Expositions on the Psalms 15–16

Authorship disputed: The Exposition on the Psalms (in Migne's text, a compilation of short comments) is transmitted under Athanasius's name; the Benedictine editors treated it as genuine in substance, but it is partly a catena and some comments are by others (Eusebius, Origen and later writers).

Greek text: PG 27.English: Claude (claude-opus-5-5), public domain (CC0).

Show

Chapter 15

15PG 27:99–106

Στηλογραφία τῷ Δαυΐδ. ΙΕ΄. Ὑπόθεσις. Ἡ ἐν χερσὶ προφητεία περιέχει τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τὰ ἐπὶ ταῖς ἀπειθείαις τοῦ Ἰσραὴλ ἐγκλήματα, καὶ μὴν καὶ αὐτὸ τὸ τῆς ἀναστάσεως τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μυστήριον· ὅθεν οἶμαι καὶ στηλογραφίαν ὠνομάσθαι τὴν ᾠδὴν, ἀναθέντος αὐτὴν τοῦ προφήτου Δαυΐδ ὥσπερ ἐν στήλῃ τοῖς μετ' αὐτόν. "Αδονται δὲ οἱ ἐν αὐτῷ λόγοι ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. Οὕτως γὰρ ἡμᾶς ὁ Πέτρος ἐδίδαξε φρονεῖν. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τε κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν τοὺς πρὸς Θεὸν καὶ Πατέρα ποιεῖται λόγους· οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, δι' ἡμᾶς δὲ καὶ ὑπὲρ ἡμῶν ὡς εἰς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα διὰ τὸ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ αὐτὸν αἰτεῖ διὰ τὴν Ἐκκλησίαν, ἡ ἐστιν ἡ σάρξ αὐτοῦ. Ἡ σὰρξ γὰρ αὐτοῦ ἡ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ. Εἰκότως οὖν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ φυλακή. Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ. Πάλιν καὶ τοῦτο προτρέπων τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἄμα καὶ τὴν ἐν πίστει δι᾽ ὁμολογίας δικαιοσύνην. "Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. ᾿Αγαθάς φησιν ἐν τούτοις τὰς κατὰ νόμον προσφερομένας θυσίας· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκεῖνο ἀναιρεῖ· Μὴ φάγομαι γὰρ, φησὶν, κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. ῾Αγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκκλησίαν· τὸ δὲ ἐθαυμάστωσεν ἀντὶ τοῦ, ἐδίδαξεν· τὸ δὲ, αὐτοῦ, τοῦ Πατρός· ἴν' ᾗ τὸ ὅλον οὕτως· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός· διὸ καὶ καλεῖται τῆς μεγάλης βουλῆς ἄγγελος. Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός. Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τοῖς ἐν τῇ γῇ τοῦ Θεοῦ, ἤτοι τῇ Ἐκκλησίᾳ· ἤ τινων τῶν ἐν τῇ ἁγίᾳ γῇ, ἢ ὅτι, ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες, ἐν τῇ γῇ αὐτοῦ διατρίβουσι, κἂν ἐν ταύτῃ ὦσιν ἔτι τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ εἶδος ἀρεταὶ, ἃς θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι τούτων ἐχόντων τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατ' ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἡ αὐτὴ ἀνδρεία ἀποστόλων καὶ μαρτύρων τῇ τῶν ἄλλως ἀνδριζομένων, οὐδὲ ἡ σωφροσύνη Ἰωσὴφ κατὰ τὰς ἑτέρων. Οὕτως δέ τις θαυμαστωθεὶς αἰσθάνεται τῆς ἰδίας ἀσθενείας, ὡς πολὺ τῆς θείας ἰσχύος καὶ τοῦ μεγέθους ἀπολιπόμενος. Ὅταν γὰρ πληθυνθῶσιν αἱ ἀσθένειαι τῶν δικαίων, ταχύνουσι πρὸς τὸν Θεὸν μετανοοῦντες.] Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν· ὅτε εἰδωλολάτρουν. Μετὰ ταῦτα ἐτάχυναν. Κἂν ἡσθένουν, φησὶ, τὸ πρότερον ἐν ἁμαρτίαις ὄντες, ἀλλ᾽ οὖν ἀκούσαντες τοῦ κηρύγματος, ὠκέως ὑπήκουσαν. Τοῦτο γὰρ ἐστι τὸ· Ἐτάχυναν μετὰ ταῦτα, δηλονότι εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι. Οὐ μὴ συνάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. Συνάγων, φησί, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, τουτέστιν οὐ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, δι᾿ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας. Οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Οὐκέτι κληθήσονται, φησὶν, εἰδωλολάτραι καὶ ἄθεοι, ἀλλὰ κλητοὶ καὶ ἐκλεκτοί. Πάλαι μὲν, φησὶν, ἐπαξίας τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων, εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους κλητοὺς καὶ ἐκλεκτοὺς ὀνομάζων. πων, πρέπων δικαιοσύνην δικαίωσιν. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὅτε εἰδωλολάτρουν. Εἰ καὶ πληθύνονται, οὐ παραμένουσι· μέχρι γὰρ αἰσθήσεως καὶ μόνον εἶχον παραμενούσας, διὰ τὸ ἰσχύειν τῷ ἐνδυναμοῦντι Χριστῷ. Η τοὺς ἀποστόλους ἔοικε λέγειν, καὶ τοὺς δι᾽ ἐκείνων πεπιστευκότας, ἐν οἷς καὶ διαφανῆ γέγονε τὰ θεῖα θαυμάσια, ὡς πάντα τετηρηκόσι τὰ θεῖα προστάγματα. Ἐπληθύνθησαν δὲ αὐτῶν αἱ ἀσθένειαι, ἢ ὡς ἑτέρως, τὰ διαπονήματα, πολλῶν ἐπαναστάντων δήμων, δημηγόρων, στρατηγῶν, βασιλέων, ὧν πάντων περιγενόμενοι, τὸν δρόμον ἐτέλεσαν· ἢ τὸ βραχύ καὶ πρόσκαιρον τῶν θλίψεων, τὸν ἄπειρον αἰῶνα δείκνυσιν. Οὐ μὴ συναγωγάς. Ἐτάχυνον εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι· καθαροὺς εἶναι δεῖ ἀπὸ φόνων καὶ αἱμάτων τοὺς μέλλοντας συνάγεσθαι ὑπὸ Χριστοῦ. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας.] Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. κ. τ. λ. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁ Πατήρ μου εἰς κλῆρόν μοι καὶ μερίδα τὰ ἔθνη δεδώρηται, ᾧ καὶ γέγονα ὑπήκοος μέχρι θανάτου. Τὸ γὰρ ποτήριον τὸν θάνατον σημαίνει, κατὰ τὸ εἰρημένον· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο. [Κύριος μερὶς τῆς πληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Κληρονομίαν καλεῖ τὴν τῶν ἐθνῶν βασιλείαν. Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος ὁ Πατήρ, ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου μερίς ἐστι, τουτέστι τοῦ θανάτου. Καὶ ἡ Ἐκκλησία ἐκληρονόμησε τὸν Πατέρα, κατορθώσασα τὰς ἐντολὰς αὐτοῦ· καὶ αὐτὸς ὁ θάνατος ὁ ἐμὸς ἐκληρονόμησε τὸν Πατέρα κατὰ τὸν λέγοντα· Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ.] Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι. Τοὺς δεσμοὺς τῆς ἀγάπης φησὶν, οὓς ἔσχεν πρὸς τὴν Ἐκκλησίαν, ἥτις καὶ κρατίστη ἐστὶ, τουτέστιν ἀρέσκουσα αὐτῷ. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με. Τούτου ἡ ἑρμηνεία κεῖται ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ νεφροὺς ὀνομάζειν τοὺς κεκρυμμένους καὶ ἐν βάθει λογισμούς· νύκτα δὲ τὸ ἀφανές. Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ. Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτὸν καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ πανταχοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. γοῦν ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ. Καὶ προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν ᾿Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. Ἐκ δεξιῶν μού ἐστι. Προφανῆ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Καὶ Πέτρος γὰρ ὁ κορυφαῖος ἐν ταῖς Πράξεσιν εἰς Χριστὸν ταῦτα προσήρμοσεν. Καθὸ μὲν γὰρ Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ ἐκ δεξιῶν ἔχειν τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου. Αὐτὸς ὢν ζωὴ καὶ ζωοποιὸς, ἐζωοποιῆσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὴν οἰκονομίαν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, ὁ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον, ὡς καθ' ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐχ ἑαυτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀναπέμπει λόγους.] Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Τοῦτο σημαίνει, ἐν τέρψεσι καὶ εὐφροσύναις ἔσονται οἱ ἅγιοι μετὰ τὸ ἀναβιῶναι κατὰ τὸν τῆς ἀναστάσεως καιρόν. Ταύτην δὲ τὴν τέρψιν καὶ τὴν εὐφροσύνην, ἥτις ἐστὶν ἡ ἀφθαρσία, λήψεσθαι λέγουσι παρὰ Χριστοῦ, ὅς ἐστιν ἐν ἡμῖν καὶ δεξιὰ τοῦ Πατρός. Καὶ ὡς ἀληθὴς ὁ λόγος, δῆλον ἐκ τοῦ φήσαντος λογίου· Ὃς μετασχηματίσει τὸ σχῆμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.

Stēlographia tǭ Dauïd. IE΄. Hypothesis. Hē en chersi prophēteia periechei tēn tōn ethnōn klēsin, kai ta epi tais apeitheiais tou Israēl enklēmata, kai mēn kai auto to tēs anastaseōs tou pantōn hēmōn Sōtēros Iēsou Christou mystērion; hothen oimai kai stēlographian ōnomasthai tēn ǭdēn, anathentos autēn tou prophētou Dauïd hōsper en stēlę̄ tois met' auton. "Adontai de hoi en autǭ logoi hōs ek prosōpou tou Christou. Houtōs gar hēmas ho Petros edidaxe phronein. Phylaxon me, Kyrie, hoti epi soi ēlpisa. Te koinon hōsper prosōpon tēs anthrōpotētos analabōn tous pros Theon kai Patera poieitai logous; ouch hyper ge mallon heautou, di' hēmas de kai hyper hēmōn hōs eis ex hēmōn dia tēn oikonomian. Kyrion oun onomazei ton Patera dia to en tę̄ tou doulou genesthai morphę̄. Phylachthēnai de auton aitei dia tēn Ekklēsian, hē estin hē sarx autou. Hē sarx gar autou hē Ekklēsia; phylachthēnai de tautēn aitei. Eikotōs oun kai eis to autou prosōpon anapheroit' an hē phylakē. Eipa tǭ Kyriǭ, Theos mou ei sy. Palin kai touto protrepōn tę̄ tou doulou morphę̄; dēloi de ama kai tēn en pistei di᾽ homologias dikaiosynēn. "Hoti tōn agathōn mou ou chreian echeis. ᾿Agathas phēsin en toutois tas kata nomon prospheromenas thysias; to gar tēs pisteōs rhēma ekeino anairei; Mē phagomai gar, phēsin, krea taurōn, kai haima tragōn piomai? Tois hagiois tois en tę̄ gę̄ autou ethaumastōsen ho Kyrios panta ta thelēmata autou en autois. ῾Agious einai phēsi tous hēgiasmenous en Pneumati; Christou de gēn tēn Ekklēsian; to de ethaumastōsen anti tou, edidaxen; to de, autou, tou Patros; in' hę̄ to holon houtōs; Tois hēgiasmenois en pistei gnōston epoiēse to thelēma tou Patros; dio kai kaleitai tēs megalēs boulēs angelos. Tois agathois en tę̄ gę̄ ethaumastōsen ho Theos. Tois hēgiasmenois en pistei gnōston epoiēse to thelēma tou Patros, en autois, tois en tę̄ gę̄ tou Theou, ētoi tę̄ Ekklēsią; ē tinōn tōn en tę̄ hagią gę̄, ē hoti, en ouranǭ hoi hagioi to politeuma echontes, en tę̄ gę̄ autou diatribousi, kan en tautę̄ ōsin eti tę̄ gę̄. Thelēmata de Theou hai kat eidos aretai, has thaumastoi ho Theos en tois hagiois autou, pleon ti toutōn echontōn tōn allōn anthrōpōn en tǭ kat' aretēn energein. Ou gar hē autē andreia apostolōn kai martyrōn tę̄ tōn allōs andrizomenōn, oude hē sōphrosynē Iōsēph kata tas heterōn. Houtōs de tis thaumastōtheis aisthanetai tēs idias astheneias, hōs poly tēs theias ischyos kai tou megethous apolipomenos. Hotan gar plēthynthōsin hai astheneiai tōn dikaiōn, tachynousi pros ton Theon metanoountes.] Eplēthynthēsan hai astheneiai autōn; hote eidōlolatroun. Meta tauta etachynan. Kan hēsthenoun, phēsi, to proteron en hamartiais ontes, all᾽ oun akousantes tou kērygmatos, ōkeōs hypēkousan. Touto gar esti to; Etachynan meta tauta, dēlonoti eis to hypakousai tǭ kērygmati. Ou mē synagō tas synagōgas autōn ex haimatōn. Synagōn, phēsi, synagōgas ek tōn ethnōn, ou di' haimatōn autas synaxō, toutestin ou paraskeuasō dia tēs nomikēs moi proserchesthai latreias, di᾿ aineseōs de mallon kai tēs anaimaktou thysias. Oude mē mnēsthō tōn onomatōn autōn dia cheileōn mou. Ouketi klēthēsontai, phēsin, eidōlolatrai kai atheoi, alla klētoi kai eklektoi. Palai men, phēsin, epaxias tōn praxeōn epēgonto prosēgorias, eidōlolatrai, polytheoi onomazomenoi; nyn de ouketi mnēsthēsomai tōn onomatōn ekeinōn, eusebeis autous kai hagious klētous kai eklektous onomazōn. pōn, prepōn dikaiosynēn dikaiōsin. Eplēthynthēsan hai astheneiai autōn. Hote eidōlolatroun. Ei kai plēthynontai, ou paramenousi; mechri gar aisthēseōs kai monon eichon paramenousas, dia to ischyein tǭ endynamounti Christǭ. Ē tous apostolous eoike legein, kai tous di᾽ ekeinōn pepisteukotas, en hois kai diaphanē gegone ta theia thaumasia, hōs panta tetērēkosi ta theia prostagmata. Eplēthynthēsan de autōn hai astheneiai, ē hōs heterōs, ta diaponēmata, pollōn epanastantōn dēmōn, dēmēgorōn, stratēgōn, basileōn, hōn pantōn perigenomenoi, ton dromon etelesan; ē to brachy kai proskairon tōn thlipseōn, ton apeiron aiōna deiknysin. Ou mē synagōgas. Etachynon eis to hypakousai tǭ kērygmati; katharous einai dei apo phonōn kai haimatōn tous mellontas synagesthai hypo Christou. Synagōn, phēsi, synagōgas ek tōn ethnōn, ou di' haimatōn autas synaxō, oude paraskeuasō dia tēs nomikēs moi proserchesthai latreias, aineseōs de mallon kai tēs anaimaktou thysias.] Kyrios meris tēs klēronomias mou kai tou potēriou mou. k. t. l. Hōsei saphesteron elegen; Ho Patēr mou eis klēron moi kai merida ta ethnē dedōrētai, hǭ kai gegona hypēkoos mechri thanatou. To gar potērion ton thanaton sēmainei, kata to eirēmenon; Pater, ei dynaton, parelthetō ap᾿ emou to potērion touto. [Kyrios meris tēs plēronomias mou kai tou potēriou mou. Klēronomian kalei tēn tōn ethnōn basileian. Kai tēs emēs Ekklēsias, hētis estin hē klēronomia mou, meris estin ho Kyrios ho Patēr, ho autos de kai tou potēriou mou meris esti, toutesti tou thanatou. Kai hē Ekklēsia eklēronomēse ton Patera, katorthōsasa tas entolas autou; kai autos ho thanatos ho emos eklēronomēse ton Patera kata ton legonta; Klēronome Theou, synklēronome Christou.] Schoinia epepesan moi en tois kratistois mou; kai gar hē klēronomia mou kratistē moi esti. Tous desmous tēs agapēs phēsin, hous eschen pros tēn Ekklēsian, hētis kai kratistē esti, toutestin areskousa autǭ. Eulogēsō ton Kyrion ton synetisanta me. Toutou hē hermēneia keitai en tais Praxesi tōn apostolōn. Eti de kai heōs nyktos epaideusan me hoi nephroi mou. Ethos tę̄ theopneustǭ Graphę̄ nephrous onomazein tous kekrymmenous kai en bathei logismous; nykta de to aphanes. Proeōrōmēn ton Kyrion enōpion mou diapantos, hoti ek dexiōn mou esti, hina mē saleuthō. Katho men noeitai Theos, autos estin ho panta stērizōn kai anechōn; katho de gegonen anthrōpos, prepoi an auton kai to legein ek dexiōn eschēkenai ton Kyrion, hina mē saleuthę̄. Symplattetai gar pantachou tois tēs anthrōpotētos metrois, kai to tę̄ kenōsei prepon ouk aischynetai dia tēn oikonomian. goun hopōs gegonen hē physis hēmōn eudokimos en Christǭ. Kai prosēnechthēmen eis prosōpon tou Patros hoi ekbeblēmenoi dia tēn en ᾿Adam parabasin, kai eschēkamen auton epamynonta kai stērizonta. Ek dexiōn mou esti. Prophanē elenchon echei tēs Ioudaiōn embrontēsias. Kai Petros gar ho koryphaios en tais Praxesin eis Christon tauta prosērmosen. Katho men gar Theos, autos estin ho panta stērizōn kai anechōn; katho de anthrōpos, prepoi an autǭ kai to ek dexiōn echein ton Kyrion, hina mē saleuthę̄. Ouk enkataleipseis tēn psychēn mou. Autos ōn zōē kai zōopoios, ezōopoiēsthai legetai para tou Patros dia tēn oikonomian. Egnōrisas moi hodous zōēs, ho tēs anthrōpotētos echōn prosōpon, hōs kath' hēmas gegonōs, tous hēmin mallon kai ouch heautǭ prepontas, katho noeitai Theos, anapempei logous.] Terpnotēs en tę̄ dexią sou eis telos. Touto sēmainei, en terpsesi kai euphrosynais esontai hoi hagioi meta to anabiōnai kata ton tēs anastaseōs kairon. Tautēn de tēn terpsin kai tēn euphrosynēn, hētis estin hē aphtharsia, lēpsesthai legousi para Christou, hos estin en hēmin kai dexia tou Patros. Kai hōs alēthēs ho logos, dēlon ek tou phēsantos logiou; Hos metaschēmatisei to schēma tēs tapeinōseōs hēmōn symmorphon tǭ sōmati tēs doxēs autou.

An inscription on a pillar, of David. 15. Argument. The prophecy before us contains the calling of the nations, the charges brought against Israel for its disobedience, and moreover the very mystery of the resurrection of the Saviour of us all, Jesus Christ. That is why, I think, the song was called an inscription on a pillar: the prophet David set it up, as on a pillar, for those after him. The words in it are sung as from the person of Christ; for so Peter taught us to think. “Keep me, O Lord, for I have hoped in you.” Taking on, as it were, the common person of mankind, he addresses his words to God and the Father, not so much for himself as because of us and on our behalf, as one of us, because of the dispensation. So he calls the Father “Lord” because he came to be in the form of a servant. He asks that he be kept for the sake of the Church, which is his flesh. For his flesh is the Church, and it is this that he asks to have kept. Fittingly, then, the keeping may be referred to his own person. “I said to the Lord, ‘You are my God.’” Again he refers this too to the form of a servant; and at the same time he shows the righteousness that is in faith through confession. “For you have no need of my goods.” By “goods” he means here the sacrifices offered according to the law; for that word of faith takes them away: “Shall I eat the flesh of bulls,” he says, “or drink the blood of goats?” “To the saints who are in his land the Lord has made wonderful all his wills among them.” He says that the saints are those sanctified in the Spirit; the land of Christ is the Church; “made wonderful” stands for “taught,” and “his” means the Father’s; so that the whole runs thus: to those sanctified in faith he made known the will of the Father. That is why he is also called “the angel of great counsel.” “To the good ones in the land God has made wonderful.” To those sanctified in faith he made known the will of the Father, “among them,” those in the land of God, that is, in the Church; or of some who are in the holy land; or because the saints, having their citizenship in heaven, live in his land, even though they are still in this land. And the wills of God are the virtues in their kinds, which God makes wonderful in his saints, since they have something more than other men in acting according to virtue. For the courage of apostles and martyrs is not the same as that of others who show courage in other ways, nor is the self-control of Joseph like that of others. And one who has been made wonderful in this way perceives his own weakness, as falling far short of the divine strength and greatness. For when the weaknesses of the righteous are multiplied, they hasten to God in repentance.] “Their weaknesses were multiplied”: when they worshipped idols. “Afterward they hastened.” Though they were weak, he says, being formerly in sins, yet when they heard the preaching they quickly obeyed. For this is what “Afterward they hastened” means: namely, to obey the preaching. “I will not gather their assemblies from blood.” In gathering assemblies, he says, from the nations, I will not gather them through blood; that is, I will not prepare them to approach me through the worship of the law, but rather through praise and the bloodless sacrifice. “Nor will I remember their names through my lips.” They will no longer be called idolaters and godless, he says, but called and chosen. Formerly, he says, they bore names deserved by their deeds, being named idolaters and worshippers of many gods; but now I will no longer remember those names, as I name them godly and saints, called and chosen. … “Their weaknesses were multiplied”: when they worshipped idols. Even if they are multiplied, they do not remain; for they had them remaining only so far as feeling, because of their strength in Christ who empowers them. Or he seems to mean the apostles and those who believed through them, in whom the divine wonders also became manifest, as men who had kept all the divine commands. Their weaknesses were multiplied, or, to put it otherwise, their labours, as many peoples, orators, generals, and kings rose up against them; and they overcame them all and finished the course. Or he shows the shortness and transience of afflictions, and the endless age. “I will not gather assemblies.” They hastened to obey the preaching; those who are to be gathered by Christ must be clean of murders and bloodshed. In gathering assemblies, he says, from the nations, I will not gather them through blood, nor prepare them to approach me through the worship of the law, but rather through praise and the bloodless sacrifice.] “The Lord is the portion of my inheritance and of my cup,” and so on. As if he said more plainly, “My Father has given me the nations as a lot and portion, to whom I was also obedient to death.” For the cup signifies death, according to the saying, “Father, if it is possible, let this cup pass from me.” [“The Lord is the portion of my inheritance and of my cup.” He calls the kingdom of the nations an inheritance. And of my Church, which is my inheritance, the portion is the Lord, the Father; and the same is also the portion of my cup, that is, of my death. Both the Church inherited the Father by accomplishing his commandments, and my death itself inherited the Father, according to the one who says, “Heir of God, fellow heir of Christ.”] “The measuring lines have fallen to me in my best places; for my inheritance is the best to me.” He means the bonds of love that he had toward the Church, which is also the best, that is, pleasing to him. “I will bless the Lord who gave me understanding.” The interpretation of this is found in the Acts of the Apostles. “Moreover, even until night my kidneys have instructed me.” It is the custom of the God-inspired Scripture to call the hidden and deep thoughts “kidneys,” and night what is unseen. “I foresaw the Lord always before me, for he is at my right hand, that I may not be moved.” Insofar as he is understood as God, he is the one who supports and upholds all things; but insofar as he became man, it would befit him also to say that he has the Lord at his right hand so as not to be moved. For everywhere he fits himself to the measures of humanity, and because of the dispensation he is not ashamed of what befits the self-emptying. … how our nature became approved in Christ. And we who were cast out through the transgression in Adam were brought before the face of the Father, and we have had him defending and supporting us. “He is at my right hand.” This holds a plain refutation of the Jews’ stupefaction; for Peter too, the leader of the apostles, applied these words to Christ in the Acts. For insofar as he is God, he is the one who supports and upholds all things; but insofar as he is man, it would befit him also to have the Lord at his right hand so as not to be moved. “You will not abandon my soul.” Though he himself is life and life-giver, he is said to have been made alive by the Father because of the dispensation. “You have made known to me the ways of life.” The one who bears the person of mankind, as having become like us, offers up words that befit us rather than himself, insofar as he is understood as God.] “Delight in your right hand to the end.” This signifies that the saints will be in delights and gladness after returning to life, at the time of the resurrection. And this delight and gladness, which is incorruption, they say they will receive from Christ, who is among us and the right hand of the Father. And that the saying is true is clear from the word that says, “who will transform the form of our humiliation to be conformed to the body of his glory.”

Textual problem in this passage: see the notes.

Ps 16:1–11 (15:1-Ps LXX) (quotation, high confidence) · Acts 2:25–31 (allusion, high confidence) · Phil 2:7 (allusion, high confidence) · Phil 2:8 (allusion, high confidence) · Col 1:24 (allusion, medium confidence) · Ps 50:13 (49:13 LXX) (quotation, high confidence) · Isa 9:6 (quotation, high confidence) · Phil 3:20 (allusion, high confidence) · Phil 4:13 (allusion, medium confidence) · Ps 2:8 (allusion, medium confidence) · Matt 26:39 (quotation, high confidence) · Rom 8:17 (quotation, high confidence) · Phil 3:21 (quotation, high confidence)

Notes and citation

Summary: The commentary reads Psalm 15 (Psalm 16 in English Bibles) as spoken by Christ in the person of mankind: the calling of the nations, the bloodless sacrifice, his obedient death, and his resurrection, as Peter interprets it in Acts.

  • Square brackets: Migne prints scholia from other sources in brackets; in this psalm the scan OCR shows three closing brackets without an opening (after “hasten to God in repentance,” after “the bloodless sacrifice,” and after “insofar as he is understood as God”) and one complete bracketed passage. They are kept as printed. Several sentences appear twice (the commentary and a scholion on the same verses); both are translated. Garbled words (πων, πρέπων δικαιοσύνην δικαίωσιν) after “called and chosen,” and an incomplete sentence beginning with γοῦν (“… how our nature became approved in Christ”), are marked …. “The bloodless sacrifice” is the commentary’s term. The application of “stupefaction” to the Jews is the commentary’s own, translated as written. Quotations and allusions: Acts 2:25–31; Phil 2:7–8; Col 1:24; Ps 50:13 (LXX 49:13); Isa 9:6 (LXX); Phil 3:20; Phil 4:13; Ps 2:8; Matt 26:39; Rom 8:17; Phil 3:21. The verses are given here in the Protestant numbering (Psalm 16).

Notes on the original text

  • Digital text corrected (OCR slip; stray character in the scan OCR; word split at a line break): δι καίων → δικαίων; στηρί ζων → στηρίζων; Κύ ριον → Κύριον; θεῖα 0 θαυμάσια → θεῖα θαυμάσια; παρασκευάσα» → παρασκευάσω; τεῖς τῆς → τοῖς τῆς.

Topics: Christology

Cite (SBL): Athanasius, Exp. Ps. 15 (PG 27:99–106; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/15). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-15) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.

Chapter 16

16PG 27:105–110

Προσευχὴ τῷ Δαυΐδ. Ὑπόθεσις. "Αδεται ὁ ψαλμὸς ἐκ προσώπου τοῦ κατὰ Θεὸν τελείου. Εἰσάκουσον, Κύριε, δικαιοσύνην μου. Πολλῆς πεποιθήσεως ὁ λόγος μεστός· τὸ γὰρ τῆς δικαιοσύνης ἐνταῦθα οὐχ ὡς καυχώμενος, οὐδ᾽ ὡς δίκαιον ἑαυτὸν ἀποφαίνων · ἀλλ᾽ ἀντὶ τοῦ, Δικαίως αἰτοῦντος τὴν παρὰ σοῦ βοήθειαν, καὶ ἀξιοῦντος ἀπαλλαγῆναι ὧν ἀδίκως ὑπομένει, μάτην ὑπὸ τοῦ Σαούλ διωκόμενος, καὶ ἐξάκουσον καὶ παράσχου τὴν αἴτησιν. Ενώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾶν εἰθισμένης ἐνωτίζεται ὁ Θεός. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι. Σαφῶς εὔχεται τὸν Μονογενῆ κριτὴν ἑαυτῷ καταστῆναι. Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας. Τὸ δίκαιον κρῖμα ἐξαιτεῖ τοῦ Υἱοῦ, ὁ ἔκρινεν ἡμῖν. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. ᾿Αδικίαν εἴωθεν ἡ θεία Γραφὴ καλεῖν τὴν κατὰ τοῦ Θεοῦ βλασφημίαν· ᾿Αδικίαν γὰρ, φησὶν, εἰς τὸ ὕψος ἐλάλησαν. “ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Διδάσκει, ὡς καὶ τοῦτο παραφυλάττεσθαι πρὸς τὸ μηδὲν θνητὸν μηδὲ ἀνθρώπινον φθέγγεσθαι. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Διὰ τὰ σὰ προστάγματα, φησὶ, τὴν στενὴν καὶ τεθλιμμένην εἰσήλασα πύλην. Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου. Διδάσκει ὁ λόγος μὴ πεποιθέναι ἐφ᾽ ἑαυτοῖς, ἐπὶ δὲ τῷ Θεῷ ἐπιστηρίζεσθαι. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις.] Ἐγὼ ἐκέκραξα, ὅτι εἰσήκουσάς μου, ὁ Θεός. Τὸ εἰσήκουσας, ἀντὶ τοῦ, εἰσακούσῃ. Οὐ μάτην τοῖσδε τοῖς λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας · ἤκουσας γάρ μου παρακαλοῦντος πολλάκις. Κλῖνον τὸ οὖς σου ἐμοί. Ολος ὁ Θεὸς οὖς ἐστιν, ὡς τὰ πάντα ἀκούων. Ἐγὼ ἐκέκραξα, καὶ τὰ ἑξῆς. Οὐ μάτην κράζω, ἀλλ᾽ ἐπεὶ πολλάκις ἤκουσας, αἰτῶ καὶ νῦν ἀκουσθῆναι. Κραυγὴ δὲ ἐστι πρὸς Θεὸν καὶ ἡ ἐπιτεταμένη νόησις. Τὸ στέαρ αὐτῶν συνέκλειον. Στέαρ τὴν σφοδροτάτην εὐημερίαν τῶν ἐχθρῶν σημαίνει. Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Εἷς σκοπὸς, φησὶ, γέγονεν αὐτοῖς, οἱονεὶ κατενέγκαι εἰς γῆν, καὶ τὰ σαρκὸς πεῖσαι φρονεῖν. Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῶν χειρῶν σου. Ἑκάστη τῶν δικαίων ψυχὴ καὶ μάλιστα τῶν ἑλκόντων τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, οἱονεί πως ῥομφαία ἐστὶν ἡκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν, ὦ Δέσποτα, φησὶν, ἣν αὐτὸς κατὰ τῶν σῶν ἐχθρῶν ἠκόνησας, ῥῦσαι ἀπὸ τῶν ἐχθρῶν τῆς σῆς χειρός. Τίνες δ᾽ ἂν εἶεν οἱ τῆς χειρὸς τοῦ Θεοῦ ἐχθροὶ ἢ οἱ ἀνθιστάμενοι τῇ εἰς τὸν Μονογενῆ αὐτοῦ πίστει, ὅστις ἐστὶ καὶ χεὶρ αὐτοῦ; Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτούς. Χωρισθῆναι τοὺς ἀσεβεῖς τῶν ὀλίγων εὔχεται, οἱονεί πως διαμερισθῆναι. Τίνες δὲ οἱ ὀλίγοι ἢ περὶ ὧν λέλεκται· Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστήρ αὐτῶν. Πάντων, φησὶ, τῶν τιμίων ἀπέλαυσαν· διὸ καὶ ἀπελάκτισαν οὕτως, ὡς καὶ παρανομεῖν. Τῶν δὲ κεκρυμμένων σου ἀντὶ τοῦ, ὧν ἐν ἀποκρύφῳ τιμωριῶν ἔχεις τὴν γνῶσιν, ἐγὼ ἀγνοῶ, τούτων ἔμπλησον τὰς γαστέρας αὐτῶν, περιφραστικῶς ἀντὶ, αὐτούς. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Πάσης, φησὶ, παρανομίας ἐπλήσθησαν, καὶ εἰς παῖδας δὲ ταύτην παρέπεμψαν. [Καὶ ταύτην κατέλειψαν τοῖς νηπίοις τῶν υἱῶν αὐτῶν, ἤγουν μέχρι ἐκγόνων. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐχ ὁμοιωθήσομαι ἐκείνοις, οὐδὲ τῶν αὐτῶν, φησὶ, χορτασθήσομαι· ἀλλὰ τῆς σῆς δόξης ἐμπλησθήσομαι διὰ δικαίων ἔργων.

Proseuchē tǭ Dauïd. Hypothesis. "Adetai ho psalmos ek prosōpou tou kata Theon teleiou. Eisakouson, Kyrie, dikaiosynēn mou. Pollēs pepoithēseōs ho logos mestos; to gar tēs dikaiosynēs entautha ouch hōs kauchōmenos, oud᾽ hōs dikaion heauton apophainōn ; all᾽ anti tou, Dikaiōs aitountos tēn para sou boētheian, kai axiountos apallagēnai hōn adikōs hypomenei, matēn hypo tou Saoul diōkomenos, kai exakouson kai paraschou tēn aitēsin. Enōtisai tēn proseuchēn mou ouk en cheilesi doliois. Proseuchēs gar ou dia cheileōn doliōn, dia de glōttēs kekatharmenēs, kai ta theia logia meletan eithismenēs enōtizetai ho Theos. Ek prosōpou sou to krima mou exelthoi. Saphōs euchetai ton Monogenē kritēn heautǭ katastēnai. Hoi ophthalmoi sou idetōsan euthytētas. To dikaion krima exaitei tou Huiou, ho ekrinen hēmin. Edokimasas tēn kardian mou, epeskepsō nyktos, epyrōsas me, kai ouch heurethē en emoi adikia. ᾿Adikian eiōthen hē theia Graphē kalein tēn kata tou Theou blasphēmian; ᾿Adikian gar, phēsin, eis to hypsos elalēsan. “hopōs an mē lalēsę̄ to stoma mou ta erga tōn anthrōpōn. Didaskei, hōs kai touto paraphylattesthai pros to mēden thnēton mēde anthrōpinon phthengesthai. Dia tous logous tōn cheileōn sou egō ephylaxa hodous sklēras. Dia ta sa prostagmata, phēsi, tēn stenēn kai tethlimmenēn eisēlasa pylēn. Katartisai ta diabēmata mou en tois tribois sou. Didaskei ho logos mē pepoithenai eph᾽ heautois, epi de tǭ Theǭ epistērizesthai. Triboi de Kyriou tōn entolōn hai tērēseis.] Egō ekekraxa, hoti eisēkousas mou, ho Theos. To eisēkousas, anti tou, eisakousę̄. Ou matēn toisde tois logois echrēsamēn, alla peiran tēs sēs echōn philanthrōpias ; ēkousas gar mou parakalountos pollakis. Klinon to ous sou emoi. Olos ho Theos ous estin, hōs ta panta akouōn. Egō ekekraxa, kai ta hexēs. Ou matēn krazō, all᾽ epei pollakis ēkousas, aitō kai nyn akousthēnai. Kraugē de esti pros Theon kai hē epitetamenē noēsis. To stear autōn synekleion. Stear tēn sphodrotatēn euēmerian tōn echthrōn sēmainei. Tous ophthalmous autōn ethento ekklinai en tę̄ gę̄. Heis skopos, phēsi, gegonen autois, hoionei katenenkai eis gēn, kai ta sarkos peisai phronein. Rhomphaian sou apo echthrōn tōn cheirōn sou. Hekastē tōn dikaiōn psychē kai malista tōn helkontōn tous hamartōlous ex asebeias eis theosebeian, hoionei pōs rhomphaia estin hēkonēmenē kata tōn pneumatōn tēs ponērias. Tautēn oun tēn rhomphaian, ō Despota, phēsin, hēn autos kata tōn sōn echthrōn ēkonēsas, rhysai apo tōn echthrōn tēs sēs cheiros. Tines d᾽ an eien hoi tēs cheiros tou Theou echthroi ē hoi anthistamenoi tę̄ eis ton Monogenē autou pistei, hostis esti kai cheir autou? Kyrie, apo oligōn apo gēs diamerison autous. Chōristhēnai tous asebeis tōn oligōn euchetai, hoionei pōs diameristhēnai. Tines de hoi oligoi ē peri hōn lelektai; Polloi men klētoi, oligoi de eklektoi Kai tōn kekrymmenōn sou eplēsthē hē gastēr autōn. Pantōn, phēsi, tōn timiōn apelausan; dio kai apelaktisan houtōs, hōs kai paranomein. Tōn de kekrymmenōn sou anti tou, hōn en apokryphǭ timōriōn echeis tēn gnōsin, egō agnoō, toutōn emplēson tas gasteras autōn, periphrastikōs anti, autous. Echortasthēsan huiōn, kai aphēkan ta kataloipa tois nēpiois autōn. Pasēs, phēsi, paranomias eplēsthēsan, kai eis paidas de tautēn parepempsan. [Kai tautēn kateleipsan tois nēpiois tōn huiōn autōn, ēgoun mechri ekgonōn. Egō de en dikaiosynę̄ ophthēsomai tǭ prosōpǭ sou. Ouch homoiōthēsomai ekeinois, oude tōn autōn, phēsi, chortasthēsomai; alla tēs sēs doxēs emplēsthēsomai dia dikaiōn ergōn.

A prayer of David. Argument. The psalm is sung in the person of one who is perfect according to God. “Hear, O Lord, my righteousness.” The word is full of great confidence; for “righteousness” here is said not as one boasting, nor as declaring himself righteous, but instead of: since I rightly ask for help from you and claim to be set free from what I suffer unjustly, being persecuted by Saul without cause, both hear me and grant my request. “Give ear to my prayer, not with deceitful lips.” For God gives ear to a prayer offered not through deceitful lips but through a purified tongue, accustomed to meditate on the divine oracles. “Let my judgment come forth from your presence.” He clearly prays that the Only-begotten may be appointed his judge. “Let your eyes behold uprightness.” He asks of the Son the just judgment which he gave for us. “You have tested my heart, you visited me by night, you tried me by fire, and unrighteousness was not found in me.” The divine Scripture is accustomed to call blasphemy against God “unrighteousness”; for “They spoke unrighteousness,” it says, “to the height.” “So that my mouth may not speak of the works of men.” He teaches that one must guard against this too, so as to utter nothing mortal or merely human. “Because of the words of your lips I have kept hard ways.” Because of your commands, he says, I have entered by the narrow and hard-pressed gate. “Make my steps sure in your paths.” The word teaches us not to trust in ourselves but to lean on God. And the paths of the Lord are the keeping of the commandments.] “I cried out, for you heard me, O God.” “You heard” stands for “you will hear.” I have not used these words in vain, but because I have experience of your love for mankind; for you have heard me often when I called upon you. “Incline your ear to me.” God is wholly ear, since he hears all things. “I cried out,” and so on. I do not cry out in vain; but since you have often heard me, I ask to be heard now too. And intent thought is also a cry to God. “They shut up their fat.” “Fat” signifies the enemies’ excessive prosperity. “They set their eyes to bend down to the earth.” They had one aim, he says: to bring him down, as it were, to the earth and to persuade him to mind the things of the flesh. “Your sword from the enemies of your hand.” Each soul of the righteous, and above all of those who draw sinners from ungodliness to godliness, is in a way a sword sharpened against the spirits of wickedness. This sword, then, O Master, he says, which you yourself have sharpened against your enemies, rescue from the enemies of your hand. And who would the enemies of God’s hand be but those who oppose faith in his Only-begotten, who is also his hand? “O Lord, from the few, divide them from the earth.” He prays that the ungodly may be separated from the few, divided off, as it were. And who are the few but those of whom it is said, “Many are called, but few are chosen”? “And with your hidden things their belly has been filled.” They enjoyed all precious things, he says; and that is why they kicked out so far as to transgress the law. And “your hidden things” stands for: with the punishments that you know in secret, of which I am ignorant, fill their bellies, that is, by periphrasis, fill them. “They were satisfied with sons and left what remained to their infants.” They were filled, he says, with every lawlessness, and passed it on to their children as well. [And they left it to the infants of their sons, that is, even to their descendants. “But I will appear in righteousness before your face.” I will not be made like them, he says, nor be satisfied with the same things; but I will be filled with your glory through righteous works.

Textual problem in this passage: see the notes.

Ps 17:1–15 (16:1-Ps LXX) (quotation, high confidence) · Ps 73:8 (72:8 LXX) (quotation, high confidence) · Matt 7:14 (allusion, high confidence) · Eph 6:12 (allusion, medium confidence) · Matt 22:14 (quotation, high confidence) · Deut 32:15 (echo, low confidence)

Notes and citation

Summary: The commentary reads Psalm 16 (Psalm 17 in English Bibles) as the prayer of the righteous man persecuted without cause, asking God, through his Son, for just judgment against the enemies of faith.

  • Square brackets as printed in Migne: in the scan OCR one bracket closes without an opening (after “keeping of the commandments”) and one opens without a close at the end of the section. Migne’s numeral for this psalm is lost in the scan OCR. “The Only-begotten … his hand” takes the Son as God’s hand, as the commentary does elsewhere. Quotations and allusions: 1 Sam 23–26 (Saul’s pursuit of David); Ps 73:8 (LXX 72:8); Matt 7:13–14; Eph 6:12; Matt 22:14; Deut 32:15. The verses are given here in the Protestant numbering (Psalm 17).

Notes on the original text

  • Digital text corrected (OCR slip; word split at a line break): φθέγ γεσθαι → φθέγγεσθαι; παρακαλοῦν τος → παρακαλοῦντος; ἑλκόν των → ἑλκόντων; πνευμά των → πνευμάτων; ἀν θιστάμενοι → ἀνθιστάμενοι; προσώ πῳ → προσώπῳ; ΤTo δίκαιον → Τὸ δίκαιον.

Cite (SBL): Athanasius, Exp. Ps. 16 (PG 27:105–110; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/athanasius-expositiones-psalmos/16). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-athanasius-expositiones-psalmos-16) · Report an error

Translation: Translated by Claude (Opus) from the Greek as printed in Migne PG 26-27 (Bavarian State Library OCR); letters compared afterwards with NPNF2 4; the other works re-read against the Greek, as no public-domain English exists.