Address of Thanksgiving to Origen 1–5
Greek text: PG 10.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Ante-Nicene Fathers, vol. 6 (1886).
Chapter 1
1PG 10:1052a–1053a
Καλόν τι χρῆμα ἡ σιωπὴ, τῶν τε ἄλλων πολλοῖς πολλάκις, κάμοὶ δὲ μάλιστα νῦν, καὶ ἑκόντι καὶ ἄκοντι ἐπιστομιζομένῳ καὶ σιωπᾷν κατηναγκασμένῳ. Ἀμελετήτως γὰρ ἔχω, καὶ ἄπειρός εἰμι λόγων τῶν καλῶν τούτων καὶ εὐπρεπῶν, τῶν ὑπὸ τοῖς ἐπιλέκτοις καὶ δοκίμοις ὀνόμασί τε καὶ ῥήμασι. κατὰ τὸ ἐξῆς ἀκωλύτῳ τινὶ εἰρμῷ, λεγομένων ἦ συνταττομένων· τάχα μὲν καὶ ἦττον πεφυκὼς τὸ χαρίεν τουτὶ καὶ Ἐλληνικὸν ὄντως ἔργον διαπονήσασθαι. Οὐ μὴν ἀλλὰ καὶ ὀκταετής μοι χρόνος οὐτος ἤδη, ἐξ οὗ οὕτε αὐτὸς εἰπών τι ἢ γράψας λόγον τινὰ μέγαν ἢ μικρὸν ὅλως τυγχάνω, οὕτε ἄλλου ἤκουσε του ἰδίᾳ γράφοντος ἢ λέγοντος, ἢ καὶ δημοσίᾳ πανηγυρικοὺς λόγους καὶ ἀγωνιστικοὺς παρεχομένου, ὅτι μὴ τῶν θαυμασίων τούτων ἀνδρῶν τῶν τὴν καλὴν φιλοσοφίαν ἀσπασαμένων· οἶς καὶ αὐτοῖς εὐεπείας μὲν ἦττον μέλει καὶ εὐπρεπείας ὀνομάτων· ἐν δευτέρῳ δὲ θέμενοι τὰς φωνὰς, τὰ πράγματα αὐτὰ, ὡς ἔχει ἔκαστα, διερευνᾶσθαί τε μετὰ ἀκριβείας καὶ ἐξαγγέλλειν ἐθέλουσιν· οὐχὶ οὐ βουλόμενοι, οἶμαι, ἀλλὰ καὶ ἄγαν βουλόμενοι τὰ καλὰ καὶ ἀκριβῆ τῶν νοημάτων, καλῷ καὶ εὐειδεῖ ἐκτυποῦν τῷ λόγῳ· ἀλλʼ ἴσως οὐ δυνάμενοι οὕτως ἐκ τοῦ προχείρου δύναμιν τοῖς ἰδίοις δημοσιεῦσαι νοήμασι τὴν ἱερὰν καὶ θεοειδῆ, καὶ λόγον τὸν ἐν ταῖς λέξεσιν εὐεπῆ, δύο ἀνθρώπων ἰδίᾳ ἐκάστου πλεονεκτήματα, μιᾷ καὶ τῇ αὐτῇ, καὶ ταύτῃ μικρᾷ καὶ ἀνθρωπίνῃ περιλαβεῖν ψυχῇ, ὄντα πως ἐναντιώτατα· εἴγε νοήσει μὲν καὶ εὐρέσει φίλον πως καὶ συνεργόν ἐστι σιωπή· τὸ δὲ εὕλαλον καὶ εὕηχον ἐν λόγῳ οὐκ ἀλλαχόθι ἄν που ζητῶν εὕροις ἢ ἐν φωναῖς, καὶ τῇ τούτων συνεχεῖ μελέτῃ. Οὐ μην ἀλλὰ καί γε τὸν νοῦν ἕτερόν τι μάθημα δεινῶς ἐπιλαμβάνει, καὶ τὸ στόμα συνδεῖ τὴν γλῶτταν, εἴ τι καὶ μικρὸν εἰπεῖν τῇ Ἐλλήνων ἐθελήσαιμι φωνῇ· οἱ θαυμαστοὶ ἡμῶν τῶν σοφῶν νόμοι, οἶς νῦν τὰ πάντων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἀνθρώσπων κατενθύνεται πράγματα, οἱ μεν οὕτε συγκείμενοι, καὶ ἐκμανθανόμενοι ἀταλαιπώρως· ὄντες μὲν αὐτοὶ σοφοί τε καὶ ἀκριβεῖς καὶ ποικίλοι καὶ θαυμαστοὶ, καὶ συνελόντι εἰπεῖν, Ἐλληνικώτατοι· ἐκφρασθέντες δὲ καὶ παραδοθέντες τῇ Ῥωμαίων φωνῇ, καταπληκτικῇ μὲν καὶ ἀλαζόνι, καὶ συσχηματιζομένῃ τῇ ἐξουσίᾳ τῇ βασιλικῇ, φορτικῇ δὲ ὅμως ἐμοί· οὐ μὴν ἄλλως πως οὕτε δυνατὸν ἦν, εἰ καὶ βουλητὸν εἶναί μοι εἴποιμʼ ἄν ποτε. Ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἢ εἰκόνες τινές εἰσι τῶν τῆς ψυχῆς ἡμῶν παθημάτων αἱ λέξεις ἡμῶν· τοῖς μὲν δυνατοῖς εἰπεῖν, ὥσπερ τισὶν ἀγαθοῖς ζωγράφοις, καὶ τέχνῃ μὲν ὅτι τεχνικωτάτοις, πλουσίοις δὲ καὶ τῇ τῶν χρωμάτων ὕλῃ, οὐχ ὀμοίας μόνον, ἀλλὰ καὶ ποικίλας, καὶ περικαλλεῖς τῷ πολυμιγεῖ τῶν ἀνθῶν, γράφειν ἐξεῖναι τὰς γραφὰς κατὰ μηδὲν ἐμποδιζομένοις, ὁμολογήσαιμεν.
Kalon ti chrēma hē siōpē, tōn te allōn pollois pollakis, kamoi de malista nyn, kai hekonti kai akonti epistomizomenǭ kai siōpąn katēnankasmenǭ. Ameletētōs gar echō, kai apeiros eimi logōn tōn kalōn toutōn kai euprepōn, tōn hypo tois epilektois kai dokimois onomasi te kai rhēmasi. kata to exēs akōlytǭ tini eirmǭ, legomenōn ē syntattomenōn; tacha men kai ētton pephykōs to charien touti kai Ellēnikon ontōs ergon diaponēsasthai. Ou mēn alla kai oktaetēs moi chronos outos ēdē, ex hou houte autos eipōn ti ē grapsas logon tina megan ē mikron holōs tynchanō, houte allou ēkouse tou idią graphontos ē legontos, ē kai dēmosią panēgyrikous logous kai agōnistikous parechomenou, hoti mē tōn thaumasiōn toutōn andrōn tōn tēn kalēn philosophian aspasamenōn; ois kai autois euepeias men ētton melei kai euprepeias onomatōn; en deuterǭ de themenoi tas phōnas, ta pragmata auta, hōs echei ekasta, diereunasthai te meta akribeias kai exangellein ethelousin; ouchi ou boulomenoi, oimai, alla kai agan boulomenoi ta kala kai akribē tōn noēmatōn, kalǭ kai eueidei ektypoun tǭ logǭ; allʼ isōs ou dynamenoi houtōs ek tou procheirou dynamin tois idiois dēmosieusai noēmasi tēn hieran kai theoeidē, kai logon ton en tais lexesin euepē, dyo anthrōpōn idią ekastou pleonektēmata, mią kai tę̄ autę̄, kai tautę̄ mikrą kai anthrōpinę̄ perilabein psychę̄, onta pōs enantiōtata; eige noēsei men kai euresei philon pōs kai synergon esti siōpē; to de heulalon kai heuēchon en logǭ ouk allachothi an pou zētōn heurois ē en phōnais, kai tę̄ toutōn synechei meletę̄. Ou mēn alla kai ge ton noun heteron ti mathēma deinōs epilambanei, kai to stoma syndei tēn glōttan, ei ti kai mikron eipein tę̄ Ellēnōn ethelēsaimi phōnę̄; hoi thaumastoi hēmōn tōn sophōn nomoi, ois nyn ta pantōn tōn hypo tēn Rhōmaiōn archēn anthrōspōn katenthynetai pragmata, hoi men houte synkeimenoi, kai ekmanthanomenoi atalaipōrōs; ontes men autoi sophoi te kai akribeis kai poikiloi kai thaumastoi, kai synelonti eipein, Ellēnikōtatoi; ekphrasthentes de kai paradothentes tę̄ Rhōmaiōn phōnę̄, kataplēktikę̄ men kai alazoni, kai syschēmatizomenę̄ tę̄ exousią tę̄ basilikę̄, phortikę̄ de homōs emoi; ou mēn allōs pōs houte dynaton ēn, ei kai boulēton einai moi eipoimʼ an pote. Epeidē de ouden heteron ē eikones tines eisi tōn tēs psychēs hēmōn pathēmatōn hai lexeis hēmōn; tois men dynatois eipein, hōsper tisin agathois zōgraphois, kai technę̄ men hoti technikōtatois, plousiois de kai tę̄ tōn chrōmatōn hylę̄, ouch omoias monon, alla kai poikilas, kai perikalleis tǭ polymigei tōn anthōn, graphein exeinai tas graphas kata mēden empodizomenois, homologēsaimen.
A fine thing is silence, for many others on many occasions, and especially now for me, who, willingly and unwillingly, am muzzled and compelled to keep silent. For I am unpractised and inexperienced in those fine and seemly speeches that are spoken or composed in choice and approved nouns and verbs, in an unhindered sequence; and perhaps I am also less fitted by nature to labour at this graceful and truly Greek work. Moreover, it is now eight years since I myself have happened to speak or write any speech at all, great or small; nor have I heard anyone else writing or speaking in private, or delivering panegyrics or competitive speeches in public, except these wonderful men who have embraced the fair philosophy. They too care less for eloquence and elegance of words; placing words second, they wish to investigate accurately and to announce the things themselves, as each is; not, I think, from not wishing, but rather from greatly wishing, to express the fine and accurate fruits of their thinking in fine and comely speech; but perhaps being unable so readily to bring forth in their own thoughts the sacred and godlike power and at the same time speech that is eloquent in its words, and to comprehend in one and the same soul, and that a small and human one, two excellences, each peculiar to different men and somehow most opposed to each other: since silence is a friend and helper to thought and invention, while fluency and sonority in speech you would find nowhere else than in words and their continual practice. Moreover, another study grips my mind fiercely and the mouth binds the tongue, if I should wish to say even a little in the language of the Greeks: our wonderful laws of the wise, by which the affairs of all men under the rule of the Romans are now directed, which are neither composed nor learned without toil; being themselves wise and exact and varied and wonderful, and, in a word, most Greek, but expressed and handed down in the language of the Romans, which is impressive and lofty and shaped to the imperial authority, but burdensome to me. Nor was it possible otherwise, even if I should say it was my wish. And since our words are nothing else than images of the affections of our soul, we would grant that those able to speak, like good painters, most skilled in their art and rich also in the material of colours, may paint pictures not only of a likeness but also varied and very beautiful in their mixture of flowers, being in nothing hindered.
Notes and citation
Summary: Gregory excuses his lack of eloquence: for eight years he has studied philosophy and Roman law rather than oratory.
- Gregory delivers this farewell speech in Origen's presence at Caesarea in Palestine, about 238. "Philosophy" here means the Christian life of study taught by Origen. A stray footnote number and a leaked footnote mark are removed.
Notes on the original text
- Digital text corrected (OCR; OCR: joined words; OCR; stray marks; stray footnote number): χρῆμα-36) ἡ σιωπὴ → χρῆμα ἡ σιωπὴ; καὶ ἐαόντι καὶ ἄκοντι → καὶ ἑκόντι καὶ ἄκοντι; κατανεγκαζο μένῳ → κατηναγκασμένῳ; ἄπειρός εἰρι λόγων → ἄπειρός εἰμι λόγων; ὅππι μὴ τῶν → ὅτι μὴ τῶν; φι χοsοφίαν → φιλοσοφίαν; ἐν δευτέρ δὲ → ἐν δευτέρῳ δὲ; τῶν νσηηγμάτων → τῶν νοημάτων; δημοσιεῦσαινοήμασι τὴνἱερὰν καὶ θεοειδὶ. καὶ → δημοσιεῦσαι νοήμασι τὴν ἱερὰν καὶ θεοειδῆ, καὶ; ἀνθρώτπων → ἀνθρώπων; μιιᾷ καὶ τῇ αὐτῇ → μιᾷ καὶ τῇ αὐτῇ; ὄντε πως ἐναντιώτατα → ὄντα πως ἐναντιώτατα; φ λον πως → φίλον πως; οἰ θαυμαστοὶ ἡμῶν → οἱ θαυμαστοὶ ἡμῶν; τὴν ωμαίων ἀρχὴν → τὴν Ῥωμαίων ἀρχὴν; συγκείμενοι t40, καὶ ἐκκμανθανόμενοι ἀταλαιπωρως· ὄντες μὲν A αὐτοὶ → συγκείμενοι, καὶ ἐκμανθανόμενοι ἀταλαιπώρως· ὄντες μὲν αὐτοὶ; παραδοθέντεςτῇ ωμαίωνφωνῇ → παραδοθέντες τῇ Ῥωμαίων φωνῇ; ὀμολογήσαιμὲεν. → ὁμολογήσαιμεν..
Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 1 (PG 10:1052a–1053a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/1/#p-1). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-1) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.
Chapter 2
2PG 10:1053b–1057a
Ἡμεῖς δὲ, οἶά τινες ὄντες πένητες, ἀποροῦντες τῶν ποικίλων τούτων φαρμάκων, καὶ ἤτοι οὐδὲ κτησάμενοι πώποτε, ἢ καὶ ἀποβεβληκότες ἴσως, οἶα ἐξ ἀνθράκων μόνων ἢ ὀστράκων, τῶν συνήθων τούτων καὶ κοινῶν ὀνομάτων καὶ ῥημάτων, κατὰ δύναμιν τὴν ἡμετέραν, τὰ πρωτότυπα τῶν τῆς ψυχῆς ἡμῶν τῶν παθημάτων ταῖς ἡμῖν εὐπόροις ὑπογράφοντες φωναῖς ἀπομιμούμεθα, ὑποφαίνειν τοὺς χαρακτῆρας τῶν τῆς ψυχῆς τύπων, εἰ καὶ μὴ ἐναργεῖς, μηδὲ κεκαλλωπισμένους, ἀλλʼ ὡς ἐν ἀνθρακογραφίᾳ γοῦν πειρώμενοι, εἰ μέν τι καὶ εὐειδὲς καὶ εὕγλωττον ἀπαντᾷ ποθεν, ἀσπασάμενοι ἡδέως, ἐπεὶ καὶ περιφρονήσαντες. Ἀλλὰ γὰρ ἐκ τρίτων αὗθις ἄλλως κωλύει τε καὶ ἀποτρέπει, καὶ πολὺ τῶν ἄλλων ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶς προστάττει, ἡ ὑπόθεσις αὕτη· ἦσπερ ἕνεκα λέγειν προεθυμήθην μὲν, μέλλω δὲ καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοοῦμαί τι λέγειν, φαινομένου μὲν καὶ δοκοῦντος ἀνθρώπου, τὸ δὲ πολὺ τῆς ἔξεως τοῖς καθορᾷν δυναμένοις ἀπεσκευασμένου ἤδη μείζονι παρασκευῇ μεταναστάσεως τῆς πρὸς τὸ θεῖον. Οὐ γὰρ δὴ γένος οὐδὲ ἀνατροφὰς σώματος ἐπαινέσων ἔρχομαι, εἶτα μέλλω καὶ ἀναβάλλομαι ὑπʼ εὐλαβείας περιττῆς· οὐδέ γε ἱσχὺν ἢ κάλλος· ταῦτα δὴ τὰ τῶν μειρακίων ἐγκώμια, ὡν ἤττων φροντὶς κατʼ ἀξίαν τε καὶ μὴ, λεγομένων. Πραγμάτων γὰρ οὐ μονίμων οὐδὲ ἐστώτων, φθειρομένων δὲ ποικίλως καὶ ταχέως, λόγον ποιεῖσθαί τινα σεμνοειδῶς καὶ ἀξιοπρεπῶς δὴ ταῖς ἀναβολαῖς, μὴ καὶ ψυχρὸν ἢ πέρπερον ᾖ· οὐκ ἄν μοι τούτων εἴπερ τι λέγειν προῦκειτο, ἀχρήστων μὲν ὄντων καὶ ματαίων, καὶ οἶων οὐκ ἄν ποτε ἑκὼν προὐθέμην λέγειν· οὐ μὴν ἀλλʼ εἴπερ προύκειτό τι τοιοῦτον, οὐδʼ εἶχεν ἂν εὐλάβειαν ὁ λόγος, οὐδὲ φροντίδα, μή πή τι λέγων, ἤττων τῆς ἀξίας φαινοίμην. Νυνὶ δὲ ὅ τι θεοειδέστατον αὐτοῦ, καὶ ὅπερ ἐν αὐτῷ συγγενὲς ὄν τυγχάνει Θεῷ, ἐγκαθειργμένον μὲν τῷ φαινομένῳ καὶ θνητῷ τῷδε, ὅτι δὲ φιλοπονώτατα ἐξομοιοῦσθαι βιαζόμενον τῷ Θεῷ· τούτου μνημονεύων καὶ ἐφάπτεσθαί πως μέλλων πραγμάτων μειζόνων, καί τινος διὰ τούτου καὶ τῆς εἰς τὸ Θεῖον εὐχαριστίας, ὅτι μοι συγκυρῆσαι τοιούτῳ δεδώρηται ἀνδρὶ παρὰ πᾶσάν γε τὴν ἀνθρώπων προσδοκίαν τῶν τε ἄλλων καὶ τὴν ἐμοῦ αὐτοῦ, οὕτε προθεμένου ποτὲ οὕτε καὶ ἐλπίσαντος· τοιούτων ἐφάπτεσθαι μέλλων, μικρὸς ὡν καὶ ἄνους παντελῶς, οὐκ εὐλόγως ἀναδύομαί τε καὶ ὀκνῶ καὶ ἐκὼν εἶναι σιωπῶ. Καὶ δῆτα τὴν ἡσυχίαν ἄγειν ἀσφαλές μοι καταφαίνεται, μή πη προφάσει μὲν εὐχαριστίας, ὑπὸ δὲ προπετείας ἴσως περὶ σεμνῶν καὶ ἱερῶν ἄσεμνά τε καὶ εὐτελῆ καὶ καταπεπατημένα διεξιὼν, οὐ μόνον οὐκ ἐφικνῶμαι τῆς ἀληθείας, ἀλλὰ καὶ καθαιρῶ τι, τό γε ἐπʼ ἐμοὶ, παρὰ τοῖς οὕτως ἔχειν πιστεύουσιν, ὡς ἀσθενὴς ὦν ὁ λόγος, περιυβρίζων μᾶλλον, ἤπερ ἐξομοιούμενος τοῖς ἔργοις τῇ δυνάμει, ὑποτυπώσεται. Καίτοι τὰ μὲν σὰ ἀκαθαίρετα καὶ ἀνύβριστα, ὡ φίλη κεφαλὴ, καὶ πολὺ μᾶλλον τὰ θεῖα μένοντα ἐφʼ ἑαυτῶν, ὡς ἔχει, ἀσάλευτα, οὐδὲν βλαπτόμενα ὑπὸ τῶν μικρῶν καὶ ἀναξίων ἡμετέρων λόγων· ἡμεῖς δὲ οὐκ οἶδʼ ὅπως τὴν τῆς θρασύτητος καὶ προπετείας δόξαν διαφευξόμεθα, ἐπιπηδήσαντες ὑπʼ ἀνοίας, μικρῷ καὶ νῷ καὶ παρασκευῇ, μεγάλοις καὶ ὑπὲρ ἡμᾶς ἴσως πράγμασι. Καὶ εἰ μὲν ἀλλαχόθι που καὶ ἐπʼ ἄλλων τοιαῦτα προεθυμήθημεν νεανιεύσασθαι, θρασεῖς μὲν καὶ οὕτως ἦμεν καὶ τολμηροί τινες· οὐ μὴν ἀλλʼ ἀναίδεια τῆς προπετείας αἰτία, τῷ μὴ ἐπὶ σοὶ ταῦτα θρασύνεσθαι. Νυνὶ δὲ πᾶν τὸ μέτρον τῆς ἀνοίας ἀποπλήσομεν, ἢ καὶ ἀπεπλήσαμεν ἤδη, ἐπεμβαίνειν τολμήσαντες ἀνίπτοις τοῖς ποσὶ (τοῦτο δὴ τὸ τοῦ λόγου) ἀκοαῖς, αἷς αὐτὸς ὁ θεῖος Λόγος οὐκ ἐσκεπασμένοις, ὡς ταῖς τῶν πολλῶν ἀνθρώπων, τοῖς ποσὶν, ῶσπερ ὑπὸ παχέων τινῶν δερμάτων τῶν αἰνιγματωδῶν καὶ ἀσαφῶν λέξεων, ἀλλὰ γυμνοῖς (ώς ἄν εἴποι τις), σαφὴς καὶ πρόδηλος ἐμβατεύων ἐνεπιδημεῖ· ἡμεῖς δὲ ὦσπερ ῥύπον ἢ πηλόν τινα τοὺς ἀνθρωπίνους ἡμῶν λόγους φέροντες ἐπαντλεῖν ἐτολμήσαμεν ἀκοαῖς θείων καὶ καθαρῶν ἀκούειν μεμελετηκυίαις φωνῶν. Ἀρʼ οὖν ἀπόχρη μέχρι τούτου ἁμαρτεῖν· καὶ νῦν γοῦν σωφρονεῖν ἄρξασθαι χρὴ, μηκέτι μὲν περαιτέρω προβαίνοντας τῷ λόγῳ, αὐτοῦ δὲ καταπαύσαντας, ἐβουλόμην μέν. Οὐ μὴν ἀλλʼ ἅπαξ μοι θρασυνομένῳ ἐξέστω τὴν αἰτίαν πρῶτον εἰπεῖν, ὑφʼ ἦς ἐπαρθεὶς ἐπὶ τοῦτον ἦκα τὸν ἀγῶνα, εἴ πη καὶ συγγνώμη γένοιτό μοι τῆς προπετείας ταύτης.
Hēmeis de, oia tines ontes penētes, aporountes tōn poikilōn toutōn pharmakōn, kai ētoi oude ktēsamenoi pōpote, ē kai apobeblēkotes isōs, oia ex anthrakōn monōn ē ostrakōn, tōn synēthōn toutōn kai koinōn onomatōn kai rhēmatōn, kata dynamin tēn hēmeteran, ta prōtotypa tōn tēs psychēs hēmōn tōn pathēmatōn tais hēmin euporois hypographontes phōnais apomimoumetha, hypophainein tous charaktēras tōn tēs psychēs typōn, ei kai mē enargeis, mēde kekallōpismenous, allʼ hōs en anthrakographią goun peirōmenoi, ei men ti kai eueides kai heuglōtton apantą pothen, aspasamenoi hēdeōs, epei kai periphronēsantes. Alla gar ek tritōn hauthis allōs kōlyei te kai apotrepei, kai poly tōn allōn epechei mallon kai hēsychian agein atechnōs prostattei, hē hypothesis hautē; ēsper heneka legein proethymēthēn men, mellō de kai oknō. Peri gar andros dianooumai ti legein, phainomenou men kai dokountos anthrōpou, to de poly tēs exeōs tois kathorąn dynamenois apeskeuasmenou ēdē meizoni paraskeuę̄ metanastaseōs tēs pros to theion. Ou gar dē genos oude anatrophas sōmatos epainesōn erchomai, eita mellō kai anaballomai hypʼ eulabeias perittēs; oude ge hischyn ē kallos; tauta dē ta tōn meirakiōn enkōmia, hōn ēttōn phrontis katʼ axian te kai mē, legomenōn. Pragmatōn gar ou monimōn oude estōtōn, phtheiromenōn de poikilōs kai tacheōs, logon poieisthai tina semnoeidōs kai axioprepōs dē tais anabolais, mē kai psychron ē perperon ę̄; ouk an moi toutōn eiper ti legein proukeito, achrēstōn men ontōn kai mataiōn, kai oiōn ouk an pote hekōn prouthemēn legein; ou mēn allʼ eiper proukeito ti toiouton, oudʼ eichen an eulabeian ho logos, oude phrontida, mē pē ti legōn, ēttōn tēs axias phainoimēn. Nyni de ho ti theoeidestaton autou, kai hoper en autǭ syngenes on tynchanei Theǭ, enkatheirgmenon men tǭ phainomenǭ kai thnētǭ tǭde, hoti de philoponōtata exomoiousthai biazomenon tǭ Theǭ; toutou mnēmoneuōn kai ephaptesthai pōs mellōn pragmatōn meizonōn, kai tinos dia toutou kai tēs eis to Theion eucharistias, hoti moi synkyrēsai toioutǭ dedōrētai andri para pasan ge tēn anthrōpōn prosdokian tōn te allōn kai tēn emou autou, houte prothemenou pote houte kai elpisantos; toioutōn ephaptesthai mellōn, mikros hōn kai anous pantelōs, ouk eulogōs anadyomai te kai oknō kai ekōn einai siōpō. Kai dēta tēn hēsychian agein asphales moi kataphainetai, mē pē prophasei men eucharistias, hypo de propeteias isōs peri semnōn kai hierōn asemna te kai eutelē kai katapepatēmena diexiōn, ou monon ouk ephiknōmai tēs alētheias, alla kai kathairō ti, to ge epʼ emoi, para tois houtōs echein pisteuousin, hōs asthenēs ōn ho logos, periybrizōn mallon, ēper exomoioumenos tois ergois tę̄ dynamei, hypotypōsetai. Kaitoi ta men sa akathaireta kai anybrista, hō philē kephalē, kai poly mallon ta theia menonta ephʼ heautōn, hōs echei, asaleuta, ouden blaptomena hypo tōn mikrōn kai anaxiōn hēmeterōn logōn; hēmeis de ouk oidʼ hopōs tēn tēs thrasytētos kai propeteias doxan diapheuxometha, epipēdēsantes hypʼ anoias, mikrǭ kai nǭ kai paraskeuę̄, megalois kai hyper hēmas isōs pragmasi. Kai ei men allachothi pou kai epʼ allōn toiauta proethymēthēmen neanieusasthai, thraseis men kai houtōs ēmen kai tolmēroi tines; ou mēn allʼ anaideia tēs propeteias aitia, tǭ mē epi soi tauta thrasynesthai. Nyni de pan to metron tēs anoias apoplēsomen, ē kai apeplēsamen ēdē, epembainein tolmēsantes aniptois tois posi (touto dē to tou logou) akoais, hais autos ho theios Logos ouk eskepasmenois, hōs tais tōn pollōn anthrōpōn, tois posin, ōsper hypo pacheōn tinōn dermatōn tōn ainigmatōdōn kai asaphōn lexeōn, alla gymnois (ōs an eipoi tis), saphēs kai prodēlos embateuōn enepidēmei; hēmeis de ōsper rhypon ē pēlon tina tous anthrōpinous hēmōn logous pherontes epantlein etolmēsamen akoais theiōn kai katharōn akouein memeletēkuiais phōnōn. Arʼ oun apochrē mechri toutou hamartein; kai nyn goun sōphronein arxasthai chrē, mēketi men peraiterō probainontas tǭ logǭ, autou de katapausantas, eboulomēn men. Ou mēn allʼ hapax moi thrasynomenǭ exestō tēn aitian prōton eipein, hyphʼ ēs epartheis epi touton ēka ton agōna, ei pē kai syngnōmē genoito moi tēs propeteias tautēs.
But we, like poor men, lacking these varied pigments, and either never having acquired them or perhaps having lost them, imitate, as with charcoal or potsherds only, with these usual and common nouns and verbs, according to our ability, the originals of the affections of our soul, sketching them with the words we have at hand, trying to show the outlines of the impressions of the soul, if not vividly or ornately, at least as in a charcoal drawing; and if anything comely and eloquent comes our way from anywhere, we welcome it gladly, though we disregard it otherwise. But thirdly, in yet another way, the subject itself hinders and deters me, and holds me back much more than the others and simply commands me to keep quiet: the very subject for whose sake I eagerly wished to speak, yet I delay and hesitate. For I intend to say something about a man who appears and seems to be a man, but who, to those able to see, has already put off most of his condition in greater preparation for the departure to the divine. I am not coming to praise his birth or bodily upbringing, so that I should delay and put it off out of excessive caution; nor his strength or beauty, these praises of youths, about which there is less concern whether they are spoken fittingly or not. For to make a speech with solemn dignity and delays about things that are not lasting or stable but perish in various ways and quickly, would perhaps be cold and pretentious. If I had intended to speak of any of these things, useless and vain as they are and such as I would never willingly have proposed to speak of, my speech would have had no caution and no anxiety lest in speaking I should appear beneath their worth. But now I intend to speak of what is most godlike in him, that in him which is akin to God, shut up in this visible and mortal form but striving most laboriously to be made like God; and intending in some way to touch on greater matters, and through this also on thanksgiving to the Divine, because it has been granted me to meet such a man beyond all human expectation, others' and my own, who had never purposed or hoped for it: being about to touch on such things, small and wholly foolish as I am, I not unreasonably shrink back and hesitate and would willingly keep silent. And indeed it seems safe to me to keep quiet, lest, under pretext of thanksgiving, but perhaps from rashness, going through things mean and cheap and trite about things solemn and holy, I should not only fail to reach the truth but even, as far as in me lies, detract something among those who believe it so, since my speech, being weak, will outline it insultingly rather than in a way that matches the deeds in power. And yet what is yours, dear friend, cannot be pulled down or insulted, and much more do the divine things remain unshaken as they are in themselves, in nothing harmed by our small and unworthy words; but we, I do not know how we shall escape the reputation of boldness and rashness, having leaped in our folly, with small mind and preparation, upon matters great and perhaps beyond us. And if we had eagerly undertaken such youthful daring somewhere else and in the case of others, we would even so be bold and daring; yet shamelessness would not be the cause of our rashness, since we would not be making this bold attempt in your presence. But now we shall fill up the whole measure of folly, or have already filled it, having dared to tread with unwashed feet (as the saying goes) upon ears into which the divine Word himself enters and dwells, not as into those of most men, with feet shod, as it were, in the thick hides of enigmatic and obscure words, but bare (as one might say), clear and plain; while we, bringing our human words like dirt or mud, have dared to pour them into ears trained to hear divine and pure voices. Is it enough, then, to have sinned this far, and should we now at least begin to be sensible, going no further with the speech but stopping here? I would wish it. Yet, having once been bold, let me be allowed first to state the cause by which I was induced to come to this contest, in case I may obtain pardon for this rashness.
Notes and citation
Summary: Gregory hesitates to speak of the godlike Origen, whose ears are used to the pure words of the divine Word.
- "With unwashed feet": a Greek proverb. A scholion on the poverty of Apollonius, who wrote on potsherds, had leaked into the text and is removed.
Notes on the original text
- Digital text corrected (OCR; leaked scholion and stray marks; stray column letter): χαραπκτῆρας → χαρακτῆρας; εἱ καὶ μὴ ἐναργεῖς → εἰ καὶ μὴ ἐναργεῖς; ἀσπασάμενοι ἡδέυς, ἐπεὶ → ἀσπασάμενοι ἡδέως, ἐπεὶ; ἀτεχνῶς C προστάττει → ἀτεχνῶς προστάττει; λέγειν,φαινομένου → λέγειν, φαινομένου; μεταναστάόεως → μεταναστάσεως; Οὐρὶ δὲ γένος → Οὐ γὰρ δὴ γένος; λετομένων → λεγομένων; λόγον tici: Τοσοῦτον δὲ ἦν πένης ὁ Ἀπολλώνιος, ὡς ἐν ὀστράκῳ γράφειν τὰ ἑαυτοῦ συγγράμματα, διὰ τὸ μὴ εὐπορεῖν χάρτας πρίασθαι. θεκoεL. ποιεῖσθαί → λόγον ποιεῖσθαί; μὴκαὶ ψυχρὸν ἢ πέρπερον ἡ· → μὴ καὶ ψυχρὸν ἢ πέρπερον ᾖ·; ἐ λόγος → ὁ λόγος; Νυωὶ δὲ → Νυνὶ δὲ; δπερ ἐν αὐτῷ → ὅπερ ἐν αὐτῷ; Καίτοε τὰ μὲν → Καίτοι τὰ μὲν; οἶδʼ δπως → οἶδʼ ὅπως; ἴαως πράγμασι → ἴσως πράγμασι; λδγου) ἀκοαῖς, αἶς αὐτὸς ὁ θεῖος Λόγος οὐδὲν ἐσκετασμένοις → λόγου) ἀκοαῖς, αἷς αὐτὸς ὁ θεῖος Λόγος οὐκ ἐσκεπασμένοις; ἀνθρωπίνὸυς → ἀνθρωπίνους; ἐπαντλεῖνΙ τολμήσαμεν → ἐπαντλεῖν ἐτολμήσαμεν; ιεμελετηκυίαις → μεμελετηκυίαις; μέχρι τούευ ἀμαρτεῖν → μέχρι τούτου ἁμαρτεῖν; ἄρξασθαι ρὴ → ἄρξασθαι χρὴ; ιὐτοῦ δὲ καταπαύσαντας → αὐτοῦ δὲ καταπαύσαντας; Οὐ μὴν ιλλʼ ἅπαξ → Οὐ μὴν ἀλλʼ ἅπαξ; πρῶον εἰπεῖν → πρῶτον εἰπεῖν; ιγῶνα → ἀγῶνα; προπεείας → προπετείας.
Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 2 (PG 10:1053b–1057a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/1/#p-2). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-2) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.
Chapter 3
3PG 10:1057a–1060b
Δεινόν μοι ἡ ἀχαριστία καταφαίνεται, δεινὸν καὶ πάνδεινον. Παθόντα γάρ τι καλῶς, μὴ καὶ ἀμείβεσθαι πειρᾶσθαι, εἰ καὶ μὴ ἄλλως δυνατὸν, εὐχαριστίαις γοῦν ταῖς διὰ λόγων, ἢ ἀνοήτου πάντη καὶ ἀναισθήτου τῶν εὐεργεσιῶν, ἢ ἀμνήμονος· ὅτῳ δὲ καὶ αἴσθησις, καὶ γνῶσις ὧν ἔπαθε καλῶν προσεγένετο πρῶτον, εἰ μὴ καὶ μνήμη διασώζεται εἰς τὸν ἔπειτα χρόνον, εἰ μὴ καὶ ἀναφέροι τινὰ χάριν τῷ ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβὴς, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὕτε μεγάλῳ ὄτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, ὐκ ἀνὰ στόμα φέρων σὺν πάσῃ εὐχαριστίᾳ καὶ τιμῇ ὰς μεγάλας αὐτοῦ εὐεργεσίας· εἰ δὲ μικρὸς καὶ ὐκαταφρόνητος, οὐκ ἀνυμνῶν καὶ εὐφημῶν πάσῃ ῇ αὐτοῦ δυνάμει τὸν οὐ μεγάλων μόνον, ἀλλὰ καὶ μικρῶν εὐεργέτην. Τοῖς μὲν οὖν μείζοσι καὶ διαβεηκόσι δυνάμει ψυχῆς, οἶα δὴ ἐκ πλείονος περιουσίας αὶ μεγάλου πλούτου, μείζους καὶ φιλοτιμοτέρας ναγκαῖον ἀποδιδόναι τοῖς εὐεργέταις τὰς κατὰ δύαμιν εὐφημίας· τοῖς δὲ μικροῖς καὶ ἐν στενῷ καθε-,, τῶσιν, οὐδʼ αὐτοῖς ἀμελεῖν, οὐδὲ ῥᾳθυμεῖν προσῆκον, ὐδʼ ἀναπεπτωκέναι, ὡς οὐδὲν ἄξιον φέρειν, οὐδὲ τέειον δυναμένοις· ἀλλʼ οἶα πένητας μὲν, εὐγνώμονας ἐ, οὐ τὴν τοῦ τιμωμένου, τὴν δʼ αὐτῶν δύναμιν μερήσαντας, ἐκ τῆς παρούσης δυνάμεως ἀναφέρειν ὰς τιμὰς, χαριέσσας ἴσως ἐσομένας καὶ καταθυμίους ῷ τετιμημένῳ, καὶ οὐκ ἐν δευτέρᾳ χώρᾳ παρʼ αὐτῷ ῶν μεγάλων καὶ πολλῶν, εἰ σύν τινι προθυμίᾳ μείζονι καὶ γνώμῃ προσφέροιεν ὀλοκλήρῳ. Οὕτως ἐν ἱεραῖς βίβλοις φέρεται, ὅτι δὴ μικρά τις καὶ πτωχὴ γυνὴ ἀμα πλουσίοις καὶ δυνατοῖς, οἶ προσέφερον ἐκ οῦ πλούτου μεγάλα καὶ πολυτελῆ, μόνη μικρὰ μὲν ιαὶ ἐλάχιστα, πάντα δὲ ὅμως τὰ ὄντα αὐτῇ συμβαλομένη, τὴν τῆς πλείονος δόσεως μαρτυρίαν ἀπηνέγκατο. Οὐ γὰρ οἶμαι τῷ ποσῷ τῆς διδομένης ὕλης, ) ὕσης ἔξωθεν, ταῖς δὲ προσφερούσαις γνώμαις μᾶλον καὶ προαιρέσεσι τὴν φιλοτιμίαν καὶ τὴν μεγαλοπρέπειαν, ὁ ἱερὸς λόγος ἐσταθμήσατο. Οὐ τοίνυν ὐδὲ ἡμᾶς ἀποκνεῖν πάντη προσῆκον δέει τοῦ μὴ ἐξισωθήσεσθαι τὴν εὐχαριστίαν ταῖς εὐεργεσίαις, ἱλλὰ πᾶν τοὐναντίον τολμᾷν καὶ πειρᾶσθαι, εἰ καὶ ὴ τὰς ἴσας, τὰς γοῦν δυνατὰς προσφέρειν ὡς ἐν μοιβῇ τιμάς· εἰ πως, τῶν τελείων διαμαρτάνων, τῶν πὶ μέρους γοῦν τεύξηται ἡμῖν ὁ λόγος, τὴν παντελῆ βς ἀχαριστίας δόξαν διαδράς. Ἄχρηστον γὰρ ἀληθῶς ἡ παντελῶς σιωπὴ ὑπὸ πιθανῷ τῷ τοῦ μὴ δύνασθαι ἄξιόν τι λέγειν προκαλύμματι· εὕγνωμο δς ἡ πεῖρα ἡ πρὸς τὰς ἀμοιβὰς ἀεὶ, κὰν ἤττων ττῖς ἀξίας δύναμις τοῦ τὴν χάριν ἀναφέροντος ἦ. Οὐ γόρ, εἰ μὴ κατʼ ἀξίαν οἶός τέ εἰμι λέγειν σιωπήσομαι υλ. εἰ ἀποπλήσω πάνθʼ ἂ μοι δυνατόν ἐστι, καὶ σεμονοῦμαι. Ἔστω δή μοι ὁ λόγος ὅδε χαριστήριος· Θεῷ μὲν τῷ τῶν ὅλων, οὐκ ἂν ἐθελήσαιμι λέγειν· καίτοι γε ἐκεῖθεν ἡμῖν πᾶσαι μὲν αἱ τῶν ἀγαθῶν ἀρχαὶ, ἐκεῖθεν δὲ καὶ ἡμᾶς τῶν εὐχαριστιῶν ἢ ὕμνων καὶ αἴνων ἄρχεσθαι χρή. Ἀλλὰ γὰρ οὐδʼ εἰ ὅλον ἐμαυτὸν, μὴ οἶος μὲν νῦν εἰμι βέβηλος καὶ ἀκάθαρτος. ἀναμεμιγμένος καὶ πεφυρμένος παναγεῖ αὶ ἀκαθάρτῳ κακῷ· γυμνὸν δὲ αὐτὸν ὅτι καθαρῶτατον λαμπρότατόν τε καὶ εἰλικρινέστατον, καὶ ἀμηῆ παντὸς χείρονος· οὐδʼ εἰ ὅλον, φημὶ, γυμνὸν, ῶστερ τινὰ γενόμενον φέρων ἐπιδοίην, φέροιμι ἄν τι παρ ἐμαυτοῦ δῶρον ἄξιον εἰς τιμὴν καὶ ἀμοιβὴν τῷ πὰντων ἡγεμόνι καὶ αἰτίῳ· ὅν οὕτε ἰδίᾳ ἕκαστος πώποτε, οὕτε καὶ ἅμα πάντες, ὡσεὶ ἐν καὶ ταὐτὸ γένοιτο πάντα καθαρὰ, αὐτῶν μὲν ἐκστάντα, πρδς αὐτὸν δὲ ἐπιστρέψαντα μᾶλλον, ἀθρόα ἑνὶ πνεύματι καὶ μιᾷ ὁρμῇ τῇ συμφώνῳ, ἀξίως ἂν εὐφημῆ·σαι δύναιντο. Ὁτι γὰρ τῶν αὐτοῦ δημιουργημάπωτ καὶ διανοηθῆναί τις ἄριστα καὶ ὀλοκλήρως, καὶ (εi οἶόν τε) εἰπεῖν κατʼ ἀξίαν περὶ αὐτοῦ δυνηθείτ· αὐτῆς δὲ τῆς δυνάμεως ἔνεκεν ἦς ἠξίωται οὐ παρ ἄλλου του, παρʼ αὐτοῦ δὲ λαβὼν, οὐκ ἔσθʼ ὅπως ὅν ἄλλο τι μεῖζόν ποθεν εὐπορήσας εἰς εὐχαριστίαν ἀναθείη.
Deinon moi hē acharistia kataphainetai, deinon kai pandeinon. Pathonta gar ti kalōs, mē kai ameibesthai peirasthai, ei kai mē allōs dynaton, eucharistiais goun tais dia logōn, ē anoētou pantē kai anaisthētou tōn euergesiōn, ē amnēmonos; hotǭ de kai aisthēsis, kai gnōsis hōn epathe kalōn prosegeneto prōton, ei mē kai mnēmē diasōzetai eis ton epeita chronon, ei mē kai anapheroi tina charin tǭ arxanti tōn agathōn, argos houtos kai acharistos kai asebēs, examartanōn ou syngnōsta houte megalǭ ote mikrǭ; ei men megas tis esti kai megalonous, yk ana stoma pherōn syn pasę̄ eucharistią kai timę̄ as megalas autou euergesias; ei de mikros kai ykataphronētos, ouk anymnōn kai euphēmōn pasę̄ ę̄ autou dynamei ton ou megalōn monon, alla kai mikrōn euergetēn. Tois men oun meizosi kai diabeēkosi dynamei psychēs, oia dē ek pleionos periousias ai megalou ploutou, meizous kai philotimoteras nankaion apodidonai tois euergetais tas kata dyamin euphēmias; tois de mikrois kai en stenǭ kathe-,, tōsin, oudʼ autois amelein, oude rhąthymein prosēkon, ydʼ anapeptōkenai, hōs ouden axion pherein, oude teeion dynamenois; allʼ oia penētas men, eugnōmonas e, ou tēn tou timōmenou, tēn dʼ autōn dynamin merēsantas, ek tēs parousēs dynameōs anapherein as timas, chariessas isōs esomenas kai katathymious ǭ tetimēmenǭ, kai ouk en deuterą chōrą parʼ autǭ ōn megalōn kai pollōn, ei syn tini prothymią meizoni kai gnōmę̄ prospheroien oloklērǭ. Houtōs en hierais biblois pheretai, hoti dē mikra tis kai ptōchē gynē ama plousiois kai dynatois, oi prosepheron ek ou ploutou megala kai polytelē, monē mikra men iai elachista, panta de homōs ta onta autę̄ symbalomenē, tēn tēs pleionos doseōs martyrian apēnenkato. Ou gar oimai tǭ posǭ tēs didomenēs hylēs, ) hysēs exōthen, tais de prospherousais gnōmais malon kai proairesesi tēn philotimian kai tēn megaloprepeian, ho hieros logos estathmēsato. Ou toinyn yde hēmas apoknein pantē prosēkon deei tou mē exisōthēsesthai tēn eucharistian tais euergesiais, hilla pan tounantion tolmąn kai peirasthai, ei kai ē tas isas, tas goun dynatas prospherein hōs en moibę̄ timas; ei pōs, tōn teleiōn diamartanōn, tōn pi merous goun teuxētai hēmin ho logos, tēn pantelē bs acharistias doxan diadras. Achrēston gar alēthōs hē pantelōs siōpē hypo pithanǭ tǭ tou mē dynasthai axion ti legein prokalymmati; heugnōmo ds hē peira hē pros tas amoibas aei, kan ēttōn ttis axias dynamis tou tēn charin anapherontos ē. Ou gor, ei mē katʼ axian oios te eimi legein siōpēsomai yl. ei apoplēsō panthʼ a moi dynaton esti, kai semonoumai. Estō dē moi ho logos hode charistērios; Theǭ men tǭ tōn holōn, ouk an ethelēsaimi legein; kaitoi ge ekeithen hēmin pasai men hai tōn agathōn archai, ekeithen de kai hēmas tōn eucharistiōn ē hymnōn kai ainōn archesthai chrē. Alla gar oudʼ ei holon emauton, mē oios men nyn eimi bebēlos kai akathartos. anamemigmenos kai pephyrmenos panagei ai akathartǭ kakǭ; gymnon de auton hoti katharōtaton lamprotaton te kai eilikrinestaton, kai amēē pantos cheironos; oudʼ ei holon, phēmi, gymnon, ōster tina genomenon pherōn epidoiēn, pheroimi an ti par emautou dōron axion eis timēn kai amoibēn tǭ pantōn hēgemoni kai aitiǭ; hon houte idią hekastos pōpote, houte kai hama pantes, hōsei en kai tauto genoito panta kathara, autōn men ekstanta, prds auton de epistrepsanta mallon, athroa heni pneumati kai mią hormę̄ tę̄ symphōnǭ, axiōs an euphēmē;sai dynainto. Hoti gar tōn autou dēmiourgēmapōt kai dianoēthēnai tis arista kai oloklērōs, kai (ei oion te) eipein katʼ axian peri autou dynētheit; autēs de tēs dynameōs eneken ēs ēxiōtai ou par allou tou, parʼ autou de labōn, ouk esthʼ hopōs hon allo ti meizon pothen euporēsas eis eucharistian anatheiē.
Ingratitude seems to me a terrible thing, terrible and utterly terrible. For one who has been well treated not to try to repay, if not otherwise possible, at least by thanks in words, is the mark of one wholly senseless and without feeling for benefits, or forgetful. And one who had perception and knowledge of the benefits he received at first, if he does not also preserve the memory into later time, and does not render some thanks to the one who began the good things, is idle and ungrateful and impious, committing an unpardonable sin whether he be great or small: if he is great and great-minded, by not having his great benefits on his lips with all thanks and honour; if small and despised, by not celebrating and praising with all his power the benefactor not only of great but even of small things. For the greater, those who excel in power of soul, must, as from greater abundance and great wealth, render greater and more lavish praises to their benefactors according to their ability; and the small, those in narrow circumstances, ought not to neglect it either, nor be slack, nor lie down as though unable to bring anything worthy or perfect; but as poor men, yet well-disposed, measuring not the power of the one honoured but their own, they should bring honours from their present ability, which will perhaps be gracious and pleasing to the one honoured, and not in second place with him to great and many (gifts), if they offer them with greater eagerness and a whole mind. So it is recorded in the sacred books that a small and poor woman, along with rich and powerful people who offered great and costly gifts from their wealth, alone contributed small and very little things, but all she had, and carried off the testimony of the greater giving. For I think the sacred word weighed munificence and magnificence not by the quantity of the material given, which is external, but rather by the intentions and choices of those who offered. Neither, then, should we hold back altogether through fear that our thanksgiving will not equal the benefits, but quite the contrary, dare and try to offer in return, if not equal honours, at least those we can; so that, if our speech misses the perfect, it may at least attain part, escaping the reputation of total ingratitude. For total silence under the plausible cover of being unable to say anything worthy is truly useless; but the attempt at repayment is always well-intentioned, even if the ability of the one rendering thanks is beneath the worth. For I will not keep silent because I cannot speak worthily; but I will be satisfied if I fulfil all I can. Let this speech, then, be my thanksgiving. To God, the God of all things, I would not wish to call it that, although all the beginnings of good things come to us from there, and from there too we must begin our thanksgivings, hymns, and praises. But not even if I should give myself wholly, not as I now am, profane and impure, mixed and confused with all-defiling and impure evil, but bare, as pure as possible, most bright and unalloyed, and untouched by anything worse; not even if I gave myself wholly, I say, bare, as if newborn, would I bring from myself any gift worthy as honour and recompense to the Leader and Cause of all things; whom neither each by himself nor all together, as if all things became one and the same and pure, standing outside themselves and turning rather to him, united in one spirit and one harmonious impulse, could ever worthily praise. For even if one could think best and wholly about his works and (if it were possible) speak worthily of him, yet, because of the very power of which he was thought worthy, having received it not from another but from him, there is no way he could find anything greater from anywhere to offer in thanksgiving.
Mark 12:42 (allusion, high confidence) · Mark 12:43 (allusion, high confidence) · Luke 21:1 (allusion, high confidence)
Notes and citation
Summary: Ingratitude is terrible; like the poor widow, Gregory will offer what thanks he can, though no one can thank God worthily.
- The widow's offering: Mark 12:41–44; Luke 21:1–4.
Notes on the original text
- Digital text corrected (OCR): δεινὸν ιαὶ πάνδεινον → δεινὸν καὶ πάνδεινον; ἀμείεσθαι → ἀμείβεσθαι; εὐχαριτίαις → εὐχαριστίαις; ιναισθήτου → ἀναισθήτου; ὅτῳ ὲ καὶ → ὅτῳ δὲ καὶ; προσεένετο → προσεγένετο; εἰς τὸν πειτα χρόνον → εἰς τὸν ἔπειτα χρόνον; τῷ ἱρξαντι των ἀγαθῶν → τῷ ἄρξαντι τῶν ἀγαθῶν; ισεβὴς → ἀσεβὴς; Οὕτως ἐν ἱεαῖς Πίβλοις φέρεται, ὅτι δὴ μικρά τις καὶ πτωχὴ υνὴ → Οὕτως ἐν ἱεραῖς βίβλοις φέρεται, ὅτι δὴ μικρά τις καὶ πτωχὴ γυνὴ; ἀπηνέγιατο → ἀπηνέγκατο; μεγαλορέπειαν → μεγαλοπρέπειαν; ξιισωθήσεσθαι → ἐξισωθήσεσθαι; Ἀχρηστον γὰρ ἀληῶς → Ἄχρηστον γὰρ ἀληθῶς; Ἐστω δή μοι ὁ λόγος ὅδε χαριστήριος· Θῷ μὲν τῷ τῶν ὅλων, οὐκ ἂν ἐθελήσαιμι λέγεινe· αατα γε → Ἔστω δή μοι ὁ λόγος ὅδε χαριστήριος· Θεῷ μὲν τῷ τῶν ὅλων, οὐκ ἂν ἐθελήσαιμι λέγειν· καίτοι γε; ἀοχσὶ, ἐκεθεν → ἀρχαὶ, ἐκεῖθεν; ααὶ αἴνων → καὶ αἴνων; ἀθρδα ἐνὶ πνεύματι → ἀθρόα ἑνὶ πνεύματι.
Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 3 (PG 10:1057a–1060b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/1/#p-3). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-3) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.
Chapter 4
4PG 10:1060c–1066b
Ἀλλὰ τὰς μὲν εἰς τὸν πάντων βασιλέα καὶ κηδεμόνα, τὴν διαρκῆ πηγὴν πάντων ἀγαθῶν, εὐφημίας καὶ ὕμνους τῷ κὰν τούτῳ τὴν ἀσθένειαν ἡμῶν ἰωμένῳ, καὶ τὸ ἐνδέον ἀναπληροῦν μόνῳ δυναμένῳ ἐπιτρέψωμεν, τῷ προστάτῃ τῶν ἡμετέρων ψυχῶν καὶ Σωτῆρι, τῷ πρωτογενεῖ αὐτοῦ Λόγῳ, τῷ πάντων δημιουργῷ καὶ κυβερνήτῃ· αὐτῷ μόνῳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ πάντων ἰδίᾳ τε καὶ ἐκάστου, καὶ ἀθρόον ἅμα δυνατὸν ὄν ἀναπέμπειν διηνεκεῖς καὶ ἀδιαλείπτους τῷ Πατρὶ τὰς εὐχαριστίας· ὅτι αὐτὸς ἡ ἀλήθεια ὡν, καὶ ἡ αὐτοῦ τοῦ Πατρὸς τῶν ὅλων καὶ σοφία καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὦν, καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπʼ ἀσθενείας τινὸς, ὡσπερ τις ἀπεξενωμένος αὐτοῦ, ἢ οὐκ ἐφίξεται τῇ δυνάμει τῆς δυνάμεως, ἢ ἐφίξεται μὲν, ἑκὼν δὲ (ὃ μὴ θέμις εἰπεῖν) ἐάσῃ τὸν Πατέρα ἀνευφήμητον· μόνῳ τούτῳ δυνατὸν )ν τελειότατα πᾶσαν ἀποπληρῶσαι τὴν ἀξίαν τῶν ὐτῷ προσηκόντων αἴνων· ὅν τινα αὐτὸς ὁ τῶν ὅλων Πατὴρ ἓν πρὸς αὐτὸν ποιησάμενος, διʼ αὐτοῦ μονονουχὶ αὐτὸς αὐτὸν ἐκπεριὼν, τῇ ἴσῃ πάντη υνάμει τῇ αὐτοῦ τρόπον τινὰ τιμῷη καὶ τιμῷτο· περ πρῶτος καὶ μόνος ἔχειν ἔλαχεν ἐκ πάντων τῶν ντων ὁ Μονογενὴς αὐτοῦ, ὁ ἐν αὐτῷ Θεὸς Λόγος· τῶν ἄλλων πάντων οὕτω μόνον εὐχαρίστων καὶ εὐσεβῶν εἶναι δυναμένων, εἰ ἐπʼ αὐτῷ φέροντες μόνῳ ἀντὶ πάντων τῶν παρὰ τοῦ Πατρὸς ἡμῖν ἀγαθῶν, τὴν δύναμιν τῆς ἀξίας εὐχαριστίας ἀναθήσομεν μίαν ὁδὸν εὐσεβείας ταύτην εἶναι ὁμολογήσαντες τὴν ʼ αὐτοῦ πᾶσαν μνήμην) τῷ τῶν ὅλων αἰτίῳ. ὸ δὴ τῆς μὲν ἐπὶ πᾶσι διαρκοῦς προνοίας ἔν τε εγίστοις καὶ ἐν τοῖς ἐλαχίστοις κηδομένης ἡμῶν, αὶ εἰς τοῦτό γε προαγομένης, ἐκεῖνος ἄξιος διαρκὴς ἴναι λόγος εἰς εὐχαριστίας καὶ ὕμνους ὀμολογείσθω, τελειότατος ὦν καὶ ζῶν, καὶ αὐτοῦ τοῦ πρώτου Νοῦ Λόγος ἔμψυχος ὡν· ὁ δʼ ἡμέτερος οὗτος ἔστω χαρι τήριος ἀνθρώπων μὲν πάντων μάλιστα τῷ ἀνδρὶ τῷ ρῷ τῷδε εἰ δέ τι καὶ περαιτέρω μεληγορεῖν θέλοιμι, καὶ τῶν οὐ φαινομένων μὲν, θειοτέρων δὲ αὶ κηδομένων ἀνθρώπων, τούτῳ ὅς με ἐκ παίδων ρίσει τινὶ μεγάλῃ οἰκονομεῖν τε καὶ τιθηνεῖσθαι καὶ ἐπιτροπεύειν ἐκληρώσατο, ὁ ἱερὸς ἄγγελος Θεοῦ, « ὁ τρέφων με ἐκ νεότητός μου, φησὶν ἐκεῖνος ὁ Θεῷ ίλος ἀνὴρ, τὸν αὐτοῦ λέγων δηλαδή ἀλλʼ ὁ μὲν μέας ὡν, ἀναλόγως μέγιστόν τινα(ἤτοι ἄλλον ὅστις ἂν εἴνος ἡ, ἢ καὶ αὐτὸν ἴσως τόν τῆς μεγάλης βουλῆς Ἄγγελον, τὸν κοινὸν πάντων Σῶτηρα, ὑπὸ τειότητος μόνον ἤδη φύλακα αὐτῷ εἶναι κληρωσάμες, οὐκ οἶδα τοῦτο σαφῶς), πλὴν ὁ μὲν τὸν ἑαυτοῦ ίγαν τινὰ, ὅς τίς ποτʼ ἂν ἦ, καὶ γινώσκων καὶ εὐγμμῶν. Ἡμεῖς δὲ πρὸς τῷ κοινῷ πάντων ἀνθρώπων βερνήτῃ, καὶ τοῦτον, ὅς τίς ποτʼ ἐστὶν, ἰδίᾳ παιδαγωγὸς ἡμῶν ὄντων νηπίων. Ὁς τά τε ἄλλα πάντη ἱντα ἀγαθὸς ὢν τροφεὺς καὶ κηδεμὼν ἐμὸς(οὐχὶ ἐμοὶ τινι τῶν ἐμοὶ προσηκόντων φίλων, τυφλοὶ γὰρ εῖς καὶ μηδὲν τῶν ἐμπροσθεν ὀρῶντες ὥστε τι ὶ κρίνειν δύνασθαι τῶν δεόντων, ἀλλʼ ἢ αὐτῷ προωμένῳ πάντα τὰ πρὸς ὡφέλειαν τῆς ψυχῆς ἡμῶν, συμφέρον εἶναι καταφαίνεται), πάλαι τε καὶ νῦν ἔτι ἐκτρέφει τε καὶ παιδεύει καὶ χειραγωγεῖ· κὶ ὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ συνάψαι με τῷ ἀνδρὶ τούτῳ, τοῦτο δὴ τὸ κεφαλαιωδέστατον πάντων, ᾠκονομήσατο, οὔτε γένει καὶ αἵματί μοι ἀνθρωπίνῳ τινὶ προσήκοντα, οὕτε ἄλλως προσοικοῦντα, ἢ ὄντα τινὰ τῶν πλησιοχώρων, οὕτε καὶ ὁμοεθνῆ ὅλως (ταῦτα δὴ1 πρόφασις φιλίας καὶ ἐνώσεως τοῖς πολλοῖς τῶν ἀνθρώπων γίνεται), ἀλλὰ συνελόντι εἰπεῖν, ἀγνώστους, ἀλλοτρίους, ἀπεξενωμένους, ἀλλήλων ἀφεστηκότας πάμπολυ, ὅσον μέσα ἔθνη καὶ ὄρη καὶ ποταμοὺς διείργει ἡμᾶς, ὑπὸ τῆς θείας ὄντως καὶ σοφῆς προμηθείας εἰς ταυτὸν ἀγαγὼν, τὴν σωτήριον ἐμοὶ σύνοδον ταύτην ἐμηχανήσατο· ἄνωθεν τοῦτο προμηθούμενος οἶμαι, ἐκ πρώτης γενέσεως καὶ ἀνατροφῆς. Πῶς δὲ, μακρὸν ἂν εἴη διεξιέναι, οὐχὶ ἀκριβολογουμένῳ μόνον καὶ μηδὲν παραλιπεῖν πειρωμένῳ, ἀλλʼ εἰ καὶ, τὰ πολλὰ παρεὶς, ἀθρόως ὀλίγων τῶν κεφαλαιωδεστέρων μνημονεύειν ἐθελήσαιμι.
Alla tas men eis ton pantōn basilea kai kēdemona, tēn diarkē pēgēn pantōn agathōn, euphēmias kai hymnous tǭ kan toutǭ tēn astheneian hēmōn iōmenǭ, kai to endeon anaplēroun monǭ dynamenǭ epitrepsōmen, tǭ prostatę̄ tōn hēmeterōn psychōn kai Sōtēri, tǭ prōtogenei autou Logǭ, tǭ pantōn dēmiourgǭ kai kybernētę̄; autǭ monǭ hyper te heautou kai hyper pantōn idią te kai ekastou, kai athroon hama dynaton on anapempein diēnekeis kai adialeiptous tǭ Patri tas eucharistias; hoti autos hē alētheia hōn, kai hē autou tou Patros tōn holōn kai sophia kai dynamis, pros de kai en autǭ ōn, kai pros auton atechnōs hēnōmenos, ouk estin hopōs ē dia lēthēn ē asophōs ē hypʼ astheneias tinos, hōsper tis apexenōmenos autou, ē ouk ephixetai tę̄ dynamei tēs dynameōs, ē ephixetai men, hekōn de (ho mē themis eipein) easę̄ ton Patera aneuphēmēton; monǭ toutǭ dynaton )n teleiotata pasan apoplērōsai tēn axian tōn ytǭ prosēkontōn ainōn; hon tina autos ho tōn holōn Patēr hen pros auton poiēsamenos, diʼ autou mononouchi autos auton ekperiōn, tę̄ isę̄ pantē ynamei tę̄ autou tropon tina timǭē kai timǭto; per prōtos kai monos echein elachen ek pantōn tōn ntōn ho Monogenēs autou, ho en autǭ Theos Logos; tōn allōn pantōn houtō monon eucharistōn kai eusebōn einai dynamenōn, ei epʼ autǭ pherontes monǭ anti pantōn tōn para tou Patros hēmin agathōn, tēn dynamin tēs axias eucharistias anathēsomen mian hodon eusebeias tautēn einai homologēsantes tēn ʼ autou pasan mnēmēn) tǭ tōn holōn aitiǭ. o dē tēs men epi pasi diarkous pronoias en te egistois kai en tois elachistois kēdomenēs hēmōn, ai eis touto ge proagomenēs, ekeinos axios diarkēs inai logos eis eucharistias kai hymnous omologeisthō, teleiotatos ōn kai zōn, kai autou tou prōtou Nou Logos empsychos hōn; ho dʼ hēmeteros houtos estō chari tērios anthrōpōn men pantōn malista tǭ andri tǭ rǭ tǭde ei de ti kai peraiterō melēgorein theloimi, kai tōn ou phainomenōn men, theioterōn de ai kēdomenōn anthrōpōn, toutǭ hos me ek paidōn risei tini megalę̄ oikonomein te kai tithēneisthai kai epitropeuein eklērōsato, ho hieros angelos Theou, « ho trephōn me ek neotētos mou, phēsin ekeinos ho Theǭ ilos anēr, ton autou legōn dēladē allʼ ho men meas hōn, analogōs megiston tina(ētoi allon hostis an einos hē, ē kai auton isōs ton tēs megalēs boulēs Angelon, ton koinon pantōn Sōtēra, hypo teiotētos monon ēdē phylaka autǭ einai klērōsames, ouk oida touto saphōs), plēn ho men ton heautou igan tina, hos tis potʼ an ē, kai ginōskōn kai eugmmōn. Hēmeis de pros tǭ koinǭ pantōn anthrōpōn bernētę̄, kai touton, hos tis potʼ estin, idią paidagōgos hēmōn ontōn nēpiōn. Hos ta te alla pantē hinta agathos ōn tropheus kai kēdemōn emos(ouchi emoi tini tōn emoi prosēkontōn philōn, typhloi gar eis kai mēden tōn emprosthen orōntes hōste ti i krinein dynasthai tōn deontōn, allʼ ē autǭ proōmenǭ panta ta pros hōpheleian tēs psychēs hēmōn, sympheron einai kataphainetai), palai te kai nyn eti ektrephei te kai paideuei kai cheiragōgei; ki e pros pasi tois allois kai synapsai me tǭ andri toutǭ, touto dē to kephalaiōdestaton pantōn, ǭkonomēsato, oute genei kai haimati moi anthrōpinǭ tini prosēkonta, houte allōs prosoikounta, ē onta tina tōn plēsiochōrōn, houte kai homoethnē holōs (tauta dē1 prophasis philias kai enōseōs tois pollois tōn anthrōpōn ginetai), alla synelonti eipein, agnōstous, allotrious, apexenōmenous, allēlōn aphestēkotas pampoly, hoson mesa ethnē kai orē kai potamous dieirgei hēmas, hypo tēs theias ontōs kai sophēs promētheias eis tauton agagōn, tēn sōtērion emoi synodon tautēn emēchanēsato; anōthen touto promēthoumenos oimai, ek prōtēs geneseōs kai anatrophēs. Pōs de, makron an eiē diexienai, ouchi akribologoumenǭ monon kai mēden paralipein peirōmenǭ, allʼ ei kai, ta polla pareis, athroōs oligōn tōn kephalaiōdesterōn mnēmoneuein ethelēsaimi.
But let us entrust the praises and hymns to the King and Guardian of all things, the unfailing spring of all good things, to the one who heals our weakness in this too and alone can fill up what is lacking: to the Protector and Saviour of our souls, his first-born Word, the Maker and Pilot of all things. For to him alone it is possible, both for himself and for all, individually for each and all together at once, to send up continual and unceasing thanksgivings to the Father; because, being himself the Truth, and the Wisdom and Power of the Father of all things, and moreover being in him and truly united to him, it cannot be that through forgetfulness or lack of wisdom or some weakness, as one estranged from him, he either will not reach (the task) by his power, or, reaching it, will willingly (which it is unlawful to say) leave the Father unpraised. For to him alone is it possible to fill up most perfectly the whole worth of the praises due to him: him whom the Father of all made one with himself, and through whom, as if himself encircling himself, he in some way honours and is honoured with a power in every way equal to his own; this his Only-begotten, God the Word who is in him, first and alone obtained to have of all beings. All others can be thankful and pious only in this way: if, bringing it to him alone in return for all the good things (given) us from the Father, we offer the power of worthy thanksgiving, confessing that this is the one way of piety, to bring all remembrance through him to the Cause of all things. Let it be confessed, then, that for the providence that suffices for all, caring for us in the greatest and the least things and leading us even to this point, he is the worthy and sufficient word for thanksgivings and hymns, being most perfect and living, the ensouled Word of the first Mind himself. But let this speech of ours be a thanksgiving, of all men, above all to this holy man; and if I should wish to speak further also of those who are not seen but are more divine and care for men, (a thanksgiving) to the one who from childhood, by some great decision, was allotted to manage, nurse, and guard me, the holy angel of God, "who feeds me from my youth," as that man dear to God says, speaking evidently of his own angel. But he, being great, (was allotted) proportionally a very great one (whether some other, whoever he was, or perhaps even the Angel of great counsel himself, the common Saviour of all, whom by his perfection he had already obtained as his own guardian, I do not clearly know); yet he knew and thanked his own angel, whoever he was. But we, besides the common Pilot of all men, (thank) this one too, whoever he is, who was our own tutor when we were infants. He, being in all other respects a good nurse and guardian of mine (not in my judgment or that of any of my friends, for we are blind and see nothing ahead so as to be able to judge anything needful, but in the judgment of him who foresees all things for the benefit of our soul, it seems better so), both long ago and still now rears and educates and leads me by the hand; and besides all the rest he arranged to join me to this man, the most important thing of all; a man neither related to me by birth and human blood, nor otherwise a neighbour or one of those dwelling near, nor even of the same nation at all (these are the occasions of friendship and union for most men); but, in a word, bringing together by truly divine and wise providence us who were unknown to each other, strangers and foreigners, standing very far apart, as far as the intervening nations and mountains and rivers separate us, he contrived this saving meeting for me; foreseeing it from above, I think, from my first birth and upbringing. How, it would be long to recount, not only if I were to be exact and try to omit nothing, but even if, passing over most, I should wish to mention briefly a few of the chief points.
1 Cor 1:24 (allusion, high confidence) · John 14:6 (allusion, medium confidence) · John 1:18 (echo, medium confidence) · Gen 48:15 (quotation, high confidence) · Gen 48:16 (allusion, high confidence) · Isa 9:6 (9:5 LXX) (allusion, high confidence) · Matt 18:10 (echo, medium confidence)
Notes and citation
Summary: Only the Word can thank the Father worthily; Gregory thanks Origen, and his guardian angel who led him to Origen.
- Christology: the Word is "in" the Father and "united to him", the Father's Truth, Wisdom, and Power (1 Cor 1:24; John 14:6), honoured with "a power in every way equal" to the Father's; this is Gregory's own wording, translated exactly.
- "Who feeds me from my youth": Jacob in Gen 48:15–16. "Angel of great counsel": Isa 9:6 (Septuagint, 9:5).
Notes on the original text
- Digital text corrected (OCR; OCR: Latin letters; OCR: joined words; OCR; stray column letter): ααὶ κηδεμόνα → καὶ κηδεμόνα; εὐφτμίας → εὐφημίας; ἀσθένειαν ἡμ ἱωμένῳ → ἀσθένειαν ἡμῶν ἰωμένῳ; δυναμένss → δυναμένῳ; ψνχῶν → ψυχῶν; αὐτὲς ἡ ἀλήθεια → αὐτὸς ἡ ἀλήθεια; τῶν δλων → τῶν ὅλων; ἢ δεὰ λέθην → ἢ διὰ λήθην; ἀπεξενωμένοςαὐτοῦ → ἀπεξενωμένος αὐτοῦ; ἐκὼν δὲ(ὸ μὴ θέμις εἰπεῖν) A ἐάσῃ → ἑκὼν δὲ (ὃ μὴ θέμις εἰπεῖν) ἐάσῃ; Πστὴρ ἐν πρὸς αὐτὸν → Πατὴρ ἓν πρὸς αὐτὸν; Θεὸς ἀόγος ῶν ἄλλων → Θεὸς Λόγος· τῶν ἄλλων; ὐοεβῶν → εὐσεβῶν; ἐπʼαὐτῷ φέροντες μόνῳ ἐντὶ πάντων → ἐπʼ αὐτῷ φέροντες μόνῳ ἀντὶ πάντων; ὴν δύναμιν → τὴν δύναμιν; μίαν δδὸν → μίαν ὁδὸν; ελειότατος → τελειότατος; Νοῦ όγος ἔμψυχος → Νοῦ Λόγος ἔμψυχος; τιθηνεῖσήθαι καὶ πτιιτροπεύειν → τιθηνεῖσθαι καὶ ἐπιτροπεύειν; Θεοῦ, Δ σέφων με → Θεοῦ, « ὁ τρέφων με; μεγτάλης βουῆς Ἀγγελον → μεγάλης βουλῆς Ἄγγελον; ἐσττὶν, ἰδίᾳ παιγωγὸς → ἐστὶν, ἰδίᾳ παιδαγωγὸς; μφέρονεἶναικαταφαίνεται), πάλαιτε καὶνῦνἔτι → συμφέρον εἶναι καταφαίνεται), πάλαι τε καὶ νῦν ἔτι; τῷ ἀνδςὶ πὐ.τῳ → τῷ ἀνδρὶ τούτῳ; ῷκονορήσατο,οὕτε γένει καὶ αἶματίμοι → ᾠκονομήσατο, οὔτε γένει καὶ αἵματί μοι; τινὰττῶν → τινὰ τῶν; ἀγνώστοης → ἀγνώστους; ἀφεστηκότος → ἀφεστηκότας; διεξιιέναι, οὐχὶ ἀκριβολογαυμένῳ → διεξιέναι, οὐχὶ ἀκριβολογουμένῳ; λλʼ εἰ καὶ, τὰ πολλὰ παρεὶς, ἀθρόως ὀλίγων τῶν αεςαλαιωδεστέρων → ἀλλʼ εἰ καὶ, τὰ πολλὰ παρεὶς, ἀθρόως ὀλίγων τῶν κεφαλαιωδεστέρων.
Topics: Christology, Prayer
Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 4 (PG 10:1060c–1066b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/1/#p-4). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-4) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.
Chapter 5
5PG 10:1066b–1068d
Ἀνατροφαὶ γὰρ αἱ πρῶται ἐκ γενέσεως, αἱ ὑπὸ ὑπὸ γονεῦσι· καὶ πάτρια ἔθη τὰ πεπλανημένα· ὧν ἡμᾶς ἐλευθερωθήσεσθαι οὕτε ἄλλος οἶμαι προσεδόκησεν, οὕτε καὶ ἐμοὶ ἐλπίς τις ἦν παιδίῳ μὲν ὄντι καὶ ἀλόγῳ, ὑπὸ πατρὶ δὲ δεισιδαίμονι. Εἶτα πατρὸς ἀποβολὴ καὶ ὀρφανία ἣ δή μοι τάχα καὶ ἀρχὴ τῆς τοῦ ἀληθοῦς ἐπιγνώσεως ἦν. Τότε γὰρ πρῶτον ἐπὶ τὸν σωτήριον καὶ ἀληθῆ μετετέθην λόγον, οὐκ οἶδʼ ὅπως, κατηναγκασμένος μᾶλλον ἤπερ ἑκών. Τίς γὰρ ἐμοὶ κρίσις ἦν, ὄντι τεσσαρεσκαιδεκέτει; Πλὴν ἐξ ἐκείνου πως ἐπιδημεῖν μέν μοι ὁ ἱερὸς ὅδε Λόγος ἤρξατο εὐθὺς, οἶα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δʼ ὅμως τότε πρῶτον. Ὁ δὴ καὶ οὐ μικρὸν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀναλογιζόμενος ἐγὼ, σύμβολον τίθεμαι τῆς ἱερᾶς καὶ θαυμαστῆς περὶ ἐμὲ Προνοίας, τὴν συνδρομὴν ταύτην οὕτω τοῖς ἔτεσι διηριθμημένην, ἴνα τὰ μὲν φθάνοντα πάντα τήνδε τὴν ἡλικίαν. δα πλάνης ἦν ἔργα, νηπιότητι καὶ ἀλογίᾳ παραδεδομένα ῇ· μὴ μάτην δὲ ὁ ἱερὸς παραδοθῇ Λόγος ψυχῇ οὐδέπω λογικῇ· λογικῇ δὲ ἤδη γενομένῃ, d καὶ μὴ λόγου θείου καὶ καθαροῦ, φόβου γοῦν τοῦ κατὰ τὸν λόγον τόνδε, μὴ ἔρημος ῇ· ἄλλʼ δμοῦ ἐ τε ἀνθρώπινος καὶ ὁ θεῖος ἄρξηται ἐν ἐμοὶ λόγος· ὁ μὲν βοηθῶν τῇ ἀλέκτῳ μὲν ἐμοὶ, οἰκείᾳ δὲ αὐτῷ δυνάμει· ὁ δὲ βοηθούμενος. Ὃ δὴ λογιζόμενον, εὐφροσύνης ὁμοῦ καὶ δέους ἀναπίπλησί με, μεγαλυνόμενον μὲν τῇ προαγωγῇ, φοβούμενον δὲ, μή πη. αὶ τοιούτων ἀξιωθεὶς τοῦ τέλους ὀμοίως σφαλῶ. Ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅπως ἐνεβράδυνέ μοι τῷδε τῷ μέρει λόγος, τὴν θαυμαστὴν οἰκονομίαν πρὸς τὸν ἄνδρα τόνδε ὁδῷ διηγήσασθαι θέλων, σπεύδων δὲ ὅμως πρότερον καὶ βραχυλογούμενος ἐπὶ τάδε τὰ ἐξῆς, ot ὡς εὐφημίαν ὀφειλομένην τῷ οὕτως οἰκονομήσαπ γενομένη. ἐποδιδοὺς, ἢ εὐχαριστίαν καὶ εὐσέβειαν (μὴ φορτικοὶ μὲν οὕτως ὀνομάζοντες μὲν, ἄξιον δὲ λέγοντες οὐδόν)· ἀλλʼ ὡς διήγησιν καὶ ὀμολογίαν, ἢ τι τῶν ἐπιεικεστέρων τούτων ὀνομάτων ποιούμενος. Ἐδὸκει τῇ μόνῃ ἐκ τῶν γονέων κήδεσθαι ἡμῶν παραλειπομένῃ μητρὶ, τʼ ἄλλα ἐκπαιδευομένους, οἶα παῖδας οὐκ ἀγεννῶς δῆθεν καὶ φύντας καὶ τρεφομένους, φοιτᾶν καὶ ῥήτορι, ὡς δὴ ῥήτορας ἐσομένους. Καὶ δῆτα ἐφοιτῶμεν, καὶ ῥήτορας μὲν οὐκ εἰς μακρὰν ἔσεσθαι ἡμᾶς ἔλεγον οἱ τότε κρίνοντες οὕτως· οὐκ ἔγωγε τοῦτο λέγειν οὕτε οἶδα, οὕτʼ ἂν θελήσαιμι· λόγος δὲ οὐδεὶς ἦν τούτων, οὐδέ τις καταβολὴ οὐδέπω τῶν τῇδε φέρειν ἡμᾶς δυναμένων αἰτιῶν. Ἀλλὰ γὰρ ἄγρυπνος ὦν ὁ θεῖος παιδαγωγὸς καὶ ἀληθὴς κηδεμὼν, οὕτε τῶν οἰκείων διανοουμένων, οὕτε καὶ ἐμοῦ αὐτοῦ προθυμουμένου, ἐπῆν, συμβαλών τινι τῶν ἐμῶν διδασκάλων (ἄλλως τὴν Ῥωμαίων φωνὴν ἐκπαιδεύειν με πεπιστευμένῳ, οὐκ ὡς ἐπʼ ἄκρον ἤξοντα, ὡς δὲ μὴ ἄπειρος εἴην πάντη καὶ τῆσδε τῆς φωνῆς· ἔτυχε δὲ νόμων οὐκ ἄπειρος ὢν), τοῦτο ἐπὶ νοῦν βαλὼν, προὐτρέψατό με διʼ αὐτοῦ τῶν Ῥωμαίων ἐκμανθάνειν νόμους. Καὶ λιπαρῶς γε τοῦτο ἐποίει ὁ ἀνὴρ ἐκεῖνος, κάγὼ μέν τοι ἐπειθόμην, τάνδρὶ μᾶλλον χαριζόμενος ἤπερ τῆς τέχνης ἐραστὴς ὡν. Ὁ δέ με λαβὼν ἀκροατὴν, φιλοτίμως μὲν διδάσκειν ἤρχετο ἐπεφθέγξατο δέ τι, ὅ μοι ἀληθέστατα πάντων ἀποβέβηκε, μέγιστον ἔσεσθαί μοι ἐφόδιον (τοῦτο γὰρ τοὔνομα ἐκεῖνος ὠνόμασεν), εἴτε τις ῥήτωρ τῶν ἐν τοῖς δικαστηρίοις ἀγωνιουμένων, εἴτε καὶ ἄλλος τις εἶναι θελήσαιμι, τὴν μάθησιν τῶν νόμων. Ὁ μὲν οὕτως ἀπεφθέγξατο, τείνων εἰς τὰ ἀνθρώπινα τὸν λόγον· ἐμοὶ δʼ ἀτεχνῶς ὑπό τινι θειοτέρᾳ ἐπινοίᾳ ἀποφοιβάσαι δοκεῖ τῆς αὐτοῦ ὑπολήψεως. Ἐπεὶ γὰρ ἐξεπαιδευόμην ἑκὼν καὶ ἄκων τοὺς νόμους τούσδε, δεσμοὶ μέν πως ἤδη κατεβέβληντο καὶ αἰτία καὶ ἀφορμὴ τῆς ἐπὶ τάδε ὀδοῦ, ἡ τῶν Βηρυτίων πόλις· ἡ δὲ οὐ μακρὰν ἀπέχουσα τῶν ἐνταῦθα πόλις Ῥωμαϊκωτέρα πως, καὶ τῶν νόμων τούτων εἶναι πιστευθεῖσα παιδευτήριον. Τὸν δʼ ἱερὸν τοῦτον ἄνδρα ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ἔνθα τὴν ἑστίαν ἔχων ἔτυχε πρότερον, καὶ αὐτὸν ἐκίνει καὶ μετανίστη ἐπὶ τόδε τὸ χωρίον, ὥσπερ ἀπαντήσοντα ἡμῖν, ἕτερα πράγματα. Οὐκ ἔγωγε καὶ ταῦτα αἰτιολογεῖσθαι οὕτε οἶδα, καὶ ἐκὼν παρήσω· οὐ μὴν ἀλλʼ οὕπωγε τῆς ἐνθάδε μοι ἀφίξεως καὶ τῆς πρὸς τὸν ἄνδρα συμπλοκῆς οὐδὲν οὕτως παρέδωκεν ἀνθρώπῳ, πᾶσαν, εἱ δυνατὸν, πρόνοιαν A ἀναγκαῖον ἦν ὅσον ἐπὶ τοῖς νόμοις ἡμῶν, δυνατὸν ὸν καὶ ἐπὶ τὴν Ῥωμαίων ἀποδημῆσαι πόλιν. Πῶς οὖν καὶ τοῦτο ἐξεπορίσθη; Κηδεστήν μου ἄνδρα ἀδελφῆς ἐμῆς, ὁ τότε ἄρχων τῶν Παλαιστίνων, τοῦτον παραλαβὼν ἐξαίφνης ἄκοντα μόνον κεχωρισμένον τῆς ὀμοκοίτου, ἤγαγεν ἐνταῦθα, συνεπιβοηθήσοντα καὶ κοινωνήσοντα τῶν τοῦ ἔθνους ἄρχοντος πόνων· νομικὸς γάρ τις ἦν, καὶ ἔστιν ἴσως ἔτι. Ὃς δὴ ἐλθὼν ἅμα αὐτῷ ἔμελλε μὲν οὐκ εἰς μακρὸν μετάπεμπτον ἀπολήψεσθαι τὴν γυναῖκα, ἐπαχθῶς αὐτῆς καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν, οὐκ οἶδʼ ὅπως, ἀποδημεῖν μὲν, ἀλλʼ ἐτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα διανοουμένοις ἡμῖν ἐπέστη στρατιώτης φέρων ἐντολὴν, παραπέμπειν μὲν καὶ διασώζεσθαι τὴν ἀδελφὴν ἡμῶν καταλαμβάνουσαν τὸν ἄνδρα, ἄγειν δὲ καὶ ἡμᾶς συνδοιπόρους ἅμʼ αὐτῇ· χαριουμένους μὲν καὶ τῷ κηδεστῇ, καὶ μάλιστα τῇ ἀδελφῇ (ὅπως μὴ οὐκ εὐσχήμων τε ἢ ὀκνηροτέρα πρὸς τὴν ὁδοιπορίαν ἦ), οἰκέτας αὐτοῖς καὶ τοῖς συγγενέσι τιμήσασι· καὶ οὐ μικρόν τι ἕτερον τῶν προὕργου διαπραξαμένοις, εἰ ἐπὶ τὴν Βηρυτίων ἔλθοιμεν πόλιν, ἐκεῖ τὸ τῶν νόμων μάθημα ἐκπονήσαντες. Πάντα τοιγαροῦν ἐκίνει ἡμᾶς, τὸ πρὸς τὴν ἀδελφὴν εὕλογον, τὸ ἡμέτερον αὐτῶν μάθημα· πρὸς δὲ καὶ ὁ στρατιώτης (ἐπεὶ καὶ τοῦτο μνημονεῦσαι δεῖ) φέρων ἐξουσίαν πλειόνων τῶν δημοσίων ὀχημάτων τῆς χρήσεως, καὶ σύμβολα πλείονος ἀριθμοῦ ἡμῶν μᾶλλον ἢ τῆς ἀδελφῆς μόνης ἔνεκα. Φαινόμενα μὲν ταῦτα· τὰ δὲ μὴ φαινόμενα μὲν, ἀληθέστερα δὲ, ἡ πρὸς τὸν ἄνδρα τοῦτον κοινωνία, τὴν ἀληθῆ διʼ αὐτοῦ περὶ τὰ τοῦ Λόγου μαθήματα, ἡ τῶν ψυχῶν ἡμῶν ὡφέλεια εἰς σωτηρίαν, ἦγεν ἡμᾶς ἐπὶ τάδε, τυφλώττοντας μὲν καὶ οὐκ εἰδότας, σωτηριωδῶς δὲ ἡμῖν. Τοιγαροῦν οὐχ ὁ στρατιώτης, θεῖος δέ τις συνοδοιπόρος καὶ πομπὸς ἀγαθὸς καὶ φύλαξ, ὁ διὰ παντὸς τοῦ βίου τούτου, ὥσπερ μακρᾶς ὀδοιπορίας διασώζων ἡμᾶς, παραμειψάμενος τά τε ἄλλα, καὶ τὴν Βηρυτὸν, ἦς μάλιστα ὀρμᾷν ἐνταῦθα ὡήθημεν, ἐνταῦθα φέρων κατεστή- .σατο, πάντα ποιῶν καὶ κινῶν, ἕως πάσῃ μηχανῇ τῷ τῶν πολλῶν ἡμῖν ἀγαθῶν αἰτίῳ τούτῳ συνδήσεται. Καὶ ὁ μὲν διὰ τοσούτων ἐλθὼν τὴν οἰκονομίαν παραδιδοὺς τούτῳ ὁ θεῖος ἄγγελος, ἐνταῦθά που καὶ ἴσως ἀνεπαύσατο, οὐχ ὑπὸ καμάτου τινὸς ἢ μόχθου (ἀκάματον γὰρ τὸ τῶν θείων λειτουργῶν γένος), ἄλλʼ δπι καὶ ἐπιμέλειαν ἀποπλήσοντι.
Anatrophai gar hai prōtai ek geneseōs, hai hypo hypo goneusi; kai patria ethē ta peplanēmena; hōn hēmas eleutherōthēsesthai houte allos oimai prosedokēsen, houte kai emoi elpis tis ēn paidiǭ men onti kai alogǭ, hypo patri de deisidaimoni. Eita patros apobolē kai orphania hē dē moi tacha kai archē tēs tou alēthous epignōseōs ēn. Tote gar prōton epi ton sōtērion kai alēthē metetethēn logon, ouk oidʼ hopōs, katēnankasmenos mallon ēper hekōn. Tis gar emoi krisis ēn, onti tessareskaideketei? Plēn ex ekeinou pōs epidēmein men moi ho hieros hode Logos ērxato euthys, oia dē arti plēroumenou tou koinou pantōn anthrōpōn logou, epedēmei dʼ homōs tote prōton. Ho dē kai ou mikron, ei kai mē palai, nyn goun analogizomenos egō, symbolon tithemai tēs hieras kai thaumastēs peri eme Pronoias, tēn syndromēn tautēn houtō tois etesi diērithmēmenēn, ina ta men phthanonta panta tēnde tēn hēlikian. da planēs ēn erga, nēpiotēti kai alogią paradedomena ę̄; mē matēn de ho hieros paradothę̄ Logos psychę̄ oudepō logikę̄; logikę̄ de ēdē genomenę̄, d kai mē logou theiou kai katharou, phobou goun tou kata ton logon tonde, mē erēmos ę̄; allʼ dmou e te anthrōpinos kai ho theios arxētai en emoi logos; ho men boēthōn tę̄ alektǭ men emoi, oikeią de autǭ dynamei; ho de boēthoumenos. Ho dē logizomenon, euphrosynēs homou kai deous anapiplēsi me, megalynomenon men tę̄ proagōgę̄, phoboumenon de, mē pē. ai toioutōn axiōtheis tou telous omoiōs sphalō. Alla gar ouk oidʼ hopōs enebradyne moi tǭde tǭ merei logos, tēn thaumastēn oikonomian pros ton andra tonde hodǭ diēgēsasthai thelōn, speudōn de homōs proteron kai brachylogoumenos epi tade ta exēs, ot hōs euphēmian opheilomenēn tǭ houtōs oikonomēsap genomenē. epodidous, ē eucharistian kai eusebeian (mē phortikoi men houtōs onomazontes men, axion de legontes oudon); allʼ hōs diēgēsin kai omologian, ē ti tōn epieikesterōn toutōn onomatōn poioumenos. Edokei tę̄ monę̄ ek tōn goneōn kēdesthai hēmōn paraleipomenę̄ mētri, tʼ alla ekpaideuomenous, oia paidas ouk agennōs dēthen kai phyntas kai trephomenous, phoitan kai rhētori, hōs dē rhētoras esomenous. Kai dēta ephoitōmen, kai rhētoras men ouk eis makran esesthai hēmas elegon hoi tote krinontes houtōs; ouk egōge touto legein houte oida, houtʼ an thelēsaimi; logos de oudeis ēn toutōn, oude tis katabolē oudepō tōn tę̄de pherein hēmas dynamenōn aitiōn. Alla gar agrypnos ōn ho theios paidagōgos kai alēthēs kēdemōn, houte tōn oikeiōn dianooumenōn, houte kai emou autou prothymoumenou, epēn, symbalōn tini tōn emōn didaskalōn (allōs tēn Rhōmaiōn phōnēn ekpaideuein me pepisteumenǭ, ouk hōs epʼ akron ēxonta, hōs de mē apeiros eiēn pantē kai tēsde tēs phōnēs; etyche de nomōn ouk apeiros ōn), touto epi noun balōn, proutrepsato me diʼ autou tōn Rhōmaiōn ekmanthanein nomous. Kai liparōs ge touto epoiei ho anēr ekeinos, kagō men toi epeithomēn, tandri mallon charizomenos ēper tēs technēs erastēs hōn. Ho de me labōn akroatēn, philotimōs men didaskein ērcheto epephthenxato de ti, ho moi alēthestata pantōn apobebēke, megiston esesthai moi ephodion (touto gar tounoma ekeinos ōnomasen), eite tis rhētōr tōn en tois dikastēriois agōnioumenōn, eite kai allos tis einai thelēsaimi, tēn mathēsin tōn nomōn. Ho men houtōs apephthenxato, teinōn eis ta anthrōpina ton logon; emoi dʼ atechnōs hypo tini theioterą epinoią apophoibasai dokei tēs autou hypolēpseōs. Epei gar exepaideuomēn hekōn kai akōn tous nomous tousde, desmoi men pōs ēdē katebeblēnto kai aitia kai aphormē tēs epi tade odou, hē tōn Bērytiōn polis; hē de ou makran apechousa tōn entautha polis Rhōmaïkōtera pōs, kai tōn nomōn toutōn einai pisteutheisa paideutērion. Ton dʼ hieron touton andra ek tēs Aigyptou, ek tēs Alexandreōn poleōs, entha tēn hestian echōn etyche proteron, kai auton ekinei kai metanistē epi tode to chōrion, hōsper apantēsonta hēmin, hetera pragmata. Ouk egōge kai tauta aitiologeisthai houte oida, kai ekōn parēsō; ou mēn allʼ houpōge tēs enthade moi aphixeōs kai tēs pros ton andra symplokēs ouden houtōs paredōken anthrōpǭ, pasan, hei dynaton, pronoian A anankaion ēn hoson epi tois nomois hēmōn, dynaton on kai epi tēn Rhōmaiōn apodēmēsai polin. Pōs oun kai touto exeporisthē? Kēdestēn mou andra adelphēs emēs, ho tote archōn tōn Palaistinōn, touton paralabōn exaiphnēs akonta monon kechōrismenon tēs omokoitou, ēgagen entautha, synepiboēthēsonta kai koinōnēsonta tōn tou ethnous archontos ponōn; nomikos gar tis ēn, kai estin isōs eti. Hos dē elthōn hama autǭ emelle men ouk eis makron metapempton apolēpsesthai tēn gynaika, epachthōs autēs kai akōn kechōrismenos, kai hēmas de hama autę̄ synepispōmenos. Exaiphnēs goun, ouk oidʼ hopōs, apodēmein men, allʼ eterōthi poi mallon apodēmein ēper entautha dianooumenois hēmin epestē stratiōtēs pherōn entolēn, parapempein men kai diasōzesthai tēn adelphēn hēmōn katalambanousan ton andra, agein de kai hēmas syndoiporous hamʼ autę̄; charioumenous men kai tǭ kēdestę̄, kai malista tę̄ adelphę̄ (hopōs mē ouk euschēmōn te ē oknērotera pros tēn hodoiporian ē), oiketas autois kai tois syngenesi timēsasi; kai ou mikron ti heteron tōn prourgou diapraxamenois, ei epi tēn Bērytiōn elthoimen polin, ekei to tōn nomōn mathēma ekponēsantes. Panta toigaroun ekinei hēmas, to pros tēn adelphēn heulogon, to hēmeteron autōn mathēma; pros de kai ho stratiōtēs (epei kai touto mnēmoneusai dei) pherōn exousian pleionōn tōn dēmosiōn ochēmatōn tēs chrēseōs, kai symbola pleionos arithmou hēmōn mallon ē tēs adelphēs monēs eneka. Phainomena men tauta; ta de mē phainomena men, alēthestera de, hē pros ton andra touton koinōnia, tēn alēthē diʼ autou peri ta tou Logou mathēmata, hē tōn psychōn hēmōn hōpheleia eis sōtērian, ēgen hēmas epi tade, typhlōttontas men kai ouk eidotas, sōtēriōdōs de hēmin. Toigaroun ouch ho stratiōtēs, theios de tis synodoiporos kai pompos agathos kai phylax, ho dia pantos tou biou toutou, hōsper makras odoiporias diasōzōn hēmas, parameipsamenos ta te alla, kai tēn Bēryton, ēs malista ormąn entautha hōēthēmen, entautha pherōn katestē- .sato, panta poiōn kai kinōn, heōs pasę̄ mēchanę̄ tǭ tōn pollōn hēmin agathōn aitiǭ toutǭ syndēsetai. Kai ho men dia tosoutōn elthōn tēn oikonomian paradidous toutǭ ho theios angelos, entautha pou kai isōs anepausato, ouch hypo kamatou tinos ē mochthou (akamaton gar to tōn theiōn leitourgōn genos), allʼ dpi kai epimeleian apoplēsonti.
My first upbringing from birth was under my parents, and in the erring customs of my fathers; from which neither anyone else, I think, expected that we would be freed, nor had I myself any hope, being a little child and without reason, under a superstitious father. Then came the loss of my father and orphanhood, which was perhaps for me the beginning of the knowledge of the truth. For then first I was brought over to the saving and true Word, I do not know how, compelled rather than willing. For what judgment had I, being fourteen years old? But from then on, somehow, this holy Word began at once to dwell with me, just as the common reason of all men was reaching its completion in me; yet it came to dwell then for the first time. And this, reckoning it now if not before, I take as no small sign of the holy and wonderful Providence over me: this concurrence so numbered by the years, so that all that came before this age, being works of error, might be given over to infancy and unreason, and so that the holy Word might not be given in vain to a soul not yet rational; but that, when it had become rational, it might not be without, if not the divine and pure Word, at least the fear that accords with this word; but that the human reason and the divine Word might begin together in me, the one helping with a power inexpressible to me but its own, the other being helped. Reckoning this fills me with gladness and fear together: exalted by the advancement, but afraid lest, having been thought worthy of such things, I should nonetheless fail of the end. But somehow my speech has lingered on this part, wishing to recount in order the wonderful arrangement that brought me to this man, though hastening first, and briefly, to what follows; not as rendering the praise owed to the one who so arranged it, or thanksgiving and piety (not that we name it so burdensomely, while saying nothing worthy), but making it as a narrative and confession, or with some more modest name than these. It seemed good to my mother, the one of my parents left to care for us, that, being educated in other respects as children not ignobly born and bred, we should also attend a rhetorician, as if to become rhetoricians. And we did attend, and those who then judged such things said that we would soon be rhetoricians; I neither know this nor would I wish to say it; but there was no thought of these things, nor yet any laying down of the causes that could bring us here. But the divine Tutor and true Guardian, ever wakeful, when neither my family thought of it nor I myself desired it, came upon me, and, meeting one of my teachers (who had been entrusted besides with teaching me the language of the Romans, not that I should reach the summit, but that I should not be wholly unacquainted with this language too; and he happened to be not unversed in the laws), put this into his mind, and through him urged me to learn the laws of the Romans thoroughly. And that man did so persistently, and I complied, gratifying the man rather than being a lover of the art. Having taken me as a pupil, he began teaching me with zeal; and he said something which has turned out the truest of all things for me: that the learning of the laws would be my greatest provision for the journey (for that is the word he used), whether I wished to be one of the orators who contend in the law courts or something else. So he spoke, directing his words to human affairs; but to me he seems to have prophesied, under some more divine inspiration, beyond his own conception. For when I was being educated, willingly and unwillingly, in these laws, bonds were already somehow laid down, and the city of the Berytians became the cause and occasion of the journey here, a city not far from here, somewhat more Roman, and believed to be a school of these laws. And other affairs moved this sacred man too from Egypt, from the city of the Alexandrians, where he formerly happened to have his home, and transferred him to this place, as if to meet us. I neither know how to give the reasons for these things and will willingly pass them by; but not yet … since it would have been possible, as far as our laws went, to travel even to the city of the Romans. How, then, was this also provided? The then governor of the Palestinians suddenly took my brother-in-law, my sister's husband, against his will, separating him, alone, from his wife, and brought him here to help and share in the labours of the governor of the province; for he was a lawyer, and perhaps still is. Having come with him, he intended before long to send for his wife and receive her, from whom he had been separated grievously and unwillingly, and to draw us along with her. Suddenly, then, I do not know how, while we were intending to travel, but rather somewhere else than here, a soldier came upon us bearing a command to escort and protect our sister on her way to join her husband, and to take us too as fellow travellers with her; thus doing a favour to our brother-in-law, and most of all to our sister (so that she might not travel in an unseemly way or be more hesitant about the journey), and … our kinsfolk …; and we would accomplish no small thing besides if we went to the city of the Berytians and completed the study of the laws there. Everything, then, moved us: the reasonable claim of our sister, our own study; and besides, the soldier (for this too must be mentioned), who bore authority for the use of more public conveyances, and passes for a larger number, on our account rather than for our sister alone. These were the visible things; but the invisible yet truer things, the fellowship with this man, the true (teaching) through him in the matters of the Word, the benefit of our souls for salvation, brought us here, blind and not knowing, but to our salvation. Therefore not the soldier, but a divine fellow-traveller and good escort and guardian, who keeps us safe through this whole life as on a long journey, passed by everything else, including Berytus, toward which we thought we were most hastening, brought us here and established us, doing and moving everything until by every means he should bind us to this man, the cause of many good things to us. And the divine angel, having come through so much and handed over the charge to this man, here perhaps rested, not from any fatigue or toil (for the race of divine ministers is untiring), but as having handed us to one who would fulfil the care.
Ps 111:10 (110:10 LXX) (echo, low confidence)
Notes and citation
Summary: Orphaned at fourteen, Gregory began to receive the Word; providence diverted his journey to study law at Berytus and brought him to Origen at Caesarea.
- The "common reason" (κοινὸς λόγος) is the faculty of reason common to all, which Gregory says matured in him just as the divine Word began to dwell in him. Berytus (Beirut) had the chief school of Roman law in the East.
- A line is garbled in the scan in the sentence "but not yet …" (the sense is that nothing yet required him to come here, since he might have gone to Rome), and another after "most of all to our sister"; both are shown as "…". A stray footnote number and a leaked word are removed.
Notes on the original text
- Digital text corrected (OCR; OCR: Latin letter; OCR: joined words; OCR; stray footnote mark): γενέσεως,ἦσπν → γενέσεως, αἱ ὑπὸ; παιδίῳ μὲν δνπι → παιδίῳ μὲν ὄντι; ἢ δή (ββ) μοι τάχα ασὶ → ἣ δή μοι τάχα καὶ; μετετέθην λόγτν → μετετέθην λόγον; ἐκώs. → ἑκών.; τεσσαρεσκαιδεκαετῖ → τεσσαρεσκαιδεκέτει; πληρουμένου πῦ κοινοῦ → πληρουμένου τοῦ κοινοῦ; ὅμος τότε → ὅμως τότε; πάλΧ. νῦν → πάλαι, νῦν; τίθεμσ τῆς → τίθεμαι τῆς; τὴνσυνδρομὴν → τὴν συνδρομὴν; ψnῇ οὐδέπω → ψυχῇ οὐδέπω; φόβου γοῦν ττοῦ → φόβου γοῦν τοῦ; t μὲν βοηθῶν τῇ ἀλέκρόῳ μὲν ἐμοὶ, οἰκείᾳ δὲ αάτῷ → ὁ μὲν βοηθῶν τῇ ἀλέκτῳ μὲν ἐμοὶ, οἰκείᾳ δὲ αὐτῷ; ὁ δὲ βοηθουμενος. Ὁ δὴ λογιζόμενον, εὐ φροσύνης → ὁ δὲ βοηθούμενος. Ὃ δὴ λογιζόμενον, εὐφροσύνης; ύλὰ γὰρ οὐκ → Ἀλλὰ γὰρ οὐκ; ὀνομάτωνποιούμενοςt69). → ὀνομάτων ποιούμενος.; φοιτᾷν καὶ ὀήτορι → φοιτᾶν καὶ ῥήτορι; δεδασκάλων → διδασκάλων; ἔτυχε δὲνόμωνοὐκ → ἔτυχε δὲ νόμων οὐκ; τῶν ωμαίων ἐκμανθάνειν → τῶν Ῥωμαίων ἐκμανθάνειν; ἐκεῖνες ὡνόμασεν → ἐκεῖνος ὠνόμασεν; ἡ τῶν Θηρυτίων πόλις → ἡ τῶν Βηρυτίων πόλις; ἀποχέουσα τῶν ἐνταῦθα πόλις ωμαῖκωτέρα → ἀπέχουσα τῶν ἐνταῦθα πόλις Ῥωμαϊκωτέρα; ὅσον ἐππὶ τοῖς νόμοις → ὅσον ἐπὶ τοῖς νόμοις; τὴν ωμαίων ἀποδημῆσαι → τὴν Ῥωμαίων ἀποδημῆσαι; τῶν τοῦ ἔθνους ἄρχτος πόνων → τῶν τοῦ ἔθνους ἄρχοντος πόνων; ἔστιν ἴσως ἔτ. → ἔστιν ἴσως ἔτι.; Ὁς δὴ ελθὼν → Ὃς δὴ ἐλθὼν; Ἐξαίφνς γοῦν, οὐκ οἶδʼ δπως → Ἐξαίφνης γοῦν, οὐκ οἶδʼ ὅπως; διανοονμένοις → διανοουμένοις; ππαραπέμπειν → παραπέμπειν; καταλαμβάνρυσαν → καταλαμβάνουσαν; κηδσστῇ → κηδεστῇ; πρὸςτὴν → πρὸς τὴν; μάθη μα ἐκπονήσαντες → μάθημα ἐκπονήσαντες; τὰ τοῦλόγου → τὰ τοῦ Λόγου; φύλαξ. ὁ διὰ παντὲς τοῦ βίου τούτου. ὥσπερ μμακρᾶς → φύλαξ, ὁ διὰ παντὸς τοῦ βίου τούτου, ὥσπερ μακρᾶς; τοέτῳ ὁ θεῖος → τούτῳ ὁ θεῖος; ἴαως I ἀνεπαύσατο → ἴσως ἀνεπαύσατο.
Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 5 (PG 10:1066b–1068d; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/1/#p-5). (abbreviation not yet checked)
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-5) · Report an error
Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.