Letters 5.186–5.216

Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 5

5.186PG 78 78:1437

ΕΛΛΗΝΩΝ ΠΑΙΣΙΝ. Ὦ μειράκια (χρὴ γὰρ ὑμῖν ἀρχομένοις τοῦ βίου μηδὲν παράλογον φράσαι, ἀλλὰ τὴν ἀλήθειαν ἀπαμφιάσαι), πάντων τῶν ὄντων ἢ δοκούντων ἀγαθῶν μέγιστόν τε καὶ κάλλιστόν ἐστιν ἡ ἀρετή· καὶ ταυτὸν εἰσιν οἱ ταύτῃ συμβιοῦντες πρὸς τοὺς ἀμοιροῦντας, ὅπερ ἐκεῖνοι μὲν πρὸς τὰ θηρία· ἄγγελοι δὲ πρὸς τοὺς ἀνθρώπους· βαδίζουσι γοῦν διὰ τῆς ἀγορᾶς ἀγγέλοις ἐοικότες. "Ωσπερ γὰρ λαμπτῆρες ἐν σκότῳ ἐξαίφνης ἀρθέντες ἐπιστρέφουσι πρὸς ἑαυτοὺς τὰς τῶν ἄλλων ὄψεις, οὕτω καὶ οὗτοι τοὺς ἄλλους καὶ ἐκπλήττουσι καὶ φωτίζουσιν. Οἱ δὲ ἀφέντες τὰ οἰκεῖα ἕπονται πρὸς τὴν φωνὴν ἀγαλλόμενοι · καὶ γίγνονται πρὸς ἐκείνους, ὃ δὴ πρὸς τοὺς ποιμένας τὰ πρόβατα, συγχωροῦντες ἄγειν αὐτοὺς ὅπῃ ᾗ βέλτιον · οἱ δὲ παραλαβόντες πειθηνίους, ἐξηγοῦνται καθάπερ προφῆται τὰ μέλλοντα. Ἐπειδὴ γὰρ πολλοὶ τῶν οὐ πολὺν τῆς ἀρετῆς ποιουμένων λόγον, παρ' οἷς ἡ παραυτίκα ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθ᾽ ὕστερον συνοίσοντος. Οἳ διὰ μὲν ἀπληστίαν καὶ ἀδικίαν τὰ παρόντα ἀγαπῶσι, διὰ δὲ σκαιότητα τρόπων τῶν μετὰ ταῦτα οὐδὲν προορῶσι, τῶν ἐν χεροῖν μόνον φροντίδα τιθέμενοι φράζουσι· « Τὸ παρὸν εὖ τίθει· · · ἐκεῖνοι τὰ μέλλοντα σκοποῦντες προμηνύουσι, καὶ τῶν πραγμάτων ἐκβάντων κατὰ τοὺς λόγους στεφανοῦνται καὶ ἀνακηρύττονται. Οὗτοι ζῶντες μὲν τὰς κεκλιμένας μὲν ὀρθοῦσι, τὰς δ᾽ ἑστώσας κοσμοῦσι πόλεις, τελευτήσαντες δὲ ἐγκαταλείπουσι κέντρον τοῦ πόθου· ἐπίσημοι γὰρ οἱ τάφοι, ἐν τιμῇ δὲ τὰ γένη, διηνεκής δὲ ἡ μνήμη δικαίων. ᾿Αρετῆς γὰρ ἐκτήσαντο φύσιν, ἧς οὐ πέφυκεν ἅπτεσθαι τελευτή. Τῶν μὲν γὰρ σωματικῶν πλεονεκτημάτων ῥᾳδίως ἕκαστον ἀποσβέννυται, καὶ πρόσκαιρον ἔχει τὴν χάριν, - οἷον κάλλος, τάχος, ῥώμη. Τοῦ σώματος γὰρ φθειρομένου, ἀναγκαίως κἀκεῖνα φροῦδα οἴχεται· ἀρετῆς δὲ μόνης ἅτε ἐν ἀθανάτῳ ψυχῇ τρεφομένης, οὐ πέφυκεν ἅπτεσθαι μεταβολή. Οὐκοῦν παντὶ σθένει προσήκει τὴν ἀρετὴν ἀσκεῖν, ἀλλ᾽ οὐχ ἡγεῖσθαι δοκεῖν ἀσκεῖν. ᾿Αλλὰ μηδ' εἰς πλοῦτον κεχηνότες καταμελεῖτε ταύτης. Ἔστι γὰρ ἐκεῖνος τῆσδὲ εὐτελέστερος· τὸν μὲν γὰρ ῥᾳδίως ἄν τις ἀφέλοιτο· τοῦτο μὲν λαθών, τοῦτο δὲ μεῖζον ἰσχύων. Τῆς δὲ οὐκ ἂν ἀποστερήσειεν, οὐδὲ εἰ τοῦ σώματος χωρίσειας. ᾿Αρετὴν δὲ φημι (μὴ γὰρ δὴ ἡ ὁμωνυμία ὑμᾶς σφαλλέτω), οὐ τὴν ἐν πολέμοις ἀνδρίαν, ἧς πολλάκις τὸ πλέον τοῖς πονηροῖς, ἢ τοῖς ἀγαθοῖς μέτεστιν· οὐδὲ τὴν Ὀλυμπιάσι νίκην, ἢ καὶ τοῖς ἐπιτυχοῦσιν ἐφίπταται· ἀλλ᾽ οὐδὲ τὴν ἐν τοῖς λόγοις δεινότητα· εὖ γὰρ ἔφησε Θουκυδίδης· « Ὅτι ἀμαθία μετὰ σωφροσύνης ὠφελιμώτερον, ἢ δεξιότης μετὰ ἀκολασίας. » Οὐδ᾽ ἄλλο οὐδὲν τῶν τῷ παρόντι συγκαταλυομένων βίῳ· ἀλλὰ τὴν διὰ σωφροσύνης καὶ φρονήσεως, δικαιοσύνης τε καὶ ἀνδρίας, πραότητός τε καὶ ἐπιεικείας, φιλοσοφίας τε καὶ τῶν ἄλλων τῶν τοιούτων συγκροτουμένην καὶ συμπληρουμένην. ᾿Αλλὰ πολλοὶ, φασὶ, παρὰ τὴν ἀξίαν εὐημεροῦσι, καὶ ἀρετῆς χωρὶς πλουτοῦσιν. Ὁμολογῶ μὲν κἀγώ· τοῦτο δὲ πῶς ἂν εἰκότως ἀποτρέψειε τῆς ἀρετῆς, οὐ συνορώ. Εἱ μὲν γὰρ εἶχε τις σαφῶς ἀποδείξαι, νόμῳ φύσεως κεκωλυμένα ταῦτα ἀμφότερα συνελθεῖν, ἀρετήν τε, φημὶ, καὶ εὐημερίαν, μάλιστα μὲν οὐδ᾽ οὕτως εὔλογον ἦν τὸν πλοῦτον πρὸ τῆς ἀρετῆς ἑλέσθαι, τῇ ῥαθυμίᾳ δ᾽ ἂν ἴσως τοῦτο σκηπτομένῃ παρείχε συγγνώμην. Ἐπειδὴ δὲ τοὺς αὐτοὺς εὕροι τις ἂν καὶ τὴν γνώμην ἀρίστους, καὶ λαμπροὺς καὶ τὸν παρόντα βίον, τί φεύγετε τὴν ἀρετὴν ὡς πάντως τὸν πλοῦτον ἕξοντες, εἰ μὴ ταύτην κτήσησθε; Οὐ γὰρ ἐν τῷ τῆς ἀρετῆς ἐστερῆσθαι τὸ κεκτῆσθαι τὸν πλοῦτόν ἐστιν. ᾿Αλλὰ καὶ ἀρετῇ προσγένοιτ' ἂν πολλάκις, τῆς θείας προνοίας τοῖς μὲν τὸ πρὸς ἀξίαν νεμούσης, τῶν δὲ τὴν ταλαιπωρίαν οἰκτειρούσης. Ἐπειδὴ γὰρ τῶν ὄντως ἀγαθῶν, τῶν οὐρανίων φημὶ, ἑαυτοὺς ἐστέρησαν, τὰ πρόσκαιρα αὐτοῖς χαρίζεται, καὶ ταύτῃ ἐκκόπτων αὐτῶν τὴν ἀπολογίαν. Σκοπήσετε δὴ τοῦτο, ὅτι ἀρετῆς ἀπούσης εὐημεροῦσί τινες, ἀλλά τινες ἄν ποτε ἦσαν ἐν τῷ εὐημερεῖν, τῆς ἀρετῆς προσούσης. Καὶ μὴν εἴ τις ἐθέλοι μετὰ ἀκριβείας ζητεῖν (εἰ γὰρ καὶ παράδοξον δόξει τὸ λεχθησόμενον, ἀλλ᾽ ὅμως λελέξεται), ἐκ τοῦ παντὸς αἰῶνος μετὰ τῶν εὐφρονούντων, ἢ τῶν φαύλων εὕροι τὴν ἀληθῆ εὐημερίαν γεγενημένην · εὐημερίαν ἔγωγε ὁρίζομαι τὴν αὐτάρκειαν· ὀλισθηρὸν γὰρ εἰς ἀκολασίαν ἡ τῆς χορηγίας ἑτοιμότης. Πάντως δὲ ὑμεῖς οὐκ ἀπιστήσετε, ἔναυλον ἔχοντες τὴν Ἰσοκράτους παραίνεσιν, οὐχ ἁπλῶς εἰρημένην, οὐδὲ ῥᾳδίως ἐλεγχομένην, ἀλλὰ τῇ ἀληθείᾳ ὠχυρωμένην. Πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκαγαθίας ὑπηρέτης ἐστίν· ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν· › Εἰ δὲ τοῖς πολλοῖς τούναντίον δοκεῖ, διὰ τὸ τὴν δοκοῦσαν καὶ οὐ τὴν οὖσαν εὐπραγίαν περιεργάζεσθαι, θαυμαστὸν οὐδέν. Οἵ τε γὰρ παρὰ τὴν ἀξίαν πλουτοῦντες, αὐτῷ τούτῳ τῷ παρ᾿ ἀξίαν γνωριμώτεροι καθίστανται · οἱ δὲ εἰκότως εὐημεροῦντες, αὐτῷ τῷ εἰκότως εὐημερεῖν οὐ παρέχουσί τινι θαυμάζειν. Το γὰρ παράδοξον, πλείω ποιεῖ τὸν ὑπὲρ ἑαυτοῦ λόγον. Διὰ τοῦτ᾽ ἴσως ἐλάττους ὄντες οἱ παρὰ τὴν ἀξίαν εὐφερόμενοι, τὴν τοῦ πλείονος εἶναι δόξαν ἀπηνέγκαντο. Θῶμεν τοίνυν (χρὴ γὰρ καὶ ἀπὸ συγκρίσεως τὸ δέον σκοπῆσαι) ἴσους αὐτοὺς εἶναι · καὶ σκεψώμεθα, πότερον ἅμεινον μετ' ἀρετῆς ὁ πλοῦτος, ἢ καθ' ἑαυτόν. Καὶ μὴν ὁ μὲν τῆς εὐημερίας ἐπιλειπούσης, τῷ κτήματι τῆς ἀρετῆς ἔχει θαῤῥεῖν· τὸν δὲ οἰχομένης τῆς εὐπραγίας ἄτιμον ἀνάγκη κεῖσθαι. Ὑποθώμεθα δὲ πᾶσαν ῥαθυμίας ὁδὸν ἐκκόπτοντες, καὶ κεχωρίσθαι ταῦτα τῇ φύσει, καὶ τοῖς μὲν τὴν ἀρετὴν, τοῖς δὲ τὸν πλοῦτον μεμερισμένως περιγίνεσθαι, καὶ μὴ μεταπίπτειν τὴν εὐημερίαν, ὥσπερ τὴν Κροίσου. Τίς οὖν οὐκ ἂν εἴλετο μᾶλλον Σόλων εἶναι ἢ Κροῖσος; Τίς δὲ οὐχὶ Πλάτων, ἢ Διονύσιος; τίς δὲ οὐ Σωκράτης μᾶλλον, ἢ ᾿Αρχέλαος; καὶ τί δεῖ πολλοὺς φιλοσόφους καταλέγειν, καὶ συγκρίνειν τυράννοις, ὧν καὶ ἡ μνήμη ἂν ἐσβέσθη, εἰ μὴ διὰ τὴν ἐκείνων ἀρετήν τε καὶ σοφίαν; διὸ καὶ τούτους παρεὶς, ἐπὶ τὸν συμβουλευτικὸν τρόπον τὸν λόγον τρέψαιμι. Εἰ τοίνυν ἀρετὴ μὲν κρείττων χρημάτων, ἡ δὲ εὐημερία ἡ ἀληθὴς τοῖς σπουδαίοις ἀκολουθεῖ, καὶ ἡ δοκοῦσα δὲ αὐτοῖς ἕπεται· εἰ καὶ διὰ τὸ εἰκότως εὐδοκιμεῖν οὐ παρέχουσι θαυμάζειν, τῶν φαύλων διὰ τὸ παρ' ἀξίαν πλουτεῖν γνωριμωτέρων καθεστώτων, καὶ πλειόνων δοκούντων. Εἰ δὲ καὶ ἴσοι εἶεν τῷ ἀριθμῷ, ἀμείνους οἱ μετ᾿ ἀρετῆς εὐημεροῦντες. Εἰ δὲ καὶ κεχώριστο ταῦτα τῇ φύσει, τὴν ἀρετὴν πρὸ τῆς εὐημερίας αἱρετέον· τί καταῤῥᾳθυμοῦμεν τὸν τῆς ἀρετῆς προδιδόντες στέφανον; Τούτων μὲν οὖν καὶ ἄλλων πολλῶν ἕνεκεν, ὦ παῖδες ἐκ νέας ἡλικίας χρὴ τὴν ἀρετὴν ἀσκεῖν· οὐχ ἥκιστα δὲ, ἀλλὰ καὶ μάλιστα τοῦ ῥηθησομένου· ὁ μὲν γὰρ ἐν γήρᾳ ταύτην ἀσπασάμενος, ὅλον ἀναλίσκει τὸν ἐπίλοιπον χρόνον, ἵνα δυνηθῇ τὰ ἁμαρτηθέντα αὐτῷ κατὰ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην ἡλικίαν ἀποτρίψασθαι, καὶ πᾶσα αὐτῷ ἡ σπουδὴ εἰς τοῦτο δαπανᾶται. Καὶ οὐδ᾽ οὕτω πολλάκις ἀρκεῖ· εἴγε ἀσύγγνωστα εἴη, καὶ μεγάλα τὰ ἐπταισμένα, ἀλλ᾽ ἀπελεύσεται πρὸς τὸν ἀδέκαστον κριτὴν, λείψανα τῶν τραυμάτων ἐπιφερόμενος. Ὁ δὲ ἐκ νέας ἡλικίας τὴν ἀρετὴν περιπτυξάμενος, οὐκ εἰς τοῦτο ἀναλίσκει τὸν χρόνον, οὐδὲ κάθηται ὥσπερέν ἰατρείῳ, δυσίατα ἕλκη θεραπεύων, καὶ παρὰ τῶν παροδευόντων ἄθλιος εἶναι νομιζόμενος· ἀλλ᾽ ἐκ προοιμίων λαμπρὰ δέχεται τὰ βραβεῖα· κἀκεῖνος μὲν στέργει, καὶ ἀγαπητὸν ἡγεῖται, ἣν τὰς ἥττας ἀναμαχέσασθαι πάσας δυνηθῇ. Οὗτος δὲ ἐκ βαλβίδος αὐτῆς τροπαίοις καὶ ἀναῤῥήσεσιν ἀγάλλεται, καὶ νίκας συνάπτει νίκαις · καὶ καθάπερ Ὀλυμπιονίκης ἀπὸ γραμμῆς δι ἀναῤῥήσεων ἐπὶ τὸ γέρας ὁδεύων, οὕτως ἀπελεύσεται πρὸς τὸν ἀγωνοθέτην καὶ κριτὴν τῶν τοιούτων παλαισμάτων, πολλοῖς καὶ λαμπροῖς τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Ὅτι γὰρ ἔστιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν θεῖον δικαστήριον, οὐ μόνον πραγμάτων, οὐδὲ ῥημάτων, ἀλλὰ καὶ ἐννοιῶν ἐξεταστικὸν, καὶ φιλόσοφοι, καὶ λογοποιοὶ, καὶ ῥήτορες, καὶ ποιηταὶ, καὶ συγγραφεῖς ἐγγυῶνται. Ὧν καὶ τὰς ῥήσεις παρεθέμην ἂν τῇδε τῇ παραινέσει, εἰ μὴ λεληθὸς ὄνειδος ᾤμην ὑμῖν προστρίβεσθαι, ἔναυλα ἔχουσι τὰ μαθήματα. Εἰ δὲ κρίσις ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, τὴν ἀρετὴν ἀσκητέον· εἰ δὲ καί τισιν εἶναι δυσχερής δοκεῖ, ῥᾳδία ὑμῖν ἔσται, εἰ φύγοιτε τὰ θέατρα καὶ τοὺς ἱπποδρόμους, τὴν κοινὴν τῆς οἰκουμένης λύμην· μᾶλλον δὲ οὐ τῆς οἰκουμένης, ἀλλὰ τῶν πόλεων τῶν ἐχουσῶν τὰ τοιαῦτα θεάματα · μᾶλλον δὲ οὐδὲ τῶν πόλεων, ἀλλὰ τῶν βουλομένων, καὶ ὑποκατακλινομένων τοῖς τοιούτοις κακοῖς. Παντὶ τοίνυν θυμῷ πρὸς τοὺς τῆς ἀρετῆς ἄθλους ἁποδυτέον· οἱ μὲν ἐκ λαμπρῶν γονέων τεχθέντες, μὴ καταισχύνοντες τὸ γένος · οἱ δὲ ἐκ ταπεινῶν φύντες, λαμπρύνοντες τοὺς τεκόντας · οἱ μὲν πλούσιοι κόσμον, οἱ δὲ πένητες ὅρμον κατασκευάζοντες ἑαυτοῖς· οἱ μὲν ὑμέτεροι πατέρες ὑμᾶς αἰδείσθωσαν· οἱ δὲ ἑτέρωθεν ἥκοντες παῖδες, πατέρας ὑμᾶς ἡγείσθωσαν. Οὕτω γὰρ ὑμῖν πολιτευομένοις, καὶ λαμπρὰν ἀνάπτουσι τῆς ἀρετῆς τὴν λαμπάδα, καὶ τὸ θεῖον ὑμῖν οὐρανόθεν τοῦ Χριστοῦ ἐπιφανεῖται καὶ ἐπισπάσεται πρὸς ἑαυτὸ σέλας, ἀποκαλύπτον ὑμῖν καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὴν ἐν αὐτῇ τῶν ἁγίων ὑπέρλαμπρον ἀξίαν.

ELLĒNŌN PAISIN. Ō meirakia (chrē gar hymin archomenois tou biou mēden paralogon phrasai, alla tēn alētheian apamphiasai), pantōn tōn ontōn ē dokountōn agathōn megiston te kai kalliston estin hē aretē; kai tauton eisin hoi tautę̄ symbiountes pros tous amoirountas, hoper ekeinoi men pros ta thēria; angeloi de pros tous anthrōpous; badizousi goun dia tēs agoras angelois eoikotes. "Ōsper gar lamptēres en skotǭ exaiphnēs arthentes epistrephousi pros heautous tas tōn allōn opseis, houtō kai houtoi tous allous kai ekplēttousi kai phōtizousin. Hoi de aphentes ta oikeia hepontai pros tēn phōnēn agallomenoi ; kai gignontai pros ekeinous, ho dē pros tous poimenas ta probata, synchōrountes agein autous hopę̄ hę̄ beltion ; hoi de paralabontes peithēnious, exēgountai kathaper prophētai ta mellonta. Epeidē gar polloi tōn ou polyn tēs aretēs poioumenōn logon, par' hois hē parautika hēdonē kai rhąstōnē meizon ischyei tou poth᾽ hysteron synoisontos. Hoi dia men aplēstian kai adikian ta paronta agapōsi, dia de skaiotēta tropōn tōn meta tauta ouden proorōsi, tōn en cheroin monon phrontida tithemenoi phrazousi; « To paron eu tithei; ; ; ekeinoi ta mellonta skopountes promēnyousi, kai tōn pragmatōn ekbantōn kata tous logous stephanountai kai anakēryttontai. Houtoi zōntes men tas keklimenas men orthousi, tas d᾽ hestōsas kosmousi poleis, teleutēsantes de enkataleipousi kentron tou pothou; episēmoi gar hoi taphoi, en timę̄ de ta genē, diēnekēs de hē mnēmē dikaiōn. ᾿Aretēs gar ektēsanto physin, hēs ou pephyken haptesthai teleutē. Tōn men gar sōmatikōn pleonektēmatōn rhądiōs hekaston aposbennytai, kai proskairon echei tēn charin, - hoion kallos, tachos, rhōmē. Tou sōmatos gar phtheiromenou, anankaiōs kakeina phrouda oichetai; aretēs de monēs hate en athanatǭ psychę̄ trephomenēs, ou pephyken haptesthai metabolē. Oukoun panti sthenei prosēkei tēn aretēn askein, all᾽ ouch hēgeisthai dokein askein. ᾿Alla mēd' eis plouton kechēnotes katameleite tautēs. Esti gar ekeinos tēsde eutelesteros; ton men gar rhądiōs an tis apheloito; touto men lathōn, touto de meizon ischyōn. Tēs de ouk an aposterēseien, oude ei tou sōmatos chōriseias. ᾿Aretēn de phēmi (mē gar dē hē homōnymia hymas sphalletō), ou tēn en polemois andrian, hēs pollakis to pleon tois ponērois, ē tois agathois metestin; oude tēn Olympiasi nikēn, ē kai tois epitychousin ephiptatai; all᾽ oude tēn en tois logois deinotēta; eu gar ephēse Thoukydidēs; « Hoti amathia meta sōphrosynēs ōphelimōteron, ē dexiotēs meta akolasias. » Oud᾽ allo ouden tōn tǭ paronti synkatalyomenōn biǭ; alla tēn dia sōphrosynēs kai phronēseōs, dikaiosynēs te kai andrias, praotētos te kai epieikeias, philosophias te kai tōn allōn tōn toioutōn synkrotoumenēn kai symplēroumenēn. ᾿Alla polloi, phasi, para tēn axian euēmerousi, kai aretēs chōris ploutousin. Homologō men kagō; touto de pōs an eikotōs apotrepseie tēs aretēs, ou synorō. Hei men gar eiche tis saphōs apodeixai, nomǭ physeōs kekōlymena tauta amphotera synelthein, aretēn te, phēmi, kai euēmerian, malista men oud᾽ houtōs eulogon ēn ton plouton pro tēs aretēs helesthai, tę̄ rhathymią d᾽ an isōs touto skēptomenę̄ pareiche syngnōmēn. Epeidē de tous autous heuroi tis an kai tēn gnōmēn aristous, kai lamprous kai ton paronta bion, ti pheugete tēn aretēn hōs pantōs ton plouton hexontes, ei mē tautēn ktēsēsthe? Ou gar en tǭ tēs aretēs esterēsthai to kektēsthai ton plouton estin. ᾿Alla kai aretę̄ prosgenoit' an pollakis, tēs theias pronoias tois men to pros axian nemousēs, tōn de tēn talaipōrian oikteirousēs. Epeidē gar tōn ontōs agathōn, tōn ouraniōn phēmi, heautous esterēsan, ta proskaira autois charizetai, kai tautę̄ ekkoptōn autōn tēn apologian. Skopēsete dē touto, hoti aretēs apousēs euēmerousi tines, alla tines an pote ēsan en tǭ euēmerein, tēs aretēs prosousēs. Kai mēn ei tis etheloi meta akribeias zētein (ei gar kai paradoxon doxei to lechthēsomenon, all᾽ homōs lelexetai), ek tou pantos aiōnos meta tōn euphronountōn, ē tōn phaulōn heuroi tēn alēthē euēmerian gegenēmenēn ; euēmerian egōge horizomai tēn autarkeian; olisthēron gar eis akolasian hē tēs chorēgias hetoimotēs. Pantōs de hymeis ouk apistēsete, enaulon echontes tēn Isokratous parainesin, ouch haplōs eirēmenēn, oude rhądiōs elenchomenēn, alla tę̄ alētheią ōchyrōmenēn. Ploutos de kakias mallon ē kalokagathias hypēretēs estin; exousian men tę̄ rhathymią paraskeuazōn, epi de tas hēdonas tous neous parakalōn; › Ei de tois pollois tounantion dokei, dia to tēn dokousan kai ou tēn ousan eupragian periergazesthai, thaumaston ouden. Hoi te gar para tēn axian ploutountes, autǭ toutǭ tǭ par᾿ axian gnōrimōteroi kathistantai ; hoi de eikotōs euēmerountes, autǭ tǭ eikotōs euēmerein ou parechousi tini thaumazein. To gar paradoxon, pleiō poiei ton hyper heautou logon. Dia tout᾽ isōs elattous ontes hoi para tēn axian eupheromenoi, tēn tou pleionos einai doxan apēnenkanto. Thōmen toinyn (chrē gar kai apo synkriseōs to deon skopēsai) isous autous einai ; kai skepsōmetha, poteron hameinon met' aretēs ho ploutos, ē kath' heauton. Kai mēn ho men tēs euēmerias epileipousēs, tǭ ktēmati tēs aretēs echei tharrhein; ton de oichomenēs tēs eupragias atimon anankē keisthai. Hypothōmetha de pasan rhathymias hodon ekkoptontes, kai kechōristhai tauta tę̄ physei, kai tois men tēn aretēn, tois de ton plouton memerismenōs periginesthai, kai mē metapiptein tēn euēmerian, hōsper tēn Kroisou. Tis oun ouk an eileto mallon Solōn einai ē Kroisos? Tis de ouchi Platōn, ē Dionysios? tis de ou Sōkratēs mallon, ē ᾿Archelaos? kai ti dei pollous philosophous katalegein, kai synkrinein tyrannois, hōn kai hē mnēmē an esbesthē, ei mē dia tēn ekeinōn aretēn te kai sophian? dio kai toutous pareis, epi ton symbouleutikon tropon ton logon trepsaimi. Ei toinyn aretē men kreittōn chrēmatōn, hē de euēmeria hē alēthēs tois spoudaiois akolouthei, kai hē dokousa de autois hepetai; ei kai dia to eikotōs eudokimein ou parechousi thaumazein, tōn phaulōn dia to par' axian ploutein gnōrimōterōn kathestōtōn, kai pleionōn dokountōn. Ei de kai isoi eien tǭ arithmǭ, ameinous hoi met᾿ aretēs euēmerountes. Ei de kai kechōristo tauta tę̄ physei, tēn aretēn pro tēs euēmerias haireteon; ti katarrhąthymoumen ton tēs aretēs prodidontes stephanon? Toutōn men oun kai allōn pollōn heneken, ō paides ek neas hēlikias chrē tēn aretēn askein; ouch hēkista de, alla kai malista tou rhēthēsomenou; ho men gar en gērą tautēn aspasamenos, holon analiskei ton epiloipon chronon, hina dynēthę̄ ta hamartēthenta autǭ kata tēn prōtēn kai deuteran kai tritēn hēlikian apotripsasthai, kai pasa autǭ hē spoudē eis touto dapanatai. Kai oud᾽ houtō pollakis arkei; eige asyngnōsta eiē, kai megala ta eptaismena, all᾽ apeleusetai pros ton adekaston kritēn, leipsana tōn traumatōn epipheromenos. Ho de ek neas hēlikias tēn aretēn periptyxamenos, ouk eis touto analiskei ton chronon, oude kathētai hōsperen iatreiǭ, dysiata helkē therapeuōn, kai para tōn parodeuontōn athlios einai nomizomenos; all᾽ ek prooimiōn lampra dechetai ta brabeia; kakeinos men stergei, kai agapēton hēgeitai, hēn tas hēttas anamachesasthai pasas dynēthę̄. Houtos de ek balbidos autēs tropaiois kai anarrhēsesin agalletai, kai nikas synaptei nikais ; kai kathaper Olympionikēs apo grammēs di anarrhēseōn epi to geras hodeuōn, houtōs apeleusetai pros ton agōnothetēn kai kritēn tōn toioutōn palaismatōn, pollois kai lamprois tēn kephalēn anadēsamenos stephanois. Hoti gar estin meta tēn enteuthen apodēmian theion dikastērion, ou monon pragmatōn, oude rhēmatōn, alla kai ennoiōn exetastikon, kai philosophoi, kai logopoioi, kai rhētores, kai poiētai, kai syngrapheis engyōntai. Hōn kai tas rhēseis parethemēn an tę̄de tę̄ parainesei, ei mē lelēthos oneidos ǭmēn hymin prostribesthai, enaula echousi ta mathēmata. Ei de krisis estin, hōsper oun kai esti, tēn aretēn askēteon; ei de kai tisin einai dyscherēs dokei, rhądia hymin estai, ei phygoite ta theatra kai tous hippodromous, tēn koinēn tēs oikoumenēs lymēn; mallon de ou tēs oikoumenēs, alla tōn poleōn tōn echousōn ta toiauta theamata ; mallon de oude tōn poleōn, alla tōn boulomenōn, kai hypokataklinomenōn tois toioutois kakois. Panti toinyn thymǭ pros tous tēs aretēs athlous hapodyteon; hoi men ek lamprōn goneōn techthentes, mē kataischynontes to genos ; hoi de ek tapeinōn phyntes, lamprynontes tous tekontas ; hoi men plousioi kosmon, hoi de penētes hormon kataskeuazontes heautois; hoi men hymeteroi pateres hymas aideisthōsan; hoi de heterōthen hēkontes paides, pateras hymas hēgeisthōsan. Houtō gar hymin politeuomenois, kai lampran anaptousi tēs aretēs tēn lampada, kai to theion hymin ouranothen tou Christou epiphaneitai kai epispasetai pros heauto selas, apokalypton hymin kai tēn tōn ouranōn basileian, kai tēn en autę̄ tōn hagiōn hyperlampron axian.

To the children of the Greeks. Young men (for to you who are beginning life one must say nothing unreasonable, but must lay the truth bare), of all things that are or seem good, the greatest and most beautiful is virtue. Those who live with it are to those who have no share in it what those are to the beasts, and what angels are to human beings; they walk through the market-place like angels. For just as lamps suddenly raised in the dark turn everyone's eyes toward themselves, so these men both astonish and enlighten others. And others leave their own affairs and follow their voice rejoicing, and become to them what sheep are to shepherds, allowing them to lead wherever is best; and they, receiving them obedient, expound the future like prophets. For many who take little account of virtue, with whom immediate pleasure and ease count for more than what will profit later, who love the present through greed and injustice and through perversity of character foresee nothing of what comes after, caring only for what is in their hands, say: "Make the present good." But these men, looking to the future, warn beforehand, and when events turn out according to their words they are crowned and proclaimed. While living, they set upright cities that have fallen and adorn those that stand; and when dead they leave behind a goad of longing; for their tombs are famous, their families in honour, and the memory of the righteous everlasting. For they have acquired the nature of virtue, which death cannot touch. Each of the bodily advantages is easily extinguished and has a temporary charm, such as beauty, speed, strength; for when the body perishes, these too necessarily vanish. But virtue alone, since it is nourished in an immortal soul, change cannot touch. So it is fitting to practise virtue with all one's strength, and not to think it enough to seem to practise it. And do not neglect it, gaping after wealth. For wealth is cheaper than virtue; one could easily take it away, either by stealth or by greater strength; but no one could deprive you of virtue, not even if you separated it from the body. By virtue I mean (do not let the sameness of the name mislead you) not courage in war, in which the wicked often have a greater share than the good; nor victory at Olympia, which flies even to chance comers; nor yet cleverness in speech (for Thucydides said well: "Ignorance with self-control is more useful than cleverness with licentiousness"); nor anything else that is dissolved together with the present life; but the virtue that is welded together and completed by self-control and prudence, justice and courage, gentleness and fairness, philosophy and other such things. "But many," they say, "prosper beyond their deserts and are rich without virtue." I agree too; but how this could reasonably turn anyone from virtue I do not see. If someone could clearly show that the two, virtue and prosperity, are prevented by a law of nature from coming together, even so it would not be reasonable to choose wealth before virtue, though perhaps it would grant pardon to indolence that made this its excuse. But since one could find the same people both excellent in mind and illustrious in the present life, why do you flee virtue as if you would certainly have wealth if you do not acquire it? For possessing wealth does not consist in being deprived of virtue. It may often come to virtue as well, divine providence distributing to some according to their worth, and pitying the wretchedness of others. For since they have deprived themselves of the truly good things, the heavenly, I mean, he grants them the temporary ones, and so cuts off their excuse. Consider this: if some prosper when virtue is absent, others may sometimes prosper when virtue is present. Indeed, if one wished to inquire exactly (for even if what is about to be said seems paradoxical, it will nevertheless be said), one would find that throughout all ages true prosperity has been with the sensible rather than with the worthless. By prosperity I mean sufficiency; for ready supply is a slippery slope to licentiousness. You will surely not disbelieve it, since you have ringing in your ears the exhortation of Isocrates, not said idly nor easily refuted, but fortified by truth: "Wealth is the servant of vice rather than of nobility, providing licence for indolence and inviting the young to pleasures." If the many think the opposite, because they busy themselves with apparent rather than real good fortune, it is no wonder. For those who are rich beyond their deserts become better known by that very fact, while those who prosper deservedly give no one cause to wonder, precisely because they prosper deservedly. For the paradoxical produces more talk about itself. That is perhaps why those who prosper undeservedly, though fewer, have won the reputation of being more. Let us suppose, then (for one must also consider what is needful by comparison), that they are equal, and let us consider whether wealth is better with virtue or by itself. Surely the one, when prosperity fails, can take courage in the possession of virtue; but the other, when good fortune is gone, must lie without honour. And let us suppose, cutting off every road of indolence, that these things are separated by nature, that virtue falls to some and wealth to others in separate portions, and that prosperity does not change, as Croesus's did. Who, then, would not choose to be Solon rather than Croesus? Who would not choose to be Plato rather than Dionysius, Socrates rather than Archelaus? And why list many philosophers and compare them with tyrants, whose very memory would have been extinguished were it not for the virtue and wisdom of those men? So, passing over these, let me turn my words to the advisory mode. If, then, virtue is better than money, and true prosperity follows the earnest, and the apparent kind also attends them (even if, because they are deservedly esteemed, they give no cause for wonder, while the worthless, because they are rich undeservedly, are better known and seem more numerous); and if, even were they equal in number, those who prosper with virtue are better; and if, even were these things separated by nature, virtue must be chosen before prosperity: why are we indolent, betraying the crown of virtue? For these and many other reasons, children, one must practise virtue from an early age, and not least, but most of all, for the reason I am about to give. The one who embraces virtue in old age spends all his remaining time trying to rub off the sins of his first, second and third ages of life, and all his effort is spent on this. And often even so it is not enough, if the failings were unpardonable and great; he will depart to the incorruptible Judge bearing the scars of his wounds. But the one who has embraced virtue from an early age does not spend his time on this, nor does he sit as in a surgery treating hard-to-heal sores and thought wretched by passers-by; but from the outset he receives brilliant prizes. The one is content and thinks it enough if he can fight back from all his defeats; the other, from the very starting line, rejoices in trophies and proclamations and joins victories to victories; and like an Olympic victor going from the line through proclamations to the prize, so he will depart to the president and judge of such contests, his head bound with many brilliant crowns. For that after our departure from here there is a divine tribunal which examines not only deeds, nor words, but even thoughts, philosophers, prose writers, orators, poets and historians guarantee. I would have set their sayings in this exhortation, had I not thought it would cast a hidden reproach on you, who have these lessons ringing in your ears. If there is a judgment, as indeed there is, virtue must be practised. And if it seems difficult to some, it will be easy for you if you flee the theatres and the hippodromes, the common bane of the world; or rather not of the world, but of the cities that have such spectacles; or rather not even of the cities, but of those who are willing and surrender themselves to such evils. With all your spirit, then, you must strip for the contests of virtue: those born of illustrious parents, by not disgracing their family; those sprung from humble parents, by making their parents illustrious; the rich, by making virtue their adornment; the poor, their harbour. Let your own fathers respect you; and let the children who come from elsewhere think of you as fathers. For if you live so and kindle the bright torch of virtue, the divine light of Christ will shine on you from heaven and draw you to itself, revealing to you both the kingdom of heaven and the surpassingly brilliant dignity of the saints in it.

Prov 10:7 (echo, medium confidence)

Notes and citation

Summary: In a long exhortation to pagan youths, Isidore argues that virtue is the only lasting good, better than wealth, which is often a servant of vice; true prosperity is sufficiency; virtue should be begun in youth and the shows avoided, since a judgment awaits all and Christ's light will lead the virtuous to the kingdom.

  • "Make the present good" is a proverb. "The memory of the righteous": cf. Prov 10:7. Thucydides 3.37.3; Isocrates, To Demonicus 6. Solon and Croesus, Plato and Dionysius, Socrates and Archelaus, as in Letter 5.164.

Notes on the original text

  • Digital text corrected (OCR slip; OCR slip and word split; end-of-line hyphen left in the OCR; stray bracket splitting a word in the OCR; stray mark from the OCR; stray period from the OCR; word split by OCR): ἀφέντες· τὰ → ἀφέντες τὰ; χει ροῖν → χεροῖν; ἐγκα - ταλείπουσι → ἐγκαταλείπουσι; ἐν. ἀθανάτῳ → ἐν ἀθανάτῳ; Σκοπή) σετε → Σκοπήσετε; ἴσους. αὐτοὺς → ἴσους αὐτοὺς; και ταῤῥαθυμοῦμεν → καταῤῥᾳθυμοῦμεν; & παῖδες → ὦ παῖδες; ἀπελεύσε ται → ἀπελεύσεται; ὁμέτεροι → ὑμέτεροι; οὐρα νόθεν → οὐρανόθεν.

Extrabiblical texts: Thucydides, 3.37.3 (Thucydides, History; quotation); Isocrates, Demon. 6 (Isocrates (orations); quotation)

Topics: Paganism, Classical learning and education, Wealth and poverty, The last judgment, Games, shows, and the theatre, Mission and the spread of the gospel, The Christian life

Cite (SBL): Isidore of Pelusium, Ep. 5.186 (PG 78 78:1437; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-186). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-186) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.187PG 78 78:1443

ΑΙΓΥΠΤΩ ΠΡΕΣΒΥΤΕΡΩ. Θείαν μὲν ἡγούμεθα εἶναι τὴν ψυχὴν, οὐ μὴν τῆς θειοτάτης καὶ βασιλικωτάτης φύσεως μοῖραν· καὶ ἀθάνατον, ἀλλ᾽ οὐ τῆς ἀνάρχου καὶ ποιητικῆς φύσεως ὁμοούσιον. Εἰ γὰρ ἐκείνης τῆς ἀῤῥήτου ἦν μέρος, οὐκ ἂν ἥμαρτεν, οὐδὲ ἐκρίθη· εἰ δὲ ταῦτα πάσχει, τῆς ἀνωτάτω οὐσίας ποίημα δικαίως ἂν πιστευθείη, Ɖ οὐ μέρος· ἵνα μὴ ἑαυτὴν ἡ θεία φύσις κρίνουσα, μᾶλλον δὲ κατακρίνουσα φωραθείη.

AIGYPTŌ PRESBYTERŌ. Theian men hēgoumetha einai tēn psychēn, ou mēn tēs theiotatēs kai basilikōtatēs physeōs moiran; kai athanaton, all᾽ ou tēs anarchou kai poiētikēs physeōs homoousion. Ei gar ekeinēs tēs arrhētou ēn meros, ouk an hēmarten, oude ekrithē; ei de tauta paschei, tēs anōtatō ousias poiēma dikaiōs an pisteutheiē, Ɖ ou meros; hina mē heautēn hē theia physis krinousa, mallon de katakrinousa phōratheiē.

To Aegyptus the presbyter. We consider the soul divine, but not a portion of the most divine and royal nature; and immortal, but not of one essence with the nature that is without beginning and is the Creator. For if it were a part of that ineffable nature, it would not have sinned or been judged. But since it undergoes these things, it would rightly be believed to be a work of the highest essence, and not a part; so that the divine nature may not be caught judging, or rather condemning, itself.

Notes and citation

Summary: The soul is divine and immortal but created, not a part of God's essence, since it sins and is judged.

  • A stray symbol before "not a part" in the scan is read as "and".

Topics: The soul, God, Creation

Cite (SBL): Isidore of Pelusium, Ep. 5.187 (PG 78 78:1443; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-187). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-187) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.188PG 78 78:1443

ΕΥΑΓΓΕΛΙΩ ΔΙΑΚΟΝΩ. Ὥσπερ οἱ ἄριστοι τῶν ἀγαλματοποιῶν σταθμῶνται τὴν συμμετρίαν, ἐφ᾿ ἧς ἡ δημιουργία τὴν συμμετρίαν διαβαίνει· οὕτω καὶ οἱ τῆς ἀρετῆς δημιουργοὶ τὴν συμμετρίαν ἐκβαίνειν οὐκ ἂν εἶεν δίκαιοι· παρυφεστήκασι γὰρ ἑκατέρωθεν κακίαι ταῖς ἀρεταῖς, ἀπατῆσαι τὸν φιλάρετον μηχανώμεναι. Οἷον, ἡ εὐσέβειά ἐστιν ἡ κεφαλή, καὶ ὁ θεμέλιος, καὶ ἡ κρηπὶς τῶν καλῶν· ἀλλὰ ταύτῃ ἑκατέρωθεν ἐφεδρεύει ἀσέβειά τε καὶ δεισιδαιμονία· ἡ μὲν κατ᾿ ἔλλειψιν, ἡ δὲ καθ᾽ ὑπερβολὴν τὸ δὲ ἀφαιρουμένη· καὶ τῇ ἀνδρείᾳ θρασύτης καὶ δειλία παρυφεστήκασι, τὸ αὐτὸ δρᾶσαι βουλόμεναι · διὸ χρὴ τὸν εὐδόκιμον τὰς κακίας ἀτιμάσαντα, τὰς ἀρετὰς αἱρεῖσθαι, καὶ μὴ τῇ φαντασίᾳ τῶν ἀρετῶν εἰς τὰς ἐφεδρευούσας κακίας ἐκπίπτειν.

EUANGELIŌ DIAKONŌ. Hōsper hoi aristoi tōn agalmatopoiōn stathmōntai tēn symmetrian, eph᾿ hēs hē dēmiourgia tēn symmetrian diabainei; houtō kai hoi tēs aretēs dēmiourgoi tēn symmetrian ekbainein ouk an eien dikaioi; paryphestēkasi gar hekaterōthen kakiai tais aretais, apatēsai ton philareton mēchanōmenai. Hoion, hē eusebeia estin hē kephalē, kai ho themelios, kai hē krēpis tōn kalōn; alla tautę̄ hekaterōthen ephedreuei asebeia te kai deisidaimonia; hē men kat᾿ elleipsin, hē de kath᾽ hyperbolēn to de aphairoumenē; kai tę̄ andreią thrasytēs kai deilia paryphestēkasi, to auto drasai boulomenai ; dio chrē ton eudokimon tas kakias atimasanta, tas aretas haireisthai, kai mē tę̄ phantasią tōn aretōn eis tas ephedreuousas kakias ekpiptein.

To Evangelius the deacon. Just as the best sculptors measure out the proportion beyond which the work oversteps proportion, so too the craftsmen of virtue ought not to overstep proportion. For vices stand beside the virtues on either side, contriving to deceive the lover of virtue. For example, piety is the head, foundation and base of good things; but impiety and superstition lie in wait for it on either side, the one by deficiency, the other by excess. And beside courage stand rashness and cowardice, wishing to do the same. So the man of good repute must dishonour the vices and choose the virtues, and not, deceived by the appearance of the virtues, fall into the vices lying in wait.

Notes and citation

Summary: Each virtue is a mean flanked by two vices, as piety lies between impiety and superstition and courage between rashness and cowardice.

  • The sentence on the sculptors and a phrase after "by excess" are garbled in the scan and are translated by sense.

Notes on the original text

  • Digital text corrected (OCR slip): ῞Οσπερ → Ὥσπερ.

Topics: Ethics, Philosophy

Cite (SBL): Isidore of Pelusium, Ep. 5.188 (PG 78 78:1443; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-188). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-188) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.189PG 78 78:1445

ΗΣΑΙΑ. Καὶ θυμοῦ καὶ φρονήματος μεστὸν εἶναί σε φασιν οἱ συνδιατρίβοντες. Εἰ τοίνυν ταῦθ᾽ οὕτως ἔχει, ἔμβαλε ἡνίαν τῷ θυμῷ, ἵνα μὴ προπηδῶν τοῦ λογισμοῦ σβέσῃ καὶ τὸ φρόνημα· διὸ καὶ τὴν ὀφρὺν, ὡς φασι, γείτονα κροτάφων ἐπαίρεις.

ĒSAIA. Kai thymou kai phronēmatos meston einai se phasin hoi syndiatribontes. Ei toinyn tauth᾽ houtōs echei, embale hēnian tǭ thymǭ, hina mē propēdōn tou logismou sbesę̄ kai to phronēma; dio kai tēn ophryn, hōs phasi, geitona krotaphōn epaireis.

To Isaiah. Those who spend time with you say that you are full of both anger and pride. If that is so, put a rein on your anger, so that it does not leap ahead of reason and quench even your spirit. That is why, as they say, you raise your brows up to your temples.

Notes and citation

Summary: Isidore tells a man known for anger and pride to rein in his temper.

Topics: Anger and envy, Humility and pride

Cite (SBL): Isidore of Pelusium, Ep. 5.189 (PG 78 78:1445; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-189). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-189) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.190PG 78 78:1445

ΤΩ ΑΥΤΩ. Ἐπειδὴ νενικημένος ὁ πρώην σου διάδικος, ὑφ᾽ ὧν πέπονθεν, οὔπω νενίκηκεν ἑαυτὸν εἰς τὸ χρῆναι θεραπευθῆναι, μὴ παύσαιο διὰ γραμμάτων ἀπολογούμενος · εὖ γὰρ ποιεῖς, τὰ κακῶς γινόμενα καλῶς ἰώμενος. Καὶ ἡμεῖς γὰρ καταντλοῦντες, ἡπίοις λόγοις τὸ πάθος πειρώμεθα αὐτοῦ ἰάσασθαι.

TŌ AUTŌ. Epeidē nenikēmenos ho prōēn sou diadikos, hyph᾽ hōn peponthen, oupō nenikēken heauton eis to chrēnai therapeuthēnai, mē pausaio dia grammatōn apologoumenos ; eu gar poieis, ta kakōs ginomena kalōs iōmenos. Kai hēmeis gar katantlountes, hēpiois logois to pathos peirōmetha autou iasasthai.

To the same. Since your former opponent at law, defeated by what he has suffered, has not yet overcome himself so as to consent to be healed, do not stop making your defence by letters; for you do well to heal well what was done badly. We too, pouring gentle words over him, are trying to heal his passion.

Notes and citation

Summary: Isidore encourages a man to keep writing conciliatory letters to a defeated opponent who is still unreconciled.

Topics: Love of enemies and forgiveness of wrongs

Cite (SBL): Isidore of Pelusium, Ep. 5.190 (PG 78 78:1445; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-190). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-190) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.191PG 78 78:1445

ΔΩΡΟΘΕΩ ΔΙΑΚΟΝΩ ΙΑΤΡΟ. Ἐπειδὴ χρῆμα σαφὲς καὶ ὁμολογούμενον καὶ ταῖς ἱεραῖς Γραφαῖς, καὶ τοῖς σοφωτέροις τῶν ἔξωθεν, διὰ παραδειγμάτων ἠθέλησας μαθεῖν, ὡς ἂν οἷός τε ὦ, πολλὰ δι᾽ ὀλίγων φράσαι πειράσομαι. Ἐπεὶ τοίνυν ἔφης · Πόθεν δῆλον, ὅτι τὰ ἀσώματα τῶν σωμάτων ἐστὶν ἀπαθέστερα καὶ ἰσχυρότερα; φημὶ, ὅσῳ τὰ ἐγγὺς τῆς ἀσωματότητος σώματα ἰσχυρότερα καὶ ἀπαθέστερά ἐστι, τῶν παχυτέρων σωμάτων, τοσούτῳ καὶ τὰ ἀσώματα οὐ μόνον τῶν παχυτάτων, ἀλλὰ καὶ τῶν λεπτοτάτων ἐστὶν ἀπαθέστερα. Οἷον ἡ πέτρα τοῦ ὕδατός ἐστι παχυτέρα, διὸ ῥηγνυμένη οὐκέτι συνάπτεται, τὸ δὲ ὕδωρ διαιρεθὲν, πάλιν συναφθέν ἑνοῦται. Ὅσῳ γὰρ λεπτότερον, τοσούτῳ ἀπαθέστερον. Ὁ δὲ ἀὴρ (χρὴ γὰρ ἐπὶ λεπτότερον βαδίσαι παράδειγμα) οὐδὲ διαστῆναι δύναται· ἐὰν γοῦν ἢ εἰς κέραμον, ἢ εἰς ἀσκὸν ἀποκλεισθείη, καὶ εἰς βυθὸν ῥιφείη, οὐκ ἀνέχεται, ἀλλ' ἐπιπολάζει καὶ ἐπινήχεται, καὶ τὴν ἐπιφάνειαν ζητεῖ, καὶ τὸ συγγενὲς θηρᾶται. Εἰ τοίνυν ὁ μὲν ἀὴρ τοῦ ὕδατος, τὸ δὲ ὕδωρ τῆς πέτρας ἐστὶ λεπτότερον, διὸ καὶ ἀπαθέστερον· τί θαυμάζεις, εἰ καὶ τὰ ἀσώματα ἰσχυρότερά ἐστιν ; Ἴδε οὖν καὶ τὴν ψυχὴν μὴ φαινομένην μὲν (ἀόρατος γάρ ἐστιν), ἰσχὺν δὲ τῷ σώματι καὶ ῥώμην παρέχουσαν · ἧς ἀποφοιτησάσης, οὐ μόνον νεκρὸν μένει τὸ σῶμα, ἀλλὰ καὶ διαλύεται. Καὶ ἐν τοῖς βοηθήμασι δὲ τοῖς ἰατρικοῖς ( χρὴ γὰρ καὶ ἀπὸ τῆς σῆς τέχνης τὸν ἔλεγχον ποιήσασθαι) ἡ δύναμις ἀσώματος οὖσα, ἰσχυροτέρα ἐστὶ τοῦ σώματος. Ὅταν οὖν τὸ ἑαυτῆς ποιήσῃ καὶ ἀποφοιτήσῃ, τότε ἡ ἔμπλαστρος κεῖται ἀχρηστοτάτη. Εἰ γὰρ μὴ ἡ ἐγκειμένη δύναμις ἀσώματος οὖσα, καὶ πράττουσα τὸ ἑαυτῆς, ἀφίπτατο, δι᾽ ἣν αἰτίαν ἀμείβεις τὰ βοηθήματα τῶν ὑλῶν σωζομένων; ᾿Αλλὰ δῆλόν ἐστιν, ὡς ζῇ μὲν τὸ βοήθημα τῆς δυνάμεως ἐνούσης, ἀποθνήσκει δὲ ἐκείνης ἀποφοιτησάσης.

DŌROThEŌ DIAKONŌ IATRO. Epeidē chrēma saphes kai homologoumenon kai tais hierais Graphais, kai tois sophōterois tōn exōthen, dia paradeigmatōn ēthelēsas mathein, hōs an hoios te ō, polla di᾽ oligōn phrasai peirasomai. Epei toinyn ephēs ; Pothen dēlon, hoti ta asōmata tōn sōmatōn estin apathestera kai ischyrotera? phēmi, hosǭ ta engys tēs asōmatotētos sōmata ischyrotera kai apathestera esti, tōn pachyterōn sōmatōn, tosoutǭ kai ta asōmata ou monon tōn pachytatōn, alla kai tōn leptotatōn estin apathestera. Hoion hē petra tou hydatos esti pachytera, dio rhēgnymenē ouketi synaptetai, to de hydōr diairethen, palin synaphthen henoutai. Hosǭ gar leptoteron, tosoutǭ apathesteron. Ho de aēr (chrē gar epi leptoteron badisai paradeigma) oude diastēnai dynatai; ean goun ē eis keramon, ē eis askon apokleistheiē, kai eis bython rhipheiē, ouk anechetai, all' epipolazei kai epinēchetai, kai tēn epiphaneian zētei, kai to syngenes thēratai. Ei toinyn ho men aēr tou hydatos, to de hydōr tēs petras esti leptoteron, dio kai apathesteron; ti thaumazeis, ei kai ta asōmata ischyrotera estin ? Ide oun kai tēn psychēn mē phainomenēn men (aoratos gar estin), ischyn de tǭ sōmati kai rhōmēn parechousan ; hēs apophoitēsasēs, ou monon nekron menei to sōma, alla kai dialyetai. Kai en tois boēthēmasi de tois iatrikois ( chrē gar kai apo tēs sēs technēs ton elenchon poiēsasthai) hē dynamis asōmatos ousa, ischyrotera esti tou sōmatos. Hotan oun to heautēs poiēsę̄ kai apophoitēsę̄, tote hē emplastros keitai achrēstotatē. Ei gar mē hē enkeimenē dynamis asōmatos ousa, kai prattousa to heautēs, aphiptato, di᾽ hēn aitian ameibeis ta boēthēmata tōn hylōn sōzomenōn? ᾿Alla dēlon estin, hōs zę̄ men to boēthēma tēs dynameōs enousēs, apothnēskei de ekeinēs apophoitēsasēs.

To Dorotheus, deacon and physician. Since you wished to learn by examples something clear and agreed both by the sacred Scriptures and by the wiser of those outside, I shall try, as far as I can, to say much in few words. Since, then, you said, "How is it clear that incorporeal things are less subject to affection and stronger than bodies?", I say: as much as bodies near to incorporeality are stronger and less subject to affection than the denser bodies, so much are incorporeal things less affected not only than the densest but also than the finest bodies. For example, rock is denser than water; so when broken it is no longer joined, but water, when divided, unites again when brought together. For the finer it is, the less it is affected. And air (for one must go on to a finer example) cannot even be separated; if it is shut up in a jar or a wineskin and thrown into the deep, it does not stay there, but rises to the surface and floats, seeking the surface and hunting for what is akin to it. If, then, air is finer than water, and water than rock, and therefore less affected, why do you wonder if incorporeal things are stronger? Look then at the soul, which is not seen (for it is invisible), yet gives strength and vigour to the body; when it departs, the body not only remains dead but even dissolves. And in medical remedies too (for one must also draw the proof from your own art), the power, being incorporeal, is stronger than the body. So when it has done its work and departed, the plaster lies utterly useless. For if the incorporeal power residing in it did not fly away after doing its work, why do you change the remedies while the materials remain? But it is clear that the remedy lives while the power is in it, and dies when that has departed.

Notes and citation

Summary: Using rock, water, air, the soul and the power of medicines as examples, Isidore shows a physician that incorporeal things are stronger and less subject to change than bodies.

Notes on the original text

  • Digital text corrected (stray mark from the OCR; word split by OCR): ὅτι᾿ τὰ → ὅτι τὰ; ἔμ πλαστρος → ἔμπλαστρος.

Topics: The soul, Philosophy, Creation

Cite (SBL): Isidore of Pelusium, Ep. 5.191 (PG 78 78:1445; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-191). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-191) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.192PG 78 78:1447

ΛΑΜΠΕΤΙΩ ΕΠΙΣΚΟΠΩ. Τὰ παραινετικὰ καὶ ὠφελείας πνέοντα τῆς σῆς παιδεύσεως δεξάμενος γράμματα, Γότθος ὁ ἀπαίδευτος (οὕτω γὰρ αὐτὸν καλεῖν θέμις), ὅπως μὲν διετέθη, ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν, ἀπὸ δὲ τῶν τῷ προσώπῳ ἐπανθησάντων σημείων καὶ αὐτὸς ἂν τεκμήραιο. Μειδιάσας γὰρ ἡρέμα, ἔφηνε τῷ προσώπῳ ἡδονὴν ἐκνικώσης ὀργῆς.

LAMPETIŌ EPISKOPŌ. Ta parainetika kai ōpheleias pneonta tēs sēs paideuseōs dexamenos grammata, Gotthos ho apaideutos (houtō gar auton kalein themis), hopōs men dietethē, akribōs men ouk echō legein, apo de tōn tǭ prosōpǭ epanthēsantōn sēmeiōn kai autos an tekmēraio. Meidiasas gar hērema, ephēne tǭ prosōpǭ hēdonēn eknikōsēs orgēs.

To Lampetius the bishop. On receiving the letter of your learning, full of exhortation and breathing benefit, Gothus the uneducated (for so it is right to call him), how he was disposed I cannot say exactly; but you yourself could infer it from the signs that blossomed on his face. For, smiling gently, he showed on his face a pleasure that overcame his anger.

Notes and citation

Summary: Isidore reports that a man called Gothus received a bishop's admonitory letter with a smile that conquered his anger.

Topics: Church office

Cite (SBL): Isidore of Pelusium, Ep. 5.192 (PG 78 78:1447; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-192). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-192) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.193PG 78 78:1447

ΑΚΥΛΛΑ, ΑΜΜΩΝΙΩ, ΩΡΙΩΝΙ. Πολλοὶ, ὦ βέλτιστοι, ἀντιπάλους ἢ και μείζω ἐνταῦθα ὧν ἐπεπόνθεισαν, δρᾶσαι προσδοκήσαντες, ἀργαλεώτερα ὧν παρὰ τὴν ἀρχὴν ἐπεπόνθεσαν ἔπαθον, οὐ τοῦ δικαίου ἡττηθέντος, ἀλλ᾽ εἰς τὸν μετέπειτα βίον λαμπρῶς ταμιευθέντος. Διὸ χρὴ ἡσυχίᾳ μᾶλλον καὶ φιλοσοφίᾳ τοὺς κακῶς ἡμᾶς ποιοῦντας ἀμύνασθαι. Ἐκεῖσε γὰρ πάντως ἡ δίκη τὸ δίκαιον ὁριεῖ, ἡ καὶ στεφάνων ὑποθέσεις τοὺς τῇδε πειρασμοὺς ἀποφαίνουσα.

AKYLLA, AMMŌNIŌ, ŌRIŌNI. Polloi, ō beltistoi, antipalous ē kai meizō entautha hōn epepontheisan, drasai prosdokēsantes, argaleōtera hōn para tēn archēn epeponthesan epathon, ou tou dikaiou hēttēthentos, all᾽ eis ton metepeita bion lamprōs tamieuthentos. Dio chrē hēsychią mallon kai philosophią tous kakōs hēmas poiountas amynasthai. Ekeise gar pantōs hē dikē to dikaion horiei, hē kai stephanōn hypotheseis tous tę̄de peirasmous apophainousa.

To Aquila, Ammonius and Orion. Many, my good men, who expected to do to their opponents here as much as or more than they had suffered, suffered worse than what they had suffered at the beginning; not because justice was defeated, but because it was stored up brilliantly for the life hereafter. So we must rather repay those who treat us badly with quiet and philosophy. For there justice will certainly determine what is just, and it shows the trials here to be occasions for crowns.

Rom 12:19 (echo, medium confidence)

Notes and citation

Summary: Those who seek revenge here often suffer worse; it is better to answer injury with quiet, since justice will be done hereafter.

  • Cf. Rom 12:19.

Notes on the original text

  • Digital text corrected (stray dash and lost iota subscript in the OCR; stray mark from the OCR): ὧν᾿ ἐπεπόνθεισαν → ὧν ἐπεπόνθεισαν; ἡσυχία - μᾶλλον → ἡσυχίᾳ μᾶλλον.

Topics: Love of enemies and forgiveness of wrongs, Patience, The last judgment

Cite (SBL): Isidore of Pelusium, Ep. 5.193 (PG 78 78:1447; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-193). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-193) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.194PG 78 78:1447

ΠΑΛΛΑΔΙΟ ΔΙΑΚΟΝΩ. Εἱ μὲν ἀληθῆ τὰ ἀπαγγελθέντα περὶ σοῦ, πιθανὴν μὲν ἴσως ἀπολογίαν λογοποιήσεις, ἀληθῆ δὲ οὐ φράσεις · εἰ δὲ ψευδῆ, γράφε δὴ τὴν ἀπολογίαν, ἥντινα ἡμεῖς ταῖς ἀκοαῖς τῶν κωμῳδούντων σε ἐγκαθιδρύσωμεν. Εἰ δὲ παύσοιο τῆς τρυφῆς τῆς εἰς πᾶσαν ἄλογον ὁρμὴν χωρούσης, καὶ πρὸ τῆς ἀπολογίας οἶμαι αὐτοὺς παλινῳδίας ἄσειν. ΗΣΑΙΑ. Οὐ λανθάνεις, ὦ δεινότατε ἀδικῶν· καὶ διὰ τοῦτο τὴν μὲν εὐθυδικίαν φεύγων, ἐπὶ δὲ παραγραφὰς καταφεύγων, τὰς πρὸς βοήθειαν τῶν ἀδικουμένων, ἀλλ' οὐκ εἰς ἀποφυγὴν τῶν ἀδικούντων ἐπινοηθείσας. Γνοὺς οὖν ὡς πεφώρασαι, ἐξ εὐθείας ἀπολογοῦ.

PALLADIO DIAKONŌ. Hei men alēthē ta apangelthenta peri sou, pithanēn men isōs apologian logopoiēseis, alēthē de ou phraseis ; ei de pseudē, graphe dē tēn apologian, hēntina hēmeis tais akoais tōn kōmǭdountōn se enkathidrysōmen. Ei de pausoio tēs tryphēs tēs eis pasan alogon hormēn chōrousēs, kai pro tēs apologias oimai autous palinǭdias asein. ĒSAIA. Ou lanthaneis, ō deinotate adikōn; kai dia touto tēn men euthydikian pheugōn, epi de paragraphas katapheugōn, tas pros boētheian tōn adikoumenōn, all' ouk eis apophygēn tōn adikountōn epinoētheisas. Gnous oun hōs pephōrasai, ex eutheias apologou.

To Palladius the deacon. If what has been reported about you is true, you may perhaps make up a plausible defence, but you will not speak the truth; but if it is false, write the defence, and we shall plant it in the ears of those who ridicule you. And if you stop your luxury, which proceeds to every irrational impulse, I think they will sing a recantation even before the defence. [Letter 5.195] To Isaiah. You do not escape notice, most clever wrongdoer; that is why you flee straightforward justice and take refuge in procedural objections, which were devised to help the wronged, not to let wrongdoers escape. Knowing, then, that you have been found out, make your defence directly.

Notes and citation

Summary: Isidore tells a deacon accused of luxury to reform rather than defend himself; a second letter tells a wrongdoer to stop hiding behind legal technicalities.

  • Letter 5.195 begins at "To Isaiah"; the numeral before it is removed.

Notes on the original text

  • Digital text corrected (garbled letter numeral from the heading): ΡΛΕ΄. – → .

Topics: Church office, Self-control in food and drink, Lying and truthfulness

Cite (SBL): Isidore of Pelusium, Ep. 5.194 (PG 78 78:1447; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-194). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-194) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.196PG 78 78:1447

ΘΕΩΝΙ ΕΠΙΣΚΟΠΩ. Ὅσῳ τῇ τιμῇ παρὰ σοὶ τῶν ἄλλων πλεονεκτῶ, τοσούτῳ πειράσομαι τοὺς λοιποὺς εὐνοίᾳ παρενεγκεῖν. Καὶ γὰρ ἄτοπον, πρὸ μὲν τῶν ἄλλων παρὰ σοὶ τετάχθαι, μετὰ δὲ τῶν οὐχ οὕτω τιμωμένων ἐν τοῖς σοῖς σιωπῆσαι. Ἐπεὶ τοίνυν γέγραφας, ὡς Εὐσέβιος ὁ ἐπίσκοπος τοῦ Πηλουσίου καὶ πρὸς ὀρμήν ἐστιν ὀξύῤῥοπος, καὶ πρὸς ἀρπαγὴν τῶν ἀλλοτρίων ἕτοιμος, καὶ πρὸς τὸ παροξυνθῆναι ταχὺς, καὶ πρὸς τὰς ἀμοιβὰς τῶν δεόντων βραδύς· καὶ συλλήβδην εἰπεῖν, πάντων τῶν ἀνελευθέρων παθῶν ἀκρατής τε καὶ ἔστι καὶ νομίζεται· αὐτὸς εἴγε εὐδοκιμῆσαι βούλει, τῶν τοιούτων ὀνειδῶν ἄχραντον σαυτὸν διατήρησον. "Ατοπον γάρ σε ἁλῶναι τοῖς αὐτοῖς, οἷς ἕτερον περιπεπτωκότα αἰτιᾷ· καὶ ἰατρὸν ἄλλου ἐθέλειν εἶναι τὸν ἔλκεσι βρύοντα· καὶ πράττειν ἐκεῖνα, ὧν πικρὸς τυγχάνεις κατήγορος.

ThEŌNI EPISKOPŌ. Hosǭ tę̄ timę̄ para soi tōn allōn pleonektō, tosoutǭ peirasomai tous loipous eunoią parenenkein. Kai gar atopon, pro men tōn allōn para soi tetachthai, meta de tōn ouch houtō timōmenōn en tois sois siōpēsai. Epei toinyn gegraphas, hōs Eusebios ho episkopos tou Pēlousiou kai pros ormēn estin oxyrrhopos, kai pros arpagēn tōn allotriōn hetoimos, kai pros to paroxynthēnai tachys, kai pros tas amoibas tōn deontōn bradys; kai syllēbdēn eipein, pantōn tōn aneleutherōn pathōn akratēs te kai esti kai nomizetai; autos eige eudokimēsai boulei, tōn toioutōn oneidōn achranton sauton diatērēson. "Atopon gar se halōnai tois autois, hois heteron peripeptōkota aitią; kai iatron allou ethelein einai ton elkesi bryonta; kai prattein ekeina, hōn pikros tynchaneis katēgoros.

To Theon the bishop. As much as I surpass others in the honour I have with you, so much will I try to surpass the rest in goodwill. For it would be absurd to be ranked before others with you, and to keep silent about your affairs along with those not so honoured. Since, then, you have written that Eusebius, the bishop of Pelusium, is quick to impulse, ready to seize what belongs to others, swift to be provoked and slow to make due return, and, in short, both is and is thought to be without control over all servile passions, keep yourself, if you wish to be well thought of, undefiled by such reproaches. For it is absurd for you to be caught in the same things for which you blame another who has fallen into them, for one teeming with sores to want to be another's physician, and to do the things of which you are a bitter accuser.

Rom 2:1 (echo, medium confidence)

Notes and citation

Summary: Isidore tells a bishop who denounces Eusebius of Pelusium's vices to keep himself free of the same faults.

  • The physician with sores: cf. Luke 4:23; Rom 2:1, 21.

Notes on the original text

  • Digital text corrected (OCR slip (accent)): εἶγε → εἴγε.

Topics: Church office

Cite (SBL): Isidore of Pelusium, Ep. 5.196 (PG 78 78:1447; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-196). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-196) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.197PG 78 78:1449

ΙΣΙΔΩΡΩ ΔΙΑΚΟΝΩ. Ἐπειδὴ γέγραφέ σου ἡ σύνεσις, ὅτι καὶ οἱ Ἰουδαῖοι εἶχον τὸ τῆς υἱοθεσίας ἀξίωμα (γέγραπται γάρ· • Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν· · καὶ, « Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες»). φημὶ, ὅτι οὐχ εὑρίσκω ὅλως ἐξ ὧν προήνεγκας μαρτυριῶν ἀπολελυμένην, οὐδὲ καθαρὰν τὴν τιμὴν, ἀλλὰ τῇ κατηγορίᾳ συμπεπλεγμένην. Ὥστε εἰ μὴ κατηγορῆσαι αὐτῶν ἠθέλησεν, οὐκ ἂν ἣν φὴς τιμὴν ἀνεκήρυξεν. Εἰ μὴ ἔπταισαν, οὐκ ἂν ἔτυχον ἴσως τῆς προσηγορίας · ἀλλ᾽ εἰς μείζονος κατηγορίας ὑπόθεσιν τὴν τιμὴν τῇ μέμψει συνέζευξε· καθαπτόμενος γὰρ αὐτῶν καὶ ἐκπομπεῦσαι τὴν ἀναισθησίαν βουλόμενος, τῇ αἰτιάσει τὴν τιμὴν παρέπλεξε · μᾶλλον δὲ ἐκ τῆς τιμῆς τὴν κατηγορίαν μείζονα συγγνώμης ἀπέφηνε, περὶ δὲ τῶν ἐν τῇ χάριτι βοᾷ ὁ τῆς βροντῆς υἱός · · Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. » Ἰδοὺ ἄνευ κατηγορίας τιμή· ἰδοὺ τῆς υἱοθεσίας τὸ ἀξίωμα· ἰδοὺ τῆς ὑπερκοσμίου συγκλήτου τὸ σύνθημα. Ὁ ἄνω καὶ κάτω προφέρων ὁ Σωτὴρ ἔλεγεν· « Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς·» καὶ, « Οἶδεν ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος, ὧν χρείαν ἔχετε, πρὸ τοῦ αἰτήσασθαι αὐτόν. Αὐτὸς μὲν οὖν ὁ τῆς υἱοθεσίας αἴτιος τὸ ἀξίωμα πανταχοῦ ἀνακηρύττει. Ὁ δὲ ἐξ Ἰουδαϊκῆς ἐπάλξεως εὐαγγελικὸν μηχάνημα γεγονὼς, δεικνὺς τὴν τιμὴν ταύτην ἔργῳ βεβαιωθεῖσαν, ἔφη · · Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, ᾿Αββᾶ ὁ Πατήρ · αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ · εἰ δὲ τέκνα καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. » Βαβαὶ τῆς τιμῆς ! Πῶς ἄνω ἀνήγαγε τοὺς χαμαὶ κειμένους; Ὁμοῦ τε γὰρ καὶ τὴν Ἰουδαίων μικροπρέπειαν δείκνυσιν ὁ ᾿Απόστολος, καὶ τὴν Χριστιανῶν μεγαλοπρέπειαν· ἣν παντὶ σθένει δίκαιοι ἂν εἴημεν φυλάξαι· ἵνα μὴ τῆς ἀξίας ἐκπεσόντες, ἀργαλεώτερον κολασθῶμεν, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ βελτιωθέντες.

ISIDŌRŌ DIAKONŌ. Epeidē gegraphe sou hē synesis, hoti kai hoi Ioudaioi eichon to tēs huiothesias axiōma (gegraptai gar; • Huious egennēsa kai hypsōsa, autoi de me ēthetēsan; ; kai, « Theon ton gennēsanta se enkatelipes»). phēmi, hoti ouch heuriskō holōs ex hōn proēnenkas martyriōn apolelymenēn, oude katharan tēn timēn, alla tę̄ katēgorią sympeplegmenēn. Hōste ei mē katēgorēsai autōn ēthelēsen, ouk an hēn phēs timēn anekēryxen. Ei mē eptaisan, ouk an etychon isōs tēs prosēgorias ; all᾽ eis meizonos katēgorias hypothesin tēn timēn tę̄ mempsei synezeuxe; kathaptomenos gar autōn kai ekpompeusai tēn anaisthēsian boulomenos, tę̄ aitiasei tēn timēn pareplexe ; mallon de ek tēs timēs tēn katēgorian meizona syngnōmēs apephēne, peri de tōn en tę̄ chariti boą ho tēs brontēs huios ; ; Hosoi de elabon auton, edōken autois exousian tekna Theou genesthai. » Idou aneu katēgorias timē; idou tēs huiothesias to axiōma; idou tēs hyperkosmiou synklētou to synthēma. Ho anō kai katō propherōn ho Sōtēr elegen; « Hopōs genēsthe homoioi tou Patros hymōn tou en tois ouranois;» kai, « Oiden ho Patēr hymōn ho ouranios, hōn chreian echete, pro tou aitēsasthai auton. Autos men oun ho tēs huiothesias aitios to axiōma pantachou anakēryttei. Ho de ex Ioudaïkēs epalxeōs euangelikon mēchanēma gegonōs, deiknys tēn timēn tautēn ergǭ bebaiōtheisan, ephē ; ; Ou gar elabete pneuma douleias palin eis phobon, alla pneuma huiothesias, en hǭ krazomen, ᾿Abba ho Patēr ; auto to pneuma symmartyrei tǭ pneumati hēmōn, hoti esmen tekna Theou ; ei de tekna kai klēronomoi; klēronomoi men Theou, synklēronomoi de Christou. » Babai tēs timēs ! Pōs anō anēgage tous chamai keimenous? Homou te gar kai tēn Ioudaiōn mikroprepeian deiknysin ho ᾿Apostolos, kai tēn Christianōn megaloprepeian; hēn panti sthenei dikaioi an eiēmen phylaxai; hina mē tēs axias ekpesontes, argaleōteron kolasthōmen, hōs mēde tę̄ tosautę̄ timę̄ beltiōthentes.

To Isidore the deacon. Since your understanding has written that the Jews too had the dignity of adoption (for it is written: "Sons I have begotten and raised up, but they have rejected me"; and: "You have forsaken the God who begot you"), I say that I do not find at all, from the testimonies you have brought, that the honour is free or pure, but that it is interwoven with accusation. So that if he had not wished to accuse them, he would not have proclaimed the honour you speak of. If they had not stumbled, they would perhaps not have obtained the title; but he yoked the honour to the reproach as an occasion for a greater accusation. For, reproving them and wishing to expose their insensibility, he wove the honour into the charge; or rather, from the honour he showed the accusation to be too great for pardon. But about those under grace the son of thunder cries out: "But to as many as received him he gave power to become children of God." Behold, honour without accusation; behold the dignity of adoption; behold the watchword of the senate above the world. The Saviour, bringing it forward again and again, said: "So that you may become like your Father in heaven"; and: "Your heavenly Father knows what you need before you ask him." He himself, then, the cause of adoption, proclaims the dignity everywhere. And he who from a Jewish battlement became a siege-engine of the gospel, showing that this honour was confirmed in deed, said: "For you did not receive a spirit of slavery to fall back into fear, but a spirit of adoption, by which we cry, Abba, Father. The Spirit himself bears witness with our spirit that we are children of God; and if children, then heirs, heirs of God and fellow heirs with Christ." What an honour! How high he has raised those who lay on the ground! For the Apostle shows at once both the meanness of the Jews and the magnificence of Christians, which we would do right to guard with all our strength, so that we may not fall from the dignity and be punished more grievously, as not having been improved even by so great an honour.

Isa 1:2 (quotation, high confidence) · Deut 32:18 (quotation, high confidence) · John 1:12 (quotation, high confidence) · Matt 5:45 (quotation, high confidence) · Matt 6:8 (quotation, high confidence) · Rom 8:15 (quotation, high confidence) · Rom 8:16 (quotation, high confidence) · Rom 8:17 (quotation, high confidence)

Notes and citation

Summary: Isidore argues that the Old Testament calls Israel God's sons only in reproach, while the New Testament gives Christians the pure dignity of adoption, as John, Jesus and Paul show, a dignity they must guard.

  • Isa 1:2; Deut 32:18; John 1:12 (John is the "son of thunder", Mark 3:17); Matt 5:45; Matt 6:8; Rom 8:15-17. Paul is the one who passed "from a Jewish battlement" to the gospel.
  • The comparison of Israel and the church is translated as written.

Notes on the original text

  • Digital text corrected (OCR slip (breathing); OCR slip and word split; end-of-line hyphen left in the OCR): ὑπόθε-, σιν → ὑπόθεσιν; ἀνἡγαγε → ἀνήγαγε; ἐκι πεσόντες → ἐκπεσόντες.

Topics: Salvation, The church and Israel, Jews and Judaism, Interpreting Scripture, Grace

Cite (SBL): Isidore of Pelusium, Ep. 5.197 (PG 78 78:1449; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-197). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-197) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.198PG 78 78:1451

ΑΡΠΟΚΡΑ ΣΟΦΙΣΤΗ. Ωσπερ ἄριστος ζωγράφος ἴππον γαῦρον καὶ ὑψαύχενα γράφων, μονονουχὶ ἔμπνουν αὐτὸν ποιῆσαι φιλοτιμούμενος, καὶ πρὸς τὴν φύσιν ἁμιλλώμενος, ἐμβάλλει μὲν αὐτῷ μετὰ τοῦ χαλινοῦ φρόνημα, ἴστησι δὲ αὐτὸν ἐν αὐτῷ τῷ θέλειν ἑστάναι · οὕτω καὶ ἡ σὴ παίδευσις διὰ τοῦ λόγου σαφῶς ἡμῖν τὸ φρόνημα τἀνδρὸς ἐνεχάραξεν, ὡς αὐτὸν ἐκεῖνον ὁρᾶν τοὺς ἀναγινώσκοντας μᾶλλον ἢ τὰ γράμματα.

ARPOKRA SOPhISTĒ. Ōsper aristos zōgraphos ippon gauron kai hypsauchena graphōn, mononouchi empnoun auton poiēsai philotimoumenos, kai pros tēn physin hamillōmenos, emballei men autǭ meta tou chalinou phronēma, istēsi de auton en autǭ tǭ thelein hestanai ; houtō kai hē sē paideusis dia tou logou saphōs hēmin to phronēma tandros enecharaxen, hōs auton ekeinon horan tous anaginōskontas mallon ē ta grammata.

To Harpocras the sophist. Just as an excellent painter, painting a proud horse with its neck held high, ambitious to make it all but breathe and vying with nature, puts spirit into it together with the bridle and makes it stand as if of its own will, so your learning has clearly engraved for us in words the spirit of the man, so that readers see the man himself rather than the letters.

Notes and citation

Summary: Isidore praises a sophist's vivid portrait of a man in words, like a painter's lifelike horse.

Topics: Classical learning and education

Cite (SBL): Isidore of Pelusium, Ep. 5.198 (PG 78 78:1451; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-198). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-198) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.199PG 78 78:1451

ΤΩ ΑΥΤΩ. Ὡς ἐδέξατο τῆς σῆς καλοκἀγαθίας τὰ γράμματα ἐκεῖνος, ὃν οὐ βούλομαι λέγειν (μὴ γὰρ εἴη γραφῆς καὶ μνήμης ἄξιος), ὀλέθριον μέν τι καὶ σεσηρὸς προσεμειδίασεν· οἷον εἰώθει, εἴποτε ὀργῆς ἐμπλησθείη· ἄθλου δὲ ἥψατο φρικώδους, καὶ ἀποτελεσθέντος ἂν ἴσως, εἰ μὴ αὐτὸς ἐγένετο ἆθλος τοῖς ἐκκλησιαστικοῖς θεσμοῖς.

TŌ AUTŌ. Hōs edexato tēs sēs kalokagathias ta grammata ekeinos, hon ou boulomai legein (mē gar eiē graphēs kai mnēmēs axios), olethrion men ti kai sesēros prosemeidiasen; hoion eiōthei, eipote orgēs emplēstheiē; athlou de hēpsato phrikōdous, kai apotelesthentos an isōs, ei mē autos egeneto athlos tois ekklēsiastikois thesmois.

To the same. When the man I do not wish to name (may he not be worthy of writing or remembrance) received the letter of your excellence, he smiled a deadly, grinning smile, as he usually did whenever he was filled with anger; and he set his hand to a dreadful contest, which might perhaps have been carried out, had he not himself become a prize for the church's laws.

Notes and citation

Summary: An unnamed man received Harpocras's letter with an angry grin and attempted a dreadful deed, prevented only because church discipline caught him first.

  • The play on ἆθλος ("contest" and "prize") is kept.

Notes on the original text

  • Digital text corrected (end-of-line hyphen left in the OCR): ἐκκλη - σιαστικοῖς → ἐκκλησιαστικοῖς.

Topics: Anger and envy, Church discipline and penance

Cite (SBL): Isidore of Pelusium, Ep. 5.199 (PG 78 78:1451; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-199). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-199) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.200PG 78 78:1451

ΟΦΕΛΙΩ ΣΧΟΛΑΣΤΙΚΩ. Λίαν ἄγαμαι τὴν παλαιὰν Λακεδαίμονα, κοσμεῖσθαι ἀπαγορεύσασαν ταῖς σώφροσι τῶν γυναικῶν· ἑταίραις γὰρ πρέπειν τοῦτ᾽ ἐνόμισε, ταῖς καὶ πάγας καὶ δίκτυα ἐπὶ θήρᾳ τῶν ἀκολάστων νέων ἐπινοούσαις. Ἡ γὰρ κοσμία καὶ σώφρων εἶναι δοκοῦσα, εἰ τοῦτο δράσειε, τὴν οἰκείαν ἐκπομπεύει νόσον. Απερ ἀποκηρύττουσα ἡ θεία Γραφὴ παραινεῖ, μὴ χρυσῷ καὶ μαργαρίταις, ἢ ἐσθῆτι πολυτελεῖ, ἀλλ᾽ ἔργοις ἀγαθοῖς κοσμεῖσθαι τὰς τῆς θεοσεβείας ἐφιεμένας. Εἰ δὲ χρὴ καὶ αὐτὸ τὸ πρᾶγμα καθ' ἑαυτὸ σκοπῆσαι, φημὶ ὅτι ὅρμοι, καὶ αὐγαὶ λίθων, καὶ περιδέῤῥαια καὶ ταῖς δυσειδέσι, καὶ ταῖς ἄγαν ὡραίαις ἀντιπράττουσι· τὰς μὲν γὰρ ἐλέγχουσι, τῶν δὲ ἀπάγουσι· τὰς μὲν ἐλέγχουσι, κακίονας ἐπιδεικνυμένας · τῶν δὲ ἀπάγουσιν. Αφέμενοι γὰρ τοῦ περὶ αὐτῶν φράσαι, περὶ τῶν κοσμίων διαλέγονται.

OPhELIŌ SChOLASTIKŌ. Lian agamai tēn palaian Lakedaimona, kosmeisthai apagoreusasan tais sōphrosi tōn gynaikōn; hetairais gar prepein tout᾽ enomise, tais kai pagas kai diktya epi thērą tōn akolastōn neōn epinoousais. Hē gar kosmia kai sōphrōn einai dokousa, ei touto draseie, tēn oikeian ekpompeuei noson. Aper apokēryttousa hē theia Graphē parainei, mē chrysǭ kai margaritais, ē esthēti polytelei, all᾽ ergois agathois kosmeisthai tas tēs theosebeias ephiemenas. Ei de chrē kai auto to pragma kath' heauto skopēsai, phēmi hoti hormoi, kai augai lithōn, kai periderrhaia kai tais dyseidesi, kai tais agan hōraiais antiprattousi; tas men gar elenchousi, tōn de apagousi; tas men elenchousi, kakionas epideiknymenas ; tōn de apagousin. Aphemenoi gar tou peri autōn phrasai, peri tōn kosmiōn dialegontai.

To Ophelius the scholasticus. I greatly admire ancient Sparta, which forbade its chaste women to adorn themselves; for it thought this befitting courtesans, who devise snares and nets to hunt licentious young men. For a woman who seems decorous and chaste, if she does this, parades her own disease. Proclaiming against this, divine Scripture urges women who aspire to godliness to adorn themselves not with gold and pearls or costly clothing, but with good works. And if one must consider the matter itself, I say that necklaces, gleaming stones and collars work against both the plain and the very beautiful: the plain they expose, the beautiful they detract from. The plain they expose, showing them to be worse; from the beautiful they detract, for people stop speaking about the women and talk about their ornaments.

1 Tim 2:9 (allusion, high confidence) · 1 Tim 2:10 (allusion, high confidence) · 1 Pet 3:3 (echo, medium confidence)

Notes and citation

Summary: Isidore praises Sparta's ban on adornment for chaste women and cites Scripture's call to be adorned with good works; jewels expose the plain and distract from the beautiful.

  • 1 Tim 2:9-10; cf. 1 Pet 3:3-4.

Notes on the original text

  • Digital text corrected (OCR slip (punctuation); margin letter left in the OCR; word split by OCR): κοσμεί σθαι → κοσμεῖσθαι; ἀπάγουσι' τὰς → ἀπάγουσι· τὰς; αὐτῶν Η φράσαι → αὐτῶν φράσαι.

Topics: Dress and adornment, Women

Cite (SBL): Isidore of Pelusium, Ep. 5.200 (PG 78 78:1451; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-200). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-200) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.201PG 78 78:1451

ΕΛΑΦΙΟ ΕΠΙΣΚΟΠΩ. Δεινὸς λόγων ἔρως ταῖς τῶν ἀνθρώπων ψυχαῖς εἰς τοῦτον τὸν καιρὸν ἐπεκώμασε· λόγων δὲ, φημὶ, οὐ τῶν σωφρονίζειν, ἀλλὰ τῶν τέρπειν τοὺς ἀκούοντας δυναμένων, οὐ πνευματικῶν, ἀλλὰ σοφιστικῶν· οὐκ ἀποστολικῶν, ἀλλὰ Δημοσθενικῶν· οὐ προφητικῶν, ἀλλ᾽ ἐριστικῶν· οὐ τῶν τὴν ψυχὴν εὐφρᾶναι δυναμένων, ἀλλὰ τῶν τὴν ἀκοὴν θέλγειν εἰωθότων· οὐ τῶν διὰ τοῦ ἐμπνεῖσθαι ὑπὸ τῶν πράξεων τοῦ λέγοντος ζώντων, ἀλλὰ τῶν διὰ τὴν εὐγλωττίαν εἰς ἀκοὰς νεκρὰς ἐνηχουμένων. Τί οὖν ποιητέον; σιωπητέον, καὶ οὐδὲν λεκτέον; ἀλλ᾽ ἐπικίνδυνον. ᾿Αλλὰ ῥητέον; ἀλλ᾽ οὐκ εἰς ὠφέλειαν ὁ λόγος καὶ ἔργων ἐπίδειξιν, ἀλλ᾽ εἰς κρότον μόνον τελευτᾷ· ἀλλ᾽ εἰ καὶ οὕτω ταῦτα ἔχει, ἄμεινον, ὡς οἶμαι, εἰπόντα μὴ ἀκουσθῆναι, ἢ μὴ εἰπόντα ἐγκληθῆναι· « Διατί τὸ ἀργύριόν μου οὐ κατέβαλες ἐπὶ τοὺς τραπεζίτας, κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν αὐτὸ σὺν τῷ τόκῳ;» Λεγέτω τοιγαροῦν ὁ δυνάμενος, ἵνα πρὸς τοὺς ἀκούοντας ᾖ τῷ κριτῇ ὁ λόγος.

ELAPhIO EPISKOPŌ. Deinos logōn erōs tais tōn anthrōpōn psychais eis touton ton kairon epekōmase; logōn de, phēmi, ou tōn sōphronizein, alla tōn terpein tous akouontas dynamenōn, ou pneumatikōn, alla sophistikōn; ouk apostolikōn, alla Dēmosthenikōn; ou prophētikōn, all᾽ eristikōn; ou tōn tēn psychēn euphranai dynamenōn, alla tōn tēn akoēn thelgein eiōthotōn; ou tōn dia tou empneisthai hypo tōn praxeōn tou legontos zōntōn, alla tōn dia tēn euglōttian eis akoas nekras enēchoumenōn. Ti oun poiēteon? siōpēteon, kai ouden lekteon? all᾽ epikindynon. ᾿Alla rhēteon? all᾽ ouk eis ōpheleian ho logos kai ergōn epideixin, all᾽ eis kroton monon teleutą; all᾽ ei kai houtō tauta echei, ameinon, hōs oimai, eiponta mē akousthēnai, ē mē eiponta enklēthēnai; « Diati to argyrion mou ou katebales epi tous trapezitas, kagō elthōn apę̄tēsa an auto syn tǭ tokǭ?» Legetō toigaroun ho dynamenos, hina pros tous akouontas ę̄ tǭ kritę̄ ho logos.

To Elaphius the bishop. A terrible love of words has burst into people's souls at this time; of words, I mean, that can delight hearers, not bring them to their senses; not spiritual but sophistic, not apostolic but Demosthenic, not prophetic but contentious; not able to gladden the soul, but accustomed to charm the ear; not living because inspired by the speaker's deeds, but echoing into dead ears for their eloquence. What, then, must be done? Must one keep silent and say nothing? But that is dangerous. Must one speak? But the speech ends not in benefit and the display of works, but only in applause. Yet even if this is so, it is better, I think, to speak and not be heard than not to speak and be charged: "Why did you not deposit my money with the bankers, so that when I came I could have demanded it with interest?" Let him who can, then, speak, so that the account he gives to the Judge may concern the hearers.

Matt 25:27 (quotation, high confidence) · Luke 19:23 (allusion, medium confidence)

Notes and citation

Summary: Though hearers now want entertaining rhetoric rather than edifying words, it is better to preach unheeded than to bury the talent and be condemned.

  • Matt 25:27; Luke 19:23.

Notes on the original text

  • Digital text corrected (OCR slip (ΙΙ for Π); stray dash from the OCR): ΕΠΙΣΚΟΙΙΩ → ΕΠΙΣΚΟΠΩ; ἐπεκώμασε - → ἐπεκώμασε·.

Topics: Church office, Classical learning and education, The last judgment

Cite (SBL): Isidore of Pelusium, Ep. 5.201 (PG 78 78:1451; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-201). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-201) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.202PG 78 78:1453

ΟΛΥΜΠΙΟΔΩΡΩ. Αφέμενος, ὦ σοφὲ, τῶν μεταρσιολεσχῶν, καὶ μετεωροσοφιστῶν, καὶ λεξιθήρων, τῶν πλέον λόγων ἐχόντων μηδὲν, εἰς τὴν πρακτικὴν ἀρετὴν σαυτὸν σύντεινον, τὴν μακαρίους ἀποφαίνουσαν τοὺς ἐραστάς· εἰ δὲ οἴει ταῖς τῶν ἀρχαίων γνώμαις δίκαιον εἶναι μᾶλλον ἀκολουθεῖν, τοὺς ἄλλους τέως παρεὶς, αὐτὸν τὸν παρ᾿ αὐτῶν σοφώτατον ἁπάντων ἀνθρώπων κηρυττόμενον, ἐγγυητὴν τῶν ἐμαυτοῦ λόγων παρέξομαι. Τί οὖν φησι Ξενοφῶν περὶ αὐτοῦ « Οὐδεὶς πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς, οὐδὲν ἀνόσιον, οὔτε πράττοντος εἶδεν, οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως, ἅπερ τῶν ἄλλων οἱ πλεῖστοι διελέγοντο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τοιαῦτα, μωραίνοντας ἐπεδείκνυε. Καὶ πρῶτον μετ᾿ αὐτῶν ἐσκόπει, πότερόν ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπινα εἰδέναι, ἔρχονται ἐπὶ τὸ τοιούτων φροντίζειν· ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν· ἐθαύμαζε δὲ, εἰ μὴ φανερόν ἐστιν αὐτοῖς, ὅτι ταῦτα οὐ δυνατὸν ἀνθρώποις εὑρεῖν. Ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν, οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. • Ταῦτα μὲν οὖν Ξενοφῶν ἔγραψεν· καὶ Πλάτων δὲ ὁ τῶν ἄλλων ἁπάντων ἐλλογιμώτερος, καὶ μάλιστα πάντων τὸν Σωκράτην ἐπιστάμενος, τὰ αὐτὰ τῷ Ξενοφῶντι διὰ πάντων ἑαυτοῦ σχεδὸν τῶν διαλόγων κατεσκεύασεν. Εἰ τοίνυν κἀκεῖνος, μᾶλλον δὲ κἀκεῖνοι, καὶ ἐπετήδευον, καὶ ἔλεγον, καὶ ἔγραφον, τὴν πρακτικὴν ἀσκεῖν· αὕτη γὰρ, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ, καλλίστη ἐστὶν ὁδὸς, ἐπὶ τὴν εὐσέβειαν ἄγουσα, καὶ εἰς πλατεῖαν εὐρυχωρίαν τελευτῶσα.

OLYMPIODŌRŌ. Aphemenos, ō sophe, tōn metarsioleschōn, kai meteōrosophistōn, kai lexithērōn, tōn pleon logōn echontōn mēden, eis tēn praktikēn aretēn sauton synteinon, tēn makarious apophainousan tous erastas; ei de oiei tais tōn archaiōn gnōmais dikaion einai mallon akolouthein, tous allous teōs pareis, auton ton par᾿ autōn sophōtaton hapantōn anthrōpōn kēryttomenon, engyētēn tōn emautou logōn parexomai. Ti oun phēsi Xenophōn peri autou « Oudeis pōpote Sōkratous ouden asebes, ouden anosion, oute prattontos eiden, oute legontos ēkousen. Oude gar peri tēs tōn pantōn physeōs, haper tōn allōn hoi pleistoi dielegonto, skopōn hopōs ho kaloumenos hypo tōn sophistōn kosmos echei, kai tisin anankais hekasta ginetai tōn ouraniōn, alla kai tous phrontizontas toiauta, mōrainontas epedeiknye. Kai prōton met᾿ autōn eskopei, poteron pote nomisantes hikanōs ēdē tanthrōpina eidenai, erchontai epi to toioutōn phrontizein; ē ta men anthrōpina parentes, ta daimonia de skopountes hēgountai ta prosēkonta prattein; ethaumaze de, ei mē phaneron estin autois, hoti tauta ou dynaton anthrōpois heurein. Epei kai tous megiston phronountas epi tǭ peri toutōn legein, ou ta auta doxazein allēlois, alla tois mainomenois homoiōs diakeisthai pros allēlous. • Tauta men oun Xenophōn egrapsen; kai Platōn de ho tōn allōn hapantōn ellogimōteros, kai malista pantōn ton Sōkratēn epistamenos, ta auta tǭ Xenophōnti dia pantōn heautou schedon tōn dialogōn kateskeuasen. Ei toinyn kakeinos, mallon de kakeinoi, kai epetēdeuon, kai elegon, kai egraphon, tēn praktikēn askein; hautē gar, hōs kai tǭ Platōni dokei, kallistē estin hodos, epi tēn eusebeian agousa, kai eis plateian eurychōrian teleutōsa.

To Olympiodorus. Leave aside, wise man, the chatterers about the heavens, the sophists of the sky and the hunters of words, who have nothing more than words, and devote yourself to practical virtue, which makes its lovers blessed. And if you think it more right to follow the opinions of the ancients, leaving the others aside for now, I shall offer as the guarantor of my words the man they themselves proclaim the wisest of all men. What, then, does Xenophon say about him? "No one ever saw Socrates doing, or heard him saying, anything impious or unholy. For he did not discuss the nature of all things, as most of the others did, examining how what the sophists call the cosmos is constituted and by what necessities each of the heavenly things comes about; but he even showed that those who think about such things are fools. And first he examined with them whether they come to think about such things because they believe they already know human things sufficiently, or whether, neglecting human things and examining divine things, they think they are doing what is fitting. And he wondered that it was not plain to them that it is not possible for human beings to discover these things; since even those who pride themselves most on speaking about them do not hold the same opinions as one another, but behave toward one another like madmen." So Xenophon wrote; and Plato, more eloquent than all the others and knowing Socrates best of all, established the same as Xenophon in almost all his dialogues. If, then, he, or rather they, both practised and said and wrote that one should practise the practical life (for this, as Plato too thinks, is the finest road leading to piety and ending in a broad spaciousness) …

Notes and citation

Summary: Isidore urges a man to leave speculative philosophy for practical virtue, citing Xenophon's account of Socrates, who held speculation about the heavens to be folly.

  • Xenophon, Mem. 1.1.11-14, quoted with small differences. The last sentence is left incomplete in the Greek.

Notes on the original text

  • Digital text corrected (OCR slip): κόσμο; ἔχει → κόσμος ἔχει.

Extrabiblical texts: Xenophon, Mem. 1.1.11-14 (Xenophon, Memorabilia; quotation); Plato (Plato (works); echo)

Topics: Philosophy, The Christian life, Paganism

Cite (SBL): Isidore of Pelusium, Ep. 5.202 (PG 78 78:1453; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-202). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-202) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.203PG 78 78:1455

ΚΑΣΣΙΑΝΩ. ἄβουλος καὶ ἀβούλητος. Οὐ ταυτὸν τὸ ἄβουλον, καὶ τὸ ἀβούλητον· τὸ μὲν γὰρ τὸ ἀπερίσκεπτον, τὸ δὲ τὸ ἀκούσιον μηνύει· καὶ τὸ μὲν εἰς τὸ πράττειν, τὸ δὲ εἰς τὸ πάσχειν βλέπει. Τὸ μὲν γὰρ ἐστιν ἄσκεπτος πρᾶξις, τὸ δὲ κατηναγκασμένον πάθος.

KASSIANŌ. aboulos kai aboulētos. Ou tauton to aboulon, kai to aboulēton; to men gar to aperiskepton, to de to akousion mēnyei; kai to men eis to prattein, to de eis to paschein blepei. To men gar estin askeptos praxis, to de katēnankasmenon pathos.

To Cassian. Thoughtless (aboulos) and unwilled (aboulētos). "Thoughtless" and "unwilled" are not the same. The first signifies what is unconsidered, the second what is involuntary; the first looks to acting, the second to suffering. For the one is an unconsidered act, the other a suffering under compulsion.

Notes and citation

Summary: Isidore distinguishes "thoughtless" (an unconsidered act) from "unwilled" (an involuntary suffering).

  • A numeral and a repeated fragment of the title are removed from the scan text.

Notes on the original text

  • Digital text corrected (OCR lost a letter; letter numeral and a repeated fragment of the title from the OCR): ΣΓ΄. ἄβουλος καὶ ἀβούλητος. λον καὶ ἀβούλητον. → ἄβουλος καὶ ἀβούλητος.; τὸ μὲ γὰρ → τὸ μὲν γὰρ.

Topics: Classical learning and education, Free will

Cite (SBL): Isidore of Pelusium, Ep. 5.203 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-203). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-203) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.204PG 78 78:1455

ΑΥΣΟΝΙΩ. Ἡ μὲν ἀμφισβήτησις κρίσει ἀναρτάσθω· ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω· ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω· ὁ δὲ ὅρος γεγράφθω· τὰ δὲ γεγραμμένα κυρούσθω· τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις· πᾶσά τε ἁψιμαχία οἰχέσθω, καὶ φιλία χορευέτω· ἧς ἴσον οὐδέν· καὶ εἰς ἀρετῆς, καὶ εὐδοκιμήσεως, καὶ εἰς εὐφροσύνης λόγον

AUSONIŌ. Hē men amphisbētēsis krisei anartasthō; hē de krisis tous elenchous basanizetō; hē de basanos to deon horizetō; ho de horos gegraphthō; ta de gegrammena kyrousthō; ta de kyrōthenta bebaiousthō tois ergois; pasa te hapsimachia oichesthō, kai philia choreuetō; hēs ison ouden; kai eis aretēs, kai eudokimēseōs, kai eis euphrosynēs logon

To Ausonius. Let the dispute hang on a trial; let the trial test the proofs; let the testing define what is right; let the definition be written; let what is written be ratified; let what is ratified be confirmed by deeds; let all skirmishing depart, and let friendship dance, to which nothing is equal, whether for virtue, good repute or gladness …

Notes and citation

Summary: Isidore urges that a dispute be settled by orderly judgment and end in friendship.

  • The letter breaks off in the scan text.

Topics: Love of God and neighbour, Rulers and the state

Cite (SBL): Isidore of Pelusium, Ep. 5.204 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-204). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-204) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.205PG 78 78:1455

ΦΙΛΗΤΡΙΩ. Ἔμελλες ἄρα, ἢ φιλίας, ἢ τοῦ τετρῶσθαι ὑπὸ φιλίας ἐπώνυμος ὢν καὶ ἄλλους εἰς ταύτην ἐμβαίνειν. Ἰδοὺ γὰρ καὶ ἡμᾶς πόῤῥω τυγχάνοντας, καὶ μηδεπώποτε συντετυχηκότας διὰ γραμμάτων, εἰς τὴν σαυτοῦ ἀγάπην ἐξεβάκχευσας καὶ τοσοῦτον κατέτρωσας, ὡς μηδὲ πρὸς τὸ ἀκαρὲς δύνασθαι ἀμνημονεῖν.

PhILĒTRIŌ. Emelles ara, ē philias, ē tou tetrōsthai hypo philias epōnymos ōn kai allous eis tautēn embainein. Idou gar kai hēmas porrhō tynchanontas, kai mēdepōpote syntetychēkotas dia grammatōn, eis tēn sautou agapēn exebakcheusas kai tosouton katetrōsas, hōs mēde pros to akares dynasthai amnēmonein.

To Philetrius. You were bound, then, being named either after friendship or after being wounded by friendship, to bring others into it too. For see, even us, who are far away and have never met you, you have driven wild with love for you by letters and wounded so deeply that we cannot forget you even for a moment.

Notes and citation

Summary: Isidore plays on Philetrius's name to say his letters have wounded him with friendship.

  • The name Philetrius is explained from φιλία ("friendship") and τιτρώσκω ("wound").

Notes on the original text

  • Digital text corrected (margin letter splitting a word in the OCR): ἀμνηΟ μονεῖν → ἀμνημονεῖν.

Topics: Love of God and neighbour

Cite (SBL): Isidore of Pelusium, Ep. 5.205 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-205). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-205) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.206PG 78 78:1455

ΔΙΔΥΜΟ ΣΧΟΛΑΣΤΙΚΩ. Τὸν πρεσβύτατόν σου τῶν παίδων πρὸς τὸν νεώτατον διαφέρεσθαί τινές φασι, καὶ σὲ μὲν εἰδέναι, προσποιεῖσθαι δὲ μὴ εἰδέναι· θᾶττον τοίνυν ἀποθέμενος τὴν ἑκούσιον ἄγνοιαν, πειράθητι αὐτοὺς εἰς φιλίαν συναλλάξαι, μή ποτέ τι ἀνήκεστον τεχθείη κακόν· οὐ γάρ τι χρηστὸν ἡ φιλονεικία ὠδίνει· ἵν᾿ ὥσπερ τοῦ εἶναι μετὰ τὴν πρόνοιαν αὐτοῖς κατέστης αἴτιος, οὕτω καὶ τοῦ εὖ εἶναι κατασταίης.

DIDYMO SChOLASTIKŌ. Ton presbytaton sou tōn paidōn pros ton neōtaton diapheresthai tines phasi, kai se men eidenai, prospoieisthai de mē eidenai; thatton toinyn apothemenos tēn hekousion agnoian, peirathēti autous eis philian synallaxai, mē pote ti anēkeston techtheiē kakon; ou gar ti chrēston hē philoneikia ōdinei; hin᾿ hōsper tou einai meta tēn pronoian autois katestēs aitios, houtō kai tou eu einai katastaiēs.

To Didymus the scholasticus. Some say that the eldest of your sons is at odds with the youngest, and that you know but pretend not to know. Lay aside quickly, then, your willed ignorance, and try to reconcile them in friendship, lest some incurable evil be born; for contentiousness gives birth to nothing good. So that, as after providence you became the cause of their being, you may also become the cause of their well-being.

Notes and citation

Summary: Isidore urges a father to stop ignoring the quarrel between his sons and reconcile them.

Notes on the original text

  • Digital text corrected (OCR slip (accent)): ἴν᾿ ὥσπερ → ἵν᾿ ὥσπερ.

Topics: Parents and children

Cite (SBL): Isidore of Pelusium, Ep. 5.206 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-206). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-206) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.207PG 78 78:1455

ΤΩ ΑΥΤΩ. Ὥσπερ ἡ ἀπέχθεια εὐπαράδεκτόν πως τὴν παρὰ τῶν ἐχθρῶν ἐργάζεται λοιδορίαν, οὕτως ἡ φιλία διακρούεται ταύτην καὶ ἀκοντίζει

TŌ AUTŌ. Hōsper hē apechtheia euparadekton pōs tēn para tōn echthrōn ergazetai loidorian, houtōs hē philia diakrouetai tautēn kai akontizei

To the same. Just as enmity somehow makes abuse from enemies easy to accept, so friendship beats it off and hurls it back …

Notes and citation

Summary: Enmity makes abuse credible, friendship repels it.

  • The letter breaks off in the scan text.

Topics: Love of God and neighbour

Cite (SBL): Isidore of Pelusium, Ep. 5.207 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-207). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-207) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.208PG 78 78:1455

ΩΡΙΩΝΙ. Ἥσθην ὑπερφυῶς, μαθών σου τὴν ἀρίστην μεταβολήν· καὶ πιστεύω, ὡς ἀποτρίψῃ μὲν ὡς τάχιστα τὴν ἀδοξίαν, τὴν ἐκ τῆς κακίας πρώην προσγενομένην· ἀναλήψῃ δὲ τὸν τῆς ἀρετῆς κόσμον καὶ κλέος ἀοίδιμον ἕξεις, ἐνταῦθα μὲν παρὰ πάντων ἀνακηρυττόμενος, ἐκεῖσε δὲ παρὰ τοῦ κριτοῦ στεφανούμενος.

ŌRIŌNI. Hēsthēn hyperphyōs, mathōn sou tēn aristēn metabolēn; kai pisteuō, hōs apotripsę̄ men hōs tachista tēn adoxian, tēn ek tēs kakias prōēn prosgenomenēn; analēpsę̄ de ton tēs aretēs kosmon kai kleos aoidimon hexeis, entautha men para pantōn anakēryttomenos, ekeise de para tou kritou stephanoumenos.

To Orion. I was delighted beyond measure to learn of your excellent change; and I trust that you will very quickly rub off the disrepute that formerly came to you from wickedness, take up the adornment of virtue, and have a celebrated fame, proclaimed by all here and crowned there by the Judge.

Notes and citation

Summary: Isidore rejoices at a man's conversion and promises him renown here and a crown hereafter.

Topics: Repentance

Cite (SBL): Isidore of Pelusium, Ep. 5.208 (PG 78 78:1455; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-208). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-208) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.209PG 78 78:1457

ΠΕΤΡΩ ΣΧΟΛΑΣΤΙΚΩ. Ἐγὼ οὐ καταψηφιοῦμαι, οὔτε καταποφανοῦμαι ἀνδρὸς, οὗ μήτε ἀκροατὴς ἐγενόμην, μήτε δικαστής· εἰ δὲ κρινόμενος ἁλοίη, τὸ τηνικαῦτα ἡ κατ' αὐτοῦ ἐξενεχθήσεται ψῆφος. ΖΩΣΙΜΟ ΠΡΕΣΒΥΤΕΡΩ. Εἰ οὐ βούλει θεραπεύειν τι, καὶ ἐπιτείνεις τῶν πενήτων τὰ τραύματα, τί τοῖς μαχομένοις τῷ δυσνουθετήτῳ καὶ δυσμάχῳ τῆς πτωχείας θηρίῳ χαλεπώτερον κατασκευάζεις τὸν ἀγῶνα, τὸν παρὰ τῶν ἐλεημόνων αὐτοῖς εἰς τροφὴν παρεχόμενον ἔρανον σφετεριζόμενος; Τί ἐκ τοιούτων κερδῶν τὴν ἀκόρεστον σαυτοῦ ἐμπιπλῶν γαστέρα, νομίζεις ἀπολαύειν ; Διάβλεψον μικρὸν ἀνενεγκὼν ἐκ τῆς τοιαύτης παραπληξίας. Εἰπὲ πρὸς ἑαυτόν · εἰ ὁ τὰ οἰκεῖα εἰς ἐλεημοσύνην μὴ προϊέμενος, εἰς τὸν ποταμὸν πέμπεται τοῦ πυρὸς, ἀφόρηταὶ βασανισθησόμενος · ὁ καὶ τὰ τῶν πενήτων ἰδιοποιούμενος, τί πείσεται; Εἰ ὁ τὰ ἑαυτοῦ μὴ διδοὺς οὐ συγγνωσθήσεται, ὁ καὶ τὰ διδόμενα ἀποσυλῶν ποῦ χωρήσει; Εἱ μὲν γὰρ ὑπὸ πενίας ἀναγκαζόμενος τὴν καινὴν ταύτην ληστείαν, μᾶλλον δὲ τυμβωρυχίας χείρονα κακουργίαν ἐπενόησας, ἦν ἄν σοι καὶ ἴχνος ἀναισχύντου ἀπολογίας. Ἐπειδὴ δὲ τρυφῶν καὶ σκιρτῶν, τὰς ἀλλοτρίας συμφορὰς δέον ἐπικουφίζειν, ἐπιτρίβεις, ποία σοι λελείψεται ἀπολογία; Τίς ἔλεος; ποία συγγνώμη; Ταῦτα δάκρυσι σχεδὸν κεράσας τὸ μέλαν, ἀπέστειλα. Τάχα πως σαυτὸν μὲν γνοίης, τοὺς δὲ πένητας ἀδικῶν ἀποσταίης, τὸν δὲ κριτὴν ἐξιλάσαιο, ἡμᾶς τε ἐπὶ τῇ σαυτοῦ μετανοίᾳ εὐφροσύνης ἐμπλήσας

PETRŌ SChOLASTIKŌ. Egō ou katapsēphioumai, oute katapophanoumai andros, hou mēte akroatēs egenomēn, mēte dikastēs; ei de krinomenos haloiē, to tēnikauta hē kat' autou exenechthēsetai psēphos. ZŌSIMO PRESBYTERŌ. Ei ou boulei therapeuein ti, kai epiteineis tōn penētōn ta traumata, ti tois machomenois tǭ dysnouthetētǭ kai dysmachǭ tēs ptōcheias thēriǭ chalepōteron kataskeuazeis ton agōna, ton para tōn eleēmonōn autois eis trophēn parechomenon eranon spheterizomenos? Ti ek toioutōn kerdōn tēn akoreston sautou empiplōn gastera, nomizeis apolauein ? Diablepson mikron anenenkōn ek tēs toiautēs paraplēxias. Eipe pros heauton ; ei ho ta oikeia eis eleēmosynēn mē proïemenos, eis ton potamon pempetai tou pyros, aphorētai basanisthēsomenos ; ho kai ta tōn penētōn idiopoioumenos, ti peisetai? Ei ho ta heautou mē didous ou syngnōsthēsetai, ho kai ta didomena aposylōn pou chōrēsei? Hei men gar hypo penias anankazomenos tēn kainēn tautēn lēsteian, mallon de tymbōrychias cheirona kakourgian epenoēsas, ēn an soi kai ichnos anaischyntou apologias. Epeidē de tryphōn kai skirtōn, tas allotrias symphoras deon epikouphizein, epitribeis, poia soi leleipsetai apologia? Tis eleos? poia syngnōmē? Tauta dakrysi schedon kerasas to melan, apesteila. Tacha pōs sauton men gnoiēs, tous de penētas adikōn apostaiēs, ton de kritēn exilasaio, hēmas te epi tę̄ sautou metanoią euphrosynēs emplēsas

To Peter the scholasticus. I will not vote against or pronounce against a man whom I have neither heard nor judged; but if he is tried and convicted, then the verdict will be brought against him. [Letter 5.210] To Zosimus the presbyter. If you do not wish to heal, and even worsen the wounds of the poor, why do you make the contest harder for those fighting with the hard-to-tame and hard-to-fight beast of poverty, appropriating the contribution given them by the merciful for their food? Why do you think you enjoy it, filling your insatiable belly from such gains? Look up a little, recovering from such derangement. Say to yourself: if the one who does not give his own possessions in almsgiving is sent into the river of fire to be tortured unbearably, what will the one suffer who appropriates the possessions of the poor? If the one who does not give his own will not be pardoned, where will the one go who plunders what is given? If you had devised this new robbery, or rather this crime worse than grave-robbing, compelled by poverty, you would have had at least a trace of a shameless defence. But since in luxury and frolicking you crush the misfortunes of others, which you ought to lighten, what defence will be left you? What mercy? What pardon? I have sent this, having almost mixed the ink with tears. Perhaps you may come to know yourself, stop wronging the poor, propitiate the Judge, and fill us with gladness at your repentance …

Dan 7:10 (echo, medium confidence) · Matt 25:41 (echo, medium confidence)

Notes and citation

Summary: Isidore refuses to condemn a man unheard; a second letter rebukes the presbyter Zosimus for embezzling alms meant for the poor, warning that he faces a worse fate than those who merely refuse to give.

  • Letter 5.210 begins at "To Zosimus the presbyter"; the numeral before it is removed. The letter breaks off in the scan.
  • The river of fire: cf. Dan 7:10. Those who did not give: cf. Matt 25:41-46.

Notes on the original text

  • Digital text corrected (letter numeral (σιʹ) from the heading): ΣΙ'. – → .

Topics: Ethics, Church office, Almsgiving and care for the poor, Wealth and poverty, Hell and eternal punishment

Cite (SBL): Isidore of Pelusium, Ep. 5.209 (PG 78 78:1457; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-209). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-209) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.211PG 78 78:1457

ΘΕΟΔΟΣΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. ᾿Ανὴρ διαφερόντως τῇ θειοτάτῃ θρησκείᾳ ἀνακείμενος, καὶ τοῖς τὰ αὐτὰ αὐτῷ μετιοῦσιν ἐντυχεῖν περί πολλοῦ ποιούμενος, κἀκεῖσε ἀφῖκται. Ξεναγὸς τοίνυν ἀγαθὸς αὐτῷ γενοῦ· ἵνα σε τε καὶ τὰς ἄλλας τῆς ἀρετῆς θεασάμενος εἰκόνας, ἐμπλήσῃ τὸν οἰκεῖον ἔρωτα.

ThEODOSIO PRESBYTERŌ. ᾿Anēr diapherontōs tę̄ theiotatę̄ thrēskeią anakeimenos, kai tois ta auta autǭ metiousin entychein peri pollou poioumenos, kakeise aphiktai. Xenagos toinyn agathos autǭ genou; hina se te kai tas allas tēs aretēs theasamenos eikonas, emplēsę̄ ton oikeion erōta.

To Theodosius the presbyter. A man especially devoted to the most divine religion, who sets great store on meeting those who pursue the same things, has arrived there too. Be a good guide to him, so that, seeing you and the other images of virtue, he may satisfy his longing.

Notes and citation

Summary: Isidore commends a devout traveller to a presbyter's guidance.

Notes on the original text

  • Digital text corrected (word split by OCR): ἀνακεί μενος → ἀνακείμενος.

Topics: Hospitality, Monastic life

Cite (SBL): Isidore of Pelusium, Ep. 5.211 (PG 78 78:1457; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-211). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-211) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.212PG 78 78:1457

ΑΥΣΟΝΙΟ ΚΟΡΡΗΚΤΩΡΙ. Ἐπειδὴ ἀνήρ τις ἀγοραῖος πράγματα βουλόμενος παρασχεῖν ἀνθρώπῳ ἀπραγμοσύνῃ συζῶντι, εἴλκυσεν αὐτὸν εἰς δικαστήριον· καταξίωσον, θᾶττον μὲν κωλύσαι τοῦτον ἀδικῆσαι· χαριῇ γὰρ αὐτῷ· τὸν δὲ εἰς τὴν ἀγροικίαν πέμψαι, τῆς φίλης γεωργίας τὴν ἀντίδοσιν ἀσπασόμενον.

AUSONIO KORRĒKTŌRI. Epeidē anēr tis agoraios pragmata boulomenos paraschein anthrōpǭ apragmosynę̄ syzōnti, eilkysen auton eis dikastērion; kataxiōson, thatton men kōlysai touton adikēsai; charię̄ gar autǭ; ton de eis tēn agroikian pempsai, tēs philēs geōrgias tēn antidosin aspasomenon.

To Ausonius the corrector. Since a man of the market-place, wishing to make trouble for a man who lives a quiet life, has dragged him into court, deign quickly to prevent him from doing wrong (for you will do him a favour), and send the other back to the countryside, to enjoy what his beloved farming returns.

Notes and citation

Summary: Isidore asks a governor to stop a vexatious lawsuit against a quiet farmer.

  • The corrector was a provincial governor.

Topics: Rulers and the state, Work and idleness

Cite (SBL): Isidore of Pelusium, Ep. 5.212 (PG 78 78:1457; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-212). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-212) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.213PG 78 78:1459

ΖΩΣΙΜΟ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐ τῇ φράσει χρὴ, ὦ βέλτιστε, καταγοητεύειν τοὺς ἀκροωμένους, ἀλλὰ τῇ πράξει χειροῦσθαι τοὺς θεωμένους· ὁ τρόπος γάρ ἐστι τοῦ πείθοντος ὁ αἰδέσιμος, οὐχ ὁ λόγος. Ὁ μὲν γὰρ δυσωπεῖ, ὁ δὲ ἐνοχλεῖ. Τί τοίνυν βούλομαι εἰπεῖν, φράσω· ᾿Ανήρ τις τῶν ἀρετῇ κεκοσμημένων, πολὺς ἔῤῥει κατὰ σοῦ, πολλὰ μὲν φράζων, ἓν δὲ θαυμάζων, πῶς κηλὶς ὢν τῆς Ἐκκλησίας, ἀκηλίδωτον βίον ἐν ταῖς εὐχαῖς λαβεῖν ἀξιοῖς. Εἰ μὲν γὰρ τὰ παρ' ἑαυτοῦ, φησὶν, εἰσφέρει, αἰτείτω· εἰ δὲ καὶ ἄλλους μιᾶναι ἐκ τῶν αἰσχίστων αὐτοῦ πράξεων οἷός τέ ἐστι, δι᾽ ἣν αἰτίαν τοῦτο εὔχεται λαβεῖν, ὅ ἔχειν οὐ θέλει; Ἐγὼ μὲν οὖν ἠρυθρίων ἀκούων, καὶ προσεῖχον εἰς γῆν, καὶ οὐδὲ διᾶραι τὸ στόμα ἴσχυον · οἱ δὲ παρόντες κρότοις ἐκεῖνον ἐστεφάνουν λαμπροῖς, ἓν μόνον αἰτιώμενοι, τὸ μὴ δεδυνῆσθαι ἐπαξίως τῆς σῆς ἀπαιδευσίας φράσαι· Αὐτὸς οὖν σκόπει, ὅπως ταύτην ἀποτρίψῃ τὴν κωμῳδίαν.

ZŌSIMO PRESBYTERŌ. Ou tę̄ phrasei chrē, ō beltiste, katagoēteuein tous akroōmenous, alla tę̄ praxei cheirousthai tous theōmenous; ho tropos gar esti tou peithontos ho aidesimos, ouch ho logos. Ho men gar dysōpei, ho de enochlei. Ti toinyn boulomai eipein, phrasō; ᾿Anēr tis tōn aretę̄ kekosmēmenōn, polys errhei kata sou, polla men phrazōn, hen de thaumazōn, pōs kēlis ōn tēs Ekklēsias, akēlidōton bion en tais euchais labein axiois. Ei men gar ta par' heautou, phēsin, eispherei, aiteitō; ei de kai allous mianai ek tōn aischistōn autou praxeōn hoios te esti, di᾽ hēn aitian touto euchetai labein, ho echein ou thelei? Egō men oun ērythriōn akouōn, kai proseichon eis gēn, kai oude diarai to stoma ischyon ; hoi de parontes krotois ekeinon estephanoun lamprois, hen monon aitiōmenoi, to mē dedynēsthai epaxiōs tēs sēs apaideusias phrasai; Autos oun skopei, hopōs tautēn apotripsę̄ tēn kōmǭdian.

To Zosimus the presbyter. One must not bewitch the hearers by speech, my good man, but win the onlookers by action; for it is the character of the persuader that commands respect, not his words. The one shames, the other annoys. What I want to say, I shall tell you. A man adorned with virtue was pouring out much against you, saying many things but wondering at one: how, being a stain on the church, you think fit to ask in your prayers for a stainless life. "If he contributes his own part," he said, "let him ask; but if he is able to defile others by his most shameful deeds, for what reason does he pray to receive what he does not wish to have?" I blushed as I listened, fixed my eyes on the ground, and could not even open my mouth; but those present crowned him with loud applause, blaming him for one thing only, that he had not been able to speak worthily of your want of discipline. Consider, then, how you may rub off this ridicule.

Notes and citation

Summary: Isidore reports to Zosimus a good man's scathing remark that he prays for a spotless life while defiling the church, and urges him to amend.

Notes on the original text

  • Digital text corrected (stray letter from the OCR; words joined by OCR): εἰδὲ καὶ ἄλλους → εἰ δὲ καὶ ἄλλους; αἰτίαν κ τοῦτο → αἰτίαν τοῦτο.

Topics: Church office, Prayer, Lying and truthfulness

Cite (SBL): Isidore of Pelusium, Ep. 5.213 (PG 78 78:1459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-213). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-213) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.214PG 78 78:1459

ΠΑΥΛΩ ΠΡΕΣΒΥΤΕΡΩ. Μὴ περὶ μικρῶν καὶ φαύλων, ἀλλὰ περὶ ὧν λέγειν ἄξιον τοῖς ἐντυγχάνουσι φράζε. Φλυαρεῖν γάρ σε νομίζοντες πολλοὶ, καὶ ἀποφοιτῶσι ταχέως, καὶ αἰτιῶνται ῥᾳδίως, καὶ πείθουσιν ὀξέως.

PAULŌ PRESBYTERŌ. Mē peri mikrōn kai phaulōn, alla peri hōn legein axion tois entynchanousi phraze. Phlyarein gar se nomizontes polloi, kai apophoitōsi tacheōs, kai aitiōntai rhądiōs, kai peithousin oxeōs.

To Paul the presbyter. Speak to those you meet not about small and trivial things, but about things worth saying. For many, thinking you talk nonsense, quickly go away, readily blame you, and swiftly persuade others.

Notes and citation

Summary: Isidore advises a presbyter to speak only of worthwhile things, lest he be thought a babbler.

Topics: Church office, Lying and truthfulness

Cite (SBL): Isidore of Pelusium, Ep. 5.214 (PG 78 78:1459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-214). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-214) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.215PG 78 78:1459

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩ. Μή σου, ὦ μακάριε, τὸν εἰς τὴν ἀρετὴν δρόμον τὸ μιαρὸν καὶ θεομισῆ, ὡς γέγραφας, Ζώσιμον ἱερᾶσθαι τολμᾷν· ἀλλ᾿ αὐτὸ τοῦτό σε μᾶλλον ῥωννύτω εἰς τὸ πιστεύειν πάντως εἶναι κρίσιν, ἐν ᾗ ἑκάστῳ τὸ πρόσφορον ἀπονεμηθήσεται. Εἰ γὰρ πάντες ἐνταῦθα ἀπελάμβανον τὰ προσήκοντα, οἱ μὲν τὰς ἀμοιβὰς, οἱ δὲ τὰπίχειρα, περιττὸς ἦν ὁ τῆς κρίσεως λόγος. Ἐπειδὴ δὲ πολλοὶ μὲν φαῦλοι εὐημεροῦσι, πολλοὶ δὲ σπουδαῖοι παρευημεροῦνται, αὐτὸ τοῦτο ὅ τὸν θόρυβον ποιεῖ, τοῦ θορύβου καὶ τῆς ταραχῆς ὀφείλει εἶναι ἀναιρετικὸν, ὅτι ἑκάστῳ τὸ πρέπον ἀποδοθήσεται. Οὐ γὰρ ἂν δίκαιος ὢν ὁ Θεὸς ταῦτα περιεῖδε γινόμενα, εἰ μὴ ἔμελλε καὶ λόγων καὶ πράξεων καὶ ἐννοιῶν μετὰ ταῦτα ἀπαιτεῖν εὐθύνας· καὶ τοῖς μὲν τιμὰς, τοῖς δὲ τιμωρίας ὁρίζειν.

DANIĒL PRESBYTERŌ. Mē sou, ō makarie, ton eis tēn aretēn dromon to miaron kai theomisē, hōs gegraphas, Zōsimon hierasthai tolmąn; all᾿ auto touto se mallon rhōnnytō eis to pisteuein pantōs einai krisin, en hę̄ hekastǭ to prosphoron aponemēthēsetai. Ei gar pantes entautha apelambanon ta prosēkonta, hoi men tas amoibas, hoi de tapicheira, perittos ēn ho tēs kriseōs logos. Epeidē de polloi men phauloi euēmerousi, polloi de spoudaioi pareuēmerountai, auto touto ho ton thorybon poiei, tou thorybou kai tēs tarachēs opheilei einai anairetikon, hoti hekastǭ to prepon apodothēsetai. Ou gar an dikaios ōn ho Theos tauta perieide ginomena, ei mē emelle kai logōn kai praxeōn kai ennoiōn meta tauta apaitein euthynas; kai tois men timas, tois de timōrias horizein.

To Daniel the presbyter. Do not let it hinder your course toward virtue, blessed man, that the foul and God-hated Zosimus, as you have written, dares to act as priest; rather let this very thing strengthen you to believe that there is certainly a judgment, in which what is fitting will be allotted to each. For if all received their due here, some their rewards and others their wages, the doctrine of the judgment would be superfluous. But since many worthless men prosper and many earnest men are passed over, the very thing that causes the disturbance ought to remove the disturbance and confusion, namely, that to each will be rendered what is fitting. For God, being just, would not overlook these things happening, unless he were going to demand an account of words, deeds and thoughts afterward, and to assign honours to some and punishments to others.

Notes and citation

Summary: The scandal of an unworthy priest like Zosimus should strengthen faith in the judgment, since God, being just, will repay each hereafter.

Notes on the original text

  • Digital text corrected (margin letter splitting a word in the OCR; word split by OCR): δρό μον → δρόμον; ὀρίΟ ζειν → ὁρίζειν.

Topics: Church office, The last judgment, Providence

Cite (SBL): Isidore of Pelusium, Ep. 5.215 (PG 78 78:1459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-215). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-215) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.

5.216PG 78 78:1459

ΣΤΡΑΤΗΓΙΟ ΜΟΝΑΖΟΝΤΙ. Ἤδη με, σὺν Θεῷ δὲ εἰρήσθω, προσδόκησον ἐν τῷ μοναστηρίῳ· ἥξω γὰρ τὴν σὴν πρό γε πάντων ὀψόμενος θεοσέβειαν, καὶ τὸν διὰ πάντα θαυμάσιον Θεοδόσιον, διὰ μακροῦ φίλον ὄντα, καὶ σφόδρα ἡμῖν τετιμημένον, περιπτυξόμενος.

STRATĒGIO MONAZONTI. Ēdē me, syn Theǭ de eirēsthō, prosdokēson en tǭ monastēriǭ; hēxō gar tēn sēn pro ge pantōn opsomenos theosebeian, kai ton dia panta thaumasion Theodosion, dia makrou philon onta, kai sphodra hēmin tetimēmenon, periptyxomenos.

To Strategius the monk. Expect me soon (God willing, be it said) at the monastery; for I shall come to see your godliness before all else, and to embrace Theodosius, admirable in every way, a friend of long standing and greatly honoured by me.

Notes and citation

Summary: Isidore announces a visit to a monastery to see a monk and his friend Theodosius.

Topics: Monastic life, Love of God and neighbour

Cite (SBL): Isidore of Pelusium, Ep. 5.216 (PG 78 78:1459; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/5-216). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-5-216) · Report an error

Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.