Fifty Spiritual Homilies (Collection II) 5.6–5.12

Authorship disputed: Transmitted under the name of Macarius the Egyptian (the Great, d. ca. 390), the Egyptian desert father; many scholars attribute the corpus to an unnamed Syrian or Mesopotamian monastic writer of the late fourth century (sometimes identified with Symeon of Mesopotamia), so the author, place and date are uncertain.

Greek text: PG 34.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 5

5.6PG 34:499–512

Εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τῆς δόξης τοῦ γηΐνου βασιλέως, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ Πνεύματος τῆς ζωῆς τῆς θεότητος, καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ, πρὸς τὸν ἐπουράνιον βασιλέα Χριστὸν, εἰς ἐκεῖνο τὸ κάλλος δέδενται καὶ τὴν ἀνεκλάλητον δόξαν καὶ ἄφθαρτον εὐπρέπειαν, καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ, οὗ τῇ ἐπιθυμίᾳ, καὶ τῷ πόθῳ αἰχμαλωτίζονται, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων ὧν ἐνοπτρίζονται διὰ τοῦ Πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκεν πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας, καὶ δόξας, καὶ τιμὰς, καὶ πλοῦτον βασιλέων καὶ ἀρχόντων ἐξουδενοῦσι· θείῳ γὰρ κάλλει ἐτρώθησαν, καὶ ζωὴ ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. Διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην τοῦ ἐπουρανίου βασιλέως ἐπιποθοῦσι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες δι' αὐτοῦ πάσης ἀγάπης κόσμου λύουσιν ἑαυτοὺς, καὶ ἀναχωροῦσι παντὸς γηΐνου δεσμοῦ, ἵνα δυνηθῶσιν ἐκεῖνον μόνον τὸν πόθον ἐν ταῖς ἑαυτῶν καρδίαις ἔχειν πάντοτε καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ μιγνύειν ὀλίγοι δὲ εἰσι πάνυ οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι, καὶ διεξερχόμενοι, ἕως τέλους ἅπτωτοι, τὴν μίαν ἀγάπην πρὸς μόνον τὸν Θεὸν ἔχοντες, καὶ πάντων ἑαυτοὺς λελυκότες. Πολλοὶ γὰρ κατανύσσονται, καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται, καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς τρεπόμενοι, διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου, καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ, διὰ τοῦ ἰδίου θελήματος ἀνανδρίαν, καὶ χαύνωσιν, ἢ δειλίαν, ἢ δι' ἀγάπην τινὰ γήϊνον. Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην σὺν ἐκείνῃ τῇ ἐπουρανίῳ παραδέξασθαι ἑκουσίως καὶ μίξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσι τῶν πνευματικῶν, καὶ στραφῶσιν εἰς τὰ ὀπίσω, καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. Ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα ἐπηγγελμένα παρὰ Θεῷ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας. Οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ὁ ἄνθρωπος βασιλείας οὐρανῶν ἐπιθυμῶν· συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς τοῦ ὀλίγου χρόνου τῆς ζωῆς ταύτης καταδέξασθαι προθύμως έως θανάτου οὐ καταδέχῃ; τοῦ Κυρίου βοῶντος· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων, καὶ ἀκολουθείτω μοι. Καὶ πάλιν· Ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφοὺς, ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων βασιλείας μὲν ἐπιτυχεῖν βούλονται, καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσι, ζῇν δὲ ἐν τοῖς ἰδίοις αὐτῶν θελήμασι, καὶ αὐτοῖς ἐξακολουθεῖν οὐκ ἀπαναίνονται, μᾶλλον δὲ τῷ σπείροντι τὰ μάταια καὶ μὴ ἀπαρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον κληρονομῆσαι ζωὴν, ὅπερ ἐστὶν ἀδύνατον. Ὁ γὰρ λόγος τοῦ Κυρίου ἀληθὴς τυγχάνει. Οὗτοι γὰρ ἄπτωτοι διεξέρχονται, οἱ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτοὺς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας βδελυξάμενοι, καὶ αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος, τῆς βασιλείας τὸ ἐξ ἀληθείας μὴ θελῆσαι λαβεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις, καὶ τῷ μὴ ὅλην τὴν ἀγάπην, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατὸν, πρὸς Κύριον ἔχειν. Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα. Διακρίνων μὲν ἐνίοτε διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν, θέλει ποιῆσαι, ἀλλ᾽ ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται, ἥττηται αὐτῷ. Πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται, καὶ ὁ ἀγὼν, καὶ τὸ στάθμιον, καὶ ἡ ῥοπὴ, καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ Θεοῦ, καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται, καὶ διακρίνει ἕκαστος, εἰ τύχῃ εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφὸν, λέγων ἐν ἑαυτῷ· Εἴπω λαλήσω; ἀλλὰ μὴ λαλήσω; μνημονεύων μὲν καὶ τοῦ Θεοῦ, ἀλλὰ τὴν ἰδίαν δόξαν περιποιούμενος, και μὴ ἑαυτὸν ἀρνούμενος. ᾿Αλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγίῳ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μέχρι τῶν χειλέων. Εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν ἐν θελήματι ἑκουσίῳ, τὴν ἑαυτοῦ δόξαν περιποιούμενος. Εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας ἐνίοτε καὶ τραύματα, διὰ τοῦ σώματος ἄλληλα τὰ μέλη πολεμοῦντα ἀπεργάζεται, ἐνίοτε καὶ ἕως φόνου, θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. Ἴδε, πόθεν ἤρξατο, καὶ ποῖον ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς βαρυθεῖσα τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ ἐξ ἰδίου θελήματος. Διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι ἑαυτὸν, καὶ ἀγαπᾶν τι τοῦ κόσμου, ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίγνεται. Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης, καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς καὶ ἐπιθυμίαις κοσμικαῖς καὶ ἀπάτῃ καὶ ἡδονῇ σαρκός. Οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται οὕτω μοιχεία καὶ κλοπή, οὕτω πλεονεξία καὶ μέθη οὕτω φιλαργυρία καὶ κενοδοξία, οὕτω ζῆλος καὶ φιλαρχία καὶ πᾶν ὁτιοῦν ἐστι τῆς κακίας ἐπιτήδευμα. Ἐνίοτε καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἐστὶ παρὰ Θεῷ ἴσα ἀδικίας καὶ κλοπῆς καὶ τῶν ἄλλων ἁμαρτημάτων. Ὁ Θεὸς γάρ φησιν· Ἐσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· ὥστε διὰ τῶν δοκούντων καλῶν ὁ πονηρὸς ὑπηρετεῖσθαι βούλεται. Πολυποίκιλος γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. Διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικὴν, εἰς ἣν δεσμεῖται ἄνθρωπος θελήματι ἰδίῳ, δελεάζεται ὑπὸ τῆς κακίας, ὅπως γίνεται αὐτῷ ἄλυσις καὶ δεσμὸς καὶ φορτίον βαρύ, καταβυθίζον καὶ πνίγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι, καὶ πρὸς τὸν Θεὸν ἀπελθεῖν. Ἐπειδὴ ὅπερ τις ἠγάπησε τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ καὶ κατακρατεῖ καὶ οὐκ ἐᾳ ἀνακύψαι. Εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ τὴν ῥοπὴν καὶ τὸ τῆς κακίας ζύγιον κρέμαται, καὶ δοκιμάζεται πᾶν τὸ γένος τῶν ἀνθρώπων, ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων, ἢ ἐν ὄρεσιν, ἢ ἐν μοναῖς, ἢ ἐν ἀγροῖς, ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος ὁ ἄνθρωπος ἀγαπᾷ τι καὶ ὁπουδήποτε δέδεται αὐτοῦ ἡ ἀγάπη, καὶ οὐκ ἔστιν ὅλη πρὸς τὸν Θεόν· ἡγάπησε γάρ τις, εἰ τύχοι κτήματα, ἄλλος χρυσὸν καὶ ἄργυρον, ἄλλος σοφίαν λογίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχὴν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνιν· διὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐπιδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτὸ· ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λογισμοῖς ἀπατᾶται, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν δίδωσιν, ἄλλος ὕπνον καὶ εὐτραπελίαν ἢ αἰσχρολογίαν ἀγαπᾶ· καὶ μικρῷ γάρ τις καὶ μεγάλῳ δεσμούμενος τοῦ κόσμου, ἐκείνῳ κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι. Πρὸς ὁ γὰρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν, καὶ βαρύνει, καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἄλυσις, τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν Θεὸν, καὶ εὐαρεστῆσαι αὐτῷ, καὶ αὐτῷ μόνῳ λατρεύσαντα χρησιμεῦσαι τῇ βασιλείᾳ, καὶ ζωῆς αἰωνίου τυχεῖν ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς αὐτὸν ἕλκει καὶ πρὸς αὐτὸν μόνον ἐκ προαιρέσεως, ὅση δύναμις, δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται, καὶ ἑαυτὴν ἀρνεῖται, καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖ, ὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακὸν, ἀλλὰ τῷ τοῦ Κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι, καὶ παντὸς φαινομένου δεσμοῦ λύει ἑαυτὴν, ὅσον ἐκ θελήματος δυνατὸν, καὶ τῷ Κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν εὐχερῶς δυνήσεται τοὺς ἀγῶνας καὶ πόνους καὶ θλίψεις. Ὅπου γὰρ ἀγαπᾶται, ἐκεῖθεν βοηθεῖται, κἀκεῖθεν βαρεῖται· ἐὰν τι τοῦ κόσμου ἀγαπᾷ, αὐτὸ ἐκεῖνο γίνεται αὐτῷ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω, καὶ μὴ συγχωροῦντες ἄνω πρὸς Θεὸν ἀνελθεῖν. Ἐὰν δὲ τὸν Κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται κἀκεῖθεν κουφίζεται, καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ Κυρίου παραγγέλματα τῷ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσώζειν ὁλοκλήρως, καὶ βαρεῖ εἰς τὸ ἀγαθὸν, μᾶλλον δὲ καὶ κουφίζει καὶ ἐλαφρύνει πάντα πόλεμον καὶ πᾶσαν θλίψιν, καὶ διὰ τῆς θείας δυνάμεως τὸν κόσμον διακόπτει, καὶ τὰς δυνάμεις τῆς κακίας, τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν, καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν ἐν τῷ τοῦ κόσμου βυθῷ καταδεσμούσας, καὶ οὕτως ἐξειλῆσαι ἐξ αὐτῶν διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς πολλῆς, καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου βασιλείας ἀξιοῦται, ἣν ἰδίῳ θελήματι ἀγαπήσας ἐξ ἀληθείας, καὶ ὑπὸ τοῦ Κυρίου βοηθηθεὶς, τῆς αἰωνίου ζωῆς οὐκ ἐκπίπτει. Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ πολλοὶ ἀπόλλυνται, καὶ ἐν θαλάσσῃ βυθίζονται, καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοί τινα οἶκον ἐμπίπρασθαι πυρὶ, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος, αἰσθηθεὶς τοῦ ἐμπρησμοῦ, γυμνὸς ἔφυγε, καταλιπὼν πάντα, καὶ ἑαυτοῦ τὴν ψυχὴν μόνον περιποιήσασθαι βουληθεὶς διεσώθη. Ἄλλος δὲ βουλόμενος λαβεῖν τινα τοῦ οἴκου σκεύη ἢ ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου, καὶ συνέλαβεν αὐτὸν ἔνδον και κατέκαυσεν. Ὁρᾷς, ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην, τινὰ πρὸς καιρὸν παρ' ἑαυτὸν ἀγαπήσας, ἐν τῷ πυρὶ ἀπώλετο· ὁμοίως πάλιν ἐν τῇ θαλάσσῃ· εἰς στάσιν τινὲς κλύδωνος περιπεσόντες ἐναυάγησαν. καὶ ὃς μὲν γυμνὸς ἀποδυσάμενος εἰσῆλθεν ἐν τοῖς ὕδασιν, ἑαυτὸν μόνον βουλόμενος σῶσαι, καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος, καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν, διὰ τὸ ἄλυτον αὐτὸν εἶναι, ἡδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν, καὶ οὕτως τὴν ψυχὴν αὐτοῦ περιεποιήσατο. ῎Αλλος δὲ, βουλόμενος σῶσαί τι τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι κολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ἦρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε, κατεβάρησαν αὐτὸν, καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι᾽ ὀλίγον κέρδος, μὴ τὴν ἑαυτοῦ ψυχὴν περιποιησάμενος. Ὁρᾶς, ὅτι ἰδίῳ θελήματι αὐτοῦ ἐθανατώθη; πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἔρχεσθαι. Καὶ ὃς μὲν ἅμα τῷ ἀκοῦσαι ἔφυγεν εὐθέως, μὴ ἀναβαλλόμενος αὐτὸς γυμνὸς ἐξελθών. "Αλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ, ἢ θέλων τινὰ τῶν ἰδίων πραγμάτων, καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ, ἐβράδυνε φυγεῖν. Καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον αὐτὸν, καὶ ἠχμαλωτεύσαντο εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα, κἀκεῖ δουλεύειν κατηνάγκασαν. Ὁρᾷς, ὅτι τῷ ἰδίῳ θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἀνανδρίαν καὶ ἀγάπην τινὰ πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη; ὁμοίως καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξακολουθοῦντες καὶ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν Κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς γηΐνοις ἑκουσίως δεσμούμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου, ὡς εὑρισκόμενοι αἰχμάλωτοι ἀρετῶν, συνδεδεμένοι δὲ μᾶλλον ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καταβυθισθήσονται, καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρίας καταβυθίζονται, καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων, τοῦτ᾽ ἔστι τῶν πνευμάτων τῆς πονηρίας αἰχμαλωτιζόμενοι ἀπόλλυνται. Εἰ δὲ βούλῃ ἀγάπης ἀπηρτισμένης εὐθύτητα πρὸς Κύριον ἐκ τῶν ἁγίων θεοπνεύστων Γραφῶν καταμαθεῖν, ἴδε τὸν Ἰὼβ, πῶς ἀπεδύσατο πάντα, ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῶα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα, πῶς ἀπεκδυσάμενος ἔφυγε, καὶ διέσωσεν ἑαυτὸν, καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ ῥίψας τῷ Σατανᾷ, καὶ μήτε ἐν λόγῳ βλασφημήσας μήτε τῇ καρδίᾳ, μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ Κυρίου, ἀλλὰ τουναντίον εὐλόγησε τὸν Κύριον, εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Κἂν ἐνομίζετο γὰρ κεκτῆσθαι πολλά, δοκιμασθεὶς ὑπὸ τοῦ Κυρίου, ἐφανερώθη μηδὲν κεκτημένος ἢ μόνον τὸν Θεόν. Ὁμοίως ὁ ᾿Ἀβραὰμ κελευσθεὶς ὑπὸ τοῦ Κυρίου ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εὐθέως, ὥσπερ εἰπεῖν, ἀπεδύσατο πάντα, πατρίδα, γῆν, συγγενεῖς, γονεῖς καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ Κυρίου εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γινομένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐπὶ ξένης διάγων, καὶ ἀδικούμενος, καὶ διὰ πάντων ἀποδειχθεὶς, ὅτι Θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα· ὕστερον ἐπεὶ δι' ἐπαγγελίας καὶ δι' ἐτῶν πολλῶν μονογενῆ υἱὸν κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο, αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι' ἑαυτοῦ ἀναφέρειν, ἀποδυσάμενος ἑαυτὸν καὶ ἀληθῶς ἀρνησάμενος· ἀπέδειξε γὰρ, ὅτι παρέκ Θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ μονογενοῦς προσκομιδῆς. Εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον, εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ᾽ ἂν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν. Ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς Κύριον εὐθύτητα; οὕτως καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι παρέκ Θεοῦ οὐδὲν ὀφείλουσιν ἀγαπῆσαι, ἵνα, ὅταν δοκιμασθῶσι, χρήσιμοι καὶ δόκιμοι εὑρεθῶσι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς Κύριον ἀποσώζοντες. Οἱ τοιοῦτοι ἕως τέλους διεξελθεῖν τὸν ἀγῶνα δυνήσονται, οἱ ἐκ θελήματος Θεὸν μόνον ἀγαπήσαντες πάντοτε, καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες. Ὀλίγοι δὲ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαβόντες, καὶ πάσας τὰς τοῦ κόσμου ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι, καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες· μὴ γὰρ, ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὐκ εἰσὶν οἱ διαπερῶντες τοὺς λεροὺς ποταμοὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν παντοδαπῶν, καὶ ποικίλων πειρασμῶν τῶν πνευμάτων τῆς πονηρίας; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζεται, οὐκ εἰσὶ διαπερῶντα, καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα, καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἀγώνων καὶ ἰδρώτων ἐπιτυχεῖν βασιλείας βούλονται ὅπερ ἀδύνατόν ἐστι. Ωσπερ οὖν ἐν κόσμῳ ἀπέρχονταί τινες ἄνδρες πρός τινα πλούσιον ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται, ἃ χρήζουσιν ἔχειν εἰς τὴν διατροφὴν αὐτῶν· εἰσὶ δὲ τινες ἐν αὐτοῖς ὀκνηροί καὶ ἀργοὶ, μὴ κάμνοντες δὲ οὕτως, μήτε ἁρμοζόντως ἐργαζόμενοι οὗτοι μηδὲν κοπιάσαντες, μήτε καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου, βούλονται τὸν μισθὸν ἐξ ἴσου λαβεῖν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ αὐτῶν καμοῦσιν ἰσχύϊ, ὡς ἤδη τὸ αὐτῶν ἔργον πεποιηκότες τὸν αὐτὸν τρόπον ἐπὰν ἀναγινώσκομεν τὰς Γραφὰς, πῶς ὁ δεῖνα δίκαιος εὐηρέστησε τῷ Θεῷ, πῶς φίλος καὶ συνόμιλος Θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι Θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν Θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἡγωνίσαντο, μακαρίζομεν αὐτοὺς, καὶ τῶν ἴσων αὐτοῖς δωρεῶν καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα, καὶ ἐπιθυμοῦμεν προθύμως λαβεῖν τὰ ἔνδοξα ἐκεῖνα χαρίσματα, ὑπερβαίνοντες αὐτῶν τοὺς πόνους, καὶ ἀγῶνας, καὶ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ τὰς μὲν τιμὰς αὐτῶν, καὶ τὰ ἀξιώματα, οἷα ἀπὸ Θεοῦ κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους καὶ πόνους καὶ ἀγῶνας αὐτῶν οὐ καταδεχόμεθα. Λέγω δέ σοι, ὅτι τοῦτο πᾶς τις ἄνθρωπος ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως ἄνευ κόπων καὶ ἀγώνων τυχεῖν βασιλείας ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ, καὶ δοκιμασίαι πολλαὶ, καὶ θλίψεις, καὶ ἀγῶνες, καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται, τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ δυνάμεως τὸν Κύριον μόνον ἠγάπησαν, καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπη περιπόθητον ἔσχον. Διὸ καὶ δικαίως εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ Κυρίου λόγον, καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν Κύριον μόνον ἡγαπηκότες· διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται. Εἰς γὰρ τὰς θλίψεις, καὶ τὰ παθήματα, καὶ ὑπομονὴν, καὶ πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι, καὶ ἡ δόξα, καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ σίτῳ εἰς τὴν γῆν ὁ καρπὸς ἢ δένδρῳ ἐπικεντριζομένῳ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ. Καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασιάζοντα καρπὸν ἀπεδείχθησαν ἔχειν, ὡς καὶ ὁ Ἀπόστολος Διὰ πολλῶν θλίψεων, φησὶ, δυνάμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ πάλιν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Πόνου γὰρ, καὶ σπουδῆς, καὶ νήψεως, καὶ πολλῆς προσοχῆς χρεία, καὶ ὀξύτητος, καὶ ἀναιδείας ἐν τῇ πρὸς Κύριον αἰτήσει, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμίας, παγίδας, καὶ βρόχους τῶν ἡδονῶν, καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν, καὶ γνῶναι καλῶς, ἐν ποίᾳ νήψει καὶ γοργότητι πίστεως καὶ ἀγάπης οἱ ἅγιοι τὸν ἐπουράνιον θησαυρὸν, τοῦτ᾽ ἔστι τὴν τοῦ Πνεύματος δύναμιν ἐν ταῖς ψυχαῖς ἑαυτῶν ἐντεῦθεν ἐκτήσαντο. Ὅπερ ἐστὶν ἀῤῥαβὼν τῆς βασιλείας. Ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ τοῦτ᾽ ἔστιν τῆς χάριτος τοῦ Πνεύματος διηγούμενος, καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ καὶ ὑποδεικνύων, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν, Καὶ τί ὀφείλει κτήσασθαι, λέγει Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν οὐρανοῖς.

Ei oun houtōs hoi sarkikoi anthrōpoi epithymousi tēs doxēs tou gēïnou basileōs, posǭ mallon hois enestaxen ekeinē hē rhanis tou Pneumatos tēs zōēs tēs theotētos, kai etrōse tēn kardian autōn erōti theiǭ, pros ton epouranion basilea Christon, eis ekeino to kallos dedentai kai tēn aneklalēton doxan kai aphtharton euprepeian, kai ton anennoēton plouton tou alēthinou kai aiōniou basileōs Christou, hou tę̄ epithymią, kai tǭ pothǭ aichmalōtizontai, holoi ex holou pros auton tynchanontes, kai epithymousi tychein ekeinōn hōn enoptrizontai dia tou Pneumatos alalētōn agathōn, hou heneken panta ta epi gēs kallē kai euprepeias, kai doxas, kai timas, kai plouton basileōn kai archontōn exoudenousi; theiǭ gar kallei etrōthēsan, kai zōē athanasias ouraniou en tais psychais autōn enestaxe. Dio kai eis ekeinēn tēn agapēn tou epouraniou basileōs epipothousi, kai auton monon pro ophthalmōn en pollę̄ epithymią echontes di' autou pasēs agapēs kosmou lyousin heautous, kai anachōrousi pantos gēïnou desmou, hina dynēthōsin ekeinon monon ton pothon en tais heautōn kardiais echein pantote kai mēden heteron syn ekeinǭ mignyein oligoi de eisi pany hoi tę̄ agathę̄ archę̄ telos agathon porisamenoi, kai diexerchomenoi, heōs telous haptōtoi, tēn mian agapēn pros monon ton Theon echontes, kai pantōn heautous lelykotes. Polloi gar katanyssontai, kai polloi charitos ouraniou metochoi ginontai, kai erōti ouraniǭ titrōskontai, alla dia tous en mesǭ agōnas kai athlēseis kai ponous kai peirasmous diaphorous tou ponērou mē hypomenontes, en poikilais kai diaphorois epithymiais kosmikais trepomenoi, dia to thelēma echein hekaston tou agapēsai ti tou kosmou toutou, kai mē lelykenai pantothen tēn agapēn autou, apemeinan kai ebythisthēsan en tǭ tou kosmou bythǭ, dia tou idiou thelēmatos anandrian, kai chaunōsin, ē deilian, ē di' agapēn tina gēïnon. Hoi gar ex alētheias diexelthein heōs telous en agathę̄ diagōgę̄ boulomenoi allon erōta kai allēn agapēn syn ekeinę̄ tę̄ epouraniǭ paradexasthai hekousiōs kai mixai ouk opheilousin, hina mē empodisthōsi tōn pneumatikōn, kai straphōsin eis ta opisō, kai telos ekpesōsi tēs zōēs. Hōsper gar megala kai alalēta kai anekdiēgēta epēngelmena para Theǭ tynchanei, houtō pisteōs kai elpidos kai ponōn kai agōnōn megalōn chreia kai pollēs dokimasias. Ou gar ti mikron tynchanei, ha elpizei agatha labein ho anthrōpos basileias ouranōn epithymōn; symbasileusai Christǭ eis tous aperantous aiōnas boulei, kai tous agōnas kai ponous kai peirasmous tou oligou chronou tēs zōēs tautēs katadexasthai prothymōs eōs thanatou ou katadechę̄? tou Kyriou boōntos; Ei tis thelei opisō mou elthein, aparnēsasthō heauton, kai aratō ton stauron autou kath' hēmeran chairōn, kai akoloutheitō moi. Kai palin; Ean mē tis misēsę̄ patera, mētera, gynaika, tekna, adelphous, adelphas, eti de kai tēn heautou psychēn, ou dynatai mou einai mathētēs; hoi pleistoi de tōn anthrōpōn basileias men epitychein boulontai, kai tēn aiōnion zōēn klēronomēsai thelousi, zę̄n de en tois idiois autōn thelēmasi, kai autois exakolouthein ouk apanainontai, mallon de tǭ speironti ta mataia kai mē aparnoumenoi heautous boulontai tēn aiōnion klēronomēsai zōēn, hoper estin adynaton. Ho gar logos tou Kyriou alēthēs tynchanei. Houtoi gar aptōtoi diexerchontai, hoi kata tēn entolēn tou Kyriou arnēsamenoi holoi ex holou heautous, kai pasas tas tou kosmou epithymias kai desmous kai meteōrismous kai hēdonas kai ascholias bdelyxamenoi, kai auton monon pro ophthalmōn echontes, kai tas entolas autou poiein epithymountes, hōste idiǭ thelēmati apostrephetai hekastos, tēs basileias to ex alētheias mē thelēsai labein kai arnēsasthai heauton, kai agapan ti syn ekeinę̄ tę̄ agapę̄, tǭ hēdesthai tisi tou aiōnos toutou hēdonais ē epithymiais, kai tǭ mē holēn tēn agapēn, hoson en proairesei kai thelēmati dynaton, pros Kyrion echein. Ex henos de hypodeigmatos synnoēson moi panta. Diakrinōn men eniote diakrinei hekastos kai oiden, hoti atopon estin, thelei poiēsai, all᾽ epeidē agapą kai ouk arneitai, hēttētai autǭ. Proteron gar esō en tę̄ kardią ho polemos ginetai, kai ho agōn, kai to stathmion, kai hē rhopē, kai to zygion tēs agapēs tou Theou, kai tēs agapēs tou kosmou, kai tote proerchetai, kai diakrinei hekastos, ei tychę̄ eis machēn kai diaplēktismon pros ton adelphon, legōn en heautǭ; Eipō lalēsō? alla mē lalēsō? mnēmoneuōn men kai tou Theou, alla tēn idian doxan peripoioumenos, kai mē heauton arnoumenos. ᾿All' ean oligon katabarēsę̄ hē agapē tou kosmou kai hē rhopē en tǭ tēs kardias zygiǭ, euthys proerchetai ho ponēros logos mechri tōn cheileōn. Eita hōsper belē enteinōn ho nous endothen toxeuei ton plēsion dia glōttēs, pempōn belē logōn aprepōn en thelēmati hekousiǭ, tēn heautou doxan peripoioumenos. Eita toxeuōn epi poly ton plēsion dia logōn aprepōn, heōs hou kai en tois melesi diachythę̄ to hamartēma eis symplēgadas eniote kai traumata, dia tou sōmatos allēla ta melē polemounta apergazetai, eniote kai heōs phonou, thanatou apartizetai to tou ponērou epithymēma. Ide, pothen ērxato, kai poion esche to telos agapē doxēs kosmikēs barytheisa tę̄ rhopę̄ tou tēs kardias zygou ex idiou thelēmatos. Dia gar to mē arnēsasthai heauton, kai agapan ti tou kosmou, ekeina hola ta atopēmata gignetai. Houtōs noei moi kai eis hekaston hamartēma kai epitēdeuma phaulon tēs kakias kolakeuousēs, kai protrepomenēs to thelēma tou noos kai epithymiais kosmikais kai apatę̄ kai hēdonę̄ sarkos. Houtō pan pragma kakias apartizetai houtō moicheia kai klopē, houtō pleonexia kai methē houtō philargyria kai kenodoxia, houtō zēlos kai philarchia kai pan hotioun esti tēs kakias epitēdeuma. Eniote kala dokounta epitēdeumata dia doxan kai epainon anthrōpōn epiteleitai, haper esti para Theǭ isa adikias kai klopēs kai tōn allōn hamartēmatōn. Ho Theos gar phēsin; Eskorpisen osta anthrōpareskōn; hōste dia tōn dokountōn kalōn ho ponēros hypēreteisthai bouletai. Polypoikilos gar esti kai apatēlos en epithymiais kosmou. Dia gar agapēn tina gēïnēn kai sarkikēn, eis hēn desmeitai anthrōpos thelēmati idiǭ, deleazetai hypo tēs kakias, hopōs ginetai autǭ alysis kai desmos kai phortion bary, katabythizon kai pnigon en tǭ aiōni tēs ponērias, mē synchōroun anakypsai, kai pros ton Theon apelthein. Epeidē hoper tis ēgapēse tou kosmou, katabarei ton noun autou kai katakratei kai ouk eą anakypsai. Eis touto gar to stathmion kai tēn rhopēn kai to tēs kakias zygion krematai, kai dokimazetai pan to genos tōn anthrōpōn, ētoi Christianōn tōn en polesin oikountōn, ē en oresin, ē en monais, ē en agrois, ē en erēmois topois, hoti thelēmati idiǭ deleazomenos ho anthrōpos agapą ti kai hopoudēpote dedetai autou hē agapē, kai ouk estin holē pros ton Theon; hēgapēse gar tis, ei tychoi ktēmata, allos chryson kai argyron, allos sophian logian kosmou dia doxan anthrōpōn, allos ēgapēsen archēn, allos doxan kai timas anthrōpōn, allos orgēn kai mēnin; dia gar to tacheōs heauton epididonai tǭ pathei agapą auto; allos akairous syntychias, allos zēlon, allos pasan hēmeran meteōrizetai kai hēdetai, allos argois logismois apatatai, allos hōs nomodidaskalos einai agapą dia doxan anthrōpōn, allos chaunōsei kai ameleią hēdetai, allos himatiois kai rhakesi dedetai, allos merimnais gēïnais heauton didōsin, allos hypnon kai eutrapelian ē aischrologian agapa; kai mikrǭ gar tis kai megalǭ desmoumenos tou kosmou, ekeinǭ katechetai kai ouk eatai anakypsai. Pros ho gar tis pathos ou polemei gennaiōs, ekeino agapą, kakeino kratei auton, kai barynei, kai ginetai autǭ empodion kai alysis, tou mē ton noun autou apienai pros ton Theon, kai euarestēsai autǭ, kai autǭ monǭ latreusanta chrēsimeusai tę̄ basileią, kai zōēs aiōniou tychein psychē gar hē alēthōs pros Kyrion tēn hormēn echousa holē ex holou tēn agapēn autēs pros auton helkei kai pros auton monon ek proaireseōs, hosē dynamis, desmeitai, kakeithen tēn boētheian tēs charitos prosktatai, kai heautēn arneitai, kai tois thelēmasi tou noos autēs ouk akolouthei, hoti doliōs poreuetai meth' hēmōn dia to synon kai deleazon kakon, alla tǭ tou Kyriou logǭ holotelōs heautēn ekdidōsi, kai pantos phainomenou desmou lyei heautēn, hoson ek thelēmatos dynaton, kai tǭ Kyriǭ ex holou heautēn didōsi, kai houtō diexelthein eucherōs dynēsetai tous agōnas kai ponous kai thlipseis. Hopou gar agapatai, ekeithen boētheitai, kakeithen bareitai; ean ti tou kosmou agapą, auto ekeino ginetai autǭ phortion kai desmoi kathelkontes katō, kai mē synchōrountes anō pros Theon anelthein. Ean de ton Kyrion kai tas entolas autou agapą, ekeithen boētheitai kakeithen kouphizetai, kai eukola autǭ panta ginetai ta tou Kyriou parangelmata tǭ tēn agapēn autou pros auton aposōzein holoklērōs, kai barei eis to agathon, mallon de kai kouphizei kai elaphrynei panta polemon kai pasan thlipsin, kai dia tēs theias dynameōs ton kosmon diakoptei, kai tas dynameis tēs kakias, tas en autǭ pagideuousas tēn psychēn, kai brochois epithymiōn pantodapōn en tǭ tou kosmou bythǭ katadesmousas, kai houtōs exeilēsai ex autōn dia tēs idias pisteōs kai spoudēs pollēs, kai dia tēs anōthen boētheias, entha ēgapēse, tēs aiōniou basileias axioutai, hēn idiǭ thelēmati agapēsas ex alētheias, kai hypo tou Kyriou boēthētheis, tēs aiōniou zōēs ouk ekpiptei. Hina de apo pragmatōn phanerōn apodeixōmen, pōs thelēmati idiǭ polloi apollyntai, kai en thalassę̄ bythizontai, kai en aichmalōsią harpazontai, hypothou moi tina oikon empiprasthai pyri, kai hos men sōsai heauton boulomenos, aisthētheis tou emprēsmou, gymnos ephyge, katalipōn panta, kai heautou tēn psychēn monon peripoiēsasthai boulētheis diesōthē. Allos de boulomenos labein tina tou oikou skeuē ē alla tina eisēlthen arai, kai hōs elabe, katekyrieuse to pyr tou oikou, kai synelaben auton endon kai katekausen. Horąs, hoti idiǭ thelēmati di' agapēn, tina pros kairon par' heauton agapēsas, en tǭ pyri apōleto; homoiōs palin en tę̄ thalassę̄; eis stasin tines klydōnos peripesontes enauagēsan. kai hos men gymnos apodysamenos eisēlthen en tois hydasin, heauton monon boulomenos sōsai, kai houtōs hypo tōn kymatōn typtomenos, kai anōthen autōn epikolymbōn, dia to alyton auton einai, hēdynēthē diexelthein tēn pikran thalassan, kai houtōs tēn psychēn autou periepoiēsato. ᾿Allos de, boulomenos sōsai ti tōn endymatōn autou enomise dynasthai kolymbēsai kai diexelthein syn ekeinois, hois ēre syn heautǭ, kai auta ekeina haper elabe, katebarēsan auton, kai katebaptisan en tǭ bythǭ tēs thalassēs, kai apōleto di᾽ oligon kerdos, mē tēn heautou psychēn peripoiēsamenos. Horas, hoti idiǭ thelēmati autou ethanatōthē? palin hypothou moi akoēn allophylōn erchesthai. Kai hos men hama tǭ akousai ephygen eutheōs, mē anaballomenos autos gymnos exelthōn. "Allos de dyspistōn, hoti erchontai hoi echthroi, ē thelōn tina tōn idiōn pragmatōn, kai boulomenos arai meth' heautou, ebradyne phygein. Kai epelthontes hoi polemioi katelabon auton, kai ēchmalōteusanto eis tēn tōn allophylōn patrida, kakei douleuein katēnankasan. Horąs, hoti tǭ idiǭ thelēmati autou dia chaunōsin kai anandrian kai agapēn tina pragmatōn eis tēn aichmalōsian apēnechthē? homoiōs kai hoi mē tais entolais tou Kyriou exakolouthountes kai heautous arnoumenoi kai monon ton Kyrion agapōntes, alla desmois gēïnois hekousiōs desmoumenoi, epelthontos tou pyros tou aiōniou, hōs heuriskomenoi aichmalōtoi aretōn, syndedemenoi de mallon en tę̄ agapę̄ tou kosmou katabythisthēsontai, kai hypo tēs pikras thalassēs tēs ponērias katabythizontai, kai hypo tēs aichmalōsias tōn allophylōn, tout᾽ esti tōn pneumatōn tēs ponērias aichmalōtizomenoi apollyntai. Ei de boulę̄ agapēs apērtismenēs euthytēta pros Kyrion ek tōn hagiōn theopneustōn Graphōn katamathein, ide ton Iōb, pōs apedysato panta, hōsper eipein, haper ēn kektēmenos, tekna, ktēmata, zōa, paidas kai ta loipa hyparchonta, pōs apekdysamenos ephyge, kai diesōsen heauton, kai auton ton chitōna apheis kai rhipsas tǭ Sataną, kai mēte en logǭ blasphēmēsas mēte tę̄ kardią, mēte tois cheilesi phthenxamenos enōpion tou Kyriou, alla tounantion eulogēse ton Kyrion, eipōn; Ho Kyrios edōken, ho Kyrios apheileto; hōs tǭ Kyriǭ edoxen, houtōs kai egeneto; eiē to onoma Kyriou eulogēmenon. Kan enomizeto gar kektēsthai polla, dokimastheis hypo tou Kyriou, ephanerōthē mēden kektēmenos ē monon ton Theon. Homoiōs ho ᾿Abraam keleustheis hypo tou Kyriou exelthein ek tēs gēs kai ek tēs syngeneias kai ek tou oikou tou patros autou, eutheōs, hōsper eipein, apedysato panta, patrida, gēn, syngeneis, goneis kai exēkolouthēse tǭ logǭ tou Kyriou eita metaxy pollōn dokimasiōn kai peirasmōn autǭ ginomenōn, touto men tēs gynaikos autou lambanomenēs, touto de epi xenēs diagōn, kai adikoumenos, kai dia pantōn apodeichtheis, hoti Theon monon agapą hyper panta; hysteron epei di' epangelias kai di' etōn pollōn monogenē huion kata pollēn epithymian ektēsato, aitētheis touton eis thysian prothymōs di' heautou anapherein, apodysamenos heauton kai alēthōs arnēsamenos; apedeixe gar, hoti parek Theou allo ti ouk ēgapēse dia tēs tou monogenous proskomidēs. Ei gar ekeinon prothymōs apedysato, posǭ mallon, ei ta loipa autou hyparchonta ekeleusthē easai ē penēsin hyph᾽ an dianeimai, hetoimōs kai prothymōs an epoiēsen. Horąs agapēs apērtismenēs ek thelēmatos pros Kyrion euthytēta? houtōs kai hoi toutōn synklēronomoi genesthai boulomenoi parek Theou ouden opheilousin agapēsai, hina, hotan dokimasthōsi, chrēsimoi kai dokimoi heurethōsi, teleian tēn agapēn autōn pros Kyrion aposōzontes. Hoi toioutoi heōs telous diexelthein ton agōna dynēsontai, hoi ek thelēmatos Theon monon agapēsantes pantote, kai pasēs agapēs kosmou heautous lelykotes. Oligoi de sphodra heuriskontai hoi toiautēn agapēn analabontes, kai pasas tas tou kosmou hēdonas kai epithymias apostrephomenoi, kai makrothymōs tas epanastaseis kai peirasmous tou ponērou hypomenontes; mē gar, epeidē polloi potamous parerchomenoi parasyrontai hypo tōn hydatōn, ouk eisin hoi diaperōntes tous lerous potamous tōn tou kosmou epithymiōn pantodapōn, kai poikilōn peirasmōn tōn pneumatōn tēs ponērias? kai epeidē polla ploia en tę̄ thalassę̄ kalyptomena hypo tōn kymatōn bythizetai, ouk eisi diaperōnta, kai epanō tōn kymatōn diodeuonta, kai eis limena eirēnēs katantēsanta? dia touto pisteōs pollēs kai makrothymias kai agōnos kai hypomonēs kai ponōn kai peinēs kai dipsēs eis to agathon kai oxytētos kai anaideias kai diakriseōs kai syneseōs pantote chreia; hoi gar pleistoi tōn anthrōpōn aneu kamatōn kai agōnōn kai idrōtōn epitychein basileias boulontai hoper adynaton esti. Ōsper oun en kosmǭ aperchontai tines andres pros tina plousion ergasasthai eis theros ē eis heteron ergon, hopōs porisōntai, ha chrēzousin echein eis tēn diatrophēn autōn; eisi de tines en autois oknēroi kai argoi, mē kamnontes de houtōs, mēte harmozontōs ergazomenoi houtoi mēden kopiasantes, mēte kamontes eis ton oikon tou plousiou, boulontai ton misthon ex isou labein tois andreiōs kai oxeōs kai holę̄ autōn kamousin ischyï, hōs ēdē to autōn ergon pepoiēkotes ton auton tropon epan anaginōskomen tas Graphas, pōs ho deina dikaios euērestēse tǭ Theǭ, pōs philos kai synomilos Theou gegone, kai pantes de hoi pateres pōs philoi kai klēronomoi Theou gegonasi, posas thlipseis hypemeinan, posa dia ton Theon epathon, posa ēndragathēsan kai hēgōnisanto, makarizomen autous, kai tōn isōn autois dōreōn kai axiōmatōn tychein boulometha, kai epithymoumen prothymōs labein ta endoxa ekeina charismata, hyperbainontes autōn tous ponous, kai agōnas, kai tas thlipseis, kai ta pathēmata, kai tas men timas autōn, kai ta axiōmata, hoia apo Theou kektēntai, prothymōs labein thelomen, tous de kamatous kai ponous kai agōnas autōn ou katadechometha. Legō de soi, hoti touto pas tis anthrōpos epithymei kai thelei, kai pornai kai telōnai kai adikoi anthrōpoi, eukolōs aneu kopōn kai agōnōn tychein basileias alla dia touto en mesǭ peirasmoi, kai dokimasiai pollai, kai thlipseis, kai agōnes, kai hidrōtes prokeintai, hina phaneroi genōntai, tines ex alētheias heōs thanatou elthontes ex holēs proaireseōs kai dynameōs ton Kyrion monon ēgapēsan, kai ouden heteron syn tę̄ pros auton agapē peripothēton eschon. Dio kai dikaiōs eis tēn basileian tōn ouranōn eiserchontai, arnēsamenoi heautous kata ton tou Kyriou logon, kai para tēn idian pnoēn ton Kyrion monon hēgapēkotes; dio kai akrois dōrois ouraniois tēn akran agapēn autōn ameiphthēsontai. Eis gar tas thlipseis, kai ta pathēmata, kai hypomonēn, kai pistin enkekrymmenai eisin hai epangeliai, kai hē doxa, kai hē tōn epouraniōn agathōn apokatastasis, hōsper en tǭ rhiptomenǭ sitǭ eis tēn gēn ho karpos ē dendrǭ epikentrizomenǭ dia sēpseōs tinos kai atimias dierchomenǭ. Kai tote tou endymatos tēn euprepeian kai tēn doxan kai ton polyplasiazonta karpon apedeichthēsan echein, hōs kai ho Apostolos Dia pollōn thlipseōn, phēsi, dynametha eiselthein eis tēn basileian tōn ouranōn; kai ho Kyrios; En tę̄ hypomonę̄ hymōn ktēsasthe tas psychas hymōn. Kai palin; En tǭ kosmǭ thlipsin hexete. Ponou gar, kai spoudēs, kai nēpseōs, kai pollēs prosochēs chreia, kai oxytētos, kai anaideias en tę̄ pros Kyrion aitēsei, eis to dynēthēnai diexelthein tas tōn gēïnōn epithymias, pagidas, kai brochous tōn hēdonōn, kai kataigidas tou kosmou, kai tas tōn ponērōn pneumatōn epanastaseis diaphygein, kai gnōnai kalōs, en poią nēpsei kai gorgotēti pisteōs kai agapēs hoi hagioi ton epouranion thēsauron, tout᾽ esti tēn tou Pneumatos dynamin en tais psychais heautōn enteuthen ektēsanto. Hoper estin arrhabōn tēs basileias. Ho gar makarios apostolos Paulos peri toutou tou epouraniou thēsaurou tout᾽ estin tēs charitos tou Pneumatos diēgoumenos, kai tēn hyperbolēn tōn thlipseōn exagoreuōn, hama de kai hypodeiknyōn, ti opheilei hekastos zētein enteuthen, Kai ti opheilei ktēsasthai, legei Oidamen gar hoti ean hē epigeios hēmōn oikia tou skēnous katalythę̄, oikodomēn ek Theou echomen oikian acheiropoiēton, aiōnion en ouranois.

— if, then, fleshly men so desire the glory of the earthly king, how much more those into whom that drop of the Spirit of the life of the Godhead has been instilled, and which has wounded their heart with divine love for the heavenly King, Christ! They are bound to that beauty and to the unspeakable glory and incorruptible comeliness and unimaginable riches of the true and eternal King, Christ; by desire and longing for him they are taken captive, being wholly and altogether turned toward him; and they desire to obtain those unspeakable good things which they behold as in a mirror through the Spirit; and for his sake they count as nothing all the beauties and comelinesses and glories and honours and wealth of kings and rulers upon earth. For they have been wounded by a divine beauty, and the life of heavenly immortality has been instilled into their souls. Therefore they long for that love of the heavenly King, and having him alone before their eyes with great desire, through him they loose themselves from every love of the world and withdraw from every earthly bond, that they may be able to have that one longing always in their hearts and to mix nothing else with it.

But very few are those who procure a good end for a good beginning, and who go through to the end without falling, having the one love toward God alone and having loosed themselves from everything. For many are pricked in heart, and many become partakers of heavenly grace and are wounded with heavenly love; but because they do not endure the struggles and contests and labours and the various temptations of the evil one that come between, they are turned aside into manifold and various worldly desires, since each has a will to love something of this world and has not loosed his love from everything on every side; and so they remain behind and are sunk in the deep of the world, through the cowardice and slackness of their own will, or through fear, or through some earthly love. For those who truly wish to go through to the end in a good way of life ought not willingly to admit and mix any other longing or love with that heavenly one, lest they be hindered in spiritual things and be turned back and at the end fall away from life.

For as the things promised by God are great and unspeakable and indescribable, so there is need of faith and hope and labours and great struggles and much testing. For it is no small thing that a man hopes to receive, who desires the kingdom of heaven. You wish to reign together with Christ for endless ages: and do you not readily accept the struggles and labours and temptations of the short time of this life, even to death? — when the Lord cries out, "If anyone wishes to come after me, let him deny himself and take up his cross daily with joy and follow me." And again, "Unless a man hates father, mother, wife, children, brothers, sisters, and even his own soul, he cannot be my disciple." But most men wish to obtain the kingdom and want to inherit eternal life, yet do not refuse to live in their own wills and to follow them; rather, sowing what is vain and not denying themselves, they want to inherit eternal life — which is impossible. For the word of the Lord is true. Those go through without falling who, according to the commandment of the Lord, have denied themselves wholly and altogether, and have turned from all the desires and bonds and distractions and pleasures and occupations of the world, and have him alone before their eyes and desire to do his commandments. So that each man turns away by his own will, in not truly wishing to receive the kingdom and to deny himself, and in loving something alongside that love — taking pleasure in some pleasures or desires of this age, and not having his whole love toward the Lord, so far as choice and will can reach.

Understand the whole matter for me from one example. Each man discerns at times, and knows that a thing is wrong, and yet wishes to do it; but because he loves it and does not deny it, he is beaten. For first the war takes place within, in the heart, and the contest, and the weight and the tipping of the balance, the scale between the love of God and the love of the world; and then it comes out. Each one discerns — if, say, it comes to a quarrel and an exchange of blows with his brother — saying within himself, "Shall I speak? Shall I not speak?" He remembers God, yet is protecting his own glory and not denying himself. But if the love of the world and the tipping weigh down a little in the balance of the heart, at once the wicked word comes forward as far as the lips. Then the mind, as though drawing a bow, shoots the neighbour from within by the tongue, sending arrows of unfitting words with willing intent, protecting his own glory. Then, shooting at the neighbour long with unfitting words, until the sin is poured out even into the limbs, it comes sometimes to blows and wounds, and makes the members of the body war against one another; and sometimes the evil one's desire is accomplished as far as murder and death. See where it began and what end it had: a love of worldly glory weighed down by the tipping of the heart's balance, out of a man's own will. For because he did not deny himself and loved something of the world, all those monstrous things come about.

Understand it for me in the same way in every sin and base pursuit, when evil flatters and urges on the will of the mind with worldly desires and deceit and pleasure of the flesh. So every work of evil is accomplished; so adultery and theft; so greed and drunkenness; so love of money and vainglory; so jealousy and love of rule, and whatever else is a pursuit of evil. And sometimes pursuits that seem good are carried out for the glory and praise of men, and these are in God's sight equal to injustice and theft and the other sins. For God says, "He has scattered the bones of those who please men." So the evil one wishes to be served even through things that seem good; for he is manifold and deceitful in the desires of the world. For through some earthly and fleshly love, to which a man binds himself by his own will, he is baited by evil, so that it becomes for him a chain and a bond and a heavy burden, sinking him down and choking him in the age of wickedness, not allowing him to lift his head and go away to God. For whatever a man has loved of the world weighs his mind down and holds it fast and does not let him lift his head.

For upon this weight and this tipping and this balance of evil the whole race of men hangs and is tested — whether Christians living in cities, or in mountains, or in monasteries, or in fields, or in desert places — because, baited by his own will, a man loves something, and wherever his love is bound, it is not wholly toward God. For one has loved, say, possessions; another gold and silver; another the learned wisdom of the world, for the glory of men; another has loved rule; another the glory and honours of men; another anger and resentment — for by quickly giving himself over to the passion he loves it; another untimely meetings; another jealousy; another is distracted and takes pleasure all day long; another is deceived by idle thoughts; another loves to be a teacher of the law for the glory of men; another takes pleasure in slackness and negligence; another is bound to clothes and rags; another gives himself to earthly cares; another loves sleep and jesting or filthy talk. For a man bound by something small or great of the world is held by it and is not allowed to lift his head. For the passion against which a man does not fight nobly is the one he loves; and that masters him and weighs him down and becomes for him a hindrance and a chain, so that his mind cannot go away to God and please him, and serve him alone and be of use to the kingdom and obtain eternal life.

For the soul that truly has its impulse toward the Lord draws its whole love wholly toward him, and binds itself to him alone out of choice, as far as it is able, and from him gains the help of grace; and it denies itself and does not follow the wills of its own mind, because the mind walks treacherously with us on account of the evil that is bound up with us and baits us. Rather it gives itself wholly to the word of the Lord, and looses itself from every visible bond so far as will can reach, and gives itself altogether to the Lord; and so it will be able to pass easily through the struggles and labours and afflictions. For where a man loves, from there he is helped and from there he is weighed down. If he loves something of the world, that very thing becomes for him a burden and bonds dragging him down, not allowing him to go up to God. But if he loves the Lord and his commandments, from there he is helped and from there he is lightened, and all the Lord's charges become easy for him, since he keeps his love toward him whole. And that love weighs him toward the good; rather it lifts and lightens every war and every affliction, and by the divine power it cuts through the world and the powers of evil in it, which snare the soul and bind it down with the nooses of desires of every kind in the deep of the world. And so, escaping from them by his own faith and much diligence and by the help from above, he is counted worthy, where he has set his love, of the eternal kingdom; and having truly loved it by his own will and been helped by the Lord, he does not fall away from eternal life.

And to show from plain matters how many perish by their own will, and are sunk in the sea, and are carried off into captivity: suppose a house is on fire. One man, wishing to save himself, perceived the fire and fled naked, leaving everything behind, and wishing to secure only his own life, was saved. Another, wishing to take some vessels of the house or other things, went in to carry them out; and as he took them the fire mastered the house and caught him inside and burned him up. Do you see that by his own will, through loving something for a time more than himself, he perished in the fire? Likewise again at sea: some fell into the tossing of a storm and were shipwrecked. One stripped himself naked and went into the water, wishing to save only himself; and so, beaten by the waves and swimming above them, because he was unencumbered he was able to get through the bitter sea and so secured his life. But another, wishing to save some of his clothes, thought he could swim and get through with what he had taken with him; and the very things he took weighed him down and sank him into the depth of the sea, and he perished for a little gain, not having secured his own life. Do you see that he was put to death by his own will? Again, suppose the report comes that foreigners are coming. One, as soon as he heard, fled at once without delay, going out naked. Another, not believing that the enemy were coming, or wanting something of his own property and wishing to take it with him, was slow to flee. And the enemy came and seized him and carried him captive into the land of the foreigners, and there forced him to be a slave. Do you see that by his own will, through slackness and cowardice and some love of things, he was carried off into captivity? So too those who do not follow the commandments of the Lord and deny themselves and love the Lord alone, but bind themselves willingly with earthly bonds, when the eternal fire comes upon them will be found captives, devoid of virtues and rather bound together in the love of the world; and they will be sunk down, and are sunk by the bitter sea of wickedness, and being taken captive by the captivity of the foreigners — that is, of the spirits of wickedness — they perish.

But if you wish to learn from the holy God-inspired Scriptures what the straightness of a perfected love toward the Lord is, look at Job: how he stripped off, so to speak, everything he possessed — children, possessions, animals, servants and the rest of his goods — how he stripped himself and fled and saved himself, letting go even his very tunic and throwing it to Satan; and he neither blasphemed in word nor in heart, nor uttered anything with his lips before the Lord, but on the contrary blessed the Lord, saying, "The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so has it come to pass; may the name of the Lord be blessed." For though he was thought to possess much, when he was tested by the Lord it was made plain that he possessed nothing but God alone. Likewise Abraham, when he was commanded by the Lord to go out from his land and from his kindred and from his father's house, at once, so to speak, stripped off everything — homeland, land, kinsmen, parents — and followed the word of the Lord. Then, among the many testings and temptations that came upon him — now his wife being taken, now living as a stranger and being wronged — he was shown through everything to love God alone above all. And afterwards, when through a promise and after many years he had obtained with much longing an only son, and was asked to offer this son readily with his own hand as a sacrifice, he stripped himself and truly denied himself; for by the offering of his only son he showed that he loved nothing besides God. For if he readily stripped off that son, how much more, if he had been commanded to leave the rest of his goods or to distribute them to the poor, would he have done it readily and eagerly. Do you see the straightness of a perfected love toward the Lord, out of the will?

So too those who wish to become fellow heirs with these men ought to love nothing besides God, so that when they are tested they may be found useful and approved, keeping their love toward the Lord perfect. Such men will be able to go through the contest to the end — those who by their will have loved God alone always, and have loosed themselves from every love of the world. But very few are found who take up such a love and turn away from all the pleasures and desires of the world and patiently endure the risings and temptations of the evil one. For because many who cross rivers are swept away by the waters, are there none who pass through the rivers of the world's desires of every kind and the various temptations of the spirits of wickedness? And because many ships at sea are covered by the waves and sink, are there none that cross over and travel above the waves and reach the harbour of peace? Therefore there is always need of much faith and long-suffering and struggle and endurance and labours and hunger and thirst for the good, and of keenness and shamelessness and discernment and understanding. For most men wish to obtain the kingdom without toils and struggles and sweat — which is impossible.

As, then, in the world some men go to a rich man to work at the harvest or at some other task, so as to earn what they need for their keep, and there are some among them who are sluggish and idle, not toiling in that way nor working as they ought, and these, having taken no pains and not having laboured in the rich man's house, want to receive the same wage as those who worked manfully and keenly and with all their strength, as though they had already done their work: in the same way, when we read the Scriptures and see how such and such a righteous man pleased God, how he became a friend and companion of God, and how all the fathers became friends and heirs of God — how many afflictions they endured, how much they suffered for God, how many brave deeds they did and contests they contended — we count them blessed and want to obtain gifts and dignities equal to theirs, and we eagerly desire to receive those glorious gifts of grace while passing over their labours and struggles and afflictions and sufferings. Their honours and dignities, such as they received from God, we eagerly wish to receive; but their toils and labours and struggles we do not accept. And I tell you that every man desires and wants this — prostitutes and tax collectors and unjust men too — to obtain the kingdom easily without toils and struggles. But for this reason there lie between many temptations and testings and afflictions and struggles and sweats, so that it may be made plain who have truly, even to death, loved the Lord alone with all their choice and strength, and have held nothing else dear alongside their love for him. Therefore they rightly enter the kingdom of heaven, having denied themselves according to the word of the Lord, and having loved the Lord alone more than their own breath; and therefore their supreme love will be rewarded with supreme heavenly gifts.

For in the afflictions and the sufferings and the endurance and the faith the promises and the glory and the restoration of the heavenly good things are hidden, as the fruit is hidden in the wheat thrown into the ground, or in a tree that is grafted and passes through a kind of rotting and dishonour. And then they were shown to have the comeliness and glory of the garment and the fruit that multiplies many times, as the Apostle says: "Through many afflictions we must enter the kingdom of heaven"; and the Lord says, "In your endurance gain your souls"; and again, "In the world you will have affliction." For there is need of labour and diligence and sobriety and much attention, and of keenness and shamelessness in asking the Lord, to be able to pass through the desires of earthly things and the snares and nooses of pleasures and the storms of the world, and to escape the risings of the wicked spirits, and to know well in what sobriety and alertness of faith and love the saints gained for themselves, from this life, the heavenly treasure — that is, the power of the Spirit in their own souls — which is the pledge of the kingdom. For the blessed apostle Paul, speaking about this heavenly treasure, that is, the grace of the Spirit, and declaring the excess of his afflictions, and at the same time showing what each man ought to seek from this life and what he ought to gain, says: "For we know that if our earthly house of the tent is dissolved, we have a building from God, a house not made with hands, eternal in the heavens."

Textual problem in this passage: see the notes.

Luke 9:23 (quotation, high confidence) · Luke 14:26 (quotation, high confidence) · Ps 53:5 (52:6 LXX) (quotation, high confidence) · Job 1:21 (quotation, high confidence) · Gen 12:1 (quotation, high confidence) · Gen 22:2 (allusion, high confidence) · Acts 14:22 (quotation, high confidence) · Luke 21:19 (quotation, high confidence) · John 16:33 (quotation, high confidence) · 2 Cor 5:1 (quotation, high confidence) · 2 Cor 5:5 (allusion, high confidence) · Gen 12:15 (allusion, medium confidence) · John 12:24 (allusion, medium confidence) · Rom 11:17 (allusion, medium confidence) · Matt 21:31 (allusion, medium confidence) · 2 Tim 2:12 (allusion, medium confidence)

Notes and citation

Summary: Those wounded with love for Christ loose themselves from the world; few endure to the end, for a man is held by whatever he loves, as Job and Abraham show who loved God alone.

  • "If anyone wishes to come after me ...": Luke 9:23. "Unless a man hates father, mother ...": Luke 14:26.
  • "He has scattered the bones of those who please men": Ps 53:5.
  • "The Lord gave, the Lord has taken away ...": Job 1:21. Abraham's call: Gen 12:1; the offering of Isaac: Gen 22:1–12.
  • "Through many afflictions we must enter the kingdom": Acts 14:22. "In your endurance gain your souls": Luke 21:19. "In the world you will have affliction": John 16:33. "For we know that if our earthly house ...": 2 Cor 5:1.
  • This single staged section holds what the printed edition divides into several numbered sections; the numerals were lost in the scan (there is no section 5.10 in the staged text either). The division is therefore not the printed one, though the text runs continuously.
  • In the sentence about crossing rivers the adjective describing them is corrupt in the scan and is left untranslated.

Notes on the original text

  • Digital text corrected (OCR debris between the clauses; OCR: a full stop for a comma inside the sentence; OCR: a straight double quote stands for the breathing and accent; OCR: a stray bracket and full stop inside the sentence; OCR: a stray capital letter; OCR: letters lost and bracketed in the scan; OCR: lost accent; OCR: lost punctuation, breathing and accent; OCR: word split and lost punctuation; OCR: word split at a lost line-end hyphen; OCR: word split with a repeated syllable; OCR: wrong accent; OCR: μ for ρ in ἄργυρον (silver)): οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυ μοῦσι → οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι; διὰ τὸ θέ λημα ἔχειν → διὰ τὸ θέλημα ἔχειν; τὴν αἰώνιον κληρονο μῆσαι ζωὴν → τὴν αἰώνιον κληρονομῆσαι ζωὴν; χρυσὸν καὶ ἄργυμον → χρυσὸν καὶ ἄργυρον; ἀποσώζειν ὁλοκλή ρως, ως, → ἀποσώζειν ὁλοκλήρως,; αἰσθηθεις τοῦ ἐμπρησμοῦ → αἰσθηθεὶς τοῦ ἐμπρησμοῦ; "Αλλος δὲ βουλόμενος λαβεῖν → Ἄλλος δὲ βουλόμενος λαβεῖν; καὶ ὡς ἔλαβε. κατεκυρίευσε → καὶ ὡς ἔλαβε, κατεκυρίευσε; ἐν τῇ θαλάσσῃ ἔκει. ἐξηλῆσαι. εἰς στάσιν → ἐν τῇ θαλάσσῃ· εἰς στάσιν; ἀκοὴν ἀλλο φύλων → ἀκοὴν ἀλλοφύλων; καταβυθ[ισθ]ήσονται → καταβυθισθήσονται; ἀπόλ λυνται Εἰ δὲ βούλῃ → ἀπόλλυνται. Εἰ δὲ βούλῃ; καὶ αὐτὸν τον χιτῶνα → καὶ αὐτὸν τὸν χιτῶνα; τῆς γυναικὸς αὐτοῦ λαμβανομέ νης → τῆς γυναικὸς αὐτοῦ λαμβανομένης; ἂν ἐποίησεν Ορᾶς → ἂν ἐποίησεν. Ὁρᾷς; μήτε και μόντες → μήτε καμόντες; ἀξιωμάτων τυχείν → ἀξιωμάτων τυχεῖν; προθύμως λαβεῖν Λ τὰ ἔνδοξα → προθύμως λαβεῖν τὰ ἔνδοξα; τῶν πονηρῶν πνευμά των → τῶν πονηρῶν πνευμάτων; πολλῆς προσοχής χρεία → πολλῆς προσοχῆς χρεία; ζητεῖν ἐντεῦθεν.] → ζητεῖν ἐντεῦθεν,.

Topics: Ethics, Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.6 (PG 34:499–512; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-6). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-6) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.

5.7PG 34:512–513

Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι, και σπουδάσαι διὰ πασῶν ἀρετῶν, καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον. Ἐὰν γὰρ καταλυθῇ ἡμῶν ὁ οἶκος τοῦ σώματος, οὐκ ἔχομεν ἄλλον οἶκον, εἰς ὃν καταλύσει ἡμῶν ἡ ψυχή. Εἴγε, φησί, καὶ ἐνδυσάμενοι οὐ γυμνοί εὑρεθησόμεθα, τουτέστιν ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου Πνεύματος, εἰς ἣν μόνον ἡ πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται. Διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαῤῥοῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκὸς, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὅς ἐστιν οἶκος, ἡ οἰκοῦσα ἐν αὐτοῖς τοῦ Πνεύματος δύναμις. Κἂν καταλυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ Πνεύματος οἰκίαν, καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει καὶ τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ Ἀπόστολος· ῾Ο ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Καὶ πάλιν· ῞ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· καὶ ἵνα, φησὶ, καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

Opheilei oun hekastos agōnisasthai, kai spoudasai dia pasōn aretōn, kai pisteusai, enteuthen ktēsasthai ton oikon ekeinon. Ean gar katalythę̄ hēmōn ho oikos tou sōmatos, ouk echomen allon oikon, eis hon katalysei hēmōn hē psychē. Eige, phēsi, kai endysamenoi ou gymnoi heurethēsometha, toutestin apo tēs koinōnias kai anakraseōs tou hagiou Pneumatos, eis hēn monon hē pistē psychē anapauesthai dynatai. Dia touto gar hoi ontes en alētheią kai dynamei Christianoi tharrhousi kai chairousin exerchomenoi tēs sarkos, hoti echousin ekeinon ton oikon ton acheiropoiēton, hos estin oikos, hē oikousa en autois tou Pneumatos dynamis. Kan katalythę̄ oun hē tou sōmatos oikia, ou phobountai echousi gar tēn epouranion tou Pneumatos oikian, kai tēn doxan ekeinēn tēn aphtharton, hētis doxa en tę̄ hēmerą tēs anastaseōs oikodomēsei kai doxasei kai ton oikon tou sōmatos, hōs phēsin ho Apostolos; ῾O egeiras Christon ek nekrōn, zōopoiēsei kai ta thnēta sōmata hēmōn dia tou enoikountos autou Pneumatos en hēmin. Kai palin; ῾hina kai hē zōē tou Iēsou phanerōthę̄ en tę̄ thnētę̄ sarki hēmōn; kai hina, phēsi, katapothę̄ to thnēton hypo tēs zōēs.

Each one, then, ought to strive and take pains through all the virtues, and to believe, and to gain that house from this life. For if our house of the body is dissolved, we have no other house in which our soul may lodge. "If indeed," he says, "being clothed we shall not be found naked" — that is, by the fellowship and mingling of the Holy Spirit, in which alone the believing soul can rest. For this reason those who are Christians in truth and in power are confident and rejoice when they go out of the flesh, because they have that house not made with hands, which is a house — the power of the Spirit that dwells in them. And so, even if the house of the body is dissolved, they are not afraid; for they have the heavenly house of the Spirit, and that incorruptible glory which on the day of the resurrection will build up and glorify the house of the body also, as the Apostle says: "He who raised Christ from the dead will also give life to our mortal bodies through his Spirit that dwells in us." And again, "That the life of Jesus also may be made manifest in our mortal flesh"; and, he says, "that what is mortal may be swallowed up by life."

2 Cor 5:1 (allusion, high confidence) · 2 Cor 5:3 (quotation, high confidence) · 2 Cor 5:4 (quotation, high confidence) · Rom 8:11 (quotation, high confidence) · 2 Cor 4:11 (quotation, high confidence)

Notes and citation

Summary: Christians have a house not made with hands, the Spirit's power within, which will also glorify the body at the resurrection.

  • "If indeed, being clothed, we shall not be found naked": 2 Cor 5:3.
  • "He who raised Christ from the dead ...": Rom 8:11. "That the life of Jesus also may be made manifest in our mortal flesh": 2 Cor 4:11. "That what is mortal may be swallowed up by life": 2 Cor 5:4.

Notes on the original text

  • Digital text corrected (OCR: lost breathing and accent; OCR: stray accent): Κἂν καταλυθῇ ουν → Κἂν καταλυθῇ οὖν; τὸν οἶκον τοῦ σώμάτος → τὸν οἶκον τοῦ σώματος.

Topics: Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.7 (PG 34:512–513; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-7). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-7) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.

5.8PG 34:513–514

᾿Αγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐνδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθῶμεν, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα. Ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος ἁγίου Πνεύματος γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. Ὁ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδον ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν τοῦ σώματος. Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου, ἔκ τε τοῦ ἡλίου καὶ τῶν ἀνέμων ἔσωθεν, ἐκφύει καὶ ἐκβάλλει ὥσπερ ἐνδύματα φύλλα, καὶ ἄνθη, καὶ καρπούς· ὁμοίως τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ, ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχονται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ, καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ Κύριος εἶπεν· Ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Ταῦτα γὰρ πάντα ὑποδείγματα, καὶ τύποι, καὶ εἰκόνες εἰσὶ τῶν Χριστιανῶν ἐν τῇ ἀναστάσει,

᾿Agōnisōmetha oun dia tēs pisteōs kai tēs enaretou politeias enteuthen ktēsasthai to endyma ekeino, hina mē endysamenoi to sōma gymnoi heurethōmen, kai ouk estin ho doxasei hēmōn en ekeinę̄ tę̄ hēmerą tēn sarka. Hekastos gar hoson katēxiōthē dia tēs pisteōs kai spoudēs metochos hagiou Pneumatos genesthai, tosouton en ekeinę̄ tę̄ hēmerą doxasthēsetai autou kai to sōma. Ho gar nyn enapethēsaurisen endon hē psychē, tote apokalyphthēsetai kai phanēsetai exōthen tou sōmatos. Hōsper ta dendra parelēlythota ton cheimōna epithalpsasēs dynameōs aoratou, ek te tou hēliou kai tōn anemōn esōthen, ekphyei kai ekballei hōsper endymata phylla, kai anthē, kai karpous; homoiōs ta tou chortou anthē en ekeinǭ tǭ kairǭ, endothen ek tōn kolpōn tēs gēs proerchontai, kai skepetai kai amphiennytai hē gē, kai ho chortos hōs ta krina, peri hōn ho Kyrios eipen; Hoti oude Solomōn en pasę̄ tę̄ doxę̄ autou periebaleto hōs hen toutōn. Tauta gar panta hypodeigmata, kai typoi, kai eikones eisi tōn Christianōn en tę̄ anastasei,

Let us strive, then, through faith and a virtuous life, to gain that garment from this life, so that when we have been clothed with the body we may not be found naked, and there be nothing to glorify our flesh on that day. For each one, in the measure that he has been counted worthy through faith and diligence to become a partaker of the Holy Spirit, in that measure will his body also be glorified on that day. For what the soul has stored up within now will then be revealed and will appear outwardly on the body. As the trees, when winter is past and an invisible power has warmed them from within by the sun and the winds, put forth and bring out leaves and blossoms and fruits as garments; and likewise the flowers of the grass at that season come out from within, from the bosom of the earth, and the earth is covered and clothed, and the grass is like the lilies, of which the Lord said, "Not even Solomon in all his glory was clothed like one of these" — for all these things are illustrations and types and images of Christians at the resurrection.

Matt 6:29 (quotation, high confidence) · 2 Cor 5:3 (allusion, high confidence) · Matt 6:28 (allusion, high confidence)

Notes and citation

Summary: What the soul has stored up now will appear on the body then, as trees in spring put out leaves and blossoms as garments.

  • "Not even Solomon in all his glory ...": Matt 6:29.

Notes on the original text

  • Digital text corrected (Latin debris from the facing column has been read into the Greek): ἐν ἐκείνῃ τῇhendamur, ἡμέρᾳ → ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Topics: Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.8 (PG 34:513–514; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-8). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-8) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.

5.9PG 34:514–515

Οὕτω πάσαις ταῖς φιλοθέοις ψυχαῖς, τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς, ἔστι μὴν πρῶτος Ξανθικὸς, ὁ καλούμενος ᾿Απρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως, καὶ διὰ τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου Πνεύματος, καλύπτουσα καὶ σκεπάζουσα τὰ σώματα τῶν ἁγίων· ἥνπερ δόξαν εἶχον ἔνδον ἐγκεκρυμμένην ἐν ταῖς ψυχαῖς. Ὅπερ γὰρ ἔχει νῦν, αὐτὸ προέρχεται ἔξωθεν τοῦ σώματος τότε. Οὗτος, φημί, ὁ μὴν πρῶτός ἐστι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει· οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, τὴν γῆν διανοίγων· οὗτος πᾶσι τοῖς ζώοις χαρὰν προσφέρει, οὗτος τὴν ἱλαρότητα πᾶσι δεικνύει, οὗτός ἐστι τῶν Χριστιανῶν πρῶτος μὲν Ξανθικὸς, ὅς ἐστι τῆς ἀναστάσεως καιρὸς, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν, διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀῤῥήτου, τουτέστι τῆς δυνάμεως τοῦ Πνεύματος, ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρὰ, εἰρήνη, ἄμφιον, ζωὴ αἰώνιος· πᾶσα γὰρ καλλονή λαμπρότητος, καὶ ὡραιότητος οὐρανίου, εἰς αὐτοὺς τὸ Πνεῦμα τῆς θεότητος γίνεται τότε, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι κατηξιώθησαν. Πῶς τοίνυν ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι, καὶ ἀγωνίσασθαι, καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ, καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ, νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου Πνεύματος ἐντὸς ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν σωμάτων, ἔχωμεν ὁ ἀμφιάσει, καὶ ζωοποιήσει ἡμᾶς; Εἴγε, φησὶν, ἐνδυσόμεθα, οὐ γυμνοὶ εὑρεθησόμεθα καὶ Ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ Πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα τῶν ἁγίων, ἥνπερ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐπὶ τῷ ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν καταξιοῦνται ἔχειν. Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τουτέστι τῷ ἔσω ἀνθρώπῳ, τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ομοίως πάλιν· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν, ὡς γέγραπται, καὶ ὕδωρ οὐκ ἔπιεν. ᾿Αδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου τοσοῦτον ζῆσαι, εἰ μὴ τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν· ἦσπερ τροφῆς ἀπὸ τοῦ νῦν τῶν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ Πνεύματος μεταλαμβάνουσι.

Houtō pasais tais philotheois psychais, toutesti tois alēthinois Christianois, esti mēn prōtos Xanthikos, ho kaloumenos ᾿Aprillios, hoper estin hē hēmera tēs anastaseōs, kai dia tēs dynameōs tou hēliou tēs dikaiosynēs endothen exerchetai doxa tou hagiou Pneumatos, kalyptousa kai skepazousa ta sōmata tōn hagiōn; hēnper doxan eichon endon enkekrymmenēn en tais psychais. Hoper gar echei nyn, auto proerchetai exōthen tou sōmatos tote. Houtos, phēmi, ho mēn prōtos esti tois mēsi tou eniautou houtos charan prospherei pasę̄ tę̄ ktisei; houtos amphiennysi ta gymna dendra, tēn gēn dianoigōn; houtos pasi tois zōois charan prospherei, houtos tēn hilarotēta pasi deiknyei, houtos esti tōn Christianōn prōtos men Xanthikos, hos esti tēs anastaseōs kairos, en hǭ doxasthēsontai ta sōmata autōn, dia tou apo tou nyn ontos en autois phōtos arrhētou, toutesti tēs dynameōs tou Pneumatos, hoper estai autois tote endyma, brōsis, posis, agalliasis, chara, eirēnē, amphion, zōē aiōnios; pasa gar kallonē lamprotētos, kai hōraiotētos ouraniou, eis autous to Pneuma tēs theotētos ginetai tote, hoper apo tou nyn dexasthai katēxiōthēsan. Pōs toinyn hekastos hēmōn opheilei pisteusai, kai agōnisasthai, kai spoudasai en pasę̄ enaretǭ politeią, kai prosdokēsai en elpidi kai hypomonę̄ pollę̄, nyn kataxiōthēnai tēn ex ouranou dynamin labein kai doxan tou hagiou Pneumatos entos en tę̄ psychę̄, hina tote lyomenōn tōn sōmatōn, echōmen ho amphiasei, kai zōopoiēsei hēmas? Eige, phēsin, endysometha, ou gymnoi heurethēsometha kai Zōopoiēsei ta thnēta sōmata hēmōn dia tou enoikountos autou Pneumatos en hēmin. Mōÿsēs gar ho makarios hypedeixe ton typon dia tēs tou prosōpou autou epikeimenēs tou Pneumatos doxēs, eis hēn oudeis anthrōpōn atenisai ēdynato, pōs en tę̄ anastasei tōn dikaiōn doxasthēsetai ta sōmata tōn hagiōn, hēnper doxan apo tou nyn endothen epi tǭ esō anthrōpǭ psychai hagiōn kai pistōn kataxiountai echein. Hēmeis de pantes anakekalymmenǭ prosōpǭ, toutesti tǭ esō anthrōpǭ, tēn doxan tou Kyriou katoptrizometha, eis tēn autēn eikona metamorphoumenoi apo doxēs eis doxan. Omoiōs palin; Tessarakonta hēmeras kai tessarakonta nyktas arton ouk ephagen, hōs gegraptai, kai hydōr ouk epien. ᾿Adynaton de tēn tou sōmatos physin aneu artou tosouton zēsai, ei mē trophēs heteras pneumatikēs metelambanen; ēsper trophēs apo tou nyn tōn hagiōn psychai aoratōs ek tou Pneumatos metalambanousi.

So for all God-loving souls, that is, for true Christians, there is a first month Xanthicus, which is called April — that is, the day of the resurrection — and by the power of the Sun of righteousness the glory of the Holy Spirit comes out from within, covering and sheltering the bodies of the saints, that glory which they had hidden within in their souls. For what a man has now, that very thing comes out upon the body then. This month, I say, is the first of the months of the year; this brings joy to all creation; this clothes the bare trees and opens the earth; this brings joy to all living things; this shows gladness to all. This is for Christians the first Xanthicus, which is the time of the resurrection, in which their bodies will be glorified by the unspeakable light that is in them from now on — that is, by the power of the Spirit, which will then be for them garment, food, drink, exultation, joy, peace, clothing, eternal life. For all the beauty of heavenly brightness and loveliness becomes for them then the Spirit of the Godhead, which from now on they have been counted worthy to receive.

How, then, ought each of us to believe and strive and take pains in every virtuous way of life, and to look forward in hope and much endurance, to be counted worthy now to receive the power from heaven and the glory of the Holy Spirit within, in the soul, so that then, when our bodies are dissolved, we may have what will clothe and give life to us! "If indeed," he says, "we shall be clothed, we shall not be found naked"; and, "He will give life to our mortal bodies through his Spirit that dwells in us." For the blessed Moses showed the type, by the glory of the Spirit that lay upon his face, at which no man could gaze, of how at the resurrection of the righteous the bodies of the saints will be glorified — a glory which from now on the souls of the saints and the faithful are counted worthy to have within, in the inner man. "But we all with unveiled face" — that is, in the inner man — "behold the glory of the Lord as in a mirror, and are transformed into the same image from glory to glory." Likewise again: "Forty days and forty nights he ate no bread," as it is written, "and drank no water." But it is impossible for the nature of the body to live so long without bread, unless he was partaking of some other spiritual food; and of that food the souls of the saints partake invisibly from the Spirit even now.

Mal 4:2 (allusion, high confidence) · 2 Cor 5:3 (quotation, high confidence) · Rom 8:11 (quotation, high confidence) · 2 Cor 3:18 (quotation, high confidence) · Exod 34:29 (allusion, high confidence) · Exod 34:28 (quotation, high confidence) · Eph 3:16 (allusion, medium confidence)

Notes and citation

Summary: The resurrection is the spring of the saints, when the hidden glory of the Spirit comes out upon the body, as it shone on Moses' face.

  • "The Sun of righteousness": Mal 4:2.
  • "If indeed we shall be clothed, we shall not be found naked": 2 Cor 5:3. "He will give life to our mortal bodies ...": Rom 8:11. "But we all with unveiled face ...": 2 Cor 3:18. The glory on Moses' face: Exod 34:29–35; the forty days: Exod 34:28.
  • A line of the scan is displaced here: the words "but all with unveiled face" stood in the first sentence of this part and have been put back into the quotation of 2 Cor 3:18, where the sense requires them. A stray section numeral (Γ) in the margin of the scan has been removed.

Notes on the original text

  • Digital text corrected (OCR: wrong accent; OCR: σ for α in σώματα; a marginal section numeral and a displaced line of the scan; the displaced words belong to the quotation of 2 Cor 3:18 below, where they are restored; the line displaced above is restored here, where the sense requires it): οὗτος χαράν προσφέρει → οὗτος χαρὰν προσφέρει; δοξασθήσονται τὰ σώμστα αὐτῶν → δοξασθήσονται τὰ σώματα αὐτῶν; ἀπὸ τοῦ νῦν δὲξασθαι → ἀπὸ τοῦ νῦν δέξασθαι; Γ. Πῶς τοίνυν ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι, ακὶ ἀγωνίσασθαι, καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ γὰρ, φησὶ, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, πολιτείᾳ, → Πῶς τοίνυν ἕκαστος ἡμῶν ὀφείλει πιστεῦσαι, καὶ ἀγωνίσασθαι, καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ,; Ἡμεῖς τουτέστι τῷ ἔσω ἀνθρώπῳ → Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τουτέστι τῷ ἔσω ἀνθρώπῳ.

Topics: Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.9 (PG 34:514–515; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-9). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-9) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.

5.11PG 34:515–516

Κατὰ δύο οὖν τύπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσι δόξαν φωτὸς καὶ τρυφὴν νοερὰν τοῦ Πνεύματος οἱ ἀληθινοὶ Χριστιανοὶ, ἧς καὶ κρυπτῶς ἀπὸ τοῦ νῦν καταξιοῦνται. Διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσονται. Ἥν γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι δόξαν, ὡς προείρηται, ἐκείνη καλύψει καὶ ἀμφιάσει, καὶ τὰ γυμνὰ σώματα καὶ εἰς οὐρανοὺς ἁρπάσει, καὶ τὸ λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν τῷ Κυρίῳ ἀναπαυσόμεθα. Τὸν γὰρ ᾿Αδάμ κτίσας ὁ Θεὸς, οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ Πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, τουτέστιν ἃς μέλλει διδόναι αὐτῷ ἐν τῇ ἀναστάσει, ἵνα αὐτὸν κουφίσωσι καὶ ἁρπάσωσιν ἔνθα τὸ Πνεῦμα βούλεται· ἃς πτέρυγας ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ τῶν ἁγίων καταξιοῦνται ἔχειν εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι· Χριστιανῶν γὰρ κόσμος ἕτερός ἐστι καὶ ἄλλη τράπεζα, καὶ ἄλλα ἐνδύματα, καὶ ἄλλη ἀπόλαυσις, καὶ ἄλλη κοινωνία, καὶ ἄλλο φρόνημα. Διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. Τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον ἐν ταῖς ψυχαῖς καταξιοῦνται λαβεῖν διὰ τοῦ ἁγίου Πνεύματος διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα καταξιωθήσονται τῶν αἰωνίων ἐκείνων τοῦ Πνεύματος ἀγαθῶν, καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο.

Kata dyo oun typous ho makarios Mōÿsēs hypedeixen, hēnper en tę̄ anastasei hexousi doxan phōtos kai tryphēn noeran tou Pneumatos hoi alēthinoi Christianoi, hēs kai kryptōs apo tou nyn kataxiountai. Dio kai tote epi tou sōmatos autōn phanerōthēsontai. Hēn gar apo tou nyn echousin en tais psychais hoi hagioi doxan, hōs proeirētai, ekeinē kalypsei kai amphiasei, kai ta gymna sōmata kai eis ouranous harpasei, kai to loipon sōmati kai psychę̄ en tę̄ basileią eis aiōnas syn tǭ Kyriǭ anapausometha. Ton gar ᾿Adam ktisas ho Theos, ou kateskeuasen autǭ sōmatikas pterygas hōs tois peteinois, tas tou Pneumatos tou hagiou pterygas proeutrepisas autǭ, toutestin has mellei didonai autǭ en tę̄ anastasei, hina auton kouphisōsi kai harpasōsin entha to Pneuma bouletai; has pterygas apo tou nyn hai psychai tōn hagiōn kataxiountai echein eis to ouranion phronēma tǭ nǭ aniptamenai; Christianōn gar kosmos heteros esti kai allē trapeza, kai alla endymata, kai allē apolausis, kai allē koinōnia, kai allo phronēma. Dio kai kreittous pantōn anthrōpōn tynchanousi. Toutōn de tēn dynamin nyn endon en tais psychais kataxiountai labein dia tou hagiou Pneumatos dio kai en tę̄ anastasei ta sōmata kataxiōthēsontai tōn aiōniōn ekeinōn tou Pneumatos agathōn, kai tę̄ doxę̄ ekeinę̄ anakrathēsontai, hēs apo tou nyn hai psychai autōn tēn peiran edexanto.

By two types, then, the blessed Moses showed what glory of light and what spiritual delight of the Spirit true Christians will have at the resurrection, of which even now they are secretly counted worthy. And therefore it will then be made manifest upon their bodies. For the glory which the saints have in their souls from now on, as has been said, will cover and clothe their naked bodies and will snatch them up into the heavens; and thereafter, in body and soul, we shall rest with the Lord in the kingdom for ever. For when God created Adam he did not make him bodily wings as he did for the birds, since he had prepared beforehand for him the wings of the Holy Spirit — those, that is, which he is to give him at the resurrection, to lift him up and snatch him away wherever the Spirit wills. These wings the souls of the saints are counted worthy to have from now on, flying up in mind to the heavenly way of thinking. For the world of Christians is another, and their table is other, and their garments other, and their enjoyment other, and their fellowship other, and their way of thinking other. Therefore they are better than all men. And the power of these things they are counted worthy to receive now within, in their souls, through the Holy Spirit; and therefore at the resurrection their bodies also will be counted worthy of those eternal good things of the Spirit, and will be mingled with that glory of which their souls have received the experience from now on.

Textual problem in this passage: see the notes.

1 Thess 4:17 (allusion, high confidence) · Exod 34:29 (allusion, high confidence) · Gen 2:7 (allusion, medium confidence) · Phil 3:20 (allusion, medium confidence)

Notes and citation

Summary: Moses showed in two types the glory of the resurrection; God gave Adam the Spirit's wings instead of bodily ones, and the saints have them now in mind.

  • "Will snatch them up into the heavens ... rest with the Lord": 1 Thess 4:17.
  • The two types are the glory on Moses' face and his forty days without food, described in the previous section. There is no section 10 in the staged text: the numeral was lost in the scan, and this section follows directly on section 9.

Notes on the original text

  • Digital text corrected (OCR: lost space between words; OCR: stray accent; OCR: word split at a lost line-end hyphen): οἱ ἀληθινὸὶ Χριστιανοὶ → οἱ ἀληθινοὶ Χριστιανοὶ; φανερω θήσονται → φανερωθήσονται; αἱψυχαὶ αὐτῶν → αἱ ψυχαὶ αὐτῶν.

Topics: Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.11 (PG 34:515–516; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-11). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-11) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.

5.12PG 34:516–517

Οφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι, καὶ πονῆσαι, καὶ σπουδάσαι ἐν πάσαις ἀρεταῖς, καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ Κυρίου, ἐξ ἐκείνης τῆς δόξης ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι τὸν ἔσω ἄνθρωπον, καὶ ἐν ἐκείνῃ τῇ ἁγιότητι τοῦ Πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρισθέντες τὸν ῥύπον τῆς κακίας ἔχωμεν κἀν τῇ ἀναστάσει ὃ ἀμφιάσει γυμνὰ τὰ σώματα ἡμῶν ἀνιστάμενα, καὶ τὴν ἀσχημοσύνην ἐνδύσει καὶ ζωοποιήσει, καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ ἀναπαύσει τῶν οὐρανῶν. Μέλλει γὰρ ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν κατέρχεσθαι, καὶ πάντα τὰ φῦλα τοῦ ᾿Ἀδὰμ ἀναστήσει, τοὺς ἀπ' αἰῶνος κοιμηθέντας, κατὰ τὰς ἁγίας Γραφάς. Καὶ εἰς δύο μέρη στήσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον, τουτέστι τὴν σφραγίδα τοῦ Πνεύματος, τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει. Τὰ ἐμὰ γὰρ, φησὶ, πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι· καί· Γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων, καὶ δόξης Πνεύματος ἔσονται πλήρεις, ἧς ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς. Καὶ οὕτω δοξασθέντες ἐν τῷ θείῳ φωτὶ, καὶ εἰς οὐρανοὺς ἁρπαχθέντες εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸ γεγραμμένον, πάντοτε σὺν τῷ Κυρίῳ ἐσόμεθα, σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Αμήν.

Opheilei toinyn hekastos hēmōn agōnisasthai, kai ponēsai, kai spoudasai en pasais aretais, kai pisteusai kai zētēsai para Kyriou, ex ekeinēs tēs doxēs apo tou nyn metochon genesthai ton esō anthrōpon, kai en ekeinę̄ tę̄ hagiotēti tou Pneumatos tēn psychēn koinōnēsai, hina katharisthentes ton rhypon tēs kakias echōmen kan tę̄ anastasei ho amphiasei gymna ta sōmata hēmōn anistamena, kai tēn aschēmosynēn endysei kai zōopoiēsei, kai eis aiōnas en tę̄ basileią anapausei tōn ouranōn. Mellei gar ho Christos ek tōn ouranōn katerchesthai, kai panta ta phyla tou ᾿Adam anastēsei, tous ap' aiōnos koimēthentas, kata tas hagias Graphas. Kai eis dyo merē stēsei pantas, kai tous echontas to idion sēmeion, toutesti tēn sphragida tou Pneumatos, toutous hōs idious prosphōnēsas ek dexiōn stēsei. Ta ema gar, phēsi, probata tēs emēs phōnēs akouousi; kai; Ginōskō ta ema, kai ginōskomai hypo tōn emōn. Kai tote doxę̄ theią ta sōmata toutōn periblēthēsontai ek tōn agathōn ergōn, kai doxēs Pneumatos esontai plēreis, hēs apo tou nyn eichon en tais psychais. Kai houtō doxasthentes en tǭ theiǭ phōti, kai eis ouranous harpachthentes eis apantēsin tou Kyriou eis aera, kata to gegrammenon, pantote syn tǭ Kyriǭ esometha, syn autǭ basileuontes eis tous aperantous aiōnas tōn aiōnōn. Amēn.

Each of us, then, ought to strive and labour and take pains in all the virtues, and to believe and to seek from the Lord that the inner man may from now on become a partaker of that glory, and that the soul may share in that holiness of the Spirit; so that, being cleansed from the filth of evil, we may have at the resurrection that which will clothe our naked bodies as they rise, and will cover their shame and give them life, and give them rest for ever in the kingdom of heaven. For Christ is to come down from the heavens and will raise all the tribes of Adam, those who have fallen asleep from the beginning of the age, according to the holy Scriptures. And he will set them all in two parts; and those who have his own sign, that is, the seal of the Spirit, these he will call his own and set at the right hand. "For my sheep," he says, "hear my voice"; and, "I know my own, and I am known by my own." And then their bodies will be clothed with divine glory from their good works, and they will be full of the glory of the Spirit, which they had in their souls from now on. And so, glorified in the divine light and snatched up into the heavens to meet the Lord in the air, as it is written, we shall always be with the Lord, reigning with him for endless ages of ages. Amen.

John 10:27 (quotation, high confidence) · John 10:14 (quotation, high confidence) · 1 Thess 4:16 (allusion, high confidence) · 1 Thess 4:17 (quotation, high confidence) · Eph 1:13 (allusion, high confidence) · Matt 25:33 (allusion, high confidence) · 2 Tim 2:12 (allusion, medium confidence)

Notes and citation

Summary: At the resurrection Christ will divide all men, and those sealed with the Spirit will be clothed in glory and caught up to meet him.

  • "My sheep hear my voice": John 10:27. "I know my own, and I am known by my own": John 10:14.
  • "Snatched up ... to meet the Lord in the air ... always be with the Lord": 1 Thess 4:17.
  • "The seal of the Spirit": Eph 1:13; the dividing to right and left: Matt 25:33.

Notes on the original text

  • Digital text corrected (OCR: wrong breathing and accent): ἔχωμεν κὰν τῇ ἀναστάσει ὁ ἀμφιάσει → ἔχωμεν κἀν τῇ ἀναστάσει ὃ ἀμφιάσει.

Topics: Eschatology

Cite (SBL): Ps.-Macarius, Hom. 5.12 (PG 34:516–517; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/macarius-homiliae-spirituales/5-12). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-macarius-homiliae-spirituales-5-12) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 34 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists for this corpus, so each batch was re-read against the Greek.