Letters 3.351–3.389
Greek text: PG 78.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 3
3.351PG 78 78:1005
ΑΝΤΩΝΙΟ ΣΧΟΛΑΣΤΙΚΩ. Ὁ τῆς παρθενίας ἀγὼν, μέγας μὲν καὶ λαμπρὸς καὶ ἔνθεος (πρὸς γὰρ τὴν ἔμφυτον τοῦ σώματος ἡδονὴν ὁ πόλεμος), ἐν δὲ τοῖς ἄλλοις ἐξευμαρίζει τοὺς πόνους. Ῥαδίως γὰρ φιλοχρηματίας κρατήσει, κόσμου σωματικοῦ, ἀνδρός τε καὶ παίδων μὴ φροντίζουσα, δι᾽ ὁ ὁ τῶν χρημάτων πορισμὸς ἀναγκαῖος εἶναι τοῖς ἀφιλοσόφοις δοκεῖ· πένθει τε ἀνάλωτος ἔσται. Οὐ γὰρ ἤνθησε κλάδους, οἷς συνανθοῦσι καὶ αἱ φροντίδες καὶ τὰ πένθη Ζώντων μὲν γὰρ τῶν παίδων, ἀναγκάζονται μεριμνᾶν, ε τεθνεώτων δὲ πενθεῖν. Ὀδυνῶν τε καὶ ἀθυμιῶν ἔξω ἐσκήνωται, μηδ' ἀνδρὸς δουλευομένη φρονήματος, μήτε ὠδῖσι ταῖς τοῦ θανάτου γείτοσι διακοπτομένη. Οὐ παρευδοκιμουμένη ζηλοῖ, οὐκ ἀγαπωμένη ὑπτιοῦται. Οὐκ ἀποστρεφόμενον κολακεύει, οὐ μισοῦντα θωπεύει, οὐχ ὑβρίζοντα ἀποστρέφεται, ἀλλὰ πάντων τούτων τῶν ἀνηκέστων κακῶν ἀπαλλαγή, ἡ πρὸς τὴν ἔμφυτον ἐπιθυμίαν μάχη, ἧς κρατοῦσα, πάντα ἐκεῖνα ὑποκύπτοντα ἔχει. Διὸ καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἀκριβῶς βασανίσας τὴν φύσιν, ἔγραφε περὶ τῶν πάντα ὑπομενόντων τὰ δυσχερή, ἵνα μόνον τὴν ἀπὸ τῆς ἐπιθυμίας λύτταν μὴ χειρώσωνται, « Θλίψιν τῇ σαρκὶ ἔξουσιν οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι. » Ἀλλ᾽ ἐπειδὴ πολλοὶ μὲν τὴν ἀποστολικὴν συμβουλὴν, ὡς διὰ πραγμάτων μὴ δεικνυμένην ἀτιμάζοντες, τὸ δ᾽ ἀληθὲς τῇ ἡδονῇ συνηγοροῦντές φασιν, ὅτι, θλίψιν μὲν οὐκ ἔχουσιν οἱ τὸν γάμον ἀσπασάμενοι, ἀλλὰ καὶ τέρψιν καὶ τρυφήν πολλοὶ δὲ δεινότητι χρώμενοι, καὶ ἀνδρειοτέρους ἑαυτοὺς τῶν τὴν ἁγνείαν ἐστεμμένων οἰόμενοι, οὐ δεόντως λέγουσιν, ὅτι ἀγεννοῦς τοῦτο ψυχῆς τεκμήριον. Ταῖς γὰρ τῆς ἀγαμίας ἁγιστείαις ἀφιερώσαντες ἑαυτοὺς, ἀπέκλεισαν τῇ γενέσει τὰς διεξόδους, γάμων ἀμύητοι μείναντες, καὶ τῇ τῶν ἀναγκῶν γυμνότητι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων νεανιευσάμενοι, παραπλήσιόν τι ποιοῦσιν, ὡσπερανεί τις ἀσώματος τυγχάνων ἐνηβρύνετο τῷ ἄτρωτος εἶναι. Καὶ γὰρ καὶ αὐτοὶ τὰς παραλόγους τῶν ἀβουλήτων ἐφόδους δείσαντες, τὸν τῆς παιδογονίας θεσμὸν ἡτίμασαν, άτεκνίᾳ ἑαυτοὺς πρὸς τὰς μεταβολὰς ὀχυρώσαντες, καὶ τὸ ἀνάλωτον διὰ ταύτης πραγματευσάμενοι. Ἡμεῖς δὲ ταῖς τῆς μεταβολῆς παραλόγοις ῥοπαῖς παραδόντες ἑαυτοὺς, καὶ οὐ ψιλῶν τάξιν πρὸς αὐτὴν ταγέντες, ἔξω τῆς φάλαγγος ἔστημεν, ἀλλὰ - τοῖς βέλεσιν αὐτοῖς ὑποθέντες τὴν πολιτείαν, καὶ ἀφθονίαν παρασχόντες εἰς ἃ βούλοιντο πλήττειν πρὸς ἐκείνην ἐφραξάμεθα, ὡς καὶ τιτρωσκομένους μὴ πλήττεσθαι, καὶ βληθέντας, ἄκεντρα τοξεύεσθαι, καὶ ἐν τῇ τῶν δυσκόλων πείρᾳ τὸ δόγμα βεβαιούμενοι, ὡς ἀρετὴ μεταβολῆς ἀδέσποτος, τὴν ἀκριβεστάτην ἐκφέρομεν βάσανον. Ἐπεὶ τοίνυν τοιαῦτά τινα συνείροντες καταρητορεύουσιν, αἰσχυνόμενοι μὲν ἐπὶ τῷ ἀπολελεῖφθαι τῶν τῆς παρθενίας ἄθλων, εὐπρόσωπον δὲ δοκοῦντες ἀπολογίαν προβάλλεσθαι, εἴσονται μὲν διὰ τῶν πραγμάτων ἐπὶ τῶν ἐπάθλων, ὅσον γυναικὶ μὲν ἀνὴρ, ἀνδρὶ δὲ γυνὴ, καὶ γυναικὸς καὶ παίδων φροντίδες ἐμπόδιόν ἐστι πρὸς σωτηρίαν· ἐλέγχονται δὲ καὶ νῦν εἰς τῶν κακῶν πυθμένα, διὰ ταῦτα συνελαυνόμενοι, δι' ἃ καὶ οἱ μὲν τρυφῆς καὶ ἀνέσεως ἀπολαύσεσθαι, οἱ δὲ καὶ μειζόνων στεἔρεισμα δοθεὶς, δύναται μὲν σώζειν τοὺς φυλάττον φάνων ἀξιωθήσεσθαι προσεδόκησαν. Ποίοις γὰρ πάθεσιν οὐχ ὑπόκεινται ; Ποίαν δὲ καπηλείαν οὐ μεταχειρίζονται; Πόσας δὲ ἀηδίας ὑπομένοντες, οὐκ αἰσθάνονται; Τί γὰρ τῶν καλῶν αὐτοὺς οὐ παριππεύει; Τί δὲ κατασκηνοῖ παρ᾿ αὐτοῖς ἐπαίνου ἄξιον; Καὶ ταῦτα, οὐ τοὺς τὸν τίμιον γάμον ἀσπαζομένους ἀποκηρύττων λέγω (ἄπαγε) ἀλλὰ τοὺς ἀθυρώτῳ καὶ ὀλισθηρᾷ γλώττῇ τολμῶντας τὸν γάμον τῆς παρθενίας ὑπερτιθέναι κωμῳδῶν. Ὅσον γὰρ οὐρανὸς γῆς, καὶ ψυχὴ σώματος διαφέρει· τοσοῦτον ἡ παρθενία τοῦ γάμου διενήνοχεν. Ἐκείνη μὲν γὰρ τὰ πρωτεῖα ἐν τῇ παρατάξει ἔχει, καὶ τὸ μέτωπον κοσμεῖ τῆς φάλαγγος, καὶ τὰ λαμπρὰ τρόπαια ἴστησιν· οὗτος δὲ σύμμετρος ὢν, καὶ τοῖς ἀσθενεστέροις τας, οὐ μὴν εἰς τὴν τῆς παρθενίας ἀνάξει κορυφήν. Διὸ καὶ ὁ πνευματικὸς νόμος τοὺς γήμαντας καὶ ἀμπέλους φυτεύσαντας εἰς τὸν κατὰ τῶν πνευματικῶν τῆς πονηρίας πόλεμον ἐξελθεῖν ἀπηγόρευσε. Μὴ τοίνυν οἱ τοιούτῳ κατεχόμενοι δεσμῷ τοῖς λελυμένοις ἁμιλλᾶσθαι οἰέσθωσαν· οὐδὲ γὰρ οἷόν τε. Μηδὲ οἱ χρηματισμῷ καὶ κόσμῳ σωματικῷ ὅλον ἑαυτῶν ἀναθέντες τὸν βίον, νομιζέτωσαν ἴσα ἄθλα λήψεσθαι τῶν ἀφιερωσάντων ἑαυτοὺς, καὶ τὰ τοῦ Κυρίου μεριμνώντων· ἀλλὰ ἐν τῇ προσηκούσῃ τάξει ἑαυτοὺς φυλάττοντες, μὴ ὁπλιζέτωσαν γλῶτταν κατὰ τῶν εἰς τὴν οὐράνιον κορυφὴν ἀναβάντων. Οὐ γὰρ ὁ γάμος κακόν· ἄπαγε· ἀλλὰ καὶ ἔννομον καὶ σύμμετρον ἀγαθόν. ᾿Ἀλλὰ τὰ ἐπισυρέντα τῷ γάμῳ κακά, ἱκανὰ καὶ τὴν τοῦ γάμου ἀμβλῦναι ἡδονήν. Εἰ δὲ καὶ μηδὲν τούτων ἐπήγετο, οὐδ᾽ οὕτως τῇ παρθενίᾳ παραβάλλεσθαι δίκαιος ἦν. Ὁ δὲ με καὶ ἐπειγόμενον παραδραμεῖν οὐκ ἐᾷ, τοῦτο ῥητέον· ὅτι ἡ μὲν παρθενία καὶ τἄλλα χειροῦται πάθη, ὁ δὲ γάμος καὶ τοῖς ἄλλοις ἀλίσκεται πάθεσι. Τίς γὰρ ἵνα παισὶ χορηγήσῃ τροφὰς, οὐ πάντα ποιεῖ τὰ μὴ πρέποντα καὶ εἰς κινδύνους ἑαυτὸν ῥιπτεῖ, καὶ εἰς πέλαγος, καὶ εἰς θηρίων βοράν. Οὗτοι οὖν ὡς ἀνδρεῖοι καὶ τροπαιοῦχοι ἐναβρύνεσθαι θέλουσι Καὶ τίς ἀνέξεται ; τίς γὰρ αὐτοῖς ἐπαρκέσει καιρὸς πρὸς τὸ ταῦτα τὰ τραύματα θεραπεῦσαι; Τίς δὲ οὐ συναλγήσει τοῖς ὑπὸ τοσούτων βελῶν κατατετρωμένοις; Τοσαῦτα γὰρ αὐτοὺς περιέχει κακὰ, οἷα οὐδ᾽ ἐννοῆσαι, οὐδὲ φράσαι διὰ τὸ πλῆθος δυνατόν. Παυέσθωσαν οὖν τῶν τοιούτων λόγων, καὶ μὴ κατὰ τῆς παρθενίας ὁπλιζέτωσαν τὴν γλῶτταν· ἀλλ᾽ ὡς βασιλίδα αὐτὴν γεραιρέτωσαν, καὶ ὑπ᾿ αὐτῇ ταττέσθωσαν, ἵνα ἔχοιεν αὐτὴν καὶ ὑπερασπίζουσαν καὶ πρεσβεύουσαν. Ἡλίῳ μὲν γὰρ τοὺς τὴν παρθενίαν» (ἵνα καὶ οὐρανίοις χρήσωμαι παραδείγμασι)· :)· σελήνῃ δὲ τοὺς τὴν ἐγκράτειαν, ἄστροις " δὲ τοὺς τὸν τίμιον γάμον ἀσπασαμένους καὶ διατηρήσαντας, παραβάλλεσθαι θέμις, μάλιστα ἐπιψηφίσαντος τοῦ θεσπεσίου Παύλου, καὶ λέγοντος· « ῎Αλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. » Ἐκεῖνον μόνον ἂν ἔγωγε ζῇν κυρίως ὁρισαίμην, τὸν τῶν σωματικῶν παθῶν κρείττονα καὶ ἀνώτερον. Ὁ γὰρ ἐκείνοις ἑαυτὸν ὑποζεύξας, καὶ κατὰ κράτος ὑπ᾿ αὐτῶν ἐλαυνόμενος, οὐ μόνον εἰς τὸ ἔσχατον τελευτᾷ βάραθρον, ἀλλ᾽ οὐδὲ ζῇν ἐνταῦθα δύναται διὰ τὰς ἐξ αὐτῶν λύπας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὸν μυρίον αὐτῶν ἐσμόν. "Αν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε καὶ πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσος, ἄν τε ὕβρις, ἄν τε πενία, ἄν τε ἕτερόν τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ ἀπὸ τῆς ὑπονοίας μόνης, καὶ διέφθαρται. Ἀλλ᾽ οὐχ ὁ τῶν παθῶν κρατῶν τοιοῦτος· ἀλλὰ καὶ φόβων, καὶ κινδύνων, καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ὑψηλότερος, οὐ τῷ μηδὲν ὑπομένειν (τοῦτο γὰρ ἴσως ἀμήχανον), ἀλλ' ὁ καὶ πολλῷ μεῖζόν ἐστι καὶ παραδοξότερον ποιεῖ τὸ τρόπαιον τῷ καὶ προσβαλλόντων αὐτῶν καὶ ἀκροβολιζομένων καὶ κατατοξευόντων καταφρονεῖν.
ANTŌNIO SChOLASTIKŌ. Ho tēs parthenias agōn, megas men kai lampros kai entheos (pros gar tēn emphyton tou sōmatos hēdonēn ho polemos), en de tois allois exeumarizei tous ponous. Rhadiōs gar philochrēmatias kratēsei, kosmou sōmatikou, andros te kai paidōn mē phrontizousa, di᾽ ho ho tōn chrēmatōn porismos anankaios einai tois aphilosophois dokei; penthei te analōtos estai. Ou gar ēnthēse kladous, hois synanthousi kai hai phrontides kai ta penthē Zōntōn men gar tōn paidōn, anankazontai merimnan, e tethneōtōn de penthein. Odynōn te kai athymiōn exō eskēnōtai, mēd' andros douleuomenē phronēmatos, mēte ōdisi tais tou thanatou geitosi diakoptomenē. Ou pareudokimoumenē zēloi, ouk agapōmenē hyptioutai. Ouk apostrephomenon kolakeuei, ou misounta thōpeuei, ouch hybrizonta apostrephetai, alla pantōn toutōn tōn anēkestōn kakōn apallagē, hē pros tēn emphyton epithymian machē, hēs kratousa, panta ekeina hypokyptonta echei. Dio kai ho tōn anthrōpinōn pragmatōn akribōs basanisas tēn physin, egraphe peri tōn panta hypomenontōn ta dyscherē, hina monon tēn apo tēs epithymias lyttan mē cheirōsōntai, « Thlipsin tę̄ sarki exousin hoi toioutoi. Egō de hymōn pheidomai. » All᾽ epeidē polloi men tēn apostolikēn symboulēn, hōs dia pragmatōn mē deiknymenēn atimazontes, to d᾽ alēthes tę̄ hēdonę̄ synēgorountes phasin, hoti, thlipsin men ouk echousin hoi ton gamon aspasamenoi, alla kai terpsin kai tryphēn polloi de deinotēti chrōmenoi, kai andreioterous heautous tōn tēn hagneian estemmenōn oiomenoi, ou deontōs legousin, hoti agennous touto psychēs tekmērion. Tais gar tēs agamias hagisteiais aphierōsantes heautous, apekleisan tę̄ genesei tas diexodous, gamōn amyētoi meinantes, kai tę̄ tōn anankōn gymnotēti pros tas metabolas tōn pragmatōn neanieusamenoi, paraplēsion ti poiousin, hōsperanei tis asōmatos tynchanōn enēbryneto tǭ atrōtos einai. Kai gar kai autoi tas paralogous tōn aboulētōn ephodous deisantes, ton tēs paidogonias thesmon hētimasan, ateknią heautous pros tas metabolas ochyrōsantes, kai to analōton dia tautēs pragmateusamenoi. Hēmeis de tais tēs metabolēs paralogois rhopais paradontes heautous, kai ou psilōn taxin pros autēn tagentes, exō tēs phalangos estēmen, alla - tois belesin autois hypothentes tēn politeian, kai aphthonian paraschontes eis ha boulointo plēttein pros ekeinēn ephraxametha, hōs kai titrōskomenous mē plēttesthai, kai blēthentas, akentra toxeuesthai, kai en tę̄ tōn dyskolōn peirą to dogma bebaioumenoi, hōs aretē metabolēs adespotos, tēn akribestatēn ekpheromen basanon. Epei toinyn toiauta tina syneirontes katarētoreuousin, aischynomenoi men epi tǭ apoleleiphthai tōn tēs parthenias athlōn, euprosōpon de dokountes apologian proballesthai, eisontai men dia tōn pragmatōn epi tōn epathlōn, hoson gynaiki men anēr, andri de gynē, kai gynaikos kai paidōn phrontides empodion esti pros sōtērian; elenchontai de kai nyn eis tōn kakōn pythmena, dia tauta synelaunomenoi, di' ha kai hoi men tryphēs kai aneseōs apolausesthai, hoi de kai meizonōn steereisma dotheis, dynatai men sōzein tous phylatton phanōn axiōthēsesthai prosedokēsan. Poiois gar pathesin ouch hypokeintai ? Poian de kapēleian ou metacheirizontai? Posas de aēdias hypomenontes, ouk aisthanontai? Ti gar tōn kalōn autous ou parippeuei? Ti de kataskēnoi par᾿ autois epainou axion? Kai tauta, ou tous ton timion gamon aspazomenous apokēryttōn legō (apage) alla tous athyrōtǭ kai olisthērą glōttę̄ tolmōntas ton gamon tēs parthenias hypertithenai kōmǭdōn. Hoson gar ouranos gēs, kai psychē sōmatos diapherei; tosouton hē parthenia tou gamou dienēnochen. Ekeinē men gar ta prōteia en tę̄ parataxei echei, kai to metōpon kosmei tēs phalangos, kai ta lampra tropaia istēsin; houtos de symmetros ōn, kai tois asthenesterois tas, ou mēn eis tēn tēs parthenias anaxei koryphēn. Dio kai ho pneumatikos nomos tous gēmantas kai ampelous phyteusantas eis ton kata tōn pneumatikōn tēs ponērias polemon exelthein apēgoreuse. Mē toinyn hoi toioutǭ katechomenoi desmǭ tois lelymenois hamillasthai oiesthōsan; oude gar hoion te. Mēde hoi chrēmatismǭ kai kosmǭ sōmatikǭ holon heautōn anathentes ton bion, nomizetōsan isa athla lēpsesthai tōn aphierōsantōn heautous, kai ta tou Kyriou merimnōntōn; alla en tę̄ prosēkousę̄ taxei heautous phylattontes, mē hoplizetōsan glōttan kata tōn eis tēn ouranion koryphēn anabantōn. Ou gar ho gamos kakon; apage; alla kai ennomon kai symmetron agathon. ᾿Alla ta episyrenta tǭ gamǭ kaka, hikana kai tēn tou gamou amblynai hēdonēn. Ei de kai mēden toutōn epēgeto, oud᾽ houtōs tę̄ parthenią paraballesthai dikaios ēn. Ho de me kai epeigomenon paradramein ouk eą, touto rhēteon; hoti hē men parthenia kai talla cheiroutai pathē, ho de gamos kai tois allois alisketai pathesi. Tis gar hina paisi chorēgēsę̄ trophas, ou panta poiei ta mē preponta kai eis kindynous heauton rhiptei, kai eis pelagos, kai eis thēriōn boran. Houtoi oun hōs andreioi kai tropaiouchoi enabrynesthai thelousi Kai tis anexetai ? tis gar autois eparkesei kairos pros to tauta ta traumata therapeusai? Tis de ou synalgēsei tois hypo tosoutōn belōn katatetrōmenois? Tosauta gar autous periechei kaka, hoia oud᾽ ennoēsai, oude phrasai dia to plēthos dynaton. Pauesthōsan oun tōn toioutōn logōn, kai mē kata tēs parthenias hoplizetōsan tēn glōttan; all᾽ hōs basilida autēn gerairetōsan, kai hyp᾿ autę̄ tattesthōsan, hina echoien autēn kai hyperaspizousan kai presbeuousan. Hēliǭ men gar tous tēn parthenian» (hina kai ouraniois chrēsōmai paradeigmasi); :); selēnę̄ de tous tēn enkrateian, astrois " de tous ton timion gamon aspasamenous kai diatērēsantas, paraballesthai themis, malista epipsēphisantos tou thespesiou Paulou, kai legontos; « ᾿Allē doxa hēliou, kai allē doxa selēnēs, kai allē doxa asterōn. » Ekeinon monon an egōge zę̄n kyriōs horisaimēn, ton tōn sōmatikōn pathōn kreittona kai anōteron. Ho gar ekeinois heauton hypozeuxas, kai kata kratos hyp᾿ autōn elaunomenos, ou monon eis to eschaton teleutą barathron, all᾽ oude zę̄n entautha dynatai dia tas ex autōn lypas, kai tous phobous, kai tous kindynous, kai ton myrion autōn esmon. "An te gar thanatos prosdokēthę̄, tethnēke kai pro tou thanatou tǭ deei; an te nosos, an te hybris, an te penia, an te heteron ti tōn adokētōn, apolōle kai apo tēs hyponoias monēs, kai diephthartai. All᾽ ouch ho tōn pathōn kratōn toioutos; alla kai phobōn, kai kindynōn, kai metabolēs hapasēs hestēken hypsēloteros, ou tǭ mēden hypomenein (touto gar isōs amēchanon), all' ho kai pollǭ meizon esti kai paradoxoteron poiei to tropaion tǭ kai prosballontōn autōn kai akrobolizomenōn kai katatoxeuontōn kataphronein.
To Antonius the scholasticus. The contest of virginity is great, brilliant and divine (for the war is against the body's innate pleasure), but in other matters it lightens the labours. For she will easily master love of money, caring for neither bodily adornment nor husband and children, for whose sake getting money seems necessary to those who do not practise philosophy; and she will be beyond the reach of mourning. For she has not put forth branches with which cares and griefs blossom together; for while children live, parents must worry, and when they die, mourn. She dwells outside pains and despondencies, neither enslaved to a husband's will nor cut short by labour pains, the neighbours of death. Outdone in esteem, she is not jealous; loved, she is not puffed up. She does not flatter one who turns away, nor fawn on one who hates, nor turn away from one who insults; but the fight against innate desire is a release from all these incurable evils, and when she masters it she holds all those things in subjection. That is why the one who examined exactly the nature of human affairs wrote of those who endure all difficulties merely in order not to be overcome by the frenzy of desire: "Such will have affliction in the flesh, and I would spare you." But many dishonour the apostolic counsel as not shown by facts, and, in truth pleading for pleasure, say that those who embrace marriage have not affliction but delight and luxury; and many, using cleverness and thinking themselves braver than those crowned with purity, say improperly that it is a sign of an ignoble soul. "For dedicating themselves to the holy rites of celibacy," they say, "they shut the passages of generation, remained uninitiated in marriage, and, showing youthful bravado against the changes of affairs by being stripped of necessities, do something like a man who, being bodiless, boasts of being invulnerable. For they too, fearing the unexpected attacks of unwelcome things, dishonoured the ordinance of begetting children, fortifying themselves against changes by childlessness and procuring invulnerability through it. But we, giving ourselves up to the unexpected turns of change, and not ranged against it in the order of light-armed troops, did not stand outside the phalanx; but, setting our way of life under the very arrows and giving them abundant room to strike where they would, we fenced ourselves against it, so as to be wounded without being struck and to be shot at with blunted arrows; and confirming the doctrine in the trial of difficulties, that virtue owns no master in change, we bring forth the most exact test." Since, then, stringing together such things, they declaim against it, ashamed at having been left behind in the contests of virginity but thinking to put forward a plausible defence, they will know by the facts at the time of the prizes how great a hindrance to salvation a husband is to a wife, a wife to a husband, and the cares of wife and children; and they are refuted even now, being driven to the bottom of evils by the very things through which some expected to enjoy luxury and ease, and others to be thought worthy of greater crowns. For to what passions are they not subject? What trading do they not handle? How many disagreeable things do they endure without perceiving it? What good thing does not ride past them? What praiseworthy thing dwells with them? And I say this not disowning those who embrace honourable marriage (far from it), but mocking those who with an unbarred and slippery tongue dare to set marriage above virginity. For as far as heaven differs from earth and soul from body, so far does virginity differ from marriage. The one holds the first place in the battle line, adorns the front of the phalanx and sets up the brilliant trophies; the other, being moderate and given as a support to the weaker, can save those who keep it, but will not lead them up to the summit of virginity. That is why the spiritual law forbade those who had married and planted vineyards to go out to the war against the spiritual forces of evil. Let not those held by such a bond, then, think to compete with those who are loosed; for it is not possible. Nor let those who have devoted their whole life to money-making and bodily adornment think they will receive prizes equal to those who have dedicated themselves and care for the things of the Lord; but keeping themselves in the proper rank, let them not arm their tongue against those who have gone up to the heavenly summit. For marriage is not evil (far from it!), but a lawful and moderate good. But the evils dragged along with marriage are enough to blunt even the pleasure of marriage. And even if none of these followed, even so it would not deserve to be compared with virginity. And what does not allow me, though in haste, to run past it must be said: virginity masters the other passions too, while marriage is caught by the other passions too. For who, to supply food for his children, does not do everything unfitting and throw himself into dangers, into the sea, and to be the food of beasts? And these want to pride themselves as brave and victorious! And who will bear it? What time will suffice them to heal these wounds? Who will not share the pain of those wounded by so many arrows? For such evils surround them as cannot be thought or told for their number. Let them, then, stop such words and not arm their tongue against virginity, but honour her as queen and be ranked under her, so that they may have her as shield-bearer and ambassador. For (to use heavenly examples too) it is right to compare those who keep virginity to the sun, those who keep continence to the moon, and those who embrace and keep honourable marriage to the stars, the divine Paul above all casting his vote and saying, "There is one glory of the sun, another glory of the moon, and another glory of the stars." [Letter 3.352] I would define as properly alive only the man who is superior to and above the bodily passions. For the one who has yoked himself to them and is driven by them with force not only ends in the lowest pit, but cannot even live here, because of the griefs, fears and dangers that come from them, and their countless swarm. If death is expected, he has died before death from fear; if disease, insult, poverty or anything else unexpected, he has perished and been ruined by the mere suspicion. But not so the one who masters the passions: he stands above fears, dangers and every change, not by suffering nothing (that is perhaps impossible), but, what is much greater and makes the trophy more extraordinary, by despising them as they attack, skirmish and shoot at him.
1 Cor 7:28 (quotation, high confidence) · 1 Cor 7:32–34 (allusion, high confidence) · Deut 20:7 (allusion, high confidence) · Deut 24:5 (allusion, medium confidence) · Eph 6:12 (echo, medium confidence) · Heb 13:4 (echo, medium confidence) · 1 Cor 15:41 (quotation, high confidence)
Notes and citation
Summary: Isidore defends virginity against those who call it cowardly avoidance of life's risks: marriage is good but brings cares that hinder salvation, and virginity surpasses it as the sun the stars; and (Letter 3.352) only the one who masters the passions truly lives.
- 1 Cor 7:28. 1 Cor 7:32–34. The law exempting the newly married and those who planted vineyards from war: Deut 20:6–7; 24:5. Eph 6:12. Heb 13:4 (honourable marriage). 1 Cor 15:41. The opponents' speech (in quotation marks in this translation) is reported by Isidore. Two lines are misplaced in the scan ("…of greater crowns" and "given as a support to the weaker, can save those who keep it" are exchanged); translated where the sense requires.
- Letter 3.352 begins at "I would define"; its heading was not recovered from the scan.
Notes on the original text
- Digital text corrected (OCR slip; OCR slip in breathing; word repeated by OCR; word split by OCR): ἐν δὲ τοῖς ἄλλοις ἄλλοις → ἐν δὲ τοῖς ἄλλοις; πορεσμὸς → πορισμὸς; χειρώ σωνται → χειρώσωνται; ἑαυ τοὺς τῶν → ἑαυτοὺς τῶν; ὀχυ ρώσαντες → ὀχυρώσαντες; αἱσθάνονται → αἰσθάνονται.
Topics: Virginity and celibacy, Marriage, Asceticism, Parents and children, Self-control in food and drink
Cite (SBL): Isidore of Pelusium, Ep. 3.351 (PG 78 78:1005; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-351). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-351
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-351) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.353PG 78 78:1011
ΤΙΜΟΘΕΩ ΛΑΜΠΡΟΤΑΤΩ. Εἰ καὶ Χαιρήμων, ὡς γέγραφας, ὁ Εὐσεβίου ὑπασπιστὴς, ἐκ τῆς αὐτοῦ συνουσίας ἠκονημένος πρὸς πᾶσαν κακίαν οἰστρᾷ, καὶ πίστιν οὐκ οἶδεν, ἀλλ' ἐπ᾿ ἀδικίας ἀδείᾳ κέχρηται τοῖς ὅρκοις (σπένδεται γὰρ, καὶ μένει ἀκήρυκτος· συνθήκας ποιεῖται καὶ λύει· ὅμνυσι καὶ πανουργίας ἐφόδιον ἔχει τοὺς ὅρκους)· ἀλλά γε ὁ τοῦτον συγκροτῶν, παρ' ἐμοὶ κριτῇ, νῦν μὲν καρποῦται τῶν κακιῶν τὴν αἰτίαν· ὕστερον δὲ καὶ τῆς δίκης τὸ πλέον καρπώσεται.
TIMOThEŌ LAMPROTATŌ. Ei kai Chairēmōn, hōs gegraphas, ho Eusebiou hypaspistēs, ek tēs autou synousias ēkonēmenos pros pasan kakian oistrą, kai pistin ouk oiden, all' ep᾿ adikias adeią kechrētai tois horkois (spendetai gar, kai menei akēryktos; synthēkas poieitai kai lyei; homnysi kai panourgias ephodion echei tous horkous); alla ge ho touton synkrotōn, par' emoi kritę̄, nyn men karpoutai tōn kakiōn tēn aitian; hysteron de kai tēs dikēs to pleon karpōsetai.
To Timothy, a man of the highest rank. Even if Chaeremon, as you wrote, the shield-bearer of Eusebius, sharpened by his company, is goaded to every vice and knows no faith, but uses oaths with licence for injustice (he makes truces and remains in undeclared war; he makes covenants and breaks them; he swears and has oaths as a provision for villainy), yet the one who applauds him, in my judgment, now reaps the blame for his vices, and later will reap the greater part of the punishment too.
Notes and citation
Summary: Chaeremon perjures himself freely, but Bishop Eusebius, who supports him, bears the greater guilt.
Topics: Oaths, Church office, Church discipline and penance
Cite (SBL): Isidore of Pelusium, Ep. 3.353 (PG 78 78:1011; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-353). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-353
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-353) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.354PG 78 78:1011
ΠΑΥΛΩ ΠΡΕΣΒΥΤΕΡΩ. Τῷ ἱερωμένῳ πλοῦτος μὲν ὁ τῆς ἀρετῆς κόσμος, ἡδονὴ δὲ ἡ σωφροσύνη, τρυφὴ δὲ ἡ αὐτάρκεια, εὐφροσύνη δὲ ἡ τῶν ὑπηκόων πρὸς ἀρετὴν ἐπίδοσις· εἰ δὲ τις τἀναντία τούτων ἐπιτηδεύων ἱερωσύνης ὀνόματι ἐναβρύνεται, οὗτος ἀνίερος τυγχάνει, καὶ τῆς ἀρχῆς ἀνάξιος.
PAULŌ PRESBYTERŌ. Tǭ hierōmenǭ ploutos men ho tēs aretēs kosmos, hēdonē de hē sōphrosynē, tryphē de hē autarkeia, euphrosynē de hē tōn hypēkoōn pros aretēn epidosis; ei de tis tanantia toutōn epitēdeuōn hierōsynēs onomati enabrynetai, houtos anieros tynchanei, kai tēs archēs anaxios.
To Paul the presbyter. For one consecrated, wealth is the adornment of virtue, pleasure is chastity, luxury is self-sufficiency, and gladness is the progress of his subjects in virtue. But if someone practising the opposite prides himself on the name of priesthood, he is unholy and unworthy of the office.
Notes and citation
Summary: A priest's true wealth and pleasure lie in virtue and his people's progress.
Topics: Church office
Cite (SBL): Isidore of Pelusium, Ep. 3.354 (PG 78 78:1011; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-354). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-354
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-354) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.355PG 78 78:1011
ΜΑΡΤΥΡΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Περὶ ᾿Αρειανῶν καὶ εὐνομιανῶν. Εἱ μὲν τοῖς ἀνθρωπίνοις πάθεσιν (ὅπερ οὐδὲ εἰπεῖν θέμις κατὰ πάντα ἔψοιτο ὁ τὴν θείαν γέννησιν ὑπογράφων, ἀκοῦσαι ἂν εἴη δίκαιος, ὅτι εἴ σοι πάθος πλάττεται περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν. Οὐδὲ γὰρ τὸ κτιζόμενον ( εἰ τοῖς ἀσθενέσι τῶν ἀνθρώπων λογισμοῖς ἐψοίμην) ἀπαθῶς κτίζεται· εἰ δὲ θεοπρεπῶς, τὰ μὲν ἁρμόττοντα τῇ ἀκηράτῳ οὐσίᾳ καταδέξοιτο, τὰ δὲ ἀπηχῆ παριππεύσειεν, ἐννοῆσαι ὀφείλει εἴγε τὸ λογιστικὸν ἐῤῥωμένον ἔχει ὅτι ἐπειδὴ ὁ θνητὸς οὕτως τίκτει, ὁ ἀθάνατος οὐχ οὕτως · ὥσπερ οὖν καὶ ὁ κτίζων, ὁ μὲν μετὰ πόνου, ὁ δὲ ἀμογητὶ κτίζει. Ταῦτα γὰρ ἐννοήσας καὶ ὁ πολυόμματος νοῦς, καὶ ὥσπερ ἔνθους γενόμενος, πάντα τὰ γήϊνα παραδείγματα παραδραμὼν, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτῆρα τῆς ὑποστάσεως τῆς πατρικῆς, τὸν υἱὸν εἰκότως ὡρίσατο· τῷ μὲν τὸ συναΐδιον, τῷ δὲ τὸ ἐνυπόστατον παριστάς. Ἐπειδὴ γὰρ τὸ πρῶτον ἀνυπόστατον φαντασίαν ἴσως τισὶν ἔτικτε, διὰ τοῦ δευτέρου τὴν ὑποστάσεων ποιητικὴν ὑπόστασιν ἐχαρακτήρισε. Ἔοικας οὐ συνορᾶν τὰ μέχρι νῦν γινόμενα, καὶ διὰ τοῦτο γεγραφέναι, δι᾽ ἣν αἰτίαν Δαρείου τοῦ Μήδου τρεῖς τακτικοὺς χειροτονήσαντος (ὧν εἷς ἦν καὶ ὁ Δανιήλ), ὥστε ἄρχειν τῶν χειροτονηθέντων παρὰ αὐτοῦ ἑκατὸν εἴκοσιν ἀρχόντων, συγκρίνουσα αὐτὸν ἡ Γραφή, δέον τοῖς ἴσοις μόνον συγκρῖναι, καὶ τοῖς πολλῷ ὑποδεεστέροις συνέκρινεν. Ἤρκει γὰρ, ἔφης, ἡ τῶν συντεταγμένων ὑπεροχὴ, καὶ τὴν κατὰ τῶν ὑποτεταγμένων νίκην ἐνδείξασθαι. Νῦν δὲ φησι· • Καὶ ἦν Δανιὴλ ὑπὲρ τοὺς τακτικοὺς καὶ τοὺς σατράπας· τοῦτ᾽ ἔστι, σοφώτερος ἀπεδείχθη, καὶ κατὰ τὴν διοίκησιν ἐπιτηδειότερος, οὐ μόνον τῶν δυοῖν τῶν ἐξόχων, ἀλλὰ καὶ τῶν μετ᾿ αὐτούς. Ἡ δὲ λύσις τοῦ ζητουμένου αὕτη. Ἐπειδὴ ἐνεδέχετο τὴν τοῦ βασιλέως κρίσιν οὐχ ὑγιῆ τυγχάνουσαν, πολλάκις τοὺς • φαυλοτέρους εἰς ἀρχὴν φέρειν (ὃ δὴ φιλεῖ γίνεσθαι, οὐ μόνον ἐπὶ τῶν βασιλειῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἐκκλησιῶν· τί γὰρ δεῖ θαυμάζειν, εἰ οἱ βιωτικὰ πράγματα ἐγκεχειρισμένοι τοιαῦτα ἁμαρτάνουσιν, ὁπότε καὶ εἰς τὰ ἅγια εἰσεκώμασεν αὕτη ἡ ἀλογία;) εἶναι δὲ τινας ἐν τῷ πλήθει συνέσει τούτων προύχοντας, ἀναγκαίως τὴν σύγκρισιν τοῦ δικαίου οὐ πρὸς τοὺς δύο μόνους ἐποιήσατο τακτικοὺς, τοῦτ᾽ ἔστι, τοὺς τῶν στρατιωτικῶν τάξεων ἡγουμένους, καὶ τάττοντας ταύτας ὅποι χρὴ, εἴτε ἐν πολέμῳ, εἴτε ἐν εἰρήνῃ, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας· οὐκ ἀπὸ τῆς κρατοῦντος γνώμης, τῆς πολλάκις διαμαρτανούσης, ἀλλ᾿ ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας αὐτὸν στεφανοῦσα Υπερέφερε γὰρ οὐ μόνον τῶν δοξάντων τῷ βασιλεῖ συνετῶν εἶναι, ἀλλὰ καὶ τῶν ὄντως συνετῶν. Διὸ καὶ [ὁ] βασιλεὺς μὲν κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης τῆς βασιλείας, ἐκ τῶν πραγμάτων, κρείττονα τῶν λοιπῶν δηλονότι ὀφθέντα· οἱ δ' ἄλλοι δόλους καὶ σκευωρίας ῥάπτειν διεγίνωσκον. Φθόνος γὰρ ταῖς εὐπραγίαις ἀντιστρατεύεσθαι πέφυκεν.
MARTYRIO PRESBYTERŌ. Peri ᾿Areianōn kai eunomianōn. Hei men tois anthrōpinois pathesin (hoper oude eipein themis kata panta epsoito ho tēn theian gennēsin hypographōn, akousai an eiē dikaios, hoti ei soi pathos plattetai peri tēn gennēsin, kamoi peri tēn ktisin. Oude gar to ktizomenon ( ei tois asthenesi tōn anthrōpōn logismois epsoimēn) apathōs ktizetai; ei de theoprepōs, ta men harmottonta tę̄ akēratǭ ousią katadexoito, ta de apēchē parippeuseien, ennoēsai opheilei eige to logistikon errhōmenon echei hoti epeidē ho thnētos houtōs tiktei, ho athanatos ouch houtōs ; hōsper oun kai ho ktizōn, ho men meta ponou, ho de amogēti ktizei. Tauta gar ennoēsas kai ho polyommatos nous, kai hōsper enthous genomenos, panta ta gēïna paradeigmata paradramōn, apaugasma tēs doxēs, kai charaktēra tēs hypostaseōs tēs patrikēs, ton huion eikotōs hōrisato; tǭ men to synaïdion, tǭ de to enypostaton paristas. Epeidē gar to prōton anypostaton phantasian isōs tisin etikte, dia tou deuterou tēn hypostaseōn poiētikēn hypostasin echaraktērise. Eoikas ou synoran ta mechri nyn ginomena, kai dia touto gegraphenai, di᾽ hēn aitian Dareiou tou Mēdou treis taktikous cheirotonēsantos (hōn heis ēn kai ho Daniēl), hōste archein tōn cheirotonēthentōn para autou hekaton eikosin archontōn, synkrinousa auton hē Graphē, deon tois isois monon synkrinai, kai tois pollǭ hypodeesterois synekrinen. Ērkei gar, ephēs, hē tōn syntetagmenōn hyperochē, kai tēn kata tōn hypotetagmenōn nikēn endeixasthai. Nyn de phēsi; • Kai ēn Daniēl hyper tous taktikous kai tous satrapas; tout᾽ esti, sophōteros apedeichthē, kai kata tēn dioikēsin epitēdeioteros, ou monon tōn dyoin tōn exochōn, alla kai tōn met᾿ autous. Hē de lysis tou zētoumenou hautē. Epeidē enedecheto tēn tou basileōs krisin ouch hygiē tynchanousan, pollakis tous • phauloterous eis archēn pherein (ho dē philei ginesthai, ou monon epi tōn basileiōn, alla kai epi tōn Ekklēsiōn; ti gar dei thaumazein, ei hoi biōtika pragmata enkecheirismenoi toiauta hamartanousin, hopote kai eis ta hagia eisekōmasen hautē hē alogia?) einai de tinas en tǭ plēthei synesei toutōn prouchontas, anankaiōs tēn synkrisin tou dikaiou ou pros tous dyo monous epoiēsato taktikous, tout᾽ esti, tous tōn stratiōtikōn taxeōn hēgoumenous, kai tattontas tautas hopoi chrē, eite en polemǭ, eite en eirēnę̄, alla kai pros tous allous hapantas; ouk apo tēs kratountos gnōmēs, tēs pollakis diamartanousēs, all᾿ apo tēs tōn pragmatōn alētheias auton stephanousa Yperephere gar ou monon tōn doxantōn tǭ basilei synetōn einai, alla kai tōn ontōs synetōn. Dio kai [ho] basileus men katestēsen auton eph᾿ holēs tēs basileias, ek tōn pragmatōn, kreittona tōn loipōn dēlonoti ophthenta; hoi d' alloi dolous kai skeuōrias rhaptein dieginōskon. Phthonos gar tais eupragiais antistrateuesthai pephyken.
To Martyrius the presbyter. [On the Arians and Eunomians.] If the one who describes the divine generation were to follow human passions in everything (which it is not even right to say), he would deserve to hear: "If you imagine passion in the begetting, I may do so in the creating. For what is created is not created without passion either, if I follow the weak reasonings of human beings." But if, in a manner worthy of God, he accepts what suits the pure essence and rides past what is discordant, he ought to understand, if he has his reasoning sound, that since the mortal begets in this way, the immortal does not; just as in creating, the one creates with toil and the other without labour. The many-eyed mind, understanding this and as if inspired, running past all earthly examples, rightly defined the Son as "the radiance of the glory" and "the imprint of the hypostasis" of the Father, showing by the one his co-eternity and by the other that he subsists in himself. For since the first perhaps produced in some the fancy of something without subsistence, by the second he characterized the subsistence that produces subsistences. [Another letter] You seem not to perceive what happens even now, and for that reason to have written asking why, when Darius the Mede appointed three presidents (of whom Daniel was one) to rule over the hundred and twenty officials appointed by him, Scripture, in comparing him, when it should have compared him only with his equals, compared him also with those far beneath him. For, you said, his superiority over his colleagues was enough to show his victory over those under them. But now it says, "And Daniel was above the presidents and the satraps"; that is, he was shown wiser and more fit for administration, not only than the two outstanding ones but also than those after them. The solution of the question is this. Since the king's judgment, not being sound, might often bring the baser into office (which tends to happen not only in kingdoms but also in churches; for why should one wonder if those entrusted with worldly affairs make such mistakes, when this unreason has burst even into the sanctuary?), and since there were some in the multitude who surpassed these in understanding, Scripture necessarily made the comparison of the righteous man not with the two presidents only (that is, the leaders of the military ranks, who draw them up wherever needed, in war or in peace), but also with all the others, crowning him not from the opinion of the ruler, which often errs, but from the truth of the facts. For he surpassed not only those whom the king thought intelligent but also those who really were. That is why the king set him over the whole kingdom, since he was plainly seen from the facts to be better than the rest; while the others resolved to stitch together plots and intrigues. For envy naturally campaigns against success.
Heb 1:3 (quotation, high confidence) · Dan 6:1–4 (allusion, high confidence) · Dan 6:3 (quotation, high confidence)
Notes and citation
Summary: Against the Arians, Heb 1:3 shows the Son eternal and subsistent; and (another letter) Dan 6:3 compares Daniel with all the officials because kings often promote the unworthy.
- Heb 1:3 (cf. 3.58). A marginal number ((87ʹ)) was removed. The bracketed "[ὁ]" is the edition's.
- The second letter has no heading; its number cannot be determined from the scan, so it is marked "[Another letter]". Dan 6:1–4 LXX ("presidents" renders τακτικοί).
Notes on the original text
- Digital text corrected (OCR slip; OCR slip in breathing; marginal number from the OCR; word split by OCR): ἀκηράτῳ (87΄) οὐσίᾳ → ἀκηράτῳ οὐσίᾳ; ἀκοῦσαι ἃ εἴη → ἀκοῦσαι ἂν εἴη; κὰμοὶ → κἀμοὶ; ἀνθρώ πων → ἀνθρώπων.
Topics: Christology, Trinity, Arianism, Interpreting Scripture, Rulers and the state, Anger and envy
Cite (SBL): Isidore of Pelusium, Ep. 3.355 (PG 78 78:1011; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-355). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-355
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-355) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.356PG 78 78:1013
ΗΣΑΙĄ. Βλέπε μήποτε ἡ ἀνυπέρβλητός σου ἀλαζονεία ἀναγκάσῃ τὴν θείαν καὶ ἡμερωτάτην φύσιν τὴν οἰκείαν ἐπιδείξασθαι δύναμιν, τὴν κἀνταῦθα πανολεθρίαν σε παραδοῦναι, κἀκεῖσε πικροτάτας ἀπαιτῆσαι δίκας δυναμένην.
ĒSAIA. Blepe mēpote hē anyperblētos sou alazoneia anankasę̄ tēn theian kai hēmerōtatēn physin tēn oikeian epideixasthai dynamin, tēn kantautha panolethrian se paradounai, kakeise pikrotatas apaitēsai dikas dynamenēn.
To Isaiah. See that your unsurpassable arrogance does not compel the divine and most gentle nature to display its own power, which can both hand you over to utter destruction here and exact the bitterest penalties there.
Notes and citation
Summary: Isidore warns the arrogant soldier Isaiah of God's power to punish.
- The staging marks Letter 3.357 as inside this ref, but no second letter can be seen.
Notes on the original text
- Digital text corrected (OCR slip; word split by OCR): οἰ· κείαν → οἰκείαν; πανολεΟρίαν → πανολεθρίαν.
Topics: Humility and pride, The last judgment
Cite (SBL): Isidore of Pelusium, Ep. 3.356 (PG 78 78:1013; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-356). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-356
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-356) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.358PG 78 78:1013
ΤΩ ΑΥΤΩ. Ὁ χρημάτων κρείττων, οὔτε εἰς τοὺς πλούτῳ κομῶντας, οὔτε εἰς τοὺς δυσνουθετήτῳ θηρίῳ, τῇ πενίᾳ φημὶ μαχομένους, παρὰ νόμον τι ἀξιοῖ διαπράξασθαι. Οὔτε γὰρ ἐκείνους ἀδικεῖ ἁρπάζων τὰ χρήματα· οὔτε τούτους, λήμματι παραφθείρων τὸ δίκαιον.
TŌ AUTŌ. Ho chrēmatōn kreittōn, oute eis tous ploutǭ komōntas, oute eis tous dysnouthetētǭ thēriǭ, tę̄ penią phēmi machomenous, para nomon ti axioi diapraxasthai. Oute gar ekeinous adikei harpazōn ta chrēmata; oute toutous, lēmmati paraphtheirōn to dikaion.
To the same. The one who is superior to money does not think fit to do anything against the law either toward those abounding in wealth or toward those fighting with poverty, that beast hard to admonish. For he neither wrongs the former by seizing their money nor the latter by corrupting justice with a bribe.
Notes and citation
Summary: One free from love of money wrongs neither rich nor poor.
Topics: Wealth and poverty, Rulers and the state
Cite (SBL): Isidore of Pelusium, Ep. 3.358 (PG 78 78:1013; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-358). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-358
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-358) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.359PG 78 78:1015
ΑΥΣΟΝΙΟ ΚΟΡΡΗΚΤΟΡΙ. Ἐπειδὴ δεινὸν ἡ κολακεία οὐ μόνον τῶν ἀνδρείων, ἀλλὰ καὶ τῶν ἐμφρόνων κλέψαι τὸν νοῦν· διὰ τοῦτο εἰκότως τοῦ φόβου ταύτην φημὶ δυνατωτέραν εἶναι. Τῷ μὲν γὰρ αἰσχύνονται πολλοὶ εἶξαι· τῆς δὲ ἡδέως ἡττῶνται, ἀκρίτως καὶ ἀβασανίστως ἑαυτοὺς ἐνδιδόντες.
AUSONIO KORRĒKTORI. Epeidē deinon hē kolakeia ou monon tōn andreiōn, alla kai tōn emphronōn klepsai ton noun; dia touto eikotōs tou phobou tautēn phēmi dynatōteran einai. Tǭ men gar aischynontai polloi eixai; tēs de hēdeōs hēttōntai, akritōs kai abasanistōs heautous endidontes.
To Ausonius the corrector. Since flattery is clever at stealing the mind not only of the brave but also of the sensible, I rightly say that it is more powerful than fear. For many are ashamed to yield to fear, but are gladly defeated by flattery, giving themselves up without judgment or examination.
Notes and citation
Summary: Flattery is more dangerous than fear, since people yield to it gladly.
- Cf. 3.137.
Topics: Lying and truthfulness, Rulers and the state
Cite (SBL): Isidore of Pelusium, Ep. 3.359 (PG 78 78:1015; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-359). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-359
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-359) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.360PG 78 78:1015
ΛΕΟΝΤΙΩ. Μὴ θαύμαζε, ὦ ἄριστε, μηδὲ ἔξω τοῦ πρέποντος ἐξακοντιζέσθω σου τὸ φρόνημα, εἰ κεκλεισμένης ὡς γέγραφας, Ζωσίμου τῆς παῤῥησίας, οὐ κιγκλίσι καὶ θύραις τισὶν, ἅς τινες ἂν καὶ παρανοίξειαν, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ἐγκλήμασιν, ἔτι καὶ ἀθυρογλωττεῖ. "Ωσπερ γὰρ τοῖς κατορθοῦσι μετριάζειν μετὰ τὰ κατορθώματα ἔθος, οὕτω καὶ τοῖς ἁμαρτάνουσι μετὰ τὰ πταίσματα ἐπαίρεσθαι. Εἰ δὲ βούλει ἀπόδειξιν τούτου λαβεῖν, θέα τοὺς τρεῖς παῖδας ἐκείνους τοὺς κρείττονας τοῦ πυρὸς διὰ δικαιοσύνην ἀποφανθέντας, τί φασιν· « Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. » Οἱ δὲ Ἰουδαῖοι, οἷς οὐδὲν ἁμάρτημα ἄπρακτον, οὐδὲ λόγος αἰσχρὸς ἄῤῥητος ἦν, ἔφασκον· • Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ τὰ δικαιώματά σου· καὶ νῦν μακαρίζομεν ἀλλοτρίους. » Μὴ τοίνυν μηδὲ αὐτὸς ταράττου, μηδὲ ἀπηχές τι φθέγγου καὶ ἀπῳδὸν, γινώσκων ὅτι τοῦτο μάλιστα δεῖγμά ἐστι τῆς ἐσχάτης αὐτοῦ παραπληξίας.
LEONTIŌ. Mē thaumaze, ō ariste, mēde exō tou prepontos exakontizesthō sou to phronēma, ei kekleismenēs hōs gegraphas, Zōsimou tēs parrhēsias, ou kinklisi kai thyrais tisin, has tines an kai paranoixeian, alla tosoutois kai tēlikoutois enklēmasin, eti kai athyroglōttei. "Ōsper gar tois katorthousi metriazein meta ta katorthōmata ethos, houtō kai tois hamartanousi meta ta ptaismata epairesthai. Ei de boulei apodeixin toutou labein, thea tous treis paidas ekeinous tous kreittonas tou pyros dia dikaiosynēn apophanthentas, ti phasin; « Hēmartomen, ēnomēsamen, ēdikēsamen. » Hoi de Ioudaioi, hois ouden hamartēma aprakton, oude logos aischros arrhētos ēn, ephaskon; • Ephylaxamen ta prostagmata sou, kai ta dikaiōmata sou; kai nyn makarizomen allotrious. » Mē toinyn mēde autos tarattou, mēde apēches ti phthengou kai apǭdon, ginōskōn hoti touto malista deigma esti tēs eschatēs autou paraplēxias.
To Leontius. Do not wonder, excellent friend, nor let your spirit be shot beyond what is fitting, if, though Zosimus's freedom of speech has been shut, as you wrote, not by lattices and doors, which some might open, but by so many and such great charges, he still has an unbarred tongue. For just as it is the custom of those who do well to be modest after their achievements, so it is the custom of sinners to be lifted up after their faults. If you want proof of this, see what the three young men say, who were shown superior to fire through their righteousness: "We have sinned, we have done lawlessly, we have done wrong." But the Jews, who left no sin undone and no shameful word unsaid, said, "We have kept your ordinances and your statutes; and now we call the arrogant blessed." Do not, then, be troubled yourself, nor utter anything discordant or unseemly, knowing that this above all is a sign of his utter derangement.
Mal 3:14 (quotation, high confidence) · Mal 3:15 (quotation, high confidence)
Notes and citation
Summary: The righteous confess their sins, while sinners boast, as Zosimus does; this is a sign of his derangement.
- Pr Azar 6 (Dan 3:29 LXX). Mal 3:14–15 LXX ("call strangers blessed").
Extrabiblical texts: Pr Azar 6 (Prayer of Azariah and Song of the Three Young Men [in RC, EO, ETH canons]; quotation)
Topics: Humility and pride, Church discipline and penance
Cite (SBL): Isidore of Pelusium, Ep. 3.360 (PG 78 78:1015; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-360). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-360
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-360) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.361PG 78 78:1015
ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩ. Οὐ χαλκῆ εἰκὼν χρυσῷ ἀπαστράπτουσα τῆς σῆς πράξεως ἀξία, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Τὴν μὲν γὰρ ὁ χρόνος ἀφανίζει· τὴν δὲ αἰῶνες στεφανοῦσι, τελευτὴν μὴ ἐπιστάμενοι.
IERAKI LAMPROTATŌ. Ou chalkē eikōn chrysǭ apastraptousa tēs sēs praxeōs axia, alla zōē telos ouk echousa. Tēn men gar ho chronos aphanizei; tēn de aiōnes stephanousi, teleutēn mē epistamenoi.
To Hierax, a man of the highest rank. Not a bronze statue flashing with gold is worthy of your deed, but a life without end. For time destroys the one, while ages that know no end crown the other.
Notes and citation
Summary: Hierax's good deed deserves eternal life rather than a statue.
Topics: Heaven and eternal reward
Cite (SBL): Isidore of Pelusium, Ep. 3.361 (PG 78 78:1015; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-361). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-361
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-361) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.362PG 78 78:1015
ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠΩ. Ὥσπερ λόγος ἄπρακτος ἀτελής· οὕτως καὶ πρᾶξις ἄλογος. Ἐκ τούτων γὰρ ἀμφοῖν, εἰ καὶ μὴ βούλοιντο οἱ τὴν ἐλλόγιμον σοφίαν, φαῦλόν τι καὶ πεπατημένον πρᾶγμα παραλόγως οἰόμενοι, ὁ ὀρθὸς καὶ λαμπρὸς χαρακτηρίζεται τῶν ὑφηγητῶν βίος. « Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. › Εἰ δὲ χρὴ σύγκρισιν ἀμφοῖν ποιήσασθαι, ἄμεινον πράττειν μὴ λέγοντα, ἢ λέγειν μὴ πράττοντα.
ERMOGENEI EPISKOPŌ. Hōsper logos apraktos atelēs; houtōs kai praxis alogos. Ek toutōn gar amphoin, ei kai mē boulointo hoi tēn ellogimon sophian, phaulon ti kai pepatēmenon pragma paralogōs oiomenoi, ho orthos kai lampros charaktērizetai tōn hyphēgētōn bios. « Hos gar an poiēsę̄ kai didaxę̄, megas klēthēsetai en tę̄ basileią tōn ouranōn. › Ei de chrē synkrisin amphoin poiēsasthai, ameinon prattein mē legonta, ē legein mē prattonta.
To Hermogenes the bishop. As speech without action is incomplete, so is action without speech. For by both of these, even if those who think eloquent wisdom a base and trodden thing unreasonably do not wish it, the upright and brilliant life of guides is characterized. "For whoever does and teaches will be called great in the kingdom of heaven." But if one must compare the two, it is better to act without speaking than to speak without acting.
Matt 5:19 (quotation, high confidence)
Notes and citation
Summary: A teacher needs both deeds and words, though deeds without words are better than words without deeds.
- Matt 5:19 (cf. 3.120).
Notes on the original text
- Digital text corrected (stray letter from the OCR): λέγειν Ο μὴ → λέγειν μὴ.
Topics: Church office, Classical learning and education
Cite (SBL): Isidore of Pelusium, Ep. 3.362 (PG 78 78:1015; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-362). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-362
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-362) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.363PG 78 78:1015
ΑΠΟΛΛΩΝΙΩ ΕΠΙΣΚΟΠΩ. Ἐπειδὴ τὸ βιάζεσθαι καὶ ἕλκειν πρὸς εὐσέβειαν τοὺς ἀντεξουσίους γεγονότας, εὐπρεπὲς οὔτ᾽ ἐστὶν, οὔτε δοκεῖ· τῷ πείθειν οὗ καιρός ἐστι χρησάμενος, φώτιζε τῷ σαυτῷ βίῳ τοὺς ἐν σκότῳ διατρίβοντας.
APOLLŌNIŌ EPISKOPŌ. Epeidē to biazesthai kai helkein pros eusebeian tous antexousious gegonotas, euprepes out᾽ estin, oute dokei; tǭ peithein hou kairos esti chrēsamenos, phōtize tǭ sautǭ biǭ tous en skotǭ diatribontas.
To Apollonius the bishop. Since it neither is nor seems seemly to force and drag to piety those who have been made with free will, use persuasion where there is occasion for it, and enlighten by your own life those who live in darkness.
Notes and citation
Summary: Unbelievers should be won by persuasion and example, not force.
- A stray word at the end of the scan was removed.
Notes on the original text
- Digital text corrected (stray word from the OCR): διατρίβοντας. κλιμένης. → διατρίβοντας..
Topics: Free will, Mission and the spread of the gospel, Church office
Cite (SBL): Isidore of Pelusium, Ep. 3.363 (PG 78 78:1015; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-363). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-363
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-363) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.364PG 78 78:1017
ΝΕΙΛΑΜΜΩΝΙ ΔΙΑΚΟΝΩ. Οἱ μὲν πταίοντες, καὶ τοῖς ἱεροῖς μυστηρίοις προσιέναι μὴ τολμῶντες, εὐγνώμονές εἰσι, καὶ ταχέως καὶ εἰς τὸ μὴ ἁμαρτάνειν περιστήσονται. Οἱ δὲ καὶ πλημμελοῦντες, καὶ τῶν ἀχράντων μυστηρίων μιαραῖς χερσὶ τολμῶντες ἅπτεσθαι, ὧν εἷς, καθὼς γέγραφας, καὶ Ζώσιμος, μυρίων εἰσὶ τιμωριῶν ἄξιοι. Ἐνόχους γὰρ ἑαυτοὺς ἀποφαίνουσι, κατὰ τὴν ἀψευδή τοῦ Παύλου φωνὴν, τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Διὸ δὴ τοῖς μὲν πρώτοις οὐ πάνυ ἐπιτίθεται ὁ διάβολος, εἰδὼς ὅτι καὶ πταίουσιν, ἀλλ᾿ οὖν γε γινώσκοντες τοῖς θείοις τὸ σέβας φυλάττουσι· τοῖς δὲ δευτέροις τοῖς καὶ πλημμελοῦσι καὶ μὴ γινώσκουσιν, ἢ γινώσκουσι μὲν, καταφρονοῦσι δὲ, καὶ τῶν ἱερῶν μυστηρίων τολμῶσιν ἅψασθαι, ὅλος ἐπικωμάζει, τεκμήριον τῆς ἀναλγησίας καὶ τῆς διαφθορᾶς τῆς παντελοῦς, τοῦτ᾽ εἶναι εἰκότως οἰόμενος. Ο δὴ καὶ ἐπὶ τοῦ προδότου πεποίηκεν. Οὐ γὰρ, ὡς ἡγῇ, τοῦ Δεσποτικοῦ καταφρονῶν σώματος εἰσῆλθεν εἰς αὐτὸν, ἀλλὰ τῆς πονηρίας αὐτοῦ καταγνοὺς, ὅτι λοιπὸν ἀνίατα νοσεῖ · προδοῦναι μὲν διανοούμενος, μετασχεῖν δὲ μὴ παραιτούμενος, ᾤχετο ἄγων. Εἰ γὰρ εἶδεν αὐτὸν εὐλαβῶς ἔχοντα περὶ τὸ θεῖον μυστήριον, καὶ παραιτησάμενον, ἴσως ἂν ὡς ἔτι νήφοντα παρώδευσεν. Ἐπεὶ δ' εἶδεν αὐτὸν ὑπὸ τῆς φιλοχρηματίας καρηβαροῦντα, καὶ μηκέτι τὸν ὀρθὸν ἔχοντα λογισμὸν, ἀλλ᾽ ἐκβακχευθέντα ὑπὸ τῆς ἀκορέστου μέθης. Οὐ μὴν δὲ, ἀλλὰ καὶ τολμήσαντα ἅψασθαι, ὧν ἅψασθαι τοιοῦτον ὄντα οὐκ ἐχρῆν, τῆς ἀναλγησίας αὐτοῦ καταγνοὺς, ὅλος εἰς αὐτὸν ἐχώρησε.
NEILAMMŌNI DIAKONŌ. Hoi men ptaiontes, kai tois hierois mystēriois prosienai mē tolmōntes, eugnōmones eisi, kai tacheōs kai eis to mē hamartanein peristēsontai. Hoi de kai plēmmelountes, kai tōn achrantōn mystēriōn miarais chersi tolmōntes haptesthai, hōn heis, kathōs gegraphas, kai Zōsimos, myriōn eisi timōriōn axioi. Enochous gar heautous apophainousi, kata tēn apseudē tou Paulou phōnēn, tou sōmatos kai tou haimatos tou Kyriou. Dio dē tois men prōtois ou pany epitithetai ho diabolos, eidōs hoti kai ptaiousin, all᾿ oun ge ginōskontes tois theiois to sebas phylattousi; tois de deuterois tois kai plēmmelousi kai mē ginōskousin, ē ginōskousi men, kataphronousi de, kai tōn hierōn mystēriōn tolmōsin hapsasthai, holos epikōmazei, tekmērion tēs analgēsias kai tēs diaphthoras tēs pantelous, tout᾽ einai eikotōs oiomenos. O dē kai epi tou prodotou pepoiēken. Ou gar, hōs hēgę̄, tou Despotikou kataphronōn sōmatos eisēlthen eis auton, alla tēs ponērias autou katagnous, hoti loipon aniata nosei ; prodounai men dianooumenos, metaschein de mē paraitoumenos, ǭcheto agōn. Ei gar eiden auton eulabōs echonta peri to theion mystērion, kai paraitēsamenon, isōs an hōs eti nēphonta parōdeusen. Epei d' eiden auton hypo tēs philochrēmatias karēbarounta, kai mēketi ton orthon echonta logismon, all᾽ ekbakcheuthenta hypo tēs akorestou methēs. Ou mēn de, alla kai tolmēsanta hapsasthai, hōn hapsasthai toiouton onta ouk echrēn, tēs analgēsias autou katagnous, holos eis auton echōrēse.
To Nilammon the deacon. Those who stumble and do not dare to approach the holy mysteries are right-minded and will quickly come round to not sinning. But those who both offend and dare to touch the undefiled mysteries with foul hands, one of whom, as you wrote, is Zosimus, deserve countless punishments. For they make themselves guilty, according to Paul's truthful voice, of the body and the blood of the Lord. That is why the devil does not attack the former much, knowing that, though they stumble, they still keep reverence for divine things; but against the latter, who offend and either do not know it, or know it but despise it, and dare to touch the holy mysteries, he bursts in wholly, rightly thinking this a sign of their insensibility and complete corruption. This he did in the case of the traitor too. For he did not enter him, as you think, in contempt of the Lord's body, but because he recognized his wickedness, that he was now incurably sick: intending to betray, yet not declining to partake, he went off leading him. For if he had seen him reverent toward the divine mystery and declining it, he would perhaps have passed him by as still sober. But when he saw him heavy-headed with love of money, no longer having right reason but carried away by insatiable drunkenness, and even daring to touch what such a man ought not to touch, condemning his insensibility, he went into him wholly.
1 Cor 11:27 (allusion, high confidence) · John 13:27 (allusion, high confidence)
Notes and citation
Summary: Sinners who abstain from the Eucharist are on the way to amendment, but those who receive unworthily, like Judas, give themselves over to the devil.
- 1 Cor 11:27. Judas: John 13:27. Isidore's view that Satan entered Judas because he received unworthily is translated as written.
Topics: Eucharist, The devil and demons, Church discipline and penance
Cite (SBL): Isidore of Pelusium, Ep. 3.364 (PG 78 78:1017; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-364). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-364
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-364) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.365PG 78 78:1017
ΤΑΥΡΩ ΥΠΑΡΧΩ. Τότε ὁ ὀρθὸς τῆς δίκης ὄρος σώζεται, ὦ ἀρχικῆς ἀρετῆς ἀψευδέστατον βασανιστήριον, ὅταν τῇ μὲν αἰτιάσει ἡ κρίσις ἀκολουθήσῃ, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος, ἡ πρὸς τὴν ποιότητα τοῦ ἁμαρτήματος τὴν τιμωρίαν ὁρίζουσα. -- ΜΑΡΤΙΝΙΑΝΩ, ΖΩΣΙΜΩ, ΜΑΡΩΝΙ,
TAURŌ YPARChŌ. Tote ho orthos tēs dikēs oros sōzetai, ō archikēs aretēs apseudestaton basanistērion, hotan tę̄ men aitiasei hē krisis akolouthēsę̄, tę̄ de krisei ho elenchos, tǭ de elenchǭ hē psēphos, hē pros tēn poiotēta tou hamartēmatos tēn timōrian horizousa. -- MARTINIANŌ, ZŌSIMŌ, MARŌNI,
To Taurus the prefect. The right rule of justice is kept, you most truthful touchstone of the virtue of rule, when judgment follows the accusation, proof follows judgment, and the verdict follows proof, fixing the punishment by the quality of the sin.
Notes and citation
Summary: Justice requires accusation, trial and proof before a proportionate verdict.
- The scan ends with the beginning of the heading of the next letter ("To Martinianus, Zosimus, Maron"), which ends in 3.366 and is translated there.
Topics: Rulers and the state
Cite (SBL): Isidore of Pelusium, Ep. 3.365 (PG 78 78:1017; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-365). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-365
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-365) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.366PG 78 78:1017
ΕΥΣΤΑΘΙΟ. Κινδυνεύετε, ὡς πυνθάνομαι, πεφραγμένας ἀπογνώσει τὰς ἀκοὰς ἔχειν, καὶ ὡς ἂν ἔκπαλαι καθοσιώσαντες ἑαυτοὺς ταῖς τιμωρίαις, παροξύνεσθαι πρὸς τοὺς παραινοῦντας τὰ κάλλιστα. Ἐγὼ δὲ εὔχομαι ὑμᾶς ἀνενεγκεῖν ἐκ τῆς μανίας, οὐχ ὅτι βλάβην ὑποστήσομαι μὴ ἀνενεγκόντων ὑμῶν, πλὴν εἰ μή τις λέγει τὴν ἀθυμίαν τὴν προγιγνομένην μοι ἐκ τούτου. Εἰς γὰρ τὸν τοῦ μισθοῦ λόγον οὐδὲν παραβλαβήσομαι. ᾿Αλλ' ἐπειδὴ ποθεινοτέρα μοι ὑμῶν ἡ σωτηρία, τῆς τῶν μισθῶν ἀπολαύσεως. Εἰ δὲ τις ἀπιστεῖ, πόῤῥω μὲν τυγχάνων φιλικῆς ἕξεως ἀλώσεται καὶ τὰ ἑαυτοῦ μόνον ζητῶν φωραθήσεται Εἰ δὲ ἐλεγχόμενος εἰς ἀναισχυντίαν τραπείη, καὶ μηδένα ἀνθρώπων τοῦτο κατωρθωκέναι φαίη, ἐλεγχθήσεται καὶ παρὰ τοῦ θεοφιλοῦς Μωσέως, καὶ παρὰ τοῦ σοφωτάτου Παύλου. Ὧν ὁ μὲν ἐξαλειφθῆναι τῆς θείας βίβλου ηὔξατο, εἰ μὴ συγγνωσθεῖεν Ἰουδαῖοι, ὁ δὲ καὶ ἀνάθεμα ηύξατο εἶναι, ἵνα Ἰουδαῖοι πάντες πιστεύσωσιν. Εἰ δὲ πάλιν φαίη· Ἐκείνοις οὖν τοῖς ἀνδράσι παραβάλλεις σαυτόν; Εἴποιμ᾽ ἂν ὅτι ἐν τοῖς ἄλλοις ἅπασι πλεονεκτήμασιν ἁπάντων σχεδὸν ἀνθρώπων ἐλαττούμενος· οὔ φημι τούτοιν μόνον τοῖν δυοῖν· τούτου μόνου ἐκθύμως περιέχομαι, τοῦ βούλεσθαι πάντας, τόγε ἡμέτερον μέρος, σωθῆναι. ΕΡΜΟΓΕΝΕΙ ΚΑΙ ΛΑΜΠΕΤΙΩ ΕΠΙ
EUSTAThIO. Kindyneuete, hōs pynthanomai, pephragmenas apognōsei tas akoas echein, kai hōs an ekpalai kathosiōsantes heautous tais timōriais, paroxynesthai pros tous parainountas ta kallista. Egō de euchomai hymas anenenkein ek tēs manias, ouch hoti blabēn hypostēsomai mē anenenkontōn hymōn, plēn ei mē tis legei tēn athymian tēn progignomenēn moi ek toutou. Eis gar ton tou misthou logon ouden parablabēsomai. ᾿All' epeidē potheinotera moi hymōn hē sōtēria, tēs tōn misthōn apolauseōs. Ei de tis apistei, porrhō men tynchanōn philikēs hexeōs alōsetai kai ta heautou monon zētōn phōrathēsetai Ei de elenchomenos eis anaischyntian trapeiē, kai mēdena anthrōpōn touto katōrthōkenai phaiē, elenchthēsetai kai para tou theophilous Mōseōs, kai para tou sophōtatou Paulou. Hōn ho men exaleiphthēnai tēs theias biblou ēuxato, ei mē syngnōstheien Ioudaioi, ho de kai anathema ēuxato einai, hina Ioudaioi pantes pisteusōsin. Ei de palin phaiē; Ekeinois oun tois andrasi paraballeis sauton? Eipoim᾽ an hoti en tois allois hapasi pleonektēmasin hapantōn schedon anthrōpōn elattoumenos; ou phēmi toutoin monon toin dyoin; toutou monou ekthymōs periechomai, tou boulesthai pantas, toge hēmeteron meros, sōthēnai. ERMOGENEI KAI LAMPETIŌ EPI
To Martinianus, Zosimus, Maron and Eustathius. You are in danger, I hear, of having your ears fenced with despair, and, as though you had long since devoted yourselves to punishment, of being provoked against those who give you the best advice. But I pray that you may recover from your madness, not because I shall suffer harm if you do not recover (unless one counts the despondency that comes to me from it), for in respect of my reward I shall lose nothing; but because your salvation is dearer to me than enjoying rewards. If anyone disbelieves, he will be found far from a friendly disposition and caught seeking only his own. And if, refuted, he turns to shamelessness and says that no human being has achieved this, he will be refuted by Moses, beloved of God, and by Paul, most wise: the one prayed to be blotted out of the divine book if the Jews were not forgiven; the other even prayed to be accursed so that all the Jews might believe. And if he says again, "Do you compare yourself with those men?", I would say that, falling short of almost all people in all other excellences (I do not say of these two only), I hold eagerly to this alone: wishing all to be saved, as far as lies with us.
Exod 32:32 (allusion, high confidence) · Rom 9:3 (allusion, high confidence) · 1 Tim 2:4 (echo, medium confidence)
Notes and citation
Summary: Isidore prays for the wayward clergy's conversion, wishing like Moses and Paul for the salvation of others more than his own reward.
- The first names of the heading stand at the end of 3.365 in the scan. Exod 32:32. Rom 9:3. Cf. 1 Tim 2:4. The scan ends with the beginning of the heading of the next letter (with its numeral, removed), which ends in 3.367.
Notes on the original text
- Digital text corrected (OCR slip in accent; letter numeral from the OCR): ἀπιστεί, → ἀπιστεῖ,; ΤΕΖ'. ΕΡΜΟΓΕΝΕΙ → ΕΡΜΟΓΕΝΕΙ.
Topics: Prayer, Love of God and neighbour, Church discipline and penance
Cite (SBL): Isidore of Pelusium, Ep. 3.366 (PG 78 78:1017; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-366). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-366
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-366) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.367PG 78 78:1019
ΣΚΟΠΟ. Ἐπειδὴ, ὡς γεγράφατε, δεινότατος ὧν Εὐσέβιος ἐπιτιμῆσαι ἑτέροις, καὶ αἰτιάσασθαι τὰ ψεύδη καὶ μέμψεις ἀτόπους συμπλάσαι, αὐτὸς μὲν παντὸς μᾶλλον ἕνοχός ἐστιν οἷς αἰτιᾶται, διὰ δὲ μηχανῆς ταύτης λήσειν οἴεται, μανθανέτω, ὅτι τὸ σοφὸν αὐτῷ, ἠλίθιον ἔσται. Καὶ τοῦτ᾽ αὐτὸ μάλιστα οὐ λανθάνει, ὅτι λαθεῖν μηχανώμενος, μᾶλλον ἀλίσκεται.
SKOPO. Epeidē, hōs gegraphate, deinotatos hōn Eusebios epitimēsai heterois, kai aitiasasthai ta pseudē kai mempseis atopous symplasai, autos men pantos mallon henochos estin hois aitiatai, dia de mēchanēs tautēs lēsein oietai, manthanetō, hoti to sophon autǭ, ēlithion estai. Kai tout᾽ auto malista ou lanthanei, hoti lathein mēchanōmenos, mallon alisketai.
To Hermogenes and Lampetius, bishops. Since, as you wrote, Eusebius, very clever at rebuking others, charging them with falsehoods and fabricating absurd complaints, is himself guilty above all of what he charges, and thinks to escape notice by this device, let him learn that his cleverness will prove folly. And it is precisely this that does not escape notice: that by scheming to escape notice he is caught all the more.
Notes and citation
Summary: Eusebius's false accusations against others only expose his own guilt.
- The first part of the heading stands at the end of 3.366 in the scan.
Topics: Church office, Lying and truthfulness
Cite (SBL): Isidore of Pelusium, Ep. 3.367 (PG 78 78:1019; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-367). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-367
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-367) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.368PG 78 78:1019
ΖΩΣΙΜΟ ΠΡΕΣΒΥΤΕΡΩ. Τὰ μεμηνότα καὶ λυττῶντα τῆς σαρκὸς πάθη τιθασσεύειν καὶ ἐξημεροῦν καὶ πραΰνειν χρή. Εἰ δὲ μὴ πείθοιντο, καὶ κολάζειν, ὡς δέχεται. Σὺ δὲ, ὡς φασι, τὰς ἡνίας αὐτοῖς ἐνδοὺς, ἄγῃ ὅποι δ᾽ ἂν ἐκεῖνα βούλοιντο. Βούλονται δὲ εἰς ὅλεθρον καὶ ἀπώλειαν τελευτᾶν. Ἵν' οὖν μὴ εἰς τὸν πυθμένα τῶν κακῶν ἐξακοντισθείης, φρόντισον αὐτὰ ἀνασειράσαι.
ZŌSIMO PRESBYTERŌ. Ta memēnota kai lyttōnta tēs sarkos pathē tithasseuein kai exēmeroun kai praÿnein chrē. Ei de mē peithointo, kai kolazein, hōs dechetai. Sy de, hōs phasi, tas hēnias autois endous, agę̄ hopoi d᾽ an ekeina boulointo. Boulontai de eis holethron kai apōleian teleutan. Hin' oun mē eis ton pythmena tōn kakōn exakontistheiēs, phrontison auta anaseirasai.
To Zosimus the presbyter. The maddened and raging passions of the flesh must be tamed, domesticated and soothed, and if they do not obey, punished as far as possible. But you, as they say, giving them the reins, are led wherever they wish; and they wish to end in ruin and destruction. So that you may not be shot to the bottom of evils, take care to rein them in.
Notes and citation
Summary: Zosimus must rein in the passions he has let run wild.
Topics: Self-control in food and drink, Church discipline and penance
Cite (SBL): Isidore of Pelusium, Ep. 3.368 (PG 78 78:1019; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-368). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-368
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-368) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.369PG 78 78:1019
ΕΥΣΤΑΘΙΟ ΔΙΑΚΟΝΩ. Εἱ μὲν κεκάκωτό σου τὸ λογιστικὸν τῆς ψυχῆς εὐθὺς ἀπὸ γονῆς, ἢ διὰ νόσους τινὰς ἀνιάτους ἠφάνιστο, ἴσως ἂν συγγνώμης ἔτυχες ἐπὶ τοῖς δρωμένοις. Εἰ δὲ τοῦτο μὲν οὐ πέπονθας, ὑπὸ δὲ ἀνυπερβλήτου ῥαθυμίας κατέχωσας τοῦτο, μᾶλλον δὲ ἐνέκρωσας, οὐδὲ συγγνώμης τυγχάνεις παρὰ τῶν θεωμένων. Δυνάμενος γὰρ τοῦτο αὖθις ἀναζωπυρῆσαι ταῖς δεούσαις ἐπιμελείαις, οὐ μόνον οὐ φροντίζεις, ὅπως τοῦτο γένηται, ἀλλὰ καὶ ὅπως μηδέποτε γένηται κατασκευάζεις. Τοσοῦτον γὰρ ἡ κακία τὴν ἀρετὴν παρὰ σοὶ παρηυδοκίμησεν, ὡς μηδὲ κακία εἶναι νομίζεσθαι. Εἰ τοίνυν βούλει τῆς κωμῳδίας ἀπαλλαγῆναι, ἀνάνευσον μικρὸν, ἵνα γνοὺς οἱ τῶν κακῶν ἐξηκοντίσθης, σπουδάσειας ἀναδραμεῖν. ΕΡΜΙΝΩ ΚΟΜΗΤΙ. Πολλοὶ μὲν τροπαιοῦχοι ἀνδρίαν κτησάμενοι, φιλανθρωπίᾳ τοὺς ὑπηκόους διεσώσαντο. Καὶ οὓς ἄκοντας κατεδουλώσαντο, τούτους ἑκόντας ἐχειρώσαντο. Ἡ μὲν γὰρ ἀνδρία δεινὴ τὸ μὴ ὑπάρχον κτήσασθαι, ἡ δὲ πραότης αὐτὸ τὸ κτηθὲν ἀμείνων φυλάξαι. Οἱ δὲ τοῦ πράου τροπαιούχου αὐχοῦντες εἶναι φοιτηταὶ, καὶ τοῦ οὐρανίου βασιλέως στρατιῶται, οὓς οἱ παρά τὴν ἀρχὴν ὑπασπισταὶ πραότητι ἑκόντας ἐχειρώσαντο, τούτους ἀλαζονείᾳ ἄκοντας ἀποσοβοῦσιν. Οῦς γὰρ ἐκεῖνοι ἑκόντας εἰς τὴν ἀρχὴν παρεστήσαντο, τούτους καὶ μὴ βουλομένους διὰ τῆς ἑαυτῶν τυραννίδος ἀπελαύνουσιν. Ὡς γὰρ λυμεῶνες καὶ ἀλάστορες, οὐχ ὡς ποιμένες τοῖς ὑπηκόοις προσφέρονται. Τί οὖν ποιητέον, ἔφης; Οὐδὲν ἄλλο ἢ ἀρετὴν ἀσκοῦντας, τὸ θεῖον ἀναμένειν δικαστήριον
EUSTAThIO DIAKONŌ. Hei men kekakōto sou to logistikon tēs psychēs euthys apo gonēs, ē dia nosous tinas aniatous ēphanisto, isōs an syngnōmēs etyches epi tois drōmenois. Ei de touto men ou peponthas, hypo de anyperblētou rhathymias katechōsas touto, mallon de enekrōsas, oude syngnōmēs tynchaneis para tōn theōmenōn. Dynamenos gar touto authis anazōpyrēsai tais deousais epimeleiais, ou monon ou phrontizeis, hopōs touto genētai, alla kai hopōs mēdepote genētai kataskeuazeis. Tosouton gar hē kakia tēn aretēn para soi parēudokimēsen, hōs mēde kakia einai nomizesthai. Ei toinyn boulei tēs kōmǭdias apallagēnai, ananeuson mikron, hina gnous hoi tōn kakōn exēkontisthēs, spoudaseias anadramein. ERMINŌ KOMĒTI. Polloi men tropaiouchoi andrian ktēsamenoi, philanthrōpią tous hypēkoous diesōsanto. Kai hous akontas katedoulōsanto, toutous hekontas echeirōsanto. Hē men gar andria deinē to mē hyparchon ktēsasthai, hē de praotēs auto to ktēthen ameinōn phylaxai. Hoi de tou praou tropaiouchou auchountes einai phoitētai, kai tou ouraniou basileōs stratiōtai, hous hoi para tēn archēn hypaspistai praotēti hekontas echeirōsanto, toutous alazoneią akontas aposobousin. Ous gar ekeinoi hekontas eis tēn archēn parestēsanto, toutous kai mē boulomenous dia tēs heautōn tyrannidos apelaunousin. Hōs gar lymeōnes kai alastores, ouch hōs poimenes tois hypēkoois prospherontai. Ti oun poiēteon, ephēs? Ouden allo ē aretēn askountas, to theion anamenein dikastērion
To Eustathius the deacon. If the reasoning part of your soul had been damaged from birth, or destroyed by some incurable diseases, you would perhaps have obtained pardon for what you do. But if you have not suffered this, but have buried it, or rather deadened it, by unsurpassable carelessness, you get no pardon from those who see you. For though you could rekindle it with the needed care, you not only take no thought that this should happen, but even contrive that it never may. For vice has so outdone virtue with you that it is not even thought vice. If, then, you wish to be rid of ridicule, look up a little, so that, knowing to what point of evil you have been shot, you may hasten to run back. [Letter 3.370] To Herminus the count. Many victors who acquired courage preserved their subjects by humanity, and those whom they enslaved unwillingly, they won over willingly. For courage is clever at acquiring what one does not have, but gentleness is better at keeping what has been acquired. But those who boast of being disciples of the gentle Victor and soldiers of the heavenly King drive away by arrogance, against their will, those whom his shield-bearers at the beginning won over willingly by gentleness. For those whom the former brought willingly under rule, these drive away even against their will by their own tyranny. For they behave toward their subjects as destroyers and avenging spirits, not as shepherds. "What, then, must we do?" you asked. Nothing else than to practise virtue and await the divine tribunal.
Notes and citation
Summary: Eustathius has deadened his reason by carelessness and must turn back; and (Letter 3.370) clergy who rule by arrogance drive away those whom the apostles won by gentleness.
- Letter 3.370 begins at "To Herminus"; its numeral was removed.
Notes on the original text
- Digital text corrected (Latin letter in a Greek word; letter numeral from the OCR): σπουδάσειας ἀναδραμεῖν. το. - ΕΡΜΙΝΩ → σπουδάσειας ἀναδραμεῖν. ΕΡΜΙΝΩ; ἄκοvτας → ἄκοντας.
Topics: Repentance, Church office, Humility and pride
Cite (SBL): Isidore of Pelusium, Ep. 3.369 (PG 78 78:1019; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-369). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-369
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-369) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.371PG 78 78:1021
ΘΕΟΔΟΣΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Ὁ μὲν τὸν ἐγκρατέστατον καὶ αὐταρκέστατον βίον ἑλόμενος, τῇ μὲν ψυχῇ λαμπρός ἐστι καὶ μέγας, τῷ δὲ βίῳ εὐτελής. Πολλοῦ γὰρ ἄξιος ὢν, ἀναλίσκει ὀλίγα. Ὁ δὲ τὸν ἁβροδίαιτον βίον τιμῶν, καὶ τὴν φλεγμαίνουσαν τράπεζαν διώκων, τῇ μὲν ψυχῇ ταπεινός ἐστι καὶ μικρὸς, καὶ χαρίτων ἔρημος, τῷ δὲ βίῳ πολυτελής. Οὐδενὸς γὰρ ἄξιος ὢν πλεῖστα ἀναλίσκει. Διὸ ἐκεῖνος μὲν ὁ ὀλίγοις ἀρκούμενος, πλουσιώτατον ἑαυτὸν εἶναι ἡγεῖται· οὗτος δὲ πολλὰ ἀναλίσκων, εἰς τὰς τῶν πέλας οὐσίας τὰς μιαρὰς ἑαυτοῦ ῥίπτει χεῖρας. Διὸ καὶ πενέστατον ἑαυτὸν εἶναι ἡγεῖται. Τίς οὖν τῶν ἐχεφρόνων τὸν μὲν πρότερον οὐ ζηλώσει, τὸν δὲ δεύτερον οὐ μισήσει;
ThEODOSIO PRESBYTERŌ. Ho men ton enkratestaton kai autarkestaton bion helomenos, tę̄ men psychę̄ lampros esti kai megas, tǭ de biǭ eutelēs. Pollou gar axios ōn, analiskei oliga. Ho de ton habrodiaiton bion timōn, kai tēn phlegmainousan trapezan diōkōn, tę̄ men psychę̄ tapeinos esti kai mikros, kai charitōn erēmos, tǭ de biǭ polytelēs. Oudenos gar axios ōn pleista analiskei. Dio ekeinos men ho oligois arkoumenos, plousiōtaton heauton einai hēgeitai; houtos de polla analiskōn, eis tas tōn pelas ousias tas miaras heautou rhiptei cheiras. Dio kai penestaton heauton einai hēgeitai. Tis oun tōn echephronōn ton men proteron ou zēlōsei, ton de deuteron ou misēsei?
To Theodosius the presbyter. The one who has chosen the most self-controlled and self-sufficient life is brilliant and great in soul, but cheap in living; for being worth much, he spends little. But the one who honours a luxurious life and pursues an inflamed table is low and small in soul and devoid of graces, but costly in living; for being worth nothing, he spends very much. That is why the former, content with little, thinks himself very rich; while the latter, spending much, throws his foul hands on his neighbours' property, and so thinks himself very poor. Who of the sensible, then, will not emulate the former and hate the latter?
Notes and citation
Summary: The frugal man is rich in soul and content; the luxurious man is poor in soul and covets others' goods.
- A marginal number in the heading was removed.
Notes on the original text
- Digital text corrected (OCR slip; marginal number from the OCR): ΠΡΕΣΒΥΤΕΡΩ (97'). → ΠΡΕΣΒΥΤΕΡΩ.; ἐκεῖνος μὲν ὅτε ὀλίγοις → ἐκεῖνος μὲν ὁ ὀλίγοις.
Topics: Self-control in food and drink, Wealth and poverty
Cite (SBL): Isidore of Pelusium, Ep. 3.371 (PG 78 78:1021; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-371). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-371
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-371) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.372PG 78 78:1021
ΘΕΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩ. Περὶ Μάρωνος. Λίαν ἤσθην πυθόμενος ὅτι ὁ σὸς διάδικος ὥρμησε μὲν κατὰ σοῦ ὡς αὐτοβοεὶ περιεσόμενος. Ἐῤῥάγη δὲ καθάπερ ἐν τοῖς Ὀλυμπικοῖς ἀγῶσιν ὑπὸ τῆς σῆς φιλοσοφίας νενικημένος. ΕΡΜΙΝΩ, ΔΩΡΟΘΕΩ, ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩ Ὁ μὲν ἀρετὴν ἀσκῶν, στέφανον ἔχει λαμπρόν· ὁ δὲ κατορθῶν μὲν, μὴ ἡγούμενος κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι χάριν, στέφανον ἕξει λαμπρότερον. Αντίῤῥοπον γὰρ τῶν κατορθωμάτων ἐστὶ, τὸ κατορθοῦντα μὴ ἡγεῖσθαι κατωρθωκέναι. Μᾶλλον δὲ τοῦτο παρὸν μὲν κἀκεῖνα δείκνυσι μεγάλα, ἀπὸν δὲ καὶ τὰ μέγιστα κατασμικρύνει. Ὁ βουλόμενος τοιγαροῦν μεγάλα ἑαυτοῦ ποιῆσαι τὰ τότε ἔσται μεγάλα κατορθώματα, μὴ ἡγείσθω αὐτὰ εἶναι μεγάλα, καὶ
ThEŌNI PRESBYTERŌ. Peri Marōnos. Lian ēsthēn pythomenos hoti ho sos diadikos hōrmēse men kata sou hōs autoboei periesomenos. Errhagē de kathaper en tois Olympikois agōsin hypo tēs sēs philosophias nenikēmenos. ERMINŌ, DŌROThEŌ, IERAKI LAMPROTATŌ Ho men aretēn askōn, stephanon echei lampron; ho de katorthōn men, mē hēgoumenos katōrthōkenai, kai autou tou houtō diakeisthai charin, stephanon hexei lamproteron. Antirrhopon gar tōn katorthōmatōn esti, to katorthounta mē hēgeisthai katōrthōkenai. Mallon de touto paron men kakeina deiknysi megala, apon de kai ta megista katasmikrynei. Ho boulomenos toigaroun megala heautou poiēsai ta tote estai megala katorthōmata, mē hēgeisthō auta einai megala, kai
To Theon the presbyter. [On Maron.] I was greatly pleased to learn that your opponent at law rushed against you, meaning to prevail by a mere shout, but was thrown, as in the Olympic contests, defeated by your philosophy. [Letter 3.373] To Herminus, Dorotheus and Hierax, men of the highest rank. The one who practises virtue has a brilliant crown; but the one who does well yet does not think he has done well will have, for that very disposition, a more brilliant crown. For not thinking one has done well, while doing well, weighs as much as the achievements themselves. Rather, when present it shows them great, and when absent it shrinks even the greatest. The one, then, who wishes to make his achievements great, so that they may then be great, let him not think them great, and
Notes and citation
Summary: Isidore rejoices at Theon's victory over Maron; and (Letter 3.373) good deeds are made great by not thinking them great.
- Letter 3.373 begins at "To Herminus"; its numeral (in Latin letters) was removed. It breaks off at the end of the ref.
Notes on the original text
- Digital text corrected (letter numeral in Latin letters from the OCR): тог'. – ΕΡΜΙΝΩ → ΕΡΜΙΝΩ.
Topics: Patience, Humility and pride
Cite (SBL): Isidore of Pelusium, Ep. 3.372 (PG 78 78:1021; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-372). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-372
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-372) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.374PG 78 78:1023
ΑΡΧΟΝΤΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Ἡ μὲν ἀρετὴ καὶ τὴν εὐημερίαν καὶ τὴν δυσημερίαν κοσμεῖν εἴωθεν· ἡ δὲ παίδευσις, τῆς μὲν δοκεῖ κόσμος εἶναι, τῆς δ᾽ ὅρμος. Εἰ μὲν οὖν ἄμφω ἔχειν δυνατὸν, εὖ ἂν ἔχοι. Εἰ δὲ θάτερον λείπεται, ἄμεινον ἐλέσθαι τὴν ἀρετήν. Τὸ γὰρ εἶναι τοῦ δοκεῖν ἄριστον, παρ᾿ ἐμοὶ κριτῇ προτιμότερον. Θαυμαστά τινα περὶ σοῦ οἱ τῆς σῆς θέας ἀπολαύσαντες περιάδουσιν, ὅτι ἡμερότητος τυγχάνων ἄγαλμα, καὶ ἐπανθοῦσαν ἔχων τῷ προσώπῳ τὴν αἰδὼ, τῷ βλοσυρῷ τῶν ὀφθαλμῶν, τοὺς πλημμελεῖν προῃρημένους προαναστέλλεις · τὴν μὲν γαλήνην τοῖς ὀρθῶς βιοῦσι, τὸν δὲ φόβον τοῖς ῥᾳθύμοις ἐπιδεικνύμενος. Τὴν μὲν γὰρ τοῖς ἀδικουμένοις προτείνεις, τὸν δὲ τοῖς ἀδικοῦσιν ἐφοπλίζεις. Χρῶ τοίνυν, ὦ θαυμάσιε, διὰ τέλους τοῖς θαυμαστοῖς τούτοις πλεονεκτήμασι. ΤΙΝΙ ΗΓΝΟΗΜΕΝΩ. Μετὰ τῶν ἄλλων ἐπωνυμιῶν τῶν μεγάλων καὶ θαυμαστῶν, καὶ τῆς θείας αὐτοῦ φύσεως τὴν μεγαλοπρέπειαν, ὡς ἐνδέχεται, σημαινουσῶν, καὶ λόγος κληθῆναι καταξιώσας, οὐ μισεῖ τοὺς λόγους, οὐδὲ ἡ σοφία τὴν σοφίαν ἀποκηρύττει. ῾Αλλὰ τότε κἀκείνους, καὶ ταύτην ἔξω ἱερῶν περιβόλων ἀπελαύνει, ὅταν τὴν κακίαν ἐπαινῶσι, καὶ τὴν εἰδωλολατρείαν συγκροτῶσιν. Εἰ δὲ μηδὲν τούτων ποιοῖεν, καὶ ἀσπάζεται καὶ προσίεται, καὶ τοῖς ἱεροῖς συλλόγοις συνεστίους ποιεῖ καὶ ὁμοτραπέζους.
ARChONTIO PRESBYTERŌ. Hē men aretē kai tēn euēmerian kai tēn dysēmerian kosmein eiōthen; hē de paideusis, tēs men dokei kosmos einai, tēs d᾽ hormos. Ei men oun amphō echein dynaton, eu an echoi. Ei de thateron leipetai, ameinon elesthai tēn aretēn. To gar einai tou dokein ariston, par᾿ emoi kritę̄ protimoteron. Thaumasta tina peri sou hoi tēs sēs theas apolausantes periadousin, hoti hēmerotētos tynchanōn agalma, kai epanthousan echōn tǭ prosōpǭ tēn aidō, tǭ blosyrǭ tōn ophthalmōn, tous plēmmelein proę̄rēmenous proanastelleis ; tēn men galēnēn tois orthōs biousi, ton de phobon tois rhąthymois epideiknymenos. Tēn men gar tois adikoumenois proteineis, ton de tois adikousin ephoplizeis. Chrō toinyn, ō thaumasie, dia telous tois thaumastois toutois pleonektēmasi. TINI ĒGNOĒMENŌ. Meta tōn allōn epōnymiōn tōn megalōn kai thaumastōn, kai tēs theias autou physeōs tēn megaloprepeian, hōs endechetai, sēmainousōn, kai logos klēthēnai kataxiōsas, ou misei tous logous, oude hē sophia tēn sophian apokēryttei. ῾Alla tote kakeinous, kai tautēn exō hierōn peribolōn apelaunei, hotan tēn kakian epainōsi, kai tēn eidōlolatreian synkrotōsin. Ei de mēden toutōn poioien, kai aspazetai kai prosietai, kai tois hierois syllogois synestious poiei kai homotrapezous.
To Archontius the presbyter. Virtue usually adorns both prosperity and adversity; but education seems to be the ornament of the one and the harbour of the other. If, then, it is possible to have both, it would be well. But if one is lacking, it is better to choose virtue. For to be best rather than to seem so is, in my judgment, preferable. [Letter 3.375] Those who have enjoyed the sight of you sing wonderful things about you: that, being a statue of gentleness and having modesty blossoming on your face, you check in advance by the sternness of your eyes those who have chosen to offend, showing calm to those who live rightly and fear to the careless. For you hold out the one to the wronged and arm the other against wrongdoers. Use, then, admirable friend, these admirable excellences to the end. [Letter 3.376] To someone unknown. He who, among his other great and wonderful titles which signify, as far as possible, the magnificence of his divine nature, deigned to be called Word, does not hate words, nor does Wisdom disown wisdom. But he drives both out of the sacred precincts when they praise vice and applaud idolatry. If they do none of these things, he both embraces and welcomes them, and makes them table-companions and fellow guests of the holy assemblies.
John 1:1 (allusion, medium confidence) · 1 Cor 1:24 (allusion, medium confidence)
Notes and citation
Summary: Virtue is better than education; (3.375) Isidore praises a presbyter's firm gentleness; (3.376) Christ, the Word and Wisdom, does not reject learning unless it serves vice and idolatry.
- Letter 3.375 begins at "Those who have enjoyed"; its heading was not recovered from the scan. Letter 3.376 begins at "To someone unknown"; its numeral was removed.
Notes on the original text
- Digital text corrected (letter numeral from the OCR; stray mark from the OCR; word split by OCR): ΤΟς' - ΤΙΝΙ → ΤΙΝΙ; μεγα(λοπρέπειαν → μεγαλοπρέπειαν; συνε στίους → συνεστίους.
Topics: Classical learning and education, Church office, Philosophy, Christology
Cite (SBL): Isidore of Pelusium, Ep. 3.374 (PG 78 78:1023; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-374). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-374
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-374) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.377PG 78 78:1023
ΓΕΡΜΑΝΟ ΚΟΜΗΤΙ. Οὐχ ὁ τοὺς ἔξωθεν βαρβάρους νικῶν, τροπαιοῦχος ἂν εἰκότως καλοῖτο· ἀλλ᾽ ὁ τὸν ἔσω πόλεμον τῶν ἡδονῶν χειρούμενος. Πολλοὶ μὲν ἐκείνους νενικηκότες, ὑπὸ τούτων αἰσχρῶς καὶ ἐλεεινῶς ἑάλωσαν. Ὁ φίλος ὁ σὸς ἐν μεγίστῳ κλύδωνι πραγμάτων ἀποληφθεὶς, καὶ πᾶσαν κινήσας μηχανὴν, ὥσπερ οἱ κυβερνῆται, ὧν ὁ χειμὼν τὴν τέχνην ἐβάπτισεν, ἐν εὐχαῖς σαλεύει. Εὔχου τοίνυν καὶ αὐτὸς ὅπως κρείττων χειμῶνος γένηται.
GERMANO KOMĒTI. Ouch ho tous exōthen barbarous nikōn, tropaiouchos an eikotōs kaloito; all᾽ ho ton esō polemon tōn hēdonōn cheiroumenos. Polloi men ekeinous nenikēkotes, hypo toutōn aischrōs kai eleeinōs healōsan. Ho philos ho sos en megistǭ klydōni pragmatōn apolēphtheis, kai pasan kinēsas mēchanēn, hōsper hoi kybernētai, hōn ho cheimōn tēn technēn ebaptisen, en euchais saleuei. Euchou toinyn kai autos hopōs kreittōn cheimōnos genētai.
To Germanus the count. Not the one who conquers the barbarians outside would rightly be called victor, but the one who masters the war within, that of the pleasures. Many who conquered the former were shamefully and pitiably captured by the latter. [Letter 3.378] Your friend, caught in a very great storm of affairs and having set every device in motion, like pilots whose skill the storm has swamped, is tossing in prayers. Pray, then, yourself too, that he may prove stronger than the storm.
Notes and citation
Summary: True victory is over one's own passions; and (Letter 3.378) Isidore asks prayers for a friend in great trouble.
- Letter 3.378 begins at "Your friend"; its heading was not recovered from the scan.
Notes on the original text
- Digital text corrected (OCR slip in accent): ἑἀλωσαν → ἑάλωσαν.
Topics: Self-control in food and drink, War and military service, Prayer
Cite (SBL): Isidore of Pelusium, Ep. 3.377 (PG 78 78:1023; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-377). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-377
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-377) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.379PG 78 78:1025
ΘΕΟΔΩΡΩ ΣΧΟΛΑΣΤΙΚΩ. Οὔτε ἀλαζόνα εἶναι χρὴ, οὔτε κόλακα · ἀλλ' ἀμφοτέρων τῶν κακιῶν τούτων τὴν ἀμετρίαν κολάζοντα, ἐλευθέριον εἶναι, μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα, μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα.
ThEODŌRŌ SChOLASTIKŌ. Oute alazona einai chrē, oute kolaka ; all' amphoterōn tōn kakiōn toutōn tēn ametrian kolazonta, eleutherion einai, mēte eis authadeian apoklinonta, mēte eis douloprepeian katapiptonta.
To Theodore the scholasticus. One must be neither a boaster nor a flatterer, but, restraining the excess of both these vices, be free, neither inclining to self-will nor falling into servility.
Notes and citation
Summary: A free spirit avoids both arrogance and flattery.
Topics: Humility and pride, Lying and truthfulness
Cite (SBL): Isidore of Pelusium, Ep. 3.379 (PG 78 78:1025; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-379). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-379
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-379) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.380PG 78 78:1025
ΤΙΜΟΘΕΩ ΣΧΟΛΑΣΤΙΚΩ. Μάνθανε, ὦ σοφώτατε, καὶ ῥητορικώτατε, ὅπερ κινδυνεύεις, ὡς ἔοικεν, ἀγνοεῖν, ὅτι εἰ συμβαίη φίλοις πρὸς ἀλλήλους διενεχθῆναι, ἢ ἐχθροῖς, οὐχ ὁμοίως διαγωνιοῦνται· ἀλλ᾽ οἱ μὲν ὡς διαλλαγησόμενοι διοίσονται, οἱ δὲ ὡς ἀκήρυκτον ἕξοντες τὸν πόλεμον.
TIMOThEŌ SChOLASTIKŌ. Manthane, ō sophōtate, kai rhētorikōtate, hoper kindyneueis, hōs eoiken, agnoein, hoti ei symbaiē philois pros allēlous dienechthēnai, ē echthrois, ouch homoiōs diagōniountai; all᾽ hoi men hōs diallagēsomenoi dioisontai, hoi de hōs akērykton hexontes ton polemon.
To Timothy the scholasticus. Learn, most wise and most eloquent friend, what you seem in danger of not knowing: that if it happens that friends or enemies quarrel with each other, they will not contend in the same way; the former will quarrel as men who will be reconciled, the latter as men who will keep the war without truce.
Notes and citation
Summary: Quarrelling friends expect reconciliation; enemies do not.
Topics: Love of God and neighbour
Cite (SBL): Isidore of Pelusium, Ep. 3.380 (PG 78 78:1025; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-380). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-380
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-380) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.381PG 78 78:1025
ΔΩΡΟΘΕΩ ΛΑΜΠΡΟΤΑΤΩ. Ἐγὼ καὶ μετριόφρονα καλῶ καὶ μεγαλόφρονα, τὸν μέγιστα μὲν κατορθοῦντα, τῆς δὲ ἐπὶ τῷ μεγάλα πράττειν μὴ ἀντιποιούμενον δόξης, ἀλλὰ σιωπῇ κρύπτοντα τὰ πλεονεκτήματα, καὶ κατὰ τῶν πέλας μὴ ἐπιφυόμενον. Τῷ μὲν γὰρ πρᾶξαι μεγάλα, μεγάλως ἐφρόνησε, τῷ δὲ κρύψαι, μετρίως· τῷ γὰρ μικρόφρονι τὸν μεγαλόφρονα ἀντισταλτέον, καὶ οὐ τῷ ταπεινόφρονι. Μικρὰ γὰρ φρονεῖ, ὁ τὰ γήϊνα ὀνειροπολῶν. Μεγάλα δὲ, ὁ τὰ ὑπερκόσμια ζητῶν. Διὸ δὴ καὶ ἀπὸ μεγάλης μὲν καὶ ὑψηλῆς διανοίας τίκτεσθαι συμβαίνει τὴν ταπεινοφροσύνην, ἀπὸ δὲ μικρᾶς καὶ φαύλης τὴν ἀλαζονείαν. Εὐγνώμονα δὲ οὐ ταπεινόφρονα κλητέον, τὸν πταίοντα μὲν, ὁμολογοῦντα δὲ καὶ γνωσιμαχοῦντα, οἷος ἦν ὁ τελώνης. Κενόδοξον δὲ, τὸν ἐφ᾽ οἷς μὴ πράττει δοξάζεσθαι βουλόμενον· φιλόδοξον δὲ, τὸν ἐφ᾽ οἷς πράττει ἐναβρυνόμενον· ὑπερήφανον δὲ, τὸν πράττοντα μὲν, σεμνυνόμενον δὲ, καὶ τοὺς ἄλλους ὀνειδίζοντα· μεγαλόψυχον δὲ, τὸν καὶ τὴν εὐημερίαν μετρίως, καὶ τὴν δυσπραγίαν γενναίως φέροντα· μικρόψυχον δὲ, τὸν τἀναντία τῷ μεγαλοψύχῳ πράττοντά τε καὶ πάσχοντα.
DŌROThEŌ LAMPROTATŌ. Egō kai metriophrona kalō kai megalophrona, ton megista men katorthounta, tēs de epi tǭ megala prattein mē antipoioumenon doxēs, alla siōpę̄ kryptonta ta pleonektēmata, kai kata tōn pelas mē epiphyomenon. Tǭ men gar praxai megala, megalōs ephronēse, tǭ de krypsai, metriōs; tǭ gar mikrophroni ton megalophrona antistalteon, kai ou tǭ tapeinophroni. Mikra gar phronei, ho ta gēïna oneiropolōn. Megala de, ho ta hyperkosmia zētōn. Dio dē kai apo megalēs men kai hypsēlēs dianoias tiktesthai symbainei tēn tapeinophrosynēn, apo de mikras kai phaulēs tēn alazoneian. Eugnōmona de ou tapeinophrona klēteon, ton ptaionta men, homologounta de kai gnōsimachounta, hoios ēn ho telōnēs. Kenodoxon de, ton eph᾽ hois mē prattei doxazesthai boulomenon; philodoxon de, ton eph᾽ hois prattei enabrynomenon; hyperēphanon de, ton prattonta men, semnynomenon de, kai tous allous oneidizonta; megalopsychon de, ton kai tēn euēmerian metriōs, kai tēn dyspragian gennaiōs pheronta; mikropsychon de, ton tanantia tǭ megalopsychǭ prattonta te kai paschonta.
To Dorotheus, a man of the highest rank. I call both modest and great-minded the man who achieves very great things but does not lay claim to glory for doing great things, but hides his excellences in silence and does not attack his neighbours. By doing great things he showed greatness of mind; by hiding them, modesty. For the great-minded must be contrasted with the small-minded, not with the humble. He thinks small who dreams of earthly things; great, who seeks things above the world. That is why humility happens to be born of a great and lofty mind, and boastfulness of a small and base one. And one should call right-minded, not humble, the man who stumbles but confesses and acknowledges his fault, as the tax collector did. Vainglorious is the man who wishes to be glorified for what he does not do; glory-loving, the one who prides himself on what he does; arrogant, the one who acts but gives himself airs and reproaches others; magnanimous, the one who bears prosperity with moderation and adversity nobly; small-souled, the one who does and suffers the opposite of the magnanimous.
Luke 18:13 (allusion, medium confidence)
Notes and citation
Summary: Isidore defines greatness of mind, humility, vainglory, arrogance and magnanimity.
- The tax collector: Luke 18:13.
Topics: Humility and pride, Ethics
Cite (SBL): Isidore of Pelusium, Ep. 3.381 (PG 78 78:1025; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-381). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-381
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-381) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.382PG 78 78:1025
ΤΩ ΑΥΤΩ. Εἰ καὶ, ὡς γέγραφας, ὁ λόγος τὸν κρότον ἐγέννησεν· ἀλλ᾽ οὖν γε καὶ ὁ κρότος τὸν λόγον ἐπέῤῥωσεν ἔρεισμα τῷ τεκόντι φανείς. ᾿Αλλ' ἐπειδὴ πολλάκις ὁ κρότος τὸν μὲν λόγον νευροῖ, τὸν δὲ τρόπον τοῦ λέγοντος λυμαίνεται, εἰς ὑπτιότητα αὐτὸν χειραγωγῶν, παραινῶ τῇ σῇ συνέσει, μάλιστα μὲν τῷ Θεῷ εἰδέναι χάριν, τῷ καὶ τοιαύτην δεδωκότι χάριν· εἰ δὲ καὶ ἐπαινεῖν βούλει (ὡς γὰρ ἔφης ἀδύνατον, μὴ κρότοις τὸν λόγον ἀμείβεσθαι), τὸν λόγον ἐπαινῶν, ὡς βούλει, μὴ ἄμετρα ὕφαινε κατ' ἐμοῦ ἐγκώμια, ἵνα μή με ὑπτιώσῃς.
TŌ AUTŌ. Ei kai, hōs gegraphas, ho logos ton kroton egennēsen; all᾽ oun ge kai ho krotos ton logon eperrhōsen ereisma tǭ tekonti phaneis. ᾿All' epeidē pollakis ho krotos ton men logon neuroi, ton de tropon tou legontos lymainetai, eis hyptiotēta auton cheiragōgōn, parainō tę̄ sę̄ synesei, malista men tǭ Theǭ eidenai charin, tǭ kai toiautēn dedōkoti charin; ei de kai epainein boulei (hōs gar ephēs adynaton, mē krotois ton logon ameibesthai), ton logon epainōn, hōs boulei, mē ametra hyphaine kat' emou enkōmia, hina mē me hyptiōsę̄s.
To the same. Even if, as you wrote, the speech gave birth to the applause, still the applause strengthened the speech, appearing as a support to its parent. But since applause often unnerves the speech and corrupts the character of the speaker, leading him to conceit, I advise your understanding above all to give thanks to God, who has given such a gift; and if you also wish to praise (for, as you said, it is impossible not to repay the speech with applause), praise the speech as you wish, but do not weave immoderate praises of me, lest you make me conceited.
Notes and citation
Summary: Isidore asks a friend to thank God for his writing and not to praise him excessively.
Topics: Humility and pride
Cite (SBL): Isidore of Pelusium, Ep. 3.382 (PG 78 78:1025; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-382). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-382
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-382) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.383PG 78 78:1027
ΔΙΟΓΕΝΕΙ ΠΡΕΣΒΥΤΕΡΩ. ᾿Αδελφὰ ἁμαρτάνειν μοι δοκοῦσιν, οἵ τε ἐπὶ τοῖς μεγίστοις κατορθώμασι σιγῇ προέμενοι τὴν ἀλήθειαν, (φθόνῳ γὰρ τήκονται, πάθει χαλεπωτάτῳ, καὶ συγγνώμης παρά γε τοῖς ἐχέφροσιν ἀμοίρῳ) καὶ οἱ προχείρως ἐπαινοῦντες τοὺς πάσης εὐφημίας ἐρήμους. Τὴν γὰρ τῶν κολάκων ἐναπομάττονται δύσκλειαν, τοῦ σωφρονισμοῦ δεομένους ἐγκωμιάζειν ἐπιχειροῦντες.
DIOGENEI PRESBYTERŌ. ᾿Adelpha hamartanein moi dokousin, hoi te epi tois megistois katorthōmasi sigę̄ proemenoi tēn alētheian, (phthonǭ gar tēkontai, pathei chalepōtatǭ, kai syngnōmēs para ge tois echephrosin amoirǭ) kai hoi procheirōs epainountes tous pasēs euphēmias erēmous. Tēn gar tōn kolakōn enapomattontai dyskleian, tou sōphronismou deomenous enkōmiazein epicheirountes.
To Diogenes the presbyter. Those seem to me to commit kindred sins who pass over the truth in silence about the greatest achievements (for they waste away with envy, a most grievous passion, without share in pardon among the sensible) and those who readily praise those devoid of all good report. For they take on the ill repute of flatterers, trying to extol those who need correction.
Notes and citation
Summary: Silencing deserved praise from envy and praising the unworthy are kindred faults.
Topics: Lying and truthfulness, Anger and envy
Cite (SBL): Isidore of Pelusium, Ep. 3.383 (PG 78 78:1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-383). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-383
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-383) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.384PG 78 78:1027
ΤΙΜΟΘΕΩ ΛΑΜΠΡΟΤΑΤΩ. Ὅτι μὲν τὸ πρᾶον οὐκ εὐκαταφρόνητον ἔχεις, οὐδὲ τὸ ἀνδρεῖον ἀνήμερον (ἡ γὰρ φιλανθρωπία κολάζει τὴν ὠμότητα) ἅπαντες ἴσμεν. Ὅτι δὲ χρή σε καὶ τὰς ἄλλας ἀρετὰς ἀναδήσασθαι, ἵνα ἐν πᾶσι διαλάμποις, τοῦτο παρ' ἐμοῦ μάνθανε.
TIMOThEŌ LAMPROTATŌ. Hoti men to praon ouk eukataphronēton echeis, oude to andreion anēmeron (hē gar philanthrōpia kolazei tēn ōmotēta) hapantes ismen. Hoti de chrē se kai tas allas aretas anadēsasthai, hina en pasi dialampois, touto par' emou manthane.
To Timothy, a man of the highest rank. That your gentleness is not contemptible nor your courage savage (for humanity restrains cruelty), we all know. But that you must also bind on the other virtues, so that you may shine in all, learn this from me.
Notes and citation
Summary: Isidore urges an official to add the other virtues to his gentleness and courage.
Topics: Ethics
Cite (SBL): Isidore of Pelusium, Ep. 3.384 (PG 78 78:1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-384). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-384
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-384) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.385PG 78 78:1027
ΘΕΟΔΟΣΙΟ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐχ ἁπλῶς ἐπιτίθεται ὁ δεινὸς πειράτης τοῖς ταύτην τὴν χειμῶνος γέμουσαν πλέουσι θάλατταν, ἀλλὰ πρῶτον διακωδωνήσας, καὶ τὰς ῥοπὰς καὶ τὰς ὁρμὰς τῆς ψυχῆς καταμαθών, οὕτως ἐπιχειρεῖ, καὶ τὰς μηχανὰς πλέκει. Διὰ τί γὰρ εἰς πορνείαν οὐκ ὤθησε τὸν Ἰούδαν, ἀλλ᾽ εἰς προδοσίαν; Ὅτι ἐκεῖνο μὲν τὸ μέρος ἑώρα ἠσφαλισμένον· τὸ δὲ περὶ φιλοχρηματίαν σφαλερὸν καὶ σαθρόν. Ἐκ γὰρ τῆς κλοπῆς τοῦ γλωσσοκόμου ἤλπισε καὶ εἰς προδοσίαν αὐτὸν ῥᾳδίως ὁρμήσειν. Τὰς ὁρμὰς οὖν ἑκάστου καὶ τὰς – συγκαταθέσεις πολυπραγμονῶν, καὶ οὐδένα καιρὸν οὐδ' ὥραν παραλείπων, οὕτως τὰς ὕλας ἔξωθεν χορηγεῖ, καὶ εἰς ὃ ἐπιῤῥεπῶς ἔχοντα αἰσθάνεται, εἰς ἐκεῖνο τιτρώσκει. Χρὴ οὖν πανταχόθεν ἠσφαλίσθαι τὸν εὐδόκιμον. Πολλάκις γὰρ πολιτείαν ὥσπερ πόλιν ἀπορθήτοις τείχεσι πεπυργωμένην, διὰ μέρους σαθροῦ παρεστήσατο, ματαίαν τὴν τῶν λοιπῶν τειχῶν δείξας ὀχυρότητα.
ThEODOSIO PRESBYTERŌ. Ouch haplōs epitithetai ho deinos peiratēs tois tautēn tēn cheimōnos gemousan pleousi thalattan, alla prōton diakōdōnēsas, kai tas rhopas kai tas hormas tēs psychēs katamathōn, houtōs epicheirei, kai tas mēchanas plekei. Dia ti gar eis porneian ouk ōthēse ton Ioudan, all᾽ eis prodosian? Hoti ekeino men to meros heōra ēsphalismenon; to de peri philochrēmatian sphaleron kai sathron. Ek gar tēs klopēs tou glōssokomou ēlpise kai eis prodosian auton rhądiōs hormēsein. Tas hormas oun hekastou kai tas – synkatatheseis polypragmonōn, kai oudena kairon oud' hōran paraleipōn, houtōs tas hylas exōthen chorēgei, kai eis ho epirrhepōs echonta aisthanetai, eis ekeino titrōskei. Chrē oun pantachothen ēsphalisthai ton eudokimon. Pollakis gar politeian hōsper polin aporthētois teichesi pepyrgōmenēn, dia merous sathrou parestēsato, mataian tēn tōn loipōn teichōn deixas ochyrotēta.
To Theodosius the presbyter. The terrible pirate does not simply attack those who sail this storm-filled sea, but first, having sounded them out and learned the inclinations and impulses of the soul, he makes his attempt and weaves his devices. For why did he not push Judas into sexual immorality but into betrayal? Because he saw that part secured, but the part concerning love of money tottering and rotten. For from his theft from the money-box he hoped to rush him easily into betrayal too. Prying into each person's impulses and assents, then, and leaving no moment or hour, he supplies fuel from outside and wounds him where he perceives him to be inclined. The esteemed man, then, must be secured on every side. For often he has captured a way of life, like a city fortified with impregnable walls, through one rotten part, showing the strength of the other walls to be vain.
John 12:6 (allusion, high confidence) · Matt 26:15 (allusion, medium confidence)
Notes and citation
Summary: The devil attacks each person at the weakest point, as he exploited Judas's love of money.
- Judas the thief: John 12:6; betrayal: Matt 26:14–16. Cf. 3.156.
Notes on the original text
- Digital text corrected (OCR slips in breathing and accent): τὰς ὀρμᾶς τῆς ψυχῆς → τὰς ὁρμὰς τῆς ψυχῆς.
Topics: The devil and demons, Temptation, Wealth and poverty
Cite (SBL): Isidore of Pelusium, Ep. 3.385 (PG 78 78:1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-385). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-385
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-385) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.386PG 78 78:1027
ΕΛΙΣΣΑΙΟ ΜΟΝΑΖΟΝΤΙ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Εἱ ὁ ἅγιος Δανιὴλ ἄγγελον θεασάμενος, καὶ ἀγασθεὶς τὸ κάλλος τοῦ ὀφθέντος, πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς πρὸς τὸ παράδοξον τῆς θέας · ποίαν ἔξουσιν ἀπολογίαν, οἱ Πατρὶ καὶ Υἱῷ μεσιτεύειν τολμῶντες, καὶ τὴν ἄῤῥητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες;
ELISSAIO MONAZONTI. Peri Areianōn kai Eunomianōn. Hei ho hagios Daniēl angelon theasamenos, kai agastheis to kallos tou ophthentos, prēnēs epesen, ekplageis pros to paradoxon tēs theas ; poian exousin apologian, hoi Patri kai Huiǭ mesiteuein tolmōntes, kai tēn arrhēton physin logois zygostatein epicheirountes?
To Elisha the monk. [On the Arians and Eunomians.] If holy Daniel, seeing an angel and admiring the beauty of what he saw, fell on his face, astounded at the extraordinary sight, what defence will they have who dare to mediate between Father and Son and try to weigh the ineffable nature with words?
Dan 10:9 (allusion, high confidence) · Dan 8:17 (allusion, medium confidence)
Notes and citation
Summary: If Daniel fell before an angel, the Arians are reckless to measure the divine nature with arguments.
- Dan 8:17; 10:8–9.
Topics: Trinity, Arianism, Angels
Cite (SBL): Isidore of Pelusium, Ep. 3.386 (PG 78 78:1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-386). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-386
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-386) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.387PG 78 78:1027
ΛΕΟΝΤΙΟ ΕΠΙΣΚΟΠΩ. Ἐγώ σε, ὦ ἁγνείας ἀνάκτορον, οὐκ ἐκ τῆς ἱερωσύνης θαυμάζω· ἀλλ᾿ ὅτι προσηκόντως ταύτης τετύχηκας. Πολλοὶ μὲν γὰρ αὐτῇ ἐπεκώμασαν οὐκ εὐαγῶς· οἱ δὲ εἰκότως τετυχηκότες τῆς τιμῆς, καὶ διὰ τέλους ἑαυτοὺς οὐ μόνον μέμψεως κρείττους, ἀλλὰ καὶ θαύματος ἀξίους ἀποφήναντες, οὗτοι παρὰ πάντων ἀναῤῥηθῆναι ἂν εἶεν δίκαιοι. Ὧν εἷς καὶ αὐτὸς τυγχάνων, μυρίοις ὀφθαλμοῖς τὰ κατὰ σαυτὸν περισκόπει· μή ποτέ τι παροφθὲν, τῇ τοσαύτῃ λυμήνηται ἀρετῇ.
LEONTIO EPISKOPŌ. Egō se, ō hagneias anaktoron, ouk ek tēs hierōsynēs thaumazō; all᾿ hoti prosēkontōs tautēs tetychēkas. Polloi men gar autę̄ epekōmasan ouk euagōs; hoi de eikotōs tetychēkotes tēs timēs, kai dia telous heautous ou monon mempseōs kreittous, alla kai thaumatos axious apophēnantes, houtoi para pantōn anarrhēthēnai an eien dikaioi. Hōn heis kai autos tynchanōn, myriois ophthalmois ta kata sauton periskopei; mē pote ti parophthen, tę̄ tosautę̄ lymēnētai aretę̄.
To Leontius the bishop. I do not admire you, palace of purity, for the priesthood, but because you obtained it fittingly. For many have burst into it unholily; but those who obtained the honour rightly and showed themselves to the end not only above blame but worthy of wonder deserve to be proclaimed by all. Since you are one of them, look round your affairs with countless eyes, lest something overlooked spoil so great a virtue.
Notes and citation
Summary: Isidore praises a bishop worthy of his office and urges him to stay watchful.
Notes on the original text
- Digital text corrected (OCR slip): τὰ κατὰ σαυτὴν περισκόπει → τὰ κατὰ σαυτὸν περισκόπει.
Topics: Church office, Ordination
Cite (SBL): Isidore of Pelusium, Ep. 3.387 (PG 78 78:1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-387). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-387
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-387) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.388PG 78 78:1029
ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡΩ. Περὶ ἀναγνώσεως, κατὰ Ἑλλήνων. Περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Οἱ θεῖοι καὶ οὐράνιοι χρησμοὶ τοῖς μὲν τῶν καλῶν ἀνεράστοις γράμματα μόνον εἶναι δοκοῦσι τοῖς δὲ ὑπερκοσμίοις [καὶ] φιλοθεάμοσι, λειμῶνές εἰσιν εὐανθεῖς, ὥσπερ ἐξ οὐρανίου νέκταρος βρύοντες ἀκηράτοις ἄνθεσιν. Ἐξαρκοῦσι μὲν γὰρ καὶ μόνον ῥηθέντες πρὸς ἔκπληξιν· κατανοοῦσι δὲ σχολὴν ἄγειν οὐκ ἐπιτρέπουσιν, ἀλλὰ παρασκευάζουσι πᾶσαν τὴν νοερὰν αἴσθησιν τρέπειν εἰς ἑαυτοὺς, ὡς πρὶν τὸ παρὸν ἀκριβῶς θεάσασθαι, ποθεῖν τὸ ἑξῆς· κἀκεῖνο θεασαμένους, ὅπερ ἀπέλιπον ζητεῖν, καὶ τὸ τρίτον ἰδόντας, οὐκ ἔχειν ὅτι θαυμάσουσιν. Εἴσω γὰρ τοῦ γράμματος παραπέμποντες τὸν νοῦν, τοσούτου πίμπλανται θαύματος, καὶ τοσαύτης πληροῦνται χάριτος, ὥστε μηδὲν ἔτι χωρῆσαι τῶν ἐπιγείων πραγμάτων δύνασθαι, μηδὲ ἂν πάντα πρὸς αὐτοὺς συρρέῃ τὰ περιμάχητα, λήθης ὧν πρότερον ἐθαύμαζον ἐκνικησάσης.
IERAKI PRESBYTERŌ. Peri anagnōseōs, kata Hellēnōn. Peri tēs charitos tōn theopneustōn Graphōn, kai tēs ex autōn ōpheleias. Hoi theioi kai ouranioi chrēsmoi tois men tōn kalōn anerastois grammata monon einai dokousi tois de hyperkosmiois [kai] philotheamosi, leimōnes eisin euantheis, hōsper ex ouraniou nektaros bryontes akēratois anthesin. Exarkousi men gar kai monon rhēthentes pros ekplēxin; katanoousi de scholēn agein ouk epitrepousin, alla paraskeuazousi pasan tēn noeran aisthēsin trepein eis heautous, hōs prin to paron akribōs theasasthai, pothein to hexēs; kakeino theasamenous, hoper apelipon zētein, kai to triton idontas, ouk echein hoti thaumasousin. Eisō gar tou grammatos parapempontes ton noun, tosoutou pimplantai thaumatos, kai tosautēs plērountai charitos, hōste mēden eti chōrēsai tōn epigeiōn pragmatōn dynasthai, mēde an panta pros autous syrreę̄ ta perimachēta, lēthēs hōn proteron ethaumazon eknikēsasēs.
To Hierax the presbyter. [On reading, against the Greeks. On the grace of the divinely inspired Scriptures, and the benefit from them.] The divine and heavenly oracles seem to those who have no love of the beautiful to be mere letters; but to those who love to contemplate things above the world they are flowery meadows, teeming as with heavenly nectar with pure flowers. For even merely spoken they suffice to astound; and they do not allow those who understand them to be idle, but make them turn all their intellectual perception to themselves, so that before they have exactly beheld what is present they long for what follows, and having beheld that, seek what they left behind, and having seen the third, do not know what to wonder at. For sending the mind inside the letter, they are filled with such wonder and such grace that they can no longer take in anything of earthly affairs, not even if all things fought over flowed to them, forgetfulness having overcome what they formerly admired.
Notes and citation
Summary: Isidore describes the inexhaustible delight of reading the inspired Scriptures, which makes earthly goods seem nothing.
- The bracketed "[καὶ]" is the edition's.
Notes on the original text
- Digital text corrected (OCR slip; OCR slip in breathing): άκηράτοις → ἀκηράτοις; κἀκεῖνο Θεασαμένους → κἀκεῖνο θεασαμένους.
Topics: Scripture and canon, Interpreting Scripture, Paganism
Cite (SBL): Isidore of Pelusium, Ep. 3.388 (PG 78 78:1029; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-388). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-388
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-388) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.
3.389PG 78 78:1029
ΔΙΟΓΕΝΕΙ ΜΑΓΙΣΤΡΙΑΝΩ. Εἰς τὸ γεγραμμένον, · Ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ ἀλλὰ συνεγείρῃς. Καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ, ὦ σοφὲ, ἐπειδήπερ ἀπὸ ταύτης μόνης ἡμῖν διαλέγῃ, τὴν Νέαν παρεὶς, εἰ καὶ μὴ φανερῶς μηδὲ διαῤῥήδην, ἀλλ᾽ αἰνιγματωδῶς ἡμῖν ἐνομοθέτησεν ἡ ἡμερωτάτη φύσις, καταλλάττεσθαι τῷ ἐχθρῷ, φήσασα· · Ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ, ἀλλὰ συνεγείρῃς αὐτό. » Εἰ δὲ οὐκ ἐφικνῇ ἀτενίσαι πρὸς τὸ βάθος τοῦ χρησμοῦ, ἐγώ σοι τοῦτον ἑρμηνεῦσαι, καὶ τοῦ νομοθέτου ἀναπτύξαι τὸ βούλημα πειράσομαι. Οὐ γὰρ τοῦ ζώου τοσοῦτον κηδόμενος, ἀλλ᾽ αὐτῶν ἕνεκα μάλιστα τῶν ἀνθρώπων τοῦτ᾽ ἐθέσπισεν. Ὁ γὰρ ἐχθρὸς ἐρχόμενος εἰς τὸ συνεγεῖραι τὸ πεπτωκὸς ζῶον, πάντως ὁμιλήσει τῷ ἐχθρῷ, καὶ λέξει, ἐκεῖθεν σὺ ἔγειρον, κἀγὼ ἐντεῦθεν. Ὁμιλία δὲ προοίμιόν ἐστι καταλλαγῆς, καὶ ὁδὸς ἐπὶ φιλίαν ἄγουσα. Τρία τοίνυν κάλλιστα ἐσπούδασε κατορθωθῆναι ἡ θεία γαληνότης, ἓν μὲν, τὸ μὴ διαφθαρῆναι τὸ ζῶον· ἕτερον δὲ, τὸ μὴ ζημιωθῆναι τὸν δεσπότην. Τρίτον δὲ, τὸ καταλλαγῆναι πρὸς φιλίαν τοὺς ἐχθρούς. Ὁ γὰρ παθὼν εὖ, εἰ καὶ λίθων ἀναισθητότερος εἴη, σπουδάσει ἀμείψασθαι τὸν εὐεργέτην· ὁ δὲ εὐεργέτην ἐπιγραφόμενος, οὐκ ἂν δήπου ἐχθρὸν ἔτι ὁριεῖται. Ὁρᾶς πῶς ἡ ἄῤῥητος σοφία πρὸς ἀγαθότητα καὶ φιλανθρωπίαν βλέπουσα νομοθετεῖ
DIOGENEI MAGISTRIANŌ. Eis to gegrammenon, ; Ean idę̄s to hypozygion tou echthrou sou peptōkos hypo ton gomon, ou pareleusę̄ alla synegeirę̄s. Kai en tę̄ Palaią Diathēkę̄, ō sophe, epeidēper apo tautēs monēs hēmin dialegę̄, tēn Nean pareis, ei kai mē phanerōs mēde diarrhēdēn, all᾽ ainigmatōdōs hēmin enomothetēsen hē hēmerōtatē physis, katallattesthai tǭ echthrǭ, phēsasa; ; Ean idę̄s to hypozygion tou echthrou sou peptōkos hypo ton gomon, ou pareleusę̄, alla synegeirę̄s auto. » Ei de ouk ephiknę̄ atenisai pros to bathos tou chrēsmou, egō soi touton hermēneusai, kai tou nomothetou anaptyxai to boulēma peirasomai. Ou gar tou zōou tosouton kēdomenos, all᾽ autōn heneka malista tōn anthrōpōn tout᾽ ethespisen. Ho gar echthros erchomenos eis to synegeirai to peptōkos zōon, pantōs homilēsei tǭ echthrǭ, kai lexei, ekeithen sy egeiron, kagō enteuthen. Homilia de prooimion esti katallagēs, kai hodos epi philian agousa. Tria toinyn kallista espoudase katorthōthēnai hē theia galēnotēs, hen men, to mē diaphtharēnai to zōon; heteron de, to mē zēmiōthēnai ton despotēn. Triton de, to katallagēnai pros philian tous echthrous. Ho gar pathōn eu, ei kai lithōn anaisthētoteros eiē, spoudasei ameipsasthai ton euergetēn; ho de euergetēn epigraphomenos, ouk an dēpou echthron eti horieitai. Horas pōs hē arrhētos sophia pros agathotēta kai philanthrōpian blepousa nomothetei
To Diogenes the magistrianus. [On what is written, "If you see your enemy's beast of burden fallen under its load, you shall not pass by but help raise it."] In the Old Covenant too, wise friend (since you argue with us from it alone, leaving aside the New), the most gentle nature legislated for us, if not openly or expressly, yet in a riddle, to be reconciled with our enemy, saying, "If you see your enemy's beast of burden fallen under its load, you shall not pass by, but help raise it." And if you cannot gaze into the depth of the oracle, I will try to interpret it for you and unfold the lawgiver's intention. For he decreed this not so much caring for the animal as above all for the sake of the people themselves. For the enemy, coming to help raise the fallen animal, will certainly speak with his enemy and say, "You lift from there, and I from here." And conversation is the prelude of reconciliation and a road leading to friendship. The divine serenity, then, was eager to achieve three excellent things: first, that the animal should not perish; second, that its master should suffer no loss; third, that the enemies should be reconciled to friendship. For the one who has been treated well, even if he were more insensible than stones, will be eager to repay his benefactor; and the one who has registered someone as a benefactor will surely no longer define him as an enemy. You see how the ineffable wisdom legislates looking to goodness and love for humankind
Exod 23:5 (quotation, high confidence)
Notes and citation
Summary: Exod 23:5, on helping an enemy's fallen donkey, was given to bring enemies to reconciliation.
- Exod 23:5 LXX. The addressee argues from the Old Testament only, perhaps a Jew. The letter breaks off at the end of the ref.
Topics: The law of Moses, Love of enemies and forgiveness of wrongs, Interpreting Scripture
Cite (SBL): Isidore of Pelusium, Ep. 3.389 (PG 78 78:1029; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-389). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/isidore-pelusium-epistulae/3-389
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-isidore-pelusium-epistulae-3-389) · Report an error
Translation: Translated by Claude from the Greek of Migne (PG 78; PG 72), Bayerische Staatsbibliothek OCR; no public-domain English exists, so the translation was re-read against the Greek.