Questions on the Octateuch 1.36–1.55

Greek text: PG 80.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Prologue 1

1.36PG 80 80:131

Διὰ τί δὲ τὸν διάβολον ἐποίησεν, εἰδὼς τοιοῦτον ἐσόμενον ; Ὁ Θεὸς πᾶσαν τῶν ἀσωμάτων τὴν φύσιν ἐδημιούργησε, λογικὴν αὐτὴν καὶ ἀθάνατον ἀποφήνας· τοῦ λογικοῦ δὲ τὸ αὐτεξούσιον ἴδιον. Τούτων δὲ οἱ μὲν τὴν περὶ τὸν ποιητὴν ἐφύλαξαν εὔνοιαν, οἱ δὲ εἰς πονηρίαν ἀπέκλιναν. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν εὑρεῖν. Οἱ μὲν γὰρ εἰσι τῆς ἀρετῆς ἐρασταὶ, οἱ δὲ τῆς κακίας ἐργάται. Εἰ τοίνυν μέμφεταί τις τῇ τῶν πονηρῶν δημιουργίᾳ, ἀποστερεῖ ἄρα τῶν τῆς νίκης βραβείων τοὺς τῆς ἀρετῆς ἀθλητὰς **. Εἰ γὰρ μὴ ἐν τῇ αἱρέσει τῆς γνώμης εἶχον τὸν πόθον τῆς ἀρετῆς, ἀλλὰ ἐμπεφυκὸς τὸ ἄτρεπτον, ἔλαθον ἂν οἱ ἀξιόνικοι τῆς εὐσεβείας ἀγωνισταί· ἐπειδὴ δὲ τὴν αἵρεσιν τῶν ἀγαθῶν, καὶ τῶν ἐναντίων, ἔχει ἡ γνώμη, δικαίως καὶ οὗτοι τυγχάνουσι τῶν νικηφόρων στεφάνων, κἀκεῖνοι δίκας τιννύουσιν ὑπὲρ ὧν κατὰ γνώμην ἐξήμαρτον.

Dia ti de ton diabolon epoiēsen, eidōs toiouton esomenon ? Ho Theos pasan tōn asōmatōn tēn physin edēmiourgēse, logikēn autēn kai athanaton apophēnas; tou logikou de to autexousion idion. Toutōn de hoi men tēn peri ton poiētēn ephylaxan eunoian, hoi de eis ponērian apeklinan. Touto de kai epi tōn anthrōpōn estin heurein. Hoi men gar eisi tēs aretēs erastai, hoi de tēs kakias ergatai. Ei toinyn memphetai tis tę̄ tōn ponērōn dēmiourgią, aposterei ara tōn tēs nikēs brabeiōn tous tēs aretēs athlētas **. Ei gar mē en tę̄ hairesei tēs gnōmēs eichon ton pothon tēs aretēs, alla empephykos to atrepton, elathon an hoi axionikoi tēs eusebeias agōnistai; epeidē de tēn hairesin tōn agathōn, kai tōn enantiōn, echei hē gnōmē, dikaiōs kai houtoi tynchanousi tōn nikēphorōn stephanōn, kakeinoi dikas tinnyousin hyper hōn kata gnōmēn exēmarton.

Why did he make the devil, knowing that he would be such? God created the whole nature of the incorporeal beings, making it rational and immortal; and free will is proper to what is rational. Of these, some kept their goodwill toward their maker, while others turned aside to wickedness. One can find this among human beings too: some are lovers of virtue, others workers of vice. If, then, anyone finds fault with the creation of the wicked, he deprives the athletes of virtue of the prizes of victory. For if they had possessed the love of virtue not in the choice of their will, but as an unchangeableness implanted by nature, the contenders for piety who are worthy of victory would have gone unnoticed. But since the will has the choice between good things and their opposites, these justly obtain the crowns of victory, and those pay the penalty for the sins they committed by their own will.

Notes and citation

Summary: God made rational beings with free will; some angels fell by their own choice, and without such freedom there could be no reward for virtue.

Notes on the original text

  • Digital text corrected (stray bracket): ἀποστερεῖ ( ἄρα → ἀποστερεῖ ἄρα.

Topics: The devil and demons, Free will, Angels, Evil and its origin

Cite (SBL): Theodoret, Quaest. Oct. 1.36 (PG 80 80:131; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-36). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-36) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.37PG 80 80:131

Ἀγαθὸν τὸν Θεὸν ὀνομάζοντες, πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτομίαν; Ωμότητος γὰρ καὶ ἀπηνίας, τὸ διὰ βρῶσιν ὀλίγην τοσαύτην ἐπενεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσι. Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον, καὶ δίκαιον, καὶ ἀγαθὸν, καὶ φιλάνθρωπον. Εἰ γὰρ ταῦτα πάντα ἔχειν αὐτὸν ὁμολογοῦμεν· καὶ τὰ ὑπ᾿ αὐτοῦ οἰκονομούμενά τε καὶ προσταττόμενα χρὴ τοιαῦτα εἶναι νομίζειν. "Έπειτα εἰδέναι δεῖ, ὡς πᾶς νόμος, κἂν περὶ σμικρῶν. τινων διαγορεύῃ, τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι ποιεῖν, ἢ ἀπαγορεύοντι δρᾷν· καὶ διαφερόντως πᾶς θεῖος νόμος. Αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων, οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐργάζεται βλάβην. Αλλ' ὅμως ὁ νομοθέτης φησὶν, ὅτι Πᾶς ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται. Καὶ ἣν ὥρισε τοῖς ἀνδροφόνοις καὶ τοῖς μοιχοῖς τιμωρίαν, ταύτην καὶ τούτῳ ἐκλήρωσεν. Ἐπειδὴ δὲ εἰκὸς τοὺς δυσωνύμους αἱρετικοὺς, ἄντικρυς τῇ παλαιᾷ πολεμοῦντας Γραφῇ, καὶ τοῦδε κατηγορῆσαι τοῦ νόμου. ἐκ τῆς εὐαγγελικῆς νομοθεσίας τὰς ἀποδείξεις ποιήσομαι. Εὑρίσκομεν γὰρ ἐν ἐκείνοις τοῖς νόμοις, τὸν λάγνως ὁρῶντα γύναιον μοιχείας κρινόμενον· καὶ τὸν εἰκῆ ὀργιζόμενον, ἔνοχον ὄντα τῇ κρίσει· τὸν δὲ ῥακὰ τὸν ἀδελφὸν ὀνομάζοντα, γραφῆς πάλιν ὑπεύθυνον· τὸν δὲ μωρὸν ἀποκαλοῦντα, τῆς γεέννης ἄξιον· καὶ τὸν ὀμνύντα, κἂν ἀληθεύων ὀμνύῃ, τῆς διαβολικῆς ὄντα συμμορίας. Τί δή ποτε τοίνυν τοῦτον μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα. ᾿Αλλὰ τῆς ἐκείνων ταῦτα βλασφημίας τολμᾷν. Ἡμεῖς δὲ κἀκείνους καὶ τούτους τοὺς νόμους ἑνὸς ἴσμεν Θεοῦ· τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο. Οἷα γὰρ σοφὸς διδάσκαλος, τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχε. Πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὡς τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους ἐπιφέρονται δίχα συγγνώμης τιμωρίαι· ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν, μὴ τολμᾶν τὴν παράβα-, σιν. Τοῦτο καὶ ἐπὶ τῆς τοῦ Σαββάτου νομοθεσίας ἐγένετο· τὸν γὰρ ἐν Σαββάτῳ τὰ ξύλα συλλέξαι τετολμηκότα, καὶ πρῶτον τὸν περὶ τούτου παραβεβηκότα νόμον, ἅπας κατέλευσεν ὁ λαός· τοῦ Θεοῦ τοῦτο προστεταχότος, ἵνα αὐτουργοὶ τῆς τιμωρίας γενόμενοι, φρίττωσι τὴν παρανομίαν, ὡς τὴν τιμωρίαν ἐπάγουσαν. Χρόνῳ δὲ ὕστερον, πολλῶν τὸν περὶ τοῦ Σαββάτου παραβεβηκότων νόμον, μακροθύμως ὁ νομοθέτης ἤνεγκε τὴν παράβασιν. Οὕτω τὸν Κάϊν πρῶτον πεφονευκότα ταῖς ἀνηκέστοις ὑπέβαλε τιμωρίαις· ἵνα τοὺς ἐπ᾿ ἐκείνου, καὶ μετ᾿ ἐκεῖνον γεγενημένους, δεδίξηται τὰ παραπλήσια μὴ τολμᾷν. Πολλῶν δὲ ὕστερον ἀνδροφόνων γεγενημένων, οὐ παραυτίκα τὰς τιμωρίας ἐπήγαγεν. Ἔδει τοίνυν καὶ τὸν ᾿Ἀδὰμ, πρῶτον δεξάμενον νόμον, καὶ νόμον κουφότατον· τῶν παντοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει δοῦναι δίκην τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους. Εἰ δὲ δυσόργητος ὢν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκε, πῶς ἀνθρώπων ἁπάντων εἰς ἀσέβειαν καὶ παρανομίαν ἐξωκειλάντων, ἐσχάτην οὐ πανωλεθρίαν ἐπήνεγκεν ἀλλὰ τὸν Υἱὸν αὐτοῦ δέδωκε, καὶ τὴν διὰ σταυροῦ καὶ πάθους έδωμένους ὀργῇ τινι ταῦτα δεδρακέναι τὸν τῶν ὅλων Θεὸν, καὶ ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον· δῆλον γὰρ οἶμαι τοῖς τὰ θεῖα πεπαιδευμένοις, ὡς οὐδὲν ἐκ μεταμελείας εἴωθε ποιεῖν ὁ τῶν ὅλων Θεός· τοῦτο γὰρ δὴ τὸ πάθος ἴδιον τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρεσκομένων, καὶ τὸ μέλλον ἔσεσθαι παντάπασιν ἀγνοούντων, Ὁ δὲ τῶν ὅλων Θεὸς ἄτρεπτον μὲν ἔχει τὴν φύσιν οἶδε δὲ, ὡς ἤδη γεγενημένα, τὰ 'μήπω γεγενημένα. Αὐτίκα γοῦν καὶ τὰ κατὰ τὸν Ἀδὰμ προορῶν, καὶ προγινώσκων ὡς θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν προκατεσκεύασεν· εἰς ἄῤῥεν γὰρ καὶ θῆλυ τοῦ σώματος ἐσχημάτισε τὴν διάπλασιν τῶν ρήσατο σωτηρίαν; Καὶ ταῦτα λέγω πρὸς τοὺς οἰοδὲ θνητῶν, καὶ παιδοποιίας δεομένων εἰς τὴν τοῦ γένους διαμονὴν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή. Ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος τούτου χάριν ὁ ποιητὴς ὁμοῦ τὸν τῶν ἀσωμάτων παρήγαγεν ἀριθμόν **. Τῶν δὲ θνητῶν ζώων ἀνὰ δύο καθ᾿ ἕκα - στον ἐδημιούργησε γένος, ἄρσεν καὶ θῆλυ καὶ τῆς αὐξήσεως αὐτοῖς τὴν εὐλογίαν ἐπήνεγκεν. Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Ταῦτα τοίνυν προορῶν ὁ τῶν ὅλων Θεὸς, οὐ μόνον αὐτοὺς οὕτω διέπλασεν, ἀλλὰ καὶ τὸν ἐπὶ τῆς βρώσεως αὐτοῖς δέδωκε νόμον. Ἰδοὺ γὰρ, φησὶ, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω τῆς γῆς· καὶ πᾶν ξύλον, ὅ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον *3, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς **, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὁ ἔχει ἐν αὐτῷ ψυχὴν ζωῆς· καὶ πάντα χόρτον χλωρόν ὑμῖν δέδωκα εἰς βρῶσιν. Ταῦτα γὰρ πρὸ τῆς ἐντολῆς πρὸς τὸν ᾿Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός. Θνητῶν δὲ ἡ βρῶσις· ἀθάνατος γὰρ φύσις οὐ δεῖται τροφῆς. Καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη, ὅτι Μετὰ τὴν ἀνάστασιν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρα νοῖς Οὐ τοίνυν ὀργῆς ἡ τιμωρία, ἀλλ᾽ οἰκονομία σοφίας μεγίστης. Ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπιφέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος. Τούτῳ μὲν τὸ περὶ τὴν ἁμαρτίαν μηχανώμενος μίσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὸ διὰ τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν ἀθανασίαν πραγματευσάμενον **. Τί δὲ ἀπηνὲς ἡ ἀπόφασις ἔχει, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Ἀπὸ γῆς σε, φησὶν, ἔπλασα, καὶ εἰς ἀμείνω πολλῷ μετεσκεύασα φύσιν. Ἐπειδὴ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἠθέλησας, πρὸς τὴν προτέραν ἐπάνελθε φύσιν. 'Ανθ' ὅτου δὲ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; Πάντων αὐτῷ τῶν φυτῶν ἐδεδώκει τὴν ἐξουσίαν ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει. Ὁ δὲ τὰ ἄλλα πάντα καταλιπών, τοῦτον καὶ πρῶτον καὶ μόνον ἐτρύγησε τὸν καρπόν. Τοῦτο γὰρ αὐτῷ καὶ ὁ Δεσπότης Θεὸς ἐμέμψατο Τις γὰρ, φησὶν, ἀνήγγειλέ σοι ὅτι γυ-, μνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; Δεδήλωκε δὲ τοῦτο καὶ ὁ διάβολος δι' ὧν ἔφη τῇ Εὔᾳ· Τί ὅτι εἶπεν ὁ Θεὸς, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύ. λου τοῦ ἐν τῷ παραδείσῳ; Εἰ δὲ εἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων είληφέναι τὴν ἐντολήν. Οὐ σμικρὰ τοιγαροῦν ἡ παράβασις. Πρώτου γὰρ μετέλαβον, οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν.

Agathon ton Theon onomazontes, pōs autǭ periaptete tosautēn apotomian? Ōmotētos gar kai apēnias, to dia brōsin oligēn tosautēn epenenkein timōrian, ou tois hēmartēkosi monon, alla kai tois ex ekeinōn beblastēkosi. Prōton pepeisthai prosēkei tous eusebein proairoumenous, hōs pan hotioun hypo tou Theou tōn holōn ginomenon ē keleuomenon, kai hosion, kai dikaion, kai agathon, kai philanthrōpon. Ei gar tauta panta echein auton homologoumen; kai ta hyp᾿ autou oikonomoumena te kai prostattomena chrē toiauta einai nomizein. "Epeita eidenai dei, hōs pas nomos, kan peri smikrōn. tinōn diagoreuę̄, tēn isēn echei dynamin tǭ ta megista keleuonti poiein, ē apagoreuonti drąn; kai diapherontōs pas theios nomos. Autika goun ho peritemnesthai keleuōn, oudemian parabainomenos tǭ pelas ergazetai blabēn. All' homōs ho nomothetēs phēsin, hoti Pas aperitmētos arsēn, hos ou peritmēthēsetai tę̄ hēmerą tę̄ ogdoę̄, exolothreuthēsetai. Kai hēn hōrise tois androphonois kai tois moichois timōrian, tautēn kai toutǭ eklērōsen. Epeidē de eikos tous dysōnymous hairetikous, antikrys tę̄ palaią polemountas Graphę̄, kai toude katēgorēsai tou nomou. ek tēs euangelikēs nomothesias tas apodeixeis poiēsomai. Heuriskomen gar en ekeinois tois nomois, ton lagnōs horōnta gynaion moicheias krinomenon; kai ton eikē orgizomenon, enochon onta tę̄ krisei; ton de rhaka ton adelphon onomazonta, graphēs palin hypeuthynon; ton de mōron apokalounta, tēs geennēs axion; kai ton omnynta, kan alētheuōn omnyę̄, tēs diabolikēs onta symmorias. Ti dē pote toinyn touton men agathon onomazousin, apēnē de ton tēs palaias nomothetēn? tauta gar ekeinōn kata ton toutōn horon ōmotera. ᾿Alla tēs ekeinōn tauta blasphēmias tolmąn. Hēmeis de kakeinous kai toutous tous nomous henos ismen Theou; to de diaphoron hē tōn nomothetoumenōn poiotēs eirgasato. Hoia gar sophos didaskalos, tois men atelesi ta atelē, tois de teleiois ta teleia prosenēnoche. Pros de toutois skopēteon kai touto, hōs tois prōtois parabainousi tous nomous epipherontai dicha syngnōmēs timōriai; hōste tous allous horōntas tēn kolasin, mē tolman tēn paraba-, sin. Touto kai epi tēs tou Sabbatou nomothesias egeneto; ton gar en Sabbatǭ ta xyla syllexai tetolmēkota, kai prōton ton peri toutou parabebēkota nomon, hapas kateleusen ho laos; tou Theou touto prostetachotos, hina autourgoi tēs timōrias genomenoi, phrittōsi tēn paranomian, hōs tēn timōrian epagousan. Chronǭ de hysteron, pollōn ton peri tou Sabbatou parabebēkotōn nomon, makrothymōs ho nomothetēs ēnenke tēn parabasin. Houtō ton Kaïn prōton pephoneukota tais anēkestois hypebale timōriais; hina tous ep᾿ ekeinou, kai met᾿ ekeinon gegenēmenous, dedixētai ta paraplēsia mē tolmąn. Pollōn de hysteron androphonōn gegenēmenōn, ou parautika tas timōrias epēgagen. Edei toinyn kai ton ᾿Adam, prōton dexamenon nomon, kai nomon kouphotaton; tōn pantodapōn gar autǭ karpōn ededōkei tēn aphthonian, henos de monou tēn edōdēn apēgoreukei dounai dikēn tou plēmmelēmatos eis ōpheleian tou genous. Ei de dysorgētos ōn, hōs ho dysōnymos ephē Markiōn, dia brōsin oligēn tēn tou thanatou timōrian epēnenke, pōs anthrōpōn hapantōn eis asebeian kai paranomian exōkeilantōn, eschatēn ou panōlethrian epēnenken alla ton Huion autou dedōke, kai tēn dia staurou kai pathous edōmenous orgę̄ tini tauta dedrakenai ton tōn holōn Theon, kai agnoountas to tēs oikonomias mystērion; dēlon gar oimai tois ta theia pepaideumenois, hōs ouden ek metameleias eiōthe poiein ho tōn holōn Theos; touto gar dē to pathos idion tōn treptēn echontōn tēn physin, kai nyn men toutois, nyn de ekeinois areskomenōn, kai to mellon esesthai pantapasin agnoountōn, Ho de tōn holōn Theos atrepton men echei tēn physin oide de, hōs ēdē gegenēmena, ta 'mēpō gegenēmena. Autika goun kai ta kata ton Adam proorōn, kai proginōskōn hōs thnētos genēsetai tēn entolēn parabas, toiautēn autou kai tēn physin prokateskeuasen; eis arrhen gar kai thēly tou sōmatos eschēmatise tēn diaplasin tōn rēsato sōtērian? Kai tauta legō pros tous oiode thnētōn, kai paidopoiias deomenōn eis tēn tou genous diamonēn, hē toiautē tōn sōmatōn kataskeuē. Hē gar athanatos physis ou deitai tou thēleos toutou charin ho poiētēs homou ton tōn asōmatōn parēgagen arithmon **. Tōn de thnētōn zōōn ana dyo kath᾿ heka - ston edēmiourgēse genos, arsen kai thēly kai tēs auxēseōs autois tēn eulogian epēnenken. Auxanesthe, kai plēthynesthe, kai plērōsate tēn gēn, kai katakyrieusate autēs. Tauta toinyn proorōn ho tōn holōn Theos, ou monon autous houtō dieplasen, alla kai ton epi tēs brōseōs autois dedōke nomon. Idou gar, phēsi, dedōka hymin panta chorton sporimon speiron sperma, ho estin epanō tēs gēs; kai pan xylon, ho echei en heautǭ karpon spermatos sporimon *3, hymin estai eis brōsin, kai pasi tois thēriois tēs gēs **, kai pasi tois peteinois tou ouranou, kai panti herpetǭ herponti epi tēs gēs, ho echei en autǭ psychēn zōēs; kai panta chorton chlōron hymin dedōka eis brōsin. Tauta gar pro tēs entolēs pros ton ᾿Adam ho tōn holōn ephē Theos. Thnētōn de hē brōsis; athanatos gar physis ou deitai trophēs. Kai touto didaskōn ho Kyrios ephē, hoti Meta tēn anastasin oute gamousin oute gamiskontai, all᾽ eisin hōs angeloi en tois oura nois Ou toinyn orgēs hē timōria, all᾽ oikonomia sophias megistēs. Hina gar misę̄ tēn hamartian tōn anthrōpōn to genos, hōs aitian thanatou gegenēmenēn, meta tēn parabasin tēs entolēs epipherei tou thanatou tēn psēphon ho pansophos. Toutǭ men to peri tēn hamartian mēchanōmenos misos, proeutrepizōn de tǭ genei tēs sōtērias to pharmakon, to dia tēs tou Monogenous enanthrōpēseōs, tēn ek nekrōn anastasin, kai tēn athanasian pragmateusamenon **. Ti de apēnes hē apophasis echei, Gē ei, kai eis gēn apeleusę̄? Apo gēs se, phēsin, eplasa, kai eis ameinō pollǭ meteskeuasa physin. Epeidē de phylaxai mou tēn entolēn ouk ēthelēsas, pros tēn proteran epanelthe physin. 'Anth' hotou de smikron einai dokei to hamartēma? Pantōn autǭ tōn phytōn ededōkei tēn exousian henos de monou tēn edōdēn apēgoreukei. Ho de ta alla panta katalipōn, touton kai prōton kai monon etrygēse ton karpon. Touto gar autǭ kai ho Despotēs Theos emempsato Tis gar, phēsin, anēngeile soi hoti gy-, mnos ei, ei mē apo tou xylou, hou eneteilamēn soi toutou monou mē phagein, ap᾿ autou ephages? Dedēlōke de touto kai ho diabolos di' hōn ephē tę̄ Euą; Ti hoti eipen ho Theos, ou mē phagēte apo pantos xy. lou tou en tǭ paradeisǭ? Ei de eiden edēdokotas, ouk an ǭēthē peri pantōn autous tōn dendrōn eilēphenai tēn entolēn. Ou smikra toigaroun hē parabasis. Prōtou gar metelabon, hou monou mē metaschein ekeleusthēsan.

You call God good: how then do you attach such severity to him? It is cruel and harsh to inflict so great a punishment for a little food, not only on those who sinned but also on those who sprang from them. First, those who choose to be pious must be convinced that whatever is done or commanded by the God of the universe is holy, just, good, and loving toward humankind. If we confess that he has all these qualities, we must think that what he arranges and commands is of the same kind. Next, one must know that every law, even if it gives directions about small matters, has equal force with one that commands the greatest things to be done, or forbids them; and this is especially true of every divine law. The law commanding circumcision, for example, does no harm to one's neighbor when it is transgressed. Yet the lawgiver says, “Every uncircumcised male who is not circumcised on the eighth day shall be destroyed”; and the punishment he fixed for murderers and adulterers he assigned to this too. But since the heretics of ill-omened name, who openly make war on the Old Scripture, are likely to accuse this law too, I shall make my proofs from the legislation of the Gospel. For in those laws we find that the one who looks lustfully at a woman is judged guilty of adultery; the one who is angry without cause is liable to judgment; the one who calls his brother “Raca” is answerable to the court; the one who calls him “fool” deserves Gehenna; and the one who swears, even if he swears truly, belongs to the devil's company. Why then do they call this lawgiver good, but the lawgiver of the Old Testament harsh? By their own standard these laws are harsher than those. But daring such things belongs to their blasphemy. We know that both these laws and those come from one God; the difference was produced by the character of those who received the law. Like a wise teacher, he offered imperfect things to the imperfect and perfect things to the perfect. Besides this, one must consider that punishments are inflicted without pardon on the first transgressors of laws, so that others, seeing the punishment, may not dare the transgression. This happened with the law of the Sabbath: the man who dared to gather wood on the Sabbath, the first to transgress the law about it, was stoned by the whole people at God's command, so that, having carried out the punishment with their own hands, they might shudder at lawlessness as something that brings punishment. Later, when many transgressed the law of the Sabbath, the lawgiver bore the transgression patiently. So too he subjected Cain, the first murderer, to incurable punishments, to frighten those of his time and those after him from daring anything similar; but later, when there had been many murderers, he did not bring the punishments at once. So Adam too, who first received a law, and a very light law (for he had given him an abundance of fruits of every kind, and forbidden him to eat of one only), had to pay the penalty of his offence for the benefit of the race. But if, being irascible, as Marcion of ill-omened name said, he inflicted the punishment of death for a little food, how is it that, when all human beings had run aground in impiety and lawlessness, he did not bring final and total destruction upon them, but gave his Son and procured salvation through the cross and passion? I say this to those who think that the God of the universe did these things out of some anger, and who do not know the mystery of the dispensation. It is plain, I think, to those taught in divine things that the God of the universe never does anything out of regret; this passion is proper to those who have a changeable nature, who are pleased now with one thing and now with another, and are wholly ignorant of what will be. But the God of the universe has an unchangeable nature, and knows what has not yet happened as already done. So, foreseeing what concerned Adam, and foreknowing that he would become mortal by transgressing the commandment, he prepared his nature beforehand to suit; for he shaped the formation of the body into male and female. Such a constitution of bodies belongs to mortals, who need childbearing for the continuance of the race. Immortal nature does not need the female; that is why the maker brought forth the whole number of the incorporeal beings at once. But of the mortal animals he created male and female, two by two in each kind, and gave them the blessing of increase: “Increase and multiply, and fill the earth and have dominion over it.” Foreseeing this, then, the God of the universe not only formed them in this way, but also gave them the law about food: “See,” he says, “I have given you every plant yielding seed that is upon the earth, and every tree that has in itself fruit of seed for sowing; it shall be food for you, and for all the beasts of the earth, and all the birds of heaven, and every creeping thing that creeps on the earth, which has in it the breath of life; and I have given you every green plant for food.” The God of the universe said this to Adam before the commandment. But food belongs to mortals; immortal nature needs no nourishment. And the Lord, teaching this, said that after the resurrection “they neither marry nor are given in marriage, but are like angels in heaven.” The punishment, then, was not the work of anger, but a dispensation of the greatest wisdom. So that the human race might hate sin as the cause of death, the all-wise one brings the sentence of death after the transgression of the commandment. By this he contrives hatred of sin, while preparing beforehand for the race the remedy of salvation, which, through the becoming man of the Only-begotten, procured the resurrection from the dead and immortality. And what is harsh in the sentence, “You are earth, and to earth you will return”? “I formed you from earth,” he says, “and changed you into a far better nature; but since you would not keep my commandment, return to your former nature.” And why should the sin seem small? He had given him authority over all the plants, and forbidden him to eat from one alone. But he, leaving all the others, plucked this fruit first and only. This is what God the Master reproached him with: “Who told you,” he says, “that you were naked, unless you have eaten from the tree of which I commanded you not to eat from this alone?” The devil too made this plain by what he said to Eve: “Why is it that God said, You shall not eat from every tree in the paradise?” If he had seen them eating, he would not have thought that they had received the commandment about all the trees. The transgression, then, was not small: they partook first of the one tree from which alone they had been commanded not to partake.

Gen 17:14 (quotation, high confidence) · Matt 5:28 (allusion, high confidence) · Matt 5:22 (allusion, high confidence) · Matt 5:34–37 (allusion, high confidence) · Num 15:32–36 (allusion, high confidence) · Gen 4:11–15 (allusion, high confidence) · Gen 2:16–17 (allusion, high confidence) · Gen 1:27 (allusion, medium confidence) · Gen 1:28 (quotation, high confidence) · Gen 1:29–30 (quotation, high confidence) · Matt 22:30 (quotation, high confidence) · Gen 3:19 (quotation, high confidence) · Gen 3:11 (quotation, high confidence) · Gen 3:1 (quotation, high confidence)

Notes and citation

Summary: Answering the charge that God was cruel to punish Adam's race for a little food, Theodoret argues that God's laws are just, that first transgressions are punished as warnings, that death was foreseen and turned to healing, and that Adam's sin was not small.

  • Quotations: Gen 17:14 (LXX); Gen 1:28; Gen 1:29–30; Matt 22:30; Gen 3:19; Gen 3:11 (LXX); Gen 3:1. Allusions: Matt 5:28, 22, 34–37; Num 15:32–36; Gen 4:11–15; Gen 2:16–17. Marcion is named as holding that the God of the Old Testament is irascible; Theodoret's reply is translated as written. In the scan several lines of the passage on the Son's saving work and on male and female are displaced and interleaved; they are translated in their evident order. A stray note (“deprives the lovers of virtue of the crowns”) and a fragment of the apparatus were removed.

Notes on the original text

  • Digital text corrected (fragment of the apparatus leaked into the text; stray note line leaked into the text): ἀποστερεῖ τῶν στεφάνων τοὺς τῆς ἀρετῆς ἑραστάς. → ; ξύλον ὁ ἔχει ἐν ἑαυτῷ καρπόν. σοφίας μεστή. κ. λ. → .

Topics: God, The fall, Death and burial, Marcionism, The law of Moses, Providence

Cite (SBL): Theodoret, Quaest. Oct. 1.37 (PG 80 80:131; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-37). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-37) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.38PG 80 80:137

Τίνος ἕνεκα, τοῦ Θεοῦ εἰρηκότος, ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανῇ, οὐκ εὐθὺς ἀπέθανε τὴν ἐντολὴν παραβάς *'; Ἐναντία αὕτη κατηγορία. Πρὸ βραχέος γὰρ ἀπηνῆ τὸν Θεὸν ἀποκαλοῦντες, νῦν αὐτοῦ φιλανθρωπίαν κατηγορεῖτε. Ὑμνεῖν δὲ μᾶλλον ἐχρῆν, ἀλλ᾽ οὐ κατηγορεῖν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Εἴωθε γὰρ μείζονα μὲν ἀπειλεῖν, ἐλάττους δὲ τῶν ἀπειλῶν τὰς τιμωρίας ἐπάγειν. Καὶ τοῦτο πολλαχῆ ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἐνταῦθα μέντοι τὸν τῆς θνητότητος ὄρον ὠνόμασε θάνατον· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἠρμήνευσεν· «Ἡ δ᾽ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ. Μετὰ γὰρ δὴ τὴν θείαν ἀπόφασιν, καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν τὸν θάνατον προσεδέχετο οὕτως οἱ πεπιστευκότες τῷ Δεσπότῃ Χριστῷ, καὶ σφαττόμενοι ζῶσι, προσμένοντες τὴν ἀνάστασιν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν.

Tinos heneka, tou Theou eirēkotos, hę̄ d᾽ an hēmerą phagę̄ apo tou xylou, thanatǭ apothanę̄, ouk euthys apethane tēn entolēn parabas *'? Enantia hautē katēgoria. Pro bracheos gar apēnē ton Theon apokalountes, nyn autou philanthrōpian katēgoreite. Hymnein de mallon echrēn, all᾽ ou katēgorein tēs agathotētos tou Theou. Eiōthe gar meizona men apeilein, elattous de tōn apeilōn tas timōrias epagein. Kai touto pollachē estin heurein para tę̄ theią Graphę̄. Entautha mentoi ton tēs thnētotētos oron ōnomase thanaton; houtō gar kai ho Symmachos ērmēneusen; «Hē d᾽ an hēmerą phagę̄ apo tou xylou, thnētos esę̄. Meta gar dē tēn theian apophasin, kath' hekastēn, hōs epos eipein, hēmeran ton thanaton prosedecheto houtōs hoi pepisteukotes tǭ Despotę̄ Christǭ, kai sphattomenoi zōsi, prosmenontes tēn anastasin, kai tēn tōn ouranōn basileian. Tę̄ gar elpidi esōthēmen.

Why, when God had said, “On whatever day you eat from the tree, you shall surely die,” did he not die at once when he transgressed the commandment? This accusation is the opposite of the last. A little before, you called God harsh; now you accuse his love for humankind. You ought rather to praise the goodness of God, not accuse it. For he usually threatens greater things but brings punishments smaller than the threats; and one can find this in many places in the divine Scripture. Here, however, he called the sentence of mortality death; for so Symmachus too translated: “On whatever day you eat from the tree, you will be mortal.” After the divine sentence he expected death every day, so to speak. So too those who have believed in Christ the Master live even while being slaughtered, awaiting the resurrection and the kingdom of heaven. “For in hope we were saved.”

Gen 2:17 (quotation, high confidence) · Rom 8:24 (quotation, high confidence) · Rom 8:36 (echo, low confidence)

Notes and citation

Summary: Adam did not die at once because God threatens more than he inflicts; “die” means “become mortal,” as Symmachus translated.

  • Quotations: Gen 2:17 (LXX and Symmachus); Rom 8:24. Allusion: Rom 8:36. Symmachus's Greek version has no entry in the site's list of texts.

Topics: The fall, Death and burial, God, Hope

Cite (SBL): Theodoret, Quaest. Oct. 1.38 (PG 80 80:137; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-38). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-38) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.39PG 80 80:137

Τοὺς χιτῶνας τοὺς δερματίνους τί νοητέον; Οἱ μὲν ἀλληγορηταὶ τὴν θνητὴν σάρκα φασὶ τὰ δέρματα ἄλλοι δέ τινες ἀπὸ φλοιῶν δένδρων τούτους κατεσκευᾶσθαι εἰρήκασιν. Ἐγὼ δὲ γε οὐδέτερον τούτων προσίεμαι. Τὸ μὲν γὰρ περίεργον, τὸ δὲ ἄγαν μυθῶδες. Τῆς γὰρ θείας Γραφῆς καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα διαπεπλᾶσθαι φησάσης, πῶς οὐ μυθῶδες τὸ λέγειν μετὰ τὴν παράβασιν τῆς ἐντολῆς σάρκα αὐτοὺς εἰληφέναι θνητήν; Τὸ δέ γε πολυπραγμονεῖν, πόθεν τῷ Θεῷ δέρματα, καὶ διὰ τοῦτο καινὸν εἶδος περιβολαίων ἐπινοεῖν, περιττὸν εἶναί μοι δοκεῖ. Χρὴ τοίνυν στέργειν τὰ γεγραμμένα, καὶ εἰδέναι ὡς οὐδὲν ἄπορον τῷ τῶν ὅλων Δημιουργῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν ἄπειρον ἀγαθότητα· ὅτι καὶ παραβεβηκότων ἐπιμελεῖται καὶ δεηθέντων περιβολαίου οὐ περιεῖδε γυμνούς **.

Tous chitōnas tous dermatinous ti noēteon? Hoi men allēgorētai tēn thnētēn sarka phasi ta dermata alloi de tines apo phloiōn dendrōn toutous kateskeuasthai eirēkasin. Egō de ge oudeteron toutōn prosiemai. To men gar periergon, to de agan mythōdes. Tēs gar theias Graphēs kai pro tēs psychēs to sōma diapeplasthai phēsasēs, pōs ou mythōdes to legein meta tēn parabasin tēs entolēs sarka autous eilēphenai thnētēn? To de ge polypragmonein, pothen tǭ Theǭ dermata, kai dia touto kainon eidos peribolaiōn epinoein, peritton einai moi dokei. Chrē toinyn stergein ta gegrammena, kai eidenai hōs ouden aporon tǭ tōn holōn Dēmiourgǭ, kai thaumazein autou tēn apeiron agathotēta; hoti kai parabebēkotōn epimeleitai kai deēthentōn peribolaiou ou perieide gymnous **.

How should the garments of skin be understood? The allegorists say that the skins are mortal flesh; others have said that they were made from the bark of trees. I accept neither of these; the one is overly curious, the other very fabulous. Since the divine Scripture says that the body was formed even before the soul, how is it not fabulous to say that after transgressing the commandment they received mortal flesh? And to busy oneself about where God got skins, and on that account to invent a new kind of clothing, seems to me superfluous. One must be content with what is written, and know that nothing is impossible for the creator of the universe, and marvel at his boundless goodness: he cares for them even after their transgression, and when they needed clothing he did not overlook them in their nakedness.

Gen 3:21 (allusion, high confidence) · Gen 2:7 (allusion, medium confidence)

Notes and citation

Summary: Theodoret rejects allegorical and fanciful explanations of the garments of skin and accepts the plain statement that God clothed Adam and Eve.

  • Allusions: Gen 3:21; Gen 2:7. Catena extracts under the names of Theodore and Origen on the garments of skin, printed by Migne as notes, had entered the scan text and were removed.

Notes on the original text

  • Digital text corrected (catena extracts (Theodore, Origen) printed by Migne as notes leaked into the text): ΘΕΟΔΩΡΟΥ. Ἐζήτηται, τί ἐστι χιτῶνας δερματίνους ἀλλ᾽ εἰ μὲν ζώων σφαγέντων ἐξ αὐτῶν ἐγένοντο τὰ ἐνδύματα, εὔδηλον, ὅτι ἐπέλιπε τὸ γένος τῶν σφαγέντων· ἄρτι μὲν τοῦ Θεοῦ ἄῤῥεν τε καὶ θῆλυ πεποιηκότος, οὔπω δὲ οὐδενὸς τετογμένου, πρὸς τῷ κἀκεῖνο μὴ ἐνδέχεσθαι νομίζειν, ὅτι ζῶα σφάττεσθαι ἐκέλευσεν ὁ Θεὸς, ὅτε μήπω κρεοφαγία ἦν ἐπιτετραμμένη τοῖς ἀνθρωποις· τοὺς μὴ ὄντας δὲ χιτῶνας ἔτι πλέον ἀπρεπὲς νομίζειν ὅτι παρήγαγεν ὁ Θεὸς, ὃς ἐν τῇ τοῦ ἀνθρώπου ποιήσει τοῦ ποιεῖν τι μὴ ὂν ἀπεπαύσατο, ὡς ἐν τούτῳ τοῦ κόσμου παντὸς συμπεράνας τὴν ποίησιν. Εὔδηλον οὖν, ὡς οὐδ᾽ ἂν χιτῶνας δερματίνους ἐκ τοῦ μὴ ὄντος παρήγαγεν. ᾿Αλλὰ γὰρ ἡγνόησαν, ὡς ἔοικεν, οἱ περὶ τούτων ζητοῦντες, ὅτι δέρματα οὐ μό νον τὰ ἐκ τῶν ζώων ἀφαιρούμενα λέγεται, ἀλλὰ καὶ τὰ ἐκ τῶν δένδρων, ἃ καὶ φλοιοὺς ὀνομάζειν ἔθος τοῖς πολλοῖς. Ἐκ δένδρων τοίνυν ἐπιτηδείους πως φλοιοὺς ἐχόντων εἰς ἐνδυμάτων κατασκευὴν, ἐποίησαν οἱ περὶ τὸν ᾿Ἀδὰμ τὰ ἐνδύματα, τοῦ Θεοῦ σε κατ' ἔννοιαν αὐτοῖς ὑποθεμένου, πῶς χρὴ τοῦτο ποιῆσαι. ΩΡΙΓΕΝΟΥΣ. Τί δεῖ νοεῖν τοὺς δερματίνους χιτῶνας; Σφόδρα μὲν οὖν ἡλίθιον, καὶ γραῶδες, καὶ ἀνάξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀποθανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταρ ῥάψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι, ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον· οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ ᾿Αδάμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου ; Ταύτας οὖν τὰς ἀπορίας περιϊστάμενοί τινες, δερματίνους χιτῶνας, τὴν νέκρωσιν, ἣν ἀμφιέννυται ὁ ᾿Αδάμ, καὶ ἡ Εὔα, διὰ τὴν ἁμαρτίαν θανατωθέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αὐτοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πρὸς τούτοις, ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ μὴ εἶναι φθαρτὰ, εἴ γε ὕστερον τὴν νέκρωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Αλλ' εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέτωσαν πῶς ἔκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ ᾿Ακύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὅ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς· λεκτέον ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς· τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν. → .

Topics: The fall, Interpreting Scripture, Providence

Cite (SBL): Theodoret, Quaest. Oct. 1.39 (PG 80 80:137; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-39). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-39) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.40PG 80 80:141

Τί ἐστι τὸ,‹ Ἰδοὺ γέγονεν ᾿Αδὰμ ὡς εἰς ἐξ ἡμῶν ; Ἐπειδὴ ὁ διάβολος εἶπεν, «Ἔσεσθε ὡς θεοὶ για κύσκοντες καλὸν καὶ πονηρὸν, ἐδέξατο δὲ τοῦ θανάτου τὸν ὄρον τὴν ἐντολὴν παραβὰς, εἰρωνικῶς τοῦτο εἴρηκεν ὁ τῶν ὅλων Θεὸς, δεικνὺς τῆς διαβολικῆς ἐπαγγελίας τὸ ψεῦδος. Μεταλαβεῖν δὲ αὐτὸν τοῦ καρποῦ τοῦ ξύλου τῆς ζωῆς διεκώλυσεν· οὐ φθονῶν αὐτῷ τῆς ἀθανάτου ζωῆς, ἀλλὰ τῆς ἁμαρτίας ἐπέχων τὸν δρόμον. Ἰατρεία τοίνυν ὁ θάνατος, οὐ τιμωρία ἐστίν. Ἐπέχει γὰρ τῆς ἁμαρτίας τὴν ὁρμήν. Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ ς τῆς ἁμαρτίας. Καταντικρὺ δὲ τοῦ παραδείσου διάγειν αὐτὸν προσέταξεν· ἵνα τῆς ἀλύπου βιοτῆς εἰς μνήμην ἐρχόμενος, μισῇ τὴν ἁμαρτίαν, ὡς πρόξενον τῆς ἐπιπόνου ζωῆς.

Ti esti to,‹ Idou gegonen ᾿Adam hōs eis ex hēmōn ? Epeidē ho diabolos eipen, «Esesthe hōs theoi gia kyskontes kalon kai ponēron, edexato de tou thanatou ton oron tēn entolēn parabas, eirōnikōs touto eirēken ho tōn holōn Theos, deiknys tēs diabolikēs epangelias to pseudos. Metalabein de auton tou karpou tou xylou tēs zōēs diekōlysen; ou phthonōn autǭ tēs athanatou zōēs, alla tēs hamartias epechōn ton dromon. Iatreia toinyn ho thanatos, ou timōria estin. Epechei gar tēs hamartias tēn hormēn. Ho gar apothanōn, phēsi, dedikaiōtai apo s tēs hamartias. Katantikry de tou paradeisou diagein auton prosetaxen; hina tēs alypou biotēs eis mnēmēn erchomenos, misę̄ tēn hamartian, hōs proxenon tēs epiponou zōēs.

What does “See, Adam has become like one of us” mean? Since the devil had said, “You will be like gods, knowing good and evil,” and Adam had received the sentence of death for transgressing the commandment, the God of the universe said this ironically, showing the falsehood of the devil's promise. He prevented him from partaking of the fruit of the tree of life, not because he grudged him immortal life, but to check the course of sin. Death, then, is a cure, not a punishment; for it checks the impulse of sin. “For the one who has died,” it says, “has been justified from sin.” He commanded him to live opposite paradise, so that, remembering the life free of pain, he might hate sin as the cause of a life of toil.

Gen 3:22 (quotation, high confidence) · Gen 3:5 (quotation, high confidence) · Rom 6:7 (quotation, high confidence) · Gen 3:24 (allusion, high confidence)

Notes and citation

Summary: God's words “like one of us” are ironic, exposing the devil's lie; barring Adam from the tree of life made death a cure for sin.

  • Quotations: Gen 3:22; Gen 3:5; Rom 6:7. Allusion: Gen 3:24 (LXX “he settled him opposite paradise”). A catena extract under the name of Theodore on the cherubim, printed by Migne as a note, had entered the scan text and was removed; the opening words of the next question, which follow it in the scan, were moved to the next section.

Notes on the original text

  • Digital text corrected (catena extract (Theodore) printed by Migne as a note leaked into the text; opening words of the next question moved to 1.41): ΘΕΟΔΩΡΟΥ. Οὐκ ἀοράτους τινὰς δυνάμεις λέγει τὰ Χερουβίμ, ὥς τινες οἴονται· ἐπεὶ μηδὲ συνετέλει τι ἀόρατος φύσις ἐκεῖ, αἰσθητῆς ὄψεως ὀφειλούσης εἶναι τῆς τὸν ᾿Αδὰμ παιδευούσης. Οὔτε οὖν ἡ φλογίνη ρομφαία φύσις ἦν πυρὸς, ἀλλ᾿ ὄψις τοιαύτη· οὔτε τὰ Χερουβίμ ζῶα, ἀλλ᾿ ὄψις τοιαύτη. Ἐπεὶ καὶ Ἰεζεκιήλ τετραπρόσωπα τὰ Χερουβὶμ ὁρᾷ τετραπρόσωπος δὲ ἀοράτον φύσις οὐκ ἔστιν. Ἀλλὰ Χερουβίμ καλεῖ πᾶν τὸ δυνατόν. Οὕτως λέγει, οὐκ ἔστιν. δὲς λέγει τὸ γράμμα τῆς θείας γραφῆς. νατος ἡ τιμωρία. καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἀντὶ τοῦ, ὁ δυνατῶς βασιλεύων καὶ, Ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἀντὶ τοῦ, μετὰ πολλῆς παρεγένετο τῆς δυνάμεως. Τὸ οὖν, «Ἔταξε τὰ Χερουβίμ, ἵνα εἴπῃ δυνατὴν τινα καὶ φοβερὰν ὄψιν καὶ μορφὴν, ὡσανεί τινων ζώων, ἐπέστησε τῇ εἰσόδῳ τοῦ παραδείσου, ὥστε ἀπείργειν τὸν ᾿Αδάμ. → ; Εἰ ἐλυπήθη Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ → .

Topics: The fall, Death and burial, The devil and demons

Cite (SBL): Theodoret, Quaest. Oct. 1.40 (PG 80 80:141; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-40). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-40) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.41PG 80 80:143

Εἰ ἐλυπήθη Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ προσενεχθέντων, δῆλον ὅτι μετεμελήθη· τῶν γὰρ μεταμελουμένων ἡ λύπη. Ἡνίασεν αὐτὸν οὐχ ἡ αὐτοῦ πλημμέλεια, ἀλλ᾽ ἡ τοῦ ἀδελφοῦ εὐπραξία. Τοῦτο γὰρ καὶ ὁ ᾿Ακύλας ᾐνίξατο ἔφη δὲ οὕτως, «Καὶ ὀργίλον τῷ Κάϊν σφόδρα, καὶ ἔπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Κάϊν, Εἰς τί τὸ ὀργίλον σοι;

Ei elypēthē Kaïn mē dechthentōn tōn par' autou prosenechthentōn, dēlon hoti metemelēthē; tōn gar metameloumenōn hē lypē. Hēniasen auton ouch hē autou plēmmeleia, all᾽ hē tou adelphou eupraxia. Touto gar kai ho ᾿Akylas ę̄nixato ephē de houtōs, «Kai orgilon tǭ Kaïn sphodra, kai epese to prosōpon autou. Kai eipe Kyrios pros Kaïn, Eis ti to orgilon soi?

If Cain was grieved because his offerings were not accepted, it is plain that he repented; for grief belongs to those who repent. What vexed him was not his own fault, but his brother's success. Aquila too hinted at this; he put it so: “And Cain was very angry, and his face fell. And the Lord said to Cain, Why are you angry?”

Gen 4:5–6 (quotation, high confidence)

Notes and citation

Summary: Cain's grief was not repentance but anger at his brother's success, as Aquila's version shows.

  • The question is put as an objection; its opening words stand at the end of the previous section in the scan and were moved here. Quotation: Gen 4:5–6 (Aquila).

Notes on the original text

  • Digital text corrected (opening words of the question stand at the end of the previous section in the scan): προσενεχθέντων, δῆλον → Εἰ ἐλυπήθη Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ προσενεχθέντων, δῆλον.

Topics: Anger and envy, Repentance

Cite (SBL): Theodoret, Quaest. Oct. 1.41 (PG 80 80:143; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-41). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-41) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.42PG 80 80:143

Ποῖον σημεῖον ἔθετο τῷ Κάϊν ὁ Θεός; Αὐτὸς ὁ τοῦ Θεοῦ ὄρος σημεῖον ἦν, κωλύων αὐτὸν ἀναιρεθῆναι καὶ αὐτὸς δὲ τῶν μελῶν ὁ κλόνος ἐπίσημον αὐτὸν καὶ δῆλον εἰργάζετο.

Poion sēmeion etheto tǭ Kaïn ho Theos? Autos ho tou Theou oros sēmeion ēn, kōlyōn auton anairethēnai kai autos de tōn melōn ho klonos episēmon auton kai dēlon eirgazeto.

What sign did God put on Cain? God's decree itself was a sign, preventing him from being killed; and the trembling of his limbs made him marked and conspicuous.

Gen 4:15 (allusion, high confidence) · Gen 4:12 (allusion, medium confidence)

Notes and citation

Summary: Cain's sign was God's decree protecting him and the trembling that marked him out.

  • Allusion: Gen 4:15; Gen 4:12 (LXX “groaning and trembling”).

Cite (SBL): Theodoret, Quaest. Oct. 1.42 (PG 80 80:143; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-42). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-42) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.43PG 80 80:143

Τίνα ὁ Κάϊν ἔσχε γυναῖκα ; Δῆλον ὅτι τὴν ἀδελφήν οὐκ ἦν δὲ τοῦτο τηνικαῦτα κατηγορία, οὐδενὸς ἀπαγορεύοντος νόμου. ῎Αλλως τε οὐδὲ οἷόν τε ἦν ἄλλως αὐξηθῆναι τὸ γένος. Ἠβουλήθη δὲ ὁ Θεὸς, ἐξ ἑνὸς ἀνδρὸς καὶ ἐκ μιᾶς γυναικὸς ἅπαντα συστῆσαι τῶν ἀνθρώπων τὰ ἔθνη· πρῶτον ἵνα τὸ ταυτὸν τῆς φύσεως γινώσκωσιν, ὡς ἐξ ἑνὸς ζεύγους βεβλαστηκότες ἔπειτα καὶ εἰς ὁμόνοιαν συνάπτωνται ὡς ἐκ μιᾶς ῥίζης ἠνθηκότες. Εἰ γὰρ καὶ τούτων παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρυτανευθέντων μυρίαι τολμῶνται σφαγαὶ, τί οὐκ ἂν ἐτόλμησαν, εἰ ἐκ διαφόρων βεβλαστηκέναι πατέρων ᾠήθησαν; Τούτου χάριν ἕνα μὲν ἐκ τῆς γῆς διέπλασεν ἄνδρα ἐκ δὲ τούτου μίαν ἐδημιούργησε γυναῖκα ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε. Διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν· ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον. Διά τοι τοῦτο σὺν τῷ Νῶε καὶ τοῖς υἱέσι, καὶ τὰς ἐκείνων γυναῖκας διέσωσεν ἐν τῇ κιβωτῷ, ἵνα ταῖς ἀνεψιαῖς οἱ ἐκείνων συναφθῶσι παῖδες.

Tina ho Kaïn esche gynaika ? Dēlon hoti tēn adelphēn ouk ēn de touto tēnikauta katēgoria, oudenos apagoreuontos nomou. ᾿Allōs te oude hoion te ēn allōs auxēthēnai to genos. Ēboulēthē de ho Theos, ex henos andros kai ek mias gynaikos hapanta systēsai tōn anthrōpōn ta ethnē; prōton hina to tauton tēs physeōs ginōskōsin, hōs ex henos zeugous beblastēkotes epeita kai eis homonoian synaptōntai hōs ek mias rhizēs ēnthēkotes. Ei gar kai toutōn para tou Theou tōn holōn prytaneuthentōn myriai tolmōntai sphagai, ti ouk an etolmēsan, ei ek diaphorōn beblastēkenai paterōn ǭēthēsan? Toutou charin hena men ek tēs gēs dieplasen andra ek de toutou mian edēmiourgēse gynaika ek de toutōn pasan tēn oikoumenēn tou genous eplērōse. Dia tēnde toinyn tēn aitian, synechōrēsen en archę̄ tōn adelphōn tēn epimixian; epeidē de ēuxēthē to genos, hōs paranomon touton apagoreuei ton gamon. Dia toi touto syn tǭ Nōe kai tois huiesi, kai tas ekeinōn gynaikas diesōsen en tę̄ kibōtǭ, hina tais anepsiais hoi ekeinōn synaphthōsi paides.

Whom did Cain have as wife? His sister, clearly; but this was not then a charge against him, since no law forbade it. Besides, the race could not have increased otherwise. God wished to establish all the nations of human beings from one man and one woman: first, so that they might recognize the sameness of their nature, as sprung from one couple; then, so that they might be joined in concord, as having flowered from one root. For if, even with these things so governed by the God of the universe, countless slaughters are dared, what would they not have dared if they had thought that they had sprung from different fathers? For this reason he formed one man from the earth, made one woman from him, and from them filled the whole world with the race. For this reason, then, he permitted at the beginning the union of brothers and sisters; but when the race had increased, he forbids this marriage as unlawful. That is why, with Noah and his sons, he also saved their wives in the ark, so that their children might be joined to their cousins.

Gen 4:17 (allusion, high confidence) · Acts 17:26 (echo, low confidence) · Lev 18:9 (allusion, medium confidence) · Gen 7:7 (allusion, high confidence)

Notes and citation

Summary: Cain married his sister, which was permitted before the race increased and the law forbade it; God made all nations from one couple to teach their common nature.

  • Allusions: Gen 4:17; Acts 17:26; Lev 18:9; Gen 7:7. A long catena passage on the sevenfold vengeance and the seven sins and punishments of Cain had been inserted in the middle of a word in the scan and was removed.

Notes on the original text

  • Digital text corrected (catena passage inserted mid-word; word split with stray mark): Ἠβου& λήθη → Ἠβουλήθη; τητέον. Καὶ διατί ἑπτὰ ἐκδικήσεις ζητητέον, καὶ διατί ἑπτὰ ὑπὲρ ἑνὸς φόνου. Ὅτι καὶ τὰ ἁμαρτήματα τοσαῦτα ἦν· τὰ γὰρ ἀπὸ γῆς προσάγων τῷ Θεῷ, ὕβρισεν ὅτι μὴ διέκρινε, δέον τὰ ἐκλεκτὰ προσαγαγεῖν· ἐλυπήθη, ὅτι οὕτως ὑβρίσας τὸν Θεὸν, μὴ ἐδέχθη· ἡσυχάσαι προσταχθεὶς παρ' αὐτοῦ τοῦ Θεοῦ, οὐκ ἠρέμησεν· ἐβάσκηνε τὸν ἀδελφὸν ὡς ἀδελφὸν, ὅτι πιστευθεὶς ἐξαγαγὼν εἰς τὸ πεδίον ἀνεῖλε· ψεύδεται τῷ Θεῷ ἐρωτώμενος, Ποῦ ἐστιν ῎Αβελ ὁ ἀδελφός σου;» Ἐλύπησε τοὺς γεγεννηκότας, ἀνελὼν τὸν ἀδελφόν. Εἰκότως ἄρα τῶν ἑπτὰ ἁμαρτημάτων τοσαύτας τιμωρίας ἀντιλαμβάνει. Πρώτην, τὸ τῆς ἐπικαταράτου γῆς, ἐπικατάρατον γενέσθαι· ἡ μὲν γὰρ διὰ τὸν ἄνθρωπο τὸν ἄνθρωπον, ὁ δὲ δι᾽ ἑαυτὸν δὲ δι᾽ ἑαυτὸν ἐδέξατο τὴν κατάραν δευτέραν, τὸ μὴ τῶν πόνων κατ᾿ ἀξίαν τὴν τῶν ἀπὸ γῆς προσφορὰν δέχεσθαι· τὸ μὲν γὰρ Ἐργᾷ τὴν γῆν, καὶ καὶ τῷ πατρὶ π ὁ ἱ δέδοτο, τὸ δὲ Οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς, κ τῷ Κάϊν· τρίτην, τὸ στένειν· τετάρτην, τὸ τρέμειν, ἢ κατὰ ἄλλους ἑρμηνευτὰς ἀκαταστατεῖν, τουτέστι τὸ πλανᾶσθαι ἐπὶ τῆς γῆς· πέμπτην τὴν ἁπάντων χαλεπωτέραν, τὸ τῆς τοῦ Θεοῦ οἰκειώσεως ἀλλοτριωθῆναι ὡσαύτως ὁ Κάϊν, Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι ἕκτην, τὸ ταύτας τὰς τιμωρίας ὑπέχειν ἕως μακροῦ γήρως, ὧν ἂν ηὔξατο πολλάκις θανάτῳ ἀπαλλαγῆναι ἑβδόμην τὸ σημεῖον, ὅπερ εἴληφεν, ὥστε μὴ ἀναιρεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ἦν δὲ καὶ τοῦτο οὐκ ἀνεκτὴ κόλασις αὐτῷ, γνωριζομένῳ δι' αὐτοῦ, καὶ ὅτι οἷα μαστιγίας δοῦλος ἐπὶ κακοῖς ἀλοὺς τὰ στίγματα περιέφερεν ἐν πάσῃ τῇ γῇ. → .

Topics: Marriage, Humanity, The law of Moses

Cite (SBL): Theodoret, Quaest. Oct. 1.43 (PG 80 80:143; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-43). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-43) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.44PG 80 80:145

Τίνας ἀνεῖλεν ὁ Λάμεχ ; Οὐ δύο, καθά τινες ὑπειλήφασιν οὐδὲ τὸν Κάϊν, ὡς ἕτεροι μεμυθολογήκασιν ἀλλ᾿ ἕνα, καὶ τοῦτον νέον. "Ανδρα γὰρ, φησὶν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· τουτέστιν, ἄνδρα νέαν ἄγοντα τὴν ἡλικίαν. Διέφυγε μέντοι τὴν τιμωρίαν, διὰ τὴν τῆς ἁμαρτίας ὁμολογίαν καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐξενεγκών, τὴν θείαν διεκώλυσε ψῆφον.

Tinas aneilen ho Lamech ? Ou dyo, katha tines hypeilēphasin oude ton Kaïn, hōs heteroi memythologēkasin all᾿ hena, kai touton neon. "Andra gar, phēsin, apekteina eis trauma emoi, kai neaniskon eis mōlōpa emoi; toutestin, andra nean agonta tēn hēlikian. Diephyge mentoi tēn timōrian, dia tēn tēs hamartias homologian kai kath' heautou tēn psēphon exenenkōn, tēn theian diekōlyse psēphon.

Whom did Lamech kill? Not two, as some have supposed, nor Cain, as others have told in their myths, but one, and a young man at that. “For I have killed a man,” he says, “to my wounding, and a youth to my bruising”; that is, a man young in age. He escaped punishment, however, because he confessed his sin: by pronouncing sentence against himself he prevented the divine sentence.

Gen 4:23 (quotation, high confidence)

Notes and citation

Summary: Lamech killed one young man, and escaped punishment by confessing his sin.

  • Quotation: Gen 4:23. The view that Lamech killed Cain is a Jewish tradition that Theodoret calls a myth.

Topics: Repentance, Killing and murder

Cite (SBL): Theodoret, Quaest. Oct. 1.44 (PG 80 80:145; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-44). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-44) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.45PG 80 80:145

Ποῦ μετέθηκεν ὁ τῶν ὅλων Θεὸς τὸν Ἐνώχ; Οὐ δεῖ ζητεῖν τὰ σεσιγημένα· στέργειν δὲ προσἡκει τὰ γεγραμμένα. Ἐγὼ δὲ οἶμαι τοῦτο πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν, εἰς ψυχαγωγίαν τῶν τῆς ἀρετῆς ἀθλητῶν. Ἐπειδὴ γὰρ ὁ ῎Αβελ, πρῶτος γεγονὼς τῆς δικαιοσύνης καρπὸς, πρόωρός τε καὶ πρόβ. ῥιζος ἐξεκόπη ἐλπὶς δὲ τῆς ἀναστάσεως οὐδέπω, τοὺς ἀνθρώπους ἐψυχαγώγει, μετέθηκεν εὐαρεστήσαντα τὸν Ἐνὼχ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς τῶν θνητῶν ἐχώρισε βιοτῆς ἵνα ἕκαστος τῶν εὐσεβεῖν προαιρουμένων λογίζηται, οἷα δὴ λόγῳ τετιμημένος, ὡς ὁ τοῦτον τετιμηκὼς, ἀγέραστον οὐκ ἐάσει τὸν ῎Αβελ, ἅτε δὴ δίκαιος ὢν, καὶ δικαίως ἰθύνων τὰ σύμπαντα. Τούτου δὴ χάριν, τὸν μὲν παρεῖδεν ἀναιρούμενον, τὸν δὲ μετέθηκεν ἵνα τῇ ἀναῤῥήσει τῇ τούτου μηνύσῃ τὴν ἐσομένην ἀνάστασιν. Ὁ γὰρ κατὰ τόνδε τὸν βίον τῶν τῆς ἀρετῆς μὴ τετυχηκὼς ἀντιδόσεων, δῆλον ὡς ἐν ἑτέρῳ τούτων ἀπολαύσεται βίῳ.

Pou metethēken ho tōn holōn Theos ton Enōch? Ou dei zētein ta sesigēmena; stergein de prosēkei ta gegrammena. Egō de oimai touto pepoiēkenai ton tōn holōn Theon, eis psychagōgian tōn tēs aretēs athlētōn. Epeidē gar ho ᾿Abel, prōtos gegonōs tēs dikaiosynēs karpos, proōros te kai prob. rhizos exekopē elpis de tēs anastaseōs oudepō, tous anthrōpous epsychagōgei, metethēken euarestēsanta ton Enōch ho tōn holōn Theos, kai tēs tōn thnētōn echōrise biotēs hina hekastos tōn eusebein proairoumenōn logizētai, hoia dē logǭ tetimēmenos, hōs ho touton tetimēkōs, ageraston ouk easei ton ᾿Abel, hate dē dikaios ōn, kai dikaiōs ithynōn ta sympanta. Toutou dē charin, ton men pareiden anairoumenon, ton de metethēken hina tę̄ anarrhēsei tę̄ toutou mēnysę̄ tēn esomenēn anastasin. Ho gar kata tonde ton bion tōn tēs aretēs mē tetychēkōs antidoseōn, dēlon hōs en heterǭ toutōn apolausetai biǭ.

Where did the God of the universe translate Enoch? One must not seek what has been passed over in silence, but be content with what is written. I think, though, that the God of the universe did this to encourage the athletes of virtue. Abel, the first fruit of righteousness, had been cut down before his time and by the roots, and the hope of the resurrection did not yet encourage human beings; so the God of the universe translated Enoch, who had pleased him, and removed him from the life of mortals, so that each of those who choose piety, being honored with reason, might reckon that he who honored Enoch would not leave Abel without honor, since he is just and governs all things justly. For this reason he allowed the one to be killed and translated the other, to signify by his taking-up the resurrection to come. For the one who did not obtain the rewards of virtue in this life will clearly enjoy them in another life.

Gen 5:24 (allusion, high confidence) · Heb 11:5 (allusion, medium confidence) · Gen 4:8 (allusion, medium confidence)

Notes and citation

Summary: Theodoret declines to say where Enoch was taken, but explains that his translation encouraged the righteous with a sign of the coming resurrection.

  • Allusions: Gen 5:24; Heb 11:5; Gen 4:8.

Topics: Resurrection of the body, Providence

Cite (SBL): Theodoret, Quaest. Oct. 1.45 (PG 80 80:145; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-45). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-45) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.46PG 80 80:145

Τι δὴ τοῦ Ἀδὰμ ἡμαρτηκότος "Αβελ ὁ δίκαιος ἐτελεύτησε πρῶτος ; Σαθρὸν ἠβουλήθη ὁ Θεὸς γενέσθαι τὸν τοῦ θανάτου θεμέλιον. Εἰ γὰρ ᾿Ἀδὰμ πρότερος ἐτελεύτησεν, ἔσχεν ἂν ἐκεῖνος ἰσχυρὰν τὴν κρηπίδα, πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος. Ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον ἐδέξατο πρῶτον, σφαλερὸν τὸ θεμέλιον ἔχει.

Ti dē tou Adam hēmartēkotos "Abel ho dikaios eteleutēse prōtos ? Sathron ēboulēthē ho Theos genesthai ton tou thanatou themelion. Ei gar ᾿Adam proteros eteleutēsen, eschen an ekeinos ischyran tēn krēpida, prōton nekron ton hēmartēkota dexamenos. Epeidē de ton adikōs anę̄rēmenon edexato prōton, sphaleron to themelion echei.

Why, when it was Adam who had sinned, did Abel the righteous die first? God wished the foundation of death to be rotten. If Adam had died first, death would have had a strong base, receiving the sinner as its first dead. But since it received first one who was unjustly killed, it has an insecure foundation.

Gen 4:8 (allusion, high confidence)

Notes and citation

Summary: Abel died first so that death's foundation would rest on an unjust killing and so be unsound.

  • Allusion: Gen 4:8.

Topics: Death and burial

Cite (SBL): Theodoret, Quaest. Oct. 1.46 (PG 80 80:145; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-46). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-46) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.47PG 80 80:147

Τίνας υἱοὺς τοῦ Θεοῦ κέκληκεν ὁ Μωσῆς; Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι, ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν. "Ἔδει δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Θεοῦ τῶν ὅλων λέγοντος Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη έκατὸν εἴκοσι καὶ συνιδεῖν ἐντεῦθεν, ὡς οὔτε σάρκας ἔχει τῶν ἀσωμάτων ἡ φύσις, οὔτε χρόνῳ ῥητῷ περιωρισμένην ἔχουσι τὴν ζωήν· ἀθάνατοι γὰρ ἐκτίσθησαν. Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν Ἱδὼν γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας καὶ ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς, ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσὡπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυπά θην ὅτι ἐποίησα αὐτούς. Καὶ τῷ Νῶε πάλιν ἔφη· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν καὶ ἰδοὺ καταφθείρω αὐτοὺς, καὶ τὴν γῆν. Ταῦτα δὲ πάντα ἀνθρώπους εἶναι δηλοῖ, τοὺς τὸν παράνομον βίον ήγαπηκότας. Εἰ δὲ ἄγγελοι ταῖς τῶν ἀνθρώπων ἐπεμίγησαν θυγατράσιν, ἠδίκηνται οἱ ἄνθρωποι παρὰ τῶν ἀγγέλων βία γὰρ δηλονότι τὰς τούτων θυγατέρας διέφθειραν· ἡδίκηνται δὲ καὶ παρὰ τοῦ πεποιηκότος Θεοῦ, ὑπὲρ ἀγγέλων λελαγνευκότων αὐτοὶ κολαζόμενοι. Ἀλλὰ ταῦτα οὐδὲ αὐτὸν οἶμαι φάναι τολμῆσαι τὸν τοῦ ψεύδους πατέρα. Διὰ πολλῶν γὰρ ἐδίδαξεν ἡ θεία Γραφή, καὶ ἀνθρώπους ἡμαρτηκέναι, καὶ κατ' ἀνθρώπων τὴν θείαν ἐξενηνέχθαι ψῆφον. Ποιεῖ δὲ τοῖς πολλοῖς τὴν ἄγνοιαν τὸ παρέργως ἀναγινώσκειν τὴν θείαν Γραφήν. Εἰρηκὼς γὰρ ὁ συγγραφεὺς, ὅπως ἐκ μὲν τοῦ Ἀδὰμ ὁ Σὴθ ἐγεννήθη, ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνὼς, προσέθηκεν, Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ Ὁ δὲ ᾿Ακύλας οὕτως τοῦτο ἡρμήνευσεν, Τότε ἤρχθη τοῦ καλεῖσθαι τῷ ὀνόματι Κυρίου αἰνίττεται δὲ ὁ λόγος, ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκε, καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός· ὅθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ ἐχρη| μάτιζον· ὥσπερ δὴ κι καὶ ἡμεῖς ἐκ τῆς τοῦ Δεσπότου Χριστοῦ προσηγορίας Χριστιανοὶ καλούμεθα. Εἰ δέ τις ταύτην οὐ δέχεται τὴν διάνοιαν, διὰ τὸ τὸν Ἀκύλαν οὕτως ἡρμηνευκέναι, ἀκουσάτω τοῦ Θεοῦ διὰ Δαβὶδ τοῦ προφήτου λέγοντος Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας, ὡς δηλοῖ τὰ ἑξῆς, Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνετε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε, καὶ τὰ ἑξῆς. Καὶ αὖθις, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Τούτων αὐτῶν δηλονότι τῶν χάριτι τῆς προσηγορίας ταύτης ἠξιωμένων. Οὕτω καὶ ὁ νομοθέτης φησὶ, Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Κἀκεῖνοι τοίνυν ὡς εὐσεβεῖς ὠνομάσθησαν υἱοὶ τοῦ Θεοῦ. Ἐκεχώριστο γὰρ τοῦ Σὴθ τὸ γένος, καὶ οὐκ ἐπεμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. ᾿Αλλὰ χρόνου συχνοῦ διελθόντος· (μετά πλείονα γὰρ ἢ δισχίλια ἔτη τὸν κατακλυσμὸν ἐπήγαγεν ὁ Θεὸς), εὐειδεῖς θεασάμενοι τῆς τοῦ Κάϊν συγγενείας τὰς θυγατέρας, καὶ καταθελχθέντες, ὡς εἰκὸς, τοῖς παρ᾿ αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς ὀργάνοις (ὁ γὰρ Ἰουβάλ ἐξ αὐτῶν ἀνθήσας, ψαλτήριον καὶ κιθάραν κατέδειξεν), ἐπεμίγησαν αὐταῖς, καὶ διέφθειραν τὴν οἰκείαν εὐγένειαν καὶ τὰ αὐτὰ τοῖς Ἰσραηλίταις ὑπέμειναν, οἱ ταῖς τῶν Μαδιανιτῶν θυγατράσι μιγέντες, καὶ τῆς ἐκείνων δυσσεβείας μετέσχον, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο. Περὶ τούτων καὶ ὁ θεῖος ἔφη Δαβίδ, Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν. Οὕτως οἱ ἐκ τοῦ Σὴθ τὸ γένος κατάγοντες, πάλαι μὲν ὡς ἀρετῆς ἐπιμελούμενοι υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὑπὸ δὲ τῆς ὥρας τῶν ἀνοσίων γυναικῶν δελεασθέντες, συνέχειαν μὲν διακεκριμένα τὰ γένη καρπὸν δὲ κληρονομίας τὴν πανωλεθρίαν ἐδέξαντο. Ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ ἀλλὰ τὴν μετ᾿ ἐπιμελείας καὶ σπουδῆς παρανομίαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας. Οἱ μὲν γὰρ δυσχεραίνοντες τῆς ἁμαρτίας τὴν προσβολὴν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυμίαν τῇ πονηρίᾳ, εἶθ᾽ ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἀμηγέπη παραίτησιν οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντάπασιν ἀποκλίνοντες, καὶ δοῦλον τῶν παθῶν τὸν λογισμὸν ἀποφαίνοντες, ὥστε καὶ προσεπινοεῖν ἑτέρας κακίας ἰδέας, καὶ τοῦτο οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον, ποίας ἄξιοι συγγνώμης; ποία δὲ κόλασις οὐ σμικρὰ τοῖς οὕτω σφᾶς αὐτοὺς ἐκδεδωκόσιν εἰς ὄλεθρον ;

Tinas huious tou Theou keklēken ho Mōsēs? Embrontētoi tines kai agan ēlithioi, angelous toutous hypelabon, tēs oikeias isōs akolasias apologian schēsein hēgoumenoi, ei tōn angelōn toiauta katēgoroien. "Edei de autous akousai tou Theou tōn holōn legontos Ou mē katameinę̄ to Pneuma mou en tois anthrōpois toutois eis ton aiōna, dia to einai autous sarkas; esontai de hai hēmerai autōn etē ekaton eikosi kai synidein enteuthen, hōs oute sarkas echei tōn asōmatōn hē physis, oute chronǭ rhētǭ periōrismenēn echousi tēn zōēn; athanatoi gar ektisthēsan. Kai ta hexēs de tēn autēn echei dianoian Hidōn gar, phēsi, Kyrios ho Theos, hoti eplēthynthēsan hai kakiai tōn anthrōpōn epi tēs gēs, kai pas tis dianoeitai en tę̄ kardią autou epimelōs epi ta ponēra pasas tas hēmeras kai enethymēthē ho Theos, hoti epoiēse ton anthrōpon epi tēs gēs. Kai eipen ho Theos, apaleipsō ton anthrōpon hon epoiēsa apo prosōpou tēs gēs, apo anthrōpou heōs ktēnous, kai apo herpetōn heōs peteinōn tou ouranou, hoti enethypa thēn hoti epoiēsa autous. Kai tǭ Nōe palin ephē; Kairos pantos anthrōpou hēkei enantion mou hoti eplēsthē hē gē adikias ap᾿ autōn kai idou kataphtheirō autous, kai tēn gēn. Tauta de panta anthrōpous einai dēloi, tous ton paranomon bion ēgapēkotas. Ei de angeloi tais tōn anthrōpōn epemigēsan thygatrasin, ēdikēntai hoi anthrōpoi para tōn angelōn bia gar dēlonoti tas toutōn thygateras diephtheiran; hēdikēntai de kai para tou pepoiēkotos Theou, hyper angelōn lelagneukotōn autoi kolazomenoi. Alla tauta oude auton oimai phanai tolmēsai ton tou pseudous patera. Dia pollōn gar edidaxen hē theia Graphē, kai anthrōpous hēmartēkenai, kai kat' anthrōpōn tēn theian exenēnechthai psēphon. Poiei de tois pollois tēn agnoian to parergōs anaginōskein tēn theian Graphēn. Eirēkōs gar ho syngrapheus, hopōs ek men tou Adam ho Sēth egennēthē, ek de tou Sēth ho Enōs, prosethēken, Houtos ēlpisen epikaleisthai to onoma Kyriou tou Theou Ho de ᾿Akylas houtōs touto hērmēneusen, Tote ērchthē tou kaleisthai tǭ onomati Kyriou ainittetai de ho logos, hōs dia tēn eusebeian houtos prōtos tēs theias prosēgorias tetychēke, kai hypo tōn syngenōn ōnomasthē Theos; hothen hoi ek toutou phyntes huioi Theou echrē| matizon; hōsper dē ki kai hēmeis ek tēs tou Despotou Christou prosēgorias Christianoi kaloumetha. Ei de tis tautēn ou dechetai tēn dianoian, dia to ton Akylan houtōs hērmēneukenai, akousatō tou Theou dia Dabid tou prophētou legontos Egō eipa, Theoi este, kai huioi Hypsistou pantes. Kai, Ho Theos estē en synagōgę̄ theōn, en mesǭ de theous diakrinei. Houtō de onomazei tous archontas, hōs dēloi ta hexēs, Heōs pote krinete adikian, kai prosōpa hamartōlōn lambanete? Krinete orphanǭ kai ptōchǭ, tapeinon kai penēta dikaiōsate, kai ta hexēs. Kai authis, Theos theōn Kyrios elalēse, kai ekalese tēn gēn. Toutōn autōn dēlonoti tōn chariti tēs prosēgorias tautēs ēxiōmenōn. Houtō kai ho nomothetēs phēsi, Theous ou kakologēseis, kai archontas tou laou sou ouk ereis kakōs. Kakeinoi toinyn hōs eusebeis ōnomasthēsan huioi tou Theou. Ekechōristo gar tou Sēth to genos, kai ouk epemignyto tois ek tou Kaïn, dia tēn epenechtheisan autǭ para tou Theou tōn holōn aran. ᾿Alla chronou sychnou dielthontos; (meta pleiona gar ē dischilia etē ton kataklysmon epēgagen ho Theos), eueideis theasamenoi tēs tou Kaïn syngeneias tas thygateras, kai katathelchthentes, hōs eikos, tois par᾿ autōn epinoētheisi mousikois organois (ho gar Ioubal ex autōn anthēsas, psaltērion kai kitharan katedeixen), epemigēsan autais, kai diephtheiran tēn oikeian eugeneian kai ta auta tois Israēlitais hypemeinan, hoi tais tōn Madianitōn thygatrasi migentes, kai tēs ekeinōn dyssebeias meteschon, kai theēlaton timōrian edexanto. Peri toutōn kai ho theios ephē Dabid, Kai emigēsan en tois ethnesi, kai emathon ta erga autōn, kai edouleusan tois glyptois autōn. Houtōs hoi ek tou Sēth to genos katagontes, palai men hōs aretēs epimeloumenoi huioi Theou echrēmatizon; hypo de tēs hōras tōn anosiōn gynaikōn deleasthentes, synecheian men diakekrimena ta genē karpon de klēronomias tēn panōlethrian edexanto. Ekeino mentoi episēmēnasthai chrē, hōs ouch haplōs autōn hamartian ho theios logos katēgorei alla tēn met᾿ epimeleias kai spoudēs paranomian. Touto gar dēloi to, Pas tis dianoeitai en tę̄ kardią autou epimelōs epi ta ponēra pasas tas hēmeras. Hoi men gar dyscherainontes tēs hamartias tēn prosbolēn, hēttōmenoi de dia tēn tou nou rhathymian tę̄ ponērią, eith᾽ hysteron algountes kai stenontes, echousi tina metrian amēgepē paraitēsin hoi de eis akolasian kai ponērian pantapasin apoklinontes, kai doulon tōn pathōn ton logismon apophainontes, hōste kai prosepinoein heteras kakias ideas, kai touto ouch hapax ē dis, alla para panta ton bion, poias axioi syngnōmēs? poia de kolasis ou smikra tois houtō sphas autous ekdedōkosin eis olethron ?

Whom has Moses called sons of God? Some thunderstruck and very foolish people took them to be angels, thinking perhaps that they would have an excuse for their own licentiousness if they accused the angels of such things. They ought to have heard the God of the universe saying, “My Spirit shall not remain among these men for ever, because they are flesh; but their days shall be a hundred and twenty years,” and seen from this that the nature of incorporeal beings has no flesh, and that their life is not bounded by a fixed time; for they were created immortal. What follows has the same sense: “The Lord God, seeing that the wickednesses of men were multiplied on the earth, and that everyone was diligently planning evil in his heart all his days, God considered that he had made man on the earth. And God said, I will wipe out man whom I made from the face of the earth, from man to cattle, and from creeping things to the birds of heaven; for I have considered that I made them.” And again he said to Noah, “The time of every man has come before me, for the earth has been filled with injustice by them; and see, I am destroying them and the earth.” All this shows that they were human beings, who had loved the lawless life. If angels had mingled with the daughters of men, then men were wronged by the angels (for they plainly corrupted their daughters by force), and they were wronged also by God who made them, since they themselves were punished for the lust of the angels. But I think that not even the father of lies himself would dare to say this. The divine Scripture has taught in many ways both that human beings sinned and that the divine sentence was pronounced against human beings. What makes many ignorant is reading the divine Scripture carelessly. For having said that Seth was born from Adam and Enosh from Seth, the writer added: “He hoped to call upon the name of the Lord God.” Aquila translated it in this way: “Then it was begun to be called by the name of the Lord.” The text hints that because of his piety he was the first to obtain the divine name, and was named “God” by his kinsmen; hence those who sprang from him were called sons of God, just as we are called Christians from the name of Christ the Master. If anyone does not accept this interpretation because it rests on Aquila's translation, let him hear God saying through the prophet David: “I said, You are gods, and all of you sons of the Most High”; and, “God stood in the assembly of gods; in their midst he judges gods.” He gives this name to the rulers, as what follows shows: “How long will you judge unjustly and show partiality to sinners? Judge for the orphan and the poor; do justice to the lowly and the needy,” and so on. And again: “The God of gods, the Lord, has spoken and called the earth”; that is, plainly, the God of these very men who by grace have been counted worthy of this title. So too the lawgiver says, “You shall not revile gods, and you shall not speak evil of the rulers of your people.” Those men, then, as pious, were named sons of God. For the race of Seth had been kept apart and did not mingle with the descendants of Cain, because of the curse brought on him by the God of the universe. But after a long time had passed (for God brought the flood after more than two thousand years), seeing that the daughters of Cain's kindred were beautiful, and charmed, as is likely, by the musical instruments they had invented (for Jubal, who sprang from them, introduced the harp and the lyre), they mingled with them and corrupted their own nobility. They suffered the same as the Israelites who mingled with the daughters of the Midianites, shared their impiety, and received punishment from God. Of these the divine David too said, “And they mingled with the nations and learned their works, and served their carved images.” So those who traced their descent from Seth were formerly called sons of God as men devoted to virtue; but, enticed by the beauty of the unholy women, they confounded the races that had been kept distinct, and received total destruction as the fruit of their inheritance. One must note, however, that the divine word does not accuse them simply of sin, but of lawlessness pursued with diligence and zeal. This is what “everyone was diligently planning evil in his heart all his days” shows. Those who resent the assault of sin but are overcome by wickedness through the slackness of their mind, and afterwards grieve and groan, have some moderate excuse in a way; but those who incline wholly to licentiousness and wickedness, and make their reason the slave of the passions, so as even to invent further forms of vice, and this not once or twice but all their life long, what pardon do they deserve? And what punishment is not small for those who have so given themselves up to destruction?

Gen 6:2 (allusion, high confidence) · Gen 6:3 (quotation, high confidence) · Gen 6:5–7 (quotation, high confidence) · Gen 6:13 (quotation, high confidence) · John 8:44 (echo, medium confidence) · Gen 4:26 (quotation, high confidence) · Ps 82:6 (81:6 LXX) (quotation, high confidence) · Ps 82:1 (81:1 LXX) (quotation, high confidence) · Ps 82:2–3 (81:2-Ps LXX) (quotation, high confidence) · Ps 50:1 (49:1 LXX) (quotation, high confidence) · Exod 22:28 (22:27 LXX) (quotation, high confidence) · Gen 4:21 (allusion, high confidence) · Num 25:1–9 (allusion, high confidence) · Ps 106:35–36 (105:35-Ps LXX) (quotation, high confidence)

Notes and citation

Summary: Theodoret rejects the view that the “sons of God” of Gen 6:2 were angels and identifies them as the pious descendants of Seth, who married the daughters of Cain's line.

  • Quotations: Gen 6:3; Gen 6:5–7 (LXX); Gen 6:13; Gen 4:26 (LXX and Aquila); Ps 82:6, 1, 2–3 (LXX 81:6, 1, 2–3); Ps 50:1 (LXX 49:1); Exod 22:28 (LXX 22:27); Ps 106:35–36 (LXX 105:35–36). Allusions: Gen 6:2; Gen 4:21 (Jubal); Num 25:1–9; John 8:44. The interpretation of the sons of God as angels, which Theodoret rejects, was held by several earlier writers (compare 1 Enoch 6–7).

Notes on the original text

  • Digital text corrected (OCR slip): τῷ Νῶς μήλιν → τῷ Νῶε πάλιν.

Extrabiblical texts: 1 En. 6–7 (1 Enoch [in the ETH canon]; allusion)

Topics: Angels, Sin, Interpreting Scripture, Sexual morality

Cite (SBL): Theodoret, Quaest. Oct. 1.47 (PG 80 80:147; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-47). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-47) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.48PG 80 80:151

Τίνας καλεῖ γίγαντας ἡ θεία Γραφή; Τινές φασι τοὺς ἔτη πολλὰ βεβιωκότας τινὲς δὲ τοὺς θεομισεῖς καὶ ἀντιθέους ἀνθρώπους. Οἱ ταῦτα οὕτω νενοηκότες, οὗ φασι τούτους μείζονα τῶν ἄλλων ἀνθρώπων σώματα ἐσχηκέναι. Ἐγὼ δὲ ὅταν ἀκούσω τῆς θείας Γραφῆς λεγούσης περὶ τοῦ Ἐνὰκ, ὅτι· ἀπόγονος ἦν τῶν γιγάντων καὶ περὶ τοῦ Ὤγ, ὅτι ἡ κλίνη αὐτοῦ σιδηρᾶ ἦν, ἐννέα πηχῶν τὸ μῆκος, καὶ τεσσάρων πήχεων τὸ εὗρος· καὶ ὅτι οὗτος ἐκ τῶν Ῥαφαῖν ὑπελείφθη. Καὶ τῶν κατασκόπων διηγουμένων, ὅτι ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες καὶ τοῦ Θεοῦ βεβαιοῦντος τοὺς λόγους, καὶ λέγοντος, ὅτι Παραδέδωκά σοι τὸν Ἀμοῤῥαῖον, οὗ τὸ ὕψος ἦν ὡς κέδρου, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς· καὶ περὶ τοῦ Γολιὰδ, ὅτι τεσσάρων πήχεων καὶ σπιθαμῆς τὸ μῆκος εἶχεν· ἡγοῦμαι γεγενῆσθαι τινὰς παμμεγέθεις ἀνθρώπους. Τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς πρυτανεύσαντος, ἵνα γνῶσιν ὡς οὐκ ἀσθενῶν ὁ Δημιουργὸς τοσοῦτον τοῖς ἀνθρώποις ἀπένειμε μέτρον ῥάδιον γὰρ ἦν αὐτῷ καὶ μείζους δημιουργῆσαι· ἀλλὰ τὸν τύφον ἐκκόπτων, καὶ τὴν ἀλαζονείαν κωλύων, μέγιστα τοῖς ἀνθρώποις οὐκ ἔδωκε σώματα. Εἰ γὰρ ἐν σμικροῖς σώμασιν οὐ κατ' ἀλλήλων, ἀλλὰ κατ᾿ αὐτοῦ μεγαλαυχοῦσι τοῦ ποιητοῦ, τί οὐκ ἂν ἔδρασαν εἰ μεγίστων σωμάτων μετέλαχον;

Tinas kalei gigantas hē theia Graphē? Tines phasi tous etē polla bebiōkotas tines de tous theomiseis kai antitheous anthrōpous. Hoi tauta houtō nenoēkotes, hou phasi toutous meizona tōn allōn anthrōpōn sōmata eschēkenai. Egō de hotan akousō tēs theias Graphēs legousēs peri tou Enak, hoti; apogonos ēn tōn gigantōn kai peri tou Ōg, hoti hē klinē autou sidēra ēn, ennea pēchōn to mēkos, kai tessarōn pēcheōn to heuros; kai hoti houtos ek tōn Rhaphain hypeleiphthē. Kai tōn kataskopōn diēgoumenōn, hoti ēmen enōpion autōn hōsei akrides kai tou Theou bebaiountos tous logous, kai legontos, hoti Paradedōka soi ton Amorrhaion, hou to hypsos ēn hōs kedrou, kai ischyros ēn hōs drys; kai peri tou Goliad, hoti tessarōn pēcheōn kai spithamēs to mēkos eichen; hēgoumai gegenēsthai tinas pammegetheis anthrōpous. Tou Theou kai touto sophōs prytaneusantos, hina gnōsin hōs ouk asthenōn ho Dēmiourgos tosouton tois anthrōpois apeneime metron rhadion gar ēn autǭ kai meizous dēmiourgēsai; alla ton typhon ekkoptōn, kai tēn alazoneian kōlyōn, megista tois anthrōpois ouk edōke sōmata. Ei gar en smikrois sōmasin ou kat' allēlōn, alla kat᾿ autou megalauchousi tou poiētou, ti ouk an edrasan ei megistōn sōmatōn metelachon?

Whom does the divine Scripture call giants? Some say those who lived many years; others, men hateful to God and opposed to God. Those who understand it in this way say that these men did not have larger bodies than other men. But when I hear the divine Scripture saying of Anak that he was a descendant of the giants; and of Og, that his bed was of iron, nine cubits long and four cubits wide, and that he was left from the Rephaim; and the spies relating, “We were before them like locusts”; and God confirming their words and saying, “I have delivered to you the Amorite, whose height was like a cedar's, and he was strong as an oak”; and of Goliath, that he was four cubits and a span in height: I think that some men of enormous size did exist. God governed this too wisely, so that people might know that it was not from weakness that the creator assigned human beings their measure (for it would have been easy for him to create them larger); but to cut off pride and hinder arrogance, he did not give human beings very large bodies. If in small bodies they boast, not against one another, but against the maker himself, what would they not have done if they had received very large bodies?

Gen 6:4 (allusion, high confidence) · Num 13:33 (quotation, high confidence) · Deut 3:11 (allusion, high confidence) · Amos 2:9 (quotation, high confidence) · 1 Sam 17:4 (allusion, high confidence)

Notes and citation

Summary: Theodoret holds that there were men of great size, as Scripture shows, but that God made human bodies modest to curb pride.

  • Allusions: Gen 6:4; Num 13:33; Deut 3:11; Amos 2:9; 1 Sam 17:4 (the LXX gives Goliath's height as four cubits and a span; the Hebrew text has six).

Topics: Humility and pride, Humanity

Cite (SBL): Theodoret, Quaest. Oct. 1.48 (PG 80 80:151; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-48). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-48) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.49PG 80 80:151

Διατί πολὺν χρόνον ἔζων οἱ παλαιοί; "Ωστε αὐξηθῆναι τῷ πλείονι χρόνῳ· διὰ τοῦτο καὶ πολλαῖς συνήπτοντο γυναιξίν. Αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μέχρι τῶν πατριαρχῶν μακρόβιοι ἦσαν· ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός.

Diati polyn chronon ezōn hoi palaioi? "Ōste auxēthēnai tǭ pleioni chronǭ; dia touto kai pollais synēptonto gynaixin. Autika goun kai meta ton kataklysmon mechri tōn patriarchōn makrobioi ēsan; epeidē de tēn oikoumenēn eplērōsan, ēlattōthē loipon ho tōn etōn arithmos.

Why did the ancients live a long time? So that the race might increase in the longer time; for this reason too they were joined to many wives. Indeed, even after the flood, down to the patriarchs, they were long-lived; but when they had filled the world, the number of years was reduced.

Gen 5:1–32 (allusion, medium confidence) · Gen 11:10–32 (allusion, medium confidence)

Notes and citation

Summary: The ancients lived long, and had many wives, so that the human race could increase.

  • Allusion: Gen 5; 11:10–32.

Topics: Marriage

Cite (SBL): Theodoret, Quaest. Oct. 1.49 (PG 80 80:151; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-49). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-49) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.50PG 80 80:151

Τι δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν ; Ἐξαλείψαι τοῦ Κάϊν τὸ γένος ἠθέλησεν· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. Ἀρχὴν δὲ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. Οὐ μὴν, ὡς τινές φασιν, ὀργῇ τινι, καὶ μεταμελείᾳ ταῦτα πεποίηκε. Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις ἐλευθέρα παθῶν. ῎Αλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· ἀγνοοῦντες γὰρ τὸ ἐσόμενον, προβουλεύονται εἶτα τῇ πείρᾳ μανθάνοντες, ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα. Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. Τί δήποτε τοίνυν μεταμελεῖται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκείαν οἰκονομῶν; οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκονομίας ἐστὶ μεταβολή. Μεταμεμέλημαι γὰρ, φησὶν, ὅτι κέχρικα τὸν Σαούλ εἰς βασιλέα, ἀντὶ τοῦ, Ἐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. Οὕτω κάνταῦθα, ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον, ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος· ἀλλὰ φιλάνθρωπος ὢν σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων ἕνεκα δεδημιούργηται χρείας, καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διασωθέντων. Ἐκέλευσε γὰρ ὁ Δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν. Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους· τὸ δὲ ἐν τὸ περιττὸν εἰς θυσίαν. Εὐθὺς γὰρ ὁ Νῶε, μετὰ τὴν παῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ χαριστήριον προσενήνοχεν· ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν. Ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῶον ἐξἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας.

Ti dēpote tǭ kataklysmǭ ta tōn anthrōpōn plēthē diephtheiren ? Exaleipsai tou Kaïn to genos ēthelēsen; anemigē de autǭ kai tōn eusebōn hē phylē; dio kai tēs timōrias meteschēken. Archēn de tina kainou biou poiēsasthai boulētheis, ton Nōe kai tous ekeinou paidas syn tais gynaixi dietērēsen, eusebē te onta kai dikaion, ek tēs tōn eusebōn syngeneias blastēsanta, kai tēn tēs paranomias epimixian misēsanta. Ou mēn, hōs tines phasin, orgę̄ tini, kai metameleią tauta pepoiēke. Tauta gar toi anthrōpina pathē; hē de theia physis eleuthera pathōn. ᾿Allōs te hē metameleia tois meta tēn peiran manthanousi tōn pragmatōn tēn physin katallēlos; agnoountes gar to esomenon, probouleuontai eita tę̄ peirą manthanontes, hōs ouk orthōs ebouleusanto, metamelontai. Ho de Theos houtōs horą ta meta pollas esomena geneas, hōs ēdē gegenēmena. Hōs proorōn toinyn kai proginōskōn, houtōs hapanta prytaneuei. Ti dēpote toinyn metameleitai, hapanta pros tēn prognōsin tēn oikeian oikonomōn? oukoun epi Theou metameleia oikonomias esti metabolē. Metamemelēmai gar, phēsin, hoti kechrika ton Saoul eis basilea, anti tou, Edokimasa men pausai touton, heteron de cheirotonēsai. Houtō kantautha, enethymēthēn hoti epoiēsa ton anthrōpon, edokimasa diolesai tōn anthrōpōn to genos; alla philanthrōpos ōn sperma ton Nōe tę̄ physei tetērēken. Epeidē de kai tōn alogōn ta genē tēs tōn anthrōpōn heneka dedēmiourgētai chreias, kai tauta tois anthrōpois syndiephtharē, plēn tōn en tę̄ kibōtǭ syn tǭ Nōe diasōthentōn. Ekeleuse gar ho Despotēs Theos ana dyo men ex hekastou genous tōn dokountōn akathartōn diasōthēnai, ana hepta de tōn katharōn. Epeidē gar ēmelle synchōrein tois anthrōpois metalambanein kreōn, ēmellon de kai thysias autǭ prospherein tēs eusebeias hoi trophimoi, pleiona ta kathara phylachthēnai prosetaxe; tas men treis syzygias eis tēn auxēsin tou genous; to de en to peritton eis thysian. Euthys gar ho Nōe, meta tēn paulan tēs timōrias, thysian tǭ Theǭ charistērion prosenēnochen; apo pantōn, phēsi, tōn ktēnōn tōn katharōn, kai apo pantōn tōn peteinōn tōn katharōn. Hōs einai dēlon, hoti toutouge charin ana hepta prosetaxen ex hekastou genous tōn katharōn eis tēn kibōton eisachthēnai, hina to hen zōon exekastou genous ho Nōe prospherōn mē diaphtheirę̄ tas syzygias.

Why did he destroy the multitudes of men by the flood? He wished to wipe out the race of Cain; but the tribe of the pious had mingled with it, and so it shared in the punishment too. Wishing to make a beginning of a new life, he preserved Noah and his sons with their wives, since Noah was pious and righteous, had sprung from the kindred of the pious, and had hated that lawless mingling. Yet he did not do this, as some say, out of some anger and regret; these are human passions, and the divine nature is free of passions. Besides, regret suits those who learn the nature of things by experience: not knowing what will be, they deliberate beforehand, and then, learning by experience that they did not deliberate rightly, they regret it. But God sees what will be after many generations as already done. Foreseeing and foreknowing, then, he governs all things accordingly. Why, then, should he regret, when he arranges all things according to his own foreknowledge? In God, then, regret is a change of dispensation. “I regret,” he says, “that I anointed Saul king”; that is, “I have resolved to depose him and appoint another.” So here too, “I have considered that I made man” means “I have resolved to destroy the human race”; but being loving toward humankind, he preserved Noah as a seed for nature. And since the kinds of irrational animals were created for human use, they too were destroyed together with the human beings, except those preserved with Noah in the ark. For God the Master ordered two of each kind of those considered unclean to be preserved, but seven of the clean. Since he was going to permit human beings to eat meat, and the nurslings of piety were going to offer him sacrifices, he commanded more of the clean to be kept: the three pairs for the increase of the kind, and the one left over for sacrifice. For as soon as the punishment ceased, Noah offered God a sacrifice of thanksgiving: “from all the clean cattle,” it says, “and from all the clean birds.” So it is plain that the reason he commanded seven of each clean kind to be brought into the ark was this: so that Noah, offering one animal of each kind, would not destroy the pairs.

Gen 6:7 (quotation, high confidence) · 1 Sam 15:11 (quotation, high confidence) · Gen 7:2–3 (allusion, high confidence) · Gen 8:20 (quotation, high confidence) · Gen 9:3 (allusion, medium confidence)

Notes and citation

Summary: Theodoret explains the flood as God's dispensation, not anger or regret, and the seven clean animals as three pairs plus one for sacrifice.

  • Quotations: 1 Sam 15:11 (LXX); Gen 6:7; Gen 8:20. Allusions: Gen 7:2–3; Gen 9:3.

Topics: God, Providence, The last judgment

Cite (SBL): Theodoret, Quaest. Oct. 1.50 (PG 80 80:151; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-50). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-50) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.51PG 80 80:153

Τι ἤσθιεν ἐν τῇ κιβωτῷ τὰ θηρία; Δῆλον ὅτι χιλόν τε καὶ σπέρματα. Ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεός· Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ ᾿συνάξεις πρὸς ἑαυ τὸν, καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν. Ταυτὸ δὲ καὶ τοῖς ἀνθρώποις ἐσθίειν ἐνομοθέτησεν· Ἰδοὺ γὰρ, φησὶ, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν. ἐπάνω πάσης τῆς γῆς· καὶ πᾶν ξύλον, ὅ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ ἑρπετῷ ἔρποντι ἐπὶ τῆς γῆς, ὁ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ ἄνθρωποι καὶ τὰ ζῶα κρεωφαγίας ἀπείχοντο, τροφὴν δὲ εἶχον τοὺς ἀπὸ γῆς φυομένους καρπούς. Τὸ δὲ «σπεῖρον σπέρμα,» «σπερμαῖνον σπέρμα ὁ ᾿Ακύλας ἡρμήνευσεν.

Ti ēsthien en tę̄ kibōtǭ ta thēria? Dēlon hoti chilon te kai spermata. Ephē gar pros auton ho Theos; Sy de lēpsę̄ seautǭ apo pantōn tōn brōmatōn hōn edesthe, kai ᾿synaxeis pros heau ton, kai estai soi kai ekeinois phagein. Tauto de kai tois anthrōpois esthiein enomothetēsen; Idou gar, phēsi, dedōka hymin panta chorton sporimon speiron sperma ho estin. epanō pasēs tēs gēs; kai pan xylon, ho echei en heautǭ karpon spermatos sporimon, hymin estai eis brōsin, kai pasi tois thēriois tēs gēs, kai pasi tois peteinois tou ouranou, kai herpetǭ erponti epi tēs gēs, ho echei en heautǭ psychēn zōēs, kai panta chorton chlōron eis brōsin. Hōs einai dēlon, hoti kai hoi anthrōpoi kai ta zōa kreōphagias apeichonto, trophēn de eichon tous apo gēs phyomenous karpous. To de «speiron sperma,» «spermainon sperma ho ᾿Akylas hērmēneusen.

What did the wild beasts eat in the ark? Clearly fodder and seeds. For God said to Noah, “You shall take for yourself of all the foods that you eat, and gather them to yourself, and it shall be food for you and for them.” He prescribed the same food for human beings too: “See,” he says, “I have given you every plant yielding seed that is upon all the earth, and every tree that has in itself fruit of seed for sowing; it shall be food for you, and for all the beasts of the earth, and all the birds of heaven, and every creeping thing that creeps on the earth, which has in itself the breath of life; and every green plant for food.” So it is plain that both human beings and animals abstained from eating meat and had as their food the fruits that grow from the earth. For “yielding seed” Aquila translated “seeding seed.”

Gen 6:21 (quotation, high confidence) · Gen 1:29–30 (quotation, high confidence)

Notes and citation

Summary: Before the flood, people and animals alike ate only plants, so the animals in the ark ate fodder and seeds.

  • Quotations: Gen 6:21; Gen 1:29–30 (LXX and Aquila).

Topics: Creation

Cite (SBL): Theodoret, Quaest. Oct. 1.51 (PG 80 80:153; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-51). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-51) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.52PG 80 80:155

Πῶς νοητέον τὸ, Ἐμνήσθη Κύριος τοῦ Νῶε;» Προσφόρως τοῖς ἀνθρώποις ἡ θεία Γραφή διαλέγεται καὶ ὡς ἀκούειν δύνανται μετασχηματίζει τοὺς λόγους. Ωσπερ τοίνυν ἐπὶ Θεοῦ ἡ μεταμέλεια οἰκονομίας ἐστὶ διαφορά Μεταμεμέλημαι γὰρ ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα, ἀντὶ τοῦ, Ἐδοκίματα ἄλλον ἀντ᾿ αὐτοῦ καταστῆσαι· οὕτω καὶ ἐνταῦθα νοητέον, Ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον, ἀντὶ τοῦ, Ἑδοκίμασα εἰς αὐτοὺς πανωλεθρίαν ἐπαγαγεῖν. Καὶ τοῦτο τοίνυν τὸ,« Ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, οὐ προτέραν λήθην αἰνίττεται, ἀλλὰ τὴν ἄῤῥητον αὐτοῦ φιλανθρωπίαν δηλοῖ· ὅτι διὰ τὴν περὶ ἐκεῖνον φιλοστοργίαν προσέταξεν ὡς τάχιστα καταποθῆναι τὸ ἄπειρον ἐκεῖνο καὶ ἀμέτρητον ὕδωρ. Δήλην δὲ αὐτοῦ ποιῶν τὴν ἄφραστον ἀγαθότητα, προσέθηκεν, ὅτι Καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. Ἡμῶν δὲ χάριν καὶ ταῦτα προμηθείας ἠξίωσεν. Τοῦτο γὰρ καὶ ὁ μέγας Δαβὶδ βοᾷ· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Καὶ πάλιν· ᾿Ανθρώπους καὶ κτήνη σώσεις, Κύριε. Δι' ἡμᾶς γὰρ καὶ τῶν ἡμετέρων ἐπιμελεῖται.

Pōs noēteon to, Emnēsthē Kyrios tou Nōe?» Prosphorōs tois anthrōpois hē theia Graphē dialegetai kai hōs akouein dynantai metaschēmatizei tous logous. Ōsper toinyn epi Theou hē metameleia oikonomias esti diaphora Metamemelēmai gar hoti kechrika ton Saoul eis basilea, anti tou, Edokimata allon ant᾿ autou katastēsai; houtō kai entautha noēteon, Enethymēthēn hoti epoiēsa ton anthrōpon, anti tou, Hedokimasa eis autous panōlethrian epagagein. Kai touto toinyn to,« Emnēsthē ho Theos tou Nōe, ou proteran lēthēn ainittetai, alla tēn arrhēton autou philanthrōpian dēloi; hoti dia tēn peri ekeinon philostorgian prosetaxen hōs tachista katapothēnai to apeiron ekeino kai ametrēton hydōr. Dēlēn de autou poiōn tēn aphraston agathotēta, prosethēken, hoti Kai pantōn tōn ktēnōn, kai pantōn tōn peteinōn, kai pantōn tōn herpetōn, hosa ēn met᾿ autou en tę̄ kibōtǭ. Hēmōn de charin kai tauta promētheias ēxiōsen. Touto gar kai ho megas Dabid boą; Ho exanatellōn chorton tois ktēnesi, kai chloēn tę̄ douleią tōn anthrōpōn. Kai palin; ᾿Anthrōpous kai ktēnē sōseis, Kyrie. Di' hēmas gar kai tōn hēmeterōn epimeleitai.

How should “The Lord remembered Noah” be understood? The divine Scripture speaks to human beings in a way suited to them, and reshapes its words so that they can take them in. Just as in God regret is a change of dispensation (“I regret that I anointed Saul king,” meaning, “I have resolved to set up another in his place”), so here too “I have considered that I made man” must be understood as “I have resolved to bring total destruction on them.” And so this “God remembered Noah” does not hint at a previous forgetting; it shows his ineffable love for humankind: because of his affection for Noah he commanded that boundless and immeasurable water to be swallowed up as quickly as possible. Making his indescribable goodness plain, it added, “and all the cattle, and all the birds, and all the creeping things that were with him in the ark.” For our sake he counted these too worthy of his providence. This is what the great David cries: “who makes grass spring up for the cattle, and green plants for the service of men”; and again, “Men and cattle you will save, O Lord.” For on our account he cares for what is ours as well.

Gen 8:1 (quotation, high confidence) · 1 Sam 15:11 (quotation, high confidence) · Gen 6:7 (quotation, high confidence) · Ps 104:14 (103:14 LXX) (quotation, high confidence) · Ps 36:6 (35:7 LXX) (quotation, high confidence)

Notes and citation

Summary: “God remembered Noah” expresses God's love, not a lapse of memory, just as his “regret” means a change of dispensation.

  • Quotations: Gen 8:1 (LXX); 1 Sam 15:11; Gen 6:7; Ps 104:14 (LXX 103:14); Ps 36:6 (LXX 35:7).

Notes on the original text

  • Digital text corrected (stray bracket): περὶ ( ἐκεῖνον → περὶ ἐκεῖνον.

Topics: God, Providence, Interpreting Scripture

Cite (SBL): Theodoret, Quaest. Oct. 1.52 (PG 80 80:155; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-52). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-52) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.53PG 80 80:155

Τι ἐστιν, Ωσφράνθη Κύριος ὀσμὴν εὐωδίας ; Ὑπεδέξατο τοῦ Νῶε τὸ εὔγνωμον, οὐ τῇ κνίσσῃ τερφθείς· ὀστῶν γὰρ καιομένων οὐδὲν δυσωδέστερον· ἀλλὰ τὴν τοῦ προσενηνοχότος ἐπαινέσας γνώμην. Οὐ γὰρ σωματικὰ ἔχει μόρια, ἵνα καὶ ῥίνας αὐτῷ περιθῶμεν· διὰ ῥινῶν γὰρ ἡ ὄσφρησις. Ἀμείβεται οὖν αὐτὸν τῇ εὐλογίᾳ· καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν, καὶ ῥίζα τῆς φύσεως, καὶ δεύτερος ᾿Αδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς δια πλασθεὶς ἀπολελαύκει· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατέ αὐτῆς καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσ σης, ἃ ὑπὸ χεῖρα ὑμῖν δέδωκα. Καὶ ὁ λόγος ἔργον γέγονε δέδιε γὰρ ἅπαντα καὶ αὐτὴν τὴν τοῦ ἀνθρώπου σκιὰν, καὶ τὰ νηκτὰ, καὶ τὰ χερσαῖα, καὶ᾿ τὰ πτηνά. Εἶτα τὸν περὶ τῆς κρεωφαγίας αὐτῷ δέδωκε νόμον, ὡς λαχάνων τῶν κρεῶν ἀπολαύειν κελεύσας.

Ti estin, Ōsphranthē Kyrios osmēn euōdias ? Hypedexato tou Nōe to eugnōmon, ou tę̄ knissę̄ terphtheis; ostōn gar kaiomenōn ouden dysōdesteron; alla tēn tou prosenēnochotos epainesas gnōmēn. Ou gar sōmatika echei moria, hina kai rhinas autǭ perithōmen; dia rhinōn gar hē osphrēsis. Ameibetai oun auton tę̄ eulogią; kai epeidē sperma tou genous ēn, kai rhiza tēs physeōs, kai deuteros ᾿Adam, didōsin autǭ tēn eulogian, hēs ekeinos euthys dia plastheis apolelaukei; Auxanesthe, kai plēthynesthe, kai plērōsate tēn gēn, kai katakyrieusate autēs kai ho phobos hymōn kai ho tromos hymōn estai epi pasi tois thēriois tēs gēs, kai epi panta ta peteina tou ouranou, kai epi panta ta kinoumena epi tēs gēs, kai epi pantas tous ichthyas tēs thalas sēs, ha hypo cheira hymin dedōka. Kai ho logos ergon gegone dedie gar hapanta kai autēn tēn tou anthrōpou skian, kai ta nēkta, kai ta chersaia, kai᾿ ta ptēna. Eita ton peri tēs kreōphagias autǭ dedōke nomon, hōs lachanōn tōn kreōn apolauein keleusas.

What does “The Lord smelled a fragrant odor” mean? He accepted Noah's gratitude; not that he was delighted by the savor of the fat (nothing smells worse than burning bones), but he praised the intention of the one who offered it. For he does not have bodily parts, that we should attribute nostrils to him; smelling is done through nostrils. So he repays him with a blessing; and since Noah was the seed of the race, the root of nature, and a second Adam, he gives him the blessing that Adam had enjoyed as soon as he was formed: “Increase and multiply, and fill the earth and have dominion over it; and the fear of you and the dread of you shall be on all the beasts of the earth, and on all the birds of heaven, and on all that moves on the earth, and on all the fish of the sea; I have given them under your hand.” And the word became deed: all things fear even the shadow of man, creatures of the water, of the land, and of the air. Then he gave him the law about eating meat, bidding him enjoy meat as he would vegetables.

Gen 8:21 (quotation, high confidence) · Gen 9:1–2 (quotation, high confidence) · Gen 1:28 (allusion, medium confidence) · Gen 9:3 (allusion, high confidence)

Notes and citation

Summary: God's “smelling” Noah's sacrifice means he approved Noah's gratitude; Noah, a second Adam, received Adam's blessing and leave to eat meat.

  • Quotations: Gen 8:21; Gen 9:1–2 (combined with Gen 1:28). Allusion: Gen 9:3. A fragment of a marginal line had been inserted into the middle of the word “repays” in the scan and was removed.

Notes on the original text

  • Digital text corrected (marginal fragment inserted inside a word): Αμείριος ὁ Θεός. βεται → Ἀμείβεται.

Topics: God, Worship

Cite (SBL): Theodoret, Quaest. Oct. 1.53 (PG 80 80:155; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-53). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-53) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.54PG 80 80:157

Τίνος χάριν ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν Σαφέστερον ἐδίδαξεν ἐν τῷ νόμῳ· Ὅπερ γάρ ἐστι, φησὶν, ἀνθρώπῳ ψυχὴ, τοῦτο τοῖς ἀλόγοις τὸ αἷμα. Δίχα τοίνυν τοῦ αἵματος τῶν κρεῶν μεταλαμβάνων, ὡς λαχάνων δήπουθεν μεταλήψῃ· ἄψυχον γὰρ τὸ λάχανον. Εἰ δὲ μετὰ τοῦ αἵματος μεταλάβοις, ψυχὴν ἐσθίεις. Διὸ δὴ καὶ ἐνταῦθα ἔφη, Πλὴν κρέας ἐν αἴματι ψυχῆς οὐκ ἔδεσθε. Καὶ γὰρ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό· ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν· οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον, καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος· ἀλλ᾿ ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ συναναστήσων. Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς·· καὶ ῥᾴδιον αὐτῷ πάντοθεν συναγαγεῖν τὸ ἡμέτερον σῶμα· ἐνταῦθα μὲν αἰνιγματωδῶς τοῦτο δεδήλωκε. διὰ δὲ Ἰεζεκιήλ σαφέστερον ἐκήρυξε τὴν ἀνάστασιν.

Tinos charin apagoreuei tou haimatos tēn metalēpsin Saphesteron edidaxen en tǭ nomǭ; Hoper gar esti, phēsin, anthrōpǭ psychē, touto tois alogois to haima. Dicha toinyn tou haimatos tōn kreōn metalambanōn, hōs lachanōn dēpouthen metalēpsę̄; apsychon gar to lachanon. Ei de meta tou haimatos metalabois, psychēn esthieis. Dio dē kai entautha ephē, Plēn kreas en aimati psychēs ouk edesthe. Kai gar hymeteron haima tōn psychōn hymōn ekzētēsō ek cheiros pantōn tōn thēriōn ekzētēsō auto; ek cheiros anthrōpou adelphou autou ekzētēsō tēn psychēn autou. Entautha ainittetai tēn anastasin; ouch hōs ta thēria paraxōn eis to kritērion, kai dikas tēs anthrōpophagias eispraxamenos; all᾿ hōs ta hypo toutōn katanalōthenta sōmata synaxōn te kai synanastēsōn. En gar tę̄ cheiri autou ta perata tēs gēs;; kai rhądion autǭ pantothen synagagein to hēmeteron sōma; entautha men ainigmatōdōs touto dedēlōke. dia de Iezekiēl saphesteron ekēryxe tēn anastasin.

Why does he forbid partaking of blood? He taught this more clearly in the Law: “What the soul is to a man,” he says, “the blood is to the irrational animals.” If, then, you partake of meat without the blood, you partake of it as you would of vegetables, for a vegetable has no soul. But if you partake of it with the blood, you eat a soul. That is why here too he said: “Only flesh with the blood of its life you shall not eat. For your blood, the blood of your lives, I will require; from the hand of all the wild beasts I will require it; from the hand of a man's brother I will require his life.” Here he hints at the resurrection: not that he will bring the wild beasts to judgment and exact a penalty for eating men, but that he will gather together and raise up the bodies consumed by them. For “in his hand are the ends of the earth,” and it is easy for him to gather our body from everywhere. Here he has shown this in a riddle; through Ezekiel he proclaimed the resurrection more clearly.

Lev 17:11 (allusion, high confidence) · Lev 17:14 (allusion, high confidence) · Gen 9:4–5 (quotation, high confidence) · Ps 95:4 (94:4 LXX) (quotation, high confidence) · Ezek 37:1–14 (allusion, high confidence)

Notes and citation

Summary: Blood is forbidden because it is the animal's soul; God's requiring of human blood from the beasts hints at the resurrection.

  • The first quotation paraphrases Lev 17:11, 14. Quotations: Gen 9:4–5; Ps 95:4 (LXX 94:4). Allusion: Ezek 37:1–14.

Topics: Resurrection of the body, The law of Moses, The soul

Cite (SBL): Theodoret, Quaest. Oct. 1.54 (PG 80 80:157; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-54). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-54) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.

1.55PG 80 80:157

Διατί δὲ ὅλως τὴν κρεωφαγίαν ἐνομοθέτησεν ; Εὐθὺς δημιουργήσας τὸν ἄνθρωπον, τῆς γῆς αὐτῷ τοὺς καρποὺς ἐδωρήσατο, ἀπὸ σπερμάτων καὶ δένδρων βιοτεύειν κελεύσας· μετὰ δὲ τὸν κατακλυσμὸν, πλείονι τοῦτον φιλοτιμεῖται τρυφῇ. καὶ πετεινὰ καὶ νηκτὰ καὶ χερσαία ζῶα θύειν τε καὶ ἐσθίειν κελεύσας· πάθει πάθος ἐξελαύνων, καὶ τῷ ἐλάττονι θεραπεύων τὸ μείζον. Προορῶν γὰρ ὁ Θεὸς, ὅτι ταῦτα πάντα θεοποιήσουσιν οἱ εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότες, συγχωρεῖ τὴν βρῶσιν, ἵνα τὴν ἀσέβειαν παύσῃ. ᾿Αβελτηρίας γὰρ ἐσχάτης, τὸ ἐσθιόμενον προσκυνεῖν. Διά τοι τοῦτο, τὰ μὲν ἀκάθαρτα τῶν ζώων λέγει, τὰ δὲ καθαρά ἵνὰ τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιῶσι, τὰ δὲ μὴ προσκυνῶσιν ἐσθιόμενα.

Diati de holōs tēn kreōphagian enomothetēsen ? Euthys dēmiourgēsas ton anthrōpon, tēs gēs autǭ tous karpous edōrēsato, apo spermatōn kai dendrōn bioteuein keleusas; meta de ton kataklysmon, pleioni touton philotimeitai tryphę̄. kai peteina kai nēkta kai chersaia zōa thyein te kai esthiein keleusas; pathei pathos exelaunōn, kai tǭ elattoni therapeuōn to meizon. Proorōn gar ho Theos, hoti tauta panta theopoiēsousin hoi eis eschatēn alogian ekpeptōkotes, synchōrei tēn brōsin, hina tēn asebeian pausę̄. ᾿Abeltērias gar eschatēs, to esthiomenon proskynein. Dia toi touto, ta men akatharta tōn zōōn legei, ta de kathara hina ta men hōs akatharta bdelyttomenoi mē theopoiōsi, ta de mē proskynōsin esthiomena.

Why did he legislate the eating of meat at all? As soon as he created man, he gave him the fruits of the earth, bidding him live on seeds and trees; but after the flood he honors him with greater luxury, bidding him sacrifice and eat birds and fish and land animals. He was driving out one passion with another, and healing the greater with the lesser. For God, foreseeing that those who had fallen into extreme irrationality would deify all these creatures, permits eating them in order to put an end to the impiety; it is the height of stupidity to worship what one eats. For this reason he calls some animals unclean and others clean, so that they would not deify the former, loathing them as unclean, and would not worship the latter, since they eat them.

Gen 1:29 (allusion, high confidence) · Gen 9:3 (allusion, high confidence) · Lev 11:1–47 (allusion, medium confidence)

Notes and citation

Summary: God permitted meat-eating, and distinguished clean from unclean animals, to keep people from worshiping animals.

  • Allusions: Gen 1:29; Gen 9:3; Lev 11.

Topics: Idolatry, The law of Moses

Cite (SBL): Theodoret, Quaest. Oct. 1.55 (PG 80 80:157; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/theodoret-quaestiones-octateuchum/1-55). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-theodoret-quaestiones-octateuchum-1-55) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 80 (Bavarian State Library OCR); no public-domain or FOTC English exists, so each batch was re-read against the Greek.