Address of Thanksgiving to Origen 6–13

Greek text: PG 10.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Ante-Nicene Fathers, vol. 6 (1886).

Show

Chapter 6

6PG 10:1068d–1073b

Ὁ δὲ ὑποδεξάμενος ἐξ ἡμέρας τῆς πρῶτης. (τῆς ὄντως ἐμοὶ πρώτης, τῆς τιμιωτάτης πασῶν, εἰ δεῖ λέγειν, ἡμερῶν, ὅτε μοι πρῶτον ὁ ἀληθινὸς ἀνατέλλειν ἤλιος ἤρξατο), πρῶτον μὲν ῶσπερ θῆράς tum τὴν ἀληθῆ), τὴν ἑαυτοῦ, τὴν ἐμὴν μίαν, τόν τινας ἀγρίους ἢ ἰχθύας, ἢ τινας ὄρνεις, ἐμπεσόντας μὲν εἰς τὰς ἄρκυς ἢ εἰς τὰς σαγήνας, ἐξολισθαίνειν δὲ καὶ ἀποδιδράσκειν πειρωμένους, ἀναχωρεῖν τε ἀπʼ αὐτοῦ βουλομένους ἐπὶ τὴν Βηρυτὸν ἢ ἐπὶ τὴν πατρίδα, συνδήσασθαι πάντα τρόπον ἐμηχανήσατο πάντας λόγους στρέφων, καὶ πάντα κάλων (τοῦτο δὴ τὸ τοῦ λόγου) κινῶν, καὶ πάσας τὰς δυνάμεις αὐτοῦ προχειριζόμενος· ἐπαινῶν μὲν φιλοσοφίας ἐραστὰς, μακροῖς τοῖς ἐπαίνοις καὶ πολλοῖς τοῖς τε προσήκουσι τούτους μόνους ζῆν ὄντως τὸν λογικοῖς προσήκοντα βίον, λέγων, τοὺς ὀρθῶς βιοῦν ἐπιτηδεύοντας, ἐαυτούς τε γινώσκοντας, πρῶτον οἶτινές εἰσι, κἄπειτα τὰ ὄντως ἀγαθὰ ἃ μεταδιώκειν ἄνθρωπον χρὴ καὶ τὰ ἀληθῶς κακὰ ὧν ἀποτρέχειν δεῖ· ψέγων δὲ τὴν ἀμαθίαν, καὶ πάντας τοὺς ἀμαθεῖς· πολλοὶ δὲ οὗτοι ὅσοι θρεμμάτων δίκην τυφλώττοντες τὸν νοῦν, οὐδʼ αὐτὸ τοῦτο ὅπερ εἰσὶν ἐγνωκότες, ὥσπερ ἄλογοι πεπλανημένοι, ἀγαθὸν ἢ κακὸν ὅ τί ποτέ ἐστιν, ὅλως οὕτε εἰδότες αὐτοὶ, οὕτε μαθεῖν θέλοντες, ὡς ἐπὶ ἀγαθὸν ἄττουσι καὶ ἐπτόηνται, χρήματα καὶ δόξας και τιμὰς τὰς ἀπὸ τῶν πολλῶν καὶ τὴν τοῦ σώματος εὐεξίαν· αὐτά τε περὶ πολλοῦ καὶ τοῦ παντὸς τιθέμενοι, καὶ τῶν τεχνῶν ὅσαι ταῦτα ἐκπορίζεσθαι δύνανται, καὶ τῶν βίων ὅσοι ταῦτα παρέξονται, στρατιὰς καὶ τὴν δικανικὴν καὶ ἐκμάθησιν τὴν τῶν νόμων· ταῦθʼ ἅπερ ἡμᾶς ἀνέσειε, μάλιστα λέγων καὶ μάλα τεχνικῶς, τοῦ κυριωτάτου, φησὶ, τῶν ἐν ἡμῖν λόγου ἀμελήσαντας. Οὐκ ἔχω νῦν ἐγὼ λέγειν, ὅσας τοιαύτας ἐξήχει φωνὰς, προτρέπων φιλοσοφεῖν· οὐ μιᾶς ἡμέρας μόνης, ἀλλὰ καὶ πλειόνων ὅσων αὐτῷ προσήειμεν τῶν πρώτων, βεβλημένοι μὲν ὥσπερ τινὶ βέλει τῷ παρʼ αὐτοῦ λόγῳ καὶ ἐκ πρώτης ἡλικίας (ῆν γάρ πως καὶ ἡδείᾳ τινὶ χάριτι καὶ πειθοῖ καί τινι ἀνάγκῃ μεμιγμένος), στρεφόμενοι δέ πως ἔτι καὶ λογιζόμενοι· καὶ φιλοσοφεῖν μὲν προσκαρτερήσαντες οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδʼ ὅπως, οὐ δυνάμενοι· ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἐλκόμενοι. Ὁλως γὰρ οὐδʼ εὐσεβεῖν εἰς τὸν τῶν ὅλων Δεσπότην (τοῦτο ὅ δὴ μόνος τῶν ἐπὶ γῆς πάντων ζώων ὁ ἄνθρωπος ἔχειν ἐτιμήθη τε καὶ ἠξιώθη, καὶ εἰκότως πᾶς ὁστισοῦν, καὶ σοφὸς καὶ ἀμαθὴς, περιέχεται τούτου, ὅστις μὴ παντελῶς τὰς ἐννοίας ἀπολώλεκεν ὑπό τινος φρενοβλαβείας)· οὐ τοίνυν οὐδὲ εὐσεβεῖν ὅλως δυνατὸν εἶναι ἔφασκεν, ὀρθῶς λέγων, μὴ φιλοσοφήσαντι· ἕως πολλοὺς τοιούτους ἄλλους ἐπʼ ἄλλοις ἐπαντλῶν λόγους, ὥσπερ τινας καταγεγοητευμένους, ἐπὶ τέλει ταῖς αὐτοῦ τέχναις ἀκινήτους ἀτεχνῶς, φέρων ἡμᾶς παριδρύσατο, λόγοις τοῖς αὐτοῦ, οὐκ οἶδʼ ὅπως, σύν τινι θείᾳ δυνάμει. Καὶ γὰρ καὶ φιλίας ἡμῖν κέντρον ἐνέσκηψεν οὐκ εὐκαταγώνιστόν τι, δριμὺ δὲ καὶ ἀνυτικώτατον, δεξιότητος καὶ διαθέσεως τῆς ἀγαθῆς, ὅση εὐνοητική τις ἡμῖν αὐταῖς φωναῖς αὐτοῦ προσφθεγγομένου καὶ ὀμιλοῦντος ἐνεφαίνετο· οὐκ ἐκπεριεῖναι ἡμᾶς ἄλλως λόγοις πειρωμένου, δεξιᾷ δὲ καὶ φιλανθρώπῳ καὶ χρηστοτάτῃ γνώμῃ σώζειν, καὶ κοινωνοὺς τῶν τε ἐκ φιλοσοφίας ἀγαθῶν καταστήσασθαι, καὶ τῶν ἄλλων μάλιστα ὅσα τὸ Θεῖον παρὰ τοὺς πολλοὺς ἢ εἰ καὶ παρὰ πάντας ἴσως τοὺς νῦν ἀνθρώπους, αὐτῷ μόνῳ ἐδωρήσατο· τὸν διδάσκαλον εὐσεβείας, τὸν σωτήριον λόγον, πολλοῖς μὲν ἐπιφοιτῶντα, καὶ πάντας κατεργαζόμενον ὅσοις ἀν προστύχῃ (οὐ γάρ ἐστιν ὅ τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλεῖ)· κρυπτόμενον δὲ, καὶ οὐ γινωσκόμενον οὕτε ῥᾳδίως οὕτε καὶ δυσχερῶς τοῖς πολλοῖς, ὡς ἐρωτηθέντας ἔχειν περὶ αὐτοῦ σαφὲς εἰπεῖν. Οἶος οὖν τις σπινθὴρ ἐνσκήψας μέσῃ τῇ ψυχῇ ἡμῶν, ἀνήπτετό τε καὶ ἐξεκαίετο, ὅ τε πρὸς τὸν ἀπάντων ὑπὸ κάλλους ἀῤῥήτου ἐπακτικώτατον αὐτὸν Λόγον τὸν ἱερὸν τὸν ἐρασμιώτατον, καὶ ὁ πρὸς τὸν ἄνδρα τόνδε, τὸν αὐτοῦ φίλον καὶ προήγορον ἔρως· ῷ μάλιστα τετρωμένος, ἀπάντων τῶν δοκούντων ἡμῖν προσήκειν πραγμάτων ἢ μαθημάτων, τῶν τε ἄλλων καὶ αὐτῶν τῶν καλῶν μου νόμων, ἀμελεῖν ἐπειθόμην πατρίδος τε καὶ οἰκείων, τῶν τε παρόντων ἐνταῦθα, καὶ οἶς ἀπεδημήσαμεν· ἓν δέ μοι φίλον ἦν καὶ ἀγαπώμενον, φιλοσοφία τε καὶ ὁ ταύτης καθηγεμὼν οὗτος ὁ θεῖος ἄνθρωπος. Καὶ συνεδέθη ἡ ψυχὴ Ἰωνάθαν Δαβίδ. Τοῦτο ἀνέγνων μὲν ὕστερον ἐν τοῖς ἱεροῖς Γράμμασιν· ἔπαθον δὲ πρότερον οὐχ ἦττον ἐναργῶς, ἢ εἴρηται, καίτοιγε ἐναργέστατα κεχρησμῳδημένον. Οὐ γὰρ συνεδέθη ἀπλῶς Ἰωνάθαν Δαβὶδ, αὐτὰ δὲ τὰ κυριώτατα, ψυχὴ, ταῦθʼ ἅπερ, οὐδὲ χωρισθέντων τῶν φαινομένων καὶ βλεπομένων ἀνθρώπῳ, χωρισθῆναι καὶ αὐτὰ μηχανῇ τινι καταναγκασθήσεται, ἄκοντα μὲν οὐδαμῶς. Ψυχὴ γὰρ ἐλεύθερον καὶ οὐκ ἐγκατάκλειστον οὐδενὶ τρόπῳ, οὐδʼ ἂν ἐν οἰκίσκῳ καθείρξας τηρῇς. Καὶ γὰρ εἶναι πέφυκε τόν γε πρῶτον λόγον, οὗπερ ἄν ὁ νοῦς ᾖ· εἰ δὲ καὶ ἐν τῷ οἰκίσκῳ σοι εἶναι δοκεῖ, κατὰ δεύτερόν τινα λόγον ἐνταῦθά σοι φαντάζεται οὐδαμῶς εἶναι ἐκεῖ διὰ τοῦτο κεκωλυμένη, οὗπερ ἂν εἶναι βουληθῇ· μᾶλλον δὲ πάντη πάντως ἐκεῖ μόνον εἶναι καὶ δυναμένη καὶ πιστευθεῖσα ἂν εἰκότως, οὗπερ ἂν καὶ πρὸς ἂν τὰ μόνης αὐτῆς ἴδια κατʼ αὐτὴν ἔργα ἦ. Οὐκοῦν περιφανέστατον τοῦδʼ ὅπερ ἔπαθον βραχυτάταις λέξεσιν ἐδήλωσε, τὴν ψυχὴν Ἰωνάθαν συνδεδέσθαι τῆ ψυχῇ Δαβίδ· ταῦθʼ ἅπερ ἄκοντα μὲν οὐδαμῶς, ὡς ἔφην, χωρισθῆναι ἐκνικηθήσεται, ἑκόντα δὲ οὐ ῥᾳδίως θελήσει. Οὐ γὰρ ἐπὶ τῷ χείρονι, οἶμαι, ὄντι πολυτρόπῳ καὶ εὐκολωτέρῳ μεταβουλεύεσθαι ἡ τῆς ἀναλύσεως τῶν ἱερῶν τῶν φιλίων τούτων δεσμῶν ἐξουσία. ἐφʼ ᾧπερ οὐδὲ τὸ καταδήσασθαι ἐγένετο τὴν ἀρχὴν μόνῳ· ἀλλʼ ἐπὶ τῷ κρείττονι ὄντι μονίμῳ καὶ οὐκ εὐσείστῳ, ἐφʼ ᾧπερ καὶ κατεργάσασθαι τοὺς δεσμοὺς καὶ τὸ ἱερὸν τοῦτο ἅμμα μᾶλλον ἦν. Συνεδέθη γοῦν ὑπὸ τοῦ θείου λόγου οὐχ ἡ ψυχὴ Δαβὶδ τῇ ψυχῇ Ἰωνάθαν· ἔμπαλιν δὲ ἡ τοῦ χείρονος ψυχὴ τούτου παθοῦσα συνδεομένη λέγεται τῇ ψυχῇ Δαβίδ. Οὐ γὰρ τὸ κρεῖττον, αὔταρκες ὄν, ἔλοιτο ἂν τῷ αὐτοῦ συνδεδέσθαι χείρονι· ἀλλὰ τὸ χεῖρον ἐπικουρίας δεόμενον τῆς παρὰ τοῦ βελτίονος, συνδεθὲν τῷ κρείττονι προσηρτῆσθαι ἐχρῆν· ἵνα τὸ μὲν, μένον ἐφʼ ἑαυτοῦ, μηδεμίας ἀπολάβη βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας· τὸ δʼ ἄτακτον ἐξ αὐτοῦ, καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν βλάψαν ταῖς ἀνάγκαις τῶν δεσμῶν πρὸς τὸ κρεῖττον ἐκνικηθῇ. Διὸ καὶ κατεργάζεσθαι μὲν τοὺς δεσμοὺς τοῦ διαφέροντος, ἀλλʼ οὐ τοῦ ἤττονος ἦν· συνδεῖσθαι δὲ τοῦ χείρονος, ὡς μηδʼ ἐξουσίαν ἔχειν πως ἀπολελύσθαι τῶν δεσμῶν. Τοιαύταις τισὶν ἀνάγκαις Δαβὶδ οὗτος συσφιγξάμενος ἡμᾶς ἔχει, νῦν τε καὶ ἐξ ἐκείνου, οὐδʼ εἰ βουλοίμεθα, τῶν δεσμῶν αὐτοῦ λελύσθαι δυναμένους. Οὐ τοίνυν, καὶ εἰ ἀποδημήσαιμεν, ἀνήσει τὰς ψυχὰς ἡμῶν, κατὰ τὸ θεῖον γράμμα ἔχων οὕτω συνδεδεμένας.

Ho de hypodexamenos ex hēmeras tēs prōtēs. (tēs ontōs emoi prōtēs, tēs timiōtatēs pasōn, ei dei legein, hēmerōn, hote moi prōton ho alēthinos anatellein ēlios ērxato), prōton men ōsper thēras tum tēn alēthē), tēn heautou, tēn emēn mian, ton tinas agrious ē ichthyas, ē tinas orneis, empesontas men eis tas arkys ē eis tas sagēnas, exolisthainein de kai apodidraskein peirōmenous, anachōrein te apʼ autou boulomenous epi tēn Bēryton ē epi tēn patrida, syndēsasthai panta tropon emēchanēsato pantas logous strephōn, kai panta kalōn (touto dē to tou logou) kinōn, kai pasas tas dynameis autou procheirizomenos; epainōn men philosophias erastas, makrois tois epainois kai pollois tois te prosēkousi toutous monous zēn ontōs ton logikois prosēkonta bion, legōn, tous orthōs bioun epitēdeuontas, eautous te ginōskontas, prōton oitines eisi, kapeita ta ontōs agatha ha metadiōkein anthrōpon chrē kai ta alēthōs kaka hōn apotrechein dei; psegōn de tēn amathian, kai pantas tous amatheis; polloi de houtoi hosoi thremmatōn dikēn typhlōttontes ton noun, oudʼ auto touto hoper eisin egnōkotes, hōsper alogoi peplanēmenoi, agathon ē kakon ho ti pote estin, holōs houte eidotes autoi, houte mathein thelontes, hōs epi agathon attousi kai eptoēntai, chrēmata kai doxas kai timas tas apo tōn pollōn kai tēn tou sōmatos euexian; auta te peri pollou kai tou pantos tithemenoi, kai tōn technōn hosai tauta ekporizesthai dynantai, kai tōn biōn hosoi tauta parexontai, stratias kai tēn dikanikēn kai ekmathēsin tēn tōn nomōn; tauthʼ haper hēmas aneseie, malista legōn kai mala technikōs, tou kyriōtatou, phēsi, tōn en hēmin logou amelēsantas. Ouk echō nyn egō legein, hosas toiautas exēchei phōnas, protrepōn philosophein; ou mias hēmeras monēs, alla kai pleionōn hosōn autǭ prosēeimen tōn prōtōn, beblēmenoi men hōsper tini belei tǭ parʼ autou logǭ kai ek prōtēs hēlikias (ēn gar pōs kai hēdeią tini chariti kai peithoi kai tini anankę̄ memigmenos), strephomenoi de pōs eti kai logizomenoi; kai philosophein men proskarterēsantes oudepō pantē pepeismenoi, aphistasthai de palin ouk oidʼ hopōs, ou dynamenoi; aei de hōsper hypo tisin anankais meizosi tois logois autou pros auton elkomenoi. Holōs gar oudʼ eusebein eis ton tōn holōn Despotēn (touto ho dē monos tōn epi gēs pantōn zōōn ho anthrōpos echein etimēthē te kai ēxiōthē, kai eikotōs pas hostisoun, kai sophos kai amathēs, periechetai toutou, hostis mē pantelōs tas ennoias apolōleken hypo tinos phrenoblabeias); ou toinyn oude eusebein holōs dynaton einai ephasken, orthōs legōn, mē philosophēsanti; heōs pollous toioutous allous epʼ allois epantlōn logous, hōsper tinas katagegoēteumenous, epi telei tais autou technais akinētous atechnōs, pherōn hēmas paridrysato, logois tois autou, ouk oidʼ hopōs, syn tini theią dynamei. Kai gar kai philias hēmin kentron eneskēpsen ouk eukatagōniston ti, drimy de kai anytikōtaton, dexiotētos kai diatheseōs tēs agathēs, hosē eunoētikē tis hēmin autais phōnais autou prosphthengomenou kai omilountos enephaineto; ouk ekperieinai hēmas allōs logois peirōmenou, dexią de kai philanthrōpǭ kai chrēstotatę̄ gnōmę̄ sōzein, kai koinōnous tōn te ek philosophias agathōn katastēsasthai, kai tōn allōn malista hosa to Theion para tous pollous ē ei kai para pantas isōs tous nyn anthrōpous, autǭ monǭ edōrēsato; ton didaskalon eusebeias, ton sōtērion logon, pollois men epiphoitōnta, kai pantas katergazomenon hosois an prostychę̄ (ou gar estin ho ti autǭ enstēsetai, pantōn kai onti kai esomenǭ basilei); kryptomenon de, kai ou ginōskomenon houte rhądiōs houte kai dyscherōs tois pollois, hōs erōtēthentas echein peri autou saphes eipein. Oios oun tis spinthēr enskēpsas mesę̄ tę̄ psychę̄ hēmōn, anēpteto te kai exekaieto, ho te pros ton apantōn hypo kallous arrhētou epaktikōtaton auton Logon ton hieron ton erasmiōtaton, kai ho pros ton andra tonde, ton autou philon kai proēgoron erōs; ǭ malista tetrōmenos, apantōn tōn dokountōn hēmin prosēkein pragmatōn ē mathēmatōn, tōn te allōn kai autōn tōn kalōn mou nomōn, amelein epeithomēn patridos te kai oikeiōn, tōn te parontōn entautha, kai ois apedēmēsamen; hen de moi philon ēn kai agapōmenon, philosophia te kai ho tautēs kathēgemōn houtos ho theios anthrōpos. Kai synedethē hē psychē Iōnathan Dabid. Touto anegnōn men hysteron en tois hierois Grammasin; epathon de proteron ouch ētton enargōs, ē eirētai, kaitoige enargestata kechrēsmǭdēmenon. Ou gar synedethē aplōs Iōnathan Dabid, auta de ta kyriōtata, psychē, tauthʼ haper, oude chōristhentōn tōn phainomenōn kai blepomenōn anthrōpǭ, chōristhēnai kai auta mēchanę̄ tini katanankasthēsetai, akonta men oudamōs. Psychē gar eleutheron kai ouk enkatakleiston oudeni tropǭ, oudʼ an en oikiskǭ katheirxas tērę̄s. Kai gar einai pephyke ton ge prōton logon, houper an ho nous ę̄; ei de kai en tǭ oikiskǭ soi einai dokei, kata deuteron tina logon entautha soi phantazetai oudamōs einai ekei dia touto kekōlymenē, houper an einai boulēthę̄; mallon de pantē pantōs ekei monon einai kai dynamenē kai pisteutheisa an eikotōs, houper an kai pros an ta monēs autēs idia katʼ autēn erga ē. Oukoun periphanestaton toudʼ hoper epathon brachytatais lexesin edēlōse, tēn psychēn Iōnathan syndedesthai tē psychę̄ Dabid; tauthʼ haper akonta men oudamōs, hōs ephēn, chōristhēnai eknikēthēsetai, hekonta de ou rhądiōs thelēsei. Ou gar epi tǭ cheironi, oimai, onti polytropǭ kai eukolōterǭ metabouleuesthai hē tēs analyseōs tōn hierōn tōn philiōn toutōn desmōn exousia. ephʼ hǭper oude to katadēsasthai egeneto tēn archēn monǭ; allʼ epi tǭ kreittoni onti monimǭ kai ouk euseistǭ, ephʼ hǭper kai katergasasthai tous desmous kai to hieron touto hamma mallon ēn. Synedethē goun hypo tou theiou logou ouch hē psychē Dabid tę̄ psychę̄ Iōnathan; empalin de hē tou cheironos psychē toutou pathousa syndeomenē legetai tę̄ psychę̄ Dabid. Ou gar to kreitton, autarkes on, eloito an tǭ autou syndedesthai cheironi; alla to cheiron epikourias deomenon tēs para tou beltionos, syndethen tǭ kreittoni prosērtēsthai echrēn; hina to men, menon ephʼ heautou, mēdemias apolabē blabēs ek tēs pros to cheiron koinōnias; to dʼ atakton ex autou, katadethen kai synarmosthen tǭ kreittoni, mēden blapsan tais anankais tōn desmōn pros to kreitton eknikēthę̄. Dio kai katergazesthai men tous desmous tou diapherontos, allʼ ou tou ēttonos ēn; syndeisthai de tou cheironos, hōs mēdʼ exousian echein pōs apolelysthai tōn desmōn. Toiautais tisin anankais Dabid houtos sysphinxamenos hēmas echei, nyn te kai ex ekeinou, oudʼ ei bouloimetha, tōn desmōn autou lelysthai dynamenous. Ou toinyn, kai ei apodēmēsaimen, anēsei tas psychas hēmōn, kata to theion gramma echōn houtō syndedemenas.

And he, receiving us from the first day (the day truly first for me, the most precious of all days, if I must say so, when the true sun first began to rise for me), first, like hunters with wild beasts or fish or birds that have fallen into the nets or seines but are trying to slip out and escape, when we wished to withdraw from him to Berytus or to our homeland, devised every means to bind us, turning every argument and moving every rope (as the saying goes), and bringing forward all his powers. He praised philosophy and its lovers with long and many praises, saying that they alone truly live the life fitting for rational beings who practise living rightly, knowing themselves first, who they are, and then the truly good things that a man must pursue and the truly evil things from which he must run away. And he blamed ignorance and all the ignorant; and many are these, who, blind in mind like cattle, not knowing even this, what they themselves are, wander like irrational creatures, neither knowing nor wishing to learn what good or evil is at all, but rush and flutter toward money and glory and the honours of the crowd and the well-being of the body, as toward the good; setting great store, even everything, by these, and by all the arts that can procure them, and by the ways of life that will provide them: military service, legal practice, and the study of the laws. These things especially he said, very skilfully, which shook us: (that they had) neglected the most sovereign thing in us, reason. I cannot now say how many such speeches he sounded forth, urging us to philosophize, not on one day only but on many of the first days we came to him; struck by his word as by an arrow even from our first meeting (for it was somehow mixed with a sweet grace and persuasion and a certain compulsion), but still wavering and reasoning; persevering in philosophizing, but not yet wholly persuaded, and yet, I do not know how, unable to withdraw again; always drawn to him by his words as by greater necessities. For he said, and rightly, that it is not possible at all to be truly pious toward the Lord of all (this which, alone of all the living things on earth, man has been honoured and thought worthy to have, and to which everyone whatsoever, wise and ignorant, rightly holds, unless he has wholly lost his notions through some derangement), it is not possible at all, he said, to be pious without philosophizing; until, pouring on us many such words one after another, he at last brought us, as if bewitched by his arts, simply unable to move, and settled us beside him by his words, I do not know how, with a certain divine power. For he also struck into us a goad of friendship not easily resisted, but keen and most effective: (that of) his kindness and good disposition, which showed itself benevolent in the very words he spoke to us in conversation; not trying merely to get the better of us by argument, but with a kind and humane and most excellent purpose to save us and make us sharers in the goods that come from philosophy, and especially in those others which the Divine has given to him alone beyond most men, or perhaps beyond all men of the present: the teacher of piety, the saving Word, who visits many and subdues all whom he meets (for there is nothing that will stand against him, being and to be King of all), yet is hidden and not known, neither easily nor with difficulty, by most, so that when asked they could say anything clear about him. Like a spark falling into the midst of our soul, love was kindled and blazed up, both for the holy Word himself, the most lovely of all, who by his unspeakable beauty draws all most powerfully to himself, and for this man, his friend and advocate. Most deeply wounded by this love, I was persuaded to neglect all the affairs and studies that seemed to concern us, both the others and my fine laws themselves, my country and my family, both those present here and those from whom we had travelled away; and one thing was dear and beloved to me, philosophy and its leader, this divine man. "And the soul of Jonathan was knit to David." This I read afterwards in the sacred writings, but I experienced it before, no less vividly than it is said, though it is said most vividly in prophecy. For Jonathan was not simply knit to David, but the most sovereign things, the souls, which, even when the visible and seen parts of a man are separated, cannot be forced by any device to be separated, not at all against their will. For the soul is free, and in no way to be shut in, not even if you keep it confined in a cell. For by nature, in the first sense, it is where the mind is; and if it seems to you to be in the cell, it appears to you to be there in a second sense, not on that account hindered at all from being wherever it wishes; rather, it is able, and could rightly be believed, to be wholly and only there, where, and with whom, its own proper works are. Most plainly, then, (Scripture) showed in very few words what I experienced: that the soul of Jonathan was knit to the soul of David; which, as I said, can never be forced to be separated against their will, and will not easily wish it willingly. For the power of loosing these sacred bonds of friendship does not lie, I think, with the worse, which is changeable and more easily altered in purpose, and with which alone the binding did not lie at the beginning either; but with the better, which is stable and not easily shaken, with which the making of the bonds and of this sacred knot rather lay. So it is not the soul of David that is said by the divine word to have been knit to the soul of Jonathan; but conversely the soul of the inferior, this one, is said to be knit to the soul of David. For the better, being self-sufficient, would not choose to be knit to what is worse than itself; but the worse, needing help from the better, had to be bound and attached to the better; so that the one, remaining in itself, might receive no harm from fellowship with the worse, while what was disorderly in itself, bound and fitted to the better, might be overcome toward the better by the constraints of the bonds without harm. So the making of the bonds belonged to the superior, not to the inferior; while being bound belonged to the worse, in such a way that it had no power to be loosed from the bonds. With such constraints this David of ours holds us bound, both now and ever since, so that even if we wished we could not be loosed from his bonds. Nor, then, even if we go away, will he let our souls go, holding them so knit together, according to the divine writing.

1 Sam 18:1 (quotation, high confidence) · Mal 4:2 (3:20 LXX) (echo, low confidence)

Notes and citation

Summary: Origen won Gregory to philosophy by argument and by kindness; like Jonathan's soul knit to David's, Gregory's soul is bound to Origen.

  • 1 Sam 18:1 ("the soul of Jonathan was knit to the soul of David"). "Philosophy" for Origen includes the whole Christian intellectual and moral life; "no piety without philosophizing" is reported as Origen's teaching. The "saving Word" is Christ.
  • A note of Migne (listing the verbs συνεῖναι, ἀπεῖναι, προσεῖναι) had leaked into the text and is removed.

Notes on the original text

  • Digital text corrected (OCR; OCR: joined words; OCR: stray letter; leaked footnote; OCR): Ὁ ἐ ὑποδεξάμενος → Ὁ δὲ ὑποδεξάμενος; πααῶν → πασῶν; ἀναχωρεῖντε → ἀναχωρεῖν τε; βιωῦνἐπιτηδεύοντας → βιοῦν ἐπιτηδεύοντας; κᾶπειτα τὰ ὄντως ἐγαθὰ ἀ μεταδιφκειν → κἄπειτα τὰ ὄντως ἀγαθὰ ἃ μεταδιώκειν; κακὰώνάποτρέχειν δεῖ· ψέγωνδὲτὴν ἀμαθίαν,καὶ πάνταςτοὺς ἀμαθεῖς· πολλοὶ δὲοὗτοι ὅσοιθρεμμάτων → κακὰ ὧν ἀποτρέχειν δεῖ· ψέγων δὲ τὴν ἀμαθίαν, καὶ πάντας τοὺς ἀμαθεῖς· πολλοὶ δὲ οὗτοι ὅσοι θρεμμάτων; κυριωτάτου,φησὶ,τῶνἐν ἡμῖν → κυριωτάτου, φησὶ, τῶν ἐν ἡμῖν; οὐκ εἶδʼ ὅπως → οὐκ οἶδʼ ὅπως; ἐπαντλῶνλόγους → ἐπαντλῶν λόγους; θεία δυνάμει → θείᾳ δυνάμει; τι,δριμὺ → τι, δριμὺ; διαθέσεωςτῆς → διαθέσεως τῆς; σώζειν α καὶ κοινωνοὺς → σώζειν, καὶ κοινωνοὺς; τὸ Θιῖον παρὰ → τὸ Θεῖον παρὰ; τὸν δι δάσκαλον εὐσεβείας,τὸν → τὸν διδάσκαλον εὐσεβείας, τὸν; δ τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλε) → ὅ τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλεῖ); μέςῃ τῇ ψυχῇ → μέσῃ τῇ ψυχῇ; ὅ τε πρἐς τὸν → ὅ τε πρὸς τὸν; ὁ πρς τὸν ἄνδρα → ὁ πρὸς τὸν ἄνδρα; ἕν δό μοι φίλον → ἓν δέ μοι φίλον; ὁ ταύττς καθηγεμὼν → ὁ ταύτης καθηγεμὼν; Τωνάθαν Δαβῖδ. Τοῦτο ἀνέγνων μὲν ὕπτερον ἐν τοῖς ἱεροῖς Εράμμασιν → Ἰωνάθαν Δαβίδ. Τοῦτο ἀνέγνων μὲν ὕστερον ἐν τοῖς ἱεροῖς Γράμμασιν; υχὴ γὰρ ἐλεύθερον → Ψυχὴ γὰρ ἐλεύθερον; τρόπππῳ → τρόπῳ; εἶνπα πέφυκε → εἶναι πέφυκε; ἦ· ε δὲ καὶ → ᾖ· εἰ δὲ καὶ; οὐδαμῶς, ς ἔφην → οὐδαμῶς, ὡς ἔφην; ἐκόντα δὲ οὐ ῥχδίως → ἑκόντα δὲ οὐ ῥᾳδίως; τῷ χείροπι → τῷ χείρονι; οὐα εὐσείστῳ, ἐφʼ φπερ → οὐκ εὐσείστῳ, ἐφʼ ᾧπερ; τοὺς δεσμοις → τοὺς δεσμοὺς; Συνεδέθη γοῦνʼ καὶ → Συνεδέθη γοῦν; τῇ ψυῇ συνεῖναι, ἀπεῖναι, προσεῖναι. Bcsoæt. Τωνάθαν → τῇ ψυχῇ Ἰωνάθαν; τούτου σαθοῦσα → τούτου παθοῦσα; Οὺ γὰρ τὸ κρεῖττον, αὕταρκες ὸν → Οὐ γὰρ τὸ κρεῖττον, αὔταρκες ὄν; ουνδεθὲν → συνδεθὲν.

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 6 (PG 10:1068d–1073b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-6). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-6) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 7

7PG 10:1073b–1077a

Πλὴν οὕτως ἡμᾶς ἐξ ἀρχῆς ἐλὼν, καὶ πάντα τρόπον ἐκπεριελθὼν, ἐπειδὴ ἤνυστο αὐτῷ τὸ πλεῖον, καὶ μένειν ἐδόκει, τοὐντεῦθεν, ὥσπερ εἴ τις ἀγαθὸς γεωργὸς γῆν ἀργήν τινα, καὶ ἤτοι οὐδὲ εὕγειον οὐδαμῶς, ἀλλά τινα ἀλμυρὰν καὶ κεκαυμένην, ὑπόπετρόν τε καὶ ψαφαρὰν, ἢ οὐ πάντη μὲν ἄφορον, οὐδέ γε ἀφυῆ, ἀλλὰ καὶ πολυφυῆ μὲν, χέρσον δὲ ὅμως καὶ ἡμελημένην, ἀκάνθαις καὶ θάμνοις ἀγρίοις ἐστρυφνωμένην καὶ δυσεργῆ· ἢ οἶά τις φυτουργὸς ἀνὴρ φυτὸν, ἤτοι ἄγριον, καὶ καρπῶν ἡμέρων ἄφορον μὲν, οὐ μὴν πάντη ἄχρηστον· εἴ τις τέχνῃ τῇ φυτουργικῇ φέρων βλαστὸν ἤμερον ἐμφυτεύσει, μέσον σχίας, εἶτα συμβαλὼν καὶ συνδήσας, ἄχρις ἂν συμβλύσαντα ὡς ἄμφω τρέφηται (οὕτω γὰρ ἂν ἴδοις δένδρον τι συμμιγὲς, καὶ νόθον μὲν, εὔκαρπον δὲ ἐξ ἀκάρπου, καρποὺς ἐλαίας τῆς καλῆς ἐπὶ ῥιζῶν ἀναφέρον ἀγρίων· ἢ ἄγριον μὲν, οὐ μὴν ἄχρηστον ἀνδρὶ τεχνίτῃ φυτουργῷ· ἢ καὶ ἤμερον μὲν, εὔκαρπον δὲ ἄλλως, ἢ ἀπορίᾳ τέχνης πάλιν ἀκλάδευτον καὶ ἀπότιστον καὶ αὐχμηρὸν, πνιγόμενον ὑπὸ τῶν ἐκεῖ πολλῶν καὶ περιττῶν ἐκφυομένων βλαστῶν· τελειοῦσθαι δὲ τῇ βλάστῃ, καὶ φέρειν τὸν καρπὸν ὑπʼ ἀλλήλων ἐμποδιζόμενον)· τοιούτους τινὰς παραλαβὼν, καὶ τέχνῃ ἑαυτοῦ τῇ γεωργικῇ ἐκπεριιὼν καὶ κατασκοπῶν οὐ τὰ πᾶσιν ὀρώμενα μόνον καὶ ἐν ἐπιφανείᾳ κείμενα· ἀνορύττων δὲ καὶ τῶν ἐνδοτάτων ἀποπειρώμενος, ἐρωτῶν καὶ προτείνων καὶ ἀποκρινομένων ἀκούων, ἐπειδὴ κατενόησέ τι οὐκ ἄχρηστον καὶ ἀνωφελὲς καὶ ἀνήνυτον ἐν ἡμῖν, ἔσκαλλεν, ἀνέστρεφεν, ἐπότιζεν, ἐκίνει πάντα, ἅπασαν προσῆγε τὴν παρʼ αὐτοῦ τέχνην καὶ ἐπιμέλειαν, καὶ κατειργάζετο ἡμᾶς· ἀκάνθας μὲν καὶ τριβόλους καὶ πᾶν τὸ τῶν ἀγρίων γένος βοτανῶν ἢ φυτῶν, ὅσον ὑλομανοῦσα ἀνέπεμπε καὶ ἀνεδίδου σεσοβημένη ἡ ψυχὴ ἡμῶν (οἶα δὴ ἄτακτος οὕσα καὶ προπετὴς), πᾶν ἐκκόπτων καὶ ἐξαίρων τοῖς ἐλέγχοις καὶ τῷ κωλύειν· καθαπτόμενος ἡμῶν, καὶ μάλα Σωκρατικῶς, ἔστιν ὅτε καὶ ὑποσκελίζων τῷ λόγῳ, εἴ πη πάντη ἀφηνιάζοντας ἡμᾶς, ὥσπερ τινὰς τῶν ἀγρίων ἵππων, ἑώρα, σκιρτῶντας ἔξω τῆς ὁδοῦ καὶ πολλὰ ἐκπεριτρέχοντας, ἔως οὗ πειθοῖ τινι καὶ ἀνάγκῃ ὡς ὑπὸ χαλινῷ τῷ ἐκ στόματος ἡμῶν λόγῳ, ἡσυχίους αὐτῷ κατεστήσατο· δυσχερῶς μὲν ἡμῖν καὶ οὐκ ἀλύπως τὸ πρῶτον, οἶα δὴ ἀήθεσι καὶ κατακολουθεῖν τῷ λόγῳ οὐδέπω μεμελετηκόσι, προσάγων τοὺς παρʼ ἑαυτῷ λόγους· ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. Ἐπεὶ δʼ ἂν ἐπιτηδείους ἡμᾶς ἐποιήσατο, καὶ εὐπαρεσκευάσατο εἰς παραδοχὴν τῶν τῆς ἀληθείας λόγων· τότε δὴ οἷα εὐκατειργασμένῃ γῇ, καὶ ἀπαλῇ, ἐτοίμῃ τε ἀναφύειν τὰ ἐπαχθέντα τῶν σπερμάτων, ἐπέφερεν ἀφειδῶς, εὔκαιρον καὶ τὴν τῶν σπερμάτων καταβολὴν ποιούμενος, εὕκαιρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν ἅπασαν οἰκείως ἕκαστα κατεργαζόμενος, καὶ τοῖς οἰκείοις τοῦ λόγου πᾶν μὲν ὅσον ἀμβλὺ καὶ νόθον τῆς ψυχῆς (ἢ πεφυκυίας οὕτως, ἢ καὶ ὑπὸ τροφῶν περιττῶν τοῦ σώματος παχυνομένης), παροξύνων καὶ ἐξισχναίνων τοῖς λεπτοῖς τῶν λογικῶν παθημάτων λόγοις καὶ τρόποις, οἳ ἐξ ἁπλουστάτων τῶν πρώτων ἀνειλούμενοι ἐπάλληλοι, καὶ ποικίλως στρεφόμενοι εἰς ἀμήχανόν τινα καὶ δυσεξέλικτον προΐασι πλοκάς, ἐξανιστῶντες ἡμᾶς ὥσπερ καθεύδοντας, καὶ ἔχεσθαι ἀεὶ τῶν προκειμένων, μηδαμῶς ὑπολισθαίνοντας μήτε ὑπὸ μήκους μήτε ὑπὸ λεπτότητος, ἐκδιδασκόμενοι. Ὁσον δὲ ἄκριτον καὶ προπετὲς, συγκατατιθεμένων τε τοῖς ἐπιτυχοῦσιν, ὀποῖά ποτʼ ἂν ἦ, κἂν ψευδῆ τύχῃ καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ἢ· καὶ τοῦτο ἐκπαιδεύων τούτοις τε τοῖς προειρημένοις καὶ ἐτέροις ποικίλοις λόγοις (πολυειδὲς γὰρ τουτὶ τὸ μέρος τῆς φιλοσοφίας)· συνεθίζων μὴ εἰκῇ μηδʼ ὡς ἔτυχε ῥίπτειν τε τὰς μαρτυρίας καὶ πάλιν ἀνανεύειν, ἀλλʼ ἐξετάζοντας ἀκριβῶς μὴ τὰ προφανῆ μόνον, ἀλλὰ καὶ κεκρυμμένα. Πολλὰ γὰρ ἔνδοa αὐτόθεν καὶ σεμνοειδῆ, ὑπὸ εὐσχήμοσι ταῖς φωναῖς εἰσδραμόντα εἰς τὰς ἀκοὰς ἡμῶν, ὡς ἀληθῆ, ὕπουλα ὄντα καὶ ψευδῆ, συναρπάσαντα καὶ λαβόντα ψήφισμα ἀληθείας παρʼ ἡμῶν, μετʼ οὐ πολὺ σαθρὰ καὶ οὐκ ἀξιόπιστα κατεφωράθη ὄντα, μάτην τὴν ἀλήθειαν ὑποκρινόμενα· καὶ ἡμᾶς εὐκόλως ἀπέφηνε καταγελάστως ἐξηπατημένους, κάπιμαρτυρήσαντας εἰκῇ οἷς ἥκιστα ἐχρῆν· πάλιν τε αὖ ἕτερα σεμνὰ μὲν, κl οὐκ ἀλαζονευόμενα μὲν, ἢ οὐκ ἀξιοπίστοις ταῖς φφοæ ναῖς κείμενα, παράδοξα καὶ πάντων ἀπεστότατα ἐναὐτόθεν τε ἀποδοκιμασθέντα ὡς ψευδῆ, αd ὑβρισθέντα ἀναξίως, εἶθʼ ὕστερον ἐξιχνεύσασι κd κατανοήσασιν ἀκριβῶς, πάντων ἀληθέστατα κ7 ἄμαχα ἀτεχνῶς εἶναι κατενοήθη, τὰ τέως ἀπόβλτπα καὶ ἀδόκιμα νομισθέντα. Μὴ δὴ τὰ προφανῆ μάον καὶ προκύπτοντα, ἔστι δʼ ὅτε δολερὰ καὶ σεσοπσμένα· τὰ δὲ ἔνδον διερευνωμένους μὲν καὶ περικροοντας ἕκαστον, μή πή τι σαθρὸν ἡχῇ, καὶ ἐν αὐτς πιστουμένους ἑαυτοὺς πρῶτον, οὕτως κκαὶ τοῖς ἐατβς συνομολογεῖν καὶ ἀποφαίνεσθαι περὶ ἐκάστων ἐδδσκεν. Οὕτως μὲν τὸ περὶ τὰς λέξεις καὶ τοὺς λόγους κριτικὸν ἡμῶν τῆς ψυχῆς μέρος λογικῶς ἐξεπαιδεύετο· οὐ κατὰ τὰς καλῶν ῥητόρων κρίσεις, εἴ τι ληνικὸν ἢ βάρβαρόν ἐστι τῇ φωνῇ (τὸ μικρὸν τοῦτο καὶ οὐκ ἀναγκαῖον μάθημα), ἀλλὰ τοῦτο πᾶσιν ἀναγκαιότατον Ἐλλησί τε καὶ βαρβάροις καὶ σοφοῖς καὶ ἰδιώταις, καὶ ὅλως ίἵνα μὴ μακρὸς εἴη μοι λόγος, ἑκάστας τέχνας καὶ ἐπιτηδεύματα ἐπεξιὼν) πᾶσιν ἀνθρώποις τοῖς ὁντινοῦν βίον ἐλομένοις· εἴ γε πᾶσι τοῖς περὶ ὁτουδήποτε κοινολογουμένοις μέλει τε καὶ διεσπούδασται μὴ ἡπατῆσθαι.

Plēn houtōs hēmas ex archēs elōn, kai panta tropon ekperielthōn, epeidē ēnysto autǭ to pleion, kai menein edokei, tounteuthen, hōsper ei tis agathos geōrgos gēn argēn tina, kai ētoi oude heugeion oudamōs, alla tina almyran kai kekaumenēn, hypopetron te kai psapharan, ē ou pantē men aphoron, oude ge aphyē, alla kai polyphyē men, cherson de homōs kai hēmelēmenēn, akanthais kai thamnois agriois estryphnōmenēn kai dysergē; ē oia tis phytourgos anēr phyton, ētoi agrion, kai karpōn hēmerōn aphoron men, ou mēn pantē achrēston; ei tis technę̄ tę̄ phytourgikę̄ pherōn blaston ēmeron emphyteusei, meson schias, eita symbalōn kai syndēsas, achris an symblysanta hōs amphō trephētai (houtō gar an idois dendron ti symmiges, kai nothon men, eukarpon de ex akarpou, karpous elaias tēs kalēs epi rhizōn anapheron agriōn; ē agrion men, ou mēn achrēston andri technitę̄ phytourgǭ; ē kai ēmeron men, eukarpon de allōs, ē aporią technēs palin akladeuton kai apotiston kai auchmēron, pnigomenon hypo tōn ekei pollōn kai perittōn ekphyomenōn blastōn; teleiousthai de tę̄ blastę̄, kai pherein ton karpon hypʼ allēlōn empodizomenon); toioutous tinas paralabōn, kai technę̄ heautou tę̄ geōrgikę̄ ekperiiōn kai kataskopōn ou ta pasin orōmena monon kai en epiphaneią keimena; anoryttōn de kai tōn endotatōn apopeirōmenos, erōtōn kai proteinōn kai apokrinomenōn akouōn, epeidē katenoēse ti ouk achrēston kai anōpheles kai anēnyton en hēmin, eskallen, anestrephen, epotizen, ekinei panta, hapasan prosēge tēn parʼ autou technēn kai epimeleian, kai kateirgazeto hēmas; akanthas men kai tribolous kai pan to tōn agriōn genos botanōn ē phytōn, hoson hylomanousa anepempe kai anedidou sesobēmenē hē psychē hēmōn (oia dē ataktos housa kai propetēs), pan ekkoptōn kai exairōn tois elenchois kai tǭ kōlyein; kathaptomenos hēmōn, kai mala Sōkratikōs, estin hote kai hyposkelizōn tǭ logǭ, ei pē pantē aphēniazontas hēmas, hōsper tinas tōn agriōn hippōn, heōra, skirtōntas exō tēs hodou kai polla ekperitrechontas, eōs hou peithoi tini kai anankę̄ hōs hypo chalinǭ tǭ ek stomatos hēmōn logǭ, hēsychious autǭ katestēsato; dyscherōs men hēmin kai ouk alypōs to prōton, oia dē aēthesi kai katakolouthein tǭ logǭ oudepō memeletēkosi, prosagōn tous parʼ heautǭ logous; alla gar ekkathairōn homōs. Epei dʼ an epitēdeious hēmas epoiēsato, kai eupareskeuasato eis paradochēn tōn tēs alētheias logōn; tote dē hoia eukateirgasmenę̄ gę̄, kai apalę̄, etoimę̄ te anaphyein ta epachthenta tōn spermatōn, epepheren apheidōs, eukairon kai tēn tōn spermatōn katabolēn poioumenos, heukairon kai tēn loipēn epimeleian hapasan oikeiōs hekasta katergazomenos, kai tois oikeiois tou logou pan men hoson ambly kai nothon tēs psychēs (ē pephykuias houtōs, ē kai hypo trophōn perittōn tou sōmatos pachynomenēs), paroxynōn kai exischnainōn tois leptois tōn logikōn pathēmatōn logois kai tropois, hoi ex haploustatōn tōn prōtōn aneiloumenoi epallēloi, kai poikilōs strephomenoi eis amēchanon tina kai dysexelikton proïasi plokas, exanistōntes hēmas hōsper katheudontas, kai echesthai aei tōn prokeimenōn, mēdamōs hypolisthainontas mēte hypo mēkous mēte hypo leptotētos, ekdidaskomenoi. Hoson de akriton kai propetes, synkatatithemenōn te tois epitychousin, opoia potʼ an ē, kan pseudē tychę̄ kai antilegontōn pollakis, kan alēthē tina eirēmena ē; kai touto ekpaideuōn toutois te tois proeirēmenois kai eterois poikilois logois (polyeides gar touti to meros tēs philosophias); synethizōn mē eikę̄ mēdʼ hōs etyche rhiptein te tas martyrias kai palin ananeuein, allʼ exetazontas akribōs mē ta prophanē monon, alla kai kekrymmena. Polla gar endoa autothen kai semnoeidē, hypo euschēmosi tais phōnais eisdramonta eis tas akoas hēmōn, hōs alēthē, hypoula onta kai pseudē, synarpasanta kai labonta psēphisma alētheias parʼ hēmōn, metʼ ou poly sathra kai ouk axiopista katephōrathē onta, matēn tēn alētheian hypokrinomena; kai hēmas eukolōs apephēne katagelastōs exēpatēmenous, kapimartyrēsantas eikę̄ hois hēkista echrēn; palin te au hetera semna men, kl ouk alazoneuomena men, ē ouk axiopistois tais phphoæ nais keimena, paradoxa kai pantōn apestotata enautothen te apodokimasthenta hōs pseudē, ad hybristhenta anaxiōs, eithʼ hysteron exichneusasi kd katanoēsasin akribōs, pantōn alēthestata k7 amacha atechnōs einai katenoēthē, ta teōs apobltpa kai adokima nomisthenta. Mē dē ta prophanē maon kai prokyptonta, esti dʼ hote dolera kai sesopsmena; ta de endon diereunōmenous men kai perikroontas hekaston, mē pē ti sathron hēchę̄, kai en auts pistoumenous heautous prōton, houtōs kkai tois eatbs synomologein kai apophainesthai peri ekastōn eddsken. Houtōs men to peri tas lexeis kai tous logous kritikon hēmōn tēs psychēs meros logikōs exepaideueto; ou kata tas kalōn rhētorōn kriseis, ei ti lēnikon ē barbaron esti tę̄ phōnę̄ (to mikron touto kai ouk anankaion mathēma), alla touto pasin anankaiotaton Ellēsi te kai barbarois kai sophois kai idiōtais, kai holōs hiina mē makros eiē moi logos, hekastas technas kai epitēdeumata epexiōn) pasin anthrōpois tois hontinoun bion elomenois; ei ge pasi tois peri hotoudēpote koinologoumenois melei te kai diespoudastai mē hēpatēsthai.

So, having taken us from the beginning and gone round us in every way, when the main part had been achieved and we seemed resolved to stay, from then on, like a good farmer with fallow land, either not good soil at all but salty and burnt, rocky and sandy, or not wholly barren or unfit but even very fertile, yet uncultivated and neglected, rough with thorns and wild bushes and hard to work; or like a gardener with a plant, either wild and bearing no cultivated fruit, yet not wholly useless—if one, by the gardener's art, brings and grafts in a cultivated shoot, splitting it in the middle, then fitting and binding them together until, their sap flowing together, both are nourished (for so you would see a mixed tree, a hybrid, yet fruitful from unfruitful, bearing the fruit of the good olive on wild roots); or a wild one, yet not useless to a skilled gardener; or even a cultivated one, otherwise fruitful, but again, through lack of skill, unpruned and unwatered and dry, choked by the many superfluous shoots growing out there, hindered by one another from coming to perfection in its growth and bearing its fruit: taking such as us, and going round us by his art of husbandry and surveying not only what is seen by all and lies on the surface, but digging up and probing the innermost parts, questioning and proposing and listening to our answers, when he perceived anything in us that was not useless and unprofitable and fruitless, he dug, turned it up, watered, moved everything, brought to bear all his art and care, and worked upon us. Thorns and thistles and every kind of wild weed or plant which our soul, running riot and agitated (being disorderly and rash), sent up and produced, he cut out and removed altogether by his refutations and restraints, laying hold of us, and quite in the manner of Socrates sometimes tripping us up with his argument, if he saw us altogether taking the bit between our teeth like wild horses, leaping out of the road and running all about, until by persuasion and a certain compulsion, as with the bridle of the word from his mouth, he made us quiet before him. This was hard for us at first and not without pain, since we were unaccustomed and not yet practised in following argument, when he applied his words; but he was purifying us nevertheless. And when he had made us fit and well prepared for receiving the words of truth, then, as on soil well worked and soft and ready to bring up the seeds put into it, he applied himself without stint, making the sowing of the seeds at the right time, and the rest of the care at the right time, working each thing fittingly. And with the proper (methods) of reason, whatever in the soul was dull and spurious (either so by nature or thickened by excessive feeding of the body), he sharpened and refined by the subtle arguments and modes of logical reasoning, which, starting from the simplest first (principles) and unrolled one upon another, and turning in various ways, advance to an intricate and hard-to-untangle complexity, rousing us as if we were asleep, and (teaching us) to hold fast always to what is proposed, never slipping away, whether through length or through subtlety. And whatever was undiscerning and rash in us, when we assented to whatever came along, whatever it might be, even if it was false, and often contradicted things even if what was said was true, this too he trained by the arguments mentioned and by other various ones (for this part of philosophy is manifold), accustoming us not to throw in our testimony, and again withdraw it, at random and as chance would have it, but to examine accurately not only what is obvious but also what is hidden. For many things that look reputable and solemn at first sight, running into our ears under seemly words as if true, though rotten and false, have carried us away and gained our vote for truth, and before long have been detected as unsound and untrustworthy, vainly feigning the truth; and they have easily shown us to have been ridiculously deceived and to have borne witness at random where we should least have done so. And again, other things, solemn and not boastful, or set out in words that did not win credence, strange and most incredible, rejected immediately as false and unworthily insulted, were afterwards, when we tracked them down and examined them exactly, perceived to be the truest of all and simply unassailable, though they had until then been thought worthless and to be rejected. Not, then, (attending) only to what is obvious and stands out, which is sometimes deceitful and sophistical, but searching out what is within and sounding each thing, lest anything ring hollow, and first establishing our own conviction about it, so he taught us to agree with others too and to declare our judgment about each thing. Thus the critical part of our soul concerning words and arguments was trained logically; not according to the judgments of fine rhetoricians, whether something is Greek or barbarous in expression (this small and unnecessary study), but in what is most necessary for all, Greeks and barbarians, wise and unlettered, and, in a word (not to be long by going through each art and occupation), for all men who have chosen any life whatever; since all who discuss anything whatever care and take pains not to be deceived.

Rom 11:17 (echo, medium confidence) · Rom 11:24 (echo, medium confidence) · Matt 13:3 (echo, low confidence) · Gen 3:18 (echo, low confidence)

Notes and citation

Summary: Like a farmer clearing a field, Origen first trained Gregory's mind in logic, teaching him to test arguments and not to assent rashly.

  • The grafted olive recalls Rom 11:17–24; the sowing, the parable of the sower (Matt 13:3–8). "Logic" here is the first stage of Origen's curriculum. Several words garbled in the scan are read by sense; stray marks are removed.

Notes on the original text

  • Digital text corrected (OCR): ἄφορον μὲν,οὐ μὴν → ἄφορον μὲν, οὐ μὴν; ἄχρηστον· ε τις τέχνῃ → ἄχρηστον· εἴ τις τέχνῃ; ἴδοις ένδρον τι → ἴδοις δένδρον τι; εὕκαρπον δὲ ξἀκάρπου → εὔκαρπον δὲ ἐξ ἀκάρπου; ῥιζῶν ἀναέρον ἀγρίων → ῥιζῶν ἀναφέρον ἀγρίων; ἀνρὶ τεχνίτῃ → ἀνδρὶ τεχνίτῃ; εὕκαρπον ἐ ἄλλως → εὔκαρπον δὲ ἄλλως; πότιστον καὶ αὐχμηρὸν,πνιγόμενον ὑπὸ τῶν ἐκεῖ ολλῶν → ἀπότιστον καὶ αὐχμηρὸν, πνιγόμενον ὑπὸ τῶν ἐκεῖ πολλῶν; τελειοῦθαι δὲ τῇ βλάστη → τελειοῦσθαι δὲ τῇ βλάστῃ; ὑπʼ ἀλλήων → ὑπʼ ἀλλήλων; αὶ τέχνῃ ἑαυτοῦ → καὶ τέχνῃ ἑαυτοῦ; ἐκπεριιὼν καὶ καταῶν → ἐκπεριιὼν καὶ κατασκοπῶν; ἐπιφανεία p επόμενα → ἐπιφανείᾳ κείμενα; ἀποἐιρώμενος, ἐρωῶν → ἀποπειρώμενος, ἐρωτῶν; ἀποκριναμέυν → ἀποκρινομένων; ἄχρηστον καὶ ωφελὲς → ἄχρηστον καὶ ἀνωφελὲς; ἀνέστρεν → ἀνέστρεφεν; τὴν ιρʼ αὐτοῦ τέχνην → τὴν παρʼ αὐτοῦ τέχνην; κατειργάζετο ιᾶς → κατειργάζετο ἡμᾶς; τῶν ρίων γένος → τῶν ἀγρίων γένος; έπεμπε καὶ → ἀνέπεμπε καὶ; ἐκκόπτων κεὶ ἐξαίρων → ἐκκόπτων καὶ ἐξαίρων; καθαππόμενος → καθαπτόμενος; ἔστιν ὅτε ααὶ → ἔστιν ὅτε καὶ; εἴπη πάντη → εἴ πη πάντη; ῶσπερ τινὰς τῶν ἀγρίων ἴππων, ἐώρα, σορτῶντας ἔξωτῆς ὀδοῦ καὶ πολλὰ ἐκπεριτρέχοντας εἰα. → ὥσπερ τινὰς τῶν ἀγρίων ἵππων, ἑώρα, σκιρτῶντας ἔξω τῆς ὁδοῦ καὶ πολλὰ ἐκπεριτρέχοντας,; κατεστέσατο → κατεστήσατο; λόγῳ οδέπω → λόγῳ οὐδέπω; ῦγους· ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. ʼ1 δ ἀν ἐπιπδείους → λόγους· ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. Ἐπεὶ δʼ ἂν ἐπιτηδείους; εἰς σα ραδοχὴν → εἰς παραδοχὴν; οἶα ὐκατειργασμένῃ γῇ → οἷα εὐκατειργασμένῃ γῇ; ἀναφόιν τὰ → ἀναφύειν τὰ; ἀφειδς εὕκαιρον → ἀφειδῶς, εὔκαιρον; καταβάλὴν ποιοῦμενος → καταβολὴν ποιούμενος; ἅπασπν → ἅπασαν; οἴκείκς → οἰκείοις; ψυγῖς → ψυχῆς; περιττιν τοῦ σώματος → περιττῶν τοῦ σώματος; λὁγοις καὶ τρόποις, οἱ ἐξ ἀπλουστάτων τῶν πρτων → λόγοις καὶ τρόποις, οἳ ἐξ ἁπλουστάτων τῶν πρώτων; στρεφόμενό. εἰς → στρεφόμενοι εἰς; προῖᾶσι πλοκά. → προΐασι πλοκάς,; ἔχεσθαν ἀεὶ → ἔχεσθαι ἀεὶ; μήt ὑπὸ μήκους μήτε ὑπὸ λεπτοτητος ἐκδιδασκόμενο. → μήτε ὑπὸ μήκους μήτε ὑπὸ λεπτότητος, ἐκδιδασκόμενοι.; συγκατατιθεμένων τs τοῖς → συγκατατιθεμένων τε τοῖς; τόχηη → τύχῃ; προερημένοις → προειρημένοις; μὴ εἰκι. μηδʼ → μὴ εἰκῇ μηδʼ; πάλν ἀνανεύειν → πάλιν ἀνανεύειν; φωνεῖς εἰσδραμόντα → φωναῖς εἰσδραμόντα; ὕπουλ ὄντα → ὕπουλα ὄντα; ψήφισμ ἀληθείας → ψήφισμα ἀληθείας; ουσ ἀξιόπιστα → οὐκ ἀξιόπιστα; ὐποκρινόμενα· καὶ ὑμᾶς → ὑποκρινόμενα· καὶ ἡμᾶς; εἰκῆ ος Τἤκιστα → εἰκῇ οἷς ἥκιστα; πάντων ἀληθέατατα → πάντων ἀληθέστατα; θὕτως μὲν τὸ περὶ → Οὕτως μὲν τὸ περὶ.

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 7 (PG 10:1073b–1077a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-7). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-7) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 8

8PG 10:1077a–1077c

Καὶ μὴ τοῦθʼ ὅπερ εἶδος διαλεκτικὴ κατορθοῦν μόνη εἴληχε· τὸ δέ γε πάλιν ταπεινὸν τῆς ψυχῆς ἡμῶν ἐκτεθαμβημένων μὲν τῇ μεγαλουργίᾳ καὶ θαυματουργίᾳ καὶ ποικίλῃ καὶ πανσόφῳ δημιουργίᾳ τῇ τοῦ κόσμου, καὶ τεθαυμακότων μὲν ἀλόγως, ὑπεπτηχότων δὲ ὑπὸ ἐκπλήξεως· εἰδότων δὲ οὐθʼ ὁτιοῦν ἐπιλογίσασθαι, δίκην ἀλόγων ζώων· ἐξεγείρων καὶ ἐνορθῶν μαθήμασιν ἐτέροις τοῖς φυσικοῖς· σαφηνίζων ἕκαστα τῶν ὄντων καὶ διακρίνων, καὶ μάλα σαφῶς εἰς τὰ πρώτιστα στοιχεῖα, κατεπιπλέκων τῷ λόγῳ, καὶ ἐπιπορευόμενος τήν τε τῶν ὅλων καὶ τὴν ἐπὶ μέρους ἐκάστου φύσιν· τροπήν τε τὴν πολυειδῆ, καὶ μεταβολὴν τῶν ἐν τῷ κόσμῳ· ἔως φέρων ὑπὸ σαφοῦς τῆς παρʼ αὐτοῦ διδασκαλίας καὶ λόγων ὧν τε ἔμαθεν ὧν τε ἐξεύρετο, περὶ τῆς τῶν ὅλων οἰκονομίας τῆς ἱερᾶς, καὶ φύσεως τῆς ἀμωμήτου, ἀντὶ λόγου λογικὸν ταῖς ψυχαῖς ἡμῶν ἐγκατέθετο θαῦμα. Τοῦτο δὴ μάθημα ὑψηλὸν καὶ ἔνθεον ὅν, ἡ ἐρασμιωτάτη πᾶσιν ἐκδιδάσκει φυσιολογία. Τί δεῖ λέγειν τὰ τῶν ἱερῶν μαθημάτων, γεωμετρίαν μὲν τὴν πᾶσι φίλην καὶ ἀναμφισβήτητον, καὶ ἀστρονομίαν τὴν μετεωροπόρον; ἃ δὴ ἕκαστα ταῖς ψυχαῖς ἡμῶν ἐνετυποῦτο, διδάσκων, ἢ ἀναμιμνήσκων, ἢ οὐκ οἶδʼ ὅ τι χρὴ λέγειν· τὴν μὲν, ὡς ὑποβάθραν πάντων ἁπλῶς ποιησάμενος οὖσαν ἄσειστον, τὴν γεωμετρίαν, καὶ κρηπῖδά τινα ἀσφαλῆ· ἀνάγων δὲ καὶ μέχρι τῶν ἀνωτάτω διὰ τῆς ἀστρονομίας, ὥσπερ διὰ κλίμακός τινος οὐρανομήκους, ἐκατέρου τοῦ μαθήματος, βατὸν ἡμῖν τὸν οὐρανὸν παρασκευάσας.

Kai mē touthʼ hoper eidos dialektikē katorthoun monē eilēche; to de ge palin tapeinon tēs psychēs hēmōn ektethambēmenōn men tę̄ megalourgią kai thaumatourgią kai poikilę̄ kai pansophǭ dēmiourgią tę̄ tou kosmou, kai tethaumakotōn men alogōs, hypeptēchotōn de hypo ekplēxeōs; eidotōn de outhʼ hotioun epilogisasthai, dikēn alogōn zōōn; exegeirōn kai enorthōn mathēmasin eterois tois physikois; saphēnizōn hekasta tōn ontōn kai diakrinōn, kai mala saphōs eis ta prōtista stoicheia, katepiplekōn tǭ logǭ, kai epiporeuomenos tēn te tōn holōn kai tēn epi merous ekastou physin; tropēn te tēn polyeidē, kai metabolēn tōn en tǭ kosmǭ; eōs pherōn hypo saphous tēs parʼ autou didaskalias kai logōn hōn te emathen hōn te exeureto, peri tēs tōn holōn oikonomias tēs hieras, kai physeōs tēs amōmētou, anti logou logikon tais psychais hēmōn enkatetheto thauma. Touto dē mathēma hypsēlon kai entheon hon, hē erasmiōtatē pasin ekdidaskei physiologia. Ti dei legein ta tōn hierōn mathēmatōn, geōmetrian men tēn pasi philēn kai anamphisbētēton, kai astronomian tēn meteōroporon? ha dē hekasta tais psychais hēmōn enetypouto, didaskōn, ē anamimnēskōn, ē ouk oidʼ ho ti chrē legein; tēn men, hōs hypobathran pantōn haplōs poiēsamenos ousan aseiston, tēn geōmetrian, kai krēpida tina asphalē; anagōn de kai mechri tōn anōtatō dia tēs astronomias, hōsper dia klimakos tinos ouranomēkous, ekaterou tou mathēmatos, baton hēmin ton ouranon paraskeuasas.

And not only this, which dialectic alone has been allotted to accomplish; but also the lowly part of our soul, when we were astonished at the great and wonderful works and the varied and all-wise craftsmanship of the world, and wondered without reason, and cowered in amazement, not knowing how to reason about anything, like irrational animals, he roused and set upright by other studies, those of nature: making plain each of the things that are and distinguishing them, and very clearly resolving them into their first elements, weaving them together in his discourse, and going through the nature both of the whole and of each part, and the manifold turning and change of things in the world; until, carrying us along by his clear teaching and by the arguments, some learned and some found out by himself, concerning the holy ordering of the universe and its blameless nature, he placed in our souls a rational wonder in place of an irrational one. This lofty and divine study the most lovely science of nature teaches all. What need is there to speak of the sacred studies, geometry, dear to all and indisputable, and astronomy that travels on high? Each of these he engraved on our souls, teaching or reminding, or I do not know what I should call it: the one, geometry, he made as the unshaken base of all, a safe foundation; and through astronomy he led us up even to the highest things, as by a ladder reaching to heaven, making heaven accessible to us by each of these studies.

Textual problem in this passage: see the notes.

Gen 28:12 (echo, low confidence)

Notes and citation

Summary: After logic Origen taught natural science, geometry, and astronomy, turning amazement at the world into rational wonder.

  • The Greek has "rational wonder in place of reason" (ἀντὶ λόγου); the sense requires "in place of an irrational one", and a letter has probably been lost in the scan.
  • The "ladder reaching to heaven" recalls Jacob's ladder (Gen 28:12).

Notes on the original text

  • Digital text corrected (OCR): τοῦθʼ δπερ εἶδος → τοῦθʼ ὅπερ εἶδος; ήμῶν ἐκτεθαμβημένων → ἡμῶν ἐκτεθαμβημένων; ὑπεππτηχότων → ὑπεπτηχότων; ἐπιιλογίσασθαι → ἐπιλογίσασθαι; σαφηνίζων καστα → σαφηνίζων ἕκαστα; μάλα σαφῶς ἰς τὰ → μάλα σαφῶς εἰς τὰ; ιαὶ ἐπιπορευόμενος → καὶ ἐπιπορευόμενος; ἐπὶ έρους → ἐπὶ μέρους; ιεταβολὴν → μεταβολὴν; ὑπὸ σαοῦς → ὑπὸ σαφοῦς; ὦν τε μαθεν ν τε ἐξεύρετο → ὧν τε ἔμαθεν ὧν τε ἐξεύρετο; οἰκονοίας → οἰκονομίας; οὐὸ ὁ δὴ μάθημα → Τοῦτο δὴ μάθημα; ἡ ἐρασωτάτη → ἡ ἐρασμιωτάτη; λέγειν ὰ τῶν ἱερῶν → λέγειν τὰ τῶν ἱερῶν; πᾶσι ίλην → πᾶσι φίλην; ετεωροπόρον → μετεωροπόρον; ἐνευποῦτο → ἐνετυποῦτο; οὐκ οἶδʼ δ χρὴ → οὐκ οἶδʼ ὅ τι χρὴ; πάντων πλῶς → πάντων ἁπλῶς; γεωμετρίαν, ὶ κρηπῖδά → γεωμετρίαν, καὶ κρηπῖδά; τῶν νωτάτω → τῶν ἀνωτάτω; κλίμακός νος → κλίμακός τινος; βατὸν ῖν τὸν οὐρανὸν → βατὸν ἡμῖν τὸν οὐρανὸν.

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 8 (PG 10:1077a–1077c; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-8). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-8) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 9

9PG 10:1077d–1080d

Ἀ δὲ ἀπάντων ἐστὶ κορυφαιότατα, καὶ ὧν μάλιστα ἕνεκα πᾶν τὸ φιλόσοφον διαπονεῖται γένος, ὥσπερ ἐκ φυτείας ποικίλης τῶν ἄλλων ἁπάντων μαθημάτων, καὶ φιλοσοφίας μακρᾶς, καρποὺς ἀγαθοὺς δεχόμενον, τὰς θείας ἀρετὰς τὰς περὶ ἦθος, ἐξ ὧν ἡ ἀτάραχος καὶ εὐσταθὴς τῶν ὀρμῶν τῆς ψυχῆς κατάστασις γίνεται· καὶ ἀλύπους μὲν καὶ ἀπαθεῖς πάντων κακῶν, εὐτάκτους δὲ καὶ εὐσταθεῖς καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι· καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἤκιστα καὶ ἀναγκαιοτάτοις περὶ τῶν ἠθῶν καὶ τῶν τρόπων ἡμῶν· καὶ οὐ λόγοις μόνον, ἀλλʼ ἤδη καὶ ἔργοις τρόπον τινὰ διεκυβερνᾶτο παρʼ ἡμῶν τὰς ὀρμὰς, αὐτῇ τῇ τῶν ὀρμῶν καὶ παθῶν τῶν τῆς ψυχῆς θεωρίᾳ καὶ κατανοήσει, ἐξ ἧς μάλιστα κατεγνωσμένης κατορθοῦσθαι ἐξ ἀναρμοστίας πέφυκεν ἡμῶν ἡ ψυχὴ, καὶ ἐπὶ τὸ κεκριμένον καὶ εὕτακτον ἐκ συγκεχυσμένης μετατίθεσθαι ὥσπερ ἐν κατόπτρῳ ἐαυτὴν θεωρήσασα (αὐτὰς τὰς ἀρχὰς καὶ ῥίζας τῶν κακῶν, τὸ ἄλογον αὐτῆς πᾶν, ἐξ οὖ τὰ ἄτοπα ἡμῖν ἐπανίσταται πάθη· καὶ πᾶν ὅσον ἄριστον αὐτῆς μέρος, λογικὸν ὑφʼ οὗ κρατοῦντος μένει γε ὑφʼ ἐαυτῆς ἀβλαβὴς καὶ ἀπαθής)· εἶτα ταῦτα ἐν αὐτῇ κατανοήσασα ἀκριβῶς, πάντα μὲν τὰ ἐκ τοῦ χείρονος ἐκφυόμενα, ἐκχέοντα ἡμᾶς ὑπὸ ἀκολασίας, ἢ συστέλλοντα καὶ συμπνίγοντα ὑπὸ ταπεινότητος, οἶον ἡδονὰς καὶ ἐπιθυμίας, ἢ λύπας καὶ φόβους, καὶ ὅσος τοῖς γένεσι τοῖσδε ἕπεται στόλος κακῶν· ταῦτα μὲν ἐκβάλλοι καὶ ἐκ ποδῶν ποιοῖτο, ἔτι ἀρχομένοις καὶ ἄρτι φυομένοις ἐπανισταμένη, καὶ οὐκ ἐῶσα οὐδὲ μικρὸν αὔξειν, ἀλλʼ ἀπολλύουσα καὶ ἐξαφανίζουσα· ὅσα δὲ ἐκ τοῦ κρείττονος ἀνατέλλει ἡμῖν ἀγαθὰ ὄντα, ταῦτα ἐκτρέφοι τε καὶ διασώζοι, καὶ ἀρχόμενα τιθηνοῦσα καὶ συμφυλάττουσα ἄχρι τελειότητος. Οὕτω γὰρ ἄν ποτε παραγενέσθαι ψυχῇ τὰς θείας ἀρετάς· φρόνησίν τε τὴν αὐτὰ ταῦτα τῆς ψυχῆς τὰ κινήματα κρίνειν πρῶτον δυναμένην ἐξ αὐτῶν, καὶ τῆς περὶ τὰ ἔξω ἡμῶν, εἰ τινά ἐστιν, ἀγαθῶν καὶ κακῶν ἐπιστήμης γενομένης· καὶ σωφροσύνην τὴν ταῦτα ἐν ἀρχαῖς ὀρθῶς αἱρουμένην δύναμιν· καὶ δικαιοσύνην, ἢ τὰ ἄξια ἐκάστοις ἀπονέμει· καὶ τὴν πάντων τούτων σωτηρίαν ἀνδρείαν. Οὐ λόγοις τοίνυν ἀπαγγελλομένοις συνείθιζεν ὡς δὴ εἴη ἐπιστήμη ἀγαθῶν καὶ κακῶν, ἢ ποιητέων καὶ οὐ ποιητέων ἡ φρόνησις· τοῦτο δὴ τὸ κενὸν καὶ ἀνωφελὲς μάθημα, εἰ ὁ λόγος εἴη τῶν ἔργων δίχα, καὶ φρόνησις οὐχὶ ποιοῦσα τὰ ποιητὰ, καὶ ἀποτρέπουσα τῶν οὐ ποιητῶν, γινώσκειν δὲ ταῦτα παρεχομένη τοῖς ἔχουσιν αὐτὴν, οἴους πολλοὺς ὀρῶμεν. Ἢ δὲ σωφροσύνη πάλιν ὅτι δὴ εἴη τις ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἰρετῶν, οὐ πάνυ τι διδασκόντων αὐτὴν τῶν ἄλλων φιλοσόφων, καὶ μάλιστά γε τῶν νεωτέρων, ὄντων μὲν εὐτόνων καὶ ἐῤῥωμένων τοῖς λόγοις (οὓς ἐγὼ πολλάκις ἐθαύμασα, ὅταν τὴν αὐτὴν ἀρετὴν Θεοῦ καὶ ἀνθρώπων, καὶ ἐπὶ γῆς τὰ πρῶτα Θεῷ ἴσον εἶναι τὸν σοφὸν ἄνθρωπον ἀποδείξωσιν)· οὕτε δὲ τὴν φρόνησιν ὡς καὶ ποιεῖ τις τὰ φρονήσεως· οὕτε τὴν σωφροσύνην ὡς καὶ αἱρεῖτό τις ταῦθʼ ἅπερ ἔμαθε, παραδοῦναι δυναμένων· ὀμοίως δὲ κἀπὶ τῆς δικαιοσύνης, καὶ ἐπὶ τῆς ἀνδρείας. Οὐχ οὕτως οὗτος τὰ περὶ ἀρετῶν ἡμῖν διεξήει λόγοις, ἐπὶ δὲ τὰ ἔργα μᾶλλον παρεκάλει· καὶ παρεκάλει πλέον τοῖς ἔργοις. ἢ οἶς ἔλεγεν.

A de apantōn esti koryphaiotata, kai hōn malista heneka pan to philosophon diaponeitai genos, hōsper ek phyteias poikilēs tōn allōn hapantōn mathēmatōn, kai philosophias makras, karpous agathous dechomenon, tas theias aretas tas peri ēthos, ex hōn hē atarachos kai eustathēs tōn ormōn tēs psychēs katastasis ginetai; kai alypous men kai apatheis pantōn kakōn, eutaktous de kai eustatheis kai theoeideis ēmellen hēmas ontōs kai makarious katastēsesthai; kai tauta de exeponeito logois te idiois praÿnousi kai sophois, ouch ēkista kai anankaiotatois peri tōn ēthōn kai tōn tropōn hēmōn; kai ou logois monon, allʼ ēdē kai ergois tropon tina diekybernato parʼ hēmōn tas ormas, autę̄ tę̄ tōn ormōn kai pathōn tōn tēs psychēs theōrią kai katanoēsei, ex hēs malista kategnōsmenēs katorthousthai ex anarmostias pephyken hēmōn hē psychē, kai epi to kekrimenon kai heutakton ek synkechysmenēs metatithesthai hōsper en katoptrǭ eautēn theōrēsasa (autas tas archas kai rhizas tōn kakōn, to alogon autēs pan, ex ou ta atopa hēmin epanistatai pathē; kai pan hoson ariston autēs meros, logikon hyphʼ hou kratountos menei ge hyphʼ eautēs ablabēs kai apathēs); eita tauta en autę̄ katanoēsasa akribōs, panta men ta ek tou cheironos ekphyomena, ekcheonta hēmas hypo akolasias, ē systellonta kai sympnigonta hypo tapeinotētos, oion hēdonas kai epithymias, ē lypas kai phobous, kai hosos tois genesi toisde hepetai stolos kakōn; tauta men ekballoi kai ek podōn poioito, eti archomenois kai arti phyomenois epanistamenē, kai ouk eōsa oude mikron auxein, allʼ apollyousa kai exaphanizousa; hosa de ek tou kreittonos anatellei hēmin agatha onta, tauta ektrephoi te kai diasōzoi, kai archomena tithēnousa kai symphylattousa achri teleiotētos. Houtō gar an pote paragenesthai psychę̄ tas theias aretas; phronēsin te tēn auta tauta tēs psychēs ta kinēmata krinein prōton dynamenēn ex autōn, kai tēs peri ta exō hēmōn, ei tina estin, agathōn kai kakōn epistēmēs genomenēs; kai sōphrosynēn tēn tauta en archais orthōs hairoumenēn dynamin; kai dikaiosynēn, ē ta axia ekastois aponemei; kai tēn pantōn toutōn sōtērian andreian. Ou logois toinyn apangellomenois syneithizen hōs dē eiē epistēmē agathōn kai kakōn, ē poiēteōn kai ou poiēteōn hē phronēsis; touto dē to kenon kai anōpheles mathēma, ei ho logos eiē tōn ergōn dicha, kai phronēsis ouchi poiousa ta poiēta, kai apotrepousa tōn ou poiētōn, ginōskein de tauta parechomenē tois echousin autēn, oious pollous orōmen. Ē de sōphrosynē palin hoti dē eiē tis epistēmē hairetōn kai ouch airetōn, ou pany ti didaskontōn autēn tōn allōn philosophōn, kai malista ge tōn neōterōn, ontōn men eutonōn kai errhōmenōn tois logois (hous egō pollakis ethaumasa, hotan tēn autēn aretēn Theou kai anthrōpōn, kai epi gēs ta prōta Theǭ ison einai ton sophon anthrōpon apodeixōsin); houte de tēn phronēsin hōs kai poiei tis ta phronēseōs; houte tēn sōphrosynēn hōs kai haireito tis tauthʼ haper emathe, paradounai dynamenōn; omoiōs de kapi tēs dikaiosynēs, kai epi tēs andreias. Ouch houtōs houtos ta peri aretōn hēmin diexēei logois, epi de ta erga mallon parekalei; kai parekalei pleon tois ergois. ē ois elegen.

But the things that are the very summit of all, for the sake of which the whole race of philosophers labours, gathering good fruits as from a varied planting of all the other studies and from long philosophy: the divine virtues concerning character, from which comes the untroubled and stable settlement of the impulses of the soul; these he meant should make us free of grief and passion toward all evils, well-ordered and stable and godlike, and truly blessed. And these too he laboured at with his own discourses, gentle and wise, and most necessary, about our characters and ways; and not with words only, but already in a way with deeds he steered our impulses, by the very contemplation and observation of the impulses and passions of the soul, through which above all, when it is understood, our soul is naturally set right out of discord, and brought from confusion to what is distinct and orderly, seeing itself as in a mirror (both the very beginnings and roots of evils, all its irrational part, from which absurd passions rise up in us, and its whole best part, the rational, under whose rule it remains of itself unharmed and free of passion); then, having observed these things in itself exactly, it should cast out and remove all that grows from the worse, which pours us out in licentiousness or contracts and stifles us in abjection, such as pleasures and desires, or griefs and fears, and the whole host of evils that follows these kinds, rising up against them while they are still beginning and just sprouting, and not letting them grow even a little, but destroying them and making them vanish; while the good things that spring up in us from the better it should nurture and preserve, nursing them from the beginning and guarding them until they are perfected. For so the divine virtues might come to the soul: prudence, which can first judge these very movements of the soul from themselves, when knowledge of the goods and evils outside us, if there are any, has come; temperance, the power of rightly choosing these things at their beginnings; justice, which assigns what is due to each; and courage, the preservation of all these. He did not accustom us by words merely spoken that prudence is the knowledge of goods and evils, or of what is to be done and not done (this empty and useless study, if the word is apart from deeds, and prudence does not do what is to be done and turn us from what is not, but only enables those who have it to know these things, as we see many to be); or again that temperance is a knowledge of what is to be chosen and not chosen. The other philosophers do not teach it at all in this way, especially the more recent ones, though they are vigorous and strong in argument (I have often wondered at them when they demonstrate that the virtue of God and of men is the same, and that the wise man on earth is first, equal to God); for they are unable to hand down prudence so that one does what belongs to prudence, or temperance so that one chooses what one has learned; and likewise with justice and courage. Not so did he go through what concerns the virtues with us in words; he exhorted us rather to deeds, and he exhorted more by his deeds than by what he said.

Jas 1:23 (echo, low confidence)

Notes and citation

Summary: Origen taught the moral virtues, prudence, temperance, justice, and courage, by self-examination and by his own example, not by mere definitions.

  • The definitions criticized (prudence as knowledge of goods and evils, of what is to be done and not done; temperance as knowledge of what is to be chosen and avoided) and the claim that the wise man is equal to God are Stoic doctrines.

Notes on the original text

  • Digital text corrected (OCR): ὦν μάσπα ἕνεκα πτᾶν → ὧν μάλιστα ἕνεκα πᾶν; rπερ ἐκ φυτείας ποικίλης τῶν ἄλλων ἀπάντων μαμάτων → ὥσπερ ἐκ φυτείας ποικίλης τῶν ἄλλων ἁπάντων μαθημάτων; μακρᾶς. καρποὺς → μακρᾶς, καρποὺς; ἐξ ἡ ἀτάραχος → ἐξ ὧν ἡ ἀτάραχος; τάστασις γίνεται → κατάστασις γίνεται; άντων κακῶν, εὐτάκτους δὲ καὶεὐσταθεῖς καὶ θεοεις → πάντων κακῶν, εὐτάκτους δὲ καὶ εὐσταθεῖς καὶ θεοειδεῖς; καταστήσεαι → καταστήσεσθαι; αὔνουσι → πραΰνουσι; ρὶ τῶν ἠθῶν → περὶ τῶν ἠθῶν; λόγοις νον, ἀλλʼ → λόγοις μόνον, ἀλλʼ; ἐξ ἔς μάλιστα → ἐξ ἧς μάλιστα; ἐξ ἀναρροστίας → ἐξ ἀναρμοστίας; μετατίθεαθαι → μετατίθεσθαι; καὶ πάιν ὅσον → καὶ πᾶν ὅσον; κρατοῦτος → κρατοῦντος; ετα ταῦτα → εἶτα ταῦτα; ἀαολασίας → ἀκολασίας; ταπει νότητος → ταπεινότητος; λύπας κaὶ ,, άθους → λύπας καὶ φόβους; ὅσος τοῖς γένεσι τοῖσδε ἕπεται στοχος → ὅσος τοῖς γένεσι τοῖσδε ἕπεται στόλος; ιικρὸν αὕξειν, ἀλλʼ ἀπολλύευοπ → μικρὸν αὔξειν, ἀλλʼ ἀπολλύουσα; ἀνατίλλει → ἀνατέλλει; δχρι τελειότητος → ἄχρι τελειότητος; παραγενέσθαι ψοχῇ → παραγενέσθαι ψυχῇ; ἀπονέμει· ασὶ → ἀπονέμει· καὶ; εἴς ἐπιστήμη → εἴη ἐπιστήμη; ααὶ φρόνησις → καὶ φρόνησις; 9 δὲ σωφροσύνη → Ἢ δὲ σωφροσύνη; αἱρττῶν → αἱρετῶν; (οδος ἐγὼ → (οὓς ἐγὼ; Θεῷ ἶσον → Θεῷ ἴσον; κὰπὶ τῆς διικαιοσύνης → κἀπὶ τῆς δικαιοσύνης; ἐπὶ δὰ τὰ ἔργα → ἐπὶ δὲ τὰ ἔργα.

Topics: Ethics

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 9 (PG 10:1077d–1080d; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-9). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-9) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 10

10PG 10:1080d–1981b

Ἐξαιτοῦμαι δὲ παρά τε φιλοσόφων τῶν νῦν ὄντων, ὅσους αὐτὸς ἔγνων, καὶ ὅσους ἄλλων διηγουμένων ἤκουσα· καὶ παρὰ τῶν ἄλλων δὲ ἀνθρώπων, ἀνεμεσήτως ἔχειν πρὸς τὰ νῦν ἡμῖν λεγόμενα. Μὴ δέ τις ἢ φιλίᾳ τῇ πρὸς τὸν ἄνδρα, ἢ καὶ ἀπεχθανόμενον ἔτι τοῖς λοιποῖς φιλοσόφοις (ὡν εἴπερ τις ἄλλος καὶ αὐτὸς ἐραστής τε διὰ τοὺς λόγους εἶναι θέλω, καὶ εὐφημεῖν αὐτοὺς βούλομαι, αὐτός τε καὶ ἑτέρων τὰ κάλλιστα λεγόντων περὶ αὐτῶν ἀκούειν· ἀλλὰ γὰρ τοιαῦτά ἐστιν, ὡς εἰς ἔσχατον περιυβρίζεσθαι μὲν ὑπὸ πάντων σχεδὸν καὶ τοῦνομα τῆς φιλοσοφίας· ἐμὲ δὲ μικροῦ δεῖν ἰδιωτεύειν ἐλέσθαι πάντη, ἤπερ τι μαθεῖν ὧν οὗτοι ἀπαγγέλλουσιν, οἶς διὰ τὸν λοιπὸν βίον οὐδὲ προσιέναι ἄξιον εἶναι ἐδόκουν, ἴσως οὐκ ὀρθῶς τοῦτο φρονῶν). Πλὴν μή μέ τις φιλοτιμίᾳ τινὶ, τῇ τῶν εἰς τὸν ἄνδρα ἐπαίνων, ἢ τῇ πρὸς τοὺς ἔξω φιλοσόφους ἄλλῃ ταύτῃ φιλοτιμίᾳ ταῦτα λέγειν ὑπονοησάτω· ἀλλὰ καὶ μικρότερα ἡμᾶς τῶν αὐτοῦ ἔργων, μὴ κολακεύειν δοκοίημεν, λέγειν πεπείσθω, οὐχὶ ῥήματα καὶ ὁνόματα, καὶ ἀφορμὰς ἐντέχνους ἐγκωμίων ἐαυτοῖς ἐκποριζομένους, ὅς οὐδʼ ὅτε μειράκιον ὦν, τὴν δημώδη ῥητορικὴν ἐκ ῥήτορος ἐδιδασκόμην, ἐπαινεῖν, καὶ λέγειν περί του ἐγκώμιον, εἴ τι μὴ ἀληθὲς ἦν, ἐκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν, ἐπαινεῖν προθέμενος ἀπλῶς, τοῖς ἐτέρων ψόγοις τοῦτον ἐξαίρειν οἶμαι δεῖν· ἢ κακῶς ἂν ἔλεγον τὸν ἄνδρα, τοῖς ἄλλων πταίσμασιν, ἵνα τι περὶ αὐτοῦ μεῖζον δὴ λέγειν ἔχοιμι, παραβαλὼν τὸν μακάριον αὐτοῦ βίον· οὐχ οὕτως ἀφραίνομεν· ἀλλʼ αὐτὸ ὃ πέπονθα, δίχα τινὸς παραβολῆς καὶ πανουργίας τῆς ἐν λόγοις, ὁμολογήσω.

Exaitoumai de para te philosophōn tōn nyn ontōn, hosous autos egnōn, kai hosous allōn diēgoumenōn ēkousa; kai para tōn allōn de anthrōpōn, anemesētōs echein pros ta nyn hēmin legomena. Mē de tis ē philią tę̄ pros ton andra, ē kai apechthanomenon eti tois loipois philosophois (hōn eiper tis allos kai autos erastēs te dia tous logous einai thelō, kai euphēmein autous boulomai, autos te kai heterōn ta kallista legontōn peri autōn akouein; alla gar toiauta estin, hōs eis eschaton periybrizesthai men hypo pantōn schedon kai tounoma tēs philosophias; eme de mikrou dein idiōteuein elesthai pantē, ēper ti mathein hōn houtoi apangellousin, ois dia ton loipon bion oude prosienai axion einai edokoun, isōs ouk orthōs touto phronōn). Plēn mē me tis philotimią tini, tę̄ tōn eis ton andra epainōn, ē tę̄ pros tous exō philosophous allę̄ tautę̄ philotimią tauta legein hyponoēsatō; alla kai mikrotera hēmas tōn autou ergōn, mē kolakeuein dokoiēmen, legein pepeisthō, ouchi rhēmata kai honomata, kai aphormas entechnous enkōmiōn eautois ekporizomenous, hos oudʼ hote meirakion ōn, tēn dēmōdē rhētorikēn ek rhētoros edidaskomēn, epainein, kai legein peri tou enkōmion, ei ti mē alēthes ēn, ekōn hypemenon. Ou toinyn oude nyn, epainein prothemenos aplōs, tois eterōn psogois touton exairein oimai dein; ē kakōs an elegon ton andra, tois allōn ptaismasin, hina ti peri autou meizon dē legein echoimi, parabalōn ton makarion autou bion; ouch houtōs aphrainomen; allʼ auto ho pepontha, dicha tinos parabolēs kai panourgias tēs en logois, homologēsō.

I ask the philosophers of the present day, as many as I have known myself and as many as I have heard of from others, and other men too, not to be indignant at what we are now saying. And let no one think … either out of friendship for the man, or as still hostile to the other philosophers (of whom, if anyone, I myself wish to be a lover because of their discourses, and I wish to praise them, and to hear others say the finest things about them; but things are such that even the name of philosophy is insulted to the utmost by nearly everyone, so that I all but chose to remain wholly unlearned rather than learn anything of what these men announce, to whom, because of the rest of their life, I thought it not worth even going, perhaps not thinking rightly in this). But let no one suspect that I say these things out of some ambition in praising the man, or out of that other ambition against the philosophers outside; but let him be persuaded that we are saying even less than his deeds, lest we seem to flatter: not providing ourselves with words and names and artful pretexts for encomia, I who even as a youth, when I was being taught popular rhetoric by a rhetorician, would not willingly endure to praise anyone or speak an encomium about him, if anything in it was not true. Neither now, then, having set out simply to praise him, do I think I should exalt him by finding fault with others; or else I would be speaking ill of the man, setting his blessed life alongside the failings of others so as to have something greater to say about him. We are not so foolish. But I will confess just what I have experienced, without any comparison or verbal trickery.

Textual problem in this passage: see the notes.

Notes and citation

Summary: Gregory disclaims flattery and any intent to praise Origen by disparaging other philosophers.

  • A word or two after "let no one think" are lost in the scan ("…").

Notes on the original text

  • Digital text corrected (OCR; OCR: stray letter): διιηγοόνων → διηγουμένων; νεμεσήτως ἔχειν → ἀνεμεσήτως ἔχειν; Μὴ δέ έ τις ἢ φιλίᾳ → Μὴ δέ τις ἢ φιλίᾳ; ἀπεχθανόιενον → ἀπεχθανόμενον; τις ἄλλος αὶ αὐτὸς → τις ἄλλος καὶ αὐτὸς; θέλῶ, αὶ εὐφημεῖν → θέλω, καὶ εὐφημεῖν; ἑτέρων ὰ κάλλιστα → ἑτέρων τὰ κάλλιστα; οιαῦτά ἐστιν → τοιαῦτά ἐστιν; μὲν πὸ πάντων → μὲν ὑπὸ πάντων; ἐμὲ ἐ μικροῦ → ἐμὲ δὲ μικροῦ; ιαθεῖν ὧν → μαθεῖν ὧν; λοιπὸν ίον → λοιπὸν βίον; οὐκ ὀρῶς τοῦτο → οὐκ ὀρθῶς τοῦτο; φιλοτιμίᾳ τινὶ, τοι τῶν → φιλοτιμίᾳ τινὶ, τῇ τῶν; ἔξω λοσόφους → ἔξω φιλοσόφους; πονοησάτω → ὑπονοησάτω; τῶν αὐτοῦ ργων → τῶν αὐτοῦ ἔργων; ὐχὶ ῥήματα → οὐχὶ ῥήματα; γκωμίων → ἐγκωμίων; ἐδιασκόμην → ἐδιδασκόμην; ἐγκώμιον, i τι → ἐγκώμιον, εἴ τι; οὐδὲ ῦν, ἐπαινεῖν → οὐδὲ νῦν, ἐπαινεῖν; ψόγοις ιοῦτον → ψόγοις τοῦτον; ἔλεγον ὸν ἄνδρα → ἔλεγον τὸν ἄνδρα; αὐτὸ ὁ πέτονθα → αὐτὸ ὃ πέπονθα; ἐν όγοις → ἐν λόγοις.

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 10 (PG 10:1080d–1981b; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-10). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-10) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 11

11PG 10:1981b–1085a

Οὗτός με πρῶτος καὶ μόνος καὶ τὴν Ἑλλήνων φιλοσοφίαν φιλοσοφεῖν προὐτρέψατο, τοῖς ἤθεσι τοῖς ἰδίοις αὐτοῦ, καὶ τοῦ περὶ ἡθῶν ἀκοῦσαι καὶ ἀνέχεσθαι λόγου πείσας, οὐκ ἂν πεισθέντα ὅσον ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις (πάλιν ὀμολογῶ), οὐκ ὀρθῶς μὲν, δυστυχῶς δὲ, μικροῦ δεῖν, ἡμῖν. Οὐ μὲν οὖν οὐδὲ πλείοσιν ἐνέτυχον τὸ πρῶτον, ὀλίγοις δέ τισι τοῖς διδάσκειν ἐπαγγελλομένοις, … Οὐ παράδειγμα τοίνυν ἀκριβὲς, ἐξομοιοῦν δὲ καὶ ἄγαν ἐθέλοντα, σπουδῇ πάσῃ καὶ προθυμίᾳ βιαζόμενον, εἰ δεῖ λέγειν, καὶ παρὰ τὴν ἀνθρώπων δύναμιν· καὶ μέντοι καὶ ἡμᾶς ἐτέρους τοιούτους πλάττειν, οὐ λόγων ἐγκρατεῖς καὶ ἐπιστήμονας τῶν περὶ ὀρμῶν, τῶν δὲ ὁρμῶν αὐτῶν· ἐπὶ τὰ ἔργα καὶ τοὺς λόγους, ἄγχων, καὶ οὐ μικρὰν μοῖραν ἑκάστης ἀρετῆς, τάχα δὲ καὶ σύμπασαν, εἴπερ ἐχωρήσαμεν, ἐπιφέρων ἐν αὐτῇ τῇ θεωρίᾳ· δικαιοπραγεῖν μὲν καὶ ἀναγκάζων, εἰ δεῖ λέγειν, διὰ τὴν ἰδιοπραγίαν τῆς ψυχῆς, ἢ προσθέσθαι ἡμᾶς ἔπεισεν· ἀπάγων μὲν τῆς κατὰ τὸν βίον πολυπραγμοσύνης, καὶ τοῦ τῆς ἀγορᾶς ὀχληροῦ, ἐαυτοὺς δὲ περισκοπεῖν ἐπάρας καὶ τὰ αὐτῶν ὄντως πράττειν. Τοῦτο δὲ εἶναι τὸ δικαιοπραγεῖν, καὶ ταύτην τὴν δικαιοσύνην τήν γε ἀληθῆ, καὶ τῶν ἀρχαίων φιλοσόφων τινὲς εἰρήκασι (τὴν ἰδιοπραγίαν λέγοντες, ἐμοὶ δοκεῖ) καὶ ἀνυσιμώτερον πρὸς μακαριότητα ἐαυτοῖς τε καὶ τοῖς προσιοῦσιν· εἴπερ γε ἐστὶ τῆσδε τῆς ἀρετῆς τὸ κατʼ ἀξίαν ἀπονέμειν, καὶ τὰ ἴδια ἐκάστοις. Τί γὰρ ἂν ἴδιον εἴη ψυχῆς ἔτερον; Τί δὲ οὕτως ἄξιον ἢ τὸ ἐπιμελεῖσθαι ἐαυτῆς, οὐκ ἔξω βλέπουσαν, οὐδʼ ἀλλοτριοπραγοῦσαν, οὐδὲ, συνελόντι εἰπεῖν, ἀδικοῦσαν ἐαυτὴν τὴν χειρίστην ἀδικίαν, ἀλλʼ ἔνδον πρὸς ἑαυτὴν ἀπεστραμμένην, αὐτὴν ἑαυτῇ ἀποδιδοῦσαν καὶ δικαιοπραγοῦσαν; Οὕτως μὲν δίκαια πράττειν, εἰ δεῖ λέγειν, ἀναγκάζων ἐπαίδευε· φρονεῖν δὲ πάλιν οὐχ ἧττον, τὸ πρὸς ἑαυτὴν εἶναι, καὶ ἑαυτοὺς γινώσκειν ἐθέλειν τε καὶ πειρᾶσθαι· τοῦτο δὴ τὸ ἄριστον φιλοσοφίας ἔργον, ὁ δὴ καὶ δαιμόνων τῷ μαντικωτάτῳ ἀνατίθεται ὡς πάνσοφον πρόσταγμα, τὸ, Γνῶθι σαυτόν. Τὸ δὲ εἶναι ὄντως ἔργον φρονήσεως, καὶ ταύτην εἶναι τὴν θείαν φρόνησιν, καλῶς τοῖς παλαιοῖς λέγεται· τὴν αὐτὴν ὄντως οὖσαν Θεοῦ καὶ ἀνθρώπου ἀρετήν· αὐτῆς τῆς ψυχῆς ἑαυτὴν ὥσπερ ἐν κατόπτρῳ ὀρᾷν μελετώσης, καὶ τὸν θεῖον νοῦν, εἰ ἀξία γένοιτο τῆς κοινωνίας τῆσδε, ἐν αὐτῇ κατοπτριζομένης, ὁδόν τε ἀπόῤῥητόν τινα ταύτης ἀποθεώσεως ἐξιχνευομένης. Ἀκολούθως δὲ καὶ σωφρονεῖν, καὶ ἀνδρίζεσθαι· σωφρονεῖν μὲν, διασωζομένους τὴν φρόνησιν τήνδε. τῆς ψυχῆς ἐαυτὴν γινωσκούσης, εἴ ποτε αὐτῇ τοῦτο γένοιτο· ταύτην γὰρ εἶναι πάλιν τὴν σωφροσύνην, σώαν τινὰ φρόνησιν οὕσαν· ἀνδρίζεσθαι δʼ ἐπὶ πᾶσιν ἐμμένοντας ταῖς εἰρημέναις ἐπιτηδεύσεσι, καὶ οὐκ ἀποπίπτοντας οὕθʼ ἐκουσίως οὗθʼ ὑπό τινος ἀνάγκης, φυλάσσοντας δὲ καὶ ἐγκρατεῖς τῶν εἰρημένων· καὶ ταύτην εἶναι σώτειράν τινα καὶ φύλακα δογματίζων οὕσαν τὴν ἀρετὴν ταύτην.

Houtos me prōtos kai monos kai tēn Hellēnōn philosophian philosophein proutrepsato, tois ēthesi tois idiois autou, kai tou peri hēthōn akousai kai anechesthai logou peisas, ouk an peisthenta hoson epi tois allois philosophois (palin omologō), ouk orthōs men, dystychōs de, mikrou dein, hēmin. Ou men oun oude pleiosin enetychon to prōton, oligois de tisi tois didaskein epangellomenois, … Ou paradeigma toinyn akribes, exomoioun de kai agan ethelonta, spoudę̄ pasę̄ kai prothymią biazomenon, ei dei legein, kai para tēn anthrōpōn dynamin; kai mentoi kai hēmas eterous toioutous plattein, ou logōn enkrateis kai epistēmonas tōn peri ormōn, tōn de hormōn autōn; epi ta erga kai tous logous, anchōn, kai ou mikran moiran hekastēs aretēs, tacha de kai sympasan, eiper echōrēsamen, epipherōn en autę̄ tę̄ theōrią; dikaiopragein men kai anankazōn, ei dei legein, dia tēn idiopragian tēs psychēs, ē prosthesthai hēmas epeisen; apagōn men tēs kata ton bion polypragmosynēs, kai tou tēs agoras ochlērou, eautous de periskopein eparas kai ta autōn ontōs prattein. Touto de einai to dikaiopragein, kai tautēn tēn dikaiosynēn tēn ge alēthē, kai tōn archaiōn philosophōn tines eirēkasi (tēn idiopragian legontes, emoi dokei) kai anysimōteron pros makariotēta eautois te kai tois prosiousin; eiper ge esti tēsde tēs aretēs to katʼ axian aponemein, kai ta idia ekastois. Ti gar an idion eiē psychēs eteron? Ti de houtōs axion ē to epimeleisthai eautēs, ouk exō blepousan, oudʼ allotriopragousan, oude, synelonti eipein, adikousan eautēn tēn cheiristēn adikian, allʼ endon pros heautēn apestrammenēn, autēn heautę̄ apodidousan kai dikaiopragousan? Houtōs men dikaia prattein, ei dei legein, anankazōn epaideue; phronein de palin ouch hētton, to pros heautēn einai, kai heautous ginōskein ethelein te kai peirasthai; touto dē to ariston philosophias ergon, ho dē kai daimonōn tǭ mantikōtatǭ anatithetai hōs pansophon prostagma, to, Gnōthi sauton. To de einai ontōs ergon phronēseōs, kai tautēn einai tēn theian phronēsin, kalōs tois palaiois legetai; tēn autēn ontōs ousan Theou kai anthrōpou aretēn; autēs tēs psychēs heautēn hōsper en katoptrǭ orąn meletōsēs, kai ton theion noun, ei axia genoito tēs koinōnias tēsde, en autę̄ katoptrizomenēs, hodon te aporrhēton tina tautēs apotheōseōs exichneuomenēs. Akolouthōs de kai sōphronein, kai andrizesthai; sōphronein men, diasōzomenous tēn phronēsin tēnde. tēs psychēs eautēn ginōskousēs, ei pote autę̄ touto genoito; tautēn gar einai palin tēn sōphrosynēn, sōan tina phronēsin housan; andrizesthai dʼ epi pasin emmenontas tais eirēmenais epitēdeusesi, kai ouk apopiptontas houthʼ ekousiōs houthʼ hypo tinos anankēs, phylassontas de kai enkrateis tōn eirēmenōn; kai tautēn einai sōteiran tina kai phylaka dogmatizōn housan tēn aretēn tautēn.

He first and alone urged me to philosophize also the philosophy of the Greeks, persuading me by his own character both to hear and to take up the discourse on morals, I who would not have been persuaded as far as the other philosophers were concerned (I confess it again), not rightly, but almost to my misfortune. Nor did I meet many at first, but some few who professed to teach … I shall not (speak of him), then, as an exact pattern, but as one wishing very much to make himself like it, striving with all zeal and eagerness, if I must say so, even beyond human power; and moreover to mould us into others like himself, masters not of words and knowledge about the impulses, but of the impulses themselves; leading us both to deeds and to words, and bringing to bear a not small portion of each virtue, perhaps even the whole of it, if we could take it in, in contemplation itself. He compelled us, if I must say so, to act justly, through attending to the soul's own business, to which he persuaded us to apply ourselves; drawing us away from the busybodiness of life and the troublesomeness of the marketplace, and lifting us up to look round at ourselves and truly to do our own business. That this is acting justly, and this the true justice, some of the ancient philosophers too have said (meaning, it seems to me, doing one's own business), and that it is more effective for blessedness both for themselves and for those who come to them; if indeed it belongs to this virtue to assign according to worth and to give each his own. For what else would be the soul's own? And what so fitting as for it to care for itself, not looking outside, nor busying itself with others' affairs, nor, in a word, wronging itself with the worst wrong, but turned inward toward itself, rendering itself to itself and acting justly? Thus he taught us to act justly, compelling us, if I must say so. And to be prudent no less: to be with oneself, and to wish and try to know ourselves. This is the best work of philosophy, which is even ascribed to the most prophetic of demons as an all-wise command: "Know yourself." That this is truly the work of prudence, and that this is the divine prudence, is well said by the ancients, being truly the same virtue of God and of man: the soul itself practising to see itself as in a mirror, and to behold the divine mind in itself as in a mirror, if it should become worthy of this fellowship, tracking out a certain ineffable way of this deification. Accordingly also (he taught us) to be temperate and to be courageous: temperate, preserving this prudence of the soul that knows itself, if ever this should come to it; for this again is temperance, being a kind of sound prudence; and courageous, persevering in all the practices mentioned and not falling away from them either willingly or under any compulsion, but guarding them and holding fast to what was said; and he taught that this virtue is a kind of preserver and guardian.

Textual problem in this passage: see the notes.

2 Cor 3:18 (echo, medium confidence)

Notes and citation

Summary: Origen led Gregory to live the virtues: justice as attending to one's own soul, prudence as self-knowledge, temperance as preserving it, courage as perseverance.

  • Several lines are lost in the scan after "some few who professed to teach" (in other editions: a passage on Origen as the pattern of the wise man); they are shown as "…", and the words in parentheses give the sense of the broken sentence.
  • Justice as "doing one's own business": Plato, Republic 4.433a. "Know yourself": the Delphic maxim, ascribed to Apollo ("the most prophetic of demons"). The soul seeing the divine in itself as in a mirror: Plato, Alcibiades I 133c. "Deification" renders ἀποθέωσις. "Temperance" (σωφροσύνη) is explained by wordplay as "sound prudence" (σώα φρόνησις).

Notes on the original text

  • Digital text corrected (OCR; OCR: garbled line; several lines lost in the scan; stray marks): Ἐλλήνων φλοσοφίαν → Ἑλλήνων φιλοσοφίαν; τοῖς δίοις αὐτοῦ → τοῖς ἰδίοις αὐτοῦ; ἀναχέσθαι → ἀνέχεσθαι; ὅσον ἐπὶ οῖς ἄλλοις → ὅσον ἐπὶ τοῖς ἄλλοις; οὐκ ὀρθῶς μἐν, δυστυχῶςδὲ → οὐκ ὀρθῶς μὲν, δυστυχῶς δὲ; Οὐ μενοῦν ὐδὲ → Οὐ μὲν οὖν οὐδὲ; τισι οῖς διδάσκειν → τισι τοῖς διδάσκειν; ἀλλὰ γὰρ πᾶσι μέdum ἀφραίνω μέν. τοῦτο. Οὐ παράδειγμα → … Οὐ παράδειγμα; ἐξομοκκοῦν δε → ἐξομοιοῦν δὲ; τῶν δὲ δρμῶν → τῶν δὲ ὁρμῶν; ἔργα ααὶ τοὺς → ἔργα καὶ τοὺς; μσῖραν ἐκῶστης → μοῖραν ἑκάστης; ἰδιοπρογίαν → ἰδιοπραγίαν; ἐπάρας II καὶ → ἐπάρας καὶ; ἰδιον εἴη → ἴδιον εἴη; ἐπεμέλεσθαι → ἐπιμελεῖσθαι; δικαιιοπραγοῦσαν → δικαιοπραγοῦσαν; ου ἦττον, τὸ πρὸς ἑαυτὴνεἶναι, καὶ ἐαυτοὺςγινώσκειν → οὐχ ἧττον, τὸ πρὸς ἑαυτὴν εἶναι, καὶ ἑαυτοὺς γινώσκειν; τὸ, ἔνῶθι σαττον → τὸ, Γνῶθι σαυτόν; ταύττν εἶναι → ταύτην εἶναι; νοῦν, εἱ ἀξία → νοῦν, εἰ ἀξία; ἀνδρίζεσθα· → ἀνδρίζεσθαι·; ἀνδρίζεσθαι ʼ ἐsὶ πΠσιν → ἀνδρίζεσθαι δʼ ἐπὶ πᾶσιν; φνλάσσοντας → φυλάσσοντας; εἰρημέυων → εἰρημένων.

Extrabiblical texts: Plato, Resp. 433a (Plato (works); allusion); Plato, Alc. maj. 133c (Plato (works); allusion)

Topics: Ethics

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 11 (PG 10:1981b–1085a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-11). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-11) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 12

12PG 10:1085a–1085d

Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σωφρονας, ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει καταστήσεσθαι (οὔτε ἔχοντας, οὕτε ἐγγύς πω γενομένους, οὐδʼ ἡστινοσοῦν ἀρετῆς ἀνθρώπων, ἢ θείας, πολλοῦ γε δεῖ· αὗται γὰρ μέγισται καὶ ὑψηλαί· καὶ οὐδετέρα ληπτέα, οὐδὲ τῷ τυχεῖν, ὅτῳ μὴ Θεός γε ἐμπνέοι δύναμιν. ἡμεῖς τε οὔτε πεφύκαμεν οὕτως ἐπιτηδείως, οὕτε καὶ ἄξιοι εἶναι ἐπιτυχεῖν οὐδέπω ὀμολογοῦμεν· οὐ ποιήσαντες ἀπὸ ῥᾳθυμίας καὶ ἀσθενείας πάντα, ἅπερ τοὺς τῶν ἀρίστων ἐφιεμένους, καὶ τὰ τέλεια μνωμένους χρή). Δίκαιοι μὲν οὖν ἢ σώφρονες, ἢ τινα τῶν ἄλλων ἔχειν ἀρετῶν ἔτι μέλλομεν ἐραστὰς δὲ ἡμᾶς ὅτι δριμύτατον ἐρῶντας ἔρωτα, ὅπερ ἐπʼ αὐτῷ μόνον ἴσως, καὶ πάλαι κατεστήσατο ὁ θαυμαστὸς οὗτος, καὶ φίλος τῶν ἀρετῶν καὶ προήγορος· ἐμποιήσας ἔρωτα τῇ αὐτοῦ ἀρετῇ καὶ τοῦ κάλλους τῆς δικαιοσύνης, ἦς τὸ χρύσεον ὄντως ἔδειξεν ἡμῖν πρόσωπον, καὶ φρονήσεως τῆς πᾶσιν ἐφεσίμου, καὶ τῆς ἐρασμιωτάτης σοφίας τῆς ἀληθοῦς, καὶ σωφροσύνης τῆς θεοειδοῦς, ἢ ἐστι ψυχῆς εὐστάθεια, καὶ εἰρήνη πᾶσι τοῖς κτησαμένοις αὐτὴν, καὶ ἀνδρείας τῆς θαυμασιωτάτης· ὑπομονῆς ἡμῶν, καὶ ἐπὶ πᾶσιν, εὐσεβείας, ἤν μητέρα φασὶ τῶν ἀρετῶν ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν· ἀπὸ ταύτης τε γὰρ ὀρμωμένοις, ῥᾶστα ἂν ἡμῖν ἐπιγένοιντο καὶ αἱ λοιπαὶ ἀρεταί· εἰ τοῦθ ὁ δὴ πάντα ἄνθρωπον, τόν γε μὴ ἄθεον ἢ φιλήδονον, τὸ φίλον γενέσθαι καὶ προήγορον Θεῷ, κτήσασθαι ἑαυτοῖς ἐπιθυμοῦντες καὶ σπεύδοντες, τῶν λοιπῶν ἀρετῶν ἐπιμελοίμεθα· ὅπως μὴ ἀνάξιοι καὶ ῥυπῶντες, μετὰ δὲ πάσης ἀρετῆς καὶ σοφίας ὥσπερ τινος ἀγαθοῦ πομποῦ καὶ ἱερέως σοφωτάτου προσίοιμεν τῷ Θεῷ. Τό γε πάντων τέλος οὐχ ἔτερόν τι οἶμαι, ἢ, Καθαρῷ τῷ νῷ ἐξομοιώθητι προσελθεῖν τῷ Θεῷ, καὶ μένειν ἐν αὐτῷ. Ὁνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν (τῷ) ἐν ἡμῖν ἀπεργαζομένη.

Kai dēta dikaious men kai phronimous kai sōphronas, ē andreious hēmas hypo hēmeteras bradytētos kai nōchelias, kai tauta pany speudōn, eti mellei katastēsesthai (oute echontas, houte engys pō genomenous, oudʼ hēstinosoun aretēs anthrōpōn, ē theias, pollou ge dei; hautai gar megistai kai hypsēlai; kai oudetera lēptea, oude tǭ tychein, hotǭ mē Theos ge empneoi dynamin. hēmeis te oute pephykamen houtōs epitēdeiōs, houte kai axioi einai epitychein oudepō omologoumen; ou poiēsantes apo rhąthymias kai astheneias panta, haper tous tōn aristōn ephiemenous, kai ta teleia mnōmenous chrē). Dikaioi men oun ē sōphrones, ē tina tōn allōn echein aretōn eti mellomen erastas de hēmas hoti drimytaton erōntas erōta, hoper epʼ autǭ monon isōs, kai palai katestēsato ho thaumastos houtos, kai philos tōn aretōn kai proēgoros; empoiēsas erōta tę̄ autou aretę̄ kai tou kallous tēs dikaiosynēs, ēs to chryseon ontōs edeixen hēmin prosōpon, kai phronēseōs tēs pasin ephesimou, kai tēs erasmiōtatēs sophias tēs alēthous, kai sōphrosynēs tēs theoeidous, ē esti psychēs eustatheia, kai eirēnē pasi tois ktēsamenois autēn, kai andreias tēs thaumasiōtatēs; hypomonēs hēmōn, kai epi pasin, eusebeias, ēn mētera phasi tōn aretōn orthōs legontes. Hautē gar estin archē kai teleutē pasōn tōn aretōn; apo tautēs te gar ormōmenois, rhasta an hēmin epigenointo kai hai loipai aretai; ei touth ho dē panta anthrōpon, ton ge mē atheon ē philēdonon, to philon genesthai kai proēgoron Theǭ, ktēsasthai heautois epithymountes kai speudontes, tōn loipōn aretōn epimeloimetha; hopōs mē anaxioi kai rhypōntes, meta de pasēs aretēs kai sophias hōsper tinos agathou pompou kai hiereōs sophōtatou prosioimen tǭ Theǭ. To ge pantōn telos ouch eteron ti oimai, ē, Katharǭ tǭ nǭ exomoiōthēti proselthein tǭ Theǭ, kai menein en autǭ. Honoma tautēs idion tēs hygeias esti sōphrosynē, sōtērian tǭ phronounti tōn (tǭ) en hēmin apergazomenē.

And indeed, though he was very eager about it, he has not yet made us just and prudent and temperate or courageous, because of our slowness and sluggishness (we neither have, nor have yet come near to, any virtue whatever, human or divine, far from it; for these are very great and lofty, and neither is to be grasped by just anyone, unless God breathes power into him; and we are neither so fitted by nature nor do we yet confess ourselves worthy to attain them, not having done, through laziness and weakness, all that those who aim at the best and strive for the perfect must do). Just, then, or temperate, or possessed of any of the other virtues we are not yet; but lovers, loving with the keenest love, this wonderful man, the friend and advocate of the virtues, long ago made us, which perhaps lay in his power alone: implanting by his own virtue love of the beauty of justice, whose truly golden face he showed us; of prudence, desired by all; of the most lovely true wisdom; of godlike temperance, which is the stability of the soul and peace for all who possess it; of most wonderful courage; of patience, our (virtue); and above all of piety, which they rightly call the mother of the virtues. For this is the beginning and end of all the virtues; for, starting from it, the other virtues too would most easily come to us, if, desiring and hastening to acquire for ourselves what every man who is not godless or a lover of pleasure (should desire), to become a friend and advocate of God, we should take care of the other virtues; so that we may approach God not unworthy and filthy, but with all virtue and wisdom as with a good escort and a most wise priest. The end of all things, I think, is nothing else than this: being made like him in pure mind, to draw near to God and to abide in him. The proper name of this health is temperance, producing salvation for the prudent part within us.

Textual problem in this passage: see the notes.

1 John 2:28 (echo, low confidence) · John 15:4 (echo, low confidence) · Matt 5:8 (echo, low confidence)

Notes and citation

Summary: Origen has not yet made Gregory virtuous, but has made him a lover of the virtues, above all of piety, whose end is to be made like God and abide in him.

  • The last sentence (a wordplay on σωφροσύνη, σωτηρία, and τὸ φρονοῦν) is absent from some editions and may be a gloss. Migne prints "the" (τῷ) in round brackets.
  • Piety (εὐσέβεια) as "mother of the virtues" is a philosophical commonplace. "Abide in him": compare 1 John 2:28; John 15:4.

Notes on the original text

  • Digital text corrected (OCR; OCR: joined words): οὕτε ἔχοπτας → οὔτε ἔχοντας; ἔμεῖς τε οὕτε → ἡμεῖς τε οὔτε; ἐὕτη γάρ ἐστιν → Αὕτη γάρ ἐστιν; τῶν λιιπῶν ἀρετῶν ἐπιμελοίμεθα· δπως → τῶν λοιπῶν ἀρετῶν ἐπιμελοίμεθα· ὅπως; τῷ Θεῷ.Τό γε → τῷ Θεῷ. Τό γε.

Topics: Ethics

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 12 (PG 10:1085a–1085d; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-12). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-12) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.

Chapter 13

13PG 10:1088a–1089a

Ἐπὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουδῇ, τὴν περὶ θεολογίας διδασκαλίαν καὶ εὐλάβειαν πῶς ἂν ἐξέλθοιμι τῷ λόγῳ, εἰς αὐτὴν τὴν διάθεσιν εἰσδὺς τοῦ ἀνδρὸς, σὺν οἵᾳ γνώμῃ καὶ παρασκευῇ τοὺς περὶ τοῦ Θείου πάντας ἐκμανθάνειν ἡμᾶς ἤθελε λόγους, φυλαττόμενος μή πη κινδυνεύσαιμεν περὶ τὸ ἀναγκαιότατον ἀπάντων, τὴν τοῦ πάντων αἰτίου γνῶσιν; φιλοσοφεῖν μὲν γὰρ ἠξίου, ἀναλεγομένους τῶν ἀρχαίων πάντα ὅσα καὶ φιλοσόφων καὶ ὑμνῳδῶν ἐστι γράμματα πάσῃ δυνάμει μηδὲν ἐκποιουμένους, μηδʼ ἀποδοκιμάζοντας (οὐδέπω γὰρ οὐδὲ τὴν κρίσιν ἔχειν ἐδυνάμεθα), πλὴν ὅσα τῶν ἀθέων εἴη, ὅσοι ἐκκυλισθέντες ὁμοῦ καὶ τῶν ἀνθρωπίνων ἐννοιῶν, οὐκ εἶναι Θεὸν ἢ Πρόνοιαν λέγουσι (ταῦτα γὰρ οὕτʼ ἀναγινώσκειν ἄξιον, ἵνα μηδʼ ἐν τῷ τυχόντι μολύνοιθʼ ἡμῖν ἡ ψυχὴ, εὐσεβεῖν μέλλουσα, λόγων δὲ ἀκούουσα, ὑπεναντίων τῇ τοῦ Θεοῦ θεραπείᾳ. Οὐδὲ γὰρ τοὺς τοῖς ναοῖς προσιόντας εὐσεβείας, ἦς οἴονται, ἐφάπτεσθαί τινος ὅλως τῶν βεβήλων. Τὰ τούτων τοίνυν οὐδʼ ὅλως οὐδὲ ἀριθμεῖσθαι ἄξιον παρʼ ἀνδράσιν εὐσεβεῖν ἐπανελομένοις)· τοῖς δὲ λοιποῖς πᾶσιν ἐντυγχάνειν καὶ προσομιλεῖν, γένος μὲν οὐδὲ ἕν, οὐδὲ λόγον φιλόσοφον προτιμήσαντας, οὕτε αὖ ἀποδοκιμάσαντας, οὕτε Ἐλληνικὸν οὕτε βάρβαρον, πάντων δὲ ἀκούοντας. Σοφῶς τοῦτο καὶ μάλα ἐντέχνως· μήπη εἷς τις καὶ καθʼ ἑαυτὸν τῶνδέ τινων, ἢ τῶνδε λόγος αὐτὸς μόνος ἀκουσθεὶς καὶ τιμηθεὶς, κἂν μὴ ἀληθινὸς ὢν τύχῃ, ὡς μόνος ἀληθὴς ὡν, εἰσδὺς εἰς τὴν ψυχὴν ἡμῶν, ἐξαπατήσῃ, καὶ καθʼ ἑαυτὸν διαθεὶς, ἰδίους ἡμᾶς ποιήσηται, οὐκέτʼ ἀποστῆναι δυναμένους, οὐδὲ ἀποπλύνασθαι, ὥσπερ τὰ δευσοποιόν τινα βαφὴν βαφέντα τῶν ἐρίων. Δεινόν τε γὰρ χρῆμα καὶ εὕστροφον λόγος ὁ ἀνθρώπων, ποικίλος τε τοῖς σοφίσμασι, καὶ ὀξὺς εἰσδραμὼν εἰς τὰς· ἀκοὰς, τυπῶσαί τε τὸν νοῦν καὶ προθέσθαι καὶ ἀναπείσας τοὺς ἅπαξ ἀρπασθέντας, ὡς ἀληθὴς ἀγαπᾶσθαι· καὶ μένειν ἔνδον κἂν ψευδὴς καὶ ἀπατηλὸς ᾖ, ὥσπερ τις γόης κρατῶν, ὑπέρμαχον ἔχων αὐτὸν τὸν ἡπατημένον. Εὐεξαπάτητόν τε πάλιν ὑπὸ λόγου καὶ εὕκολον πρὸς συγκατάθεσιν ψυχὴ ἀνθρώπου ἑτοίμη τε, πρὶν διακρίνῃ καὶ ἐξετάσῃ πάντα τρόπον, ὑπὸ ἀμβλύτητος καὶ ἀσθενείας τῆς ἰδίας, ἢ ὑπὸ λεπτότητος τῆς τοῦ λόγου, πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδιδόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανημένοις μὲν αὐτοῖς. πλανῶσι δὲ καὶ τοὺς ἐσχηκότας· καὶ οὐ τοῦτο μόνον· ἀλλὰ κὰν ἐπανορθοῦν ἔτερος ἐθέλοι λόγος, οὐκ ἔτι προσιεμένη, οὐδὲ μεταπειθομένη, τοῦ δὲ ἐν αὐτῇ περιεχομένη, ὥσπερ τινὸς τυράννου ἀπαραιτήτου αὐτῆς κεκρατηκότος.

Epi tę̄ allę̄ pasę̄ philoponią kai spoudę̄, tēn peri theologias didaskalian kai eulabeian pōs an exelthoimi tǭ logǭ, eis autēn tēn diathesin eisdys tou andros, syn hoią gnōmę̄ kai paraskeuę̄ tous peri tou Theiou pantas ekmanthanein hēmas ēthele logous, phylattomenos mē pē kindyneusaimen peri to anankaiotaton apantōn, tēn tou pantōn aitiou gnōsin? philosophein men gar ēxiou, analegomenous tōn archaiōn panta hosa kai philosophōn kai hymnǭdōn esti grammata pasę̄ dynamei mēden ekpoioumenous, mēdʼ apodokimazontas (oudepō gar oude tēn krisin echein edynametha), plēn hosa tōn atheōn eiē, hosoi ekkylisthentes homou kai tōn anthrōpinōn ennoiōn, ouk einai Theon ē Pronoian legousi (tauta gar houtʼ anaginōskein axion, hina mēdʼ en tǭ tychonti molynoithʼ hēmin hē psychē, eusebein mellousa, logōn de akouousa, hypenantiōn tę̄ tou Theou therapeią. Oude gar tous tois naois prosiontas eusebeias, ēs oiontai, ephaptesthai tinos holōs tōn bebēlōn. Ta toutōn toinyn oudʼ holōs oude arithmeisthai axion parʼ andrasin eusebein epanelomenois); tois de loipois pasin entynchanein kai prosomilein, genos men oude hen, oude logon philosophon protimēsantas, houte au apodokimasantas, houte Ellēnikon houte barbaron, pantōn de akouontas. Sophōs touto kai mala entechnōs; mēpē heis tis kai kathʼ heauton tōnde tinōn, ē tōnde logos autos monos akoustheis kai timētheis, kan mē alēthinos ōn tychę̄, hōs monos alēthēs hōn, eisdys eis tēn psychēn hēmōn, exapatēsę̄, kai kathʼ heauton diatheis, idious hēmas poiēsētai, ouketʼ apostēnai dynamenous, oude apoplynasthai, hōsper ta deusopoion tina baphēn baphenta tōn eriōn. Deinon te gar chrēma kai heustrophon logos ho anthrōpōn, poikilos te tois sophismasi, kai oxys eisdramōn eis tas; akoas, typōsai te ton noun kai prothesthai kai anapeisas tous hapax arpasthentas, hōs alēthēs agapasthai; kai menein endon kan pseudēs kai apatēlos ę̄, hōsper tis goēs kratōn, hypermachon echōn auton ton hēpatēmenon. Euexapatēton te palin hypo logou kai heukolon pros synkatathesin psychē anthrōpou hetoimē te, prin diakrinę̄ kai exetasę̄ panta tropon, hypo amblytētos kai astheneias tēs idias, ē hypo leptotētos tēs tou logou, pros tēn akribeian tēs exetaseōs apokamousan heautēn apragmonesteron paradidonai pollakis pseudesi logois kai dogmasi, peplanēmenois men autois. planōsi de kai tous eschēkotas; kai ou touto monon; alla kan epanorthoun eteros etheloi logos, ouk eti prosiemenē, oude metapeithomenē, tou de en autę̄ periechomenē, hōsper tinos tyrannou aparaitētou autēs kekratēkotos.

With all his other diligence and zeal, how could I go through in my speech his teaching about theology and his reverence, entering into the very disposition of the man, with what mind and preparation he wished us to learn all the discourses about the Divine, guarding lest we should run any risk concerning the most necessary of all things, the knowledge of the Cause of all? For he thought it right that we should philosophize by reading with all our power all the writings of the ancients, both philosophers and hymn-writers, excluding nothing and rejecting nothing (for we were not yet able to judge), except whatever belonged to the atheists, who, rolling away together from human notions, say that there is no God or Providence (these it is not worth even reading, lest the soul, which is to be pious, be defiled even by chance by hearing words contrary to the worship of God. For not even those who go to the temples of piety, as they think them, touch anything profane at all. The writings of these, then, are not worth counting at all among men who have chosen to be pious); but all the others we should read and converse with, preferring no race and no philosophical school, nor rejecting any, neither Greek nor barbarian, but hearing all. This he did wisely and very skilfully, lest any one argument of these or of those, heard and honoured alone by itself, even if it should happen not to be true, should enter our soul as if alone true and deceive us, and, disposing us in its own favour, make us its own, no longer able to withdraw or wash ourselves clean, like wool dyed with a fast dye. For human speech is a terrible and versatile thing, varied in its sophistries, and quick to run into the ears, to stamp the mind and set its proposition before it, and, having persuaded those it has once seized, to be loved as true; and to remain within, even if it is false and deceitful, like a sorcerer in control, having the deceived man himself as its champion. And again the human soul is easily deceived by speech and quick to assent, ready, before it judges and examines in every way, through its own dullness and weakness, or through the subtlety of the argument, growing weary of exact examination, to hand itself over often too easily to false arguments and doctrines, which are themselves astray and lead astray those who hold them; and not only this, but even if another argument should wish to correct it, it no longer admits it or lets itself be persuaded otherwise, but clings to what holds it, as if an inexorable tyrant had mastered it.

Notes and citation

Summary: Origen had his students read all the ancient philosophers and poets except the atheists, so that no single school would capture their minds.

  • "Atheists" means those who deny God and providence (here, chiefly the Epicureans). A stray footnote number is removed.

Notes on the original text

  • Digital text corrected (OCR; OCR: digit for a letter; OCR; stray footnote number): Ἐὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουβῇ,τὲν → Ἐπὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουδῇ, τὴν; πῶς ὰν ἐξέλθοιμι → πῶς ἂν ἐξέλθοιμι; εἰσæὺς τοῦ ἀνδρὸς, σὺν οᾳ γνώμῃ → εἰσδὺς τοῦ ἀνδρὸς, σὺν οἵᾳ γνώμῃ; τοὺς αρὶ τοῦ Θείου → τοὺς περὶ τοῦ Θείου; λέγονς → λόγους; ἀνσγκαιότατον → ἀναγκαιότατον; γννῶσπιν → γνῶσιν; ὑμνῳδῶν ἐππι γράμματα → ὑμνῳδῶν ἐστι γράμματα; ἐκποιουμένους t8), → ἐκποιουμένους,; τὴν κρίειν ἔχειν → τὴν κρίσιν ἔχειν; πλὴν δσα τῶν ἀθέων εἴη, ὅσκ ἐκκυλισθέντες → πλὴν ὅσα τῶν ἀθέων εἴη, ὅσοι ἐκκυλισθέντες; Πεόνοιαν → Πρόνοιαν; τυχότι μολδνοιθʼ → τυχόντι μολύνοιθʼ; Τ4 τούτων → Τὰ τούτων; κᾶσιν ἐντυγχάνειν → πᾶσιν ἐντυγχάνειν; σὐδὲ ἕν → οὐδὲ ἕν; πάτων δὲ ἀκούοντας → πάντων δὲ ἀκούοντας; εἰς τις καὶ → εἷς τις καὶ; λόγες αὐτὸς → λόγος αὐτὸς; ἀλτθινὸς ὦν → ἀληθινὸς ὢν; διαθεὶς, ίους ἡμᾶς → διαθεὶς, ἰδίους ἡμᾶς; τὰ δευσοποιόν τνα → τὰ δευσοποιόν τινα; μένεινἔνδον κὰν ψευδὴς καὶ ἀπατηλὸς ἡ, δσπερ τς γόης → μένειν ἔνδον κἂν ψευδὴς καὶ ἀπατηλὸς ᾖ, ὥσπερ τις γόης; πιὶν διακρίνῃ → πρὶν διακρίνῃ; ἀμβλύπητος → ἀμβλύτητος; λεπτότητος τὶς τοῦ λόγου → λεπτότητος τῆς τοῦ λόγου; μόνονν· → μόνον·; ἀπαραsτήτου → ἀπαραιτήτου.

Topics: Scripture and canon

Cite (SBL): Gregory Thaumaturgus, Pan. Orig. 13 (PG 10:1088a–1089a; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/gregory-thaum-panegyric/6/#p-13). (abbreviation not yet checked)

BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-gregory-thaum-panegyric-13) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca (scan OCR, corrected where the OCR is clearly wrong; corrections logged), then compared section by section with the public-domain English of ANF 6 (1886); differences checked against the Greek.