Letters (first part: Migne letters 1-55) 76–85
Greek text: PG 77.English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 76
76PG 77 77:351
Τοῖς παρὰ τῆς σῆς θεοφιλείας ἐπεσταλμένοις ἐν τυχών, ἐγγεγράφθαι μὲν τὴν Ἰωάννου προσηγορίαν, ἐν ταῖς ἱεραῖς ἐμάνθανον δέλτοις. Ἐρωτήσας δὲ τοὺς ἐκεῖθεν ἥκοντας, ἐπυθόμην οὐκ ἐν τοῖς τῶν λαϊκῶν καταλόγοις, ἐν δὲ τοῖς τῶν ἐπισκόπων ἐντετάχθαι αὐτήν. Διασκοπούμενος δὲ καὶ κατ᾿ ἐμαυτὸν ἐννοῶν, εἰ ταῖς τῶν Πατέρων τῶν ἐν Νικαίᾳ ἀκολουθοῦσι δόξαις οἱ τοῦτο πεπραχότες, καὶ βραχύ τι τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς τὴν μεγάλην ἐκείνην ἀνατείνας σύνοδον, ὅλην ὁρῶ τῶν ἁγίων Πατέρων ἐκείνων τὴν ὁμήγυριν ὥσπερ τισὶν ὀφθαλμοῖς ἀνανεύουσαν, καὶ παντὶ σθένει διακωλύουσαν ἡμᾶς τρέχειν εἰς τὴν ἐπὶ τούτῳ συναίνεσιν. Πῶς γὰρ τοῖς ἱερεῦσι Θεοῦ συντετάξεται, καὶ τὸν ἐκείνων φορέσει κλῆρον, ὁ τῆς ἱερατείας ἐκβεβλημένος; Πῶς δὲ ἐν καταλόγοις ἔσται λειτουργῶν, ὁ τῶν ἐκκλησιαστικῶν περιβόλων ἔξω τεθείς; ᾿Ανἀξιον γὰρ ἡμᾶς ἢ μηδὲν εἶναι λέγειν τὸ τῆς ἱερατείας ὄνομα, καὶ πρᾶγμα κοινὸν εἶναι πᾶσι, τὸ μόνοις τετηρημένον τοῖς εἰς τοῦτο καλουμένοις· ἢ εἰ πολύ τι τὸ διατειχίζον ἐστὶν ἱερωσύνην καὶ λαὸν, μὴ μιγνύειν τὰ ἄμικτα, τηρεῖν δὲ ἐν τῇ οἰκείᾳ τάξει τῶν εἰρημένων ἕκαστον, καὶ τῆς αὐτῷ πρεπούσης τιμῆς ἀξιοῦν. Πῶς οὖν ἐν ἐπισκόποις ὁ λαϊκὸς, ἢ πῶς ἐν τοῖς γνησίοις ὁ μὴ τοιοῦτος ἀναφανείς; Τίμησον, παρακαλῶ, τοὺς ἐπὶ λαμπροῖς καὶ μεγάλοις τοῖς κατορθώμασι μαρτυρηθέντας, μὴ ὑβρίσῃς τὸν ἅγιον τῶν Πατέρων χορόν. Ἐννόει παρόντας ἔτι καὶ συνδιαιτωμένους, πῶς ἂν ἐπὶ τῷ γεγονότι διετέθησαν. Αρ᾿ οὐχὶ πάσης ἀναπεπλῆσθαι λύπης εἶπον ἂν εἰκότως, εἰς τὴν ἴσην αὐτοῖς τάξιν εἰσφερομένου τοῦ καθῃρημένου; ᾿Αλλ' οἶμαι καὶ αὐτὴν τοῦτο πεπεῖσθαι τὴν σὴν θεοσέβειαν. Διὸ δὴ σβέσον αὐτοῖς τε καὶ ἡμῖν τῆς ἀηδίας τὴν πρόφασιν. Λῦσον τῆς ἁπάντων κατηφείας τὴν ὑπόθεσιν. Τὸ μὲν γὰρ εὐμεταχειρίστως τὰ παρεμπίπτοντα διοικεῖν, καλὸν ἂν εἴποιμι καὶ σοφόν · τότε δ᾽ ἔσται σὸφὸν, ἂν μὴ τι βλάβος εἰσφέρῃ. Οὐδὲ γὰρ ἐπειδήπερ μείζονα τὴν Χριστοῦ ποίμνην ἀποτελοῦμεν, τοὺς ἐν ταῖς αἱρέσεσι προσλαβόντες ἐσμοὺς, καὶ εἰ τῆς οἰκείας μὴ μεταθεῖεν πλάνης, διὰ τοῦτο χρὴ πάντως, οἰκονομικήν τινα καὶ ἀπεριέργαστον εἰρήνην ἀσπάζεσθαι, πρὸς οὓς ἐστι κρείττων ἡ μάχη. Ἔργον δὲ ὄντως οἰκονομίας ἐστὶ, τὸ δοκεῖν ἔσθ᾽ ὅτε βραχύ τι τοῦ πρέποντος ἐξίστασθαι λόγου, μετὰ τοῦ τὴν ἐν τοῖς χρησίμοις παραιτεῖσθαι ζημίαν. Οὕτω καὶ ὁ μακάριος Παῦλος τοῖς πᾶσιν ἐγίνετο πάντα· οὐχ ἵνα κερδάνῃ μέν τι βραχύ, ζημιωθῇ δὲ μέρος, ἀλλ᾿ ἵνα πάντας χερδήσῃ. Ἴδωμεν τοίνυν διὰ ταύτης τῆς ἐρεύνης τῆς ἐν τοῖς πράγμασι βαδίζοντες, εἰ μὴ πλεῖον ἔχει τὸ βλάβος ἡ ὑπόθεσις τῶν δοξάντων εἶναι χρηστῶν. Τοσοῦτος ἤδη διῖππεύει χρόνος τῆς σῆς θεοσεβείας διεπούσης τὸν θρόνον· καὶ οὐδείς ἐστιν ὁ συνάγεσθαι παραιτούμενος. ᾿Αλλ' εἰ καί πού τινες περὶ τὴν ἀρχὴν φιλονεικότερον πράττοντες ἑαυτοὺς ἀπεμέριζον, καὶ οὗτοι κέκληνται διὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἰσχύν τε καὶ χάριν. Τῶν δὲ ἐν τέλει, τίς ὁ μὴ τῆς σῆς εὐλαβείας ἀκροώμενος; Τίς δὲ ὁ ταύτης ἕνεκα τῆς αἰτίας ἔξω μεμενηκώς; Οὐκ ἔστιν οὐδείς. Μὴ γὰρ δοίη ὁ Θεός. Τίνα τοιγαροῦν ἀνασώζων, ἢ εἰς τὸ συνάγεσθαι καλῶν, ὅλην ἔξω θεὶς τῶν τῆς Ἐκκλησίας περιβόλων, τὴν τε Αἴγυπτον, Αὐγουσταλικήν, καὶ ᾿Αρκαδίαν, καὶ Θηβαΐδα, καὶ Λιβύην, καὶ Πεντάπολιν, καὶ τοσαύτας Ἐκκλησίας λυπεῖς; ἶνα μηδένα κερδάνῃς· πάντας γὰρ προεκέρδανε τοῦ Σωτῆρος ἡ χάρις. Καὶ ἀνατίθημι τὸν ἐπὶ τούτῳ πόνον τοῖς τῆς σῆς θεοσεβείας διδάγμασι. Μὴ τοίνυν κατηγόρει σαυτοῦ τοὺς ἀπὸ φιλονείκου γνώμης μεμερισμένους, καὶ μὴ καταδεχομένους ποτὲ τὸ ἐπ' ἐκείνω δίκαιον κρῖμα. Ἢ γὰρ εἰς τοσοῦτον νυστάζειν ἡμᾶς ὑπείληφεν ἡ σὴ θεοσέβεια, ὥστε μὴ πειρᾶσθαι μανθάνειν ἐσπουδασμένως, τὰς τε σὰς εὐδοκιμήσεις, καὶ ὅπως τὰ τοῦ Σωτῆρος χειραγωγεῖται ποίμνια; μία γὰρ ἡ τῶν ἱερέων φροντὶς, καὶ εἰ τοπικῶς διῃρήμεθα. ᾿Αλλ' ἵνα μὴ δοκοίην ἐπὶ τούτῳ διατείνεσθαι λίαν, καὶ τοῖς ἀπὸ τῆς σῆς εὐλαβείας φρονεῖν ἐναντία· ἔστωσαν τινὲς ὀλίγοι κομιδῇ διαστασιάζοντες, ἔτι καὶ τῆς ἐκείνου κακίας προκινδυνεύοντες, τοσαῦται δὲ παρ' ἡμῖν Ἐκκλησίαι, ὅτι χρὴ τὰ ἐπ' ἐκείνῳ δεδογμένα κρατεῖν διῖσχυριζόμεναι. τίσιν οὖν τὴν ψῆφον ἀπονέμεσθαι δίκαιον; Τίνας δὲ εὐφραίνεσθαι μᾶλλον ἀρέσκει Θεῷ; Τοὺς ἐκείνῳ συνηγοροῦντας τοιαῦτα πεπραχότι, ἢ τοὺς ἐπὶ τιμῆς ἐγνωκότας, ᾧ τὸ λυπεῖν λελόγισται παρ' οὐδέν; Εἰ τοίνυν τὸ σώζεσθαι τὴν ὁμόνοιαν τῶν κλησιῶν οὐκ εὐκαταφρόνητον φαίνεται, λῦσον τὸ τέμνον ταύτην, παρακαλῶ. Βάλλε τὴν μάχαιραν εἰς τὴν θήκην αὐτῆς. Κέλευσον τοῦ καταλόγου τῶν ἐπισκόπων ἐξαιρεθῆναι τὴν Ἰωάννου προσηγορίαν. Εἰ γὰρ οὐδὲν εἶναι τοῦτο λογιούμεθα, μὴ λυπείτω τὸν τῶν ἀποστόλων χορὸν ὁ προδότης αὐτοῖς συγκαταταττόμενος· εἰσφερομένης δὲ τῆς Ἰούδα προσηγορίας, ποῦ λοιπὸν ἡμῖν ὁ Ματθίας γε κείσεται ; Εἰ τοίνυν οὐδεὶς τὸν Ματθίαν ἐκβαλὼν ἐγγράψοι τὸν Ἰούδαν τῷ τῶν ἀποστόλων χορῷ, μενέτω καὶ σωζέσθω, παρακαλῶ, μετὰ τὸν τῆς ἀοιδίμου μνήμης Νεκτάριον, δεύτερος ὁ τοῦ πανευφήμου Αρσακίου βαθμός· ἵνα μή τι βίᾳ παρεισαχθὲν ἐξώσῃ τοῦ μακαρίου τὴν μνήμην. ᾿Αλλ᾽ ὀλίγοι τυχὸν ἐπὶ τούτῳ δυσχεραίνουσι δίδου μοι μετὰ παῤῥησίας εἰπεῖν. Πάντας μὲν εὐχόμεθα σώζεσθαι. Εἰ δέ τις ἐξ οἰκείας ἀμαθίας χωρίζεται, καὶ τοῖς τῆς Ἐκκλησίας ἀντιτείνει θεσμοῖς, τίς ἡ τούτου ζημία; Η γὰρ οὐχὶ καὶ αὐτὸς ὁ Σωτήρ διδάσκων ἡμᾶς τὸ τοιοῦτον καὶ τύπον ἐν πᾶσι τιθεὶς, ἐλάλει μὲν τοῖς προσιοῦσι τὰ συμφέροντα, ἀπειθοῦντας δὲ καὶ ἀνανεύοντας ἡφίει χωρίζεσθαι; Καὶ τοσοῦτον ἀφειστήκει τοῦ ποιεῖσθαί τινα τῶν τοιούτων λόγον, ὡς καὶ πρὸς αὐτοὺς εἰπεῖν τοὺς μαθητάς· · Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν ; Τοῖς μὲν εὐπειθέσι πολλήν τινα δίκαιον ἀπονέμεσθαι παρ᾿ ἡμῶν τὴν φροντίδα. Ὁ δὲ δυσμενὴς καὶ ἀνήκοος τὴν αὐτοῦ κακόνοιαν αἰτιάσαιτο, μισήσας τὸ θεραπεύεσθαι. ᾿Ακούσεται δὲ παρὰ τοῦ δικαίου κριτοῦ· · Ἐπειδὴ ἐλάλουν, καὶ οὐχ ὑπηκούσατε· καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, » καὶ τὰ τούτοις ἑξῆς. Ἡμῖν μὲν γὰρ τοῖς διδάσκουσι τὰ ἐφ᾿ οἷς ἄν τις εὐδοκιμοίη παρὰ Θεῷ, καὶ λίαν ἐσπουδασμένως εἰσηγεῖσθαι πρέπε:· καὶ τοῖς ἀντιτείνουσι λέγειν μετὰ τοῦ Παύλου· « Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ,· τοὺς δὲ ἀπειθοῦντας λοιπὸν ἀνατιθέναι τῇ τοῦ Θεοῦ δυνάμει λέγοντες· « Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη · ἐγκατελίπομεν αὐτὴν ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς. » Οὐκ ἀκόλουθον τοιγαροῦν διὰ τὰς τινων ἀντιλογίας, εἴπερ τινὲς ὅλως εἰσὶν, ἐκ βάθρων ὥσπερ κατασείεσθαι τοὺς τῆς Ἐκκλησίας θεσμούς, λαϊκοῦ συνταττομένου τοῖς ἐν ἱερατείᾳ διαπρέψασι, καὶ ἐν ἴσῳ μέτρῳ τιμῆς εἰσβαίνοντος. Μὴ γὰρ δὴ τοῦτο καλείτωσαν οἰκουμενικήν τινες εἰρήνην, ἀλλὰ μᾶλλον κατατομήν. Ἐγὼ γὰρ τότε φημὶ κρατύνεσθαι τὸ τῆς εἰρήνης ὄνομα καὶ πρᾶγμα, ὅταν μὴ ταῖς τῶν ἁγίων γνώμαις ἀντιταττώμεθα, μήτε τοῖς ἐκείνων ἀντιπράττωμεν ὄροις. Οὐ γὰρ, εἴ τινας τῶν κατὰ τὴν ἑῴαν εὐλαβεστάτων ἀδελφῶν καὶ συνεπισκόπων ὁ μακάριος ᾿Αλέξανδρος, θρασύστομος ὢν ὄντως, κατὰ τῆς σῆς θεοσεβείας φωνὴν, πεφενάκικε καὶ συναρπάσας εἶλεν εἰς τὴν ἐπὶ τούτῳ συναίνεσιν, διὰ τοῦτο πάντως καὶ κρατεῖν ὀφείλει τὸ νόσημα, καὶ ταῖς ἁπάντων καταβόσκεσθαι ψυχαῖς· ἀλλὰ μᾶλλον οἷά τις λήμη τὸν τῆς Ἐκκλησίας ὀφθαλμὸν παραλύουσα, παρ' ὑμῶν ἐκκαθαίρεσθαι· ἵνα δὴ πάλιν ὀρθῶς πρὸς τοὺς τῶν Πατέρων ὅρους ἀποβλέπουσα, δικαίως ἀκούῃ περὶ Χριστοῦ· · Οἱ ὀφθαλμοί σου περιστεραί. » Δέδεγμαι οὖν γράμμα κἀγὼ παρὰ τοῦ εὐγηροτάτου καὶ θεοφιλεστάτου Ακακίου· ἔνθα τὸν εὐλαβέστατον τῆς Ἀντιοχείας ἐπίσκοπον ἠναγκάσθαι παρά τινων διἴσχυρίζεται, τὴν Ἰωάννου μνήμην ἐπιτελέσαι· καὶ δάκνεσθαι μὲν ἐπὶ τούτῳ σφόδρα, λύσιν δέ τινα τῶν ἐκ προπετείας εὕρασθαι ζητοῦντα, καὶ γράμματα περὶ τούτου κομίσασθαι βουλόμενον παρά τε ἡμῶν καὶ τῆς σῆς θεοσεβείας, σαφῶς διαγορεύοντα, μὴ συναπάγεσθαί τισι, μηδὲ εἶκειν τοῖς τοιαῦτα συμβουλεύουσιν. Ἀλλ᾿ οἱ πρὸς θεραπείαν κεκλημένοι (δίδου γάρ μοι λέγειν μετὰ παῤῥησίας πονέσαντι τὴν ψυχὴν) τραυμάτων προσθήκη μὴ γενώμεθα· ἵνα καὶ τὸ εἶναι παρακολούθημα τῆς ἑτέρων προπετείας ἀποφύγωμεν. Θαυμάζω δὲ κἀκεῖνο, εἰ τοσοῦτος ὢν εἰς πολυλογίαν ὁ μνημονευθεὶς ᾿Αλέξανδρος, καὶ χρόνον οὐ μικρὸν διατρίψας ἐκεῖσε, οὐχ ὅπως ἰσχύσας ἀναπεῖσαί τινας πρὸς τοῦτο φαίνεται· εἷς δὲ γραμμάτων διακομιστὴς τοσοῦτον ἴσχυσεν, ὡς τεθρύλληται, ὥστε δῆμον ἀνάψαι τοσοῦτον, καὶ κατηυνασμένην ὑπόθεσιν χρόνῳ μακρῷ διεγεῖραι πάλιν· ὅπερ ἐστὶ παντελῶς ἀπίθανον. ᾿Αλλ' ἔστω καὶ τοῦτο καὶ πιστευέσθω γενόμενον· ἀλλ᾽ οἶδα τὴν σὴν θεοσέβειαν ἀριστεύουσαν ἐν λόγοις. Διδάξεις πάντως τὰ δέοντα τοὺς τεθορυβημένους. Ἔχεις άρκοῦσαν τῶν ἱερῶν κηρυγμάτων τὴν χάριν. Πείσεις, οἶδα, καὶ τοὺς εὐσεβεστάτους βασιλεῖς, ἀγαπᾶν συνἡθως τὸ τοῖς κανόσι δ[οκ]οῦν. Εὐσεβεῖς γὰρ ὄντες καὶ φιλόχριστοι, θεσμοῖς ἰδίοις ἐπιτρέψουσι διοικεῖσθαι τὰς Ἐκκλησίας, καὶ τῆς πατρώας ἀρετῆς ὑπάρχοντες ζηλωταὶ, τὰ ἐκείνων μιμήσονται. Μὴ ταττέσθω τοιγαροῦν ὁ ἐκβεβλημένος Ἰεχονίας μετὰ Δαβίδ τε καὶ Σαμουὴλ τῶν προφητῶν· μηδὲ εἴ τισιν ἀδίκως ἔδοξε τὸ Εὐδοξίου λείψανον ἐν αὐτοῖς ἀποτεθεῖσθαι τόποις· διὰ τοῦτο καὶ ἡμεῖς τὸν ἀνίερον ὡς ἱερὸν εἰσφέρομεν. Ἐχρῆν γὰρ δήπου μᾶλλον κἀκεῖνο διόρθωσιν ἐπιζητεῖσθαι παρ' ἡμῶν, οὐκ αὐτὸν μορφοῦσθαι τὰ δεύτερα. Καὶ ταῦτά φαμεν οὐχ ὡς ἐπεμβαίνοντες τῷ κειμένῳ· μὴ γὰρ δοίη Θεός· οὐδὲ ἐπιχαίροντες, ὡς γέγραπται, τοῖς ἀλλοτρίοις κακοῖς· οὐ γὰρ οὗτος Χριστιανῶν σκοπός· ἀλλὰ τῆς πρὸς ἄνθρωπον συμπαθείας, τὸ τῇ Ἐκκλησίᾳ συμφέρον πράττοντες, καὶ τῶν ταύτης κανόνων οὐδὲν ἡγούμενοι προτιμότερον. Εἰ μὲν ἐξῆν οὐδὲν μὲν τούτοις λυμήνασθαι, κατατάττειν δὲ ἐν ἐπισκόποις τὸν καθῃρημένον, ἦν ἂν εἰκότως εἰπεῖν ἀγρίους τινὰς καὶ ἀνημέρους τοὺς τοῦτο γενέσθαι διακωλύοντας. Ἐπειδὴ δὲ ἀνάγκη κρατοῦντος ἑνὸς τὴν τοῦ ἑτέρου παραλύεσθαι δύναμιν, νικάτωσαν οἱ τῆς Ἐκκλησίας θεσμοὶ, καὶ ἀποχωρείτω τῶν ἱερατικῶν καταλόγων ὁ μὴ λειτουργός. Τοῦτο γὰρ συνάπτει πρὸς εἰρήνην τὰς Ἐκκλησίας· τοῦτο πᾶσαν ἡμῖν ὁμοψυχίαν ἀνεργάσαιτο. Δίδου τοιγαροῦν ἡμῖν, τὸ συνάγεσθαι καθαρῶς μετὰ τῆς σῆς θεοσεβείας, ἑνὸς καὶ τούτου τελευτήσαντος ἀμείνω ποιούμενος τὴν πρὸς τοὺς ἔτι ζῶντας ἀγάπησιν, μᾶλλον δὲ τοὺς τῆς Ἐκκλησίας θεσμούς.
Tois para tēs sēs theophileias epestalmenois en tychōn, engegraphthai men tēn Iōannou prosēgorian, en tais hierais emanthanon deltois. Erōtēsas de tous ekeithen hēkontas, epythomēn ouk en tois tōn laïkōn katalogois, en de tois tōn episkopōn entetachthai autēn. Diaskopoumenos de kai kat᾿ emauton ennoōn, ei tais tōn Paterōn tōn en Nikaią akolouthousi doxais hoi touto peprachotes, kai brachy ti ton tēs dianoias ophthalmon pros tēn megalēn ekeinēn anateinas synodon, holēn horō tōn hagiōn Paterōn ekeinōn tēn homēgyrin hōsper tisin ophthalmois ananeuousan, kai panti sthenei diakōlyousan hēmas trechein eis tēn epi toutǭ synainesin. Pōs gar tois hiereusi Theou syntetaxetai, kai ton ekeinōn phoresei klēron, ho tēs hierateias ekbeblēmenos? Pōs de en katalogois estai leitourgōn, ho tōn ekklēsiastikōn peribolōn exō tetheis? ᾿Anaxion gar hēmas ē mēden einai legein to tēs hierateias onoma, kai pragma koinon einai pasi, to monois tetērēmenon tois eis touto kaloumenois; ē ei poly ti to diateichizon estin hierōsynēn kai laon, mē mignyein ta amikta, tērein de en tę̄ oikeią taxei tōn eirēmenōn hekaston, kai tēs autǭ prepousēs timēs axioun. Pōs oun en episkopois ho laïkos, ē pōs en tois gnēsiois ho mē toioutos anaphaneis? Timēson, parakalō, tous epi lamprois kai megalois tois katorthōmasi martyrēthentas, mē hybrisę̄s ton hagion tōn Paterōn choron. Ennoei parontas eti kai syndiaitōmenous, pōs an epi tǭ gegonoti dietethēsan. Ar᾿ ouchi pasēs anapeplēsthai lypēs eipon an eikotōs, eis tēn isēn autois taxin eispheromenou tou kathę̄rēmenou? ᾿All' oimai kai autēn touto pepeisthai tēn sēn theosebeian. Dio dē sbeson autois te kai hēmin tēs aēdias tēn prophasin. Lyson tēs hapantōn katēpheias tēn hypothesin. To men gar eumetacheiristōs ta parempiptonta dioikein, kalon an eipoimi kai sophon ; tote d᾽ estai sophon, an mē ti blabos eispherę̄. Oude gar epeidēper meizona tēn Christou poimnēn apoteloumen, tous en tais hairesesi proslabontes esmous, kai ei tēs oikeias mē metatheien planēs, dia touto chrē pantōs, oikonomikēn tina kai aperiergaston eirēnēn aspazesthai, pros hous esti kreittōn hē machē. Ergon de ontōs oikonomias esti, to dokein esth᾽ hote brachy ti tou prepontos existasthai logou, meta tou tēn en tois chrēsimois paraiteisthai zēmian. Houtō kai ho makarios Paulos tois pasin egineto panta; ouch hina kerdanę̄ men ti brachy, zēmiōthę̄ de meros, all᾿ hina pantas cherdēsę̄. Idōmen toinyn dia tautēs tēs ereunēs tēs en tois pragmasi badizontes, ei mē pleion echei to blabos hē hypothesis tōn doxantōn einai chrēstōn. Tosoutos ēdē diippeuei chronos tēs sēs theosebeias diepousēs ton thronon; kai oudeis estin ho synagesthai paraitoumenos. ᾿All' ei kai pou tines peri tēn archēn philoneikoteron prattontes heautous apemerizon, kai houtoi keklēntai dia tēn tou Sōtēros hēmōn ischyn te kai charin. Tōn de en telei, tis ho mē tēs sēs eulabeias akroōmenos? Tis de ho tautēs heneka tēs aitias exō memenēkōs? Ouk estin oudeis. Mē gar doiē ho Theos. Tina toigaroun anasōzōn, ē eis to synagesthai kalōn, holēn exō theis tōn tēs Ekklēsias peribolōn, tēn te Aigypton, Augoustalikēn, kai ᾿Arkadian, kai Thēbaïda, kai Libyēn, kai Pentapolin, kai tosautas Ekklēsias lypeis? ina mēdena kerdanę̄s; pantas gar proekerdane tou Sōtēros hē charis. Kai anatithēmi ton epi toutǭ ponon tois tēs sēs theosebeias didagmasi. Mē toinyn katēgorei sautou tous apo philoneikou gnōmēs memerismenous, kai mē katadechomenous pote to ep' ekeinō dikaion krima. Ē gar eis tosouton nystazein hēmas hypeilēphen hē sē theosebeia, hōste mē peirasthai manthanein espoudasmenōs, tas te sas eudokimēseis, kai hopōs ta tou Sōtēros cheiragōgeitai poimnia? mia gar hē tōn hiereōn phrontis, kai ei topikōs dię̄rēmetha. ᾿All' hina mē dokoiēn epi toutǭ diateinesthai lian, kai tois apo tēs sēs eulabeias phronein enantia; estōsan tines oligoi komidę̄ diastasiazontes, eti kai tēs ekeinou kakias prokindyneuontes, tosautai de par' hēmin Ekklēsiai, hoti chrē ta ep' ekeinǭ dedogmena kratein diischyrizomenai. tisin oun tēn psēphon aponemesthai dikaion? Tinas de euphrainesthai mallon areskei Theǭ? Tous ekeinǭ synēgorountas toiauta peprachoti, ē tous epi timēs egnōkotas, hǭ to lypein lelogistai par' ouden? Ei toinyn to sōzesthai tēn homonoian tōn klēsiōn ouk eukataphronēton phainetai, lyson to temnon tautēn, parakalō. Balle tēn machairan eis tēn thēkēn autēs. Keleuson tou katalogou tōn episkopōn exairethēnai tēn Iōannou prosēgorian. Ei gar ouden einai touto logioumetha, mē lypeitō ton tōn apostolōn choron ho prodotēs autois synkatatattomenos; eispheromenēs de tēs Iouda prosēgorias, pou loipon hēmin ho Matthias ge keisetai ? Ei toinyn oudeis ton Matthian ekbalōn engrapsoi ton Ioudan tǭ tōn apostolōn chorǭ, menetō kai sōzesthō, parakalō, meta ton tēs aoidimou mnēmēs Nektarion, deuteros ho tou paneuphēmou Arsakiou bathmos; hina mē ti bią pareisachthen exōsę̄ tou makariou tēn mnēmēn. ᾿All᾽ oligoi tychon epi toutǭ dyscherainousi didou moi meta parrhēsias eipein. Pantas men euchometha sōzesthai. Ei de tis ex oikeias amathias chōrizetai, kai tois tēs Ekklēsias antiteinei thesmois, tis hē toutou zēmia? Ē gar ouchi kai autos ho Sōtēr didaskōn hēmas to toiouton kai typon en pasi titheis, elalei men tois prosiousi ta sympheronta, apeithountas de kai ananeuontas hēphiei chōrizesthai? Kai tosouton apheistēkei tou poieisthai tina tōn toioutōn logon, hōs kai pros autous eipein tous mathētas; ; Mē kai hymeis thelete hypagein ? Tois men eupeithesi pollēn tina dikaion aponemesthai par᾿ hēmōn tēn phrontida. Ho de dysmenēs kai anēkoos tēn autou kakonoian aitiasaito, misēsas to therapeuesthai. ᾿Akousetai de para tou dikaiou kritou; ; Epeidē elaloun, kai ouch hypēkousate; kai exeteina logous, kai ou proseichete, » kai ta toutois hexēs. Hēmin men gar tois didaskousi ta eph᾿ hois an tis eudokimoiē para Theǭ, kai lian espoudasmenōs eisēgeisthai prepe:; kai tois antiteinousi legein meta tou Paulou; « Deometha hyper Christou, katallagēte tǭ Theǭ,; tous de apeithountas loipon anatithenai tę̄ tou Theou dynamei legontes; « Iatreusamen tēn Babylōna, kai ouk iathē ; enkatelipomen autēn hoti ēngiken eis ouranon to krima autēs. » Ouk akolouthon toigaroun dia tas tinōn antilogias, eiper tines holōs eisin, ek bathrōn hōsper kataseiesthai tous tēs Ekklēsias thesmous, laïkou syntattomenou tois en hierateią diaprepsasi, kai en isǭ metrǭ timēs eisbainontos. Mē gar dē touto kaleitōsan oikoumenikēn tines eirēnēn, alla mallon katatomēn. Egō gar tote phēmi kratynesthai to tēs eirēnēs onoma kai pragma, hotan mē tais tōn hagiōn gnōmais antitattōmetha, mēte tois ekeinōn antiprattōmen orois. Ou gar, ei tinas tōn kata tēn heǭan eulabestatōn adelphōn kai synepiskopōn ho makarios ᾿Alexandros, thrasystomos ōn ontōs, kata tēs sēs theosebeias phōnēn, pephenakike kai synarpasas eilen eis tēn epi toutǭ synainesin, dia touto pantōs kai kratein opheilei to nosēma, kai tais hapantōn kataboskesthai psychais; alla mallon hoia tis lēmē ton tēs Ekklēsias ophthalmon paralyousa, par' hymōn ekkathairesthai; hina dē palin orthōs pros tous tōn Paterōn horous apoblepousa, dikaiōs akouę̄ peri Christou; ; Hoi ophthalmoi sou peristerai. » Dedegmai oun gramma kagō para tou eugērotatou kai theophilestatou Akakiou; entha ton eulabestaton tēs Antiocheias episkopon ēnankasthai para tinōn diischyrizetai, tēn Iōannou mnēmēn epitelesai; kai daknesthai men epi toutǭ sphodra, lysin de tina tōn ek propeteias heurasthai zētounta, kai grammata peri toutou komisasthai boulomenon para te hēmōn kai tēs sēs theosebeias, saphōs diagoreuonta, mē synapagesthai tisi, mēde eikein tois toiauta symbouleuousin. All᾿ hoi pros therapeian keklēmenoi (didou gar moi legein meta parrhēsias ponesanti tēn psychēn) traumatōn prosthēkē mē genōmetha; hina kai to einai parakolouthēma tēs heterōn propeteias apophygōmen. Thaumazō de kakeino, ei tosoutos ōn eis polylogian ho mnēmoneutheis ᾿Alexandros, kai chronon ou mikron diatripsas ekeise, ouch hopōs ischysas anapeisai tinas pros touto phainetai; heis de grammatōn diakomistēs tosouton ischysen, hōs tethryllētai, hōste dēmon anapsai tosouton, kai katēunasmenēn hypothesin chronǭ makrǭ diegeirai palin; hoper esti pantelōs apithanon. ᾿All' estō kai touto kai pisteuesthō genomenon; all᾽ oida tēn sēn theosebeian aristeuousan en logois. Didaxeis pantōs ta deonta tous tethorybēmenous. Echeis arkousan tōn hierōn kērygmatōn tēn charin. Peiseis, oida, kai tous eusebestatous basileis, agapan synēthōs to tois kanosi d[ok]oun. Eusebeis gar ontes kai philochristoi, thesmois idiois epitrepsousi dioikeisthai tas Ekklēsias, kai tēs patrōas aretēs hyparchontes zēlōtai, ta ekeinōn mimēsontai. Mē tattesthō toigaroun ho ekbeblēmenos Iechonias meta Dabid te kai Samouēl tōn prophētōn; mēde ei tisin adikōs edoxe to Eudoxiou leipsanon en autois apotetheisthai topois; dia touto kai hēmeis ton anieron hōs hieron eispheromen. Echrēn gar dēpou mallon kakeino diorthōsin epizēteisthai par' hēmōn, ouk auton morphousthai ta deutera. Kai tauta phamen ouch hōs epembainontes tǭ keimenǭ; mē gar doiē Theos; oude epichairontes, hōs gegraptai, tois allotriois kakois; ou gar houtos Christianōn skopos; alla tēs pros anthrōpon sympatheias, to tę̄ Ekklēsią sympheron prattontes, kai tōn tautēs kanonōn ouden hēgoumenoi protimoteron. Ei men exēn ouden men toutois lymēnasthai, katatattein de en episkopois ton kathę̄rēmenon, ēn an eikotōs eipein agrious tinas kai anēmerous tous touto genesthai diakōlyontas. Epeidē de anankē kratountos henos tēn tou heterou paralyesthai dynamin, nikatōsan hoi tēs Ekklēsias thesmoi, kai apochōreitō tōn hieratikōn katalogōn ho mē leitourgos. Touto gar synaptei pros eirēnēn tas Ekklēsias; touto pasan hēmin homopsychian anergasaito. Didou toigaroun hēmin, to synagesthai katharōs meta tēs sēs theosebeias, henos kai toutou teleutēsantos ameinō poioumenos tēn pros tous eti zōntas agapēsin, mallon de tous tēs Ekklēsias thesmous.
On reading what your God-belovedness sent me, I learned that the name of John has been entered in the sacred tablets. When I asked those who came from there, I found that it had been placed not in the lists of laymen but in those of bishops. Examining this and considering by myself whether those who have done it follow the opinions of the fathers at Nicaea, and raising the eye of my mind a little toward that great synod, I see the whole assembly of those holy fathers shaking their heads, as it were, with their eyes, and with all their strength forbidding us to run to consent in this. For how shall one who was cast out of the priesthood be ranked with the priests of God and wear their lot? How shall one who was put outside the precincts of the church be in the lists of ministers? For it is unworthy of us either to say that the name of the priesthood is nothing, and that what has been kept for those alone who are called to it is a thing common to all; or, if there is a great wall between priesthood and people, not to mix what may not be mixed, but to keep each of those mentioned in his own rank and count him worthy of the honour that befits him. How, then, is a layman among bishops, or how is one shown not to be genuine among the genuine? Honour, I beg you, those who were attested for brilliant and great achievements; do not insult the holy choir of the fathers. Imagine them still present and living with us: how would they be disposed at what has happened? Would they not rightly say that they were filled with every grief, when one who had been deposed was brought into a rank equal to theirs? But I think your Godliness too is persuaded of this. Therefore quench the occasion of displeasure both for them and for us. Remove the cause of everyone's dejection. For to manage what comes up in a manner easy to handle I would call good and wise; but it will be wise when it brings no harm. For it is not the case that, because we make the flock of Christ larger by taking in the swarms that are in the heresies, even if they do not change from their own error, we must for that reason by all means embrace a managed and superficial peace with those against whom war is better. The true work of management is sometimes to seem to depart a little from the proper rule, while declining loss in useful things. So the blessed Paul too became all things to all, not so that he might gain a little and lose a part, but so that he might gain all.
Let us see, then, walking through this inquiry into the facts, whether the matter does not hold more harm than what seemed to be advantageous. So long a time has already run by since your Godliness has administered the throne, and there is no one who refuses to assemble. But even if, at the beginning, some acting more contentiously separated themselves, these too have been called back through the power and grace of our Saviour. And of those in authority, who does not listen to your Reverence? Who has remained outside for this reason? There is no one; God forbid. Whom, then, are you saving, or calling to assemble, when you put outside the precincts of the church the whole of Egypt, Augustamnica, Arcadia, the Thebaid, Libya, and the Pentapolis, and grieve so many churches? So that you gain no one; for the grace of the Saviour has already gained them all. And I ascribe the labour in this to the teachings of your Godliness. Do not, then, accuse yourself of those who have separated from a contentious mind and never accept the just judgment passed on him. Or has your Godliness supposed that we are so far asleep as not to try earnestly to learn of your good repute and how the flocks of the Saviour are guided? For the care of the priests is one, even if we are divided by place. But so that I may not seem to strain too much on this point and to think contrary to the views of your Reverence: suppose there are a few who are quite at odds, still running risks for that man's wickedness; but there are so many churches with us that insist that what was decided about him must stand. To whom, then, is it just to assign the vote? Whom is it more pleasing to God to gladden: those who plead for the one who did such things, or those who have decided on censure, by whom causing grief is reckoned as nothing? If, then, preserving the concord of the churches seems no light thing, remove, I beg you, what cuts it. "Put the sword back into its sheath." Order the name of John to be taken out of the list of bishops. For if we reckon this as nothing, let the traitor not grieve the choir of the apostles by being ranked with them; but if the name of Judas is brought in, where then will Matthias lie for us? If, then, no one would cast out Matthias and write Judas into the choir of the apostles, let the second rank, I beg you, after Nectarius of illustrious memory, remain and be preserved for the all-praiseworthy Arsacius, so that nothing brought in by force may push out the blessed man's memory.
But perhaps a few are displeased at this. Allow me to speak with freedom. We pray that all be saved; but if someone separates himself through his own ignorance and resists the ordinances of the church, what is the loss from this? Did not the Saviour himself, teaching us such a thing and setting a pattern in all things, speak what was profitable to those who came to him, but let the disobedient and those who shook their heads depart? And he was so far from taking any account of such people that he said even to the disciples themselves: "Do you also wish to go away?" It is just that much care be given by us to the obedient; but let the hostile and disobedient one blame his own ill will, since he hated being healed. He will hear from the just judge: "Because I spoke and you did not listen, and I stretched out words and you did not attend," and what follows. For it befits us who teach to introduce very earnestly the things by which one may be well approved by God, and to say to those who resist, with Paul: "We beseech you on behalf of Christ, be reconciled to God"; but to commit the disobedient thereafter to the power of God, saying: "We healed Babylon, and she was not healed; let us leave her, for her judgment has drawn near to heaven." It is not consistent, then, because of the objections of some, if there are any at all, to shake the ordinances of the church as it were from their foundations, by ranking a layman with those who have been distinguished in the priesthood and admitting him to an equal measure of honour. For let no one call this a peace of the whole world, but rather a cutting apart. For I say that the name and the reality of peace are strengthened when we do not set ourselves against the judgments of the saints nor act against their definitions. For if the blessed Alexander, being truly "bold of mouth," as your Godliness put it, deceived some of the most reverent brothers and fellow bishops in the East, and carried them off and brought them to consent in this, it does not follow that the disease must by all means prevail and feed on the souls of all; but rather, like a rheum that disables the eye of the church, it should be cleansed away by you, so that, looking again rightly to the definitions of the fathers, it may justly hear concerning Christ: "Your eyes are doves."
I too have received a letter from the most venerable in old age and most God-beloved Acacius, in which he affirms that the most reverent bishop of Antioch was compelled by some to celebrate the memory of John, and that he is much stung by this, seeking to find some release from what was done rashly, and wishing to receive letters about this from us and from your Godliness, plainly declaring that he should not be carried away by some, nor yield to those who advise such things. But let us who have been called to healing (allow me to speak with freedom, being pained in soul) not become an addition to wounds, so that we may also escape being a consequence of others' rashness. I wonder at this too: if the said Alexander, being so great at talking, and having spent no little time there, evidently could in no way persuade any to this, how one carrier of a letter had such power, as is rumoured, as to set so great a populace ablaze and to stir up again a matter that had been put to rest for a long time: which is altogether incredible. But let this too be so, and let it be believed to have happened; yet I know that your Godliness excels in words. You will surely teach what is needful to those who have been disturbed. You have sufficient grace of sacred preaching. You will persuade, I know, the most pious emperors too to love, as is their custom, what seems good to the canons. For being pious and Christ-loving, they will allow the churches to be governed by their own ordinances, and, being zealous for their father's virtue, they will imitate what he did. Let not, then, Jeconiah, who was cast out, be ranked with David and Samuel the prophets; nor, if it seemed good to some, unjustly, that the remains of Eudoxius be laid in those places, should we for this reason bring in the unholy as holy. For surely that matter too ought rather to have been sought to be corrected by us, not to shape the second case on it. And we say these things not as trampling on one who lies dead (God forbid), nor rejoicing, as it is written, at the misfortunes of others (for this is not the aim of Christians), but, out of compassion for a man, doing what profits the church and counting nothing more precious than its canons. If it were possible to rank the deposed man among bishops without damaging these in any way, one might reasonably call those who prevent it savage and untamed. But since, when one prevails, the force of the other must necessarily be undone, let the ordinances of the church prevail, and let one who is not a minister withdraw from the priestly lists. For this joins the churches in peace; this would work all unity of soul for us. Grant us, then, to assemble purely with your Godliness, setting your love toward those still living, or rather toward the ordinances of the church, above one man, and him dead.
1 Cor 9:22 (quotation, high confidence) · John 18:11 (quotation, high confidence) · Acts 1:26 (allusion, high confidence) · John 6:67 (quotation, high confidence) · Prov 1:24 (quotation, high confidence) · 2 Cor 5:20 (quotation, high confidence) · Jer 51:9 (28:9 LXX) (quotation, high confidence) · Song 1:15 (quotation, high confidence) · Prov 17:5 (allusion, medium confidence) · Jer 22:28 (allusion, medium confidence)
Notes and citation
Summary: Cyril refuses Atticus's request: the deposed John Chrysostom cannot be listed among the bishops in the diptychs without overturning the canons and Nicaea; true management must do no harm, the few objectors should be left to God, and Arsacius must keep his place after Nectarius, as Matthias, not Judas, is among the apostles.
- Cyril later accepted John's name (ca. 417); this letter records his first refusal. Translated as written.
- "Whom is it more pleasing to God to gladden … those who have decided on censure, by whom causing grief is reckoned as nothing?": the Greek (τοὺς ἐπὶ τιμῆς ἐγνωκότας, ᾧ τὸ λυπεῖν λελόγισται παρ᾿ οὐδέν) is uncertain; translated by the likely sense.
- Two lines are transposed in the OCR ("θεοσέμεθα σώζεσθαι … χωρίβεια" and "εὐχόζεται"); restored by logged corrections.
- Augustamnica is given as Αὐγουσταλική in the text.
Notes on the original text
- Digital text corrected (stray marks; stray numeral; two lines transposed in the OCR; two lines transposed in the OCR; the displaced line restored here; words run together and split): θεοσέμεθα σώζεσθαι. Εἰ δὲ τις ἐξ οἰκείας ἀμαθίας χωρίβεια → θεοσέβεια; εὐχόζεται → εὐχόμεθα σώζεσθαι. Εἰ δέ τις ἐξ οἰκείας ἀμαθίας χωρίζεται; **?> Ο → ; ἔστωσάντινες ὀλίγοι κοι μιδῇ → ἔστωσαν τινὲς ὀλίγοι κομιδῇ; εἰς τὴν 0 θήκην → εἰς τὴν θήκην.
Topics: Church office
Cite (SBL): Cyril of Alexandria, Ep. 76 (PG 77 77:351; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/76). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/76
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-76) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 77
77PG 77 77:359
Κυρίῳ μου ἀγαπητῷ ἀδελφῷ καὶ συλλειτουργῷ Δόμνῳ, Κύριλλος ἐν Κυρίῳ χαίρειν. Συναλγεῖν ἡμᾶς ἀδελφοῖς ἀναγκαῖον καὶ οἵτινες τῶν συλλειτουργῶν πεπονθέναι τι διῖσχυρίζονται, καὶ τοῦτο παρὰ κληρικῶν ἰδίων, οὓς ἦν ἀναγκαῖον ὑπέχειν, ἅτε πατρὶ, τὸν αὐχένα, καὶ ὑποτάττεσθαι κατὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ τοῖς τῆς Ἐκκλησίας κανόσι διηγορευμένον. Τοῦτο πῶς οὐ τῶν αἰσχίστων ἐστὶ τολμώμενον; Τοιαῦτά φησι πεπονθέναι ἑαυτὸν ὁ εὐλαβέστατος ἐπίσκοπος ᾿Αθανάσιος· ἔδωκε καὶ τὸ τῆς ὁ συναχθείσης κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν συνόδου κατενεχθῆναι δάκρυον. Φησὶ γάρ τινας τῶν ἀπ᾿ αὐτῶν ὄντων κληρικῶν καταυθεντῆσαι τοσοῦτον, ὡς, τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν, καὶ ἐξῶσαι τῆς ἱερωσύνης αὐτὸν, καὶ καθαιρέσεως ψῆ φον ἐπ᾿ αὐτὸν ἐξενεγκεῖν. Βούλονται γὰρ τοὺς μὲν οἰκονόμους τῆς Ἐκκλησίας, ἤτοι τοὺς τῶν ἐκκλησιαστικῶν πραγμάτων χειριστὰς ἐκβαλεῖν, στῆσαι δὲ αὐτοὶ τοὺς κατὰ γνώμην ἰδίαν· καὶ πρὸς τούτοις ἔτι καὶ ἐκ τῶν ἱερῶν διπτύχων περιελεῖν αὐτοῦ τὸ ὄνομα, ἕτερά τέ τινα ἀπηχῆ καὶ ἀνοσιότητος γέμοντα δρᾶσαι· ἃ καὶ ἡ τῶν συνεζευγμένων λιβέλλων περιέχει δύναμις. Ἐπειδὴ δὲ ἐστι τῶν ἀτόπων, τοιαῦτα τολμᾶσθαι παρὰ κληρικῶν κατὰ τῶν ἰδίων ἐπισκόπων. καὶ περιῖδεῖν ἀμήχανον αὐτὰ, καταξιωσάτω ἡ σὴ ὁσιότης (εἰ τῆς ᾿Αντιοχέων ἐστὶ μακρὰν ἡ πόλις, ἣν διοικεῖν ἔλαχεν ὁ μνημονευθεὶς θεοσεβέστατος ἐπίσκοπος ᾿Αθανάσιος) τισὶ δι' οἰκείων γραμμάτων ἐπιτρέψαι τὴν ἀκρόασιν, ὥστε κληθέντας τοὺς τὴν αἰτίασιν ὑπομένοντας, ἀπολογήσασθαι, καὶ εἰ εὑρεθεῖεν ἕνοχοι τοῖς αἰτιάμασιν, ἀπολισθῆσαι τῆς ἱερᾶς λειτουργίας. Ο γὰρ αὐτοὶ τετολμήκασι κατὰ τοῦ ἰδίου πατρὸς, τοῦτο πάθοιεν ἂν δικαίως, πάσης ἀλογήσαντες ἀκολουθίας, καὶ πάντα θεσμὸν ὑπερβάντες, καὶ παρ᾿ οὐδὲν ποιησάμενοι τὸ ἀτιμάσαι πατέρα. Λέγονται δὲ καὶ οὐ νῦν πρότερον ἄρξασθαι εἶναι τοιοῦτοι, ἀλλ᾽ ἤδη κατεγνῶσθαι καὶ ἐπὶ πολλοῖς ἔτι χείροσι καὶ θρασέσιν ἐγχειρήμασι. Φάσκει δὲ ὕποπτον ἔχειν · τὸν λαχόντα νῦν εἰς τὸ μητροπολιτικὸν δίκαιον τῆς ἐνορίας, ἐξ ἧς ἐστι· καὶ, ὡς ἔφην ἤδη, τὸ λυποῦν οὐδὲν, ἐξεῖναι τοὺς ἐν ὑποψίᾳ μὴ δικάζειν αὐτῷ. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἐμοὶ ἐν Κυρίῳ προσαγορεύει.
Kyriǭ mou agapētǭ adelphǭ kai sylleitourgǭ Domnǭ, Kyrillos en Kyriǭ chairein. Synalgein hēmas adelphois anankaion kai hoitines tōn sylleitourgōn peponthenai ti diischyrizontai, kai touto para klērikōn idiōn, hous ēn anankaion hypechein, hate patri, ton auchena, kai hypotattesthai kata to dokoun tǭ Theǭ, kai tois tēs Ekklēsias kanosi diēgoreumenon. Touto pōs ou tōn aischistōn esti tolmōmenon? Toiauta phēsi peponthenai heauton ho eulabestatos episkopos ᾿Athanasios; edōke kai to tēs ho synachtheisēs kata tēn basileuousan Kōnstantinoupolin synodou katenechthēnai dakryon. Phēsi gar tinas tōn ap᾿ autōn ontōn klērikōn katauthentēsai tosouton, hōs, to ge hēkon eis encheirēmatōn dynamin, kai exōsai tēs hierōsynēs auton, kai kathaireseōs psē phon ep᾿ auton exenenkein. Boulontai gar tous men oikonomous tēs Ekklēsias, ētoi tous tōn ekklēsiastikōn pragmatōn cheiristas ekbalein, stēsai de autoi tous kata gnōmēn idian; kai pros toutois eti kai ek tōn hierōn diptychōn perielein autou to onoma, hetera te tina apēchē kai anosiotētos gemonta drasai; ha kai hē tōn synezeugmenōn libellōn periechei dynamis. Epeidē de esti tōn atopōn, toiauta tolmasthai para klērikōn kata tōn idiōn episkopōn. kai periidein amēchanon auta, kataxiōsatō hē sē hosiotēs (ei tēs ᾿Antiocheōn esti makran hē polis, hēn dioikein elachen ho mnēmoneutheis theosebestatos episkopos ᾿Athanasios) tisi di' oikeiōn grammatōn epitrepsai tēn akroasin, hōste klēthentas tous tēn aitiasin hypomenontas, apologēsasthai, kai ei heuretheien henochoi tois aitiamasin, apolisthēsai tēs hieras leitourgias. O gar autoi tetolmēkasi kata tou idiou patros, touto pathoien an dikaiōs, pasēs alogēsantes akolouthias, kai panta thesmon hyperbantes, kai par᾿ ouden poiēsamenoi to atimasai patera. Legontai de kai ou nyn proteron arxasthai einai toioutoi, all᾽ ēdē kategnōsthai kai epi pollois eti cheirosi kai thrasesin encheirēmasi. Phaskei de hypopton echein ; ton lachonta nyn eis to mētropolitikon dikaion tēs enorias, ex hēs esti; kai, hōs ephēn ēdē, to lypoun ouden, exeinai tous en hypopsią mē dikazein autǭ. Proseipe tēn para soi adelphotēta; se hē syn emoi en Kyriǭ prosagoreuei.
To my lord, beloved brother and fellow minister Domnus, Cyril: greeting in the Lord.
It is necessary for us to grieve with our brothers, and with those of our fellow ministers who affirm that they have suffered something, and this at the hands of their own clergy, who ought to bow the neck to them as to a father and be subject as God wills and as the canons of the church declare. How is it not among the most shameful things that such a thing should be dared? The most reverent bishop Athanasius says he has suffered such things; he even shed tears before the synod assembled in the imperial city of Constantinople. For he says that some of the clergy under him took so much authority upon themselves that, as far as the force of their attempts went, they both pushed him out of the priesthood and brought a vote of deposition against him. For they want to throw out the stewards of the church, that is, the managers of church affairs, and themselves to set up men of their own choosing; and besides this, to remove his name from the sacred diptychs, and to do other things that are offensive and full of unholiness, which the force of the attached petitions also contains. Since it is outrageous that such things should be dared by clergy against their own bishops, and it is impossible to overlook them, let your Holiness deign (if the city which the said most God-fearing bishop Athanasius was allotted to govern is far from Antioch) to entrust the hearing to certain persons by your own letters, so that those who are under the charge may be summoned and make their defence, and if they are found guilty of the charges, may be removed from the sacred ministry. For they would justly suffer what they themselves have dared against their own father, having disregarded all due order, overstepped every ordinance, and counted it nothing to dishonour a father. They are also said to have been such not only now for the first time, but to have been condemned already for many still worse and bolder attempts. He says that he regards as suspect the one who now holds the metropolitan right over the district from which he comes; and, as I have already said, there is nothing grievous in allowing those under suspicion not to judge his case.
Greet the brotherhood with you; the brotherhood with me greets you in the Lord.
Notes and citation
Summary: Cyril asks Domnus of Antioch to have the charges heard against clergy who tried to depose their bishop Athanasius, remove him from the diptychs and replace the church stewards, and to let him decline a suspect metropolitan as judge.
- Athanasius is the bishop of Perrhe, whose case came before the synod at Constantinople (444).
Notes on the original text
- Digital text corrected (leaked apparatus (variant reading); stray footnote letter; stray footnote numeral; stray letter): Ρ ὄντων → ὄντων; τοὺς μὲν ἀπὸ τῆς. Ρὑπ' αὐτόν. οἰκονόμους → τοὺς μὲν οἰκονόμους; αἰτίασιν 4 → αἰτίασιν; πρότερον ε ἄρξασθαι → πρότερον ἄρξασθαι.
Topics: Church office
Cite (SBL): Cyril of Alexandria, Ep. 77 (PG 77 77:359; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/77). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/77
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-77) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 78
78PG 77 77:361
Τοῦ αὐτοῦ Κυρίλλου Επιστολὴ κανονική. Έκαστα τῶν καθ' ἡμᾶς πραγμάτων ὅταν εὐθὺ φέρηται κανονικῆς εὐταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεί. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, εἴπερ ἂν γίνοιτο παρά τινων ; " πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνὶ τῇ σῇ θεοσεβείᾳ, ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοφιλέστατον Πέτρον· αὐτοῦ δὲ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ Ἐκκλησίας παραλόγως κεκινῆσθαι λέγοντος. ὧν δ᾽ ἀκόλουθον ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτὸν, ἤγουν εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστάναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. ᾿Αλλ᾽ ἴσως δόξειεν ἂν τῇ σῇ θεοφιλείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ᾿ ἐμοῦ λόγος. Ἔχει δὲ οὐχ οὕτως κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον. Φάσκει γὰρ οὐ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει · οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. δ' ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτὸν ἢ ἀλόντα τοῖς αἰτιάμασιν, ἢ ἕνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἡδικημένον, ἤγουν ἐλεύθερον ἀποφήνασα, πάλιν ἐδίδου τὸ προεστάναι τῆς Ἑκκλησίας, ἢ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ του πραγματος, και ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι, καὶ ἀθέσμως ἐκβεβλῆσθαι, προσεπάγων ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Ἢ σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν, καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν · ἔτι τε πρὸς τούτοις, καὶ τὰ παρ᾿ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸείωθὸς ἐπὶ τῆς θεοσεβείας· συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρὰ θεοσεβεστάτων ἐπισκόπων · ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ᾿ αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδὲν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τίνάς. Τὰ δὲ ἀδίκως ληφθέντα παρ' αὐτοῦ χρήματα, ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους. Πρῶτον μὲν ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον · καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἀπανταχόσε γῆς ὄντας θεοσεβεστάτους τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτ᾿ οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας. Εκαστος γὰρ ἡμῶν τῶν ἰδίων κακῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ταῖς Ἐκκλησίαις σώζεσθαι χρή· θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διέπουσιν ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν. Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ᾽ ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινων ἀπειλῆς ἐπιδοῦναί φησι. Καὶ ἕτερον δὲ πρᾶγμὰ ἐστιν οὔτε τοῖς τῆς Ἐκκλησίας ἀρέσκον θεσμοῖς, τὸ λιβέλλους παραιτήσεων προσάγειν τινὰς τῶν ἱερουργῶν. Εἰ γάρ εἰσιν ἄξιοι τοῦ λειτουργείν. ἔστωσαν ἐν τούτῳ· εἰ δ᾽ ἀνάξιοι, μὴ ἀπὸ παραιτήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ πράγμασιν, ὧν ἄν τις πολλὴν ποιήσαιτο τὴν καταβοὴν, ὡς ἔξω τρεχόντων πάσης ἀκολουθίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.
Tou autou Kyrillou Epistolē kanonikē. Ekasta tōn kath' hēmas pragmatōn hotan euthy pherētai kanonikēs eutaxias, oudena men hēmin entiktei thorybon, apallattei de kai tēs para tinōn dysphēmias, mallon de kai tas para tōn eu phronountōn euphēmias hēmin proxenei. Tis gar ouk an apodexaito psēphon aprosklinē, eiper an ginoito para tinōn ? " pōs to krinein orthōs kai ennomōs ouk anepiplēkton estai, mallon de pantos epainou meston? Kai tauta graphō nyni tę̄ sę̄ theosebeią, en tois heautēs grammasi tois staleisi pros eme te kai ton hosiōtaton kai theosebestaton adelphon hēmōn kai synepiskopon Proklon, episkopon men onomazousēs ton eulabestaton kai theophilestaton Petron; autou de klaiontos, kai tēs eknemētheisēs autǭ Ekklēsias paralogōs kekinēsthai legontos. hōn d᾽ akolouthon ē to tēs hierōsynēs onoma meta tou pragmatos echein auton, ēgoun eiper mē ēn axios tou proestanai theiou thysiastēriou, mēd' autę̄ timasthai tę̄ klēsei tēs episkopēs. ᾿All᾽ isōs doxeien an tę̄ sę̄ theophileią sklēros einai tis kai aphilallēlos ho par᾿ emou logos. Echei de ouch houtōs kata to alēthes. Eleēsai gar tacha pou nomizomen ton presbytēn monēn autǭ tēn klēsin aphentes; makrǭ de ēn ameinon ennoēsai kai to heteron. Phaskei gar ou dynasthai men systēnai tę̄ oikeią hypolēpsei ; ou labein de kairon apologias, oute mēn akroasin autǭ protethēnai kanonikēn. d' egegonei ti toiouton, autē tōn hypomnēmatōn hē systasis diēlenxen an auton ē alonta tois aitiamasin, ē henochon apopephasmenon kai ouden echonta loipon eipein hōs hēdikēmenon, ēgoun eleutheron apophēnasa, palin edidou to proestanai tēs Hekklēsias, ē kai hypo cheira gegone tēn autou. Oudenos de pepragmenou toioutou, kataboą tou pragmatos, kai adikian aphorēton hypostēnai phēsi, kai athesmōs ekbeblēsthai, prosepagōn hoti kai hērpagē panta ta prosonta autǭ chrēmata. Ē sē toigaroun hosiotēs, ennoousa kai to tois theiois kanosi dokoun, kai to prepon tę̄ Ekklēsią kai tois tetagmenois eis hieran leitourgian ; eti te pros toutois, kai ta par᾿ hēmōn dysōpētheisa grammata, stēsatō tou presbytou to dakryon. Kai ei men heloito dikasasthai pros tous epagontas autǭ tas aitias, dikazesthō kata toeiōthos epi tēs theosebeias; symparontōn dēlonoti tōn hypo tēn autēs cheira theosebestatōn episkopōn ; ektos ei mē paraitoito tinas hōs hypoptous. Oudena men gar tōn theosebestatōn episkopōn echthra phronein adelphǭ pisteuomen. Hina de mē prophasis hautē genētai, tēn esomenēn ep᾿ autǭ krisin paralyousa, pros to mē en dikę̄ pepoiēsthai dokein, ouden esti to lypoun apeinai tou synedriou tōn en hypopsią tinas. Ta de adikōs lēphthenta par' autou chrēmata, anadothēnai dikaion kata dyo tropous. Prōton men hoti oude echrēn holōs genesthai ti toiouton ; kai hoti lypei sphodra kai eis eschatēn akēdian katapherei tous apantachose gēs ontas theosebestatous to apaiteisthai logous tēs oikonomias tōn parapiptontōn autois analōmatōn, eite ek prosodōn ekklēsiastikōn, eit᾿ oun kai apo tēs tinōn karpophorias. Ekastos gar hēmōn tōn idiōn kakōn dōsei logon tǭ pantōn kritę̄. Keimēlia men gar kai ktēseis akinētous tais Ekklēsiais sōzesthai chrē; tharseisthai de tois kata kairon tēn theian diepousin hierōsynēn tōn parapiptontōn analōmatōn tēn oikonomian. Tous de tēs paraitēseōs libellous ou kata proairesin oikeian, all᾽ hōs ex anankēs kai phobou kai tēs tinōn apeilēs epidounai phēsi. Kai heteron de pragma estin oute tois tēs Ekklēsias areskon thesmois, to libellous paraitēseōn prosagein tinas tōn hierourgōn. Ei gar eisin axioi tou leitourgein. estōsan en toutǭ; ei d᾽ anaxioi, mē apo paraitēseōs exitōsan, kategnōsmenoi de mallon epi pragmasin, hōn an tis pollēn poiēsaito tēn kataboēn, hōs exō trechontōn pasēs akolouthias. Proseipe tēn para soi adelphotēta; se hē syn hēmin en Kyriǭ prosagoreuei.
Canonical letter of the same Cyril.
When each of our affairs is carried straight according to canonical good order, it breeds no disturbance for us, frees us from slander by some, and rather procures for us the good report of those who think rightly. For who would not accept an impartial verdict, if one were given by anyone? How will judging rightly and lawfully not be beyond reproach, or rather full of all praise? I write this now to your Godliness, because in your letters sent to me and to our most holy and most God-fearing brother and fellow bishop Proclus, you name the most reverent and most God-beloved Peter a bishop, while he weeps and says that he has been removed without reason from the church assigned to him. It followed either that he should have the name of the priesthood together with the reality, or, if he was not worthy to preside over the divine altar, that he should not be honoured with the very title of the episcopate. But perhaps what I say might seem to your God-belovedness harsh and unbrotherly. In truth it is not so. For we perhaps think we have shown mercy to the old man by leaving him only the title; but it would have been far better to consider the other thing too. For he says that he cannot defend his own reputation, and that he was given no opportunity of defence, nor was a canonical hearing set before him. If anything of the kind had taken place, the very drawing up of the minutes would have shown him either convicted of the charges, as declared guilty and with nothing left to say as one wronged, or, declaring him free, would have given him back the presidency of the church that had been under his hand. But since nothing of the kind was done, he cries out against the affair, says he has suffered intolerable injustice and been cast out unlawfully, and adds that all the money he had was also seized. Let your Holiness, then, considering both what the divine canons decree and what befits the church and those appointed to sacred ministry, and moreover out of regard for our letters, stop the old man's tears. And if he chooses to go to judgment against those who bring the charges against him, let him be judged before your Godliness in the customary way, in the presence, of course, of the most God-fearing bishops under your hand, unless he declines some as suspect. For we believe that none of the most God-fearing bishops is hostile to a brother. But so that this may not become a pretext undoing the judgment that will be given on him, as though it seemed not to have been done in justice, there is nothing grievous in some of those under suspicion being absent from the council. And it is just that the money unjustly taken from him be given back, for two reasons: first, because no such thing ought to have happened at all; and because it greatly grieves, and brings into extreme despondency, the most God-fearing bishops everywhere on earth to be required to give account of the management of the expenses that fall to them, whether from church revenues or from the offerings of some. For each of us will give account of his own misdeeds to the judge of all. Treasures and immovable properties must be preserved for the churches; but those who from time to time administer the divine priesthood must be trusted with the management of the expenses that fall to them. He says that he handed in the petitions of resignation not by his own choice but as from necessity and fear and the threats of some. It is another thing, too, not pleasing to the ordinances of the church, that some of those in sacred office should present petitions of resignation. For if they are worthy to minister, let them remain in it; but if unworthy, let them not go out by resignation, but rather be condemned on the facts, against which one may cry out loudly as men running outside all due order.
Greet the brotherhood with you; the brotherhood with us greets you in the Lord.
Rom 14:12 (allusion, medium confidence)
Notes and citation
Summary: In a canonical letter (to Domnus of Antioch) Cyril asks that the aged bishop Peter, removed without a hearing and robbed, either be properly tried or restored, that his money be returned, that bishops not be made to account for ordinary expenses, and that clergy not be pushed into resigning.
- The addressee is Domnus of Antioch.
Notes on the original text
- Digital text corrected (leaked apparatus splitting a word; stray letter): πεπραγμέ4 αἰτίαν. πρῶτον. · εἶναι. νου → πεπραγμένου; Πρόσειπε τὴν Ο παρὰ → Πρόσειπε τὴν παρὰ.
Topics: Church office
Cite (SBL): Cyril of Alexandria, Ep. 78 (PG 77 77:361; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/78). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/78
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-78) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 79
79PG 77 77:363
Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδο μὴν τῶν λαῶν, τελοῦντος δὲ καὶ εἰς ὑπόληψιν τῶν ἁγίων Ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή. Γέγραπται γὰρ, ὅτι ἐ Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. ο Μοναστηρίων τοίνυν Πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν ᾿Αλεξανδρείᾳ, ἐρωτώμενοι παρ᾿ ἐμοῦ τὴν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον, ὅτι σκανδαλίζονται πολλοὶ διὰ τὴν τοιαύτην αἰτίαν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων, καὶ οὐδενὸς τάχα που τὰ κατ᾿ αὐτοὺς καταγγέλλοντος, χειροτονοῦνται κληρικοὶ, ἤγουν πρεσβύτεροι. Ἔτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας, καὶ γενόμενοι κληρικοί, εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν, καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν, καὶ ταῦτα δρᾶν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖσθαι καὶ τὰς συνάξεις, καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν λειτουργούντων ἐκείνων. Επειδὴ τοίνυν πρὸς οἰκοδομὴν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ' ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν· καὶ εἰ μέλλει τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ, καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οῦ, καὶ πῶς καὶ πότε ἠγάγετο, καὶ εἰ μὴ τίς ἐστι τῶν ἐκβαλλομένων, ἢ παρ' ἑτέρου θεοσεβεστάτου ἐπισκόπου, ἢ ἐκ μοναστηρίου, καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τηρήσομεν γὰρ οὕτω καὶ τὸ ἑαυτῶν συνειδὸς καθαρόν, καὶ ἀδιάβλητον τὴν ἱερὰν καὶ σεπτὴν λειτουργίαν. Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, εἶτα μέλλωσι τελευτᾷν κατηχούμενοι ὄντες, βαπτιζέσθωσαν, καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ἤγουν άκοινώνητοι. Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐκκλησία; θεσμοῖς. Προσείπατε τὴν παρ' ὑμῖν ἀδελφότητα· ὑμᾶς ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.
Pantos tou chrēsimou kai anankaiou pros oikodo mēn tōn laōn, telountos de kai eis hypolēpsin tōn hagiōn Ekklēsiōn, phrontida poieisthai chrē. Gegraptai gar, hoti e Eulabeis poieite tous huious Israēl. o Monastēriōn toinyn Pateres tōn kata tēn Thēbaiōn eparchian, andres eulabeis kai ouk athaumaston echontes politeian, elthontes en ᾿Alexandreią, erōtōmenoi par᾿ emou tēn katastasin tōn autose monastēriōn, edidaskon, hoti skandalizontai polloi dia tēn toiautēn aitian. Neōsti gegamēkotes tines kai hoion ex autōn katabantes tōn nymphōnōn, synarpazousi tinas tōn theophilestatōn episkopōn, kai oudenos tacha pou ta kat᾿ autous katangellontos, cheirotonountai klērikoi, ēgoun presbyteroi. Eteroi de tines ex autōn tōn monastēriōn hōs ataktoi ekballomenoi, palin hypotrechousi tas cheirotonias, kai genomenoi klērikoi, eiserchontai kai en autois tois monastēriois hothen ekbeblēntai, kai boulontai prospherein, kai hosa klērikois ethos plēroun, kai tauta dran, hōs kai tinas tōn eidotōn autous paraiteisthai kai tas synaxeis, kai mē anechesthai koinōnein leitourgountōn ekeinōn. Epeidē toinyn pros oikodomēn, hōs ephēn, tōn laōn panta chrē prattesthai par' hēmōn, epitēreitō tauta hē theosebeia hymōn; kai ei mellei tis cheirotoneisthai klērikos, periergazesthō ton bion autou, kai poteron pote gametēn echei ē ou, kai pōs kai pote ēgageto, kai ei mē tis esti tōn ekballomenōn, ē par' heterou theosebestatou episkopou, ē ek monastēriou, kai tote cheirotoneitō, adiablēton heurethenta. Tērēsomen gar houtō kai to heautōn syneidos katharon, kai adiablēton tēn hieran kai septēn leitourgian. Ean de chōrismon hypomeinōsi tines epitimēthentes ptaismatōn heneka, eita mellōsi teleutąn katēchoumenoi ontes, baptizesthōsan, kai mē apodēmeitōsan tōn anthrōpinōn ametochoi tēs charitos, ēgoun akoinōnētoi. Dokei gar prosechein kai touto tois tēs Ekklēsia? thesmois. Proseipate tēn par' hymin adelphotēta; hymas hē syn hēmin en Kyriǭ prosagoreuei.
We must take care for everything that is useful and necessary for the building up of the peoples and that also bears on the good repute of the holy churches. For it is written: "Make the sons of Israel reverent." Fathers of monasteries in the province of the Thebaid, then, reverent men with a way of life not without admiration, came to Alexandria, and when I asked them about the state of the monasteries there, they informed me that many are scandalized for the following reason. Some who have recently married, and come down, as it were, straight from the bridal chambers, carry off some of the most God-beloved bishops, and, perhaps because no one reports their circumstances, are ordained clergy, that is, presbyters. And certain others, who have been expelled from the monasteries themselves as disorderly, again slip in for ordination, and, having become clergy, enter the very monasteries from which they were expelled and wish to offer and to do whatever it is the custom for clergy to perform; so that some who know them refuse even the assemblies and will not bear to communicate while those men are ministering. Since, then, as I said, everything must be done by us for the building up of the peoples, let your Godliness watch over these things; and if anyone is to be ordained a cleric, let his life be looked into: whether he has a wife or not, how and when he married her, and whether he is one of those expelled, either by another most God-fearing bishop or from a monastery; and then let him be ordained, when he has been found blameless. For so we shall keep both our own conscience clean and the sacred and venerable ministry blameless. And if some who have undergone separation, being censured for their faults, are then about to die while they are catechumens, let them be baptized, and let them not depart from human affairs without a share in grace, that is, out of communion. For this too seems to accord with the ordinances of the church.
Greet the brotherhood with you; the brotherhood with us greets you in the Lord.
Lev 15:31 (quotation, high confidence)
Notes and citation
Summary: Cyril tells the bishops of Libya and Pentapolis to examine candidates for ordination (whether newly married, or expelled from monasteries) and to baptize excommunicated catechumens who are dying.
- "Make the sons of Israel reverent" is Lev 15:31 LXX.
Topics: Church office, Baptism
Cite (SBL): Cyril of Alexandria, Ep. 79 (PG 77 77:363; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/79). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/79
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-79) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 81
81PG 77 77:371
Πρὸς τοὺς ἐν Φουᾷ μοναχούς Κατὰ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν τῶν σωμάτων. Φασὶ τοίνυν τῶν ἐν ὑμῖν τινας ἀρνεῖσθαι τῶν ἀν θρωπίνων σωμάτων τὴν ἀνάστασιν, ὅπερ ἐστὶ μέρος τῆς ὁμολογίας ἡμῶν, ἧς ποιούμεθαι προσιόντες τῷ σωτηρίῳ βαπτίσματι. Ὁμολογοῦντες γὰρ τὴν πίστιν,, προσεπάγομεν, ὅτι πιστεύομεν καὶ εἰς σαρκὸς ἀνάστασιν. Εἰ δ᾽ ἀναιροῦμεν τοῦτο, καὶ οὐ πιστεύομεν ὅτι· ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἵνα ἡμᾶς ἑαυτῷ συν αναστήσῃ, χωλεύουσαν ἔχομεν τὴν πίστιν, καὶ τὴν βασιλικὴν ἀφέντες ὁδὸν, βαδίζομεν τὴν διεστραμμένην.. Ἔστι δὲ ἡ τοιαύτη κακοδοξία τῆς Ωριγένους φρενοβλαβείας· ὃν καὶ οἱ Πατέρες ἡμῶν ὡς διαστρέφοντα. τὴν ἀλήθειαν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν. Οὐ γὰρ ἐφρόνησεν ὡς Χριστιανὸς, ἀλλὰ ταῖς Ἑλλήνων ἄκολουθήσας φλυαρίαις πεπλάνηται. Ἡ δὲ ἀρχὴ τοῦ νοσήματος ἐντεῦθεν αὐτῷ συμβέβηκε. Φησὶ γὰρ ὅτι προϋπάρχουσιν αἱ ψυχαὶ τῶν σωμάτων, καὶ ἀπὸ ἁγιασμοῦ παρηνέχθησαν εἰς ἐπιθυμίας πονηράς, καὶ ἀπέστησαν Θεοῦ· καὶ ταύτης ἕνεκα τῆς αἰτίας κατεδίκασεν αὐτὰς, καὶ ἐσωμάτωσεν, καὶ εἰσὶν ὡς ἐν δεσμωτηρίῳ ἐν σαρκί. Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν Φουᾷ μοναχούς. Ἡ δὲ Ἐκκλησία, ταῖς θεοπνεύστοις ἐπομένη Γραφαῖς, οὐκ οἶδε τῶν σωμάτων προϋπάργουσαν τὴν ψυχὴν, ἀλλ᾽ οὐδὲ προαμαρτήσασαν πρὸ αὐτῶν. Πῶς γὰρ ἡ μὴ ὑφεστῶσα καὶ ἁμαρτεῖν ἡδύ. νατο; Φαμὲν δὲ *· ὅτι ἔπλασε μὲν ὁ τῶν ὅλων δημιουργὸς τὸ σῶμα ἐκ γῆς, ἐψύχωσε δὲ αὐτὸ ψυχῇ νοερᾷ. Καὶ αὕτη ἐστὶν ἡ τοῦ ἀνθρώπου κατασκευή. Καὶ μεθ' ἔτερα· Ὅτι οὐκ ἐκ προγενεστέρων, ὥς φασαν, ἁμαρτημάτων καταδεδίκασται ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ εἰς τοῦτον κατεπέμφθη τὸν κόσμον, πιστώσεται γράφων καὶ ὁ πάνσοφος Παῦλος· « Τοὺς – γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον. » Διὰ τὶ γὰρ μόνα τὰ διὰ τοῦ σώματος φανερωθήσεσθαί φησι, καὶ οὐχὶ δὴ μᾶλλον καὶ τὰ πρὸ τοῦ σώματος, εἴπερ ᾔδει προοῦσαν. καὶ προαμαρτήσασαν τὴν ψυχήν ; Εἰ. δὲ ἐπὶ μόνοις κρινόμεθα τοῖς διὰ τοῦ σώματος, οὐκ ἔχομεν δηλονότι προγενεστέραν. τοῦ σώματος ἁμαρτίαν· οὐ γὰρ ὑφέστηκεν ὅλως ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸ αὐτοῦ. Πληροφορεῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ ἡ τοῦ νομικοῦ γράμματος δύναμις. Εἰ γὰρ, ὣς φησιν ὁ πεπλανημένος Ωριγένης, ἐκ τῶν προγενεστέρων ἁμαρτημάτων λόγῳ κολάσεως ἤτοι τιμω ρίας ἐδέξατο τὸ σῶμα ἡ ψυχὴ, διὰ ποίαν αἰτίαν ἠπείλησε θάνατον τοῖς ἁμαρτάνουσιν; Έδει γὰρ μᾶλλον τοὺς δικαίους ἀποθνήσκειν, ἵνα ἀπαλλάττωνται τῶν δεσμῶν καὶ τῆς τιμωρίας, ζῇν δὲ τοὺς ἀλιτηρίους, ἵνα κολάζωνται μὴ ἀπαλλαττόμενοι τῶν δεσμῶν.
Pros tous en Phouą monachous Kata tōn legontōn mē einai anastasin tōn sōmatōn. Phasi toinyn tōn en hymin tinas arneisthai tōn an thrōpinōn sōmatōn tēn anastasin, hoper esti meros tēs homologias hēmōn, hēs poioumethai prosiontes tǭ sōtēriǭ baptismati. Homologountes gar tēn pistin,, prosepagomen, hoti pisteuomen kai eis sarkos anastasin. Ei d᾽ anairoumen touto, kai ou pisteuomen hoti; ho Christos ek nekrōn egēgertai, hina hēmas heautǭ syn anastēsę̄, chōleuousan echomen tēn pistin, kai tēn basilikēn aphentes hodon, badizomen tēn diestrammenēn.. Esti de hē toiautē kakodoxia tēs Ōrigenous phrenoblabeias; hon kai hoi Pateres hēmōn hōs diastrephonta. tēn alētheian apekēryxan kai anethematisan. Ou gar ephronēsen hōs Christianos, alla tais Hellēnōn akolouthēsas phlyariais peplanētai. Hē de archē tou nosēmatos enteuthen autǭ symbebēke. Phēsi gar hoti proÿparchousin hai psychai tōn sōmatōn, kai apo hagiasmou parēnechthēsan eis epithymias ponēras, kai apestēsan Theou; kai tautēs heneka tēs aitias katedikasen autas, kai esōmatōsen, kai eisin hōs en desmōtēriǭ en sarki. Tou autou ek tēs epistolēs tēs pros tous en Phouą monachous. Hē de Ekklēsia, tais theopneustois epomenē Graphais, ouk oide tōn sōmatōn proÿpargousan tēn psychēn, all᾽ oude proamartēsasan pro autōn. Pōs gar hē mē hyphestōsa kai hamartein hēdy. nato? Phamen de *; hoti eplase men ho tōn holōn dēmiourgos to sōma ek gēs, epsychōse de auto psychę̄ noerą. Kai hautē estin hē tou anthrōpou kataskeuē. Kai meth' etera; Hoti ouk ek progenesterōn, hōs phasan, hamartēmatōn katadedikastai hē tou anthrōpou psychē, kai eis touton katepemphthē ton kosmon, pistōsetai graphōn kai ho pansophos Paulos; « Tous – gar pantas hēmas dei phanerōthēnai emprosthen tou bēmatos tou Christou, hina komisētai hekastos ta dia tou sōmatos, pros ha epraxen, eite agathon, eite phaulon. » Dia ti gar mona ta dia tou sōmatos phanerōthēsesthai phēsi, kai ouchi dē mallon kai ta pro tou sōmatos, eiper ę̄dei proousan. kai proamartēsasan tēn psychēn ? Ei. de epi monois krinometha tois dia tou sōmatos, ouk echomen dēlonoti progenesteran. tou sōmatos hamartian; ou gar hyphestēken holōs hē tou anthrōpou psychē pro autou. Plērophorei de pros touto hēmas kai hē tou nomikou grammatos dynamis. Ei gar, hōs phēsin ho peplanēmenos Ōrigenēs, ek tōn progenesterōn hamartēmatōn logǭ kolaseōs ētoi timō rias edexato to sōma hē psychē, dia poian aitian ēpeilēse thanaton tois hamartanousin? Edei gar mallon tous dikaious apothnēskein, hina apallattōntai tōn desmōn kai tēs timōrias, zę̄n de tous alitērious, hina kolazōntai mē apallattomenoi tōn desmōn.
To the monks in Phua. Against those who say that there is no resurrection of bodies.
They say, then, that some among you deny the resurrection of human bodies, which is part of our confession, which we make when we come to saving baptism. For in confessing the faith we add that we believe also in the resurrection of the flesh. If we do away with this, and do not believe that Christ has been raised from the dead in order to raise us together with himself, we have a lame faith, and, leaving the royal road, we walk the crooked one. Such a false doctrine belongs to the madness of Origen, whom our fathers too proscribed and anathematized as perverting the truth. For he did not think as a Christian, but went astray following the nonsense of the Greeks. The beginning of his disease came to him from this: he says that souls pre-exist bodies, and that they were carried away from holiness into evil desires and departed from God; and for this reason he condemned them and embodied them, and they are in the flesh as in a prison.
From the same author's letter to the monks in Phua. The church, following the divinely inspired Scriptures, does not know a soul that pre-exists bodies, nor one that sinned before them. For how could one that did not exist even sin? We say that the Creator of all fashioned the body from earth and ensouled it with a rational soul; and this is the constitution of man.
And after other things: That the soul of man has not been condemned for earlier sins, as they say, and sent down into this world, the all-wise Paul too will confirm when he writes: "For we must all appear before the judgment seat of Christ, so that each may receive what was done through the body, according to what he has done, whether good or bad." For why does he say that only the things done through the body will be made manifest, and not rather also those before the body, if he knew that the soul pre-existed and sinned beforehand? But if we are judged only for what was done through the body, we plainly have no sin earlier than the body; for the soul of man did not exist at all before it. The force of the letter of the law too assures us of this. For if, as the misguided Origen says, the soul received the body by way of punishment or penalty for earlier sins, for what reason did he threaten death to sinners? For rather the righteous ought to have died, so as to be released from the bonds and the punishment, and the guilty to live, so as to be punished by not being released from the bonds.
2 Cor 5:10 (quotation, high confidence) · Gen 2:7 (allusion, high confidence)
Notes and citation
Summary: Fragments of Cyril's letter to the monks at Phua against those who deny the resurrection of the body: the denial comes from Origen's teaching that souls pre-existed and were embodied as punishment, which Scripture and the judgment 'for what was done through the body' refute.
- These fragments are preserved in Justinian's edict against Origen.
- "Origen … whom our fathers too proscribed and anathematized": translated as written.
Topics: Eschatology, Baptism, Heresy
Cite (SBL): Cyril of Alexandria, Ep. 81 (PG 77 77:371; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/81). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/81
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-81) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 82
82PG 77 77:375
Οἶδα μὲν ὅτι πανσύνετος οὖσα ἡ σὴ θεοσέβεια, οὐ δὲν ἄμεινον ἡγήσεται φιλίας καὶ ἀγάπης τῆς πρὸς ἀδελφούς. Εὐτεχνὲς δὲ πρᾶγμα ἡγήσεται τὴν ἐφ' ἅπασι τοῖς δρωμένοις ἀρίστην οἰκονομίαν Διὸ δὲ γράφω τὰ φίλα τῇ σῇ θεοσεβείᾳ, καὶ ὅσα δρᾶν οἶδεν ἀπαιτῶν· ὥστε δῆλον ὅτι μὴ μεγάλαις ἄγαν ἀκριβολογίαις κεχρῆσθαι κατὰ τῶν ἐθελόντων μεταγινώ σκειν, καὶ καταλιπεῖν τὴν τῶν Μεσσαλιτῶν, ἤτοι Εὐχητῶν ἀνοσιοτάτην αἵρεσιν, προστρέχειν δὲ τοῖς ὀρθοῖς τῆς Ἑκκλησίας δόγμασιν. ᾿Αρκεῖ γὰρ τοῖς εἰς τοῦτο βαδίζουσιν, ὁμολογεῖν ὅτι ἀναθεματίζω τὴν τῶν Μεσσαλιτῶν, ἤγουν Εὐχητῶν, αἴρεσιν. Ὁ δὲ σφόδρα λεπτῶς καὶ μετὰ τοῦτο προτείνων αὐτοῖς ἔσθ' ὅτε καὶ ἐκ βιβλίων ἀναγνώσματα, θορυβεῖ τὸν οὐκ ἔχοντα πολλὴν ἀκρίβειαν εἰς νοῦν· ἰδιῶται γάρ εἰσιν οἱ πολλοὶ, καὶ οὐχ οὕτω νοεῖν δύνανται, ὥστε πάντως καταγινώσκειν τῶν καταγνώσεως ἀξίων. Ἀρκεῖ τοίνυν ἀναθεματίζειν αὐτοὺς τὴν αἴρεσιν, καὶ μὴ προτεινέσθωσαν πάντως ὀνόματα, ἵνα μὴ τὸ τινων ἐξ ἰδιωτίας φιλόνεικον ἀποστήσῃ πολλάκις αὐτοὺς καὶ τοῦ βούλεσθαι δοξάζειν ὀρθῶς. Καὶ ταῦτα γράφω» οὗ τισι χαριζόμενος, ἀλλ᾽ εἰδὼς ὅτι καλὴ μᾶλλον ἐν τούτοις ἡ οἰκονομία· τὸ γὰρ ἀκριβὲς ὡς ἐπίπαν θορυβεῖ πολλοὺς καὶ τῶν νουνεχεστάτων..
Oida men hoti pansynetos ousa hē sē theosebeia, ou den ameinon hēgēsetai philias kai agapēs tēs pros adelphous. Eutechnes de pragma hēgēsetai tēn eph' hapasi tois drōmenois aristēn oikonomian Dio de graphō ta phila tę̄ sę̄ theosebeią, kai hosa dran oiden apaitōn; hōste dēlon hoti mē megalais agan akribologiais kechrēsthai kata tōn ethelontōn metaginō skein, kai katalipein tēn tōn Messalitōn, ētoi Euchētōn anosiotatēn hairesin, prostrechein de tois orthois tēs Hekklēsias dogmasin. ᾿Arkei gar tois eis touto badizousin, homologein hoti anathematizō tēn tōn Messalitōn, ēgoun Euchētōn, airesin. Ho de sphodra leptōs kai meta touto proteinōn autois esth' hote kai ek bibliōn anagnōsmata, thorybei ton ouk echonta pollēn akribeian eis noun; idiōtai gar eisin hoi polloi, kai ouch houtō noein dynantai, hōste pantōs kataginōskein tōn katagnōseōs axiōn. Arkei toinyn anathematizein autous tēn airesin, kai mē proteinesthōsan pantōs onomata, hina mē to tinōn ex idiōtias philoneikon apostēsę̄ pollakis autous kai tou boulesthai doxazein orthōs. Kai tauta graphō» hou tisi charizomenos, all᾽ eidōs hoti kalē mallon en toutois hē oikonomia; to gar akribes hōs epipan thorybei pollous kai tōn nounechestatōn..
I know that your Godliness, being all-understanding, will count nothing better than friendship and love toward brothers, and will count the best management in everything that is done a skilful thing. For this reason I write to your Godliness what is friendly, and ask for what you know how to do: namely, not to use too great exactness against those who wish to change their minds and leave the most unholy heresy of the Messalians, or Euchites, and run to the right doctrines of the church. For it is enough for those who come to this to confess: "I anathematize the heresy of the Messalians, or Euchites." But one who very minutely, after this, sometimes also sets readings from books before them, troubles one who does not have much exactness of mind; for most are unlearned and cannot understand in such a way as to condemn by all means what deserves condemnation. It is enough, then, that they anathematize the heresy, and let names not by all means be set before them, lest the contentiousness of some, arising from lack of learning, often turn them away even from wishing to think rightly. And I write this not to do some a favour, but knowing that in these matters management is better; for exactness generally troubles many, even of the most sensible.
Notes and citation
Summary: Cyril asks Amphilochius of Side to receive repentant Messalians (Euchites) with a simple anathema of the heresy, without pressing passages from books on the unlearned.
- Another edition names Amphilochius as bishop of Iconium; the heading here follows this collection (Side).
Topics: Heresy
Cite (SBL): Cyril of Alexandria, Ep. 82 (PG 77 77:375; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/82). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/82
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-82) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.
Chapter 85
85PG 77 77:375
Κυρίοις τιμιωτάτοις καὶ ἀγιωτάτοις ἀδελφοῖς καὶ συνεπισκόποις, Αυρηλίῳ, Βαλεντίνῳ, καὶ πάσῃ τῇ ἐν Καρχηδόνι συναθροισθείσῃ ἀγιωτάτῃ συνόδῳ, Κύριλλος ἀσπαζόμενος ἐν Κυρίῳ τὴν ὑμετέραν ἀγάπην. Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας τιμιότητος πολλὴν ἔχοντα θρησκείαν, μετὰ πάσης χαρᾶς διὰ τοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου ἐδεξάμην. Τούτων δὲ παρ' ἡμῶν ἐλπισθέντων, ὥστε ἐκ τοῦ τῆς ἡμετέρας Ἐκκλησίας σκρινίου τὰ ἀληθέστατα ἴσα τῆς ἐν τῇ Νικαέων μητροπόλει τῆς Βιθυνίας αὐθεντικῆς συνόδου, τὰ παρὰ τῶν ἁγίων Πατέρων ὁρισθέντα καὶ βεβαιωθέντα ὑποκάτω τῆς ὁμολογίας τῆς ἡμετέρας πίστεως, τῇ ὑμετέρᾳ ἀγάπῃ ἡμᾶς ἀποστείλαι ἀναγκαῖον ἡγησάμην, κύριοι τιμιώτατοι ἀδελφοὶ, ἀσπασμοῦ προηγουμένου, διὰ τοῦ αὐτοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου, τὰ πιστότατα ἴσα τὰ τῆς αὐθεντικῆς συνόδου τῆς ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας ἐχόμενα, τῇ ὑμετέρᾳ ἀποστεῖλαι ἀγάπῃ· ὅπερ ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ζητοῦντες εὑρή - σετε. Περὶ δὲ τοῦ Πάσχα, ὡς ἐγράψατε, ἀγγέλλομεν ὑμῖν, τῇ πρὸ δεκαεπτὰ Καλανδῶν Μαΐων ἡμᾶς ἐπιτελέσοντας τῇ ὑπεισερχομένῃ ἐνδικτιῶνι. Ἡ ὑπογραφή. Ὁ Θεὸς καὶ ὁ Κύριος ἡμῶν, τὴν ἁγίαν ὑμῶν σύνοδον φυλάξῃ, ὅπερ εὐχόμεθα, τιμιώτατοι ἀδελφοί.
Kyriois timiōtatois kai agiōtatois adelphois kai synepiskopois, Aurēliǭ, Balentinǭ, kai pasę̄ tę̄ en Karchēdoni synathroistheisę̄ agiōtatę̄ synodǭ, Kyrillos aspazomenos en Kyriǭ tēn hymeteran agapēn. Ta graphenta para tēs hymeteras timiotētos pollēn echonta thrēskeian, meta pasēs charas dia tou teknou hēmōn Innokentiou tou presbyterou edexamēn. Toutōn de par' hēmōn elpisthentōn, hōste ek tou tēs hēmeteras Ekklēsias skriniou ta alēthestata isa tēs en tę̄ Nikaeōn mētropolei tēs Bithynias authentikēs synodou, ta para tōn hagiōn Paterōn horisthenta kai bebaiōthenta hypokatō tēs homologias tēs hēmeteras pisteōs, tę̄ hymeterą agapę̄ hēmas aposteilai anankaion hēgēsamēn, kyrioi timiōtatoi adelphoi, aspasmou proēgoumenou, dia tou autou teknou hēmōn Innokentiou tou presbyterou, ta pistotata isa ta tēs authentikēs synodou tēs en tę̄ Nikaeōn polei tēs Bithynias echomena, tę̄ hymeterą aposteilai agapę̄; hoper en tę̄ ekklēsiastikę̄ historią zētountes heurē - sete. Peri de tou Pascha, hōs egrapsate, angellomen hymin, tę̄ pro dekaepta Kalandōn Maïōn hēmas epitelesontas tę̄ hypeiserchomenę̄ endiktiōni. Hē hypographē. Ho Theos kai ho Kyrios hēmōn, tēn hagian hymōn synodon phylaxę̄, hoper euchometha, timiōtatoi adelphoi.
To my most honoured and most holy lords, brothers and fellow bishops Aurelius, Valentinus, and the whole most holy synod assembled at Carthage, Cyril, greeting your love in the Lord.
I received with all joy, through our son the presbyter Innocent, what your Honour wrote, full of much religion. Since you hoped from us that we would send your love, from the archive of our church, the most true copies of the authentic synod in the metropolis of Nicaea in Bithynia, what was defined and confirmed by the holy fathers beneath the confession of our faith, I thought it necessary, most honoured lords and brothers, with greeting first, to send to your love through the same son of ours, the presbyter Innocent, the most faithful copies containing the authentic synod in the city of Nicaea in Bithynia; which you will find if you look in the Ecclesiastical History. Concerning the Pascha, as you wrote, we announce to you that we shall celebrate it on the seventeenth day before the Kalends of May in the coming indiction.
The subscription: May our God and Lord keep your holy synod, as we pray, most honoured brothers.
Textual problem in this passage: see the notes.
Notes and citation
Summary: Cyril sends the African synod at Carthage authentic copies of the Nicene canons and announces the date of Easter.
- "The seventeenth day before the Kalends of May" is 15 April; another reading is the ninth (23 April).
- The letter belongs to the Apiarius affair (419), when Carthage sought the authentic Nicene canons from Alexandria.
Notes on the original text
- Digital text corrected (OCR slip and stray letter; leaked apparatus): ἡμῶν γ ἐπιτελέσοντας → ἡμᾶς ἐπιτελέσοντας; · ἴσ. ἡμᾶς. → .
Topics: Church office
Cite (SBL): Cyril of Alexandria, Ep. 85 (PG 77 77:375; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/85). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/cyril-alexandria-epistulae/85
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-cyril-alexandria-epistulae-85) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 77 (Bavarian State Library OCR); letters 4, 17 and 39 compared with NPNF² 14; the rest re-read against the Greek.