Church History 2.25–2.32
Greek text: PG 67 (OCR text layer from the Bavarian State Library, cleaned for this site).English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 2, vol. 2 (1890).
Chapter 2
2.25PG 67:999–1007
᾿Αθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα, καὶ μίσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζε, καὶ κατηγόρων ἐπήγειρε πλῆθος. Παρ' ὧν όχλούμενος ὁ βασιλεὺς, σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. Εἰς ἣν κληθεὶς, οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου, καὶ τοῦ Νικομηδείας, καὶ τῶν ἀμφ᾿ αὐτοὺς δείσας τὴν σκαιωρίαν. ᾿Αλλὰ τότε μὲν, καίτοι συνελθεῖν ἀναγκαζόμενος, ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνεβάλετο. Μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς, ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν Ἕω ἐπισκόπων, ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. Κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους Ἰωάννου, Καλλίνικος ἐπίσκοπος, καὶ Ἰσχυρίων τις, ὅτι μυστικὸν ποτήριον συνέτριψε, καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον· καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύ τερον ὄντα πολλάκις καθεῖρξε, καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον ὡς βασιλικάς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε· Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου Ἐκκλησίας, καὶ μετὰ ᾿Αλεξάνδρου συναγόμενον, καθεῖλεν· ὅτι γε, φησὶ, παρῃτεῖτο κοινωνείν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρίφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου· Μάρκῳ δὲ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου Ἐκκλησίαν ἐπἑτρεψεν· αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. Καὶ Εὔπλους δὲ καὶ Παχώμιος, καὶ Ἰσαὰκ καὶ Ἀχιλλᾶς καὶ Ἑρμαίων τῶν ἀμφ' Ἰωάννην ἐπί σκοποι, πληγῶν αὐτοῦ κατηγόρουν. Κοινῇ δὲ πάντες ὡς δι' ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, ὑποθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν. ᾿Αποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίσις αυτοὺς ἐμβαλεῖν. Ἐπὶ τούτοις τε καὶ τὰ κατ' ᾿Αρσένιον ἀνεκινεῖτο. Καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. Καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν ᾿Αλεξάνδρειαν λαῶν δι' αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων. Ὁ δὲ ᾿Αθανάσιος, ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον, τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο· τῶν δὲ πρὸς ἐπίσκεψιν, ὑπέρθεσιν ᾔτησεν. Ἡπόρει δὲ λίαν, καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους, καὶ μάρτυρας πολλοὺς κατ' αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ ᾿Αρείου καὶ Μελιτίου φρονούντων, καὶ τοὺς συκοφάντας, ἐφ᾽ οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους · καὶ μάλιστα ἐπὶ τῇ κατὰ ᾿Αρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν· καὶ γυναῖκά τινα, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι, καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆναι ἐνεκαλεῖτο. Ἑκατέρα γραφή γελοία ἐφωράθη, καὶ συκοφαντίας ἀνάπλεως. Ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνὴ, παρεστώς ᾿Αθανασίῳ Τιμόθεος ᾿Αλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον, Ἐγώ σε, ἔφη, ἐβιασάμην, ὦ γύναι; Ἡ δὲ, ᾿Αλλ' οὐ σύ; καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο. Αρσένιον δὲ εἰς μέσον παρήγαγε, καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἀπέδειξε τοῖς δικασταῖς · καὶ ἐδεῖτο αὐτῶν, εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. Ἔτυχε γάρι Αρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος, ἢ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων ᾿Αθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δι' αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ, καὶ πρὸ μιᾶς τοῦ δικαστηρίου κατάρας εἰς Τύρον. Ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνόδου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις. Πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκοπος τῶν ὑπὸ ᾿Αθανάσιον, κατὰ πρόσταξιν αὐτοῦ τὴν ᾿Αρσενίου οἰκίαν κατέφλεξε· καὶ κίονι προσδήτας, καὶ ἱμάσιν αἰκισάμενος, ἐν οἰκίσκῳ καθεῖρξε. Διὰ θυρίδος δὲ ἀποδράσαι τοῦτον· καὶ ἐπειδὴ ζητητέος ἦν, ἐπὶ· χρόνον λαθεῖν κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι. Καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν, οἱ ἀμφὶ τὸν Ἰωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν, προσιόντες τοῖς ἄρχουσι. Ταῦτ᾽ οὖν λογιζόμενος ᾿Αθανάσιος, περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. Μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους, πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα, καὶ βίαιον, καὶ ἱερωσύνης ἀνάξιον· δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μὴ, ὡς εἰκὸς, ἐν στάσει καταδραμόντες, αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα αὐτὸν ὑπεξἡγαγον τοῦ δικαστηρίου. Ὁ δὲ, λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ, οὔτε ἀσφαλές • δικάσασθαι πρὸς πλῆθος κατηγόρων παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. Καταδικάζουσι δὲ αὐτῷ ἐρήμην ἡ σύνοδος, καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς, καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν ᾿Αλεξάνδρειαν οἰκεῖν, ἵνα μὴ, φησὶ, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας, ὡς οὐ δικαίως κακῶς παθόντας, εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα ἑκάστῳ διέδωκαν. Δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ, καὶ γράφουσι τοῖς πανταχῆ ἐπισκόποις, μὴ μεταδοῦναι αὐτῷ κοινωνίας, μήτε γράφειν, μήτε παρ' αὐτοῦ γράμματα δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν, καὶ διὰ τῆς φυγῆς, καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἀλόντος. Ἑδήλουν δὲ διὰ τῆς ἐπιστολῆς, ἐπὶ τοιαύτην προῆχθαι ψῆφον· πρῶτον μὲν ὅσον χαι λεπαίνοντες, καθότι, τοῦ βασιλέως προστάξοντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ, συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν Ἕω ἐπισκόπους, οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνὁδὸν ἰδὼν, καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας. Πλειόνων δὲ συνελθόντων εἰς Τύρον, ἅμα πλήθει ἀφίκετο, καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ· πῆ μὲν τὰς ἀπολογίας ἀποκρουόμενος, πῆ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων· ἄλλοτε δὲ καλούμενος ὑπ᾿ αὐτῶν, μὴ ὑπι ακούων · ποτὲ κρίνεσθαι μὴ ἀξιῶν. Περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τοῦτο προϊσχόμενοι, Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον, καὶ Μάριν τὸν Χαλκηδόνος, καὶ Θεόδωρον τὸν Ἡρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον · οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην ἔνθα συντετρίφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. Τοιαῦτα ἔγραψαν, καθ᾿ ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι, καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. Οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν, καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. Λέγεται οὖν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς, ἐξαναστῆναι Μάξιμον τὸν Ἱεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀν θρώπων, ὁμολογητὰς αὐτοὺς ὄντας, καὶ δι᾿ εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους, καὶ τὰς ἀγγύλας πεπηρωμένους.
᾿Athanasiǭ de palin hai tōn enantiōn epiboulai anekinoun pragmata, kai misos para tǭ basilei kateskeuaze, kai katēgorōn epēgeire plēthos. Par' hōn ochloumenos ho basileus, synodon genesthai prosetaxen en Kaisareią tēs Palaistinēs. Eis hēn klētheis, ouch hypēkousen, Eusebiou tou tę̄de episkopou, kai tou Nikomēdeias, kai tōn amph᾿ autous deisas tēn skaiōrian. ᾿Alla tote men, kaitoi synelthein anankazomenos, amphi tous triakonta mēnas anebaleto. Meta de tauta sphodroteron biastheis, hēken eis Tyron. Entha dē synelthontes polloi tōn ana tēn Heō episkopōn, ekeleuon auton tas euthynas hypechein tōn katēgoroumenōn. Katēgoroun de autou tou merous Iōannou, Kallinikos episkopos, kai Ischyriōn tis, hoti mystikon potērion synetripse, kai episkopikon katheile thronon; kai Ischyriōna touton presby teron onta pollakis katheirxe, kai sykophantēsas pros Hyginon ton Aigyptou hyparchon hōs basilikas eikonas lithasanta, desmōtērion oikein pareskeuase; Kallinikon de hōs episkopon onta en Pēlousiǭ tēs katholou Ekklēsias, kai meta ᾿Alexandrou synagomenon, katheilen; hoti ge, phēsi, parę̄teito koinōnein autǭ, ei mē peistheiē peri tou syntetriphthai hyponooumenou mystikou potēriou; Markǭ de tini presbyteriou aphę̄rēmenǭ tēn Pēlousiou Ekklēsian epetrepsen; auton de Kallinikon stratiōtikēs phrouras kai aikismōn kai dikastēriōn peirathēnai epoiēse. Kai Euplous de kai Pachōmios, kai Isaak kai Achillas kai Hermaiōn tōn amph' Iōannēn epi skopoi, plēgōn autou katēgoroun. Koinę̄ de pantes hōs di' epiorkias tinōn eis tēn episkopēn parēlthen, hypothemenōn pantōn mēdena cheirotonein, prin ta en autois enklēmata dialysōsin. ᾿Apostēnai de dia touto autous apatēthentas tēs pros auton koinōnias; ton de mē axiōsai peisai, alla biazesthai, kai desmōtērisis autous embalein. Epi toutois te kai ta kat' ᾿Arsenion anekineito. Kai hoia philei en spoudazomenais epiboulais, aprosdokētoi kai tōn nomizomenōn philōn anephyonto katēgoroi. Kai grammateion aneginōsketo dēmotikōn ekboēseōn, hōs tōn ana tēn ᾿Alexandreian laōn di' auton ekklēsiazein mē anechomenōn. Ho de ᾿Athanasios, apologēsasthai prostachtheis, proelthōn pollakis eis to dikastērion, ta men tōn enklēmatōn apelysato; tōn de pros episkepsin, hyperthesin ę̄tēsen. Hēporei de lian, kai tous katēgorous tois dikastais horōn kecharismenous, kai martyras pollous kat' autou pareskeuasmenous ek tōn ta ᾿Areiou kai Melitiou phronountōn, kai tous sykophantas, eph᾽ hois enklēmasin ekratei, syngnōmēs axioumenous ; kai malista epi tę̄ kata ᾿Arsenion graphę̄, hou goēteias heneka katēgoreito ton brachiona ektemein; kai gynaika tina, hę̄ dōra epi aselgeią dedōkenai, kai nyktōr akousę̄ syndiaphtharēnai enekaleito. Hekatera graphē geloia ephōrathē, kai sykophantias anapleōs. Epei gar syneilegmenōn episkopōn katēgorei tauta hē gynē, parestōs ᾿Athanasiǭ Timotheos ᾿Alexandreus presbyteros, hōs autois lathra synedokei, hypolabōn pros to gynaion, Egō se, ephē, ebiasamēn, ō gynai? Hē de, ᾿All' ou sy? kairon legousa kai topon en hǭ dēthen bebiasto. Arsenion de eis meson parēgage, kai amphoteras artious autou cheiras apedeixe tois dikastais ; kai edeito autōn, euthynas hypechein tous katēgorous hou epepheronto brachionos. Etyche gari Arsenios houtos, ē theiothen elaunomenos, ē, hōs legetai, hypo tōn epiboulōn ᾿Athanasiou kryptomenos, anangeilantos tou di' auton kindyneuein ton episkopon, apodras nyktōr, kai pro mias tou dikastēriou kataras eis Tyron. Hekaterou de enklēmatos hōde lythentos, hōs mēden apologias prosdeēthēnai, to men prōton, hōs oimai, epi prophasei dēthen tou mē chrēnai houtōs aischron kai geloiōdes pragma epi synodou anagraphesthai, ouk empheretai tois pepragmenois. Pros de to deuteron ērkesen eis apologian tois katēgorois eipein, hōs Plousianos tis episkopos tōn hypo ᾿Athanasion, kata prostaxin autou tēn ᾿Arseniou oikian katephlexe; kai kioni prosdētas, kai himasin aikisamenos, en oikiskǭ katheirxe. Dia thyridos de apodrasai touton; kai epeidē zētēteos ēn, epi; chronon lathein kryptomenon, mē phainomenon de eikotōs apothanein nomisthēnai. Kai hoia ge epiphanē andra kai homologētēn, hoi amphi ton Iōannēn episkopoi ezētoun auton, prosiontes tois archousi. Taut᾽ oun logizomenos ᾿Athanasios, perideēs ēn; hama de hyphōrato, mē kairon heurontes hoi epibouleuontes lathra anelōsin auton. Meta pollas de synodous, thorybou kai tarachēs emplēsthentos tou syllogou, kekragotōn te tōn katēgorōn kai tou peri to dikastērion plēthous, pasę̄ mēchanę̄ chrēnai auton ekpodōn poiein hōs goēta, kai biaion, kai hierōsynēs anaxion; deisantes hoi para tou basileōs prostetagmenoi pareinai tę̄ synodǭ eutaxias heneka, mē, hōs eikos, en stasei katadramontes, autocheires autou genōntai, lathra auton hypexēgagon tou dikastēriou. Ho de, logisamenos ouk akindynon autǭ diatribein en Tyrǭ, oute asphales • dikasasthai pros plēthos katēgorōn para dikastais echthrois, pheugei eis Kōnstantinoupolin. Katadikazousi de autǭ erēmēn hē synodos, kai kathairousi tēs episkopēs, kai psēphizontai auton mēketi tēn ᾿Alexandreian oikein, hina mē, phēsi, thorybous kai staseis parōn ergazētai. Iōannēn de kai tous syn autǭ pantas, hōs ou dikaiōs kakōs pathontas, eis koinōnian prosientai, kai to en tǭ klērǭ axiōma hekastǭ diedōkan. Dēlousi de ta pepragmena tǭ basilei, kai graphousi tois pantachē episkopois, mē metadounai autǭ koinōnias, mēte graphein, mēte par' autou grammata dechesthai, hōs elēlegmenou en hois diēkousan, kai dia tēs phygēs, kai epi tais mē agōnistheisais graphais alontos. Hedēloun de dia tēs epistolēs, epi toiautēn proēchthai psēphon; prōton men hoson chai lepainontes, kathoti, tou basileōs prostaxontos en tǭ parelthonti eniautǭ, synelthein autou charin eis Kaisareian tous ana tēn Heō episkopous, ouk apēntēsen, epi makrǭ chronǭ talaipōroumenēn tēn synodon idōn, kai tōn tou kratountos prostagmatōn kataphronēsas. Pleionōn de synelthontōn eis Tyron, hama plēthei aphiketo, kai tarachas kai thorybous enepoiei tę̄ synodǭ; pē men tas apologias apokrouomenos, pē de tōn episkopōn hekaston propēlakizōn; allote de kaloumenos hyp᾿ autōn, mē hypi akouōn ; pote krinesthai mē axiōn. Periphanōs de pephōrasthai auton epi tou mystikou potēriou tę̄ syntribę̄ katēngellon, martyras epi touto proïschomenoi, Theognion ton Nikaias episkopon, kai Marin ton Chalkēdonos, kai Theodōron ton Hērakleias, Oualenta te kai Oursakion kai Makedonion ; hous apesteilan eis Aigypton, hōste paragenomenous eis tēn kōmēn entha syntetriphthai to potērion elegeto, to alēthes aneurein. Toiauta egrapsan, kath᾿ hekaston enklēma dikanikōs ephapsamenoi, kai hoion ek technēs tinos diabolēn kataskeuasai spoudazontes. Ouch hygiōs de tautēn tēn krisin echein, kai pollois tōn parontōn hiereōn katephaineto. Legetai oun Paphnoution ton homologētēn tę̄ synodǭ tautę̄ paragenomenon, labomenon tēs cheiros, exanastēnai Maximon ton Hierosolymōn episkopon, hōs ou deon syllogou koinōnein ponērōn an thrōpōn, homologētas autous ontas, kai di᾿ eusebeian tous ophthalmous autōn kekommenous, kai tas angylas pepērōmenous.
Again the plots of his opponents stirred up trouble for Athanasius, created hatred against him with the emperor, and raised up a multitude of accusers. Troubled by them, the emperor ordered a synod to be held at Caesarea in Palestine. Athanasius was summoned to it but did not obey, fearing the scheming of Eusebius, bishop there, and of the bishop of Nicomedia and their party. At that time, though compelled to attend, he put it off for about thirty months. Afterward, being pressed more strongly, he came to Tyre. There many of the bishops of the East had gathered, and they ordered him to answer the charges. He was accused by Callinicus, a bishop of John's party, and by one Ischyrion, of having broken a mystic chalice and overthrown a bishop's throne; of having often imprisoned this Ischyrion, though he was a presbyter, and of having caused him to be put in prison by falsely accusing him before Hyginus, the prefect of Egypt, of throwing stones at the imperial statues; of having deposed Callinicus, who was bishop of the catholic church in Pelusium and had been in communion with Alexander, because, he said, Callinicus refused to communicate with him unless he was satisfied about the mystic chalice he was suspected of having broken; of having entrusted the church of Pelusium to one Mark, who had been deprived of the presbyterate; and of having made Callinicus himself suffer military custody, ill-treatment and lawsuits. Euplus, Pachomius, Isaac, Achillas and Hermaeon, bishops of John's party, accused him of beatings. All together accused him of having come into the episcopate through the perjury of certain men, when all had agreed to ordain no one until they had resolved the charges among themselves; and of having, when they were deceived and for this reason withdrew from communion with him, not thought fit to persuade them but used force and thrown them into prison. Besides this, the affair of Arsenius was stirred up again. And as usually happens in zealously pursued plots, unexpected accusers sprang up even from among those thought to be friends. A document of popular outcries was read, to the effect that the people of Alexandria would not attend church because of him. Athanasius, ordered to defend himself, came often before the court; he cleared himself of some of the charges, and for others asked for a postponement for inquiry. He was greatly at a loss, seeing that the accusers were in favour with the judges, that many witnesses against him had been made ready from among those who held the views of Arius and Melitius, and that the false accusers were pardoned on the charges in which he prevailed: especially in the charge about Arsenius, whose arm he was accused of cutting off for sorcery, and that about a woman, to whom he was charged with having given gifts for lewdness and with having violated her at night against her will. Each charge was found ridiculous and full of falsehood. For when the woman was making these accusations before the assembled bishops, Timothy, a presbyter of Alexandria, who was standing by Athanasius, by secret agreement with him took up the word and said to the woman: “Woman, was it I who violated you?” She answered, “Was it not you?”, naming the time and place where she had supposedly been violated. He also brought Arsenius into the midst, showed the judges both his hands whole, and asked them to make the accusers answer for the arm they had produced. For this Arsenius, either driven by God or, as is said, hidden by those plotting against Athanasius, when someone told him that the bishop was in danger on his account, had run away by night and come down to Tyre the day before the trial. When both charges had been disposed of in this way, so that no defence was needed, the first, as I think, on the pretext that so shameful and ridiculous a matter ought not to be recorded at a synod, is not included in the acts. On the second, it sufficed the accusers by way of defence to say that a certain Plusianus, a bishop under Athanasius, had at his command burned the house of Arsenius, tied him to a pillar, scourged him with thongs, and shut him up in a small room; that he had escaped through a window; and that since he was being sought, he had hidden for a time, and when he did not appear was naturally thought to be dead; and that the bishops of John's party had sought him, as a distinguished man and a confessor, by going to the magistrates. Reflecting on all this, Athanasius was greatly afraid; at the same time he suspected that those plotting against him would find an opportunity and kill him secretly. After many sessions, when the assembly was filled with uproar and confusion, and the accusers and the crowd about the court were shouting that he must be put out of the way by every means as a sorcerer, a man of violence, and unworthy of the priesthood, those who had been ordered by the emperor to attend the synod for the sake of good order feared that the crowd would rush on him in a riot and lay hands on him, and they secretly led him out of the court. Reckoning that it was neither without danger for him to stay in Tyre nor safe to stand trial against a multitude of accusers before hostile judges, he fled to Constantinople. The synod condemned him in his absence, deposed him from the episcopate, and voted that he should no longer live in Alexandria, lest, as they said, by his presence he should cause tumults and disturbances. They received John and all those with him into communion, as having suffered unjustly, and restored to each his rank in the clergy. They reported what had been done to the emperor, and wrote to the bishops everywhere not to give him communion, nor to write to him, nor to receive letters from him, as one convicted in the charges they had heard, and condemned by his flight in those not contested. In the letter they declared that they had been led to such a vote: first, because they were angry that when the emperor had ordered the bishops of the East to meet at Caesarea in the previous year on his account, he did not come, though he saw the synod kept waiting for a long time, and despised the ruler's commands; and that when more of them met at Tyre, he came with a crowd and caused disturbances and tumults in the synod, at times rejecting the defences, at times insulting each of the bishops, at other times not answering when called, and sometimes refusing to be tried. They announced that he had been clearly convicted of breaking the mystic chalice, citing as witnesses to this Theognis, bishop of Nicaea, Maris of Chalcedon, Theodore of Heraclea, Valens, Ursacius and Macedonius, whom they had sent to Egypt to go to the village where the chalice was said to have been broken and find out the truth. Such was what they wrote, touching each charge in a lawyer's manner and eager, as if by some art, to construct an accusation. That this judgment was not sound appeared to many of the priests present as well. It is said that Paphnutius the confessor, who was present at this synod, took Maximus, bishop of Jerusalem, by the hand and made him rise, saying that it was not right for them, being confessors who had had their eyes put out and their knees maimed for piety, to take part in an assembly of wicked men.
Notes and citation
Summary: At the synod of Tyre Athanasius faces charges of violence, of breaking a chalice, of murdering Arsenius and of violating a woman; he exposes the last two, but fearing for his life flees to Constantinople and is deposed in his absence.
- The synod of Tyre met in 335. Athanasius's own account of the charges is in his Defence against the Arians 63–87. Ischyrion's “church” was in the Mareotis; the chalice is the eucharistic cup. Paphnutius, Maximus's fellow confessor, is named in 1.10.
Notes on the original text
- Digital text corrected (OCR slip; stray letter): αὐτοῦ τοῦ μέμους Ἰωάννου → αὐτοῦ τοῦ μέρους Ἰωάννου; ἀνεβάλετο ο. Μετὰ → ἀνεβάλετο. Μετὰ; ἧκεν εἰς Τύρον Ρ. Ἔνθα → ἧκεν εἰς Τύρον. Ἔνθα; ἐκ οἰκίσκῳ καθεῖρξε → ἐν οἰκίσκῳ καθεῖρξε.
Extrabiblical texts: Athanasius, Apol. sec. 71-87 (Defence against the Arians; allusion)
Topics: Heresy, Church office, Eucharist
Cite (SBL): Sozomen, Hist. eccl. 2.25 (PG 67:999–1007; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-25). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-25
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-25) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.26PG 67:1007–1009
Ἐν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας, ἐξεργασθέντος τοῦ ἐν Ἱεροσο λύμοις νεὼ περὶ τὸν Κρανίου χῶρον, ὅ μέγα Μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανός, ἀνὴρ τῶν ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν, παρακελευομένην ἐν τάχει τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τὸν νεὼ καθιερῶσαι. Τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος, ἀναγκαῖον ἐνόμισε πρότερον ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκό πους, διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφοράς· οὕτω τε κεκαθαρμένους διχονοίας καὶλύπης ἐπὶ τὴν ἀφιέρωσιν τοῦ νεὼ χωρῆσαι. Πρόσφορον γὰρ εἶναι τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν ἱερέων. Καὶ οἱ μὲν ἦκον εἰς Ἱεροσόλυμα, καὶ τὸν ναὸν καθιέρωσαν, καὶ τὰ ἀποσταλέντα παρὰ τοῦ βασιλέως κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται, καὶ πολὺ παρέχει θαῦμα τοῖς θεωμένοις, πολυτελείας καὶ μεγέθους ἕνεκα. Ἐξ ἐκείνου δὲ ἐτήσιον ταύτην ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ τῶν Ἱεροσολύμων Ἐκκλησία · ὡς καὶ μυήσεις ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν· συνιέναι τε πολλοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ᾽ ἥλιον, οἳ καθ' ἱστορίαν τῶν ἱερῶν τόπων, πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως.
En toutǭ de amphi tēn tritēn dekada tēs Kōnstantinou hēgemonias, exergasthentos tou en Hieroso lymois neō peri ton Kraniou chōron, ho mega Martyrion prosagoreuetai, paragenomenos eis Tyron Marianos, anēr tōn en axią, basilikos tachygraphos, apedōke tę̄ synodǭ basileōs epistolēn, parakeleuomenēn en tachei ta Hierosolyma katalabein, kai ton neō kathierōsai. Touto de kai prin bebouleumenos, anankaion enomise proteron en Tyrǭ synelthontas tous episko pous, diatheinai tas pros allēlous diaphoras; houtō te kekatharmenous dichonoias kailypēs epi tēn aphierōsin tou neō chōrēsai. Prosphoron gar einai toiautę̄ panēgyrei tēn homonoian tōn hiereōn. Kai hoi men ēkon eis Hierosolyma, kai ton naon kathierōsan, kai ta apostalenta para tou basileōs keimēlia te kai anathēmata, ha eiseti nyn en tǭde tǭ hierǭ oikǭ anakeintai, kai poly parechei thauma tois theōmenois, polyteleias kai megethous heneka. Ex ekeinou de etēsion tautēn heortēn lamprōs mala agei hē tōn Hierosolymōn Ekklēsia ; hōs kai myēseis en autę̄ teleisthai, kai oktō hēmeras ephexēs ekklēsiazein; synienai te pollous schedon ek pasēs tēs hyph᾽ hēlion, hoi kath' historian tōn hierōn topōn, pantothen syntrechousi kata ton kairon tautēs tēs panēgyreōs.
Meanwhile, about the thirtieth year of Constantine's reign, when the church in Jerusalem at the place of the Skull, which is called the great Martyrium, had been completed, Marianus, a man of rank and an imperial secretary, came to Tyre and delivered to the synod a letter of the emperor bidding them go quickly to Jerusalem and consecrate the church. He had planned this before, but thought it necessary that the bishops should first meet at Tyre and settle their differences with one another, and so, cleansed of dissension and grief, proceed to the dedication of the church; for the concord of the priests was fitting for such a festival. They came to Jerusalem and consecrated the church, together with the treasures and offerings sent by the emperor, which are still kept in this holy house and cause great wonder to those who see them because of their costliness and size. From that time the church of Jerusalem has kept this as a yearly feast with great splendour, so that initiations are performed at it and assemblies held for eight days in succession; and many come together from almost every land under the sun, who run together from everywhere at the time of this festival to visit the holy places.
Notes and citation
Summary: The bishops at Tyre are summoned to Jerusalem to dedicate Constantine's church of the Martyrium, whose dedication becomes a yearly eight-day feast.
- The dedication was in September 335. “Initiations” are baptisms. The feast of the Dedication (Encaenia) was kept at Jerusalem in September.
Extrabiblical texts: Eusebius, Vit. Const. 4.43-45 (Life of Constantine; allusion)
Topics: Baptism
Cite (SBL): Sozomen, Hist. eccl. 2.26 (PG 67:1007–1009; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-26). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-26
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-26) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.27PG 67:1009–1013
Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ ᾿Αρείου φρονοῦντες τῶν ἐπισκόπων, ἐσπούδασαν γενέσθαι ἐν Ἱεροσολύμοις σύνοδον, καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωΐῳ· ἐθάῤῥησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε· Πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν ᾿Αρείου δογμάτων. Καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. Ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ, τοῦτο γὰρ ὅνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου, ἀδείας λαβόμενος ἐπαῤῥησιάσατο πρὸς αὐτὴν, καὶ κατεμέμφετο, μὴ δικαίως "Αρειον τὴν πατρίδα φεύγειν, καὶ τῆς Ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ ᾿Αλεξάνδρου, τοῦ ἐπιτροπεύσαντος τὴν ᾿Αλεξανδρέων Εκκλησίαν. Εὐδοκιμοῦντα γὰρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν αὐτὸν, ἐζηλοτύπησεν. ᾿Αληθῆ δὲ ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτε ρίσαι τῶν ἐν Νικαίᾳ δοξάντων. Ἐπεὶ δὲ νόσῳ περιἐπεσε, καθυφωρᾶτο τελευτᾷν· καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι χάριν, ἣν ἂν αἰτήσειεν. Ἑδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον, καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ Θεῖον πείθεσθαι. Ἑαυτὴν μὲν γὰρ ἔφη οἴχεσθαι, καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν περὶ δὲ αὐτοῦ ὀῤῥωδεῖν, μήτι πάθοι ὑπὸ θεομηνίας, ἢ αὐτὸς κακῶς πράξας, ἢ τὴν ἡγεμονίαν αἰσχρῶς ἀποβαλών· ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθείς τισιν, ἀϊδίῳ φυγῇ ἐζημίωσεν. Ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον · καὶ παῤῥησίας αὐτῷ μεταδοὺς, καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφή, ψήθη χρῆναι πάλιν πειρασθῆναι τῶν κατὰ τὸν Ἄρειον· ὡς εἰκὸς, ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολάς, ἢ τῇ ἀδελφῇ χαριζόμενος. Οὐκ εἰς μακράν τε μετεκαλέσατο "Αρειον ἀπὸ τῆς φυγῆς, καὶ γραφὴν ἐκέ-, λευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ Θεοῦ. Ὁ δὲ, τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὖρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν, ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς Βίβλοις χρησάμενος· καὶ ὅρκον ὤμοσεν, ἢ μὴν ὧδε πιστεύειν, καὶ κατὰ νοῦν ταῦτα φρονεῖν, καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. Ἔχει δὲ ὧδε 83 Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Κωνσταντίνῳ, "Αρειος καὶ Εὐζώϊος πρεσβύτεροι. Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν ἐγγράφως· ὁμολογοῦμεν ἐπὶ Θεοῦ οὕτω πιστεύειν, καὶ αὐτοὶ καὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, και εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν Λόγον, δι' οὗ τὰ πάντα ἐγένετο, τὰ τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα, καὶ παθόντα καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρίναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς ἅγιον Πνεῦμα, καὶ σαρκὸς ἀνάστα: σιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν Ἐκκλησίαν καθολικὴν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζον τες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ μὴ ταῦτα οὕτω πιστεύομεν, καὶ ἀποδεχόμεθα ἀληθῶς, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ Ἐκκλησία καὶ αἱ ἅγιαι Γραφαὶ διδάσκουσιν, ὡς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἔσται ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Διὸ παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων Γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ Ἐκκλησίᾳ δηλα - δὴ, περιῃρημένων τῶν ζητημάτων, καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν· ἵνα καὶ ἡμεῖς καὶ ἡ Ἐκκλησία μετ᾿ ἀλλήλων εἰρηνεύοντες, τὰς συνήθεις καὶ παντὸς τοῦ γένους σου κοινῇ πάντες ποιώμεθα. εὐχὰς ὑπὲρ τῆς εἰρηνικῆς σου, καὶ εὐσεβοῦς βασιλείας, ματι. Οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν, εἰς κοινωνίαν αὐτοὺς Ταύτης τῆς πίστεως τὴν γραφὴν, οἱ μὲν ἔλεγον 4 τεχνικῶς συγκεῖσθαι, καὶ τὸ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν· συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς ᾿Αρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων ἐπαμφοτερίζειν, καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν. Ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν "Αρειόν τε καὶ Εὐζώϊον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, ἥσθη τῷ πράγδέξασθαι, πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων, κατὰ τὸν νόμον τῆς Ἐκκλησίας. Πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν Ἱεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως · φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ᾿ αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες, καὶ φθόνου χάριν, ἐπιβουλευθέντες, ἤν τε μηδὲν ἔχον τες μέμφεσθαι τοῖς ἤδη ἐπ᾿ αὐτοῖς κεκριμένοις, μεταμεληθεῖεν. Καιροῦ δὲ λαβόμενοι, πάλαι ταῦτα σπουδάζοντες, προφάσει τῶν βασιλέως γραμμάτων, ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. Καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν, καὶ τῇ Ἐκκλησίᾳ ᾿Αλεξανδρείας, καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. Καὶ τὰ μὲν ὧδε ἐν Ἱεροσολύμοις ἐσπουδάζετο.
Tēnikauta de kairou labomenoi hoi ta ᾿Areiou phronountes tōn episkopōn, espoudasan genesthai en Hierosolymois synodon, kai koinōnias autǭ metadounai kai Euzōïǭ; etharrhēsan de tauta kata prophasin toiande; Presbyteros tis ēn synēthēs tę̄ adelphę̄ tou basileōs, epainetēs tōn ᾿Areiou dogmatōn. Kai hoti tade ephronei, ta prōta elanthanen. Hōs de pollois proelthōn chronois oikeioteron heauton katestēse Kōnstantią, touto gar honoma ēn tę̄ adelphę̄ Kōnstantinou, adeias labomenos eparrhēsiasato pros autēn, kai katemempheto, mē dikaiōs "Areion tēn patrida pheugein, kai tēs Ekklēsias ekbeblēsthai, dia phthonon kai idias echthras ekblēthenta para ᾿Alexandrou, tou epitropeusantos tēn ᾿Alexandreōn Ekklēsian. Eudokimounta gar, ephē, para tǭ plēthei horōn auton, ezēlotypēsen. ᾿Alēthē de tauta peistheisa Kōnstantia, en hǭ men periēn, ouden ephthase neōte risai tōn en Nikaią doxantōn. Epei de nosǭ periepese, kathyphōrato teleutąn; kai paragenomenon hōs autēn ton adelphon ekeleuse teleutaian autę̄ dounai charin, hēn an aitēseien. Hedeito de oikeion echein ton eirēmenon presbyteron, kai hōs orthōs doxazonti peri to Theion peithesthai. Heautēn men gar ephē oichesthai, kai loipon tēs entautha biotēs mēden phrontizein peri de autou orrhōdein, mēti pathoi hypo theomēnias, ē autos kakōs praxas, ē tēn hēgemonian aischrōs apobalōn; epei dikaious, ephē, kai agathous andras adikōs peistheis tisin, aïdiǭ phygę̄ ezēmiōsen. Enteuthen ho basileus oikeiotata dietethē peri ton presbyteron touton ; kai parrhēsias autǭ metadous, kai koinōsamenos peri hōn eneteilato hē adelphē, psēthē chrēnai palin peirasthēnai tōn kata ton Areion; hōs eikos, hypotopēsas alētheis einai tas diabolas, ē tę̄ adelphę̄ charizomenos. Ouk eis makran te metekalesato "Areion apo tēs phygēs, kai graphēn eke-, leusen ekdounai hōn pisteuei peri Theou. Ho de, to kainon ekklinas hōn proteron euren onomatōn, heteran hyphanen ekthesin, haplois rhētois kai egnōsmenois tais hierais Biblois chrēsamenos; kai horkon ōmosen, ē mēn hōde pisteuein, kai kata noun tauta phronein, kai mēden heteron ennoein para tauta. Echei de hōde 83 Tǭ eusebestatǭ kai theophilestatǭ despotę̄ hēmōn Kōnstantinǭ, "Areios kai Euzōïos presbyteroi. Kathōs prosetaxen hē theophilēs sou eusebeia, despota basileu, ektithemetha tēn heautōn pistin engraphōs; homologoumen epi Theou houtō pisteuein, kai autoi kai pantes hoi syn hēmin, hōs hypotetaktai. Pisteuomen eis hena Theon, Patera pantokratora, kai eis Kyrion Iēsoun Christon ton Huion autou, ton ex autou pro pantōn tōn aiōnōn gegennēmenon Theon Logon, di' hou ta panta egeneto, ta te en ouranǭ kai ta epi tēs gēs; ton elthonta kai sarka analabonta, kai pathonta kai anastanta, kai anelthonta eis tous ouranous, kai palin erchomenon krinai zōntas kai nekrous. Kai eis hagion Pneuma, kai sarkos anasta: sin, kai eis zōēn tou mellontos aiōnos, kai eis basileian ouranōn, kai eis mian Ekklēsian katholikēn tou Theou, tēn apo peratōn heōs peratōn. Tautēn de tēn pistin pareilēphamen ek tōn hagiōn euangeliōn, legontos tou Kyriou tois heautou mathētais, Poreuthentes mathēteusate panta ta ethnē, baptizon tes autous eis to onoma tou Patros kai tou Huiou kai tou hagiou Pneumatos. Ei de mē tauta houtō pisteuomen, kai apodechometha alēthōs, Patera kai Huion kai hagion Pneuma, hōs pasa hē katholikē Ekklēsia kai hai hagiai Graphai didaskousin, hōs kata panta pisteuomen, kritēs hēmōn estai ho Theos kai nyn kai en tę̄ mellousę̄ hēmerą. Dio parakaloumen sou tēn eusebeian, theophilestate hēmōn basileu, ekklēsiastikous hēmas ontas, kai tēn pistin kai to phronēma tēs Ekklēsias kai tōn hagiōn Graphōn echontas, henousthai hēmas dia tēs eirēnopoiou sou kai theosebous eusebeias tę̄ mētri hēmōn, tę̄ Ekklēsią dēla - dē, perię̄rēmenōn tōn zētēmatōn, kai tōn ek tōn zētēmatōn perissologiōn; hina kai hēmeis kai hē Ekklēsia met᾿ allēlōn eirēneuontes, tas synētheis kai pantos tou genous sou koinę̄ pantes poiōmetha. euchas hyper tēs eirēnikēs sou, kai eusebous basileias, mati. Ou mēn heautǭ epetrepsen, eis koinōnian autous Tautēs tēs pisteōs tēn graphēn, hoi men elegon 4 technikōs synkeisthai, kai to dokein tois rhētois diallassein; sympheresthai de kai houtōs tois ᾿Areiou dogmasi kata tēn ekdochēn tōn onomatōn, adeian parechontōn epamphoterizein, kai pros hekateran dianoian tauta eklambanein. Hypolabōn de ho basileus paraplēsia doxazein "Areion te kai Euzōïon tois en Nikaią synelēlythosin, hēsthē tǭ pragdexasthai, pro kriseōs kai dokimasias tōn toutou kyriōn, kata ton nomon tēs Ekklēsias. Pempei de autous pros tous en Hierosolymois tote synelthontas episkopous, grapsas skopēthēnai autōn tēn ekthesin tēs pisteōs ; philanthrōpon de psēphon enenkein ep᾿ autois tēn synodon, ēn te orthōs phaneien doxazontes, kai phthonou charin, epibouleuthentes, ēn te mēden echon tes memphesthai tois ēdē ep᾿ autois kekrimenois, metamelētheien. Kairou de labomenoi, palai tauta spoudazontes, prophasei tōn basileōs grammatōn, edexanto autous eis koinōnian. Kai hote touto epoiēsan, autǭ te tǭ basilei egrapsan, kai tę̄ Ekklēsią ᾿Alexandreias, kai tois ana tēn Aigypton kai Thēbaïda kai Libyēn episkopois kai klērikois, parakeleusamenoi prothymōs autous dexasthai, hōs kai tou basileōs martyrēsantos orthēn einai tēn autōn pistin, hēn tę̄ oikeią epistolę̄ hypetaxan, kai tēs synodou epipsēphisamenēs tę̄ tou basileōs krisei. Kai ta men hōde en Hierosolymois espoudazeto.
At that time the bishops who held the views of Arius seized the opportunity and worked to have a synod held at Jerusalem and to give communion to Arius and Euzoius. They took courage to do this on the following pretext. There was a presbyter on familiar terms with the emperor's sister, who approved of the doctrines of Arius. At first it was not known that he held these views. But when, over a long time, he had made himself more intimate with Constantia, for that was the name of Constantine's sister, he took the liberty of speaking freely to her and complained that Arius was unjustly exiled from his country and expelled from the church, having been cast out by Alexander, who governed the church of the Alexandrians, through envy and personal enmity. “For seeing him esteemed by the people,” he said, “he was jealous of him.” Constantia was persuaded that this was true, but while she lived she made no attempt to alter what had been decided at Nicaea. When she fell ill and was suspected to be dying, she asked her brother, who had come to her, to grant her a last favour, whatever she might ask. She asked that he keep this presbyter as one of his household and trust him as one who held right views about the Divine. For herself, she said, she was departing and had no further care for life here; but she feared for him, lest he suffer something through divine wrath, either faring ill himself or shamefully losing his rule, since, she said, he had been unjustly persuaded by some to punish just and good men with perpetual exile. From then on the emperor became very intimate with this presbyter, gave him freedom of speech, and, sharing with him what his sister had charged, he thought he ought to examine the case of Arius again, naturally suspecting that the accusations against him might be slanders, or else wishing to please his sister. Not long after, he recalled Arius from exile and ordered him to give a written statement of what he believed about God. Arius, avoiding the novelty of the terms he had earlier devised, wove another exposition, using simple expressions known from the sacred books, and swore an oath that he truly believed so, held these views in his mind, and thought nothing other than these. It reads as follows: “To our most pious and God-beloved lord Constantine, Arius and Euzoius, presbyters. As your God-beloved Piety commanded, lord emperor, we set out our own faith in writing, and we confess before God that we and all who are with us believe as is written below. We believe in one God, the Father almighty, and in the Lord Jesus Christ his Son, begotten from him before all ages, God the Word, through whom all things came into being, both in heaven and on earth; who came and took flesh, suffered, rose again, ascended into heaven, and is coming again to judge the living and the dead. And in the Holy Spirit, and in the resurrection of the flesh, and in the life of the age to come, and in the kingdom of heaven, and in one catholic church of God, from one end of the earth to the other. This faith we have received from the holy Gospels, the Lord saying to his disciples: ‘Go and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit.’ If we do not believe these things so and truly accept the Father and the Son and the Holy Spirit, as the whole catholic church and the holy Scriptures teach, as we believe in all respects, God is our judge both now and in the coming day. Therefore we entreat your Piety, our most God-beloved emperor, that we, who are churchmen and hold the faith and mind of the church and of the holy Scriptures, may be united through your peacemaking and godly Piety to our mother, the church, the questions and the superfluous arguments arising from the questions being removed, so that we and the church, at peace with one another, may all together offer the customary prayers for your peaceful and pious reign and for your whole family.” Some said that this statement of faith had been composed artfully, differing in appearance from Arius's doctrines in its expressions but agreeing with them even so in the sense of the terms, which allowed one to equivocate and take them in either meaning. The emperor, supposing that Arius and Euzoius held views like those of the bishops who had met at Nicaea, was pleased with the matter. Yet he did not take it upon himself to receive them into communion before the judgment and examination of those who had authority in this, according to the law of the church. He sent them to the bishops then gathered at Jerusalem, writing that their exposition of faith should be examined, and that the synod should give a humane verdict on them, whether they were found to hold right views and to have been plotted against out of envy, or whether, having nothing to object to in what had already been decided about them, they had repented. Seizing the opportunity, having long been eager for this, they received them into communion on the pretext of the emperor's letter. When they had done this, they wrote to the emperor himself, to the church of Alexandria, and to the bishops and clergy throughout Egypt, the Thebaid and Libya, urging them to receive them readily, since the emperor had borne witness that their faith, which they had set down in their own letter, was right, and the synod had confirmed the emperor's judgment. Such were the efforts made at Jerusalem.
Matt 28:19 (quotation, high confidence) · 2 Tim 4:1 (allusion, low confidence) · John 1:3 (allusion, medium confidence)
Notes and citation
Summary: Through a presbyter favoured by Constantia, Constantine recalls Arius, who submits a creed in scriptural terms; the bishops gathered at Jerusalem receive Arius and Euzoius into communion.
- A fragment of Valesius's chapter title (“… libellus of faith; and how by the synod gathered at Jerusalem Arius was again received”) stood at the head of the section and has been removed. In the scan, several lines near the end of the creed are displaced (the end of the creed's last sentence, and the words “he did not take it upon himself to receive them into communion,” were printed out of order); the translation follows the evident order. The creed of Arius and Euzoius is also in Socrates, Church History 1.26; it quotes Matt 28:19. Sozomen reports that some thought it deliberately ambiguous.
Notes on the original text
- Digital text corrected (OCR slip; fragment of Valesius's chapter title leaked into the text): βοῦς πίστεως λίβελλος · καὶ ὅπως ὑπὸ τῆς Ἱεροσολύμοις ἀθροισθείσης συνόδου καὶ πάλιν ῎Αρειος προσεδέχθη. → ; Εὐζώτος πρεσβύτεροι → Εὐζώϊος πρεσβύτεροι.
Topics: Heresy, Trinity, Christology
Cite (SBL): Sozomen, Hist. eccl. 2.27 (PG 67:1009–1013; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-27). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-27
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-27) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.28PG 67:1013–1017
᾿Αθανάσιος δὲ φεύγων ἐκ Τύρου, εἰς Κωνσταντίνου πόλιν ἦλθε· καὶ προσελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρατο, παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων · καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασῖν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντίνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν, τάδε ἔγραψεν τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις· • Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα. Δοκεῖ δὲ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ( ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ Θεῷ ἀρέσκοντα μὴ συνορώντων. Ἀλλὰ ἔσται τῆς θείας προνοίας ἔργον, καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἀλόντα διασκεδάσαι, καὶ ἡμῖν διαῤῥήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀληθείας αὐτόθι συνελθόντες ἐποιήσατε φροντίδα, καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. Τοιγαροῦν ἡπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν καὶ ἐφ' ἡμῶν αὐτῶν παραστήσητε. Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντίνου πόλεως, συνέβαινε δέ με τηνικαῦτα ἐφ᾿ ἵππου ὀχεῖσθαι, ἐξαίφνης ᾿Αθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσ85 δοκήτως οὕτω προσῆλθεν, ὡς παρασχεῖν ἐκπλήξεως ἀφορμήν. Μαρτυρεῖ γὰρ ὁ πάντων ἔφορος Θεὸς, ὡς οὐδὲ ἐπέγνων τ αὐτὸν ὅστις ἦν, παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην, εἰ μή τινες καὶ ὅστις ἣν καὶ τὴν ἀδικίαν ἣν πέπονθε πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀπήγγειλαν ἡμῖν. Ἐγὼ μὲν οὖν οὐ διελέχθην αὐτῷ κατ᾽ ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην, μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παῤῥησίας οὐδὲν ἕτερον παρ᾽ ἡμῶν ἥτει, ἢ τὴν ὑμεπέραν ἄφιξιν ἠξίωσεν ὑπᾶρξαι, ἵν᾽ ὑμῶν παρόντων, ἃ πέπονθεν ἀναγκαίως, ἀποδύρασθαι δυνηθείη. Ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατἐφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσἐταξα, ἵνα πάντες ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γε, νομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθατε ἀδιάστροφον ἐπὶ ἐμοῦ, ὃν τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐχ ἂν ἀρνηθείητε. Τοιγαροὖν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἵ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν δῆλον ὃΣ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν Θεὸν ἐπιγινώσχει. Πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρδαροι νῦν δι᾽ ἐμὲ, τὸν τοῦ Θεοῦ θεράποντα γνήσιον, ἐπέγνωσαν τὸν Θεὸν, εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθα!ι τοῖς ἔργοις αὑτοῖς ἤσθοντο. : "Ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεόν ὃν ἐκεῖνοι «μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται. Ἡμεῖς δὲ οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες προβάλλεσθαι, οὐδὲ γὰρ ἂν εἴποιμ: φυλάττειν, ἡμεῖς, φημὶ, οὐδὲν πράττομεν, ἣ τὰ πρὸς διχόνοιαν καὶ τείνοντα, ἁπλῶς εἰπεῖν, τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοράν. ἐπείχθητε, καθὰ προείρηται, πρὸς ἡμᾶς σπεύσατε πάντες τάχος, πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ πάντα ἐξαιρέτως ἀδιάπτωτα φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι, διασκεδασθέντων δτλαδὴ συντριδέντων ἄρδην, παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμον, οἴτινες ἐπὶ πρόσχημά τι τοῦ ἁγίον ὀνόματος ποιχθλας διαφόρους βλασφημίας παρέχουσι.» Τάδε τοῦ βασιλέως γράψαντος, οἱ μὲν ἄλλοι δείσαντες, οἴκαδε ἀνεχώρηοἱ δὲ ἀμφὶ τὸν Εὐσέδιον τὸν Νικομηδείας ἐπέσκοπον, παραγενόμενοι πρὸς βασιλέα, δίκαια ψηφέσασθαι ἐπὶ ᾿Αθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διΐσχυοίζοντο. Καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον Μάριν Θεόδωρον, θὐάλεντά τε καὶ Οὐρσάκιον, ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν· ἄλλα τε πολλὰ λοιδορησάμενοι, ἐκράτησαν ταῖς διαβολαῖς. Ὁ δὲ βασιλεὺς, ἢ ἀληθῆ τάδε πιστεύσας, ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβὼν, εἴπερ ἑκποδών γένηται ὁ ᾿Αθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. Καὶ ὁ μὲν ἀπήχθη.
᾿Athanasios de pheugōn ek Tyrou, eis Kōnstantinou polin ēlthe; kai proselthōn Kōnstantinǭ tǭ basilei, ha peponthen apōdyrato, parontōn tōn katadikasantōn autou episkopōn ; kai edeito tōn en Tyrǭ kekrimenōn genesthai tēn exetasin epi autou basileōs. Kōnstantinos de eulogon einai dokimasas tēn aitēsin, tade egrapsen tois en Tyrǭ synelthousin episkopois; • Egō men agnoō, tina esti ta hypo tēs hymeteras synodou meta thorybou kai cheimōnos krithenta. Dokei de pōs hypo tinos tarachōdous ataxias hē alētheia diestraphthai, hymōn dēladē dia tēn pros tous pelas ( ereschelian, hēn aēttēton einai boulesthe, ta tǭ Theǭ areskonta mē synorōntōn. Alla estai tēs theias pronoias ergon, kai ta tēs philoneikias tautēs kaka phanerōs alonta diaskedasai, kai hēmin diarrhēdēn epideixai, ei tina tēs alētheias autothi synelthontes epoiēsate phrontida, kai ei ta kekrimena chōris tinos charitos kai apechtheias ekrinate. Toigaroun hēpeigmenōs pantas hymas pros tēn emēn elthein eulabeian boulomai, hina tēn tōn pepragmenōn hymin akribeian kai eph' hēmōn autōn parastēsēte. Tinos de heneken tauta grapsai pros hymas edikaiōsa, kai hymas pros emauton dia tou grammatos kalō, ek tōn hepomenōn gnōsesthe. Epibainonti moi loipon tēs epōnymou hēmōn kai paneudaimonos patridos tēs Kōnstantinou poleōs, synebaine de me tēnikauta eph᾿ hippou ocheisthai, exaiphnēs ᾿Athanasios ho episkopos en mesǭ tēs leōphorou meta heterōn tinōn hous peri auton eichen, apros85 dokētōs houtō prosēlthen, hōs paraschein ekplēxeōs aphormēn. Martyrei gar ho pantōn ephoros Theos, hōs oude epegnōn t auton hostis ēn, para tēn prōtēn opsin edynēthēn, ei mē tines kai hostis hēn kai tēn adikian hēn peponthe pynthanomenois, hōsper eikos, apēngeilan hēmin. Egō men oun ou dielechthēn autǭ kat᾽ ekeino kairou, oute homilias ekoinōnēsa. Hōs ekeinos men ēxiou, egō de parę̄toumēn, mikrou dein apelaunesthai auton ekeleuon, meta pleionos parrhēsias ouden heteron par᾽ hēmōn hētei, ē tēn hymeperan aphixin ēxiōsen hyparxai, hin᾽ hymōn parontōn, ha peponthen anankaiōs, apodyrasthai dynētheiē. Hoper epeidē eulogon einai kai tois kairois prepon katephaineto, asmenōs tauta graphēnai pros hymas prosetaxa, hina pantes hosoi tēn synodon tēn en Tyrǭ ge, nomenēn eplērōsate, anyperthetōs eis to stratopedon tēs hēmeteras hēmerotētos epeichthēte, tois ergois autois epideixontes to tēs hymeteras kriseōs kathate adiastrophon epi emou, hon tou Theou gnēsion einai theraponta ouch an arnētheiēte. Toigaroun dia tēs emēs pros ton Theon latreias ta pantachou eirēneuetai, kai tōn barbarōn autōn to tou Theou onoma gnēsiōs eulogountōn, hoi mechri nyn tēn alētheian ēgnooun dēlon hoS hoti ho tēn alētheian agnoōn oude ton Theon epiginōschei. Plēn homōs, katha proeirētai, kai hoi bardaroi nyn di᾽ eme, ton tou Theou theraponta gnēsion, epegnōsan ton Theon, eulabeisthai memathēkasin, hon hyperaspizein mou pantachou kai pronoeistha!i tois ergois hautois ēsthonto. : "Hothen malista kai isasi ton Theon hon ekeinoi «men dia ton pros hēmas phobon eulabountai. Hēmeis de hoi ta mystēria tēs eumeneias autou dokountes proballesthai, oude gar an eipoim: phylattein, hēmeis, phēmi, ouden prattomen, hē ta pros dichonoian kai teinonta, haplōs eipein, ta pros olethron tou anthrōpeiou genous echonta tēn anaphoran. epeichthēte, katha proeirētai, pros hēmas speusate pantes tachos, pepeismenoi hōs panti sthenei katorthōsai peirasomai, hopōs en tǭ nomǭ tou Theou panta exairetōs adiaptōta phylattōntai, hois oute psogos oute kakodoxia tis dynēsetai prosplakēnai, diaskedasthentōn dtladē syntridentōn ardēn, pantelōs aphanisthentōn tōn echthrōn tou nomon, oitines epi proschēma ti tou hagion onomatos poichthlas diaphorous blasphēmias parechousi.» Tade tou basileōs grapsantos, hoi men alloi deisantes, oikade anechōrēoi de amphi ton Eusedion ton Nikomēdeias epeskopon, paragenomenoi pros basilea, dikaia psēphesasthai epi ᾿Athanasiǭ tēn en Tyrǭ synodon diïschyoizonto. Kai martyras paragagontes eis meson Theognion Marin Theodōron, thyalenta te kai Oursakion, epeisan hōs mystikon potērion synetripsen; alla te polla loidorēsamenoi, ekratēsan tais diabolais. Ho de basileus, ē alēthē tade pisteusas, ē loipon homonoein tous episkopous hypolabōn, eiper hekpodōn genētai ho ᾿Athanasios, prosetaxen auton en Triberei tōn pros dysin Galatōn oikein. Kai ho men apēchthē.
Athanasius, fleeing from Tyre, came to Constantinople; and approaching the emperor Constantine, he lamented what he had suffered, in the presence of the bishops who had condemned him, and asked that the decisions made at Tyre be examined before the emperor himself. Constantine, judging the request reasonable, wrote as follows to the bishops who had met at Tyre: “I do not know what was decided by your synod amid tumult and storm. But it seems that the truth has somehow been perverted by some disorderly confusion, because of your contentiousness toward your neighbours, which you wish to be unconquerable, while you do not see what is pleasing to God. But it will be the work of divine providence both to scatter the evils of this rivalry, plainly exposed, and to show us clearly whether, when you met there, you took any thought for the truth, and whether you judged what you judged without favour or enmity. Therefore I wish all of you to come with haste to my Piety, so that you may present the exact account of what you did in our own presence as well. Why I have thought it right to write this to you, and summon you to me by letter, you will learn from what follows. As I was entering our namesake and most happy city of Constantinople, and was riding on horseback at the time, suddenly Athanasius the bishop, with some others whom he had with him, came up to me in the middle of the road so unexpectedly as to give cause for astonishment. For God, who oversees all, is my witness that I did not recognize who he was at first sight, until some of our people, when we asked, told us, as was natural, both who he was and the injustice he had suffered. At that time I neither conversed with him nor shared in any talk. When he kept asking, and I refused and was almost ordering him to be driven away, he asked of us with greater boldness nothing else than that your coming should be granted, so that he might in your presence lament what he had suffered under compulsion. Since this seemed reasonable and fitting to the times, I gladly ordered this letter to be written to you, so that all of you who made up the synod held at Tyre may hasten without delay to the court of our Clemency, to show by the deeds themselves the purity and integrity of your judgment before me, whom you would not deny to be a true servant of God. For through my service to God everything everywhere is at peace, and the very barbarians, who until now did not know the truth, truly bless the name of God. Plainly, one who does not know the truth does not know God either. Yet, as has been said, even the barbarians have now come to know God through me, the true servant of God, and have learned to reverence him, whom they have perceived by the deeds themselves to shield me and care for me everywhere. Hence, above all, they know God, whom they reverence out of fear of us. But we, who are thought to set forth (I would not say guard) the mysteries of his kindness, we, I say, do nothing but what tends to dissension and hatred, and, to put it simply, what leads to the destruction of the human race. Hasten, then, as has been said, come to us all of you with all speed, persuaded that I shall try with all my strength to ensure that the things in the law of God are preserved especially without fault, to which neither blame nor any false opinion can attach, when the enemies of the law, who under some pretence of the holy name put forward various and manifold blasphemies, have been scattered, utterly crushed and entirely destroyed.” When the emperor had written this, the others were afraid and went home; but Eusebius, bishop of Nicomedia, and his party came to the emperor and insisted that the synod at Tyre had voted justly concerning Athanasius. Bringing forward as witnesses Theognis, Maris, Theodore, Valens and Ursacius, they convinced him that Athanasius had broken a mystic chalice; and with many other abuses they prevailed by their slanders. The emperor, either believing these things true, or supposing that the bishops would at last be of one mind if Athanasius were out of the way, ordered him to live at Trier among the western Gauls; and he was taken away.
Notes and citation
Summary: Athanasius appeals in person to Constantine, who summons the bishops of Tyre to Constantinople; Eusebius of Nicomedia's party renews the charge of the broken chalice, and Constantine exiles Athanasius to Trier.
- Constantine's letter to the bishops at Tyre is also in Athanasius, Defence against the Arians 86, and Socrates, Church History 1.34. A word is lost at “cause for astonishment,” and several letters are garbled in the scan; the sense is clear. Athanasius was sent to Trier in 335.
Notes on the original text
- Digital text corrected (letters lost in the scan): ὡς παρασχεῖν ξεως ἀφορμήν → ὡς παρασχεῖν ἐκπλήξεως ἀφορμήν.
Extrabiblical texts: Athanasius, Apol. sec. 86-87 (Defence against the Arians; quotation)
Topics: Heresy, Church office
Cite (SBL): Sozomen, Hist. eccl. 2.28 (PG 67:1013–1017; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-28). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-28
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-28) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.29PG 67:1017–1019
Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκε "Αρειος εἰς Αἴγυπτον. Μὴ κοινωνούσης δὲ αὐτῷ τῆς ᾿Αλεξανδρέων Ἐκκλησίας, πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. Ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ, καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς ᾿Αλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον, ἐπειράθη διαλῦσαι τὴν σύνοδον. Ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς ῎Αρειον σπονδαῖς, μὴ θεμιτὸν, μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων, σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν, καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ᾽ ἥλιον συνεληλυθότων εἰς Νίκαιαν. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν ᾿Αλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς Ἐκκλησίας, ᾿Αρείῳ δὲ κοινωνήσειν τὸν μετ᾿ αὐτόν. Ἐπὶ τούτοις τε ἀπηλλάγησαν τότε ἀλλήλων· οἱ μὲν, τῇ προθεσμία περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς· ὁ δὲ ᾿Αλέξανδρος, προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. Μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς, ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. Τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ, εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον, παννύχιος ἔκειτο πρηνής, τοῦ Θεοῦ δεόμενος· ἐμποδισθῆναι τὸ τέλος τῶν κατ᾿ αὐτοῦ βεβουλευμένων. Κατὰ δὲ ταύτην τὴν ἡμέραν, ἀπιών που περὶ δείλην ὀψίαν ὁ ῎Αρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρὸς, τοῦ κατεπείγοντος ἐγίνετο, καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. Ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν, καταλαμβάνουσιν νεκρὸν ἐπὶ τῆς καθέδρας κείμενον. Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. Ἐδόκει δὲ τοῖς μὲν, ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ᾽ ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι· τοῖς δὲ, ὡς δυσσεβήσας δεδωκέναι δίκην. Οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. Οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα ᾿Αθανασίῳ τῷ ἐπισκόπῳ ᾿Αλεξανδρείας εἰς μέσον ἀγαγεῖν. Ἔχει δὲ ὧδε
Meta de tēn en Hierosolymois synodon hēke "Areios eis Aigypton. Mē koinōnousēs de autǭ tēs ᾿Alexandreōn Ekklēsias, palin ēlthen eis Kōnstantinoupolin. Epitēdes de syndramontōn tōn ta auta phronountōn idią, kai tōn peithomenōn Eusebiǭ tǭ Nikomēdeias episkopǭ, kai synodon poiēsai paraskeuazomenōn, aisthomenos tēs autōn spoudēs ᾿Alexandros ho tote ton en Kōnstantinoupolei diepōn thronon, epeirathē dialysai tēn synodon. Hōs de touto ouk exegeneto, antikrys apēgoreue tais pros ᾿Areion spondais, mē themiton, mēde ekklēsiastikon einai legōn, sphōn autōn tēn psēphon akyron poiein, kai tōn hama autois ek pasēs schedon tēs hyph᾽ hēlion synelēlythotōn eis Nikaian. Hoi de amphi ton Eusebion hōs ta prōta logois ouk epeithon ton ᾿Alexandron, emparoinēsantes autǭ meta apeilēs diemartyranto, ei mē prosdexetai ton Areion eis rhētēn hēmeran, auton men hyperorian oikēsein ekblēthenta tēs Ekklēsias, ᾿Areiǭ de koinōnēsein ton met᾿ auton. Epi toutois te apēllagēsan tote allēlōn; hoi men, tę̄ prothesmia perimenontes epitelesai tas apeilas; ho de ᾿Alexandros, proseuchomenos mē eis ergon ekbēnai tous Eusebiou logous. Malista de auton peridea epoiei kai ho basileus, endidonai tropon tina sympeistheis. Tę̄ de pro tēs prothesmias hēmerą, eisdys hypo to thysiastērion, pannychios ekeito prēnēs, tou Theou deomenos; empodisthēnai to telos tōn kat᾿ autou bebouleumenōn. Kata de tautēn tēn hēmeran, apiōn pou peri deilēn opsian ho ᾿Areios, exapinēs anakinēsasēs auton tēs gastros, tou katepeigontos egineto, kai eis dēmosion topon pros toiautēn chreian aphōrismenon ēlthen. Hōs de epi pollǭ ouk exę̄ei, eiselthontes tines tōn exō prosdechomenōn auton, katalambanousin nekron epi tēs kathedras keimenon. Epei de touto dēlon egeneto, ou tauta pantes enomizon peri tēs autou teleutēs. Edokei de tois men, athroą nosǭ lēphtheis peri tēn kardian, ē paresin hypomeinas hyph᾽ hēdonēs tōn kata gnōmēn apantēsantōn pragmatōn, authōron tethnanai; tois de, hōs dyssebēsas dedōkenai dikēn. Hoi de ta autou phronountes goēteiais elogopoioun anę̄rēsthai ton andra. Ouk atopon de ta peri autou eirēmena ᾿Athanasiǭ tǭ episkopǭ ᾿Alexandreias eis meson agagein. Echei de hōde
After the synod at Jerusalem, Arius came to Egypt. When the church of Alexandria would not communicate with him, he came again to Constantinople. Those who held the same views and those who followed Eusebius, bishop of Nicomedia, purposely gathered there by themselves and were preparing to hold a synod; Alexander, who then governed the see of Constantinople, perceived their aim and tried to break up the synod. When this did not succeed, he openly refused to make peace with Arius, saying that it was neither lawful nor ecclesiastical to annul their own vote and that of those who had met with them at Nicaea from almost every land under the sun. When Eusebius's party could not persuade Alexander by words at first, they behaved insolently toward him and declared with threats that if he did not receive Arius by a set day, he himself would be expelled from the church and live in exile, and his successor would communicate with Arius. On these terms they then parted: they waiting for the appointed day to carry out their threats, and Alexander praying that the words of Eusebius would not come to pass. The emperor made him most afraid, since he had in some way been persuaded to give way. On the day before the appointed day Alexander went in under the altar and lay all night face down, begging God that the accomplishment of what had been plotted against him might be prevented. On that day, toward late evening, Arius was going somewhere when his bowels were suddenly moved; under pressure of need he came to a public place set apart for such use. When he did not come out for a long time, some of those waiting for him outside went in and found him lying dead on the seat. When this became known, not everyone held the same view about his death. Some thought that he had been seized by a sudden disease of the heart, or had suffered a stroke from joy at things turning out as he wished, and had died on the spot; others, that he had paid the penalty for impiety. Those who held his views spread the story that the man had been killed by sorcery. It is not out of place to bring forward what Athanasius, bishop of Alexandria, said about him. It reads as follows.
Notes and citation
Summary: Eusebius's party threatens Bishop Alexander of Constantinople unless he receives Arius; Alexander prays all night, and on the eve of the appointed day Arius dies suddenly in a public latrine.
- Arius died in 336. Sozomen reports the different explanations given of his death; the following chapter quotes Athanasius's account.
Cite (SBL): Sozomen, Hist. eccl. 2.29 (PG 67:1017–1019; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-29). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-29
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-29) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.30PG 67:1019–1023
Καὶ γὰρ καὶ αὐτὸς ῎Ἄρειος, ὁ τῆς μὲν αἱρέσεως Έξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων τὰς ἀναιδεῖς δυσσεβείας λέξεις, ὑποκρινόμενος καὶ αὐτὸς, ὡς ὁ διάβολος, τὰ τῶν Γραφῶν ῥήματα ἀπλᾶ καὶ ὡς ἔστι γεγραμμένα. Εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου, Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δὸς· ἀμυνεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ Κύριος - ὤμοσεν ὁ ἄθλιος, μήτε ἔχειν, μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ' αὐτοῦ. ᾿Αλλ' εὐθὺς ἐξελθὼν, ὥσπερ δίκην δοὺς, κατέπεσε· καὶ πρηνὴς γενόμενος, ἐλάκησε μέσος. Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος θάνατός ἐστιν · καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ἢ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. Τὸ δὲ τέλος τοῦ ᾿Αρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διατοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως ᾿Αλέξανδρος ἀντέλεγεν. Ὁ δὲ Ἄρειος ἐθάῤῥει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου. Σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι. Πολὺς δὲ ἀγὼν ἦν, ἐκείνων μὲν ἀπειλούντων, ᾿Αλεξάνδρου δὲ εὐχομένου. ᾿Αλλ' ὁ Κύριος κριτής γενόμενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ· καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον, ἐκεῖ κατέπεσε · καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας καὶ τοῦ ζῇν, εὐθὺς ἐστερήθη. Καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος ἀκούσας ἐθαύμασεν, εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον · πᾶσι δὲ τότε γέγονε φανερὸν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς ᾿Αρείου ματαία γέγονεν. Ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ ᾿Αρειανὴ μανία, καὶ ὧδε καὶ ἐν τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ. Τίς οὖν οὐ θαυμάσειεν, ὁρῶν τούτους δικαιῶσαι φιλονεικοῦντας, ὃν ὁ Κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ Κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον εἰς τὴν ἔκκλησίαν ἐλθεῖν; Ὧδε μὲν "Αρειον ἀποθανεῖν παρειλήφαμεν. Λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ᾿ ᾗ τέθνηκεν. Οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος ᾿Αρείου. Χρόνῳ δὲ ὕστερον, τῶν τὰ αὐτοῦ φρονούντων τις πλούσιός τε ἐν δυνάμει, σπουδῇ χρησάμενος, ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου, καὶ οἰκίαν κατεσκεύασε, καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ, καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως τὸν ᾿Αρείου θάνατον κωμῳδεῖσθαι.
Kai gar kai autos ᾿Areios, ho tēs men haireseōs Exarchos, Eusebiou de koinōnos, klētheis ek spoudēs tote tōn peri Eusebion para tou makaritou Kōnstantinou tou Augoustou, apaitoumenos engraphōs eipein tēn heautou pistin, egrapsen ho dolios, kryptōn tas anaideis dyssebeias lexeis, hypokrinomenos kai autos, hōs ho diabolos, ta tōn Graphōn rhēmata apla kai hōs esti gegrammena. Eita legontos tou makariou Kōnstantinou, Ei mēden heteron echeis para tauta en tę̄ dianoią, martyra tēn alētheian dos; amyneitai gar epiorkēsanta se autos ho Kyrios - ōmosen ho athlios, mēte echein, mēte alla para ta nyn graphenta phronein, kan eirēsthai pōpote eiē par' autou. ᾿All' euthys exelthōn, hōsper dikēn dous, katepese; kai prēnēs genomenos, elakēse mesos. Pasi men oun anthrōpois koinon tou biou telos thanatos estin ; kai ou dei tinos epembainein, kan echthros ē ho teleutēsas, adēlou ontos mē heōs hesperas kai auton touto katalabę̄. To de telos tou ᾿Areiou, epeidē ouch haplōs gegone, diatouto kai diēgēseōs estin axion. Tōn gar peri Eusebion apeilountōn eisagagein auton eis tēn ekklēsian, ho men episkopos tēs Kōnstantinoupoleōs ᾿Alexandros antelegen. Ho de Areios etharrhei tę̄ bią kai tais apeilais Eusebiou. Sabbaton gar ēn, kai prosedoka tę̄ hexēs synagesthai. Polys de agōn ēn, ekeinōn men apeilountōn, ᾿Alexandrou de euchomenou. ᾿All' ho Kyrios kritēs genomenos ebrabeuse kata tōn adikountōn. Oupō gar ho hēlios edy; kai chreias auton helkysasēs eis topon, ekei katepese ; kai amphoterōn, tēs te koinōnias kai tou zę̄n, euthys esterēthē. Kai ho men makaritēs Kōnstantinos akousas ethaumasen, eidōs elenchthenta touton epiorkon ; pasi de tote gegone phaneron, hoti tōn men peri Eusebion ēsthenēsan hai apeilai, kai hē elpis ᾿Areiou mataia gegonen. Edeichthē de palin, hoti para tou Sōtēros akoinōnētos gegonen hē ᾿Areianē mania, kai hōde kai en tę̄ tōn prōtotokōn ekklēsią. Tis oun ou thaumaseien, horōn toutous dikaiōsai philoneikountas, hon ho Kyrios katekrine, kai blepōn autous ekdikountas tēn hairesin, hous akoinōnētous ēlenxen ho Kyrios, mē apheis ton autēs exarchon eis tēn ekklēsian elthein? Hōde men "Areion apothanein pareilēphamen. Logos oun epi pollǭ chronǭ mēdena chrēsasthai tę̄ kathedrą eph᾿ hę̄ tethnēken. Hoia de eis dēmosion chōron dia tēn chreian ochloumenōn, hōs philei en plēthei ginesthai, kai parakeleuomenōn allēlois tōn eisiontōn phylattesthai tēn kathedran, apotropaios ēn kai tois meta tauta ho topos, hōs asebeias poinas autothi dedōkotos ᾿Areiou. Chronǭ de hysteron, tōn ta autou phronountōn tis plousios te en dynamei, spoudę̄ chrēsamenos, epriato touton ton topon para tou dēmosiou, kai oikian kateskeuase, kathelōn tēn proteran opsin, hōste lēthēn genesthai tǭ dēmǭ, kai mē tę̄ diadochę̄ tēs toiautēs anamnēseōs ton ᾿Areiou thanaton kōmǭdeisthai.
“For Arius himself, the leader of the heresy and Eusebius's associate, was summoned at that time, at the urging of Eusebius's party, by the blessed Constantine Augustus, and, being required to state his faith in writing, the crafty man wrote, hiding the shameless expressions of his impiety, and, like the devil, pretending to use the words of the Scriptures simply, as they are written. Then, when the blessed Constantine said, ‘If you have nothing else in your mind besides these, take the truth as witness; for the Lord himself will avenge you if you swear falsely,’ the wretch swore that he neither held nor thought anything besides what was now written, although things had once been said by him. But immediately on going out, as if paying the penalty, he fell, and falling headlong he burst open in the middle. Death is the common end of life for all people, and one must not trample on anyone, even if the one who has died is an enemy, since it is uncertain whether the same will not overtake oneself before evening. But since the end of Arius did not happen in an ordinary way, for this reason it is worth relating. When Eusebius's party were threatening to bring him into the church, Alexander, bishop of Constantinople, opposed it; but Arius was confident in the violence and threats of Eusebius. For it was Saturday, and he expected to be received into the assembly the next day. There was a great contest, they threatening, Alexander praying. But the Lord, becoming judge, gave his award against those who did wrong. For the sun had not yet set, and need having drawn him to a place, he fell there, and was at once deprived of both, communion and life. The blessed Constantine, hearing of it, was amazed, knowing that he had been convicted of perjury. And it then became plain to all that the threats of Eusebius's party had failed and the hope of Arius had become vain. It was shown again that the Arian madness had been excluded from communion by the Saviour, both here and in the church of the firstborn. Who then would not marvel, seeing these men contending to justify one whom the Lord condemned, and seeing them championing the heresy which the Lord has proved excluded from communion, not allowing its leader to come into the church?” This is how we have received that Arius died. It is said that for a long time no one used the seat on which he died. Since people crowd into a public place because of need, as happens in a multitude, and those who went in warned one another to avoid the seat, the place was shunned by those who came later, as Arius had paid the penalty for impiety there. Some time later, one of those who held his views, a man of wealth and power, made efforts to buy this place from the public authority and built a house there, demolishing the former structure, so that the people would forget, and Arius's death would not be mocked by the handing on of such a memory.
Acts 1:18 (allusion, high confidence) · Heb 12:23 (allusion, high confidence)
Notes and citation
Summary: Sozomen quotes Athanasius's account of the death of Arius as divine judgment on his perjury, and adds that the place became notorious until an Arian bought and built over it.
- The quotation is from Athanasius, Letter to the Bishops of Egypt and Libya 19; Athanasius tells the story also in his letter to Serapion on the death of Arius. “He burst open in the middle” echoes Acts 1:18 (Judas). “The church of the firstborn” is Heb 12:23. Athanasius's account is polemical; Sozomen gives it without comment.
Notes on the original text
- Digital text corrected (split word; split words; stray marks and figure from the scan): κατ ἐπεσε → κατέπεσε; Πᾶσι : 88 μὲν οὖν → Πᾶσι μὲν οὖν; ὂνό Κύριος κατέκρινε → ὃν ὁ Κύριος κατέκρινε.
Extrabiblical texts: Athanasius, Ep. Aeg. Lib. 19 (To the Bishops of Egypt and Libya; quotation)
Topics: Heresy
Cite (SBL): Sozomen, Hist. eccl. 2.30 (PG 67:1019–1023; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-30). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-30
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-30) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.31PG 67:1023–1025
αὐτοῦ φρονοῦντες, τοῖς τὰναντία δοξάζουσιν ἐπιβουἈλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος τέλος ἔσχεν ἡ ζήτησις ὧν εὖρε δογμάτων· οὐδὲ ἐπαύσαντο οἱ τὰ λεύεσθαι. Αμέλει τοι καὶ τοῦ ᾿Αλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος, καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς ᾿Αθανασίου καθόδου, καὶ Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος, καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, καὶ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς · ἀλλὰ τοῖς μὲν ᾿Αλεξανδρεῦσιν ἔγραψεν ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν, κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων· καὶ μὴ μετατίθεσθαι τῆς γνώμης ἰσχυρίζετο, μηδὲ μετακαλεῖσθαι τὸν ᾿Αθανάσιον, ὡς στασιώδη, καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον κρίσει. ᾿Αντωνίῳ δὲ ἀντεδήλωσε, μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. Εἰ γὰρ καὶ ὀλίγοι, φησὶ, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν, τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης. Τὸν γὰρ ᾿Αθανάσιον ὑβριστήν τε εἶναι καὶ ὑπερήφανον, καὶ διχονοίας καὶ στάσεως αἴτιον. Οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν, περὶ ταῦτα μάλιστα διέβαλλον αὐτὸν, καθότι ὁ βασιλεὺς τοὺς τοιούτους ὑπερφυῶς ἀπεστρέφετο. Τότε γοῦν πυθόμενος διχῆ μεμερίσθαι τὴν Ἐκκλησίαν, καὶ τοὺς μὲν ᾿Αθανάσιον, τοὺς δὲ Ἰωάννην θαυμάζειν, σφόδρα ἡγανάκτησε, καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. Ηὧν δὲ οὗτος ὁ Μελί τιον διαδεξάμενος, καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ Ἐκκλησίᾳ κοινωνεῖν, καὶ τὰς τιμάς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες. Καί τοί γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς ᾿Αθανασίου ἐχθροῖς. Ἀλλ᾿ ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν Ἰωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. Κρείττων γὰρ ἦν βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως, πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν.
autou phronountes, tois tanantia doxazousin epibouAlla gar oude toutou teleutēsantos telos eschen hē zētēsis hōn eure dogmatōn; oude epausanto hoi ta leuesthai. Amelei toi kai tou ᾿Alexandreōn dēmou synechōs ekboōntos, kai en litais hiketeuontos peri tēs ᾿Athanasiou kathodou, kai Antōniou tou megalou monachou pollakis peri autou grapsantos, kai antibolountos mē peithesthai tois Melitianois, kai sykophantias hēgeisthai tas autōn katēgorias, ouk epeisthē ho basileus ; alla tois men ᾿Alexandreusin egrapsen anoian kai ataxian enkalōn, klērikois de kai tais hierais parthenois hēsychian epitattōn; kai mē metatithesthai tēs gnōmēs ischyrizeto, mēde metakaleisthai ton ᾿Athanasion, hōs stasiōdē, kai ekklēsiastikę̄ katadedikasmenon krisei. ᾿Antōniǭ de antedēlōse, mē hoios te einai tēs synodou hyperidein tēn psēphon. Ei gar kai oligoi, phēsi, pros apechtheian ē charin edikasan, ou dēpou pithanon, tosautēn plēthyn ellogimōn kai agathōn episkopōn tēs homoias genesthai gnōmēs. Ton gar ᾿Athanasion hybristēn te einai kai hyperēphanon, kai dichonoias kai staseōs aition. Hoi gar enantiōs echontes pros auton, peri tauta malista dieballon auton, kathoti ho basileus tous toioutous hyperphyōs apestrepheto. Tote goun pythomenos dichē memeristhai tēn Ekklēsian, kai tous men ᾿Athanasion, tous de Iōannēn thaumazein, sphodra hēganaktēse, kai auton Iōannēn exōrisen. Hēōn de houtos ho Meli tion diadexamenos, kai para tēs en Tyrǭ synodou prostachtheis tę̄ Ekklēsią koinōnein, kai tas timas tōn idiōn klērōn echein autos te kai hoi ta autou phronountes. Kai toi ge para gnōmēn touto apebē tois ᾿Athanasiou echthrois. All᾿ homōs egeneto, kai ouden ōnēsen Iōannēn ta dedogmena tois en Tyrǭ synelēlythosi. Kreittōn gar ēn basileus hikesias kai pantodapēs paraitēseōs, pros ton hyponooumenon eis stasin ē dichonoian egeirein ta plēthē tōn Christianōn.
But not even with Arius's death did the inquiry into the doctrines he had devised come to an end, nor did those who held his views cease plotting against those of the opposite opinion. For instance, although the people of Alexandria kept crying out and entreating in litanies for the return of Athanasius, and Antony the great monk often wrote about him and begged the emperor not to believe the Melitians but to regard their accusations as slanders, the emperor was not persuaded. He wrote to the Alexandrians accusing them of folly and disorder, and ordered the clergy and the holy virgins to keep quiet; and he insisted that he would not change his mind or recall Athanasius, as a seditious man condemned by an ecclesiastical judgment. To Antony he replied that he could not disregard the vote of the synod. “For even if a few,” he said, “judged out of enmity or favour, it is surely not credible that so great a number of learned and good bishops came to the same opinion; for Athanasius is insolent and arrogant, and a cause of dissension and strife.” For his opponents slandered him chiefly on these points, since the emperor exceedingly detested such people. At that time, for instance, learning that the church was divided in two, some admiring Athanasius and others John, he was greatly incensed and exiled John himself. This was the man who had succeeded Melitius, and who had been directed by the synod of Tyre to be in communion with the church and, with those of his opinion, to keep the honours of their own clerical ranks. This turned out contrary to the wishes of Athanasius's enemies; but it happened nonetheless, and the decisions of those who had met at Tyre were of no help to John. For the emperor was proof against entreaty and every kind of plea toward anyone suspected of stirring up the Christian people to strife or dissension.
Notes and citation
Summary: After Arius's death Constantine refuses the Alexandrians' and Antony's pleas to recall Athanasius, but also exiles the Melitian leader John as a cause of division.
- The opening of the chapter is jumbled in the scan (a line of the chapter title and the first sentence interleaved); the translation follows the evident order.
Topics: Heresy
Cite (SBL): Sozomen, Hist. eccl. 2.31 (PG 67:1023–1025; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-31). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-31
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-31) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.
2.32PG 67:1025–1027
Τὸ δὲ ᾿Αρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέ ξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν, ἢ ὄνομα τοῦ εὐρόντος· ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον καὶ ἐκοινώνουν, πλὴν Ναυατιανῶν, καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντινιανῶν τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν. Κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς, προσέταξεν ἀφαιρεθῆναι αὐτῶν εὐκτηρίους οἴκους, καὶ ταῖς ἐχκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν, μήτε δημοσίᾳ ἐκκλησιάζειν. Κάλλιον δὲ τῇ καθόλου Ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο, καὶ εἰς ταύτην συνιέναι συνεβούλευσε. Διὰ τοῦτον δὲ τὸν νόμον τούτων τῶν αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην. 91 ( αὐτὸν Ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομέἘπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ τὰς δόξας διεφέροντο, πρὸς τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ ἐνομίζοντο, καὶ κακῶς ὁμοίως ἔπασχον. Σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο· καὶ διατοῦτο ῥᾳδίως καθ' ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον, καὶ συνεχῶς ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν. Μετὰ δὲ τοῦτον τὸν νόμον, δὔτε δημοσίᾳ ἐκκλησιάζειν ἠδύναντο κωλυόμενοι, οὔτε λάθρα, τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. Ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι, τῇ καθόλου Ἐκκλησίᾳ προσέθεντο. Οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς γνώμης μείναντες, οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες, ἐτελεύτησαν · ὡς μήτε εἰς ταὐτὸν συνιέναι συγχωρούμενοι, μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. Ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον, ἢ διὰ σκαιότητα δογμάτων, ἢ φαυλότητα τῶν εὐρόντων καὶ καθηγητῶν τούτων γενομένων. Οἱ δὲ τὰ Ναυάτου φρονοῦντες, ὡς ἀγαθῶν ἡγεμόνων ἐπιτυχόντες, καὶ τὰ αὐτὰ περὶ τὸ Θεῖον τῇ καθόλου Ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς, καὶ διέμειναν, οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. Ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμήνασθαι τοὺς ὑπηκόους προθέμενος. Καὶ ᾿Ακέσιος δὲ ὁ τότε ἐν Κωνσταντίνοι πόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος, βασιλεῖ κεχαρισμένος ὧν διὰ τὸν βίον, ὡς εἰκὸς, ἐβοήθει τῇ ὑπ᾿ νην, παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας, καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων· ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι, καὶ νῦν εἰσι. Περὶ δὲ τοῦτον τὸν χρόνον, οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον, καὶ Θεόγνιον τὸν Νικαίας, ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. Καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν, οὐκ ἐθάρρησαν. "Ἤδεσαν γὰρ βασιλέα ὧδε δοξά - ζοντα. Ἑτέραν δὲ ἐκθέμενοι γραφὴν ἐπὶ ῥηταῖς ἐρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνα τὴν ἕω ἐπισκόποις. Ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας, εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις, καὶ δόξασα πεπαῦσθαι, πάλιν ἀνεκινεῖτο.
To de ᾿Areiou dogma, ei kai pollois en tais diale xesin espoudazeto, oupō eis idion diekekrito laon, ē onoma tou eurontos; alla pantes hama ekklēsiazon kai ekoinōnoun, plēn Nauatianōn, kai tōn epikaloumenōn Phrygōn, Oualentinianōn te kai Markiōnistōn kai Paulianōn, kai ei tines heteroi heteras ēdē hēurēmenas haireseis eplēroun. Kata toutōn de pantōn nomon themenos ho basileus, prosetaxen aphairethēnai autōn euktērious oikous, kai tais echklēsiais synaptesthai, kai mēte en oikiais idiōtōn, mēte dēmosią ekklēsiazein. Kallion de tę̄ katholou Ekklēsią koinōnein eisēgeito, kai eis tautēn synienai synebouleuse. Dia touton de ton nomon toutōn tōn haireseōn oimai tēn pollēn aphanisthēnai mnēmēn. 91 ( auton Ekklēsią. Phryges de kata tēn allēn archomeEpi men gar tōn prin basileōn, hosoi ton Christon esebon, ei kai tas doxas diepheronto, pros tōn Hellēnistōn hoi autoi enomizonto, kai kakōs homoiōs epaschon. Sphas de autous polypragmonein dia tas koinas symphoras ouk ēdynanto; kai diatouto rhądiōs kath' heautous hekastoi syniontes ekklēsiazon, kai synechōs homilountes allēlois, ei kai oligoi ēsan, ou dielythēsan. Meta de touton ton nomon, dyte dēmosią ekklēsiazein ēdynanto kōlyomenoi, oute lathra, tōn kata polin episkopōn kai klērikōn paratērountōn. Enteuthen de perideeis hoi pleious genomenoi, tę̄ katholou Ekklēsią prosethento. Hoi de kai epi tēs autēs gnōmēs meinantes, ouketi diadochous tēs autōn haireseōs katalipontes, eteleutēsan ; hōs mēte eis tauton synienai synchōroumenoi, mēte adeōs homodoxous ekdidaskein dynamenoi. Epei kai tēn archēn hai men allai haireseis oligous tous zēlōsantas eschon, ē dia skaiotēta dogmatōn, ē phaulotēta tōn eurontōn kai kathēgētōn toutōn genomenōn. Hoi de ta Nauatou phronountes, hōs agathōn hēgemonōn epitychontes, kai ta auta peri to Theion tę̄ katholou Ekklēsią doxazontes, polloi te ēsan ex archēs, kai diemeinan, ouden mega blabentes hypo toutou tou nomou. Hōs gar oimai, kai ho basileus hekōn kathyphiei, phobēsai monon, ou lymēnasthai tous hypēkoous prothemenos. Kai ᾿Akesios de ho tote en Kōnstantinoi polei tēs autōn haireseōs episkopos, basilei kecharismenos hōn dia ton bion, hōs eikos, eboēthei tę̄ hyp᾿ nēn, paraplēsia tois allois hypemeinan, plēn Phrygias, kai tōn allōn ethnōn tōn ek geitonōn; entha dē ek tōn kata Montanon chronōn plēthos arxamenoi, kai nyn eisi. Peri de touton ton chronon, hoi amphi ton Eusebion ton Nikomēdeias episkopon, kai Theognion ton Nikaias, engraphōs ērxanto neōterizein peri tēn ekthesin tōn en Nikaią synelēlythotōn. Kai anaphandon men ekballein to homoousion tǭ Patri ton Huion, ouk etharrēsan. "Ēdesan gar basilea hōde doxa - zonta. Heteran de ekthemenoi graphēn epi rhētais ermēneiais katadedechthai ta onomata tou en Nikaią dogmatos emēnysan tois ana tēn heō episkopois. Ek toutou de tou rhētou kai dianoias, eis dialexin pesousa hē protera zētēsis, kai doxasa pepausthai, palin anekineito.
The doctrine of Arius, though it was pursued by many in debates, had not yet been separated into a people of its own or into the name of its founder; all assembled and communicated together, except the Novatians, those called Phrygians, the Valentinians, Marcionites and Paulianists, and any others who made up other heresies already devised. Against all these the emperor enacted a law, ordering that their houses of prayer be taken from them and joined to the churches, and that they should not assemble either in private houses or in public; he recommended that it was better to be in communion with the catholic church and advised them to join it. Through this law, I think, the memory of these heresies has largely disappeared. For under the earlier emperors all who worshipped Christ, even if they differed in their opinions, were regarded by the pagans as the same and suffered ill alike. Because of their common misfortunes they could not busy themselves about one another, and so each group easily met by itself and held assemblies, and by constant intercourse with one another, even if they were few, they were not dissolved. But after this law they could not assemble in public, being forbidden, nor in secret, since the bishops and clergy in each city kept watch. From then on most of them, in fear, joined the catholic church; others, who remained of the same opinion, died without leaving successors to their heresy, since they were neither allowed to meet together nor able to teach those of their opinion freely. Indeed, from the beginning the other heresies had few followers, either because of the perversity of their doctrines or because of the worthlessness of their founders and teachers. But those who held the views of Novatus, having had good leaders and holding the same views about the Divine as the catholic church, were numerous from the beginning and remained so, suffering no great harm from this law. For, as I think, the emperor himself willingly relaxed it, intending only to frighten his subjects, not to ruin them. Acesius too, then bishop of their sect at Constantinople, being in favour with the emperor because of his life, naturally helped the church under him. The Phrygians throughout the rest of the empire suffered like the others, except in Phrygia and the neighbouring peoples, where they had been numerous since the times of Montanus, and still are. About this time the party of Eusebius, bishop of Nicomedia, and Theognis of Nicaea began in writing to innovate on the exposition of those who had met at Nicaea. They did not dare to reject openly that the Son is of the same essence as the Father, for they knew the emperor held this view. But setting out another document, they announced to the bishops of the East that they had accepted the terms of the Nicene doctrine on certain stated interpretations. From this wording and sense the former inquiry, which had seemed to have ceased, fell into debate and was stirred up again.
Notes and citation
Summary: Constantine's law against the heretical sects (Novatians, Montanists, Valentinians, Marcionites, Paulianists) makes most of them disappear, though the Novatians and the Montanists of Phrygia survive; Eusebius of Nicomedia's party begins to reinterpret Nicaea.
- A fragment of Valesius's chapter title (“… Eusebius, the Arians tried artfully to remove the homoousion”) stood at the head of the section in the scan and has been removed; a line about Acesius and the Phrygians was displaced and is restored to its place. The “Phrygians” are the Montanists; the “Paulianists,” followers of Paul of Samosata. Constantine's law is given in Eusebius, Life of Constantine 3.64–65.
Notes on the original text
- Digital text corrected (fragment of Valesius's chapter title leaked into the text; stray figure from the scan): μηδείας Εὐσέβιον ᾿Αρειανοὶ τὸ Ὁμοούσιον τεχνηέντως περιελεῖν ἐπεχείρησαν. → ; εἰς ἴδιον διεκέκριτο λαὸν 4, → εἰς ἴδιον διεκέκριτο λαὸν,.
Extrabiblical texts: Eusebius, Vit. Const. 3.64-65 (Life of Constantine; allusion)
Topics: Heresy
Cite (SBL): Sozomen, Hist. eccl. 2.32 (PG 67:1025–1027; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/sozomen-historia/2-32). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/sozomen-historia/2-32
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-sozomen-historia-2-32) · Report an error
Translation: Translated by Claude (Opus) from Valesius's Greek text as printed in Migne PG 67 (Bavarian State Library OCR and Tesseract re-OCR); every chapter compared afterwards with Hartranft's English in NPNF² 2.