Homilies on the Song of Songs preface

Greek text: PG 44 (OCR by the Internet Archive; lines extracted for this site).English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Homily 0

0PG 44

ΠΡΟΟΙΜΙΟΝ ΠΡῸΣ ΟΛΥΜΠΙΑΔΑ, ᾿Απεδεξάμην ὡς πρέπουσαν τῷ σεμνῷ σου βίῳ, καὶ τῇ καθαρᾷ σοῦ ψυχῇ, τὴν περὶ τοῦ Ἄσματος τῶν ἀσμάτων σπουδὴν, ἣν καὶ κατὰ πρόσωπον καὶ διὰ γραμμάτων ἡμῖν ἐξέθου, ὥστε διὰ τῆς καταλλήλου θεωρίας φανερωθῆναι τὴν ἐγκεκρυμμένην τοῖς ῥητοῖς φιλοσοφίαν, τῆς προχείρου κατὰ τὴν λέξιν ἐμφάσεως ἐν ταῖς ἀχηράτοις ἐννοίαις κεκαθαρμένην. Διὸ προθύμως ἀπεδεξάμην τὴν περὶ τούτου φροντίδα, οὐκ ὥς σοί τι χρησιμαῖον εἰς τὸ σὸν ἦθος (πέπεισμαι γάρ σου καθαρεύειν τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἀπὸ πάσης ἐμπαθοῦς τε καὶ ῥυπώσης ἐννοίας, καὶ πρὸς τὴν ἀκήρατον χάριν διὰ τῶν θείων τούτων ῥητῶν ἀπαρεμποδίστως βλέπειν), ἀλλ᾽ ἐφ᾽ ᾧ τοῖς σαρχωδεστέροις χειραγωγίαν τινὰ γενέσθαι, πρὸς τὴν πνευματικὴν τε καὶ ἄῦλον τῆς ψυχῆς κατάστασιν, πρὸς ἣν ἄγει τὸ βιόλίον τοῦτο διὰ τῆς ἐγχεχρυμμένης αὐτῷ σοφίας. Ἐπειδὴ δέ τισι τῶν ἐκκλησιαστικῶν παρίστασθαι τῇ λέξει τῆς ἁγίας Γραφῆς διὰ πάντων ἱέναι δοκεῖ, καὶ τὸ δι᾿ αἰνιγμάτων καὶ ὑπονοιῶν εἰρῆσθαί τι παρ᾽ αὐτῆς εἰς ὠφέλειαν ἡμῶν οὐ συντί· ἀναγκαῖον ἡγοῦμαι πρῶτον περὶ τούτων τοῖς τὰ τοιαῦτα ἡμῖν ἐγκαλοῦσιν ἀπολογήσασθαι, ὅτι οὐδὲν ἀπὸ τρόπου γίνεται παρ᾽ ἡμῶν, ἐν τῷ σπουδάζεῖιν ἡμᾶς τὸ παντοίως θηρεύειν ἐκ τῆς θείας καὶ θεοπνεύστου Γραφῆς τὸ ὠφέλιμον - ὥστ᾽ ἂν μὲν ὧφελοίη τι καὶ ἡ λέξις ὡς εἴρηται νοουμένη, ἔχειν ἐξ ἑτοίμου τὸ σπουδαζόμενον. Εἰ δέ τι μετὰ ὑποχρύψεως ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασιν εἰρτιμενον, ἀογὸν εἰς ὠφέλειαν εἴη κατὰ τὸ πρόχειρον νόημα, τοὺς οιούτους λόγους ἀναστρέφειν, καθὼς ὑνρηγεῖται ὁ διὰ τῶν Παροιμιῶν ἡμᾶς παιδεύων λόγος εἰς τὸ νοῆσαι, τὸ λεγόμενον, ἣ ὡς σκοτεινὸν λόγον, ἢ ὡς ῥῆσιν σοφῶν, ἣ ὥς τι τῶν αἰνιγμάτων. Ὧν ἣν διὰ τῆς ἀναγωγῆς θεωρίαν, εἴτε τροπολογίαν, ἐΐεε ἀλληγορίαν, εἴτε τι ἄλλο τις ὀνομάζειν ἐθέλοι, οὐδὲν περὶ τοῦ ὀνόματος διοισόμεθα, μόνον εἰ τῶν ἐπωφελῶν ἔχοι[το] νοημάτων. Καὶ γὰρ ὁ μέγας ᾿Απόστολος, πνευματικὸν εἶναι λέγων τὸν νόμον, ἐμπεριλαμθάνει τῷ ὀνόματι τοῦ νόμου καὶ τὰ ἱστορικὰ διηγήματα, ὡς πᾶσαν θεόπνευστον Γραφὴν, νόμον εἶναι τοῖς ἐντυγχάνουσιν, οὐ μόνον διὰ τῶν φανερῶν πραγμάτων, ἀλλὰ καὶ διὰ τῶν ἱστορικῶν διηγημάτων παιδεύουσαν, πρός τε γνῶσιν τῶν μυστηρίων, καὶ πρὸς καθαρὰν πολιτείαν τοὺς ἐπιστατιχῶς ἐπαῖονας κέχρηται μὲν τῇ ἐξηγήσει κατὰ τὸ ἀρέσκον αὐτῷ, πρὸς τὸ ὠφέλιμον βλέπων· οὐ φροντίζει δὲ τοῦ ὀνόματος ᾧ χρὴ κατονομάζεσθαι τὸ εἶδος τῆς ἐξηγήσεως. ᾿Αλλὰ νῦν ἀλλάσσειν φησὶ τὴν φωνὴν, μέλλων μετάγειν τὴν ἱστορίαν εἰς τὴν ἔνδειξιν τῆς περὶ τῶν Διαθηκῶν οἰκονομίας· εἶτα μνησθεὶς τῶν δύο τοῦ ᾿Αδραὰμ. τέκνων, τῶν ἐκ τῆς παιδίσκης καὶ τῆς ἐλευθέρας αὐτῷ γεγονότων, ἀλληγορίαν ὀνομάζει τὴν περὶ αὐτῶν θεωρίαν. Πάλιν δὲ πράγματά τινα διηγησάμενος τῆς ἱᾳτορίας φησὶν, ὅτι Τυπικῶς μὲν συγνέδαιγεν ἐκείνοις, ἐγράφη δὲ πρὸς γουϑεσίαν ἡμῶν. Καὶ πάλιν τὸ, μὴ δεῖν χημοῦσθαι τὸν ἁλοῶντα βοῦν εἰπὼν, προσέθηκεν, ὅτι οὐ μέλει τῷ Θεῷ περὶ τῶν βοῶν, ἀλλ᾽ ὅτι δι᾽ ἡμᾶς πάντως ἐγράφη. Ἔστι δὲ ὅπου τὴν ἀμυδροτέραν κατανόησιν καὶ τὴν ἐκ μέρους γνῶσιν, ἔσοπτρον ὀνομάζει Καὶ πάλιν τὴν ἀπὸ τῶν σωμάτων πρὸς τὰ νοητὰ μετάστασιν, πρὸς Κύριον ἐπιστροφὴν λέγει, καὶ καλύμματος περιαίρεσιν. Ἐν πᾶσι δὲ τούτοις τοῖς διαφόροις τρόποις τε καὶ ὀνόμασι τῆς κατὰ τὸν νοῦν θεωρίας, ἕν ὑφηγεῖται διδασκαλίας εἶδος ἡμῖν, τὸ μὴ δεῖν πάντως παραμένειν τῷ πράγματι, ὡς βλαπτούσης ἡμᾶς ἐν πολλοῖς ἐπὶ τὸν κατ᾽ ἀρετὴν βίον τῆς πρόχείρου τῶν λεγομένων ἐμφάσεως· ἀλλὰ μεταθαΐνειν πρὸς τὴν ἄῦλόν τε καὶ νοητὴν θεωρίαν, ὥστε τὰς σωματικωτέρας ἐννοίας μεταδληθῆναι πρὸς νοῦν καὶ διάνοιαν, κόνεως δίκην τῆς σαρχωδεστέρας ἐμφάσεως τῶν λεγομένων ἐχτιναχθείσης, Καὶ διὰ τοῦτό φησιν, ὅτι Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· ὡς πολλαχῇ [τῆς Γραφῆς, τουτέστι] τῆς ἱστορίας, εἴπερ ἐπὶ ψιλῶν σταίημεν τῶν πραγμάτων, οὐκ ἀγαθοῦ βίου παρεχομένης ἡμῖν τὰ ὑποδείγματα. Τί γὰρ ὠφελεῖ πρὸς ἀρετὴν τὸν ἀκούοντα Ὧτης ὁ προφήτης ἐκ πορνείας μένος, καὶ Ἡσαῖας εἰσιὼν πρὸς τὴν προφῆτιν, εἰ μέχρι τῆς λέξεως στήσειέ τις τὸ λεγόμενον ; πρὸς τὸν ἐνάρετον συντελεῖ βίον τὰ περὶ τοῦ Δαβὶδ διηγήματα, μοιχείας καὶ φόνου κατὰ ταὐτὸ περὶ τὸ ἕν συνδεδραμηκότων ἄγος ; Εἰ δέ τις εὑρεθείη λόγος ὁ τὸ διὰ τούτων οἰκονομούμενον ἐπιδεικνύων ἀνεύθυνον, τότε ἀληθεύων ὁ τοῦ αὐτοῦ λόγος ἐπιδειχθήσεται, ὅτι Τὸ γράμμα ἀποκτείνει (πονηρῶν. γὰρ ἔχει πραγμάτων ἐν ἑαυτῷ τὰ ὑποδείγματα), τὸ δὲ πνεῦμα ζωοποιεῖ· μετατίθησι γὰρ τὴν ἀπεμφαΐνουσαν καὶ διαδεόλημένην ἔννοιαν εἰς θειοτέρας ἐμφάσεις, Οἴδαμεν δὲ καὶ αὐτὸν τὸν Λόγον τὸν παρὰ πάσης κτίσεως προσκυνούμενον, ὅτε ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι διὰ σαρκὸς παρεδίδου τὰ θεῖα. μυστήρια, οὕτως ἀναχαλύπτοντα ἡμῖν τὰ τοῦ νόμου νοήματα, ὥστε τοὺς δύο ἀνθρώπους, ὧν ἀληθής ἐστιν ἡ μαρτυρία, ἑαυτὸν καὶ τὸν Πατέρα λέγειν εἶναι· καὶ πὸν χαλκοῦν ὄφιν τὸν ἐπὶ τοῦ ὕψους ἀνατεθέντα, ὃς ἣν τῷ λαῷ τῶν θανατηφόρων δηγμάτων ἀλεξιτήριος, εἰς τὴν διὰ τοῦ σταυροῦ γενομένην ὑπὲρ ἡμῶν οἶκονομίαν μεταλαμδάνοντα· καὶ αὐτῶν δὲ τῶν ἀπλῶς αὐτοῦ μαθητῶν τὴν ἀγχίνοιαν διὰ τῶν χεχαλυμμένων τε καὶ ἐπιχεχρυμμένων λόγων ἐν ὁμοιώμασιν, ἐν σκοτεινοῖς λόγοις, ἐν ἀποφθέγμασι, τοῖς δι᾿ αἰνιγμάτων προφερομένοις, ὑπὲρ ὧν καταμόνας μὲν ἐποιεἴτο ἐξηγήσεις, ἐπιλύων αὐτοῖς τὴν ἀσάφειαν - ἔστι δὲ ὅπου, εἰ μὴ κατελήφθη, παρ᾽ αὐτῶν ἡ τῶν λεγομένων διάνοια, διεμέμφετο τῶν τὸ βραδύνουν, καὶ περὶ τὴν σύνεσιν ἄτοπον. Ὄτε γὰρ ἀποσχέσθαι τοῦ Φαρισαϊχοῦ αὑτοῖς ἐνεχελεύετο ζυμοῦ, οἱ δὲ μιχροψύχως πρὸς τὰς πήρας ἀπέδλεπον, ἐν αἷς τὸν ἐκ τῶν ἄρτων ἐπισιτισμὸν οὐκ ἐπήγοντο, τότε καθάπτεται τῶν μὴ συνιέντων, ὅτι διδασκαλία ἦν τὸ διὰ τοῦ ζυμοῦ δηλούμενον. Καὶ πάλιν τράπεζαν αὐτῷ τῶν μαθητῶν παραθέντων, ἀποκρινόμενος, ὅτι ᾿Εγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἵδατε, ὑπονοησάντων αὐτῶν περὶ σωματικῇς αὑτὸν λέγειν τροφῆς, ὡς ἑτέρωθεν αὐτῷ τὸν ἑαυτοῦ λόγον, ὅτι βρῶσίς ἐστεν αὐτῷ πρέπουσα καὶ κατάλληλος, ἡ τοῦ σωτηρίου θελήματος ἀποπλήΚαὶ μυρία τοιαῦτα ἐκ τῶν εὐαγγελικῶν φωνῶν ἔστιν ἀναλέξασθαι, ἐφ᾽ ὧν ἄλλο μέν ἔστι τὸ ἐκ τοῦ προχείρου νοούμενον, ἕτερον δὲ πρὸς ὃ βλέπει ἡ τῶν λεγομένων διάνοια· οἷον τὸ ὕδωρ ὃ τοῖς διψῶσιν ἐπηγγείλατο, δι᾽ οὗ πηγαὶ ποταμῶν γίνονται οἱ πιστεύοντες, τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν χκαταθαίγοντα, τὸν ναὸν τὸν λυόμενον, καὶ διὰ τριῶν ἡμερῶν ἐγειρόμενον, τὴν ὁδὸν, τὴν θύραν, τὸν λέθον τὸν παρὰ νίῳ κεφαλῇ ἁρμοζόμενον· τοὺς δύο τοὺς ἐπὶ κλίνης μιᾶς, τὸν μυλῶνα, τὰς ἀληθούσας, τὴν παραλαμθατὴν χαταλιμπανομένην, τὸ πτῶμα, τοὺς ἀετοὺς, τὴν συκῆν τὴν ἁπαλυνομένην καὶ τοὺς κλάδους ἐχφύουσαν. ἽΛπερ πάντα καὶ ὅσα τοιαῦτα γένοιτο ἂν ἡμῖν ἐς προτροπὴν τοῦ χρῆναι καὶ διερευνᾷν τὰς θείας φωνὰς, καὶ προσέχειν τῇ ἀναγνώσει, καὶ κατὰ πάντα τρόπον ἀνιχνεύειν εἴ πού τις εὑρεθείη λό. γος τῆς προχείρου κατανοήσεως ὑψηλότερος, ἐπὶ τὰ θειότερά τε καὶ ἀσώματα χειραγωγῶν τὴν διάνοιαν. Γούτον χάριν τὸ ἀπηγορευμένον τῇ βρώσει τοῦ ξύλου, οὐχὶ συκῆν, ὥς τινες ἀπεφήναντο, οὐδὲ ἄλλο τι τῶν ἀκροδρύων εἶναι πειθόμεθα. Εἰ γὰρ τότε θανατηφόρος ἦν ἡ συκῇ, οὐδ᾽ ἂν νῦν πάντως ἐδώδιμος Ἅμα δὲ καὶ μεμαθήκαμεν παρὰ τῆς τοῦ Δεσπότου φωνῆς, δι᾽ ἀποφάσεως τοῦτο δογματιζούσης ὅτι Οὐδὲν ἐστι τῶν εἰσπορευομένων διὰ στόματος ὃ δύναται κοινῶσαι τὸνʼ ἄνθρωπον. ᾿Αλλ᾽ ἑτέραν τινὰ ζητοῦμεν διάνοιαν ἐπὶ τοῦ νόμον, ἀξίαν τῆς τοῦ νομοθέτου μεγαλειότητος· κἂν τῆς τοῦ Θεοῦ φυτείας ἔργον τὸν παράδεισον εἶναι ἀκούσωμεν, κἂν ξύλον ζωῆΐς ἐν μέσῳ τοῦ παραδείσου πεφυτευμένον, ζητῶμὲν παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια μαθεῖν, ποίων φυτῶν γίνεται ὁ Πατὴρ γεωργός εἰΐϊ,·Ε καὶ φυτοχόμος, καὶ πῶς δυνατόν ἐστι κατὰ τὸ μεσαίτατον τοῦ παραδείσου τὰ δύο εἶναι ξύλα, τό τε τῆς σωτηρίας καὶ τῆς ἀπωλείας. Τὸ γὰρ ἀχριθῶς μέσον, καθάπερ ἐν κύκλου τῇ περιγραφῇ, ἐν τῷ ἐνὶ κέντρῳ πάντως ἐστίν. Εἰ δὲ παρατεθείη τῷ κέντρῳ κατά τι μέρος ἕτερον κέντρον, ἀνάγκη πᾶσα συμμετατεθῆναι τῷ κέντρῳ τὸν κύκλον, ὥστε μηκέτι μέσον εἶναι τὸ πρότερον. Ἐχεῖ τοίνυν ἑνὸς ὄντος τοῦ παραδείσου, πῶς φησιν ὁ λόγος ἰδιαζόντως μὲν ἑκάτερον θεωρεῖσθαι τῶν ξύλων· ἐπὶ δὲ τοῦ μέσου εἶναι ἰοῦτο καὶ τοῦτο, ὧν τὸ θανατηφόρον τῆς τοῦ Θεοῦ φυτείας ἀλλότριον εἶναι διδάσκει ὁ πάντα καλὰ λίαν εἶναι τὰ τοῦ Θεοῦ ἔργα ἀποφηνάμενος λόγος ; Οἷς εἰ μἡ τις διὰ φιλοσοφίας ἐνθεωρήσειε τὴν ἀλήθειαν, ἀσύστατον ἣ μυθῶδες εἶναι τοῖς ἀνεπισχέπτοις τὸ … Καὶ μακρὸν ἂν εἴη τὰ καθ᾽ ἕκαστον ἐκ τῶν προφητῶν ἀναλέγεσθαι· ὡς ὁ Μιχαίας ἐπ᾽ ἐσχάτων ἡμερῶν, ἐμφανὲς ὅρος λέγει γενήσεσθαι ἐπὶ τὰς κορυφὰς τῶν ὁρέων, τὸ ἐπὶ καθαιρέσει γίνεσθαι τῶν ἀνμυστήριον οὕτω χατονομάζων: πῶς δὲ ῥάδδον ἀνα.τέλλειν φησὶ κοὶ ἄνθος ἐκ τῆς ῥίζης, τὶν διὰ σαρκὸς τοῦ Κυρίου ἀνάδειξιν ὁ ὑψηλὸς Ἡσαΐας οὕτω μηνύων, τετυρωμένον ὄρος παρὰ τῷ μεγάλῳ Δαβὶδ, ὁποῖον ἔχει νοῦν ἐν τῇ λέξει φαινόμενον, ἣ τὸ μυριοπλάσιον ἄρμα, ἣ τῶν ταύρων ἡ συναγωγὴ, ἡ ἐπαφιεμένη ταῖς δαμάλεσι τῶν λαῶν, ἣ ὁ βαπτόμενος αἴματι ποῦς, ἣ τῶν κυνῶν αἱ γλῶσσαι· ἣ καθ᾽ ὁμοιότῆτα τοῦ μόσχον διαλεπτυνόμενος τῶν κέδρων ὁ Λί- θανος· καὶ μυρία πρὸς τούτοις ἔστιν ἐκ τῆς λοιπῆς ἀναλεξάμενον προφητείας, διδάξαι τὸ ἀναγκαῖον τῆς κατὰ διάνοιαν τῶν ῥητῶν θεωρίας, ἧς ἀποδαλλόμενος, γπαθὼς ἀρέσχε: τισὶν, ὅμοιον εἶναί μοι δοκεῖ τὸ γινόμένον, ὡς εἴ τις ἀχατέργαστα προθείη πρὸς ἀνθρωπίνην βρῶσιν τῆς τραπέζης τὰ λήϊα, μὴ τρίψας τὸν ἄσταχυν, μὴ τῷ λιχμητῷ διακρίνας ἐκ τῶν ἀχύρων τὰ σπέρματα, μὴ λεπτύνας. τὸν σῖτον εἰς ἄλευρον, μηδὲ κατασκευάσας ἄρτον τῷ καθήκοντι τρόπῳ τῆς σιτοποιίας. Ὥσπερ οὖν τὸ ἀκατέργαστον γέννημα τῶν κτηνῶν ἐστι τροφὴ, καὶ οὐκ ἀνθρώπων᾽ οὕτως εἴποι τις ἂν ἀλόγων μᾶλλον ἢ λογικῶν εἶναι τροφὴν μὴ χατεργαπθέντα διὰ τῆς λεπτοτέρας θεωρίας τὰ θεόπνευστα ῥήματα, οὐ μόνον τῆς Παλαιᾶς Διαθήκης, ἀλλὰ καὶ τὰ πολλὰ τῆς εὐαγγελιχῆῇς διδασκαλίας, τδʼ πτύον τὸ διαχαθαῖρον τὴν ἄλωνα, τὸ ἄχυρον, ὁ παραμένων σῖτος τοῖς ποσὶν τοῦ λιχμήτορος, τὸ ἄσδεστον πῦρ, ἡ ἀγαθὴ ἀποθήκη, τὸ τῶν κακῶν εὔφορον δένδρον, ἢ ἀπειλὴ τῆς ἀξίνης, ἢ φοὀερῶς τῶν δένδρων τὴν ἀκμὴν παραδειχνύουσα,, πρὸς τὴν ἀνθρωπίνην φύσιν μεταποιούμενοι λίθοι. ᾿ Ταῦτά μο: διὰ τῶν πρὸς τὴν σύνεσίν σου κατὰ σπουδὴν γραμμάτων ἀπολογία τις γεγράφθω πρὸς τοὺς μηδὲν πλέον παρὰ τὴν πρόχειρον τῆς λέξεως ἔμφασιν ἐκ τῶν θείων ῥημάτων ἀναζητεῖν νουθετοῦντας, Εἰ δὲ τοῦ Ὡρ:γένους φιλοπόνως περὶ τὸ βιδλίον τοῦτο σπουδάσαντος, καὶ ἡμεῖς γραφῇ παραδοῦναι τὸν πόνον ἡμῶν προεθυμέθημεν, ἐγκαλείτω μηδεὶς, πρὸς τὸ θεῖον τοῦ ᾿Αποστόλου λόγιον βλέπων, ὅς φησιν, ὅτν Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον· κόπον. Ἔ μοὶ δὲ οὐ πρὸς ἐπίδειξίν ἐστι συντεταγμένος. ὁ λόγος· ἀλλ᾽ ἐπειδὴ τὰ πολλὰ τῶν ἐπ᾽ Ἐκκλησίας ῥηθέντων, τινὲς τῶν συνόντων, ἡμῖν ὑπὸ φιλομαθείας ἐσημειώσαντο, τὰ μὲν παρ᾽ ἐκείνων λαβὼν, ὅσα δι΄ ἀκολούθου ἔσχεν αὐτῶν ἣ σημείωσις, τὰ δὲ καὶ ἀπ᾿ ἐμαυτοῦ προσθεὶς, ὧν ἀναγκαία ἣν ἡ προσθήκη ἐν ὁμιλιῶν εἴδει τὴν ὑπηγορίαν πεποίημαι, καθεξῆς πρὸς λέξι), προαγαγὼν τὴν τῶν ῥητῶν θεωρίαν, ἐφ᾽ ὅσον ὁ καιρός τε καὶ τὰ πράγματα, τὴν περὶ τούτου μοι σχολὴν ἐνεδίδου κατὰ τὰς ἡμέρας τῶν νηστειῶν. Ἐν ταύταις γὰρ ἡμῖν πρὸς τὴν δημοτίαν ἀκοὴν ὁ περὶ τούτου λόγος διεσπουδάσθη. Εἰ δὲ παράσχοι καὶ ζωῆς χρόνον ὁ τῆς ζωῆς ἡμῶν ταμίας Θεὸς, καὶ εἰρηνικὴν εὐκαιρίαν, καὶ τοῖς λειπομένοις ἴσως ἐπιδραμούμεθα. Νῦν γὰρ ἡμῖν μέχρι τοῦ ἡμίσεως προἦλθεν ὁ λόγος καὶ ἡ θεωρία. Ἢ χάρις τοῦ Κυρίον ᾿ ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

PROOIMION PROS OLYMPIADA, ᾿Apedexamēn hōs prepousan tǭ semnǭ sou biǭ, kai tę̄ katharą sou psychę̄, tēn peri tou Asmatos tōn asmatōn spoudēn, hēn kai kata prosōpon kai dia grammatōn hēmin exethou, hōste dia tēs katallēlou theōrias phanerōthēnai tēn enkekrymmenēn tois rhētois philosophian, tēs procheirou kata tēn lexin emphaseōs en tais achēratois ennoiais kekatharmenēn. Dio prothymōs apedexamēn tēn peri toutou phrontida, ouk hōs soi ti chrēsimaion eis to son ēthos (pepeismai gar sou kathareuein ton tēs psychēs ophthalmon apo pasēs empathous te kai rhypōsēs ennoias, kai pros tēn akēraton charin dia tōn theiōn toutōn rhētōn aparempodistōs blepein), all᾽ eph᾽ hǭ tois sarchōdesterois cheiragōgian tina genesthai, pros tēn pneumatikēn te kai aulon tēs psychēs katastasin, pros hēn agei to biolion touto dia tēs enchechrymmenēs autǭ sophias. Epeidē de tisi tōn ekklēsiastikōn paristasthai tę̄ lexei tēs hagias Graphēs dia pantōn hienai dokei, kai to di᾿ ainigmatōn kai hyponoiōn eirēsthai ti par᾽ autēs eis ōpheleian hēmōn ou synti; anankaion hēgoumai prōton peri toutōn tois ta toiauta hēmin enkalousin apologēsasthai, hoti ouden apo tropou ginetai par᾽ hēmōn, en tǭ spoudazeiin hēmas to pantoiōs thēreuein ek tēs theias kai theopneustou Graphēs to ōphelimon - hōst᾽ an men hōpheloiē ti kai hē lexis hōs eirētai nooumenē, echein ex hetoimou to spoudazomenon. Ei de ti meta hypochrypseōs en hyponoiais tisi kai ainigmasin eirtimenon, aogon eis ōpheleian eiē kata to procheiron noēma, tous oioutous logous anastrephein, kathōs hynrēgeitai ho dia tōn Paroimiōn hēmas paideuōn logos eis to noēsai, to legomenon, hē hōs skoteinon logon, ē hōs rhēsin sophōn, hē hōs ti tōn ainigmatōn. Hōn hēn dia tēs anagōgēs theōrian, eite tropologian, eïee allēgorian, eite ti allo tis onomazein etheloi, ouden peri tou onomatos dioisometha, monon ei tōn epōphelōn echoi[to] noēmatōn. Kai gar ho megas ᾿Apostolos, pneumatikon einai legōn ton nomon, emperilamthanei tǭ onomati tou nomou kai ta historika diēgēmata, hōs pasan theopneuston Graphēn, nomon einai tois entynchanousin, ou monon dia tōn phanerōn pragmatōn, alla kai dia tōn historikōn diēgēmatōn paideuousan, pros te gnōsin tōn mystēriōn, kai pros katharan politeian tous epistatichōs epaionas kechrētai men tę̄ exēgēsei kata to areskon autǭ, pros to ōphelimon blepōn; ou phrontizei de tou onomatos hǭ chrē katonomazesthai to eidos tēs exēgēseōs. ᾿Alla nyn allassein phēsi tēn phōnēn, mellōn metagein tēn historian eis tēn endeixin tēs peri tōn Diathēkōn oikonomias; eita mnēstheis tōn dyo tou ᾿Adraam. teknōn, tōn ek tēs paidiskēs kai tēs eleutheras autǭ gegonotōn, allēgorian onomazei tēn peri autōn theōrian. Palin de pragmata tina diēgēsamenos tēs hiątorias phēsin, hoti Typikōs men sygnedaigen ekeinois, egraphē de pros gouϑesian hēmōn. Kai palin to, mē dein chēmousthai ton haloōnta boun eipōn, prosethēken, hoti ou melei tǭ Theǭ peri tōn boōn, all᾽ hoti di᾽ hēmas pantōs egraphē. Esti de hopou tēn amydroteran katanoēsin kai tēn ek merous gnōsin, esoptron onomazei Kai palin tēn apo tōn sōmatōn pros ta noēta metastasin, pros Kyrion epistrophēn legei, kai kalymmatos periairesin. En pasi de toutois tois diaphorois tropois te kai onomasi tēs kata ton noun theōrias, hen hyphēgeitai didaskalias eidos hēmin, to mē dein pantōs paramenein tǭ pragmati, hōs blaptousēs hēmas en pollois epi ton kat᾽ aretēn bion tēs procheirou tōn legomenōn emphaseōs; alla metathaïnein pros tēn aulon te kai noētēn theōrian, hōste tas sōmatikōteras ennoias metadlēthēnai pros noun kai dianoian, koneōs dikēn tēs sarchōdesteras emphaseōs tōn legomenōn echtinachtheisēs, Kai dia touto phēsin, hoti To gramma apokteinei, to de pneuma zōopoiei; hōs pollachę̄ [tēs Graphēs, toutesti] tēs historias, eiper epi psilōn staiēmen tōn pragmatōn, ouk agathou biou parechomenēs hēmin ta hypodeigmata. Ti gar ōphelei pros aretēn ton akouonta Hōtēs ho prophētēs ek porneias menos, kai Hēsaias eisiōn pros tēn prophētin, ei mechri tēs lexeōs stēseie tis to legomenon ? pros ton enareton syntelei bion ta peri tou Dabid diēgēmata, moicheias kai phonou kata tauto peri to hen syndedramēkotōn agos ? Ei de tis heuretheiē logos ho to dia toutōn oikonomoumenon epideiknyōn aneuthynon, tote alētheuōn ho tou autou logos epideichthēsetai, hoti To gramma apokteinei (ponērōn. gar echei pragmatōn en heautǭ ta hypodeigmata), to de pneuma zōopoiei; metatithēsi gar tēn apemphaïnousan kai diadeolēmenēn ennoian eis theioteras emphaseis, Oidamen de kai auton ton Logon ton para pasēs ktiseōs proskynoumenon, hote en homoiōmati anthrōpou kai schēmati dia sarkos paredidou ta theia. mystēria, houtōs anachalyptonta hēmin ta tou nomou noēmata, hōste tous dyo anthrōpous, hōn alēthēs estin hē martyria, heauton kai ton Patera legein einai; kai pon chalkoun ophin ton epi tou hypsous anatethenta, hos hēn tǭ laǭ tōn thanatēphorōn dēgmatōn alexitērios, eis tēn dia tou staurou genomenēn hyper hēmōn oikonomian metalamdanonta; kai autōn de tōn aplōs autou mathētōn tēn anchinoian dia tōn chechalymmenōn te kai epichechrymmenōn logōn en homoiōmasin, en skoteinois logois, en apophthegmasi, tois di᾿ ainigmatōn propheromenois, hyper hōn katamonas men epoieito exēgēseis, epilyōn autois tēn asapheian - esti de hopou, ei mē katelēphthē, par᾽ autōn hē tōn legomenōn dianoia, diemempheto tōn to bradynoun, kai peri tēn synesin atopon. Ote gar aposchesthai tou Pharisaïchou hautois enecheleueto zymou, hoi de michropsychōs pros tas pēras apedlepon, en hais ton ek tōn artōn episitismon ouk epēgonto, tote kathaptetai tōn mē synientōn, hoti didaskalia ēn to dia tou zymou dēloumenon. Kai palin trapezan autǭ tōn mathētōn parathentōn, apokrinomenos, hoti ᾿Egō brōsin echō phagein, hēn hymeis ouk hoidate, hyponoēsantōn autōn peri sōmatikę̄s hauton legein trophēs, hōs heterōthen autǭ ton heautou logon, hoti brōsis esten autǭ prepousa kai katallēlos, hē tou sōtēriou thelēmatos apoplēKai myria toiauta ek tōn euangelikōn phōnōn estin analexasthai, eph᾽ hōn allo men esti to ek tou procheirou nooumenon, heteron de pros ho blepei hē tōn legomenōn dianoia; hoion to hydōr ho tois dipsōsin epēngeilato, di᾽ hou pēgai potamōn ginontai hoi pisteuontes, ton arton ton ek tōn ouranōn chkatathaigonta, ton naon ton lyomenon, kai dia triōn hēmerōn egeiromenon, tēn hodon, tēn thyran, ton lethon ton para niǭ kephalę̄ harmozomenon; tous dyo tous epi klinēs mias, ton mylōna, tas alēthousas, tēn paralamthatēn chatalimpanomenēn, to ptōma, tous aetous, tēn sykēn tēn hapalynomenēn kai tous kladous echphyousan. HiLper panta kai hosa toiauta genoito an hēmin es protropēn tou chrēnai kai diereunąn tas theias phōnas, kai prosechein tę̄ anagnōsei, kai kata panta tropon anichneuein ei pou tis heuretheiē lo. gos tēs procheirou katanoēseōs hypsēloteros, epi ta theiotera te kai asōmata cheiragōgōn tēn dianoian. Gouton charin to apēgoreumenon tę̄ brōsei tou xylou, ouchi sykēn, hōs tines apephēnanto, oude allo ti tōn akrodryōn einai peithometha. Ei gar tote thanatēphoros ēn hē sykę̄, oud᾽ an nyn pantōs edōdimos Hama de kai memathēkamen para tēs tou Despotou phōnēs, di᾽ apophaseōs touto dogmatizousēs hoti Ouden esti tōn eisporeuomenōn dia stomatos ho dynatai koinōsai tonʼ anthrōpon. ᾿All᾽ heteran tina zētoumen dianoian epi tou nomon, axian tēs tou nomothetou megaleiotētos; kan tēs tou Theou phyteias ergon ton paradeison einai akousōmen, kan xylon zōēïs en mesǭ tou paradeisou pephyteumenon, zētōmen para tou apokalyptontos ta kekrymmena mystēria mathein, poiōn phytōn ginetai ho Patēr geōrgos eiïï,;E kai phytochomos, kai pōs dynaton esti kata to mesaitaton tou paradeisou ta dyo einai xyla, to te tēs sōtērias kai tēs apōleias. To gar achrithōs meson, kathaper en kyklou tę̄ perigraphę̄, en tǭ eni kentrǭ pantōs estin. Ei de paratetheiē tǭ kentrǭ kata ti meros heteron kentron, anankē pasa symmetatethēnai tǭ kentrǭ ton kyklon, hōste mēketi meson einai to proteron. Echei toinyn henos ontos tou paradeisou, pōs phēsin ho logos idiazontōs men hekateron theōreisthai tōn xylōn; epi de tou mesou einai iouto kai touto, hōn to thanatēphoron tēs tou Theou phyteias allotrion einai didaskei ho panta kala lian einai ta tou Theou erga apophēnamenos logos ? Hois ei mē tis dia philosophias entheōrēseie tēn alētheian, asystaton hē mythōdes einai tois anepischeptois to … Kai makron an eiē ta kath᾽ hekaston ek tōn prophētōn analegesthai; hōs ho Michaias ep᾽ eschatōn hēmerōn, emphanes horos legei genēsesthai epi tas koryphas tōn horeōn, to epi kathairesei ginesthai tōn anmystērion houtō chatonomazōn: pōs de rhaddon ana.tellein phēsi koi anthos ek tēs rhizēs, tin dia sarkos tou Kyriou anadeixin ho hypsēlos Hēsaïas houtō mēnyōn, tetyrōmenon oros para tǭ megalǭ Dabid, hopoion echei noun en tę̄ lexei phainomenon, hē to myrioplasion arma, hē tōn taurōn hē synagōgē, hē epaphiemenē tais damalesi tōn laōn, hē ho baptomenos aimati pous, hē tōn kynōn hai glōssai; hē kath᾽ homoiotēta tou moschon dialeptynomenos tōn kedrōn ho Li- thanos; kai myria pros toutois estin ek tēs loipēs analexamenon prophēteias, didaxai to anankaion tēs kata dianoian tōn rhētōn theōrias, hēs apodallomenos, gpathōs aresche: tisin, homoion einai moi dokei to ginomenon, hōs ei tis achatergasta protheiē pros anthrōpinēn brōsin tēs trapezēs ta lēïa, mē tripsas ton astachyn, mē tǭ lichmētǭ diakrinas ek tōn achyrōn ta spermata, mē leptynas. ton siton eis aleuron, mēde kataskeuasas arton tǭ kathēkonti tropǭ tēs sitopoiias. Hōsper oun to akatergaston gennēma tōn ktēnōn esti trophē, kai ouk anthrōpōn᾽ houtōs eipoi tis an alogōn mallon ē logikōn einai trophēn mē chatergapthenta dia tēs leptoteras theōrias ta theopneusta rhēmata, ou monon tēs Palaias Diathēkēs, alla kai ta polla tēs euangelichēę̄s didaskalias, tdʼ ptyon to diachathairon tēn alōna, to achyron, ho paramenōn sitos tois posin tou lichmētoros, to asdeston pyr, hē agathē apothēkē, to tōn kakōn euphoron dendron, ē apeilē tēs axinēs, ē phooerōs tōn dendrōn tēn akmēn paradeichnyousa,, pros tēn anthrōpinēn physin metapoioumenoi lithoi. ᾿ Tauta mo: dia tōn pros tēn synesin sou kata spoudēn grammatōn apologia tis gegraphthō pros tous mēden pleon para tēn procheiron tēs lexeōs emphasin ek tōn theiōn rhēmatōn anazētein nouthetountas, Ei de tou Hōr:genous philoponōs peri to bidlion touto spoudasantos, kai hēmeis graphę̄ paradounai ton ponon hēmōn proethymethēmen, enkaleitō mēdeis, pros to theion tou ᾿Apostolou logion blepōn, hos phēsin, hotn Hekastos ton idion misthon lēpsetai kata ton idion; kopon. E moi de ou pros epideixin esti syntetagmenos. ho logos; all᾽ epeidē ta polla tōn ep᾽ Ekklēsias rhēthentōn, tines tōn synontōn, hēmin hypo philomatheias esēmeiōsanto, ta men par᾽ ekeinōn labōn, hosa di΄ akolouthou eschen autōn hē sēmeiōsis, ta de kai ap᾿ emautou prostheis, hōn anankaia hēn hē prosthēkē en homiliōn eidei tēn hypēgorian pepoiēmai, kathexēs pros lexi), proagagōn tēn tōn rhētōn theōrian, eph᾽ hoson ho kairos te kai ta pragmata, tēn peri toutou moi scholēn enedidou kata tas hēmeras tōn nēsteiōn. En tautais gar hēmin pros tēn dēmotian akoēn ho peri toutou logos diespoudasthē. Ei de paraschoi kai zōēs chronon ho tēs zōēs hēmōn tamias Theos, kai eirēnikēn eukairian, kai tois leipomenois isōs epidramoumetha. Nyn gar hēmin mechri tou hēmiseōs proēlthen ho logos kai hē theōria. Ē charis tou Kyrion ᾿ hēmōn Iēsou Christou meta pantōn hēmōn eis tous aiōnas tōn aiōnōn. ᾿Amēn.

Prologue. To Olympias.

I have welcomed your earnest request concerning the Song of Songs, which you put to us both face to face and by letter, as fitting for your venerable life and your pure soul: that through a contemplation suited to it the philosophy hidden in the words might be brought to light, purified in undefiled thoughts of the meaning that lies on the surface of the wording. So I have gladly taken up this task, not as though it would be of any use to you for your own character (for I am persuaded that the eye of your soul is clean of every passionate and soiled thought, and that through these divine words it looks without hindrance toward the undefiled grace), but so that the more fleshly might be given some guidance by the hand toward the spiritual and immaterial state of the soul, to which this book leads through the wisdom hidden in it.

But since some churchmen think it right to keep to the letter of holy Scripture in everything, and do not agree that anything is said by it in riddles and hidden meanings for our benefit, I think it necessary first to make a defence on these matters to those who bring such charges against us: that we do nothing out of place when we take pains to hunt down in every way what is profitable in the divine and God-inspired Scripture. So, if the wording too, understood as it is spoken, should be of some profit, we have what we seek ready at hand. But if something said with concealment, in hidden meanings and riddles, should be useless for profit according to its surface sense, we turn such words over, as the Word who teaches us through the Proverbs directs, so as to understand what is said either as a dark saying, or as an utterance of the wise, or as one of the riddles. Whether one wishes to call the contemplation of these things by uplifting interpretation (anagogy) tropology, or allegory, or some other name, we will not quarrel about the name, provided only that it holds profitable thoughts.

For the great apostle too, when he says that the law is spiritual, includes under the name of the law the historical narratives as well, since all God-inspired Scripture is law to those who read it, teaching those who listen attentively, not only through what it states plainly but also through the historical narratives, toward knowledge of the mysteries and toward a pure way of life. He uses interpretation as he pleases, looking to what is profitable, and does not trouble himself about the name by which the kind of interpretation ought to be called. Now he says that he changes his voice, when he is about to carry the history over to the demonstration of the economy concerning the covenants; then, recalling the two children of Abraham, born to him of the slave woman and of the free woman, he calls the contemplation concerning them allegory. Again, having narrated certain events of the history, he says, "These things happened to them as types, but they were written for our admonition." And again, having said that the ox treading out the grain must not be muzzled, he added that God is not concerned about oxen, but that it was written entirely for our sake. Elsewhere he calls the dimmer perception and the partial knowledge a mirror. And again he calls the passage from bodies to intelligible things a turning to the Lord and the removal of a veil. In all these different modes and names of contemplation according to the mind he points us to one form of teaching: that we must not by all means remain with the bare event, since the surface sense of what is said harms us in many respects for the life of virtue, but must pass over to the immaterial and intelligible contemplation, so that the more bodily thoughts are changed into mind and understanding, the more fleshly sense of the words being shaken off like dust. And for this reason he says, "The letter kills, but the Spirit gives life," since in many places [of Scripture, that is,] the history, if we stop at the bare events, does not offer us examples of a good life. For what does it profit the hearer toward virtue that Hosea the prophet has children of prostitution, and that Isaiah goes in to the prophetess, if one stops what is said at the wording? [What] do the narratives about David contribute to the virtuous life, where adultery and murder ran together in one and the same defilement? But if some account should be found that shows what was arranged through these things to be blameless, then the word of the same apostle will be shown to be true, that "the letter kills" (for it holds in itself examples of wicked deeds), "but the Spirit gives life"; for it transposes the unseemly and discredited thought into more divine meanings.

We know also that the Word himself, who is worshiped by all creation, when in the likeness and form of a man he handed on the divine mysteries through the flesh, so unveiled for us the thoughts of the law that he said the two men whose testimony is true were himself and the Father; and he carried the bronze serpent set up on high, which was the people's remedy against the deadly bites, over to the economy accomplished for us through the cross. And he trained the sharpness of his own disciples through veiled and hidden words, in parables, in dark sayings, in sayings uttered in riddles, which he explained to them privately, resolving their obscurity; and there were times when, if the meaning of what was said was not grasped by them, he reproached their slowness and their misplaced understanding. For when he commanded them to keep away from the leaven of the Pharisees, and they in their small-mindedness looked at their bags, in which they had brought no provision of bread, then he rebukes them for not understanding that what was meant by the leaven was teaching. And again, when the disciples set a meal before him, he answered, "I have food to eat that you do not know"; and when they supposed that he was speaking of bodily food, [he explained] … his own word, that the food fitting and proper to him is the fulfilment of the saving will. And countless such things can be gathered from the sayings of the Gospels, in which what is understood at first sight is one thing, and what the meaning of the words looks to is another: for example, the water that he promised to the thirsty, through which those who believe become springs of rivers; the bread that comes down from heaven; the temple that is destroyed and raised in three days; the way; the door; the stone fitted at the head of the corner; the two on one bed; the mill; the women grinding; the one taken and the one left; the corpse; the eagles; the fig tree growing tender and putting out branches. All these, and whatever is like them, might serve to urge us to search the divine words, to give attention to reading, and in every way to track out whether some account higher than the surface understanding might be found, leading the mind by the hand to things more divine and incorporeal.

For this reason we are persuaded that what was forbidden to be eaten from the tree was not a fig, as some have declared, nor any other fruit of the orchard. For if the fig had been deadly then, it would certainly not be edible now. At the same time we have learned from the voice of the Master, laying this down as a doctrine in a negative statement, that "nothing that goes in through the mouth can defile the man." But we seek some other meaning in the law, worthy of the majesty of the Lawgiver; and even if we hear that paradise is the work of God's planting, and that a tree of life was planted in the middle of paradise, let us seek to learn from him who reveals hidden mysteries of what plants the Father becomes the farmer and the gardener, and how it is possible for two trees, the tree of salvation and the tree of destruction, to be in the very middle of paradise. For the exact middle, as in the outline of a circle, is surely at the one centre. If another centre were set beside the centre at some point, the circle would necessarily have to be shifted along with the centre, so that the former would no longer be the middle. Since, then, paradise is one, how does the word say that each of the trees is to be seen on its own, and yet that both this one and that one are in the middle, when the word that declared all God's works to be very good teaches that the deadly one is foreign to God's planting? Unless one contemplates the truth in these things through philosophy, what is said appears incoherent or fabulous to those who do not examine it …

And it would take long to gather each detail from the prophets: how Micah says that in the last days a manifest mountain will come to be on the tops of the mountains, so naming the mystery that comes to pass for the overthrow of the … ; how the lofty Isaiah says that a rod springs up and a flower from the root, so indicating the Lord's appearing through the flesh; what meaning, apparent in the wording, the curdled mountain has in the great David, or the chariot ten thousandfold, or the assembly of bulls let loose among the heifers of the peoples, or the foot dipped in blood, or the tongues of the dogs, or Lebanon beaten small with its cedars like the calf. And countless more besides can be gathered from the rest of prophecy to teach how necessary is the contemplation of the words according to their meaning. Whoever rejects it, as some are pleased to do, seems to me to act as if someone were to set the crops on the table for human food unprocessed, without rubbing out the ear, without separating the seeds from the chaff with the winnowing fan, without grinding the wheat into flour, and without making bread in the proper way of baking. As, then, the unprocessed produce is food for cattle and not for human beings, so one might say that the God-inspired words, if they are not worked up through a finer contemplation, are food for irrational rather than rational beings: not only those of the Old Testament, but also much of the teaching of the Gospel, such as the winnowing fork that clears the threshing floor, the chaff, the grain remaining at the winnower's feet, the unquenchable fire, the good barn, the tree that bears evils abundantly, the threat of the axe that fearfully displays the trees in their prime, the stones made over into human nature.

Let this be written by me, in a letter to your intelligence written in haste, as a defence against those who admonish us to seek nothing more from the divine words than the surface meaning of the wording. And if, after Origen laboured diligently on this book, we too have been eager to commit our own labour to writing, let no one accuse us, looking to the divine saying of the apostle, who says, "Each will receive his own reward according to his own labour." This discourse was not composed by me for display. But since some of those who were with me, out of love of learning, took notes of much of what was said in church, I took from them as much as their notes held in sequence, and added from myself whatever needed to be added, and so I have made the dictation in the form of homilies, carrying the contemplation of the words forward in order, word by word, as far as time and circumstances gave me leisure for it during the days of the fasts. For in these days the discourse on this book was delivered earnestly to the public hearing. And if God, the steward of our life, grants time of life and a peaceful season, we shall perhaps run through what remains as well. For as of now our discourse and contemplation have advanced only as far as the half. The grace of our Lord Jesus Christ be with all of us to the ages of ages. Amen.

Textual problem in this passage: see the notes.

Prov 1:6 (quotation, high confidence) · Rom 7:14 (allusion, high confidence) · Gal 4:20 (allusion, high confidence) · Gal 4:22–24 (allusion, high confidence) · 1 Cor 10:11 (quotation, high confidence) · 1 Cor 9:9–10 (allusion, high confidence) · Deut 25:4 (allusion, high confidence) · 1 Cor 13:12 (allusion, high confidence) · 2 Cor 3:16 (allusion, high confidence) · 2 Cor 3:6 (quotation, high confidence) · Hos 1:2 (allusion, high confidence) · Isa 8:3 (allusion, high confidence) · 2 Sam 11:2–17 (allusion, high confidence) · Phil 2:7 (echo, medium confidence) · John 8:17–18 (allusion, high confidence) · Deut 19:15 (allusion, medium confidence) · John 3:14 (allusion, high confidence) · Num 21:8–9 (allusion, high confidence) · Mark 4:34 (allusion, medium confidence) · Matt 16:6–12 (allusion, high confidence) · John 4:32–34 (quotation, high confidence) · John 7:37–38 (allusion, high confidence) · John 6:33 (allusion, high confidence) · John 2:19 (allusion, high confidence) · John 14:6 (allusion, high confidence) · John 10:9 (allusion, high confidence) · Matt 21:42 (allusion, high confidence) · Luke 17:34–35 (allusion, high confidence) · Matt 24:28 (allusion, high confidence) · Matt 24:32 (allusion, high confidence) · 1 Tim 4:13 (allusion, high confidence) · Gen 2:17 (allusion, high confidence) · Matt 15:11 (quotation, high confidence) · Gen 2:8–9 (allusion, high confidence) · John 15:1 (allusion, medium confidence) · Matt 15:13 (allusion, medium confidence) · Gen 1:31 (allusion, high confidence) · Mic 4:1 (allusion, high confidence) · Isa 11:1 (allusion, high confidence) · Ps 68:15 (67:16 LXX) (allusion, high confidence) · Ps 68:17 (67:18 LXX) (allusion, high confidence) · Ps 68:30 (67:31 LXX) (allusion, high confidence) · Ps 68:23 (67:24 LXX) (allusion, high confidence) · Ps 29:5–6 (28:5-Ps LXX) (allusion, high confidence) · Matt 3:9–12 (allusion, high confidence) · 1 Cor 3:8 (quotation, high confidence)

Notes and citation

Summary: Gregory tells Olympias why he has written up his Lenten homilies on the Song of Songs and defends reading Scripture for a meaning beyond its surface sense.

  • Key renderings for the whole work (later homilies should follow them): θεωρία "contemplation"; ἀναγωγή "uplifting interpretation" (anagogy) and ἀνάγω "lead up"; ἀκολουθία "sequence" (of the text or of the argument); ἀπάθεια "freedom from passion" (ἀπαθής "passionless"); ἐπέκτασις / ἐπεκτείνομαι "straining forward" (Phil 3:13); νύμφη "bride", νυμφίος "bridegroom"; ἀδελφιδός "beloved"; πλησίον (μου) "my close one"; ψυχή "soul"; οἰκονομία "economy" (God's saving arrangement); πάθος "passion"; προαίρεσις "free choice"; φιλοσοφία "philosophy" (the ascetic and contemplative life as well as reasoning); μυστήριον "mystery"; λόγος "the Word" when Christ; ἔρως "love" with a note where it is set against ἀγάπη. The Song's text is translated as Gregory quotes it (LXX); tags use Protestant numbering.
  • Addressee: Olympias, deaconess of Constantinople. The work was completed after Gregory delivered the homilies during Lent; the prologue says the commentary reached only the middle of the Song (it ends at Song 6:9).
  • Prov 1:6 (LXX) gives the three categories "dark saying, utterance of the wise, riddles". Gregory then gathers Paul's terms for figurative reading: Rom 7:14; Gal 4:20, 24; 1 Cor 10:11; 1 Cor 9:9–10 (Deut 25:4); 1 Cor 13:12; 2 Cor 3:16; 2 Cor 3:6.
  • The scan reads "Ὧτης ὁ προφήτης ἐκ πορνείας μένος", a damaged form of Hosea and his children of prostitution (Hos 1:2); translated by sense. Before "do the narratives about David" the interrogative appears to be lost in the scan; supplied in brackets. "[of Scripture, that is,]" is bracketed in the printed text and translated as printed.
  • Lines are lost in the scan: after "fulfilment of the saving will" the end of the sentence (ἀποπλή[ρωσις]) and the verb are missing; after "to those who do not examine it" the rest of the sentence on paradise is lost; in the Micah sentence the object of "overthrow of the …" (probably the opposing powers) is lost. Marked "…".
  • Gregory names Origen's work on the Song of Songs as a predecessor. Gospel figures: John 8:17–18 with Deut 19:15; John 3:14 with Num 21:8–9; Matt 16:6–12; John 4:32–34; John 7:37–38; John 6:33; John 2:19; John 14:6; John 10:9; Matt 21:42; Luke 17:34–35; Matt 24:28, 32; Matt 3:9–12. Prophetic figures: Mic 4:1; Isa 11:1; Ps 68:15, 17, 23, 30 (LXX 67); Ps 29:5–6 (LXX 28).

Notes on the original text

  • Digital text corrected (Latin-column text leaked into the line; Latin-column text leaked into the scan before the heading; Latin-column text leaked into the word πιστεύοντες; Latin-column text leaked where lines of the Greek are lost; gap marked; OCR ! for ι; OCR δ for β and Latin-column text leaked into the line): ἔπἱτ ταὶ πὶ βιυάϊυπι ἀθ ΟληΠΡΟΟΙΜΙΟΝ → ΠΡΟΟΙΜΙΟΝ; Δαδὶδ μῈγ ἢ βίου ΠᾺΓἴῃς τημ ΠῸ5 Ἰδίαι ἴῃ ανϊὰθ διηγήματα → Δαβὶδ διηγήματα; διψῶσι χατυλπὴ ρτγοπιϊϑὶϊ δἰ θεῖ θιι8, ΡῈ φυᾶπι θυης [Ομ ἢ, ἐπηγγείλατο → διψῶσιν ἐπηγγείλατο; οἱ πιδα] πΐοῦ δὰ αυς ὁδί ἰῃ στεύοντες → οἱ πιστεύοντες; ἐπὶ τὰ οσορίἰαἰίοιοπι θειότερά → ἐπὶ τὰ θειότερά; τὸ (ὁ ροβ56 οοπδίδίογα, μοι αἰ Καὶ μακρὸν → τὸ … Καὶ μακρὸν; εἴποι ποῃ {γὶ ἐγδηΐβ νε μι ΠΟᾺ ΔΙ ποθ πίι ΠῚ ΡῈ τις → εἴποι τις; Θηΐπὶ ᾿ΐο ΠΡΟ δά ᾧς Ἐν ταύταις → Ἐν ταύταις; ὁ΄ ΠΡΟΓ οἱ σοῃ ἴθι ]αιο, αγαιία περὶ τούτου → ὁ περὶ τούτου; μέχρ! τοῦ ἡμίσεως → μέχρι τοῦ ἡμίσεως; παραδοῦνα! τὸν πόνον → παραδοῦναι τὸν πόνον.

Extrabiblical texts: Origen, Comm. Cant. (Commentary on the Song of Songs; allusion)

Topics: Scripture and canon, Interpreting Scripture

Cite (SBL): Gregory of Nyssa, Cant. hom. pref. (PG 44; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-canticum/0). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nyssa-canticum-0) · Report an error

Translation: Translated by Claude from the Greek of Migne PG 44/46 (archive.org OCR; Latin-column leaks and OCR slips removed by logged corrections); no public-domain English is on disk, so the translation was re-read against the Greek (Life of Macrina checked privately against a modern English translation).