois hypo tou Sōtēros; Ean mē pisteusēte, hoti egō eimi, en tais hamartiais hymōn apothaneisthe. Autoi de kai ergazomenoi tēn anomian, hoti ton athōon kai dikaion apekteinan, hon ouk apokteinai ho nomos ekeleusen. Tōn lalountōn eirēnēn meta tōn plēsion autōn. Touto phēsin, hoti, didaskalon kai agathon apokalountes ton Sōtēra, kaka dielogizonto kat᾿ autou. Hoti ou synēkan eis ta erga Kyriou. Anti tou, Ouk ēthelēsan, phēsi, tēn oikeian paradexasthai sōtērian. Kai anethalen hē sarx mou. Saphōs tēn anastasin en toutois kēryttei. Kai hyperaspistēs tōn sōtēriōn tou Christou. Christon entautha ton christhenta laon eis basileion hierateuma phēsin. Autos oun, phēsin, ho Kyrios hyperaspizei eis to sōsai ton christhenta di᾿ autou kai eis auton laon. Kai poimanon autous, kai eparon autous heōs tou aiōnos. Autos gar hēmas poimanei, pempsas hēmin ant᾿ autou kai hōs heauton ton Paraklēton. Kai mēn kai epairei, toutestin hypsēlous apophainei eis tous mellontas kai ateleutētous aiōnas.

A psalm of David. 27. Argument. He sings the present psalm in the person of those who have believed in Christ, calling God to their aid through prayer; and at the same time it contains a curse on the madness of the Jews and a prayer to be separated from their worse portion. “To you, O Lord, I will cry … and I shall be like those who go down into the pit.” It is the custom of the divine Scripture to call Hades “the pit.” “Do not drag me away with sinners.” By sinners he means the nation of the Jews, according to what the Saviour said to them: “Unless you believe that I am he, you will die in your sins.” And they are also the ones who work lawlessness, because they killed the innocent and righteous one, whom the law commanded them not to kill. “Who speak peace with their neighbours.” He says this because, while calling the Saviour “Teacher” and “good,” they were devising evil against him. “For they did not understand the works of the Lord.” Instead of: they did not wish, he says, to accept their own salvation. “And my flesh has flourished again.” In these words he clearly proclaims the resurrection. “And the protector of the salvations of his anointed.” By “anointed” here he means the people anointed as a royal priesthood. He himself, then, he says, the Lord, protects so as to save the people anointed through him and for him. “And shepherd them, and lift them up for ever.” For he himself will shepherd us, having sent us the Paraclete in his place and as himself. And moreover he lifts them up, that is, he makes them high for the ages to come that have no end.

Ps 28:1–9 (27:1-Ps LXX) (quotation, high confidence) · John 8:24 (quotation, high confidence) · Mark 10:17 (allusion, medium confidence) · 1 Pet 2:9 (allusion, high confidence) · John 14:16 (allusion, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 27 (Psalm 28 in English Bibles) as the prayer of believers in Christ to be kept apart from those who rejected him, finding in it the resurrection and the anointed people shepherded through the Paraclete.

  • The curse on “the madness of the Jews” and the identification of the sinners with the Jewish nation are the commentary’s own, translated as written. Quotations and allusions: John 8:24; Mark 10:17; 1 Pet 2:9; John 14:16. The verses are given here in the Protestant numbering (Psalm 28).

Cite (SBL): Athanasius, Exp. Ps. 27 (PG 27:149–152; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/27). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-27) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.