Homilies on Hebrews 30.1

Greek text: PG 63.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889).

Show

Chapter 30

30.1PG 63:18

Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης" ὕστερον δὲ καρπὸν κὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα μέφιν καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν. Οἱ τὰ φάρμακα πίνοντες τὰ πικρὰ, ἀνέχονται τινος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἢ κακία " ἐκεῖ πρώτη ἡ ἡδονὴ, εἶτα ἡ ἀθυμία " ἐνταῦθα πρώτη ἡ ἀθυμία, καὶ τότε ἡ ἡδονή. ᾿Αλλ᾽ οὐδὲν ἴσον “ οὐ γάρ ἔστιν ἴσον πρότερον λυπηθέντα, ὕστερον ἡσθῆναι, καὶ πρότερον ἡσθέντα, ὕστερον λυπηθῆναι. Πῶς; Ἐνταῦθα μὲν γὰρ ἡ προσδοκία τῆς μελλούσης ἀθυμίας τὴν παροῦσαν ἐλάττονα ποιεῖ ἡδονὴν " ἐκεῖ δὲ ἡ προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας " ὡς συμβαίνειν ἐκεῖ μὲν μηδέποτε ἡσθῆναι, ἐνταῦθα δὲ μηδέποτε λυπηθῆναι. Οὐ ταύτῃ δὲ μόνον τὰ τῆς διαφορᾶς, ἀλλὰ καὶ ἑτέρως. Πῶς; Ὅτι οὐδὲ τὰ τῶν χρόνων ἴσα, ἀλλὰ πολὺ μείζονα καὶ πλείονα. Ἐνταῦθα δὲ καὶ πλέον τι ἐν τοῖς πνευματικοῖς. ᾿Απὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραμυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαμβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇ ψήφῳ μάχεσθαι. Ὅταν γάρ τις παρὰ πάντων ὁμολογούμενον εἴπῃ, πάντες συγχατατοῦτο κατὰ λόγον " τοιοῦτον γὰρ ἡ παιδεία, τὴν ἀρχὴν ἔχει τοιαύτην. Ὅθεν καὶ οὕτως ἐπήγαγε " Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν, Οὐ δοκεῖ" οὐδὲ γάρ ἐστι λύπης ἡ παιδεία, ἀλλὰ μόνον δοκεῖ " οὐδὲ ἡ μὲν, ἡ δὲ οὔ, ἀλλὰ πᾶσα - Πᾶσα γὰρ, φησὶ, παιδεία οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης " τουτέστι, καὶ ἡ ἀνθρωπίνη, καὶ ἡ πνευματική. Ὁρᾷς αὑτὸν ἀπ᾿ τῶν κοινῶν ἐννοιῶν ἀγωνιζόμενον; Δοκεῖ, φησὶ, λύπης εἶναι" ὥστε οὐκ ἔστι. Ποία γὰρ λύπη τίκτουσα χαράν; Οὐδεμία" ὥσπερ οὖν οὐδὲ ἡδονὴ » Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ καρποὺς εἶπε, τὸ πλῆθος ἐμφαίνων πολύ. Τοῖς δι᾽ αὐτῆς, φησὶ, γεγυμνασμένοις. Τί ἔστι, Τοῖς δι αὐτῆς γεγυμνασμένοις; Τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν, Ὁρᾷς πῶς καὶ εὐφήμῳ ὀνόματι κέχρηται; “Αρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσι, καὶ ἄμαχον ἐν τοῖς πολέμοις. Εἰ τοίνυν πᾶσα παιδεία τοιαύτη ἐστὶ, καὶ αὕτη τοιαύτη ἔσται. Ὥστε χρηστὰ χρὴ προσδοκᾷν, καὶ τὸ τέλος ἡδὺ καὶ εἰρηνικόν. Καὶ μὴ θαυμάσῃς, εἰ σκληρὰ οὖσα, καρποὺς ἔχει γλυκεῖς " ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ μὲν φλοιὸς ἅποιός τίς ἔτι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς. ᾿Αλλ᾽ ἔλαβεν αὐτὸ ἀπὸ τῆς κοινῆς ἐννοίας. Εἰ τοίνυν τοιαῦτα χρὴ προσδοκᾶν, τί ἀλγεῖτε; τί τὰ λυπηρὰ ὑπομείναντες, περὶ τὰ χρηστὰ ἐκλύεσθε; Ἃ ἐχρῆν ὑπομεῖναι ἀηδῆ, ὑπεμείνατε " μὴ τοίνυν ἐκλυθῆτε περὶ τὴν ἀνταπόδοσιν. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ὡς πρὸς δρομεῖς καὶ πύκτας καὶ πολεμιστὰς διαλέγεται. Ὁρᾷς πῶς αὐτοὺς καθοπλίζει, πῶς αὐτοὺς ἐπαίρει; Ἐνταῦθα περὶ τῶν λογισμῶν αὑτῶν τοῦτο λέγει. Ὀρθὰ βαδίζετε, φησί " τουτέστι, μὴ ἀμφιβάλλοντες. Εἰ γὰρ ἀπὸ ἀγάπης ἡ παιδεία, εἰ ἀπὸ κηδεμονίας ἄρχεται, εἰ εἰς τέλος χρηστὸν τελευτᾷ τοῦτο γὰρ καὶ διὰ πραγμάτων, καὶ διὰ ῥημάτων, καὶ διὰ πάντων ἀποδείκνυσι " τίνος ἕνεκεν ἐκλύεσθε; τοιοῦτοι γὰρ οἱ ἀπογνόντες, οἱ μὴ τῇ ἐλπίδι ῥωννύμενοι τῶν μελλόντων. ᾿Ορθὰ, φησὶ, βαδίζετε " ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα " ὁ γὰρ μετὰ χωλείας τρέχων, ἐπιτρίβει τὸ κακόν. Ὁρᾷς ὅτι ἐφ᾽ ἡμῖν ἔστι τὸ πάντως ἰατρευθῆναι; Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγε, Μὴ καὶ ἐνταῦθα αἰνίττεται. Οὐδὲν γὰρ οὕτω μάλιστα ἐν ὡς τὸ διεσπάσθαι. Καὶ ὅρα πῶς " Διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται, κατ᾽ ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντας ἀσθενεστέρους. Εἰρήνην διώκετε μετὰ πάντων, φησίν. Ἄρα καὶ τῶν κακῶς ποιούντων. Τοῦτο καὶ ἀλλαχοῦ φησιν " Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τὸ σὸν μέρος, φησὶν, εἰρήνευε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ᾽ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως " μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. Οὕτω καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἰσχυροὺς ἐποίει λέγων" Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων" γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις; μεταξὺ λύκων ἐσμὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς; Ναὶ, φησίν " οὐδὲν γὰρ οὕτως ἐντρέπει τὸν ποιοῦντα κακῶς, ὡς τὸ φέρειν ὑμᾶς γενναίως τὰ ἐπαγόμενα, καὶ μήτε λόγῳ, μήτε ἔργῳ ἀμύνεσθαι. Τοῦτο καὶ ἡμᾶς φ ρους ποιεῖ, καὶ μείζονα προξενεῖ τὸν μισθὸν, κἀκείνους ὠφελεῖ. ᾿Αλλ᾽ ὁ δεῖνά σε ὕβρισε; σὺ εὐλόγησον. Ὅρα πόσα ἀπὸ τούτου κερδαίνεις Ἄνα ἰραοῦα ἐρα σας, μισθὸν σεαυτῷ προὐξένησας, γον ρεψας, Νὴ αὺ δεινὸν πέπονθας οὐδέν. Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν.---Τὸν ἁγιασμὸν, τί φησι; Τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα τὴν ἐν γάμῳ. Εἴτε τις χωρὶς γάμου ἐστὶ, φησὶν, ἁγνὸς μενέτω, γαμείτω “ εἴτε ἐν γάμῳ, μὴ πορνευέτω, ἀλλὰ κεχρήσθω τῇ ἰδίᾳ γυναικί καὶ γὰρ καὶ τοῦτο ἁγιασμός. Πῶς; Οὐκ ὁ γάμος ἁγιασμὸς, ἀλλ᾽ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν. Ὁ γὰρ γάμος τίμιος, οὐκ ἅγιος " καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, ἢ τὸ κωλύειν τὴν ἀπὸ τῆς πίστεως δοθεῖσαν μὴ μολύνειν. Οὗ χωρὶς, φησὶν, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει " Μὴ πλανᾶσθε" οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, πται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐκ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Πῶς γὰρ ὁ γενόμενος πόρνης σῶμα δυνήσεται εἶναι σῶμα Χριστοῦ; ᾿Επισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί " μή τις πόρνος ἣ βέβηλος. Ὁρᾷς πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν; Παρακαλοῦντες, φησὶν, ἀλλήλους καθ' ἐκάστην ἡμέραν, ἄκρις οὗ τὸ σήμερον καλεῖται. Μὴ τοίνυν πάντα ἐπὶ τοὺς διδασκάλους ἐπιῤῥίπτετε, μὴ πάντα ἐπὶ τοὺς ἡγουμένους " δύνασθε καὶ ὑμεῖς, φησὶν, ἀλλήλους οἰκοδομεῖν. Ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν " Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καθὼς καὶ ποιεῖτε " καὶ πάλιν, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς «1Ἰόγοις τούτοις. Τοῦτο καὶ ὑμῖν παραινοῦμεν νῦν ἡμεῖς. Πλείονα γὰρ ἡμῶν, ἐὰν βούλησθε, εἰς ἀλλήλους, κατορθώσετε “ καὶ γὰρ πλείονα σύνεστε χρόνον ἀλλήλοις, καὶ τὰ ἀλλήλων μᾶλλον ἡμῶν ἴστε, καὶ τὰ ἀλλήλων ἐλαττώματα οὐκ ἀγνοεῖτε, καὶ πλείονα καὶ παῤῥησίαν καὶ ἀγάπην ἔχετε καὶ συνήθειαν “ οὐ μικρὰ δὲ ταῦτα εἰς διδασκαλίαν, ἀλλ᾽ εἴσοδοι μεγάλαι καὶ εὐκαιρίαι - καὶ μᾶλλον ἡμῶν ἐπιπλῆξαι καὶ παρακαλέσαι δυνήσεσθε. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι ἐγὼ μὲν εἷς εἰμι, ὑμεῖς δὲ πολλοὶ, καὶ δυνήσεσθε πάντες ὅσοι ἐστὲ, εἶναι διδάσκαλοι. Διὸ, παρακαλῶ, μὴ ἀμελεῖτε τοῦ χαρίσματος τούτου" ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γεί- Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια εἶν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ᾽ ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι τῷ πλησίον " εἰς δὲ ἀρετῆς διδασκαλίαν μὴ τοῦτο ποιεῖν; Ναὶ, παρακαλῶ, μηδεὶς ἀμελείτω " μισθὸν γὰρ δέχεται παρὰ θεοῦ πολύν. Καὶ ἵνα μάθῃς, ὁ τὰ πέντε τάλαντα ἐμπιστευθεὶς, ἐστὶν ὁ διδάσκαλος " ὁ δὲ τὸ ἕν, ὁ μαθητής. Ἐὰν δὲ εἴπῃ ὁ μαθητὴς, Μαθητής εἰμι ἐγὼ, οὐκ ἔχω κίνδυνον, καὶ ὃν ἔλαβε παρὰ τοῦ Θεοῦ λόγον, τοῦτον τὸν κοινὸν καὶ ψιλὸν κατακρύψῃ, καὶ μὴ παραινέσῃ, μὴ παῤῥησιάσηται, μὴ ἐλέγξῃ, μὴ νουθετήσῃ, εἰ δύναται, ἀλλὰ κατακρύψῃ ἐν τῇ γῇ ᾿ γῆ γὰρ ὄντως ἐστὶ καὶ σκότος καρδία τὸ χάρισμα τοῦ Θεοῦ κατακρύπτουσα " ἂν τοίνυν κατακρύψῃ ἣ δι᾽ ὄκνον, ἣ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἕν τάλαντον εἶχον. Ἕν τάλαντον εἶχες ἔδει σε γὰρ ἓν προσενεγκεῖν καὶ διπλασιάσαι τὸ τάλαντον' εἰ προσήνεγκες ἕν, οὐκ ἂν ἐνεκλήθης. Οὐδὲ γὰρ τῷ τὰ δύο προσενεγκόντι εἶπε, Διὰ τί μὴ πέντε προσήνεγκας; ἀλλὰ τῶν αὐτῶν αὐτὸν ἠξίωσε τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι ὅσον εἶχεν εἰργάσατο " καὶ οὐκ ἐπειδὴ ἐλάττονα τοῦ τὰ πέντε ἐγχειρισθέντος ἔλαβε, διὰ τοῦτο ἐῤῥᾳθύμησεν, οὐδὲ τῇ ὀλιγότητι εἰς ἀργίαν ἐχρήσατο. Οὐδέ σε ἐχρῆν πρὸς τὸν τὰ δύο ὁρᾷν - μᾶλλον δὲ πρὸς ἐκεῖνον ἔδει ἰδεῖν, καὶ ὥσπερ ἐκεῖνος ἐμιμήσατο τὸν τὰ πέντε, δύο ἔχων, οὕτω καὶ σὲ ζηλῶσαι ἔδει τὸν τὰ δύο ἔχοντα. Εἰ γὰρ τῷ χρήματα ἔχοντι, καὶ μὴ μεταδιδόντι, κόλασις κεῖται " τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε, καὶ μὴ τοῦτο ποιοῦντι, πῶς οὐ μεγίστη κόλασις ἔσται; Ἐκεῖ σῶμα τρέφεται, ἐνταῦθα ψυχή· ἐκεῖ θάνατον κωλύεις τὸν πρόσκαιρον, ἐνταῦθα τὸν Ἀλλ᾽ οὐκ ἔχω λόγον, φησίν. ᾿Αλλ᾽ οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας. ᾿Εὰν ἴδῃς τὸν φίλον πορνεύοντα, εἰπὲ πρὸς αὐτόν " Πονηρὸν πρᾶγμα ὃ μετέρχῃ, οὐκ αἰσχύνῃ, οὐκ ἐρυθριᾷς; κακὸν τοῦτό ἐστιν. Αὐτὸς γὰρ οὐκ οἶδε, φησὶν, ὅτι κακόν; Ναὶ, οἶδεν, ἀλλ᾽ ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται. Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ᾽ ὅμως δέονται τῶν κωλυσόντων " ὁ γὰρ ἐν τῷ πάθει ὧν, οὐ ταχέως ἑαυτῷ ἀρκέσαι δυνήσεται ἐν τῇ νόσῳ, Δεῖ τοίνυν σοῦ τοῦ ὑγιαίνοντος πρὸς τὴν ἐκείνου ἰατρείαν ' κἂν μὴ πεισθῇ τῷ ῥήματι, παρατήρησον ἀπιόντα καὶ κάτασχε, ἴσως ἐντραπήσεται. Καὶ τί, φησὶν, ὄφελος, ὅταν ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ᾽ ἐμοῦ; Μὴ ἀκριβολογοῦ " τέως οἱῳδήποτε τρόπῳ ἀπόστησον αὑτὸν τῆς πονηρᾶς πράξεως " ἐθισθήτω μὴ ἀπιέναι εἰς ἐκεῖνο τὸ βάραθρον εἴτε διὰ σὲ, εἴτε δι᾽ ὁτιδήποτε κωλυθῇ, κέρδος ἔσται ἐκ τούτου. Ὅταν γὰρ ἐθίσῃς αὐτὸν μὴ ἀπιέναι, τότε δυνήσῃ μικρὸν ἀναπνεύσαντα λαβὼν, διδάξαι, ὅτι χρὴ διὰ τὸν Θεὸν τοῦτο μὴ ποιεῖν, καὶ οὐ δι᾽ ἄνθρωπον. Μὴ θελήσῃς ὑφ᾽ ἕν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρόν. "Ἄν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς συμπόσια μέθης πεπληρωμένα, κἀκεῖ τὸ αὑτὸ ποίει, καὶ αὐτὸν πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωμά σε ἔχοντα, βοηθεῖν καὶ διορθοῦν, Οὕτω γὰρ καὶ ἐπὶ ἑαυτοῦ τὸν ἔλεγχον οἴσει, ὅταν ἴδῃ καὶ σὲ δεόμενον ἐλέγχων, καὶ μὴ ὡς τὰ πάντα κατωρθωκότα, μηδὲ ὡς διδάσκαλον, ἀλλ᾽ ὡς φίλον καὶ ἀδελφὸν βοηθοῦντα. Εἰπὲ πρὸς αὐτὸν, Ἐγώ σε ὥνησα, ὑπομνήσας τῶν συμφερόντων" καὶ σὺ ὅπερ ἂν συνίδῃς ἐλάττωμα ἔχοντά με, ἀνακαίτισον· ἂν ὀργίλον ἴδῃς, ἂν πλεονέκτην, κάτασχε, δῆσον τῇ παραινέσει. Τοῦτό ἐστι φιλία " οὕτως ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ γίνεται οὐ γὰρ τὸ φαγεῖν καὶ τὸ πιεῖν ποιεῖ φιλίαν" τοιαύτην γὰρ καὶ λῃσταὶ ἔχουσι καὶ ἀνδροφόνοι" ἀλλ᾽ εἰ φίλοι ἐσμὲν, εἰ ὄντως ἀλλήλων κηδόμεθα, εἰς ταῦτα ἀλλήλοις συμβαλλώμεθα " ταῦτα εἰς φιλίαν ἡμᾶς ἄγει ἐπωφελῆ, ταῦτα κωλύει εἰς γέενναν ἀπελθεῖν. Μήτε οὖν ὁ ἐλεγχόμενος ἀγανακτείτω" ἄνθρωποι γάρ ἐσμεν, καὶ ἔχομεν ἐλαττώματα " μήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων, ἀλλὰ κατ᾽ ἰδίαν, μετὰ προσηνείας " πλείονος γὰρ δεῖται προσηνείας ὁ ἐλέγχων, ἵνα οὕτω πείσῃ τὴν τομὴν ἐνεγκεῖν. Οὐκ ὁρᾶτε τοὺς ἰατροὺς, τὴν θεραπείαν ἐπάγουσι; Πολλῷ μᾶλλον τοὺς ἐλέγχοντας τοῦτο δεῖ ποιεῖν' καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ " καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχοντας δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόμενοι μὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν δέῃ, κἂν πληγῆναι, μὴ παραιτησώμεθα. Καὶ γὰρ ἐκεῖνοι οἱ τεμνόμενοι, μυρία καταβοῶσι τῶν τεμνόντων " ἀλλ" ἐκεῖνοι πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ᾽ ἣ πρὸς τὴν ὑγείαν τῶν καμνόντων μόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν πρὸς τὸ τὸν ἔλεγχον χρήσιμον γενέσθαι, πάντα φέρειν πρὸς τὸν μισθὸν ἀφορῶντας τὸν ἀποκείμενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες καὶ φέροντες ἀλλήλους, δυνησόμεθα ἀναπληρῶσαι τὴν οἰκοδομὴν τοῦ Χριστοῦ" καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλήλων σωτηρίας, καὶ τῆς ἰδίας ἔκαστος. Ὑπομένωμεν τοίνυν καὶ φέροντες τὰ ἀλλήλων βάρη, καὶ ἐλέγχοντες, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Pasa de paideia pros men to paron ou dokei charas einai, alla lypēs" hysteron de karpon kon tois di' autēs gegymnasmenois apodidōsi dikaiosynēs. Dio tas pareimenas cheiras kai ta paralelymena gonata mephin kai trochias orthas poiēsate tois posin hymōn. Hoi ta pharmaka pinontes ta pikra, anechontai tinos proteron aēdias, kai tote tēs ōpheleias aisthanontai. Toiouton gar hē aretē, toiouton ē kakia " ekei prōtē hē hēdonē, eita hē athymia " entautha prōtē hē athymia, kai tote hē hēdonē. ᾿All᾽ ouden ison “ ou gar estin ison proteron lypēthenta, hysteron hēsthēnai, kai proteron hēsthenta, hysteron lypēthēnai. Pōs? Entautha men gar hē prosdokia tēs mellousēs athymias tēn parousan elattona poiei hēdonēn " ekei de hē prosdokia tēs mellousēs hēdonēs hypotemnetai to sphodron tēs parousēs athymias " hōs symbainein ekei men mēdepote hēsthēnai, entautha de mēdepote lypēthēnai. Ou tautę̄ de monon ta tēs diaphoras, alla kai heterōs. Pōs? Hoti oude ta tōn chronōn isa, alla poly meizona kai pleiona. Entautha de kai pleon ti en tois pneumatikois. ᾿Apo toutou toinyn epicheirei ho Paulos tēn paramythian eisagagein, kai tēn koinēn palin krisin lambanei, hę̄ oudeis antistēnai dynatai, oude koinę̄ psēphǭ machesthai. Hotan gar tis para pantōn homologoumenon eipę̄, pantes synchatatouto kata logon " toiouton gar hē paideia, tēn archēn echei toiautēn. Hothen kai houtōs epēgage " Pasa de paideia pros men to paron ou dokei charas einai, alla lypēs. Kalōs eipen, Ou dokei" oude gar esti lypēs hē paideia, alla monon dokei " oude hē men, hē de ou, alla pasa - Pasa gar, phēsi, paideia ou dokei charas einai, alla lypēs " toutesti, kai hē anthrōpinē, kai hē pneumatikē. Horąs hauton ap᾿ tōn koinōn ennoiōn agōnizomenon? Dokei, phēsi, lypēs einai" hōste ouk esti. Poia gar lypē tiktousa charan? Oudemia" hōsper oun oude hēdonē » Hysteron de karpous eirēnikous tois di᾽ autēs gegymnasmenois apodidōsi dikaiosynēs. Ou karpon, alla karpous eipe, to plēthos emphainōn poly. Tois di᾽ autēs, phēsi, gegymnasmenois. Ti esti, Tois di autēs gegymnasmenois? Tois anaschomenois epi poly kai karterēsasin, Horąs pōs kai euphēmǭ onomati kechrētai? “Ara gymnasia estin hē paideia, ton athlētēn ischyron ergazomenē, kai akatagōniston en tois agōsi, kai amachon en tois polemois. Ei toinyn pasa paideia toiautē esti, kai hautē toiautē estai. Hōste chrēsta chrē prosdokąn, kai to telos hēdy kai eirēnikon. Kai mē thaumasę̄s, ei sklēra ousa, karpous echei glykeis " epei kai en tois dendrois ho men phloios hapoios tis eti schedon kai trachys, hoi de karpoi glykeis. ᾿All᾽ elaben auto apo tēs koinēs ennoias. Ei toinyn toiauta chrē prosdokan, ti algeite? ti ta lypēra hypomeinantes, peri ta chrēsta eklyesthe? Ha echrēn hypomeinai aēdē, hypemeinate " mē toinyn eklythēte peri tēn antapodosin. Dio tas pareimenas cheiras kai ta paralelymena gonata anorthōsate, kai trochias orthas poiēsate tois posin hymōn, hina mē to chōlon ektrapę̄, iathę̄ de mallon. Hōs pros dromeis kai pyktas kai polemistas dialegetai. Horąs pōs autous kathoplizei, pōs autous epairei? Entautha peri tōn logismōn hautōn touto legei. Ortha badizete, phēsi " toutesti, mē amphiballontes. Ei gar apo agapēs hē paideia, ei apo kēdemonias archetai, ei eis telos chrēston teleutą touto gar kai dia pragmatōn, kai dia rhēmatōn, kai dia pantōn apodeiknysi " tinos heneken eklyesthe? toioutoi gar hoi apognontes, hoi mē tę̄ elpidi rhōnnymenoi tōn mellontōn. ᾿Ortha, phēsi, badizete " hōste mē epitathēnai tēn chōleian, alla metablēthēnai epi ta protera " ho gar meta chōleias trechōn, epitribei to kakon. Horąs hoti eph᾽ hēmin esti to pantōs iatreuthēnai? Eirēnēn diōkete meta pantōn kai ton hagiasmon, hou chōris oudeis opsetai ton Kyrion. Hoper kai anōterō elege, Mē kai entautha ainittetai. Ouden gar houtō malista en hōs to diespasthai. Kai hora pōs " Diaspason phalanga en polemǭ, kai oude ponou deēthēsontai hoi polemioi, alla dedemenous autous lēpsontai, kat᾽ idian heurontes, kai tautę̄ ontas asthenesterous. Eirēnēn diōkete meta pantōn, phēsin. Ara kai tōn kakōs poiountōn. Touto kai allachou phēsin " Ei dynaton, to ex hymōn, meta pantōn anthrōpōn eirēneuontes. To son meros, phēsin, eirēneue, mēden tēn eusebeian parablaptōn, all᾽ en hois pascheis kakōs, phere gennaiōs " mega gar hoplon en tois peirasmois anexikakia. Houtō kai ho Christos tous mathētas ischyrous epoiei legōn" Idou apostellō hymas hōs probata en mesǭ lykōn" ginesthe oun phronimoi, hōs hoi opheis, kai akeraioi hōs hai peristerai. Ti legeis? metaxy lykōn esmen, kai hōs probata keleueis einai kai hōs peristeras? Nai, phēsin " ouden gar houtōs entrepei ton poiounta kakōs, hōs to pherein hymas gennaiōs ta epagomena, kai mēte logǭ, mēte ergǭ amynesthai. Touto kai hēmas ph rous poiei, kai meizona proxenei ton misthon, kakeinous ōphelei. ᾿All᾽ ho deina se hybrise? sy eulogēson. Hora posa apo toutou kerdaineis Ana iraoua era sas, misthon seautǭ prouxenēsas, gon repsas, Nē au deinon peponthas ouden. Eirēnēn diōkete meta pantōn kai ton hagiasmon.---Ton hagiasmon, ti phēsi? Tēn sōphrosynēn kai tēn kosmiotēta tēn en gamǭ. Eite tis chōris gamou esti, phēsin, hagnos menetō, gameitō “ eite en gamǭ, mē porneuetō, alla kechrēsthō tę̄ idią gynaiki kai gar kai touto hagiasmos. Pōs? Ouk ho gamos hagiasmos, all᾽ ho gamos tērei ton apo tēs pisteōs hagiasmon, ouk aphieis pornę̄ prosechein. Ho gar gamos timios, ouk hagios " katharos ho gamos, ou mentoi kai hagiōsynēn parechei, ē to kōlyein tēn apo tēs pisteōs dotheisan mē molynein. Hou chōris, phēsin, oudeis opsetai ton Kyrion. Hoper kai en tę̄ pros Korinthious legei " Mē planasthe" oute pornoi, oute moichoi, oute eidōlolatrai, oute malakoi, ptai, oute methysoi, ou loidoroi, ouk harpages basileian Theou ou klēronomēsousi. Pōs gar ho genomenos pornēs sōma dynēsetai einai sōma Christou? ᾿Episkopountes mē tis hysterōn apo tēs charitos tou Theou mē tis rhiza pikrias anō phyousa enochlę̄, kai dia tautēs mianthōsi polloi " mē tis pornos hē bebēlos. Horąs pōs pantachou hekastǭ tēn koinēn encheirizei sōtērian? Parakalountes, phēsin, allēlous kath' ekastēn hēmeran, akris hou to sēmeron kaleitai. Mē toinyn panta epi tous didaskalous epirrhiptete, mē panta epi tous hēgoumenous " dynasthe kai hymeis, phēsin, allēlous oikodomein. Ho kai Thessalonikeusi graphōn elegen " Heis ton hena oikodomeite, kathōs kai poieite " kai palin, Parakaleite allēlous en tois «1Iogois toutois. Touto kai hymin parainoumen nyn hēmeis. Pleiona gar hēmōn, ean boulēsthe, eis allēlous, katorthōsete “ kai gar pleiona syneste chronon allēlois, kai ta allēlōn mallon hēmōn iste, kai ta allēlōn elattōmata ouk agnoeite, kai pleiona kai parrhēsian kai agapēn echete kai synētheian “ ou mikra de tauta eis didaskalian, all᾽ eisodoi megalai kai eukairiai - kai mallon hēmōn epiplēxai kai parakalesai dynēsesthe. Kai ou touto monon, all᾽ hoti egō men heis eimi, hymeis de polloi, kai dynēsesthe pantes hosoi este, einai didaskaloi. Dio, parakalō, mē ameleite tou charismatos toutou" hekastos gynaika echei, philon echei, oiketēn echei, gei- Pōs gar ouk atopon, hyper men trophēs syssitia ein kai symposia, kai hēmeran echein taktēn hōste synkroteisthai allēlous, kai to hekastǭ leipon kath᾽ heauton onti anaplērousthai dia tēs koinōnias, hoion, eite eis ekphoran apienai deoi, eite eis arista, eite sympraxai en tini tǭ plēsion " eis de aretēs didaskalian mē touto poiein? Nai, parakalō, mēdeis ameleitō " misthon gar dechetai para theou polyn. Kai hina mathę̄s, ho ta pente talanta empisteutheis, estin ho didaskalos " ho de to hen, ho mathētēs. Ean de eipę̄ ho mathētēs, Mathētēs eimi egō, ouk echō kindynon, kai hon elabe para tou Theou logon, touton ton koinon kai psilon katakrypsę̄, kai mē parainesę̄, mē parrhēsiasētai, mē elenxę̄, mē nouthetēsę̄, ei dynatai, alla katakrypsę̄ en tę̄ gę̄ ᾿ gē gar ontōs esti kai skotos kardia to charisma tou Theou katakryptousa " an toinyn katakrypsę̄ hē di᾽ oknon, hē dia ponērian, ou prostēsetai autou to eipein, hoti Hen talanton eichon. Hen talanton eiches edei se gar hen prosenenkein kai diplasiasai to talanton' ei prosēnenkes hen, ouk an eneklēthēs. Oude gar tǭ ta dyo prosenenkonti eipe, Dia ti mē pente prosēnenkas? alla tōn autōn auton ēxiōse tǭ ta pente prosenenkonti. Ti dēpote? Hoti hoson eichen eirgasato " kai ouk epeidē elattona tou ta pente encheiristhentos elabe, dia touto errhąthymēsen, oude tę̄ oligotēti eis argian echrēsato. Oude se echrēn pros ton ta dyo horąn - mallon de pros ekeinon edei idein, kai hōsper ekeinos emimēsato ton ta pente, dyo echōn, houtō kai se zēlōsai edei ton ta dyo echonta. Ei gar tǭ chrēmata echonti, kai mē metadidonti, kolasis keitai " tǭ dynamenǭ parainesai hopōsdēpote, kai mē touto poiounti, pōs ou megistē kolasis estai? Ekei sōma trephetai, entautha psychē; ekei thanaton kōlyeis ton proskairon, entautha ton All᾽ ouk echō logon, phēsin. ᾿All᾽ ou chreia logou, oude euglōttias. ᾿Ean idę̄s ton philon porneuonta, eipe pros auton " Ponēron pragma ho meterchę̄, ouk aischynę̄, ouk erythriąs? kakon touto estin. Autos gar ouk oide, phēsin, hoti kakon? Nai, oiden, all᾽ hypo tēs epithymias helketai. Kai hoi nosountes isasin, hoti hē psychroposia kakon, all᾽ homōs deontai tōn kōlysontōn " ho gar en tǭ pathei hōn, ou tacheōs heautǭ arkesai dynēsetai en tę̄ nosǭ, Dei toinyn sou tou hygiainontos pros tēn ekeinou iatreian ' kan mē peisthę̄ tǭ rhēmati, paratērēson apionta kai katasche, isōs entrapēsetai. Kai ti, phēsin, ophelos, hotan eme touto poię̄, kai dia to kataschesthēnai par᾽ emou? Mē akribologou " teōs hoiǭdēpote tropǭ apostēson hauton tēs ponēras praxeōs " ethisthētō mē apienai eis ekeino to barathron eite dia se, eite di᾽ hotidēpote kōlythę̄, kerdos estai ek toutou. Hotan gar ethisę̄s auton mē apienai, tote dynēsę̄ mikron anapneusanta labōn, didaxai, hoti chrē dia ton Theon touto mē poiein, kai ou di᾽ anthrōpon. Mē thelēsę̄s hyph᾽ hen katorthōsai to pan, epei ou dynēsę̄, all᾽ ērema kai kata mikron. "An eis poton idę̄s apionta, kai eis symposia methēs peplērōmena, kakei to hauto poiei, kai auton palin parakaleson, ei ti synorą elattōma se echonta, boēthein kai diorthoun, Houtō gar kai epi heautou ton elenchon oisei, hotan idę̄ kai se deomenon elenchōn, kai mē hōs ta panta katōrthōkota, mēde hōs didaskalon, all᾽ hōs philon kai adelphon boēthounta. Eipe pros auton, Egō se hōnēsa, hypomnēsas tōn sympherontōn" kai sy hoper an synidę̄s elattōma echonta me, anakaitison; an orgilon idę̄s, an pleonektēn, katasche, dēson tę̄ parainesei. Touto esti philia " houtōs adelphos hypo adelphou boēthoumenos, hōs polis ochyra ginetai ou gar to phagein kai to piein poiei philian" toiautēn gar kai lę̄stai echousi kai androphonoi" all᾽ ei philoi esmen, ei ontōs allēlōn kēdometha, eis tauta allēlois symballōmetha " tauta eis philian hēmas agei epōphelē, tauta kōlyei eis geennan apelthein. Mēte oun ho elenchomenos aganakteitō" anthrōpoi gar esmen, kai echomen elattōmata " mēte ho elenchōn hōs epengelōn, ē hōs epembainōn, touto poieitō kai ekpompeuōn, alla kat᾽ idian, meta prosēneias " pleionos gar deitai prosēneias ho elenchōn, hina houtō peisę̄ tēn tomēn enenkein. Ouk horate tous iatrous, tēn therapeian epagousi? Pollǭ mallon tous elenchontas touto dei poiein' kai gar kai pyros kai sidērou sphodroteron elenchos, kai skirtąn poiei " kai dia touto kai hoi iatroi polla epitēdeuousin, hōste enenkein praōs tēn tomēn, kai prosēnōs, hōs hoion te, tautēn epagousi, kai mikron endidontes, eita parechontes anapneusai. Houtō kai tous elenchontas dei poiein, hina kai hoi elenchomenoi mē aposkirtōsi. Kan hybristhēnai toinyn deę̄, kan plēgēnai, mē paraitēsōmetha. Kai gar ekeinoi hoi temnomenoi, myria kataboōsi tōn temnontōn " all" ekeinoi pros ouden toutōn horōsin, all᾽ hē pros tēn hygeian tōn kamnontōn monon. Houtō dē kai entautha panta dei poiein pros to ton elenchon chrēsimon genesthai, panta pherein pros ton misthon aphorōntas ton apokeimenon. Allēlōn, phēsi, ta barē bastazete, kai houtōs anaplērōsate ton nomon tou Christou. Houtōs oun kai elenchontes kai pherontes allēlous, dynēsometha anaplērōsai tēn oikodomēn tou Christou" kai hēmin houtō poiēsete kouphon ton ponon, en hapasi syllambanomenoi hēmin kai cheira oregontes kai meristai ginomenoi kai koinōnoi, kai tēs allēlōn sōtērias, kai tēs idias ekastos. Hypomenōmen toinyn kai pherontes ta allēlōn barē, kai elenchontes, hina tychōmen tōn epēngelmenōn hēmin agathōn, en Christǭ Iēsou tǭ Kyriǭ hēmōn.

“For the moment all discipline seems to be not of joy but of grief; but later it yields the [peaceful] fruit of righteousness to those who have been trained by it. Therefore [lift up] the drooping hands and the paralyzed knees, and make straight paths for your feet.” Those who drink bitter medicines first endure some unpleasantness, and then feel the benefit. For such is virtue, and such is vice: there pleasure comes first, then dejection; here dejection first, and then pleasure. But they are not at all equal; for it is not the same to be grieved first and pleased later, and to be pleased first and grieved later. How? For in the one case the expectation of the coming dejection makes the present pleasure smaller; but in the other the expectation of the coming pleasure cuts down the severity of the present dejection; so that it happens that in the one case one is never pleased, in the other never grieved. And the difference lies not only in this, but in another way too. How? Because the times are not equal either, but [the one] is much greater and longer. And here there is something more in spiritual things. From this, then, Paul undertakes to bring in his encouragement, and again takes up the common judgment, which no one can oppose nor fight against the common vote. For when someone says what is agreed by all, all assent … this with reason; for such is discipline: it has such a beginning. That is why he added thus: “For the moment all discipline seems to be not of joy but of grief.” He said well, “seems”; for discipline is not of grief, but only seems to be; and not one kind is and another is not, but all: “For all discipline,” he says, “seems to be not of joy but of grief,” that is, both the human and the spiritual. Do you see him contending from common notions? “It seems,” he says, “to be of grief”; so it is not. For what grief produces joy? None; just as no pleasure [produces grief]. “But later it yields the peaceful fruits of righteousness to those who have been trained by it.” He did not say “fruit” but “fruits,” showing the great abundance. “To those who have been trained by it,” he says. What is “to those trained by it”? To those who have held out long and persevered. Do you see how he uses an auspicious name too? So discipline is a training, making the athlete strong and unconquerable in contests and irresistible in wars. If, then, all discipline is such, this too will be such. So one must expect good things, and an end that is sweet and peaceful. And do not wonder if, though harsh, it has sweet fruits; since in trees too the bark is tasteless and rough, but the fruits sweet. But he took it from the common notion. If, then, one must expect such things, why do you grieve? Why, having endured the painful things, do you grow faint about the good things? The unpleasant things you had to endure, you have endured; do not, then, grow faint about the recompense. “Therefore lift up the drooping hands and the paralyzed knees, and make straight paths for your feet, so that what is lame may not be turned aside, but rather be healed.” He speaks as to runners and boxers and soldiers. Do you see how he arms them, how he raises them up? Here he says this about their thoughts. “Walk straight,” he says, that is, not doubting. For if discipline is from love, if it begins from care, if it ends in a good end (for he proves this by facts and by words and by all things), why do you grow faint? For such are those who have despaired, who are not strengthened by the hope of the things to come. “Walk straight,” he says, so that the lameness may not be increased, but changed back to its former state; for one who runs while lame aggravates the evil. Do you see that it is in our power to be wholly healed? “Pursue peace with all, and holiness, without which no one will see the Lord.” What he said above too, “[Not abandoning our own assembling together]”, he hints at here too. For nothing [makes one easy prey] so much as being torn apart. And see how: break up a phalanx in war, and the enemy will not even need toil, but will take them bound, finding them on their own and so weaker. “Pursue peace with all,” he says. So even with those who do evil. This he says elsewhere too: “If possible, so far as it depends on you, be at peace with all people.” For your part, he says, keep the peace, in no way harming godliness, but in what you suffer evil, bear it nobly; for forbearance is a great weapon in trials. So too Christ made the disciples strong, saying, “See, I send you as sheep in the midst of wolves; be therefore wise as serpents and innocent as doves.” What are you saying? We are among wolves, and you bid us be like sheep and like doves? Yes, he says; for nothing so shames the one who does evil as your bearing nobly what is brought on you, and not avenging yourselves by word or deed. This both makes us [wiser] and procures a greater reward, and benefits them. Has so-and-so insulted you? Bless him. See how much you gain from this: [you have quenched the evil], you have procured a reward for yourself, [you have shamed him], you have suffered nothing terrible. “Pursue peace with all, and holiness.” What does he mean by holiness? Chastity and orderliness in marriage. If someone is without marriage, he says, let him remain chaste, [or] marry; if in marriage, let him not commit sexual immorality, but let him have his own wife; for this too is holiness. How? Marriage is not holiness, but marriage guards the holiness that comes from faith, not letting one turn to a harlot. For marriage is honorable, not holy; marriage is pure, but it does not confer holiness, except in preventing the holiness given by faith from being defiled. “Without which,” he says, “no one will see the Lord.” Which he also says in the letter to the Corinthians: “Do not be deceived: neither the sexually immoral, nor adulterers, nor idolaters, nor the effeminate, [nor thieves, nor the greedy], nor drunkards, nor revilers, nor robbers will inherit the kingdom of God.” For how will one who has become the body of a harlot be able to be the body of Christ? “See to it that no one fails to obtain the grace of God, that no root of bitterness springs up and causes trouble, and by it many be defiled; that no one be sexually immoral or profane.” Do you see how everywhere he entrusts to each one the common salvation? “Exhorting one another,” he says, “every day, as long as it is called today.” Do not, then, throw everything on the teachers, nor everything on the leaders; you too, he says, can build one another up. Which he also said writing to the Thessalonians: “Build one another up, as indeed you are doing”; and again, “Comfort one another with these words.” This we too urge on you now. For you will accomplish more than we, if you wish, toward one another; for you spend more time with one another, and know one another's affairs better than we do, and you are not ignorant of one another's failings, and you have more freedom of speech and love and familiarity; and these are no small things for teaching, but great entrances and opportunities; and you will be able to rebuke and exhort better than we. And not only this, but because I am one, but you are many, and all of you, as many as you are, can be teachers. Therefore, I beg you, do not neglect this gift. Each has a wife, has a friend, has a servant, [has a neighbor] … For how is it not absurd to have common meals and drinking parties for the sake of food, and to have a fixed day for coming together, and to have what each lacks on his own supplied through partnership, for instance if one must go to a funeral, or to luncheons, or help a neighbor in something, but not to do this for teaching virtue? Yes, I beg you, let no one be negligent; for he receives a great reward from God. And so that you may learn: the one entrusted with five talents is the teacher, and the one with one talent the disciple. If the disciple says, “I am a disciple; I am in no danger,” and hides the word that he received from God, this common and plain one, and does not exhort, does not speak freely, does not reprove, does not admonish, if he can, but hides it in the earth (for a heart that hides God's gift is truly earth and darkness): if, then, he hides it either from sloth or from wickedness, it will not help him to say, “I had one talent.” You had one talent: you ought to have brought one more and doubled the talent; if you had brought one, you would not have been accused. For neither did he say to the one who brought the two, “Why did you not bring five?” but counted him worthy of the same things as the one who brought the five. Why? Because he worked with as much as he had; and he did not, because he received less than the one entrusted with five, become careless, nor use the smallness as an excuse for idleness. Nor ought you to have looked to the one with two; or rather, you ought to have looked to him, and just as he, having two, imitated the one with five, so you too ought to have emulated the one who had two. For if punishment lies in store for one who has money and does not share it, how will there not be the greatest punishment for one who can exhort in any way whatever and does not do it? There a body is fed, here a soul; there you prevent temporary death, here [eternal death]. “But I have no eloquence,” someone says. But there is no need of eloquence or fluent speech. If you see your friend committing sexual immorality, say to him, “It is a wicked thing that you pursue; are you not ashamed? Do you not blush? This is evil.” “Does he himself not know,” someone says, “that it is evil?” Yes, he knows, but he is dragged by desire. The sick too know that drinking cold water is bad, but nevertheless they need those who will prevent them; for one who is in the grip of passion will not quickly be able to suffice for himself in the disease. So you who are healthy are needed for his cure; and if he is not persuaded by the word, watch for him as he is going out and hold him back; perhaps he will be ashamed. “And what is the use,” someone says, “when he does this because of me, and because he was held back by me?” Do not be too precise; meanwhile, by any means, draw him away from the wicked practice; let him be accustomed not to go to that pit; whether he is prevented because of you or because of anything whatever, there will be gain from this. For when you have accustomed him not to go, then you will be able, when he has breathed a little, to take him and teach him that he must not do this for God's sake, and not for a man's. Do not wish to set everything right at once, since you will not be able, but gently and little by little. If you see him going to drinking, and to drinking parties full of drunkenness, do the same there too; and again urge him, if he sees you have any failing, to help and correct you. For so he will bear reproof on his own account too, when he sees that you too need reproofs, and that you help not as one who has set everything right, nor as a teacher, but as a friend and brother. Say to him: “I have helped you by reminding you of what is profitable; you too, whatever failing you see I have, rein me in, …; if you see me angry, if greedy, hold me back, bind me with exhortation.” This is friendship; thus “a brother helped by a brother becomes like a strong city”; for it is not eating and drinking that makes friendship; robbers and murderers have such friendship too; but if we are friends, if we truly care for one another, let us help one another in these things; these lead us to a profitable friendship, these prevent us from going away to Gehenna. Let the one who is reproved, then, not be indignant; for we are human and have failings; and let the one who reproves not do it as one who mocks or tramples, nor parading it, but privately, with gentleness; for the one who reproves needs more gentleness, so as to persuade [the other] to bear the cutting. Do you not see physicians, [how gently] they apply the treatment? Much more must those who reprove do this; for reproof is more violent even than fire and iron, and makes one leap away; that is why physicians too take great pains so that the cutting may be borne mildly, and apply it as gently as possible, giving way a little and then allowing [the patient] to breathe. So must those who reprove do too, so that those reproved may not leap away. And even if we must be insulted, even if we must be struck, let us not refuse. For those who are cut too cry out countless things against those who cut them; but these look to none of this, but only to the health of the sick. So here too we must do everything for the reproof to become useful, and bear everything, looking to the reward laid up. “Bear one another's burdens,” he says, “and so fulfill the law of Christ.” So, then, both reproving and bearing with one another, we shall be able to complete the building of Christ; and so you will make our labor light for us, helping us in all things and reaching out a hand and becoming sharers and partners both in one another's salvation and each in his own. Let us persevere, then, both bearing one another's burdens and reproving, so that we may obtain the good things promised to us, in Christ Jesus our Lord.

Textual problem in this passage: see the notes.

Heb 12:11–15 (quotation, high confidence) · Heb 10:25 (allusion, medium confidence) · Rom 12:18 (quotation, high confidence) · Matt 10:16 (quotation, high confidence) · 1 Cor 7:2 (allusion, high confidence) · 1 Cor 7:8–9 (allusion, medium confidence) · Heb 13:4 (allusion, high confidence) · 1 Cor 6:9–10 (quotation, high confidence) · 1 Cor 6:15 (allusion, high confidence) · Heb 3:13 (quotation, high confidence) · 1 Thess 5:11 (quotation, high confidence) · 1 Thess 4:18 (quotation, high confidence) · Matt 25:14–30 (allusion, high confidence) · Prov 18:19 (quotation, high confidence) · Gal 6:2 (quotation, high confidence)

Notes and citation

Summary: Expounding Heb 12:11–15, Chrysostom shows that discipline seems grievous but yields peaceful fruits, explains “holiness” as chastity in or out of marriage, and urges his hearers to build one another up by friendly, private, gentle correction, as those entrusted with talents must use them.

  • The opening lemma (Heb 12:11–12) is garbled in the scan; bracketed words are supplied from the biblical text. Quotations: Heb 12:11–15; Heb 10:25 (the lost words after “What he said above” are supplied from it); Rom 12:18; Matt 10:16; 1 Cor 7:2, 8–9; Heb 13:4; 1 Cor 6:9–10, 15; Heb 3:13; 1 Thess 5:11; 1 Thess 4:18; Matt 25:14–30; Prov 18:19 LXX; Gal 6:2. Chrysostom's distinction that marriage is “honorable, not holy” but guards the holiness given by faith is translated as written. Several lines are lost or garbled in the scan (marked …; bracketed words supplied from the sense); a long leak of Migne's Latin column, a section numeral and footnote marks were removed.

Notes on the original text

  • Digital text corrected (OCR slip: 'σαιδεία for παιδεία; OCR slip: 2ύπης εἶναι for λύπης εἶναι; OCR slip: «οὺς μαθητὰς for τοὺς μαθητὰς; OCR slip: «τἱ ἀλγεῖτε for τί ἀλγεῖτε; OCR slip: Αὐτὴς γὰρ οὐκ οἷδε for Αὐτὸς γὰρ οὐκ οἶδε; OCR slip: ΓἌρα καὶ τῶν κακώς for Ἄρα καὶ τῶν κακῶς; OCR slip: Διάαπασον for Διάσπασον; OCR slip: Εἰρήνη» διῶκετε for Εἰρήνην διώκετε; OCR slip: Εἷς τὸν ἔνα οἰκοδοῤῥῥῖξα for Εἷς τὸν ἕνα οἰκοδομεῖτε; OCR slip: ΕἸ γὰρ τῷ for Εἰ γὰρ τῷ; OCR slip: Ηὴ πλανᾶσθε for Μὴ πλανᾶσθε; OCR slip: Θὺδέ for Οὐδέ; OCR slip: Οὐ: καρπὸν for Οὐ καρπὸν; OCR slip: Τοῦ τό ἔστι for Τοῦτό ἐστι; OCR slip: Ψυχῆῇ for ψυχή·; OCR slip: αἰσθά. νονται for αἰσθάνονται; OCR slip: αἰχτουσα for τίκτουσα; OCR slip: αὐδῶν for αὐτὸν; OCR slip: βέδθηλος for βέβηλος; OCR slip: βαστά. ἕξετε for βαστάζετε; OCR slip: βόνον for μόνον; OCR slip: γεγυμγασμένοις for γεγυμνασμένοις; OCR slip: γεγυμνασμέγοις for γεγυμνασμένοις; OCR slip: γόμον τοῦ Χριστου for νόμον τοῦ Χριστοῦ; OCR slip: γὰν ὃν προοἐνεγχεῖν for γὰρ ἓν προσενεγκεῖν; OCR slip: δι αὖτῆς γεγυμνασμένοις for δι᾽ αὐτῆς γεγυμνασμένοις; OCR slip: δι ὀτιδήποτε χωλυθῇ for δι᾽ ὁτιδήποτε κωλυθῇ; OCR slip: διώκετὸ for διώκετε; OCR slip: διώχετσ for διώκετε; OCR slip: εἰμ: ἐγὼ for εἰμι ἐγὼ; OCR slip: εἷς τέλος for εἰς τέλος; OCR slip: εὐχαιρίαι for εὐκαιρίαι; OCR slip: εὑσέὄειαν παραδλάπτων for εὐσέβειαν παραβλάπτων; OCR slip: εῆς χάριτος for τῆς χάριτος; OCR slip: ζηλῶσα: ἔδει for ζηλῶσαι ἔδει; OCR slip: ζτὐπῆς " τουτ-. ἐστι for λύπης " τουτέστι; OCR slip: θὕτω δὴ for Οὕτω δὴ; OCR slip: θὕτω καὶ «τοὺς ἐλέγχου: δεῖ for Οὕτω καὶ τοὺς ἐλέγχοντας δεῖ; OCR slip: καιδεία τοιαύτη for παιδεία τοιαύτη; OCR slip: καρποὶ γλυχεῖς for καρποὶ γλυκεῖς; OCR slip: καρὰ πάντων for παρὰ πάντων; OCR slip: λέγειῖς for λέγεις; OCR slip: λαθὼν, διδάξαι for λαβὼν, διδάξαι; OCR slip: λαμδάνει, ἧ for λαμβάνει, ᾗ; OCR slip: μάθης, ὁ τὰ for μάθῃς, ὁ τὰ; OCR slip: μέϑυσοι for μέθυσοι; OCR slip: μεταδληθῆναι for μεταβληθῆναι; OCR slip: μιαγθῶσι πολλοί for μιανθῶσι πολλοί; OCR slip: μὴτε λόγῳ for μήτε λόγῳ; OCR slip: μῆτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἣ ὡς; ἐπεμδαίνων, τοῦτο. ποιείτω καὶ ἐχκπομπεύων for μήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων; OCR slip: ξὶ τοίνυν for Εἰ τοίνυν; OCR slip: οἴδεν for οἶδεν; OCR slip: οὗ, ἀλλὰ πᾶσα for οὔ, ἀλλὰ πᾶσα; OCR slip: οὗχα, καρποὺς ἔχει γλυχεῖς for οὖσα, καρποὺς ἔχει γλυκεῖς; OCR slip: πληἦναι for πληγῆναι; OCR slip: πνενματιχή for πνευματική; OCR slip: πνευματικοῖς 6, for πνευματικοῖς.; OCR slip: πολέμοι; for πολέμοις; OCR slip: προσήνεγχες ἕν, οὐκ ἄν ἐνεχλήθης for προσήνεγκες ἕν, οὐκ ἂν ἐνεκλήθης; OCR slip: προσδυκία for προσδοκία; OCR slip: προσενεγχόντι εἶπε for προσενεγκόντι εἶπε; OCR slip: προσενεγχόντι. Τιδήπυτε for προσενεγκόντι. Τί δήποτε; OCR slip: πρόδατα ἐν μέσῳ for πρόβατα ἐν μέσῳ; OCR slip: πρόθατα for πρόβατα; OCR slip: σιδῆρου for σιδήρου; OCR slip: σκοδὸς for σκότος; OCR slip: σνλλαμθανόμενο: for συλλαμβανόμενοι; OCR slip: συμδαίνειν ἐκεῖ μὰν for συμβαίνειν ἐκεῖ μὲν; OCR slip: συμθαλλώμεθα for συμβαλλώμεθα; OCR slip: συμπότια for συμπόσια; OCR slip: συνέθειαν for συνήθειαν; OCR slip: σχιρτᾷν for σκιρτᾷν; OCR slip: σὸαλονικεῦσι for Θεσσαλονικεῦσι; OCR slip: ταχτὴν for τακτὴν; OCR slip: χαθοπλίζει for καθοπλίζει; OCR slip: χαρτερήσασιν for καρτερήσασιν; OCR slip: χαταδοῶσι for καταβοῶσι; OCR slip: χαταχρύψῃ, καὶ for κατακρύψῃ, καὶ; OCR slip: χατωρθωκότα for κατωρθωκότα; OCR slip: χαϑ᾽ ἑαυτὸν for καθ᾽ ἑαυτὸν; OCR slip: χερδαίνεις for κερδαίνεις; OCR slip: χεχρήσθω for κεχρήσθω; OCR slip: χεῖ; καὶ for χεῖρας καὶ; OCR slip: χεῖται " τῷ δυναμένῳ παραινέσαι ὁπω δήποτε for κεῖται " τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε; OCR slip: χηδόμεθα for κηδόμεθα; OCR slip: χρησίμω; γενέσθα: for χρήσιμον γενέσθαι; OCR slip: χωλυσόντων for κωλυσόντων; OCR slip: ἀ.1.:λὰ ἀύπης for ἀλλὰ λύπης; OCR slip: ἀγαναχτείτω for ἀγανακτείτω; OCR slip: ἀγιωσύνην for ἁγιωσύνην; OCR slip: ἀγορθώσαεε for ἀνορθώσατε; OCR slip: ἀκριδολογοῦ for ἀκριβολογοῦ; OCR slip: ἀλλή ϑιδ λω" for ἀλλήλων; OCR slip: ἀλλὰ χαταχρύψῃ for ἀλλὰ κατακρύψῃ; OCR slip: ἀμφιδάλλοντες for ἀμφιβάλλοντες; OCR slip: ἀνέχοντα! τιγος for ἀνέχονται τινος; OCR slip: ἀνακαίτισον, θωσον" for ἀνακαίτισον·; OCR slip: ἀποσχιρτῶσ!, Κἂν ὑδρισθῆναι for ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι; OCR slip: ἀπὸ. τῆς for ἀπὸ τῆς; OCR slip: ἀρχέσα: δυνήσετα: for ἀρκέσαι δυνήσεται; OCR slip: ἁγιασμὰὸν for ἁγιασμὸν; OCR slip: ἂν τοίνυν χαταχρύψῃ for ἂν τοίνυν κατακρύψῃ; OCR slip: ἄγω φύουσα ἐνοχιλῇ for ἄνω φύουσα ἐνοχλῇ; OCR slip: ἄρκαγες for ἅρπαγες; OCR slip: ἐλέγχον» τες for ἐλέγχοντες; OCR slip: ἐν ἐ ἡμῖν for ἐφ᾽ ἡμῖν; OCR slip: ἐπάγουσι.; for ἐπάγουσι;; OCR slip: ἐπιτρίδει for ἐπιτρίβει; OCR slip: ἐπιῤῥ!πτετε for ἐπιῤῥίπτετε; OCR slip: ἐπωφελῇ for ἐπωφελῆ; OCR slip: ἐρυθριᾷς : for ἐρυθριᾷς;; OCR slip: ἐσχυρὸν ἐργαζομένη, καὶ ἀχατ αγώνιστον for ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον; OCR slip: ἐχείνου ἰατρείαν for ἐκείνου ἰατρείαν; OCR slip: ἐχλύεσθε; τοιοῦτοι for ἐκλύεσθε; τοιοῦτοι; OCR slip: ἐχλύεσθε; “Ἃ for ἐκλύεσθε; Ἃ; OCR slip: ἐχφορὰν for ἐκφορὰν; OCR slip: ἑαντοῦ for ἑαυτοῦ; OCR slip: ἑἐνεγχεῖν for ἐνεγκεῖν; OCR slip: ἔλαδε παρὰ for ἔλαβε παρὰ; OCR slip: ἔλαδεν αὐτὸ for ἔλαβεν αὐτὸ; OCR slip: ἔλαθε, διὰ for ἔλαβε, διὰ; OCR slip: ἔχλυθῆτε for ἐκλυθῆτε; OCR slip: ἕν τινι for ἔν τινι; OCR slip: ἕχαστος for ἕκαστος; OCR slip: ἡρέμσ. for ἠρέμα; OCR slip: ἴδη:, for ἴδῃς,; OCR slip: ὅτε ἡ ψυχροποσία for ὅτι ἡ ψυχροποσία; OCR slip: ὑμῖν Οἱ for ὑμῶν. Οἱ; OCR slip: ὕόρισε for ὕβρισε; OCR slip: ὥστὲ for ὥστε; OCR slip: Ὧ; πρὸς δρομεῖς καὶ πύχτας for Ὡς πρὸς δρομεῖς καὶ πύκτας; OCR slip: ᾿Α.1.1΄.21ων for Ἀλλήλων; OCR slip: ᾿πορνεύοὐτα for πορνεύοντα; OCR slip: “μοιχοὶ for μοιχοὶ; footnote mark removed; leaked section numeral removed; long leak of Migne's Latin column removed; the split word ἀλλήλους rejoined): ἀ.1.:λὰ ἀύπης → ἀλλὰ λύπης; γεγυμνασμέγοις → γεγυμνασμένοις; χεῖ; καὶ → χεῖρας καὶ; ὑμῖν Οἱ → ὑμῶν. Οἱ; ἀνέχοντα! τιγος → ἀνέχονται τινος; αἰσθά. νονται → αἰσθάνονται; προσδυκία → προσδοκία; συμδαίνειν ἐκεῖ μὰν → συμβαίνειν ἐκεῖ μὲν; πνευματικοῖς 6, → πνευματικοῖς.; λαμδάνει, ἧ → λαμβάνει, ᾗ; καρὰ πάντων → παρὰ πάντων; οὗ, ἀλλὰ πᾶσα → οὔ, ἀλλὰ πᾶσα; 'σαιδεία → παιδεία; ζτὐπῆς " τουτ-. ἐστι → λύπης " τουτέστι; πνενματιχή → πνευματική; 2ύπης εἶναι → λύπης εἶναι; αἰχτουσα → τίκτουσα; δι αὖτῆς γεγυμνασμένοις → δι᾽ αὐτῆς γεγυμνασμένοις; Οὐ: καρπὸν → Οὐ καρπὸν; γεγυμγασμένοις → γεγυμνασμένοις; χαρτερήσασιν → καρτερήσασιν; ἐσχυρὸν ἐργαζομένη, καὶ ἀχατ αγώνιστον → ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον; πολέμοι; → πολέμοις; καιδεία τοιαύτη → παιδεία τοιαύτη; οὗχα, καρποὺς ἔχει γλυχεῖς → οὖσα, καρποὺς ἔχει γλυκεῖς; καρποὶ γλυχεῖς → καρποὶ γλυκεῖς; ἔλαδεν αὐτὸ → ἔλαβεν αὐτὸ; ξὶ τοίνυν → Εἰ τοίνυν; «τἱ ἀλγεῖτε → τί ἀλγεῖτε; ἐχλύεσθε; “Ἃ → ἐκλύεσθε; Ἃ; ἔχλυθῆτε → ἐκλυθῆτε; ἀγορθώσαεε → ἀνορθώσατε; Ὧ; πρὸς δρομεῖς καὶ πύχτας → Ὡς πρὸς δρομεῖς καὶ πύκτας; χαθοπλίζει → καθοπλίζει; ἀμφιδάλλοντες → ἀμφιβάλλοντες; εἷς τέλος → εἰς τέλος; ἐχλύεσθε; τοιοῦτοι → ἐκλύεσθε; τοιοῦτοι; ὥστὲ → ὥστε; μεταδληθῆναι → μεταβληθῆναι; ἐπιτρίδει → ἐπιτρίβει; ἐν ἐ ἡμῖν → ἐφ᾽ ἡμῖν; διώχετσ → διώκετε; Διάαπασον → Διάσπασον; διώκετὸ → διώκετε; ΓἌρα καὶ τῶν κακώς → Ἄρα καὶ τῶν κακῶς; εὑσέὄειαν παραδλάπτων → εὐσέβειαν παραβλάπτων; «οὺς μαθητὰς → τοὺς μαθητὰς; πρόδατα ἐν μέσῳ → πρόβατα ἐν μέσῳ; λέγειῖς → λέγεις; πρόθατα → πρόβατα; μὴτε λόγῳ → μήτε λόγῳ; ὕόρισε → ὕβρισε; χερδαίνεις → κερδαίνεις; Εἰρήνη» διῶκετε → Εἰρήνην διώκετε; γαμείτω 4 → γαμείτω; χεχρήσθω → κεχρήσθω; ἁγιασμὰὸν → ἁγιασμὸν; ἀγιωσύνην → ἁγιωσύνην; ἀπὸ. τῆς → ἀπὸ τῆς; Ηὴ πλανᾶσθε → Μὴ πλανᾶσθε; “μοιχοὶ → μοιχοὶ; μέϑυσοι → μέθυσοι; ἄρκαγες → ἅρπαγες; εῆς χάριτος → τῆς χάριτος; ἄγω φύουσα ἐνοχιλῇ → ἄνω φύουσα ἐνοχλῇ; μιαγθῶσι πολλοί → μιανθῶσι πολλοί; βέδθηλος → βέβηλος; ἐπιῤῥ!πτετε → ἐπιῤῥίπτετε; σὸαλονικεῦσι → Θεσσαλονικεῦσι; Εἷς τὸν ἔνα οἰκοδοῤῥῥῖξα → Εἷς τὸν ἕνα οἰκοδομεῖτε; ε (ϑῶβοι ἰοᾳ. ἁγνὸς μενέτω ἢ γαμείτω Ὠυῶκυδ, κς οὐδ Ἰος οἱ 508 χει {ἱϊ πιδρίβ μη ϊϊοδορμοα, οἱ τρδϊογοῦι ιἱ Τιοοβϑ! οι ἰσοἢ868 : Αἰ αἰίδνμηι (φαΐ βεαίε, εἶσι εἰ ϑϑιηἰηὶ, οἱ τὸ 8 γαδί γα 4116 Δ (6 Υἶ 118 πιαρὶδ δα ε8., οἱ πε ἐναα}! Θχογοιῖ, παο δἰ νὴ! 6586 οἰἰοσαηι, πος 400δἰ δἱ αυΐ μα γδιὶ ροσυηίδθ, οἱ πο ἱπιρογιὶς,, ἱπΠΙρ τυ εἱ ᾿νος ποι (δεῖς, ιοπιοιο ποι τη χί πλιπὶ ἐη Πίροιυγ ΄ → ἀλλή; συνέθειαν → συνήθειαν; εὐχαιρίαι → εὐκαιρίαι; βόνον → μόνον; ἕχαστος → ἕκαστος; ταχτὴν → τακτὴν; χαϑ᾽ ἑαυτὸν → καθ᾽ ἑαυτὸν; ἐχφορὰν → ἐκφορὰν; ἕν τινι → ἔν τινι; μάθης, ὁ τὰ → μάθῃς, ὁ τὰ; εἰμ: ἐγὼ → εἰμι ἐγὼ; ἔλαδε παρὰ → ἔλαβε παρὰ; χαταχρύψῃ, καὶ → κατακρύψῃ, καὶ; ἀλλὰ χαταχρύψῃ → ἀλλὰ κατακρύψῃ; σκοδὸς → σκότος; ἂν τοίνυν χαταχρύψῃ → ἂν τοίνυν κατακρύψῃ; γὰν ὃν προοἐνεγχεῖν → γὰρ ἓν προσενεγκεῖν; προσήνεγχες ἕν, οὐκ ἄν ἐνεχλήθης → προσήνεγκες ἕν, οὐκ ἂν ἐνεκλήθης; προσενεγχόντι εἶπε → προσενεγκόντι εἶπε; προσενεγχόντι. Τιδήπυτε → προσενεγκόντι. Τί δήποτε; ἔλαθε, διὰ → ἔλαβε, διὰ; Θὺδέ → Οὐδέ; ζηλῶσα: ἔδει → ζηλῶσαι ἔδει; ΕἸ γὰρ τῷ → Εἰ γὰρ τῷ; χεῖται " τῷ δυναμένῳ παραινέσαι ὁπω δήποτε → κεῖται " τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε; Ψυχῆῇ → ψυχή·; τὸν Υ΄. → τὸν ; ᾿πορνεύοὐτα → πορνεύοντα; ἐρυθριᾷς : → ἐρυθριᾷς;; Αὐτὴς γὰρ οὐκ οἷδε → Αὐτὸς γὰρ οὐκ οἶδε; οἴδεν → οἶδεν; ὅτε ἡ ψυχροποσία → ὅτι ἡ ψυχροποσία; χωλυσόντων → κωλυσόντων; ἀρχέσα: δυνήσετα: → ἀρκέσαι δυνήσεται; ἐχείνου ἰατρείαν → ἐκείνου ἰατρείαν; ἀκριδολογοῦ → ἀκριβολογοῦ; δι ὀτιδήποτε χωλυθῇ → δι᾽ ὁτιδήποτε κωλυθῇ; αὐδῶν → αὐτὸν; λαθὼν, διδάξαι → λαβὼν, διδάξαι; ἡρέμσ. → ἠρέμα; συμπότια → συμπόσια; ἑαντοῦ → ἑαυτοῦ; χατωρθωκότα → κατωρθωκότα; ἀνακαίτισον, θωσον" → ἀνακαίτισον·; ἴδη:, → ἴδῃς,; Τοῦ τό ἔστι → Τοῦτό ἐστι; χηδόμεθα → κηδόμεθα; συμθαλλώμεθα → συμβαλλώμεθα; ἐπωφελῇ → ἐπωφελῆ; ἀγαναχτείτω → ἀγανακτείτω; μῆτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἣ ὡς; ἐπεμδαίνων, τοῦτο. ποιείτω καὶ ἐχκπομπεύων → μήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων; ἑἐνεγχεῖν → ἐνεγκεῖν; ἐπάγουσι.; → ἐπάγουσι;; σιδῆρου → σιδήρου; σχιρτᾷν → σκιρτᾷν; θὕτω καὶ «τοὺς ἐλέγχου: δεῖ → Οὕτω καὶ τοὺς ἐλέγχοντας δεῖ; ἀποσχιρτῶσ!, Κἂν ὑδρισθῆναι → ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι; πληἦναι → πληγῆναι; χαταδοῶσι → καταβοῶσι; θὕτω δὴ → Οὕτω δὴ; χρησίμω; γενέσθα: → χρήσιμον γενέσθαι; ᾿Α.1.1΄.21ων → Ἀλλήλων; βαστά. ἕξετε → βαστάζετε; γόμον τοῦ Χριστου → νόμον τοῦ Χριστοῦ; σνλλαμθανόμενο: → συλλαμβανόμενοι; ἀλλή ϑιδ λω" → ἀλλήλων; ἐλέγχον» τες → ἐλέγχοντες.

Topics: Marriage, Ethics

Cite (SBL): Chrysostom, Hom. Heb. 30.1 (PG 63:18; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/chrysostom-hom-hebraeos/30-1). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-hebraeos-30-1) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca 63 (archive.org OCR; corrections logged); compared afterwards with NPNF¹ 14.