Miscellanies

The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.

Show

Miscellanies 1, chapter 1

1.1.1Stählin 2:4

ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δʼ οὐδʼ ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ πρότερον, τίς ἡ τῶν γραμμάτων χρεία; εἰ δὲ τὸ ἕτερον, ἤτοι τοῖς σπουδαίοις ἢ τοῖς μή; γελοῖον μεντἂν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας. ἀλλʼ ἄρα θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρὸς δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν; καλὸν δʼ οἶμαι καὶ παῖδας ἀγαθοὺς τοῖς ἔπειτα καταλείπειν. οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι. αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον. λέγει γοῦν ὁ Σολομών· υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου. σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία.

… so that you may read them at hand and be able to keep them. Should writings not be left behind at all, or should they be left to some? And if the former, what is the use of writing? If the latter, is it to the earnest or to those who are not? It would be absurd to disapprove of the writing of the earnest and approve of those who are not such when they compose. Are Theopompus and Timaeus, then, to compose myths and blasphemies, and Epicurus too, the leader of atheism, and further Hipponax and Archilochus, to be permitted to write so shamefully, while the one who proclaims the truth is to be prevented from leaving benefit to later generations? It is good, I think, to leave good children to those who come after. Children are the offspring of bodies, but words are the offspring of the soul. Thus we call those who instructed us fathers; and wisdom is sociable and loves humanity. At any rate Solomon says, “My son, if you receive the utterance of my commandment and hide it with you, your ear will listen to wisdom.” He shows that the word, when sown, is hidden as in earth in the soul of the learner; and this is a spiritual planting.

1.1.2Stählin 2:4

διὸ καὶ ἐπιφέρει· καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζῳογονεῖ· υἱὸς δὲ πᾶς ὁ παιδευόμενος καθʼ ὑπακοὴν τοῦ παιδεύοντος. υἱέ, φησίν, ἐμῶν θεσμῶν μὴ ἐπιλανθάνου. εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα. ὕες γοῦν βορβόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι. διὰ τοῦτο, φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ. ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι. τὴν ἄγνοιαν αὐτοῖς ὡς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.

That is why he adds, “And you will apply your heart to understanding, and apply it for the admonition of your son.” For, I think, soul joined with soul and spirit with spirit in the sowing of the word makes what is sown grow and come alive; and everyone who is instructed is a son in obedience to the one who instructs. “My son,” he says, “do not forget my laws.” But if knowledge is not for all, writings are to the many, as those who quote the proverb say, “an ass with a lyre.” At any rate pigs delight in mud rather than in clean water. That is why, says the Lord, “I speak to them in parables, because seeing they do not see and hearing they do not hear, and they do not understand”; not as though the Lord caused their ignorance (for it is not lawful to think so), but as having exposed prophetically the ignorance that existed and indicated that they would not understand what was said.

1.1.3Stählin 2:4

Ἤδη δὲ καταφαίνεται ἐκ περιουσίας ὁ σωτὴρ αὐτός, κατὰ τὴν τοῦ λαμβάνοντος δύναμιν, ἣν δεῖ ἐκ συνασκήσεως αὔξειν, τοῖς δούλοις τὰ ὑπάρχοντα διανείμας, αὖθις ἐπανελθὼν τιθέναι λόγον μετʼ αὐτῶν. ὁπηνίκα τοὺς μὲν αὐξήσαντας τὸ ἀργύριον αὐτοῦ, τοὺς ἐν ὀλίγῳ πιστούς, ἀποδεξάμενος καὶ ἐπαγγειλάμενος ἐπὶ πολλῶν καταστήσειν εἰς τὴν τοῦ κυρίου χαρὰν προσέταξεν εἰσελθεῖν. τῷ δὲ ἀποκρυψαμένῳ τὸ πιστευθὲν ἀργύριον εἰς τὸ ἐκδανεῖσαι καὶ αὐτὸ ὅπερ ἔλαβεν ἀποδιδόντι ἀργόν, πονηρὲ δοῦλε εἶπεν καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμόν· ἐπὶ τούτοις ὁ ἀχρεῖος δοῦλος εἰς τὸ ἐξώτερον ἐμβληθήσεται σκότος. σὺ οὖν ἐνδυναμοῦ, καὶ Παῦλος λέγει, ἐν χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων. ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. καὶ πάλιν· σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ. ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

Now the Savior himself appears abundantly, distributing his goods to the servants according to the capacity of the one who receives, which must be increased by exercise, and returning again to settle accounts with them. Then he welcomed those who had increased his money, those faithful in little, and, promising to set them over much, commanded them to enter into the joy of the Lord; but to the one who had hidden the money entrusted to him for lending and returned idle the very sum he had received, he said, “Wicked and slothful servant, you ought to have put my money with the bankers, and when I came I would have received my own.” On this account the useless servant will be cast into the outer darkness. “You, then, be strong,” Paul also says, “in the grace that is in Christ Jesus, and what you have heard from me through many witnesses, entrust these to faithful men, who will be able to teach others as well.” And again: “Be diligent to present yourself approved to God, a workman who does not need to be ashamed, rightly handling the word of truth.”

1.1.4Stählin 2:4–5

Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι; τῇ δὲ αἰτίᾳ τοῦ μὴ τὸ βέλτιστον ἑλομένου θεὸς ἀναίτιος. αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστίν. τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή. ἡ κρίσις δὲ ἐν αὐτοῖς κρίνεται. ἀλλʼ ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πως ἀγγελική, ὁποτέρως ἂν ἐνεργῇ, διά τε τῆς χειρὸς διά τε τῆς γλώττης, ὠφελοῦσα· ὅτι ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν. ἴχνος γνώσεως. συνελόντι εἰπεῖν ἀφορμὰς δίδωσι σωτηρίας. οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου λαβόντες εἰς οὐρανὸν πτεροῦνται. θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες. ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. διαμαρτύρομαι δέ, τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.

If, then, both proclaim the word, the one by writing, the other by voice, how are both not to be welcomed, having made faith active through love? But God is not to blame for the fault of the one who did not choose the best. Thus it is the task of some to lend out the word, and of others to test it and either choose it or not; and the judgment is decided in them. But the knowledge of proclaiming is already in a way angelic, benefiting whichever way it works, by hand or by tongue; for “the one who sows to the Spirit will reap eternal life from the Spirit; and let us not grow weary in doing good.” At any rate, by divine providence it contributes the greatest things to the one who meets with it: the beginning of faith, eagerness for right living, the impulse toward truth, a searching movement, a trace of knowledge; in short, it gives the starting points of salvation. And those who have been genuinely nourished on the words of truth, receiving provisions for eternal life, are given wings for heaven. Most wonderfully, then, the apostle says, “In everything commending ourselves as ministers of God, as poor yet making many rich, as having nothing and yet possessing everything; our mouth is open to you.” “I charge you,” he says, writing to Timothy, “before God and Christ Jesus and the elect angels, that you keep these things without prejudging, doing nothing by partiality.”

1.1.5Stählin 2:5

Ἀνάγκη τοίνυν ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιος· ᾗ καὶ τὴν εὐχαριστίαν τινὲς διανείμαντες, ὡς ἔθος, αὐτὸν δὴ ἕκαστον τοῦ λαοῦ λαβεῖν τὴν μοῖραν ἐπιτρέπουσιν. ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν τῶν ἐντολῶν. ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.

Both of these, then, must test themselves: the one whether he is worthy to speak and to leave written records, the other whether he is fit to hear and to read. So too, when some have divided the Eucharist, as is the custom, they allow each one of the people himself to take his portion. For the best guide to exact choice and avoidance is conscience; and its firm foundation is a right life together with fitting instruction; and to follow others who have already been tested and have succeeded is best both for understanding the truth and for carrying out the commandments. So “whoever eats the bread and drinks the cup of the Lord unworthily will be guilty of the body and the blood of the Lord. But let a man examine himself, and so let him eat of the bread and drink of the cup.”

1.1.6Stählin 2:5–6

σκοπεῖσθαι οὖν ἀκόλουθον ἂν εἴη τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ, εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας τε αὖ διαβολὴν διαπέφευγεν ὁ διʼ ὑπομνημάτων λαλῶν· οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, φησὶν ὁ ἀπόστολος, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπʼ ἄλλων. δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· ἀλλʼ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. κατὰ ταὐτὰ δὲ καὶ τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον, εἰ μὴ περιεργίας ἕνεκεν ἱστορήσοντες, ὥσπερ τῶν πόλεων τὰ οἰκοδομήματα, εἰς τόδε ἀφικνοῦνται, εἰ μὴ μεταλήψεως χάριν τῶν κοσμικῶν προσίασιν κοινωνικοὺς τῶν ἐπιτηδείων μαθόντες τοὺς καθωσιωμένους τῷ Χριστῷ. ἀλλʼ οἳ μὲν ὑποκριταί, καὶ δὴ ἐάσθωσαν· εἰ δέ τις οὐ δοκεῖν δίκαιος, ἀλλʼ εἶναι θέλει, συνειδέναι τὰ κάλλιστα τοῦτον αὑτῷ προσήκει.

It would follow, then, for the one who has undertaken to benefit his neighbors to consider whether he has leapt into teaching rashly, out of rivalry with some; whether his sharing of the word is for glory; whether he reaps only this reward, the salvation of his hearers; and whether the one who speaks through written records has avoided speaking to please and the charge of taking bribes. “For we never came with words of flattery, as you know,” says the apostle, “nor with a pretext for greed, God is witness; nor seeking glory from men, either from you or from others, though we could have been a burden as apostles of Christ; but we were gentle among you, as a nurse cherishes her own children.” In the same way, those who partake of the divine words must be watched, whether they come to this out of curiosity, to inspect it like the buildings of cities, or whether they approach to receive worldly goods, having learned that those consecrated to Christ share their necessities. But let the hypocrites go; if anyone wishes not to seem righteous but to be so, it befits him to be conscious of the best in himself.

1.1.7Stählin 2:6

Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττή· ἣ μὲν γὰρ ἄγραφος, ἣ δʼ ἔγγραφος. ὁποτέρως δʼ ἂν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται γεωργός. ἐργάζεσθε, φησὶν ὁ κύριος, μὴ τὴν ἀπολλυμένην βρῶσιν ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. τροφὴ δὲ καὶ ἢ διὰ σιτίων καὶ ἢ διὰ λόγων λαμβάνεται. καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες τῇ τοῦ ἄρτου διανομῇ. εἰσὶ γὰρ καὶ ψυχαὶ ἰδίας ἔχουσαι τροφάς, αἳ μὲν κατʼ ἐπίγνωσιν καὶ ἐπιστήμην αὔξουσαι, αἳ δὲ κατὰ τὴν Ἑλληνικὴν νεμόμεναι φιλοσοφίαν, ἧς καθάπερ καὶ τῶν καρύων οὐ τὸ πᾶν ἐδώδιμον. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, τοῦ αὔξοντος ὄντες διάκονοι, ἕν εἰσι κατὰ τὴν διακονίαν. ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε, κατὰ τὸν ἀπόστολον.

If, then, “the harvest is great but the workers are few,” we truly ought to pray that we may have an abundance of as many workers as possible. Farming is twofold: one kind unwritten, the other written. Whichever way the Lord's worker sows the noble wheat and grows and reaps the ears, he will appear a truly divine farmer. “Work,” says the Lord, “not for the food that perishes but for that which endures to eternal life.” And nourishment is received either through food or through words. And truly “blessed are the peacemakers,” who teach otherwise and bring over to peace, in word and in a life according to God, those who are here at war in life and error because of ignorance, and who feed those who hunger for righteousness by the distribution of bread. For there are souls too that have their own foods: some grow by knowledge and understanding, others feed on Greek philosophy, of which, as of nuts, not all is edible. “He who plants and he who waters,” being ministers of the one who gives growth, “are one” in their ministry; “and each will receive his own reward according to his own labor. For we are God's fellow workers; you are God's field, God's building,” according to the apostle.

1.1.8Stählin 2:6–7

οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ προκεκενωμένοις. ὅταν δʼ ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος. ἕπεται δὲ ἐνθένδε αὐτῷ ἡ πειθὼ ἐκ περιουσίας. καὶ τοῦτʼ ἦν ἄρα τὸ προφητικὸν ἐκεῖνο· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ἄρʼ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. ἕκαστος δὲ τούτων κατὰ τὸν μακάριον Δαβὶδ εὐχαριστῶν ψαλλέτω· ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς με εὐφροσύνην καὶ ἀγαλλίασιν· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

So we must not allow the hearers to make their test by comparison, nor hand over the word for examination to those reared in the arts of every kind of speech and in the powers of inflated arguments, whose souls are already preoccupied and have not first been emptied. But when someone chooses from faith to be feasted, he is firm for the reception of the divine words, having faith as a reasonable judgment. And persuasion follows him abundantly from this. And this, then, was that prophetic saying: “If you do not believe, neither will you understand.” “So then, as we have opportunity, let us do good to all, and especially to those of the household of faith.” And let each of these, according to the blessed David, sing with thanksgiving: “You will sprinkle me with hyssop and I shall be clean; you will wash me and I shall be whiter than snow. You will make me hear joy and gladness; the bones that were humbled will rejoice. Turn your face from my sins and blot out my iniquities. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from your presence, and do not take your Holy Spirit from me. Restore to me the joy of your salvation, and strengthen me with a guiding spirit.”

1.1.9Stählin 2:7

Ὁ μὲν οὖν πρὸς παρόντας λέγων καὶ χρόνῳ δοκιμάζει καὶ κρίσει δικάζει καὶ διακρίνει τῶν ἄλλων τὸν οἷόν τε ἀκούειν, ἐπιτηρῶν τοὺς λόγους, τοὺς τρόπους, τὰ ἤθη, τὸν βίον, τὰς κινήσεις, τὰς σχέσεις, τὸ βλέμμα, τὸ φθέγμα, τὴν τρίοδον, τὴν πέτραν, τὴν πατουμένην ὁδόν, τὴν καρποφόρον γῆν, τὴν ὑλομανοῦσαν χώραν, τὴν εὔφορον καὶ καλὴν καὶ γεωργουμένην, τὴν πολυπλασιάσαι τὸν σπόρον δυναμένην. ὁ δὲ διʼ ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν, μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι, μόνης δὲ τῆς τῶν ἐντυγχανόντων ἀπολαύειν σωτηρίας, ἧς οὐδὲ κατὰ τὸ παρὸν μεταλαμβάνει, ἀλλὰ ἐλπίδι ἀπεκδεχόμενος τὴν ἀποδοθησομένην πάντως ἀμοιβὴν παρὰ τοῦ τὸν μισθὸν τοῖς ἐργάταις κατʼ ἀξίαν ἀποδώσειν ὑπεσχημένου. ἀλλʼ οὐδὲ ἀντιμισθίας ἐφίεσθαι χρὴ τῷ εἰς ἄνδρας ἐγγραφομένῳ. οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν διʼ εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων διʼ ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεργὸς σπεύδων ἀπολαβεῖν ἢ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνηθεία; δεῖ δὲ ὡς οἷόν τε τὸν κύριον μιμεῖσθαι. οὗτος δʼ ἂν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεὰν λαβών, δωρεὰν διδούς, μισθὸν ἀξιόλογον ἀπολαμβάνων τὴν πολιτείαν αὐτήν οὐκ εἰσελεύσεται δὲ εἰς τὰ ἅγια μίσθωμα πόρνης φησίν.

The one who speaks to those present tests them by time and judges by discernment, and distinguishes from the others the one able to hear, watching their words, manners, characters, life, movements, bearing, look, and voice: the crossroads, the rock, the trodden path, the fruitful land, the overgrown ground, the fertile, fair, and cultivated soil that can multiply the seed. But the one who speaks through written records consecrates himself to God, crying out in writing: not for gain, not for vainglory, not to be overcome by partiality, not to be enslaved by fear, not to be elated by pleasure, but only to enjoy the salvation of those who read, which he does not even share at present, but awaiting in hope the recompense that will surely be given by the one who has promised to pay the workers their wages according to their worth. But the one enrolled among men should not seek a return either. For has not the one who boasts of his good deed received his reward in good repute? And the one who does any of his duties for a reward, either as a doer of good eager to get it back or as an evildoer avoiding retribution, is he not held fast by worldly custom? One must imitate the Lord as far as possible. And this would be the one who serves the will of God, having received freely and giving freely, receiving as a worthy reward his way of life itself. “The hire of a harlot,” it says, “will not enter into the holy place.”

1.1.10Stählin 2:7–8

ἀπείρηται γοῦν προσφέρειν τῷ θυσιαστηρίῳ ἄλλαγμα κυνός· ὅτῳ δὲ ἀπήμβλυται κακῇ τροφῇ τε καὶ διδασκαλίᾳ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσαν· οἱ διψῶντες, πορεύεσθε ἐφʼ ὕδωρ, Ἡσαΐας λέγει, καὶ πῖνε τὸ ὕδωρ ἀπὸ σῶν ἀγγείων, ὁ Σολομὼν παραινεῖ. ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρʼ ἑτέρων, ἐὰν μὴ πρότερον ὀρύξαντες παρʼ αὑτοῖς ἄχρι τῆς παρθενίου καλουμένης ἄνυδρον εὕρωσι τὴν γῆν. ἀπορίᾳ γὰρ ἐπαρκεῖν δίκαιον, ἀργίαν δὲ ἐφοδιάζειν οὐ καλόν· ᾗ καὶ φορτίον συνεπιτιθέναι μὲν εὔλογον, συγκαθαιρεῖν δὲ οὐ προσήκειν ὁ Πυθαγόρας ἔλεγεν. συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα. πολλοὶ γὰρ ἐν ἡμῖν κατὰ τὸν θεῖον ἀπόστολον ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.

At any rate, it is forbidden to bring to the altar the price of a dog. But the one whose soul's eye has been dimmed toward its proper light by bad nourishment and teaching, let him go to the truth that shows in writing what is unwritten. “You who thirst, come to the water,” says Isaiah; and “Drink water from your own vessels,” Solomon advises. Indeed in the Laws, Plato, the philosopher from the Hebrews, commands farmers not to irrigate or take water from others unless they have first dug on their own land down to what is called the virgin earth and found the ground dry. For it is right to supply want, but it is not good to furnish idleness with provisions; as Pythagoras too said that it is reasonable to help load a burden, but not fitting to help take it off. And Scripture kindles the spark of the soul and directs its proper eye to contemplation, perhaps implanting something, like the farmer who grafts, but also stirring up what is already there. For “many among us,” according to the divine apostle, “are weak and sick, and a good number sleep. But if we judged ourselves, we would not be judged.”

1.1.11Stählin 2:8–9

Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία. ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιογραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων, ὧν κατηξιώθην ἐπακοῦσαι, λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι ἀξιολόγων. τούτων ὃ μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, οἳ δὲ ἐπὶ τῆς μεγάλης Ἑλλάδος (τῆς κοίλης θάτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπʼ Αἰγύπτου). ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν· καὶ ταύτης ὃ μὲν τῆς τῶν Ἀσσυρίων. ὃ δὲ ἐν Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν· ὑστάτῳ δὲ περιτυχὼν (δυνάμει δὲ οὗτος πρῶτος ἦν) ἀνεπαυσάμην. ἐν Αἰγύπτῳ θηράσας λεληθότα. Σικελικὴ τῷ ὄντι ἡ μέλιττα προφητικοῦ τε καὶ ἀποστολικοῦ λειμῶνος τὰ ἄνθη δρεπόμενος ἀκήρατόν τι γνώσεως χρῆμα ταῖς τῶν ἀκροωμένων ἐνεγέννησε ψυχαῖς. Ἀλλʼ οἳ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σῴζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου τε καὶ Ἰακώβου Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεχόμενος (ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα.

This treatise is not a writing artfully composed for display; but my notes are stored up for old age, a remedy against forgetfulness, simply an image and outline of those vivid and living words that I was counted worthy to hear, and of blessed and truly remarkable men. Of these, one was in Greece, the Ionian; others in Magna Graecia (one of them was from Coele-Syria, the other from Egypt); others in the East, and of these one was from the land of the Assyrians, the other a Hebrew in Palestine by origin. When I met the last (he was first in power), having hunted him out hidden in Egypt, I found rest. He, the true Sicilian bee, gathering the flowers of the prophetic and apostolic meadow, produced in the souls of his hearers an undefiled treasure of knowledge. These men, preserving the true tradition of the blessed teaching directly from Peter and James, John and Paul, the holy apostles, son receiving it from father (but few are like their fathers), came by God's will even to us, to deposit those ancestral and apostolic seeds.

1.1.12Stählin 2:9

καὶ εὖ οἶδʼ ὅτι ἀγαλλιάσονται, οὐχὶ τῇ ἐκφράσει ἡσθέντες λέγω τῇδε, μόνῃ δὲ τῇ κατὰ τὴν ὑποσημείωσιν τηρήσει. ποθούσης γὰρ οἶμαι ψυχῆς τὴν μακαρίαν παράδοσιν ἀδιάδραστον φυλάττειν ἡ τοιάδε ὑποτύπωσις· ἀνδρὸς δὲ φιλοῦντος σοφίαν εὐφρανθήσεται πατήρ. τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δὲ εἰς φθορὰν ὧν μεταλαμβάνει οὐδείς. καὶ τὸν σίδηρον ἡ χρῆσις καθαρώτερον φυλάσσει, ἡ δὲ ἀχρηστία ἰοῦ τούτῳ γεννητική. συνελόντι γὰρ φάναι ἡ συγγυμνασία ἕξιν ἐμποιεῖ ὑγιεινὴν καὶ πνεύμασι καὶ σώμασιν. οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν, ἀλλʼ ἐπὶ τῆς λυχνίας φαίνει τοῖς τῆς ἑστιάσεως τῆς αὐτῆς κατηξιωμένοις. τί γὰρ ὄφελος σοφίας μὴ σοφιζούσης τὸν οἷόν τε ἐπαΐειν; ἔτι τε καὶ ὁ σωτὴρ σῴζει αἰεὶ καὶ αἰεὶ ἐργάζεται, ὡς βλέπει τὸν πατέρα. διδάσκων τις μανθάνει πλεῖον καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ἐπακούουσιν αὐτοῦ· εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον.

And I know well that they will rejoice; I do not mean pleased with this exposition, but only with its preservation in outline. For such a sketch is, I think, the work of a soul longing to keep the blessed tradition from escaping. “The father of a man who loves wisdom will be glad.” Wells, when drawn from, give clearer water, but those from which no one takes turn foul. Use keeps iron cleaner, but disuse breeds rust in it. In short, joint exercise produces a healthy condition in both spirits and bodies. “No one lights a lamp and puts it under the measure, but on the lampstand,” where it gives light to those counted worthy of the same feast. For what use is wisdom that does not make wise the one able to hear? And further, the Savior always saves and always works, as he sees the Father. The one who teaches learns more, and in speaking often listens together with those who hear him; for the teacher of both speaker and hearer is one, who is the fountain of both mind and word.

1.1.13Stählin 2:9–10

ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ † σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώρηκεν. αὐτίκα οὐ πολλοῖς ἀπεκάλυψεν ἃ μὴ πολλῶν ἦν, ὀλίγοις δέ, οἷς προσήκειν ἠπίστατο, τοῖς οἵοις τε ἐκδέξασθαι καὶ τυπωθῆναι πρὸς αὐτά· τὰ δὲ ἀπόρρητα, καθάπερ ὁ θεός, λόγῳ πιστεύεται, οὐ γράμματι. κἄν τις λέγῃ γεγράφθαι οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, ἀκουσάτω καὶ παρʼ ἡμῶν, ὅτι τῷ κρυπτῶς ἐπαΐοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου, καὶ τῷ παρακεκαλυμμένως τὰ παραδιδόμενα οἵῳ τε παραλαμβάνειν δηλωθήσεται τὸ κεκαλυμμένον ὡς ἡ ἀλήθεια, καὶ τὸ τοῖς πολλοῖς κρυπτόν, τοῦτο τοῖς ὀλίγοις φανερὸν γενήσεται· ἐπεὶ διὰ τί μὴ πάντες ἴσασι τὴν ἀλήθειαν; διὰ τί δὲ μὴ ἠγαπήθη ἡ δικαιοσύνη, εἰ πάντων ἡ δικαιοσύνη; ἀλλὰ γὰρ τὰ μυστήρια μυστικῶς παραδίδοται, ἵνα ᾖ ἐν στόματι λαλοῦντος καὶ ᾧ λαλεῖται, μᾶλλον δὲ οὐκ ἐν φωνῇ, ἀλλʼ ἐν τῷ νοεῖσθαι. δέδωκεν δὲ ὁ θεὸς τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.

Hence the Lord did not forbid … to rest from good, but permitted sharing the divine mysteries and that holy light with those able to receive them. Thus he did not reveal to many what did not belong to many, but to few, to whom he knew it was fitting, those able to receive them and be molded by them. But the secret things, like God himself, are entrusted to speech, not to writing. And if someone says it is written, “There is nothing hidden that will not be revealed, nor covered that will not be uncovered,” let him hear from us too that by this saying he foretold that the hidden would be revealed to the one who hears in secret, and that what is covered, like the truth, would be shown to the one able to receive in a veiled way what is handed on; and what is hidden from the many will become plain to the few. For why do not all know the truth? And why was righteousness not loved, if righteousness belongs to all? But the mysteries are handed on mystically, so that they may be in the mouth of the speaker and of the one to whom he speaks, or rather not in the voice but in the understanding. “And God has given to the church some as apostles, some as prophets, some as evangelists, some as shepherds and teachers, for the equipping of the saints, for the work of ministry, for the building up of the body of Christ.”

1.1.14Stählin 2:10–11

Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδʼ ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δʼ ἂν εἴη ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα· σοφῷ γάρ, φησί, λάλει, καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔχοντι δὲ προστεθήσεται. ἐπαγγέλλεται δὲ οὐχ ὥστε ἑρμηνεῦσαι τὰ ἀπόρρητα ἱκανῶς, πολλοῦ γε καὶ δεῖ, μόνον δὲ τὸ ὑπομνῆσαι, εἴτε ὁπότε ἐκλαθοίμεθα εἴτε ὅπως μηδʼ ἐκλανθανώμεθα. πολλὰ δὲ εὖ οἶδα παρερρύηκεν ἡμᾶς χρόνου μήκει ἀγράφως διαπεσόντα. ὅθεν τὸ ἀσθενὲς τῆς μνήμης τῆς ἐμῆς ἐπικουφίζων, κεφαλαίων συστηματικὴν ἔκθεσιν μνήμης ὑπόμνημα σωτήριον πορίζων ἐμαυτῷ, ἀναγκαίως κέχρημαι τῇδε τῇ ὑποτυπώσει. ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ ἃ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις, ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθορῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέροσε σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν. οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν καίτοι ἀνέκδοτα ὑπό γʼ ἐμοῦ μεμενηκότα. κυλιόμενα δὲ ἀεὶ μόνῃ μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται· δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου του εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος.

The writing of these notes of mine, I know well, is weak compared with that grace-filled spirit which we were counted worthy to hear; but it would be an image recalling the archetype to one who has been struck by the thyrsus. “For speak to a wise man,” it says, “and he will become wiser”; and “to the one who has, more will be given.” It promises not to interpret the secret things adequately (far from it), but only to remind, whether when we forget or so that we may not forget. Many things, I know well, have slipped away from us through length of time, having fallen away unwritten. Hence, relieving the weakness of my memory, and providing myself with a systematic exposition of chief points as a saving reminder, I have necessarily used this sketch. There are some things we did not even remember (for great was the power of those blessed men); there are also things that, left unnoted over time, have now escaped; and others were being extinguished, withering in the mind itself, since such a ministry is not easy for those not approved. These I rekindle in my notes; some I deliberately pass over, choosing with understanding, afraid to write what I refrained even from saying, not out of grudging (for that is not lawful), but fearing for my readers, lest they stumble in another direction and we be found, as the proverb says, holding out a sword to a child. For it is impossible for what has been written not to get out, even if it remains unpublished by me. And being always rolled out, using only the one written voice, it answers nothing more than what is written to the one who questions it; for of necessity it needs a helper, either its author or someone else who has walked in the same track.

1.1.15Stählin 2:11

ἔστι δὲ ἃ καὶ αἰνίξεταί μοι γραφή, καὶ τοῖς μὲν παραστήσεται, τὰ δὲ μόνον ἐρεῖ, πειράσεται δὲ καὶ λανθάνουσα εἰπεῖν καὶ ἐπικρυπτομένη ἐκφῆναι καὶ δεῖξαι σιωπῶσα. τά τε παρὰ τῶν ἐπισήμων δογματιζόμενα αἱρέσεων παραθήσεται, καὶ τούτοις ἀντερεῖ πάνθʼ ὅσα προοικονομηθῆναι καθήκει τῆς κατὰ τὴν ἐποπτικὴν θεωρίαν γνώσεως, ἣ προβήσεται ἡμῖν κατὰ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν, τὰ ἀναγκαίως ἔχοντα προδιαληφθῆναι τῆς φυσικῆς θεωρίας προπαρατιθεμένη καὶ τὰ ἐμποδὼν ἱστάμενα τῇ ἀκολουθίᾳ προαπολυομένη, ὡς ἑτοίμους ἔχειν τὰς ἀκοὰς πρὸς τὴν παραδοχὴν τῆς γνωστικῆς παραδόσεως προκεκαθαρμένης τῆς γῆς ἀπό τε τῶν ἀκανθῶν καὶ τῆς πόας ἁπάσης γεωργικῶς εἰς καταφύτευσιν ἀμπελῶνος. ἀγὼν γὰρ καὶ ὁ προαγὼν καὶ μυστήρια τὰ πρὸ μυστηρίων, οὐδὲ ὀκνήσει συγχρήσασθαι φιλοσοφίας καὶ τῆς ἄλλης προπαιδείας τοῖς καλλίστοις τὰ ὑπομνήματα ἡμῖν. οὐ γὰρ μόνον διʼ Ἑβραίους καὶ τοὺς ὑπὸ νόμον κατὰ τὸν ἀπόστολον εὔλογον Ἰουδαῖον γενέσθαι, ἀλλὰ καὶ διὰ τοὺς Ἕλληνας Ἕλληνα, ἵνα πάντας κερδάνωμεν. κἀν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ νουθετοῦντες γράφει πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ.

There are also things that my writing will hint at; with some it will linger, others it will only mention; it will try to speak while escaping notice, to reveal while concealing, and to show while keeping silent. It will set out the doctrines of the notable heresies and answer them with everything that must be prepared in advance for the knowledge that belongs to the highest contemplation, which will advance for us, according to the glorious and venerable rule of the tradition, as we proceed from the creation of the world. It will first set out what needs to be discussed beforehand of natural science and clear away first what stands in the way of the sequence, so as to have ears ready to receive the tradition of knowledge, the ground having first been cleared, as by a farmer, of thorns and every weed, for the planting of a vineyard. For there is a contest before the contest and mysteries before mysteries. Nor will our notes hesitate to make use of the finest parts of philosophy and of other preliminary education. For, according to the apostle, it is reasonable to become a Jew not only because of the Hebrews and those under the law, but also a Greek because of the Greeks, “that we may gain all.” And in the letter to the Colossians he writes, “admonishing every man and teaching in all wisdom, that we may present every man perfect in Christ.”

1.1.16Stählin 2:11–12

ἁρμόζει δὲ καὶ ἄλλως τῇ τῶν ὑπομνημάτων ὑποτυπώσει τὸ γλαφυρὸν τῆς θεωρίας. αὐτίκα καὶ ἡ τῆς χρηστομαθίας περιουσία οἷον ἥδυσμά τί ἐστιν παραπεπλεγμένον ἀθλητοῦ βρώματι, οὐ τρυφητιῶντος, ὄρεξιν δὲ ἀγαθὴν φιλοτιμίᾳ λαμβάνοντος. ψάλλοντες γοῦν τὸ ὑπέρτονον τῆς σεμνότητος ἐμμελῶς ἀνίεμεν. καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλῆσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κἀνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις διὸ δὴ παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρʼ ἕκαστα αὐτοῖς διʼ ὧν μᾶλλον οἱ ἀκούοντες ἐπιστραφήσονται. καὶ δὴ συνελόντι φάναι (ἐν πολλοῖς γὰρ τοῖς μαργαρίταις τοῖς μικροῖς ὁ εἷς, ἐν δὲ πολλῇ τῇ τῶν ἰχθύων ἄγρᾳ ὁ κάλλιχθυς) χρόνῳ τε καὶ πόνῳ τἀληθὲς ἐκλάμψει ἀγαθοῦ παρατυχόντος βοηθοῦ· διʼ ἀνθρώπων γὰρ θεόθεν αἱ πλεῖσται εὐεργεσίαι χορηγοῦνται.

The elegance of learning also suits, in another way, the sketch of the notes. Thus the abundance of liberal learning is like a sauce mixed with an athlete's food, an athlete not given to luxury, but taking a good appetite with ambition. At any rate, in singing we harmoniously relax the overstrained tone of solemnity. And as those who wish to address a people often do so through a herald, so that what is said may be better heard, so here too (for our word, spoken before the tradition itself, is to many) we must set out the familiar opinions and sayings that ring out to them on each point, by which the hearers will be more readily turned. And in short (for among many small pearls there is the one, and in a great catch of fish the beautiful fish), with time and labor the truth will shine out, if a good helper is at hand; for most benefits are supplied from God through human beings.

1.1.17Stählin 2:12

πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα. αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρός τε καὶ ὁ ποιμήν· ὃ μὲν γὰρ εἰ πῖόν ἐστι πολυπραγμονεῖ, ὃ δὲ εἰς εὐγονίαν τηρεῖ. τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω, εἰ σκέπης δεῖται. ὧδέ μοι καὶ τῆς Ἑλληνικῆς χρηστομαθίας ὁ καρπὸς προχωρείτω. οὐκ οἶμαι γάρ τινα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ᾗ μηδεὶς ἀντερεῖ, ἀλλʼ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ. καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, ἀλλʼ ἣν οὐδεὶς εὐλόγως καταμέμψεται. οὐκ εὐθὺς δʼ εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει. οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρῄζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθʼ ὁ ἐρρωμένος ἀναλήψεως. καθάπερ δʼ οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρʼ Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.

All of us who use our eyes see what falls before them, but different people for different purposes. Thus the cook and the shepherd do not view a sheep in the same way: the one inquires whether it is fat, the other watches it for good breeding. Let someone milk the sheep if he needs food, and shear its fleece if he needs covering. In this way let the fruit of Greek learning come forward for me. For I do not think anyone considers a writing so fortunate that no one will speak against it; but that one must be thought reasonable which no one will reasonably speak against. And so the action and choice to be approved is not the one without blame, but the one no one will reasonably blame. And if someone does not do a thing as his primary aim, it does not immediately follow that he does it under constraint; rather, he will act, managing something with divine wisdom and accommodating himself. For neither does the one who has virtue still need the road to virtue, nor does the healthy man need recovery. And as farmers first water the ground, so we too first water the earthy part of the Greeks with the drinkable water of their own writings, so that they may receive the spiritual seed that is sown and be able easily to nourish it.

1.1.18Stählin 2:13

Περιέξουσι δὲ οἱ Στρωματεῖς ἀναμεμιγμένην τὴν ἀλήθειαν τοῖς φιλοσοφίας δόγμασι, μᾶλλον δὲ ἐγκεκαλυμμένην καὶ ἐπικεκρυμμένην, καθάπερ τῷ λεπύρῳ τὸ ἐδώδιμον τοῦ καρύου· ἁρμόζει γάρ, οἶμαι, τῆς ἀληθείας τὰ σπέρματα μόνοις φυλάσσεσθαι τοῖς τῆς πίστεως γεωργοῖς. οὐ λέληθεν δέ με καὶ τὰ θρυλούμενα πρός τινων ἀμαθῶς ψοφοδεῶν χρῆναι λεγόντων περὶ τὰ ἀναγκαιότατα καὶ συνέχοντα τὴν πίστιν καταγίνεσθαι, τὰ δὲ ἔξωθεν καὶ περιττὰ ὑπερβαίνειν μάτην ἡμᾶς τρίβοντα καὶ κατέχοντα περὶ τοῖς οὐδὲν συμβαλλομένοις πρὸς τὸ τέλος. οἳ δὲ καὶ πρὸς κακοῦ οὖσαν τὴν φιλοσοφίαν εἰσδεδυκέναι τὸν βίον νομίζουσιν ἐπὶ λύμῃ τῶν ἀνθρώπων πρός τινος εὑρετοῦ πονηροῦ. ἐγὼ δὲ ὅτι μὲν ἡ κακία κακὴν φύσιν ἔχει καὶ οὔποτʼ ἂν καλοῦ τινος ὑποσταίη γεωργὸς γενέσθαι, παρʼ ὅλους ἐνδείξομαι τοὺς Στρωματεῖς, αἰνισσόμενος ἁμῇ γέ πῃ θείας ἔργον προνοίας καὶ φιλοσοφίαν.

The Stromata will contain the truth mixed with the doctrines of philosophy, or rather covered and hidden in them, as the edible part of the nut is in the shell; for it is fitting, I think, that the seeds of the truth be kept for the farmers of faith alone. I am not unaware of what is bandied about by some who are ignorantly timid, who say that we should occupy ourselves with what is most necessary and what holds the faith together, and pass over what is external and superfluous, which wears us out in vain and detains us with things that contribute nothing to the end. Others even think that philosophy entered life for evil, for the ruin of mankind, by some wicked inventor. But I will show throughout the Stromata that vice has an evil nature and could never become a farmer of anything good, hinting at the same time that philosophy too is in some way the work of divine providence.

Miscellanies 1, chapter 2

1.2.19Stählin 2:13

ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὔχρηστος ἡ τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστος· ἔπειτα οὐδὲ καταψηφίσασθαι τῶν Ἑλλήνων οἷόν τε ψιλῇ τῇ περὶ τῶν δογματισθέντων αὐτοῖς χρωμένους φράσει, μὴ συνεμβαίνοντας εἰς τὴν κατὰ μέρος ἄχρι συγγνώσεως ἐκκάλυψιν. πιστὸς γὰρ εὖ μάλα ὁ μετʼ ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων. πολλὰ δʼ οὖν καὶ μὴ συμβαλλόμενα εἰς τέλος συγκοσμεῖ τὸν τεχνίτην. καὶ ἄλλως ἡ πολυμαθία διασυστατικὴ τυγχάνει τοῦ παρατιθεμένου τὰ κυριώτατα τῶν δογμάτων πρὸς πειθὼ τῶν ἀκροωμένων καὶ θαυμασμὸν ἐγγεννῶσα τοῖς κατηχουμένοις καὶ πρὸς τὴν ἀλήθειαν συνίστησιν.

About my notes, which at the necessary times include Greek opinion, I say this much to the fault-finders. First, even if philosophy were useless, if the demonstration of its uselessness is useful, it is useful. Next, one cannot even condemn the Greeks using bare statement about their doctrines, without entering into a detailed exposure of them to the point of understanding. For refutation with experience is very trustworthy, since knowledge of what is condemned is found to be the most perfect proof. Many things, even if they do not contribute to the end, adorn the craftsman. And besides, wide learning commends the one who sets out the chief doctrines, for the persuasion of his hearers, and, producing admiration in the catechumens, it also recommends the truth.

1.2.20Stählin 2:13–14

ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, διʼ ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐτοὺς δοκεῖν τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀποσπᾶσθαι τῆς πίστεως, οἷον ὑπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλʼ ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι. ναὶ μὴν καὶ ἡ συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, διʼ ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν ἡμῶν βέβαιον λαμβανόντων πεῖσμα τῆς ἀληθοῦς καταλήψεως διὰ τῆς τῶν ὑπονοουμένων ἐπιστήμης. σιωπῶ γὰρ ὅτι οἱ Στρωματεῖς τῇ πολυμαθίᾳ σωματοποιούμενοι κρύπτειν ἐντέχνως τὰ τῆς γνώσεως βούλονται σπέρματα.

Such attraction is trustworthy, by which lovers of learning receive the truth veiled; so that they do not think philosophy ruins life as a maker of false things and base deeds, as some have slandered it, when it is a clear image of the truth, a divine gift given to the Greeks; and so that we are not drawn away from the faith, as though bewitched by some deceitful art, but, so to speak, using a wider circuit, may at the same time provide a certain joint exercise of faith that is demonstrative. Indeed, the connection of doctrines through comparison woos the truth, and knowledge follows from it; not that philosophy came in as the primary reason, but because of the fruit that comes from knowledge, as we receive firm persuasion of true apprehension through the understanding of what is hinted at. I say nothing of the fact that the Stromata, embodied in wide learning, wish artfully to hide the seeds of knowledge.

1.2.21Stählin 2:14

καθάπερ οὖν ὁ τῆς ἄγρας ἐρωτικὸς ζητήσας, ἐρευνήσας, ἀνιχνεύσας, κυνοδρομήσας αἱρεῖ τὸ θηρίον, οὕτω καὶ τἀληθὲς γλυκύτητι φαίνεται ζητηθὲν καὶ πόνῳ πορισθέν. τί δή ποτʼ οὖν ὧδε διατετάχθαι φίλον ἔδοξεν εἶναι τοῖς ὑπομνήμασιν; ὅτι μέγας ὁ κίνδυνος τὸν ἀπόρρητον ὡς ἀληθῶς τῆς ὄντως φιλοσοφίας λόγον ἐξορχήσασθαι τούτοις, οἳ ἀφειδῶς πρὸς πάντα μὲν ἀντιλέγειν ἐθέλουσιν οὐκ ἐν δίκῃ, πάντα δὲ ὀνόματα καὶ ῥήματα ἀπορρίπτουσιν οὐδαμῶς κοσμίως, αὑτούς τε ἀπατῶντες καὶ τοὺς ἐχομένους αὐτῶν γοητεύοντες. Ἑβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν, ᾗ φησιν ὁ ἀπόστολος, Ἕλληνες δὲ σοφίαν ζητοῦσι.

As, then, one passionate about hunting takes his quarry after seeking, searching, tracking, and running with hounds, so the truth appears sweet when it has been sought and procured with labor. Why, then, did it seem good to arrange the notes in this way? Because it is a great danger to divulge the truly secret word of the true philosophy to those who wish to contradict everything without restraint and unjustly, and who throw out all names and words in no orderly way, deceiving themselves and bewitching those who follow them. “For the Jews ask for signs,” as the apostle says, “and the Greeks seek wisdom.”

Miscellanies 1, chapter 3

1.3.22Stählin 2:14–15

Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τιθέμενοι, οἳ δέ τινες σφᾶς αὐτοὺς ἐπαίροντες διαβολὰς τοῖς λόγοις ἐξευρίσκειν βιάζονται, ζητήσεις ἐριστικὰς ἐκπορίζοντες, λεξειδίων θηράτορες, ζηλωταὶ τεχνυδρίων, ἐριδαντέες καὶ ἱμαντελικτέες, ὡς ὁ Ἀβδηρίτης ἐκεῖνός φησιν· στρεπτὴ γὰρ γλῶσσα, φησί, βροτῶν· πολέες δʼ ἔνι μῦθοι· παντοίων ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. καί· ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. ταύτῃ γοῦν ἐπαιρόμενοι τῇ τέχνῃ οἱ κακοδαίμονες σοφισταὶ τῇ σφῶν αὐτῶν στωμυλλόμενοι τερθρείᾳ, ἀμφὶ τὴν διάκρισιν τῶν ὀνομάτων καὶ τὴν ποιὰν τῶν λέξεων σύνθεσίν τε καὶ περιπλοκὴν τὸν πάντα πονούμενοι βίον τρυγόνων ἀναφαίνονται λαλίστεροι· κνήθοντες καὶ γαργαλίζοντες οὐκ ἀνδρικῶς, ἐμοὶ δοκεῖν, τὰς ἀκοὰς τῶν κνήσασθαι γλιχομένων, ποταμὸς ἀτεχνῶς ῥημάτων, νοῦ δὲ σταλαγμός. ἀμέλει καὶ καθάπερ τῶν παλαιῶν ὑποδημάτων τὰ μὲν ἄλλα αὐτοῖς ἀσθενεῖ καὶ διαρρεῖ, μόνη δὲ ἡ γλῶσσα ὑπολείπεται.

Great is the crowd of this kind. Some of them, enslaved to pleasures and wishing to disbelieve, laugh at the truth that is worthy of all reverence, treating the barbarian as a joke. Others, exalting themselves, strive to invent slanders against our words, producing contentious questions, hunters of trifling phrases, zealots for petty arts, wranglers and strap-twisters, as the famous Abderite says. For “twisting is the tongue of mortals,” he says, “and many are the words in it; wide is the range of words of every kind, this way and that”; and “whatever word you speak, such will you hear.” Elated, then, by this art, the wretched sophists, babbling with their own chicanery, laboring their whole life over the distinction of names and the composition and interweaving of words, appear more talkative than turtledoves; tickling and titillating, not manfully, in my opinion, the ears of those who long to be tickled; simply a river of words, but a drop of sense. Indeed, as with old shoes, all the rest of them is weak and falling apart, and only the tongue is left.

1.3.23Stählin 2:15

παγκάλως ὁ Ἀθηναῖος ἀποτείνεται καὶ γράφει Σόλων· εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός· ὑμῶν δὲ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δὲ ὑμῖν χαῦνος ἔνεστι νόος. τοῦτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνή· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· μόνῳ γάρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον τῶν ὄντων. ὁ χρηστὸς καὶ ἥμερος λόγος. ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· κύριος γὰρ μόνος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι, σοφοὺς δή που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς.

Very finely does Solon the Athenian inveigh against them and write: “For you look to the tongue and the words of a wily man; each one of you walks in the tracks of a fox, but in all of you together there is an empty mind.” This, I think, is what that saving word hints at: “The foxes have holes, but the Son of Man has nowhere to lay his head.” For only on the believer, I think, who is completely distinguished from the others called beasts by Scripture, does the Head of all things rest: the kind and gentle Word, “who catches the wise in their craftiness.” “For the Lord alone knows the reasonings of the wise, that they are futile,” Scripture calling “wise” the sophists who are excessive about words and arts.

1.3.24Stählin 2:15–16

ὅθεν οἱ Ἕλληνες καὶ αὐτοὶ τοὺς περὶ ὁτιοῦν πολυπράγμονας σοφοὺς ἅμα καὶ σοφιστὰς παρωνύμως κεκλήκασι. Κρατῖνος γοῦν ἐν τοῖς Ἀρχιλόχοις ποιητὰς καταλέξας ἔφη· οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. Ἰοφῶν τε ὁμοίως ὡς ὁ κωμικὸς ἐν Αὐλῳδοῖς σατύροις ἐπὶ ῥαψῳδῶν καὶ ἄλλων τινῶν λέγει· καὶ γὰρ εἰσελήλυθεν πολλῶν σοφιστῶν ὄχλος ἐξηρτυμένος. ἐπὶ τούτων καὶ τῶν παραπλησίων ὅσοι τοὺς κενοὺς μεμελετήκασι λόγους ἡ θεία γραφὴ παγκάλως λέγει· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

Hence the Greeks themselves have called those who busy themselves about anything both “wise” and, by a related name, “sophists.” At any rate Cratinus, in his Archilochuses, listing poets, said, “What a swarm of sophists you have stirred up!” And Iophon too, just like the comic poet, in The Flute-Singing Satyrs says of rhapsodes and some others, “For a crowd of many sophists has come in, all equipped.” About these and those like them, who have practiced empty words, divine Scripture says very finely, “I will destroy the wisdom of the wise, and the understanding of the prudent I will set aside.”

Miscellanies 1, chapter 4

1.4.25Stählin 2:16

Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δʼ οὔτʼ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτʼ ἀροτῆρα, οὔτʼ ἄλλως τι σοφόν, πάσης δʼ ἡμάρτανε τέχνης. Ἡσίοδος γὰρ τὸν κιθαριστὴν Λίνον παντοίας σοφίας δεδαηκότα εἰπὼν καὶ ναύτην οὐκ ὀκνεῖ λέγειν σοφόν, οὔτε τι ναυτιλίης σεσοφισμένον γράφων. Δανιὴλ δὲ ὁ προφήτης τὸ μυστήριον φησὶν ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλʼ ἔστι θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων. καὶ δὴ τοὺς Βαβυλῶνος σοφοὺς προσαγορεύει. ὅτι δὲ σοφίαν ὁμωνύμως καλεῖ ἡ γραφὴ πᾶσαν τὴν κοσμικὴν εἴτε ἐπιστήμην εἴτε τέχνην, πολλαὶ δέ εἰσιν αἱ κατʼ ἐπισύνθεσιν ἀνθρωπίνῳ λογισμῷ ἐπινενοημέναι, καὶ ὡς θεόθεν ἡ τεχνικὴ καὶ ἡ σοφὴ ἐπίνοια, σαφὲς ἔσται παραθεμένοις τήνδε τὴν λέξιν· καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ ἀνακέκληκα τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρί, τὸν Ὤρ, τῆς φυλῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ, διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον, καὶ τὰ λιθουργικὰ καὶ τεκτονικὴν τῶν ξύλων, ἐργάζεσθαι ἕως κατὰ πάντα τὰ ἔργα.

Homer calls even a carpenter wise, and of Margites, if the poem is really his, he writes something like this: “The gods made him neither a digger nor a plowman, nor wise in anything else; he failed in every art.” And Hesiod, having said that Linus the lyre-player was “skilled in every kind of wisdom,” does not hesitate to call a sailor wise, writing, “not at all wise in seamanship.” And Daniel the prophet says, “The mystery that the king asks, it is not in the power of the wise, the magi, the enchanters, the Gazarenes to declare to the king; but there is a God in heaven who reveals.” And indeed he calls the Babylonians “wise.” That Scripture calls every worldly science or art by the common name “wisdom” (and there are many devised by combination through human reasoning), and that artistic and wise invention comes from God, will be clear if we set out this passage: “And the Lord spoke to Moses, saying, ‘See, I have called Bezalel the son of Uri, son of Hur, of the tribe of Judah, and I have filled him with the divine spirit of wisdom and understanding and knowledge in every work, to devise and to direct the building, to work gold and silver and bronze, blue, purple, and scarlet, and stonework and carpentry in wood, to work in all kinds of works.’”

1.4.26Stählin 2:16–17

ἔπειτα ἐπιφέρει καθολικὸν δὴ λόγον· καὶ παντὶ τῷ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, τουτέστιν τῷ οἵῳ τε ἐπιδέξασθαι πόνῳ καὶ συνασκήσει. πάλιν τε αὖ διαρρήδην ἐξ ὀνόματος κυρίου γέγραπται· καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεῦμα αἰσθήσεως· ἔχουσι μέν τι οἰκεῖον φύσεως ἰδίωμα οἱ σοφοὶ τῇ διανοίᾳ, λαμβάνουσι δὲ πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν, ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός, καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθʼ ἣν τῶν μέτρων οἱ ποιηταὶ καὶ τῆς λέξεως οἱ σοφισταὶ καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατʼ αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξει δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις.

Then he adds a general statement: “And to everyone understanding in heart I have given understanding,” that is, to the one able to receive it through labor and exercise. And again it is written expressly in the name of the Lord: “And you, speak to all who are wise in mind, whom I have filled with the spirit of perception.” Those wise in mind have some proper natural quality, and, when they have made themselves fit, they receive from the supreme wisdom a twofold spirit of perception. For those who pursue the mechanical arts enjoy a surplus in the senses: the one commonly called a musician in hearing, the modeler in touch, the singer in voice, the perfumer in smell, the engraver of images on seals in sight. And those occupied with education are supplied with a shared perception, by which the poets grasp meters, the sophists style, the dialecticians syllogisms, and the philosophers their own kind of contemplation. For perception is inventive and creative, persuasively urging one to apply oneself; and exercise toward knowledge increases the application.

1.4.27Stählin 2:17

εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία. ἐὰν γὰρ τὴν φρόνησιν τήν τε αἴσθησιν ἐπικαλέσῃ μεγάλῃ τῇ φωνῇ καὶ ζητήσῃς αὐτὴν ὥσπερ ἀργυρίου θησαυροὺς καὶ προθύμως ἐξιχνιάσῃς, νοήσεις θεοσέβειαν καὶ αἴσθησιν θείαν εὑρήσεις, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ φιλοσοφίαν αἰσθήσεως εἴρηκεν ὁ προφήτης, ἣν μεγαλοφυῶς καὶ μεγαλοπρεπῶς ἐξερευνᾶν διδάσκει εἰς τὴν ἐπὶ τὴν θεοσέβειαν προκοπήν. ἀντέθηκεν οὖν αὐτῇ τὴν ἐν θεοσεβείᾳ αἴσθησιν, τὴν γνῶσιν αἰνισσόμενος καὶ τάδε λέγων· ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησίν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν· τοῖς γὰρ ὑπὸ φιλοσοφίας δεδικαιωμένοις βοήθεια θησαυρίζεται καὶ ἡ εἰς θεοσέβειαν συναίσθησις.

Fittingly, then, the apostle has called the wisdom of God “manifold,” showing its power for our benefit “in many parts and in many ways”: through art, through knowledge, through faith, through prophecy. For “all wisdom is from the Lord and is with him forever,” as the Wisdom of Jesus says. “For if you call for prudence and perception with a loud voice, and seek it like treasures of silver and eagerly track it out, you will understand godliness and find divine perception.” The prophet said this by contrast with the perception that comes by philosophy, which he teaches us to search out magnanimously and magnificently for advancement toward godliness. He set against it, then, the perception that is in godliness, hinting at knowledge, and saying this: “For God gives wisdom from his own mouth, perception together with prudence, and stores up help for the righteous.” For to those justified by philosophy, help is stored up, the perception that leads to godliness.

Miscellanies 1, chapter 5

1.5.28Stählin 2:17–18

Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν διʼ ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα. πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ θεός, ἀλλὰ τῶν μὲν κατὰ προηγούμενον ὡς τῆς τε διαθήκης τῆς παλαιᾶς καὶ τῆς νέας, τῶν δὲ κατʼ ἐπακολούθημα ὡς τῆς φιλοσοφίας. τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας· ἐπαιδαγώγει γὰρ καὶ αὕτη τὸ Ἑλληνικὸν ὡς ὁ νόμος τοὺς Ἑβραίους εἰς Χριστόν. προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ τελειούμενον. αὐτίκα τὴν σοφίαν ὁ Σολομὼν περιχαράκωσον φησίν, καὶ ὑπερυψώσει σε· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε, ἐπεὶ κἂν σὺ τῷ θριγκῷ ὑπεροχυρώσας αὐτὴν διὰ φιλοσοφίας καὶ πολυτελείας ὀρθῆς ἀνεπίβατον τοῖς σοφισταῖς τηρήσαις.

Before the Lord's coming, then, philosophy was necessary to the Greeks for righteousness; and now it becomes useful for godliness, being a kind of preliminary training for those who reap faith through demonstration. For “your foot will not stumble,” it says, if you refer good things to providence, whether they are Greek or ours. For God is the cause of all good things, but of some primarily, like the old and the new covenant, and of others consequentially, like philosophy. And perhaps it was given primarily to the Greeks at that time, before the Lord called the Greeks too; for it too was a schoolmaster to bring the Greek mind to Christ, as the law was for the Hebrews. Philosophy, then, is a preparation, paving the way for the one who is being perfected by Christ. Thus Solomon says, “Fortify wisdom, and it will exalt you; and it will shield you with a crown of delight”; since you too, having fortified it with a wall through philosophy and right expenditure, may keep it unassailable by the sophists.

1.5.29Stählin 2:18–19

μία μὲν οὖν ἡ τῆς ἀληθείας ὁδός, ἀλλʼ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμὸν ἐκρέουσι τὰ ῥεῖθρα ἄλλα ἄλλοθεν. ἐνθέως οὖν ἄρα εἴρηται· ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους, φησίν, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ τῆς αὐτῆς ἐκβλύζουσαι γῆς. οὐ δὴ μόνον ἑνός τινος δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδούς, μηνύων ὧδέ πως· αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν. εἶεν δʼ ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς. Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; ἠθέλησε μέν, οὐκ ἠδυνήθη δέ· ποσάκις δὲ ἢ ποῦ; δίς, διά τε προφητῶν καὶ διὰ τῆς παρουσίας. πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ ποσάκις ἐνδείκνυται λέξις, καὶ καθʼ ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι, ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην. κἄν τις βιαζόμενος λέγῃ· μὴ πρόσεχε φαύλῃ γυναικί, μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, τὴν Ἑλληνικὴν εἶναι παιδείαν, ἐπακουσάτω τῶν ἑξῆς· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, φησί, φιλοσοφία δὲ οὐ κολακεύει. τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶς· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. μακρὰν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ προῇ ἄλλοις τὴν σὴν ζωήν. καὶ ἐπιμαρτυρεῖ· εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἂν κατατριβῶσί σου σάρκες σώματος. τοῦτο γὰρ τέλος τῆς ἄφρονος ἡδονῆς. καὶ ταῦτα μὲν ταύτῃ· ὁπηνίκα δʼ ἂν φῇ· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, χρῆσθαι μέν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖ· προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα. ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.

There is, then, one way of truth, but streams flow into it, as into an ever-flowing river, from different places. So it is said inspiredly: “Hear, my son, and receive my words, that you may have many ways of life. For I teach you the ways of wisdom, that the fountains may not fail you,” the fountains that gush from the same earth. He did not enumerate many saving ways of one righteous man only, but adds many other ways of many righteous, indicating something like this: “But the ways of the righteous shine like light.” And the commandments and the preliminary trainings would be ways and starting points of life. “Jerusalem, Jerusalem, how often I wished to gather your children as a hen her chicks.” Jerusalem is interpreted “vision of peace.” He shows prophetically, then, that those who have peacefully contemplated have been trained in many ways for their calling. What then? He wished, but was not able. How often, or where? Twice: through the prophets and through his coming. The words “how often” show that wisdom is manifold; and in each way, of quality and of quantity, it surely saves some, both in time and in eternity, since “the Spirit of the Lord has filled the world.” And if someone forcibly says that “Do not give heed to a worthless woman, for honey drips from the lips of a harlot” means Greek education, let him listen to what follows: “who for a time smooths your throat,” it says; but philosophy does not flatter. Whom, then, does he hint at as the one who has played the harlot? He adds expressly: “For the feet of folly lead those who use her down with death to Hades, and her tracks are not firmly set.” “So keep your way far from foolish pleasure; do not stand at the doors of her house, lest you give your life to others.” And he adds the witness: “Then you will repent in old age, when the flesh of your body is worn out.” For this is the end of foolish pleasure. So much for this. But when he says, “Do not be much with a strange woman,” he advises us to use worldly education, but not to linger and remain in it; for the things given at the proper times to each generation for its benefit are a preliminary training for the Lord's word. For already some, lured by the charms of the maidservants, have neglected their mistress, philosophy, and have grown old, some in music, others in geometry, others in grammar, and most in rhetoric.

1.5.30Stählin 2:19–20

Ἀλλʼ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται πρὸς φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ. ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις σοφίας, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας. εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν διʼ αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα, εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο. τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδε· Σάρρα στεῖρα ἦν πάλαι, Ἀβραὰμ δὲ γυνή. μὴ τίκτουσα ἡ Σάρρα τὴν ἑαυτῆς παιδίσκην ὀνόματι Ἄγαρ τὴν Αἰγυπτίαν εἰς παιδοποιίαν ἐπιτρέπει τῷ Ἀβραάμ. ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.

But as the encyclical studies contribute to philosophy, their mistress, so philosophy itself works together for the acquisition of wisdom. For philosophy is the pursuit of wisdom, and wisdom is the knowledge of things divine and human and their causes. Wisdom, then, is mistress of philosophy, as philosophy is of preliminary education. For if philosophy promises control of the tongue, the belly, and what is below the belly, and is to be chosen for its own sake, it will appear more venerable and more sovereign if it is pursued for the honor and knowledge of God. Scripture will provide testimony to what has been said in these words: Sarah was long barren, the wife of Abraham. Sarah, not bearing, allows her own maidservant, named Hagar the Egyptian, to Abraham for the begetting of children. Wisdom, then, the companion of the faithful man (and Abraham was reckoned faithful and righteous), was still barren and childless in that generation, having not yet borne anything virtuous to Abraham; and she fittingly thought it right that he, being already at the time for advancement, should first lie with worldly education (Egypt is allegorized as the world), and afterward, coming to her too, according to divine providence, beget Isaac.

1.5.31Stählin 2:20–21

ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν), τὴν Σάραν δὲ ἀρχήν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφʼ ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ αὐτομαθὲς ἐνδείκνυται· διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός. εἴη δʼ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν. ἔχοις δʼ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν, σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.

Philo interprets Hagar as “sojourning” (for here it is said, “Do not be much with a strange woman”), and Sarah as “my rule.” So it is possible, after preliminary training, to come to the most sovereign wisdom, from which the race of Israel grows. From this it is shown that the wisdom Abraham pursued is teachable, as he passed from contemplating the heavens to faith and righteousness according to God. Isaac shows what is self-taught; that is why he is found to be a type of Christ. He is the husband of one wife, Rebekah, whose name they translate “patience.” Jacob is said to have been with several, since he is interpreted “the one who exercises” (and exercises are through many and different doctrines); hence he is renamed Israel, the truly clear-sighted one, as experienced and practiced. There might be something else shown through the three forefathers: that the seal of knowledge is sovereign, composed of nature, learning, and exercise. You might also have another image of what has been said in Tamar, who sat at the crossroads and gave the appearance of a harlot; whom Judah, a lover of learning (the name is interpreted “powerful”), who left nothing unexamined and uninvestigated, looked upon and turned aside to her, keeping his confession to God.

1.5.32Stählin 2:21

διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί, δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. καὶ ἐκάκωσεν αὐτὴν Σάρρα ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατʼ ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται. Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἣν εὑρόντες, μᾶλλον δὲ εἰληφότες παρʼ αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται.

That is why Abraham too, when Sarah was jealous because Hagar was preferred to her, as one who chose only what is useful in worldly philosophy, said, “Behold, the maidservant is in your hands; use her as is pleasing to you,” showing: I welcome worldly education as younger and as your handmaid, but your knowledge I honor and revere as the perfect mistress. “And Sarah afflicted her,” which is equivalent to “chastened and admonished her.” It is well said, then: “My son, do not despise the instruction of God, nor faint when you are reproved by him; for whom the Lord loves he disciplines, and he scourges every son whom he receives.” In other places, however, the passages of Scripture just quoted, when examined, appear to show other mysteries. We say, then, from this plainly, that philosophy is an inquiry into truth and the nature of things (and this is the truth of which the Lord himself said, “I am the truth”); and that the preliminary training for the rest in Christ exercises the mind and rouses the understanding, producing an inquiring sharpness through true philosophy. Having found it, or rather having received it from the Truth itself, the initiated possess it.

Miscellanies 1, chapter 6

1.6.33Stählin 2:21–22

πολλὰ δʼ ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δʼ ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖς καὶ πηλίκοις καὶ λεκτοῖς θεωρουμένη. ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδʼ ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ διʼ ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν οὐκ ἐᾷ. ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δή ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ. τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. διὸ καί φησιν· ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος, ὃς πολλὴν καὶ παντοδαπὴν ἐν τῷ ἀμήτῳ παρατίθεται πρὸς τὴν τοῦ χειμῶνος ἀπειλὴν τὴν τροφήν, ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστί· καὶ αὐτὴ γὰρ πάντα τὸν λειμῶνα ἐπινεμομένη ἓν κηρίον γεννᾷ.

Readiness for seeing what is needed contributes much through preliminary exercise. The intelligible things would be exercise for the mind; and their nature is threefold, contemplated in quantities, magnitudes, and propositions. For reasoning from demonstrations implants exact conviction in the soul of the one who follows it, so that he cannot think that what has been demonstrated is otherwise, and it does not let us fall to those who creep in by deceit. In these studies, then, the soul is purified from sensible things and rekindled, so that at some time it may be able to see through to the truth. For nourishment and good education, when preserved, make good natures; and good natures, receiving such education, grow better than those before, both in other respects and in begetting, as among other living creatures too. That is why it says, “Go to the ant, you sluggard, and become wiser than it,” which at harvest lays up much food of every kind against the threat of winter; “or go to the bee and learn how industrious it is”; for it too, feeding on the whole meadow, produces one honeycomb.

1.6.34Stählin 2:22–23

Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται. ὁρῶμεν γοῦν κοινῶς οἱ πάντες τὴν ἄμπελον καὶ τὸν ἵππον, ἀλλʼ ὁ μὲν γεωργὸς εἴσεται, εἰ ἀγαθὴ πρὸς καρποφορίαν ἢ κακὴ ἡ ἄμπελος, καὶ ὁ ἱππικὸς ἄθυμον ἢ ταχὺν διακρινεῖ ῥᾳδίως. τὸ δʼ ἄλλους παρʼ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατʼ ἀρετὴν οὐδʼ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. φύσει δʼ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν.

If you pray in your inner room, as the Lord taught, worshiping in spirit, your management would no longer be of the house only, but also of the soul: what must be given it, and how and how much; what must be laid up and stored in it; and when these must be brought out, and to whom. For people become noble and good not by nature but by learning, like physicians and pilots. We all see the vine and the horse alike, but the farmer will know whether the vine is good or bad for bearing fruit, and the horseman will easily distinguish the spiritless horse from the swift. That some are better suited by nature to virtue than others shows that those so gifted have certain aptitudes compared with others, but it does not prove perfection in virtue in any of those better endowed, since those badly suited to virtue, when they receive the fitting education, have generally attained excellence, and on the other hand those naturally fit have become bad through neglect. But by nature God created us sociable and just.

1.6.35Stählin 2:23

ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον, ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον. ἀλλὰ καθάπερ καὶ ἄνευ γραμμάτων πιστὸν εἶναι δυνατόν φαμεν, οὕτως συνιέναι τὰ ἐν τῇ πίστει λεγόμενα οὐχ οἷόν τε μὴ μαθόντα ὁμολογοῦμεν. τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλʼ ἡ περὶ τὴν μάθησιν πίστις ἐμποιεῖ. εἰ δʼ ἡ ἄγνοια ἀπαιδευσία τε ἅμα καὶ ἀμαθία, τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία. ἀλλʼ ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν, πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ τὰ αἰσθητήρια συγγεγυμνασμένοις. μῖσος μὲν γάρ φησὶν ὁ Σολομών, ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία, ὡς μὴ ἀπατηθῆναι, ὡς μὴ κλαπῆναι πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων. παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, φησίν, καὶ χρὴ μετεῖναι τὸ ἐλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν.

Hence we must not say that justice appears from the mere enactment of law, but must understand that the good of creation is rekindled by the commandment, the soul being trained by learning to choose willingly what is best. But as we say it is possible to be a believer even without letters, so we acknowledge that it is not possible to understand what is said in the faith without having learned. For to accept what is well said and not accept what is alien is produced not simply by faith, but by faith joined with learning. If ignorance is lack of education and learning, teaching implants the knowledge of things divine and human. But as it is possible to live rightly in poverty, so also in abundance; and we acknowledge that one may hunt virtue more easily and quickly with preliminary training, though it can be caught without it too, but even then by those who have learned and whose senses have been exercised. “For hatred,” says Solomon, “stirs up strife, but instruction guards the ways of life,” so that we may not be deceived or robbed by those who have practiced evil arts to harm their hearers. “Instruction without reproof goes astray,” it says; and the element of refutation must be present in order to repel the deceitful opinions of the sophists.

1.6.36Stählin 2:23–24

Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῷ περὶ βασιλείας γράφει· πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελέει μὲν τὸν δεξιὸν ὄντα, βλάπτει δὲ τὸν ῥηιδίως φωνέοντα πᾶν ἔπος καὶ ἐν παντὶ δήμῳ. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. ὅσοι δὲ καὶ θύρησιν ἀείδουσιν, κἤν πῃ † πεπνυμένην ἀείδωσιν, οὐ † τιθέμενοι ἐν σοφίῃ, γνώμην δʼ ἔχουσι μωρίης. καὶ Ἡσίοδος· Μουσάων, αἵτʼ ἄνδρα πολυφραδέοντα τιθεῖσι θέσπιον, αὐδήεντα· εὔπορον μὲν γὰρ ἐν λόγοις τὸν πολυφράδμονα λέγει, δεινὸν δὲ τὸν αὐδήεντα, καὶ θέσπιον τὸν ἔμπειρον καὶ φιλόσοφον καὶ τῆς ἀληθείας ἐπιστήμονα.

Well, then, does Anaxarchus the Eudaemonist write in his work On Kingship: “Much learning greatly benefits and greatly harms its possessor: it benefits the one who is clever, but harms the one who readily utters every word before every crowd. One must know the measures of the right moment; for this is the definition of wisdom. But those who sing at doors, even if they sing something sensible, are not counted among the wise, but have the reputation of folly.” And Hesiod: “of the Muses, who make a man of many words, inspired, eloquent”; for by “of many words” he means one fluent in speech, by “eloquent” one who is skilled, and by “inspired” one who is experienced, a lover of wisdom, and knowledgeable of the truth.

Miscellanies 1, chapter 7

1.7.37Stählin 2:24–25

Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλʼ ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπρίαν καὶ ἐπὶ τὰ δώματα. βλαστάνει δʼ ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλʼ οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν ἤτοι ξηρανθέντα ἢ ἀποτιλθέντα. καὶ δὴ κἀνταῦθα χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθʼ ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσι διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα· τῆς αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτά τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων φύσιν καὶ τροφήν. ὡσαύτως δὲ οὐχ ἡ ποιμενικὴ μόνη, ἀλλὰ καὶ ἡ βουκολικὴ ἱπποτροφική τε καὶ κυνοτροφικὴ καὶ μελισσουργικὴ τέχναι πᾶσαι, συνελόντι δʼ εἰπεῖν ἀγελοκομική τε καὶ ζῳοτροφικὴ ἀλλήλων μὲν τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, πλὴν αἱ πᾶσαι βιωφελεῖς. φιλοσοφίαν δὲ οὐ τὴν Στωικὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλʼ ὅσα εἴρηται παρʼ ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί. ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμʼ ἄν.

It appears, then, that Greek preliminary education, together with philosophy itself, came to human beings from God, not primarily, but in the way that showers burst upon the good land, on the dunghill, and on the housetops. Grass and wheat spring up alike; the fig tree grows even on tombs, and any of the more shameless trees, and what grows puts forth a likeness of the true, because it enjoyed the same power of the rain; but it did not have the same grace as what grew in rich soil, being either withered or plucked up. Here too the parable of the sowing, which the Lord interpreted, is useful. For there is one farmer of the soil that is in human beings, who from the foundation of the world sows the nourishing seeds from above, who has rained down the Lord, the Word, at each season; but the times and the receiving places produced the differences. Besides, the farmer does not sow wheat alone (though there are many varieties of it too), but also other seeds: barley, beans, peas, vetch, garden vegetables, and flower seeds. And planting belongs to the same husbandry: working what goes into nurseries, gardens, and orchards, and in general the growing and tending of trees of every kind. Likewise not only shepherding, but also cattle-herding, horse-breeding, dog-breeding, and beekeeping, all the arts, in short herding and animal husbandry, differ from one another in more and less, but all are useful for life. And by philosophy I do not mean the Stoic, or the Platonic, or the Epicurean and Aristotelian, but whatever has been well said by each of these schools, teaching righteousness with pious knowledge: this whole selection I call philosophy. But whatever they have cut off from human reasonings and falsified, I would never call divine.

1.7.38Stählin 2:25

Ἤδη δὲ κἀκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἱ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς † εὖ ποιεῖν· εὐποιίᾳ γὰρ περιπεπτώκασιν, ἔνιοι δὲ καὶ εὐστοχοῦσι διὰ συνέσεως εἰς τὸν περὶ ἀληθείας λόγον, Ἀβραὰμ δὲ οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀλλʼ ἐκ πίστεως. οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν ἔχοιεν. διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί ποτε αὐτούς, οἵους τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρʼ ἡμῖν, ἢν μόνον ἐθελήσωσιν. ἄλλως τις περὶ ἀληθείας λέγει, ἄλλως ἡ ἀλήθεια ἑαυτὴν ἑρμηνεύει. ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια, ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν, καὶ ἣ μὲν μαθήσει καὶ ἀσκήσει περιγίνεται, ἣ δὲ δυνάμει καὶ πίστει. δωρεὰ γὰρ ἡ διδασκαλία τῆς θεοσεβείας, χάρις δὲ ἡ πίστις. ποιοῦντες γὰρ τὸ θέλημα τοῦ θεοῦ τὸ θέλημα γινώσκομεν. ἀνοίξατε οὖν, φησὶν ἡ γραφή, πύλας δικαιοσύνης, ἵνα ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ. ἀλλʼ αἱ μὲν εἰς δικαιοσύνην ὁδοί, πολυτρόπως σῴζοντος τοῦ θεοῦ (ἀγαθὸς γάρ), πολλαί τε καὶ ποικίλαι καὶ φέρουσαι εἰς τὴν κυρίαν ὁδόν τε καὶ πύλην. ἐὰν δὲ τὴν βασιλικήν τε καὶ αὐθεντικὴν εἴσοδον ζητῇς, ἀκούσῃ· αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι γνωστικῇ. αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορὰς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμων· ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις.

Let us also consider this: if ever those who do not know live well … to do good (for they have happened upon good deeds, and some even aim well, through understanding, at the account of truth), yet “Abraham was justified not by works but by faith.” So there is no benefit to them after the end of life, even if they do good now, unless they have faith. That is why the Scriptures were translated into the language of the Greeks, so that they might never be able to put forward the excuse of ignorance, being able to hear also what we have, if only they are willing. One speaks about the truth in one way, and the truth interprets itself in another. A guess at the truth is one thing, the truth another; likeness is one thing, the being itself another; the one is attained by learning and exercise, the other by power and faith. For the teaching of godliness is a gift, and faith is grace. “For by doing the will of God we know the will.” “Open, then,” says Scripture, “the gates of righteousness, that entering them I may give thanks to the Lord.” But the ways to righteousness, since God saves in many ways (for he is good), are many and varied, and lead to the Lord's way and gate. If you seek the royal and authoritative entrance, you will hear: “This is the gate of the Lord; the righteous will enter by it.” Of the many gates that are open, then, the one in righteousness is the one in Christ, in which blessed are all who enter and direct their course in the holiness of knowledge. Thus Clement, in his letter to the Corinthians, setting out the differences among those approved in the church, says word for word: “Let one be faithful, let one be able to utter knowledge, let one be wise in the discernment of words, let one be energetic in deeds.”

Miscellanies 1, chapter 8

1.8.39Stählin 2:25–26

Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητορικήν, πρὸς τὸ ἀγωνιστικὸν δὲ τὴν ἐριστικήν, αἱ τοίνυν τέχναι αὗται ἐὰν μὴ μετὰ φιλοσοφίας γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν. ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν. ἐν βραχεῖ δὲ εἰπεῖν, καθάπερ τῆς ῥητορικῆς ἀρχὴ μὲν τὸ πιθανόν, ἔργον δὲ τὸ ἐπιχείρημα καὶ τέλος ἡ πειθώ. οὕτω τῆς ἐριστικῆς ἀρχὴ μὲν τὸ δόξαν, ἔργον δὲ τὸ ἀγώνισμα καὶ τέλος ἡ νίκη. τὸν αὐτὸν γὰρ τρόπον καὶ τῆς σοφιστικῆς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικόν φαινόμενον, τὸ δὲ ἐκ διαλεκτικῆς ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις. ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεως· οὐδαμοῦ δʼ ἐν τούτοις ἡ ἀλήθεια.

The sophistic art, which the Greeks have zealously pursued, is a power of appearances, producing through words false opinions as though true. For it provides rhetoric for persuasion and eristic for contention; and so these arts, unless joined with philosophy, would be harmful to everyone. At any rate Plato plainly called sophistry an evil art, and Aristotle, following him, declares it a kind of thievery, since it plausibly steals the whole work of wisdom and professes a wisdom it has not practiced. In short, as the beginning of rhetoric is the plausible, its work the argument, and its end persuasion, so the beginning of eristic is opinion, its work the contest, and its end victory. In the same way the beginning of sophistry is the apparent; its work is twofold, the continuous discourse that comes from rhetoric and the questioning that comes from dialectic; and its end is astonishment. And the dialectic so talked of in the schools is shown to be the exercise of a philosopher about what is probable, for the sake of skill in contradiction; but nowhere in these is the truth.

1.8.40Stählin 2:26–27

εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας. ὁρᾷς ὅπως πρὸς αὐτοὺς κεκίνηται, νόσον ὀνομάζων τὴν λογικὴν τέχνην αὐτῶν, ἐφʼ ᾗ σεμνύνονται οἷς φίλη ἡ στωμύλος αὕτη κακοτεχνία, εἴτε Ἕλληνες εἶεν εἴτε καὶ βάρβαροι σοφισταί. παγκάλως οὖν ὁ τραγικὸς Εὐριπίδης ἐν ταῖς Φοινίσσαις λέγει· ὁ δὲ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ὑγιαίνων μὲν γὰρ ὁ σωτήριος εἴρηται λόγος αὐτὸς ὢν ἀλήθεια. καὶ τὸ ὑγιαῖνον αἰεὶ ἀθάνατον μένει, ἡ δὲ ἀπὸ τοῦ ὑγιεινοῦ τε καὶ θείου διάκρισις ἀθεότης τε καὶ πάθος θανατηφόρον. λύκοι οὗτοι ἅρπαγες προβάτων κῳδίοις ἐγκεκρυμμένοι, ἀνδραποδισταί τε καὶ ψυχαγωγοὶ εὔγλωσσοι, κλέπτοντες μὲν ἀφανῶς, διελεγχόμενοι δὲ λῃσταί, αἱρεῖν ἀγωνιζόμενοι καὶ δόλῳ καὶ βίᾳ ἡμᾶς δὴ τοὺς ἀπερίττους, ὡς ἂν εἰπεῖν ἀδυνατωτέρους.

Fittingly, then, the noble apostle, disparaging these superfluous verbal arts, says: “If anyone does not come to sound words, but is puffed up with some teaching, knowing nothing, but sick about questions and disputes about words, from which come strife, envy, slander, evil suspicions, constant friction among people corrupted in mind and deprived of the truth.” You see how he is moved against them, calling their logical art, on which they pride themselves, a sickness; they who love this babbling evil art, whether they are Greek or barbarian sophists. Very finely, then, does the tragic poet Euripides say in the Phoenician Women: “The unjust word, being sick in itself, needs wise remedies.” For the saving word is called “sound,” being itself truth. And what is sound remains always immortal; but separation from what is healthy and divine is godlessness and a deadly disease. These are ravening wolves hidden in sheepskins, slave-dealers and smooth-tongued seducers of souls, stealing secretly but, when exposed, robbers, striving to catch by deceit and force us who are simple, so to speak, and less capable.

1.8.41Stählin 2:27–28

ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει. νῦν δʼ εὐρόοισι στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν. ἡ τραγῳδία λέγει. τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ πανουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον. εἰσὶ γάρ, φησί, πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, φρεναπατοῦντες. οὔκουν οὐ πᾶσιν εἴρηται· ὑμεῖς ἐστε οἱ ἅλες τῆς γῆς. εἰσὶ γάρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν δέονται. ἐγὼ γοῦν καὶ πάνυ ἀποδέχομαι τὴν τραγῳδίαν λέγουσαν· ὦ παῖ, γένοιντʼ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές· ἀλλʼ οὐ τοῦτο τἀκριβέστατον, ἀλλʼ ἡ φύσις καὶ τοὐρθόν· ὃς δὲ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλὰ γὰρ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε. οὔποτε ἄρα ὀρεκτέον τοῖς πολλοῖς ἀρέσκειν. ἃ μὲν γὰρ ἐκείνους ἥδει, οὐκ ἀσκοῦμεν ἡμεῖς· ἃ δὲ ἡμεῖς ἴσμεν, μακράν ἐστι τῆς ἐκείνων διαθέσεως. μὴ γινώμεθα κενόδοξοι, φησὶν ὁ ἀπόστολος, ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες.

“Often a man caught by lack of eloquence, though he says what is just, fares worse than the eloquent. But now with flowing mouths they steal the truest things, so that what ought to seem right does not seem so,” says the tragedy. Such are these contentious people, whether they pursue heresies or practice dialectical tricks: those who pull down the finished work and weave nothing, says Scripture, zealous for futile labor, which the apostle called “the dice-playing of men” and “craftiness,” suited “to the scheming of error.” “For there are,” he says, “many insubordinate, empty talkers and deceivers.” So it was not said to all, “You are the salt of the earth.” For there are some even among those who have heard the word who are like sea fish, which, though reared from birth in brine, still need salt for cooking. I, at any rate, fully accept the tragedy that says: “My child, false words may be well spoken, and by the beauties of verse may conquer the truth; but this is not the most exact thing, but nature and what is right; he who conquers by eloquence is clever, but I always consider deeds better than words.” So we must never aim to please the many. For what pleases them we do not practice, and what we know is far from their disposition. “Let us not become vainglorious,” says the apostle, “provoking one another, envying one another.”

1.8.42Stählin 2:28

ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος ὡς ἐγὼ τοιοῦτος φησίν, ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται. αἰτιᾶται γοῦν τοὺς ἄνευ νοῦ καὶ ἐπιστήμης δόξαις πιστεύοντας, ὡς μὴ προσῆκον ἀφεμένους τοῦ ὀρθοῦ καὶ ὑγιοῦς λόγου τῷ κοινωνοῦντι τοῦ ψεύδους πιστεύειν. τὸ μὲν γὰρ ἐψεῦσθαι τῆς ἀληθείας κακόν ἐστι, τὸ δὲ ἀληθεύειν καὶ τὰ ὄντα δοξάζειν ἀγαθόν. τῶν δὲ ἀγαθῶν ἀκουσίως μὲν στέρονται ἄνθρωποι, στέρονται δὲ ὅμως ἢ κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες καὶ † μὴ πιστεύσαντες. ὁ μὲν † δὴ πιστεύσας ἑκὼν ἤδη † παραναλίσκεται· κλέπτεται δὲ ὁ μεταπεισθεὶς καὶ ὁ ἐκλαθόμενος, ὅτι τῶν μὲν ὁ χρόνος, τῶν δὲ ὁ λόγος ἐξαιρούμενος λανθάνει· βιάζεταί τε πολλάκις ὀδύνη τε καὶ ἀλγηδὼν φιλονεικία τε αὖ καὶ θυμὸς μεταδοξάσαι, καὶ ἐπὶ πᾶσι γοητεύονται οἱ ἤτοι ὑφʼ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου δείσαντες· πᾶσαι δὲ ἀκούσιοι τροπαί, καὶ τούτων οὐδὲν ἄν ποτε ἐπιστήμην ἐκβάλοι.

In this way the truth-loving Plato, as if inspired, says: “I am such as to obey nothing else but the reason that seems best to me when I consider.” At any rate he blames those who trust opinions without mind and knowledge, as though they wrongly abandoned right and sound reason to trust what shares in falsehood. For to be deceived about the truth is evil, but to speak truth and to hold opinions about what is, is good. People are deprived of good things unwillingly, but they are deprived nonetheless, either robbed, or bewitched, or forced, and … not believing. The one who has … believed willingly is now consumed …; the one who is persuaded to change his mind and the one who forgets are robbed, because time takes away from the one and argument from the other without their noticing; and pain and suffering, contentiousness and anger often force a change of opinion; and above all those are bewitched who are charmed by pleasure or terrified by fear. All these changes are involuntary, and none of them could ever drive out knowledge.

Miscellanies 1, chapter 9

1.9.43Stählin 2:28–29

Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν. ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρʼ οὗ μετʼ ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον. κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὀργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν τὸν ἐδώδιμον καρπὸν ἐκφήνῃ. καθάπερ δὲ ἐν γεωργίᾳ οὕτω καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν. παρορᾶται δὲ καὶ ὁ ἀθλητής, † ὡς προείρηται, ἀλλʼ εἰς τὴν σύνταξιν συμβαλλόμενος.

Some, thinking themselves naturally gifted, think they should touch neither philosophy nor dialectic, nor even learn the study of nature, but demand faith alone and bare, as if they expected to gather grapes right from the start without taking any care of the vine. The Lord is allegorized as the vine, from whom the fruit is to be gathered with care and the art of husbandry according to reason. One must prune, dig, tie up, and do the rest; there is need, I think, of the pruning hook and the mattock and the other tools of husbandry for the care of the vine, so that it may show us its edible fruit. And as in farming, so in medicine, the one who has acquired a variety of studies is well educated, so as to be better able to farm and to heal; so here too I call the well-educated person the one who refers everything to the truth, so as to gather what is useful from geometry, music, grammar, and philosophy itself, and to guard the faith against attack. The athlete too is looked down on, as has been said, though he contributes to the arrangement.

1.9.44Stählin 2:29

αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον· ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάττουσιν. ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δʼ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μαγείας ἄλλας τε κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας. πῶς δὲ οὐκ ἀναγκαῖον περὶ νοητῶν φιλοσοφοῦντα διαλαβεῖν τὸν ἐπιποθοῦντα τῆς τοῦ θεοῦ δυνάμεως ἐπήβολον γενέσθαι; πῶς δὲ οὐχὶ καὶ διαιρεῖσθαι χρήσιμον τάς τε ἀμφιβόλους φωνὰς τάς τε ὁμωνύμως ἐκφερομένας κατὰ τὰς διαθήκας; παρʼ ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατʼ ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.

Thus we praise the much-experienced pilot, who “saw the cities of many men,” and the physician who has had experience of many cases; hence some even invent the empiric. The one who refers each thing to right living, bringing examples from Greek and barbarian sources, is a much-experienced tracker of the truth and truly “of many counsels”; like the touchstone (the Lydian stone, trusted to distinguish counterfeit from genuine gold), our man of wide learning and knowledge is able to separate sophistry from philosophy, cosmetics from gymnastics, cookery from medicine, rhetoric from dialectic, and magic and other heresies from the truth itself according to the barbarian philosophy. How is it not necessary for one who longs to attain the power of God to discuss intelligible things philosophically? How is it not useful to distinguish the ambiguous words and those used with the same name in the Testaments? For by an ambiguity the Lord outwitted the devil at the time of the temptation; and I no longer see here how the inventor of philosophy and dialectic, as some suppose, is led astray, deceived by the way of ambiguity.

1.9.45Stählin 2:30

Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, διʼ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλʼ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῦ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας. ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταί· ἐκ γὰρ πίστεως καὶ ὡς οὐχ οἷόν τε ῥᾳδίως ὡς τὸ πνεῦμα εἴρηκεν. ἀλλʼ οὐχ οἷόν τε οὕτως ἐκδέξασθαι μὴ μεμαθηκότας. τὰς δὲ ἐντολάς, φησίν, ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι; ἥτις καὶ τοῦ ἐρωτᾶν· εἴη δʼ ἂν αὕτη διαλεκτική. τί δʼ; οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται; εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν. τὸ λογικὸν δὲ ἔργον κατὰ θεὸν ἐκτελεῖται· καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο, φησί, τοῦ λόγου τοῦ θεοῦ. ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ πάντα ἔπρασσεν; ἐργάζεται δὲ καὶ τὰ κτήνη ἐλαυνόμενα ἀναγκάζοντι τῷ φόβῳ. οὐχὶ δὲ καὶ οἱ ὀρθοδοξασταὶ καλούμενοι ἔργοις προσφέρονται καλοῖς, οὐκ εἰδότες ἃ ποιοῦσιν;

If the prophets and apostles did not know the arts by which the exercises of philosophy are displayed, yet the meaning of the prophetic and teaching Spirit, spoken in a hidden way because the understanding ear is not for all, requires skilled teaching for clarity. For the prophets and the disciples of the Spirit knew that meaning surely; for they knew it by faith, in a way not easy for others, as the Spirit spoke. But those who have not learned cannot receive it in that way. “Write the commandments,” it says, “in a twofold way, with will and knowledge, to answer words of truth to those who put questions to you.” What, then, is the knowledge of answering? That which is also of asking; and this would be dialectic. What then? Is not speaking also a work? Doing comes from reason; for if we did not act by reason, we would act irrationally. And the rational work is carried out according to God: “and nothing came into being without him,” it says, the Word of God. Or did not the Lord too do everything by the Word? Cattle also work, driven by compelling fear. And do not those called “right believers” apply themselves to good works, not knowing what they do?

Miscellanies 1, chapter 10

1.10.46Stählin 2:30–31

Διὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες πολιτευσώμεθα καθʼ ὑπακοήν. καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (ἡ γὰρ διαβολὴ ξίφους διάκονος, καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί· ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ ἀγαθῷ κεχρημένοι συνεγγίζουσι τοῖς τὰ καλὰ τῶν ἔργων ἐπιτελοῦσιν. ἀνακτᾶται γοῦν καὶ ὁ λόγος τὴν ψυχὴν καὶ ἐπὶ καλοκἀγαθίαν προτρέπει· μακάριος δὲ ὁ περιδέξιος. οὔτʼ οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν ἐπιτηδείου· πρὸς δὲ ὃ ἑκάτερος πέφυκεν ἐνεργούντων. ὃ δʼ οὖν τὸ ἔργον δείκνυσιν, τοῦτο ἅτερος λαλεῖ, οἷον ἑτοιμάζων τῇ εὐποιίᾳ τὴν ὁδὸν καὶ ἐπὶ τὴν εὐεργεσίαν ἄγων τοὺς ἀκούοντας. ἔστι γὰρ καὶ σωτήριος λόγος ὡς καὶ ἔργον σωτήριον. ἡ δικαιοσύνη γοῦν οὐ χωρὶς λόγου συνίσταται.

That is why the Savior, taking bread, first spoke and gave thanks; then, breaking the bread, he set it before them, so that we might eat rationally and, recognizing the Scriptures, live in obedience. And as those who use evil speech are no different from those who do evil deeds (for slander is the servant of the sword, and blasphemy causes grief, from which come the overturnings of life; these would be the works of evil speech), so those who use good speech draw near to those who accomplish good deeds. At any rate, speech restores the soul and urges it to goodness; and blessed is the one who is skillful with both hands. So neither should the doer of good be reviled by the one able to speak well, nor should the one able to speak well be disparaged by the one fitted to do good; let each act according to his nature. What the one shows by deed, the other speaks, as it were preparing the way for good deeds and leading the hearers to beneficence. For there is saving speech as there is a saving deed. Righteousness, at any rate, is not constituted without the word.

1.10.47Stählin 2:31

ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων. νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων. τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι καὶ κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθʼ ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο. παντὸς γὰρ μᾶλλον ἀληθὴς ὁ ψαλμὸς ἐκεῖνος· ὁ δίκαιος ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας. τίνας δὴ σοφοὺς λέγει; ἄκουσον ἐκ τῆς σοφίας Ἰησοῦ· οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη. ταύτην δὴ λέγει, ἣν ἐπενόησαν τέχναι λεκτικαί τε καὶ διαλεκτικαί. ζητήσεις οὖν σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις. κἂν πύθῃ πάλιν· ποίαν ταύτην; στόμα δικαίου φήσει σοι ἀποστάξει σοφίαν. σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ σοφιστικὴ λέγεται τέχνη.

As receiving benefit is removed if we take away doing good, so obedience and faith are destroyed if neither the commandment nor the one who explains the commandment is received. As it is, we are well supplied with words and deeds for the sake of one another. But the eristic and sophistic art must be rejected completely, since the very words of the sophists not only bewitch and rob the many, but, using force, sometimes win a Cadmean victory. For that psalm is truer than anything: “The righteous will live to the end, for he will not see corruption, when he sees the wise dying.” Which wise does he mean? Hear from the Wisdom of Jesus: “The knowledge of wickedness is not wisdom.” He means the wisdom that the arts of speech and dialectic invented. “You will seek wisdom among the wicked and will not find it.” And if you ask again, “What kind is this?” “The mouth of the righteous,” it will tell you, “will drip wisdom.” The sophistic art is called wisdom only by sharing the name with the truth.

1.10.48Stählin 2:31–32

ἐμοὶ δὲ εἰκότως, οἶμαι, πρόκειται βιοῦν μὲν κατὰ τὸν λόγον καὶ νοεῖν τὰ σημαινόμενα, εὐγλωττίαν δὲ μή ποτε ζηλοῦντα ἀρκεῖσθαι μόνῳ τῷ αἰνίξασθαι τὸ νοούμενον. ὁποίῳ δὲ ὀνόματι δηλοῦται τοῦτο ὅπερ παραστῆσαι βούλομαι, οὐθέν μοι μέλει. σωθῆναι γὰρ εὖ οἶδʼ ὅτι καὶ συνάρασθαι τοῖς σῴζεσθαι γλιχομένοις βέλτιστόν ἐστιν, οὐχὶ συνθεῖναι τὰ λεξείδια καθάπερ τὰ κόσμια. κἂν φυλάξῃς, φησὶν ὁ Πυθαγόρειος ἐν τῷ Πλάτωνος Πολιτικῷ, τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς γῆρας ἀναφανήσῃ φρονήσεως. καὶ ἔν γε τῷ Θεαιτήτῳ εὕροις ἂν πάλιν· τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ διʼ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστιν δʼ ὅτε ἀναγκαῖον. ταῦτα ὡς ἔνι μάλιστα διὰ βραχέων ἐξήνεγκεν ἡ γραφή, μὴ πολὺς ἐν ῥήμασι γίνου λέγουσα· ἡ μὲν γὰρ λέξις οἷον ἐσθὴς ἐπὶ σώματος, τὰ δὲ πράγματα σάρκες εἰσὶ καὶ νεῦρα. οὐ χρὴ τοίνυν τῆς ἐσθῆτος πρὸ τῆς τοῦ σώματος σωτηρίας κήδεσθαι. εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττόν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ, εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη. Μούσας Σειρήνων ἡδίους ἡγεῖσθαι Πυθαγόρας παραινεῖ, τὰς σοφίας ἀσκεῖν μὴ μετὰ ἡδονῆς διδάσκων, ἀπατηλὸν δὲ τὴν ἄλλην διελέγχων ψυχαγωγίαν. Σειρῆνας δὲ παραπλεύσας εἷς ἀρκεῖ, καὶ τῇ Σφιγγὶ ἀποκρινάμενος ἄλλος εἷς, εἰ δὲ βούλεσθε μηδὲ εἷς.

For me, I think, it is fitting to live according to reason and to understand what is meant, never striving for eloquence but content only to hint at what is understood. By what word what I wish to present is shown matters nothing to me. For I know well that to be saved and to help those eager to be saved is best, not to compose little phrases like ornaments. “And if you guard against being serious about names,” says the Pythagorean in Plato's Statesman, “you will appear richer in wisdom in old age.” And in the Theaetetus you might find again: “Ease with names and words and not examining them with exactness is mostly not ignoble; rather the opposite is unworthy of a free man, though sometimes it is necessary.” Scripture expressed this as briefly as possible, saying, “Do not be abundant in words.” For style is like clothing on the body, while the substance is flesh and sinews. One must not, then, care for the clothing before the health of the body. For the one who has undertaken the true life must practice not only a frugal diet but also a speech that is unadorned and not elaborate, if indeed we reject luxury as treacherous and prodigal, as the ancient Spartans rejected perfume and purple, rightly considering and calling the garments treacherous and the ointments treacherous; since neither is that preparation of food good which has more seasonings than nourishment, nor is that use of speech elegant which can delight the hearers more than benefit them. Pythagoras advises us to consider the Muses sweeter than the Sirens, teaching us to practice wisdom not with pleasure, and exposing the other kind of attraction as deceitful. One man is enough who sailed past the Sirens, and another one who answered the Sphinx; and, if you like, not even one.

1.10.49Stählin 2:32

οὔκουν πλατύνειν τὰ φυλακτήρια χρή ποτε κενοδοξίαν ζηλοῦντας, ἀρκεῖ τῷ γνωστικῷ κἂν εἶς μόνος ἀκροατὴς εὑρεθῇ. ἔστι γοῦν ἀκοῦσαι καὶ Πινδάρου τοῦ Βοιωτίου γράφοντος· μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀρχαῖον λόγον· ἔσθʼ ὅτε πιστόταται σιγᾶς ὁδοί, κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος. διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν μὴ λογομαχεῖν τε διʼ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι. ἐπὶ πλεῖον γὰρ προκόπτουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.

So we must never broaden our phylacteries out of zeal for vainglory; for the one who knows, it is enough if even a single hearer is found. We can hear Pindar the Boeotian too, writing: “Do not blurt out the ancient word before all; sometimes the paths of silence are most trustworthy, and the word that prevails is a goad to battle.” So the blessed apostle insists very strongly, exhorting us not to fight about words, to no profit, to the ruin of the hearers, and to avoid profane empty chatter. “For they will advance further in ungodliness, and their word will spread like gangrene.”

Miscellanies 1, chapter 11

1.11.50Stählin 2:32–33

Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι. μηδεὶς τοίνυν καυχάσθω ἐν ἀνθρωπίνῃ προανέχων διανοίᾳ. εὖ γάρ τοι ἐν τῷ Ἱερεμίᾳ γέγραπται· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιέναι καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει κύριος. ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὁ ἀπόστολός φησιν, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει θεοῦ. ὁ γὰρ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. ἐπαΐω δὲ κἀκείνων αὐτοῦ· ταῦτα δὲ λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ μηδὲ ὑπεισέρχηται ὁ συλαγωγῶν. καὶ πάλιν· βλέπετε οὖν μή τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν; φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειον, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων, πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δή τις ἄλλη τὰ στοιχεῖα ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.

This “wisdom of the world,” then, “is foolishness with God,” and of these wise “the Lord knows the reasonings, that they are futile.” So let no one boast, priding himself on human thought. For it is well written in Jeremiah: “Let not the wise man boast in his wisdom, and let not the strong man boast in his strength, and let not the rich man boast in his riches; but let him who boasts boast in this, that he understands and knows that I am the Lord who does mercy and judgment and righteousness on the earth; for in these is my will, says the Lord.” “So that we may not trust in ourselves but in God who raises the dead,” says the apostle, “who delivered us from so great a death, so that our faith may not be in the wisdom of men but in the power of God.” “For the spiritual man judges all things, but he himself is judged by no one.” I also hear those words of his: “I say this so that no one may deceive you with persuasive speech,” nor may the one who carries off as spoil creep in. And again: “See that there be no one who carries you off as spoil through philosophy and empty deceit, according to the tradition of men, according to the elements of the world, and not according to Christ.” He does not mean all philosophy, but the Epicurean, which Paul also mentions in the Acts of the Apostles, disparaging it, since it abolishes providence and deifies pleasure; and any other that has honored the elements without setting the efficient cause over them and has not even imagined the Creator.

1.11.51Stählin 2:33

ἀλλὰ καὶ οἱ Στωϊκοί, ὧν καὶ αὐτῶν μέμνηται, σῶμα ὄντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν, οὐ καλῶς. παράδοσιν δὲ ἀνθρωπίνην τὴν λογικὴν τερθρείαν λέγει. διὸ κἀκεῖνα ἐπιστέλλει· τὰς νεωτέρας ζητήσεις φεύγετε· μειρακιώδεις γὰρ αἱ τοιαῦται φιλονεικίαι. ἀρετὴ δὲ οὐ φιλομειράκιον, ὁ φιλόσοφος λέγει Πλάτων· καὶ τὸ ἀγώνισμα ἡμῶν κατὰ τὸν Λεοντῖνον Γοργίαν διττῶν δὲ ἀρετῶν δεῖται, τόλμης καὶ σοφίας· τόλμης μὲν τὸ κίνδυνον ὑπομεῖναι, σοφίας δὲ τὸ αἴνιγμα γνῶναι. ὁ γάρ τοι λόγος καθάπερ τὸ κήρυγμα τὸ Ὀλυμπίασι καλεῖ μὲν τὸν βουλόμενον, στεφανοῖ δὲ τὸν δυνάμενον. Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος· ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν. τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπʼ αὐτῶν λεγόμενα μεμαθηκόσι καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.

But the Stoics too, whom he also mentions, say, not rightly, that God, being body, pervades the most dishonorable matter. And by “human tradition” he means logical hair-splitting. That is why he also writes: “Flee youthful questions”; for such contentions are childish. “And virtue is not a lover of boys,” says the philosopher Plato; and our contest, according to Gorgias of Leontini, “needs two virtues, daring and wisdom: daring to endure the danger, wisdom to know the riddle.” For the word, like the proclamation at Olympia, calls whoever wishes, but crowns whoever is able. The Word does not wish the believer to be unmoved toward truth and truly idle; for it says, “Seek and you will find”; but it brings seeking to the goal of finding, driving out empty babble and approving the contemplation that fortifies our faith. “This I say, so that no one may deceive you with persuasive speech,” says the apostle, meaning for those who have learned to distinguish what these people say and have been taught to meet what they put forward.

1.11.52Stählin 2:33–34

ὡς οὖν παρελάβετε Ἰησοῦν Χριστὸν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει, πειθὼ δὲ ἡ βεβαίωσις τῆς πίστεως· βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, τῆς ἀναιρούσης τὴν πρόνοιαν, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· ἡ γὰρ κατὰ τὴν θείαν παράδοσιν φιλοσοφία ἵστησι τὴν πρόνοιαν καὶ βεβαιοῖ, ἧς ἀναιρεθείσης μῦθος ἡ περὶ τὸν σωτῆρα οἰκονομία φαίνεται, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστὸν φερομένων ἡμῶν. ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας. στοιχεῖα δὲ σέβουσι Διογένης μὲν τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἵππασος δὲ τὸ πῦρ, καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποτιθέμενοι, φιλοσοφίας ὄνομα ὑποδυόμενοι, ἄθεοί τινες ἀνθρωπίσκοι καὶ φιλήδονοι.

“As, then, you received Christ Jesus the Lord, walk in him, rooted and built up in him and confirmed in the faith”; and persuasion is the confirmation of faith. “See that there be no one who carries you off as spoil” from faith in Christ “through philosophy and empty deceit,” which abolishes providence, “according to the tradition of men.” For the philosophy that follows the divine tradition establishes and confirms providence; if providence is abolished, the plan of salvation concerning the Savior appears a myth, as we are carried along “according to the elements of the world and not according to Christ.” For the teaching that follows Christ both honors the Creator as divine and carries providence down to particulars, knows that the nature of the elements is changeable and created, teaches us to live so as to be made like God as far as possible, and to accept the plan of salvation as the governing principle of all education. The elements are worshiped: air by Diogenes, water by Thales, fire by Hippasus, and by those who propose atoms as first principles, who put on the name of philosophy, some godless and pleasure-loving little men.

1.11.53Stählin 2:34–35

διὰ τοῦτο προσεύχομαι, φησίν, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα· ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. ὁ δὲ νήπιος, κἂν κληρονόμος ᾖ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς προθεσμίας τοῦ πατρός. νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν. εἰ γὰρ οὐ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἀλλὰ γοῦν σπέρμα ἐστὶν Ἀβραάμ, τὸ μὴ ἐξ ἐπαγγελίας τὸ ἴδιον εἰληφὸς δωρεάν. τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὢν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθʼ ὃν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ. πάντα δὲ δοκιμάζετε, ὁ ἀπόστολός φησι, καὶ τὸ καλὸν κατέχετε, τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα κατὰ ἀλήθειαν τὰ λεγόμενα, πότερον δοκεῖ ἢ ὄντως ἔχεται τῆς ἀληθείας.

“That is why I pray,” he says, “that your love may abound still more and more in knowledge and all perception, so that you may approve what is excellent”; since “when we were infants,” says the same apostle, “we were enslaved under the elements of the world.” “And the infant, though he is heir, differs in nothing from a slave until the time appointed by the father.” The philosophers too, then, are infants, unless they are made men by Christ. For if “the son of the slave woman will not inherit with the son of the free woman,” yet he is at any rate the seed of Abraham, having received his own gift not by promise. “But solid food is for the perfect, who through practice have their senses exercised to distinguish good and evil. For everyone who partakes of milk is inexperienced in the word of righteousness,” being an infant and not yet knowing the word by which he has believed and acts, nor able to give the reason in himself. “But test all things,” says the apostle, “and hold fast what is good,” speaking to the spiritual, who judge everything said according to truth, whether it merely seems or truly holds to the truth.

1.11.54Stählin 2:35

παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετʼ ἀγάπης δηλονότι ἔλεγχοι· καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν, ὅτι ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον. καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, οὐ τῷ ἀληθεῖ, ἀλλὰ καθʼ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν· μόνη γὰρ ἡ ἀλήθεια δυνατή. καὶ πάλιν· εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναι· οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλʼ ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται λέγει.

“Instruction without reproof goes astray,” and “stripes and reproofs give the instruction of wisdom,” reproofs, clearly, given with love. For “an upright heart seeks knowledge,” since “the one who seeks God will find knowledge with righteousness,” and “those who have sought him rightly have found peace.” “And I will know,” he says, “not the word of those who are puffed up, but their power,” writing to rebuke those who think themselves wise and suppose they are, but are not. “For the kingdom of God is not in word,” not the true word, but the one plausible according to opinion, “but in power,” he said; for only the truth is powerful. And again: “If anyone thinks he knows something, he does not yet know as he ought to know.” For truth is never conceit; but the supposition of knowledge puffs up and fills with pride, while love builds up, being occupied not with conceit but with truth. Hence he says, “If anyone loves, he is known.”

Miscellanies 1, chapter 12

1.12.55Stählin 2:35

Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθέκται εἶναι πειρώμεθα. ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί, καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησιν, ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν, μή ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. χαλεπὸν γὰρ τοὺς περὶ τοῦ ἀληθινοῦ φωτὸς καθαροὺς ὄντως καὶ διαυγεῖς ἐπιδεῖξαι λόγους ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις· σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδʼ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα.

Since the tradition is not common and public, at least for one who perceives the majesty of the Word, the wisdom spoken in a mystery, which the Son of God taught, must be hidden. Already the prophet Isaiah has his tongue cleansed with fire, so as to be able to tell the vision; and not only the tongue, but the ears too must be purified by us, if we try to be partakers of the truth. These things hindered me from writing, and even now I am cautious, as it says, of casting the pearls before swine, lest they trample them under their feet and turn and tear you. For it is difficult to show words that are truly pure and transparent about the true light to hearers who are swinish and uneducated; for there are hardly any teachings more ridiculous to the many than these, nor, on the other hand, more wonderful and inspiring to the gifted.

1.12.56Stählin 2:35–36

ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ μωρία γὰρ αὐτῷ ἐστιν. σοφοὶ δὲ οὐκ ἐκφέρουσιν ἐκ στόματος, ἃ διαλογίζονται ἐν συνεδρίῳ. ἀλλʼ ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων. ἀλλʼ ἔστι τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις † ὅσα διασποράδην καὶ διερριμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους. ἐπὰν δὲ ἀγαθοῦ τύχῃ γεωργοῦ, ἐκφύσεται ἕκαστον αὐτῶν καὶ τὸν πυρὸν ἀναδείξει.

“But the natural man does not receive the things of the Spirit of God; for they are foolishness to him.” The wise do not utter with their mouth what they reason out in council. “But what you hear in the ear,” says the Lord, “proclaim on the housetops,” commanding us to receive the secret traditions of true knowledge, interpreted loftily and excellently, and, as we heard them in the ear, so to hand them on to whom it is right, not to give out freely to all what was said to them in parables. But the sketch of these notes is truly … having the truth sown scattered and dispersed, so that it may escape those who, like jackdaws, pick up seeds; but when it meets with a good farmer, each of them will sprout and show forth the wheat.

Miscellanies 1, chapter 13

1.13.57Stählin 2:36–37

Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν· φωτὸς δʼ, οἶμαι, ἀνατολῇ πάντα φωτίζεται. ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν. ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν. πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον), εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα· ἢ γὰρ ὡς μέλος ἢ ὡς μέρος ἢ ὡς εἶδος ἢ ὡς γένος εἰς ἓν συνάπτεται. ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα, ἀλλʼ ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν. ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τὰ μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὸς τὸ ὅλον οἰκειότητα διαφυλάττει. οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται. ὁ δὲ τὰ διῃρημένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ ἴσθʼ ὅτι κατόψεται τὴν ἀλήθειαν.

Since, then, truth is one (for falsehood has countless byways), just as the Bacchants tore apart the limbs of Pentheus, so the schools of philosophy, both barbarian and Greek, each boasts that the part it obtained is the whole truth; but at the rising of the light, I think, all things are illuminated. All, then, Greeks and barbarians, who have reached out for the truth, would be shown to have, some not a little, others some part, if indeed any, of the word of truth. Eternity, at any rate, instantly unites in itself the future and the present, and indeed the past; but much more powerful than eternity is truth to gather its own seeds, even if they have fallen in a foreign land. For we would find very many of the opinions held by the schools (those which have not become completely deaf, nor cut off the natural sequence, as the women cut off the man, cutting off reason), even if they seem unlike one another, agreeing in kind and with the whole truth; for they are joined into one either as limb, or part, or species, or genus. Thus the highest string is opposite to the lowest, yet both make one harmony; and in numbers the even differs from the odd, yet both agree in arithmetic, as in shape do the circle, the triangle, the square, and all the shapes that differ from one another. And in the whole universe all the parts, even if they differ from one another, preserve their kinship with the whole. So, then, barbarian and Greek philosophy has torn off a fragment of the eternal truth, not from the mythology of Dionysus, but from the theology of the ever-existing Word. And the one who puts together again what has been divided and makes the Word one and complete, be sure, will behold the truth without danger.

1.13.58Stählin 2:37

γέγραπται γοῦν ἐν τῷ Ἐκκλησιαστῇ· καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων. ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικός. αὐτίκα γέγραπται· περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρʼ αὐτῆς. πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥῆσις· πάντα ἐνώπια τοῖς νοοῦσι (τὰ δὲ πάντα Ἑλληνικά ἐστι καὶ βαρβαρικά, θάτερα δὲ οὐκέτι πάντα), ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπενέγκασθαι αἴσθησιν. ἀνθαιρεῖσθε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ καὶ αἴσθησιν χρυσίου καθαροῦ· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.

At any rate it is written in Ecclesiastes: “And I added wisdom beyond all who were before me in Jerusalem; and my heart saw many things, wisdom and knowledge; I knew parables and understanding. And this too is a choice of the spirit, that in abundance of wisdom is abundance of knowledge.” The one experienced in wisdom of every kind would properly be the one who knows. Thus it is written: “The abundance of the knowledge of wisdom will give life to the one who has it.” And again this saying confirms more clearly what has been said: “All things are plain to those who understand” (and all things are Greek and barbarian; the one without the other is no longer all), “and right to those who wish to receive perception. Choose instruction and not silver, and knowledge above tested gold; choose also perception rather than pure gold; for wisdom is better than precious stones, and nothing of value is worthy of it.”

Miscellanies 1, chapter 14

1.14.59Stählin 2:37–38

Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν τέσσαρες μὲν ἀπὸ Ἀσίας ἦσαν, Θαλῆς τε ὁ Μιλήσιος καὶ Βίας ὁ Πριηνεὺς καὶ Πιττακὸς ὁ Μιτυληναῖος καὶ Κλεόβουλος ὁ Λίνδιος, δύο δὲ ἀπὸ Εὐρώπης, Σόλων τε ὁ Ἀθηναῖος καὶ Χίλων ὁ Λακεδαιμόνιος, τὸν δὲ ἕβδομον οἳ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον, οἳ δὲ Ἀνάχαρσιν τὸν Σκύθην, οἳ δὲ Ἐπιμενίδην τὸν Κρῆτα (ὃν Ἑλληνικὸν οἶδε προφήτην, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ, λέγων οὕτως· εἶπέν τις ἐξ αὐτῶν ἴδιος προφήτης οὕτως· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· καὶ ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσί τι τῆς ἀληθείας καὶ οὐκ ἐπαισχύνεται πρὸς τε οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν διαλεγόμενός τινων Ἑλληνικοῖς συγχρῆσθαι ποιήμασι; πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεων διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ τί μοι ὄφελος; λέγων, εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν. μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί)· οἳ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον ἐγκατέλεξαν τοῖς ἑπτὰ σοφοῖς, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον. Πλάτων δὲ ἀντὶ Περιάνδρου ὡς ἀναξίου σοφίας διὰ τὸ τετυραννηκέναι ἀντικατατάττει Μύσωνα τὸν Χηνέα.

The Greeks say that after Orpheus and Linus and their most ancient poets, the first to be admired for wisdom were the seven called the Wise Men. Of these four were from Asia: Thales of Miletus, Bias of Priene, Pittacus of Mitylene, and Cleobulus of Lindus; two from Europe: Solon of Athens and Chilon of Sparta. The seventh some say was Periander of Corinth, others Anacharsis the Scythian, others Epimenides the Cretan (whom he knows as a Greek prophet, and whom the apostle Paul mentions in the letter to Titus, speaking thus: “One of them, a prophet of their own, said: Cretans are always liars, evil beasts, lazy bellies; and this testimony is true.” You see how he gives some truth even to the prophets of the Greeks, and is not ashamed, in speaking for the edification and shaming of some, to use Greek poems. At any rate, to the Corinthians too (not only here), discussing the resurrection of the dead, he uses a tragic iambic line, saying: “What is the benefit to me? If the dead are not raised, let us eat and drink, for tomorrow we die. Do not be deceived: bad company corrupts good morals”). Others have listed Acusilaus of Argos among the Seven Wise Men, and others Pherecydes of Syros. Plato, instead of Periander, whom he considered unworthy of wisdom because he had been a tyrant, puts in Myson of Chen.

1.14.60Stählin 2:38

ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρʼ Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται· ὁ δὲ τρόπος τῆς παρʼ αὐτοῖς φιλοσοφίας, ὡς Ἑβραϊκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος. βραχυλογίαν γοῦν ἠσπάζοντο τὴν παραινετικήν, τὴν ὠφελιμωτάτην. αὐτίκα Πλάτων πάλαι τὸ διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις. Τὸ μὲν οὖν γνῶθι σαυτὸν οἳ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας. δύναται δὲ τὴν γνῶσιν ἐγκελεύεσθαι μεταδιώκειν. οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρη· δεῖ δὴ τὴν γένεσιν τοῦ κόσμου πολυπραγμονῆσαι, διʼ ἧς καὶ τὴν τοῦ ἀνθρώπου φύσιν καταμαθεῖν ἐξέσται.

That the wise men of the Greeks lived somewhat later than the age of Moses will be shown a little later. But the manner of their philosophy, as Hebrew and enigmatic, must be examined now. They welcomed a brevity of exhortation, the most useful. Thus Plato says that this manner was pursued of old, by all Greeks in common, but especially by the Spartans and Cretans, the best governed. “Know yourself” some have supposed to be Chilon's, Chamaeleon in his work On the Gods attributes it to Thales, and Aristotle to the Pythia. It can exhort us to pursue knowledge. For it is not possible to know the parts without the substance of the whole; one must investigate the origin of the world, through which one can also learn the nature of man.

1.14.61Stählin 2:38–39

πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν· Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων Σωδάμῳ τῷ Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα, Δίδυμος δὲ Σόλωνι αὐτὸ ἀνατίθησιν, ὥσπερ ἀμέλει Κλεοβούλῳ τὸ μέτρον ἄριστον. τὸ δʼ ἐγγύα, πάρα δʼ ἄτα Κλεομένης μὲν ἐν τῷ περὶ Ἡσιόδου Ὁμήρῳ φησὶ προειρῆσθαι διὰ τούτων· δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι· οἳ δὲ περὶ Ἀριστοτέλη Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησιν εἶναι τὴν παραίνεσιν. ἔπειτα ἑξῆς τὸ πάντες ἄνθρωποι κακοὶ ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοὶ (διχῶς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι, καὶ τὸ μελέτη πάντα καθαιρεῖ Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν γνῶθι καιρὸν παραίνεσιν Πιττακοῦ καθεστάναι. ὁ μὲν οὖν Σόλων Ἀθηναίοις, Πιττακὸς δὲ Μιτυληναίοις ἐνομοθέτησαν. ὀψὲ δὲ Πυθαγόρας ὁ Φερεκύδου γνώριμος φιλόσοφον ἑαυτὸν πρῶτος ἀνηγόρευσεν.

Again, they attribute “Nothing in excess” to Chilon of Sparta; Strato in his work On Inventions attaches the saying to Sodamus of Tegea, and Didymus assigns it to Solon, as indeed “Measure is best” to Cleobulus. “Give surety, and ruin is near” Cleomenes in his work on Hesiod says was said earlier by Homer in these words: “Poor are the sureties even for the poor to be given.” Aristotle's followers think it Chilon's, and Didymus says the advice is Thales'. Next, “All men are bad” or “Most men are bad” (for the same saying is given in two ways), the followers of Sotades of Byzantium say is Bias's; and “Practice masters everything” they wish to be Periander's; likewise the advice “Know the right moment” to be Pittacus's. Solon gave laws to the Athenians, Pittacus to the Mitylenaeans. Later Pythagoras, the pupil of Pherecydes, was the first to call himself a philosopher.

1.14.62Stählin 2:39

Φιλοσοφίας τοίνυν μετὰ τοὺς προειρημένους ἄνδρας τρεῖς γεγόνασι διαδοχαὶ ἐπώνυμοι τῶν τόπων περὶ οὓς διέτριψαν, Ἰταλικὴ μὲν ἡ ἀπὸ Πυθαγόρου, Ἰωνικὴ δὲ ἡ ἀπὸ Θαλοῦ, Ἐλεατικὴ ἡ ἀπὸ Ξενοφάνους. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ † Ἀρίσταρχος καὶ Θεόπομπος, Τυρρηνὸς ἦν. ὡς δὲ Νεάνθης, Σύριος ἢ Τύριος, ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος. ἀλλὰ καὶ Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος. μόνος οὗτος δοκεῖ τοῖς τῶν Αἰγυπτίων προφήταις συμβεβληκέναι, διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς ἀναγράφεται, ὥσπερ οὐδὲ Φερεκύδου τοῦ Συρίου, ᾧ Πυθαγόρας ἐμαθήτευσεν.

After the men already named, there have been three successions of philosophy, named after the places where they spent their time: the Italian, from Pythagoras; the Ionian, from Thales; and the Eleatic, from Xenophanes. Pythagoras, son of Mnesarchus, was a Samian, as Hippobotus says; but according to Aristoxenus in his Life of Pythagoras, and … Aristarchus and Theopompus, he was a Tyrrhenian; according to Neanthes, a Syrian or Tyrian; so that according to most, Pythagoras was a barbarian by race. And Thales too, as Leander and Herodotus relate, was a Phoenician, or, as some have supposed, a Milesian. He alone seems to have met with the prophets of the Egyptians; no teacher of his is recorded, as none is for Pherecydes of Syros, whose pupil Pythagoras was.

1.14.63Stählin 2:39–40

ἀλλʼ ἡ μὲν ἐν Μεταποντίῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν. Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιος Θαλῆν διαδέχεται, τοῦτον δὲ Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος, μεθʼ ὃν Ἀναξαγόρας Ἡγησιβούλου Κλαζομένιος. οὗτος μετήγαγεν ἀπὸ τῆς Ἰωνίας Ἀθήναζε τὴν διατριβήν. τοῦτον διαδέχεται Ἀρχέλαος, οὗ Σωκράτης διήκουσεν. ἐκ δʼ ἄρα τῶν ἀπέκλινε λαοξόος, ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, ὁ Τίμων φησὶν ἐν τοῖς Σίλλοις διὰ τὸ ἀποκεκλικέναι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ἠθικά. Σωκράτους δὲ ἀκούσας Ἀντισθένης μὲν ἐκύνισε, Πλάτων δὲ εἰς τὴν Ἀκαδημίαν ἀνεχώρησε. παρὰ Πλάτωνι Ἀριστοτέλης φιλοσοφήσας μετελθὼν εἰς τὸ Λύκειον κτίζει τὴν Περιπατητικὴν αἵρεσιν. τοῦτον διαδέχεται Θεόφραστος, ὃν Στράτων, ὃν Λύκων, εἶτα Κριτόλαος, εἶτα Διόδωρος. Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται. τοῦτον δὲ Ξενοκράτης, ὃν Πολέμων. Πολέμωνος δὲ ἀκουσταὶ Κράτης τε καὶ Κράντωρ, εἰς οὓς ἡ ἀπὸ Πλάτωνος κατέληξεν ἀρχαία Ἀκαδημία. Κράντορος δὲ μετέσχεν Ἀρκεσίλαος, ἀφʼ οὗ μέχρι Ἡγησίνου ἤνθησεν Ἀκαδημία ἡ μέση.

The Italian philosophy of Pythagoras grew old at Metapontum in Italy. Anaximander of Miletus, son of Praxiades, succeeded Thales; Anaximenes of Miletus, son of Eurystratus, succeeded him; and after him Anaxagoras of Clazomenae, son of Hegesibulus. He moved the school from Ionia to Athens. Archelaus succeeded him, whom Socrates heard. “From these turned aside the stone-cutter, the prater about laws, the enchanter of the Greeks,” says Timon in his Silloi, because he turned aside from natural philosophy to ethics. Of those who heard Socrates, Antisthenes became a Cynic, and Plato withdrew to the Academy. Aristotle, having studied philosophy with Plato, moved to the Lyceum and founded the Peripatetic school. Theophrastus succeeded him, then Strato, then Lycon, then Critolaus, then Diodorus. Speusippus succeeded Plato; Xenocrates him, and Polemo him. The hearers of Polemo were Crates and Crantor, in whom the Old Academy of Plato ended. Arcesilaus studied with Crantor, and from him until Hegesinus the Middle Academy flourished.

1.14.64Stählin 2:40–41

εἶτα Καρνεάδης διαδέχεται Ἡγησίνουν καὶ οἱ ἐφεξῆς· Κράτητος δὲ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς Στωικῆς ἄρξας αἱρέσεως γίνεται μαθητής. τοῦτον διαδέχεται Κλεάνθης, ὃν Χρύσιππος καὶ οἱ μετʼ αὐτόν. τῆς δὲ Ἐλεατικῆς ἀγωγῆς Ξενοφάνης ὁ Κολοφώνιος κατάρχει, ὃν φησι Τίμαιος κατὰ Ἱέρωνα τὸν Σικελίας δυνάστην καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι, Ἀπολλόδωρος δὲ κατὰ τὴν † τεσσαρακοστὴν ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων. Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τούτου δὲ Ζήνων, εἶτα Λεύκιππος, εἶτα Δημόκριτος. Δημοκρίτου δὲ ἀκουσταὶ Πρωταγόρας ὁ Ἀβδηρίτης καὶ Μητρόδωρος ὁ Χῖος, οὗ Διογένης ὁ Σμυρναῖος, οὗ Ἀνάξαρχος, τούτου δὲ Πύρρων, οὗ Ναυσιφάνης. τούτου φασὶν ἔνιοι μαθητὴν Ἐπίκουρον γενέσθαι. Καὶ ἡ μὲν διαδοχὴ τῶν παρʼ Ἕλλησι φιλοσόφων ὡς ἐν ἐπιτομῇ ἥδε, οἱ χρόνοι δὲ τῶν προκαταρξάντων τῆς φιλοσοφίας αὐτῶν ἑπομένως λεκτέοι, ἵνα δὴ ἐν συγκρίσει ἀποδείξωμεν πολλαῖς γενεαῖς πρεσβυτέραν τὴν κατὰ Ἑβραίους φιλοσοφίαν.

Then Carneades succeeded Hegesinus, and those after him. Zeno of Citium, the founder of the Stoic school, became a pupil of Crates. Cleanthes succeeded him, then Chrysippus and those after him. Xenophanes of Colophon founded the Eleatic school; Timaeus says he lived in the time of Hiero, the ruler of Sicily, and of Epicharmus the poet, while Apollodorus says that, born about the … fortieth Olympiad, he lived on to the times of Darius and Cyrus. Parmenides was a hearer of Xenophanes, Zeno of him, then Leucippus, then Democritus. The hearers of Democritus were Protagoras of Abdera and Metrodorus of Chios, whose pupil was Diogenes of Smyrna; his was Anaxarchus, and his Pyrrho, and his Nausiphanes. Some say that Epicurus was his pupil. This, then, is the succession of the philosophers among the Greeks in summary; the dates of the founders of their philosophy must be given next, so that we may show by comparison that the philosophy of the Hebrews is many generations older.

1.14.65Stählin 2:41

καὶ περὶ μὲν Ξενοφάνους εἴρηται, ὃς τῆς Ἐλεατικῆς ἦρξε φιλοσοφίας, Θαλῆν δὲ Εὔδημος ἐν ταῖς Ἀστρολογικαῖς ἱστορίαις τὴν γενομένην ἔκλειψιν τοῦ ἡλίου προειπεῖν φησι καθʼ οὓς χρόνους συνῆψαν μάχην πρὸς ἀλλήλους Μῆδοί τε καὶ Λυδοὶ βασιλεύοντος Κυαξάρους μὲν τοῦ Ἀστυάγους πατρὸς Μήδων, Ἀλυάττου δὲ τοῦ Κροίσου Λυδῶν. συνᾴδει δὲ αὐτῷ καὶ Ἡρόδοτος ἐν τῇ πρώτῃ. εἰσὶ δὲ οἱ χρόνοι ἀμφὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα. Πυθαγόρας δὲ κατὰ Πολυκράτη τὸν τύραννον περὶ τὴν ἑξηκοστὴν δευτέραν ὀλυμπιάδα εὑρίσκεται. Σόλωνος δὲ ζηλωτὴς Μνησίφιλος ἀναγράφεται, ᾧ Θεμιστοκλῆς συνδιέτριψεν. ἤκμασεν οὖν ὁ Σόλων κατὰ τὴν τεσσαρακοστὴν ἕκτην ὀλυμπιάδα. Ἡράκλειτος γὰρ ὁ Βλύσωνος Μελαγκόμαν τὸν τύραννον ἔπεισεν ἀποθέσθαι τὴν ἀρχήν. οὗτος βασιλέα Δαρεῖον παρακαλοῦντα ἥκειν εἰς Πέρσας ὑπερεῖδεν.

Xenophanes, who began the Eleatic philosophy, has been discussed. Eudemus in his Astronomical Histories says that Thales foretold the eclipse of the sun that occurred at the time when the Medes and Lydians joined battle with each other, when Cyaxares, father of Astyages, ruled the Medes and Alyattes, father of Croesus, the Lydians. Herodotus too agrees with him in his first book. These times are about the fiftieth Olympiad. Pythagoras is found to be in the time of Polycrates the tyrant, about the sixty-second Olympiad. Mnesiphilus is recorded as a follower of Solon, and Themistocles spent time with him; Solon therefore flourished about the forty-sixth Olympiad. Heraclitus, son of Bloson, persuaded Melancomas the tyrant to lay down his rule. He disdained King Darius when he invited him to come to Persia.

Miscellanies 1, chapter 15

1.15.66Stählin 2:41–42

οἵδε μὲν οἱ χρόνοι τῶν παρʼ Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἴ γε Τυρρηνὸς ἢ Τύριος ὁ Πυθαγόρας ἐδείκνυτο, Ἀντισθένης δὲ Φρὺξ ἦν καὶ Ὀρφεὺς Ὀδρύσης ἢ Θρᾷξ; Ὅμηρον γὰρ οἱ πλεῖστοι Αἰγύπτιον φαίνουσιν. Θαλῆς δὲ Φοῖνιξ ὢν τὸ γένος καὶ τοῖς Αἰγυπτίων προφήταις συμβεβληκέναι εἴρηται, καθάπερ καὶ ὁ Πυθαγόρας αὐτοῖς γε τούτοις, διʼ οὓς καὶ περιετέμετο, ἵνα δὴ καὶ εἰς τὰ ἄδυτα κατελθὼν τὴν μυστικὴν παρʼ Αἰγυπτίων ἐκμάθοι φιλοσοφίαν, Χαλδαίων τε καὶ Μάγων τοῖς ἀρίστοις συνεγένετο καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην τὸ παρʼ αὐτῷ ὁμακοεῖον αἰνίττεται. Πλάτων δὲ οὐκ ἀρνεῖται τὰ κάλλιστα εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων ἐμπορεύεσθαι εἴς τε Αἴγυπτον ἀφικέσθαι ὁμολογεῖ. δύνασθαι γοῦν ἐν τῷ Φαίδωνί φησι πανταχόθεν τὸν φιλόσοφον ὠφελεῖσθαι γράφων· πολλὴ μὲν ἡ Ἑλλάς, ἔφη, ὦ Κέβης, ἦ δʼ ὅς, ἐν ᾗ εἰσι πάμπαν ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη.

These are the dates of the most ancient sages and philosophers among the Greeks. That most of them were barbarians by race and educated among barbarians, what need is there to say, if Pythagoras was shown to be a Tyrrhenian or Tyrian, Antisthenes was a Phrygian, and Orpheus an Odrysian or Thracian? Most show that Homer was an Egyptian. Thales, a Phoenician by race, is said to have met the prophets of the Egyptians, as did Pythagoras with these same men, for whose sake he was even circumcised, so that he might go down into the inner sanctuaries and learn the mystic philosophy from the Egyptians; he associated with the best of the Chaldeans and Magi; and his common auditory hints at what is now called the church. Plato does not deny that he imported the finest things into philosophy from the barbarians, and admits that he went to Egypt. At any rate in the Phaedo he says that the philosopher can be benefited from every quarter, writing: “Greece is large, Cebes,” he said, “in which there are very good men, and many are the races of the barbarians.”

1.15.67Stählin 2:42

οὕτως οἴεται ὁ Πλάτων καὶ βαρβάρων φιλοσόφους τινὰς εἶναι, ὁ δὲ Ἐπίκουρος ἔμπαλιν ὑπολαμβάνει μόνους φιλοσοφῆσαι Ἕλληνας δύνασθαι. ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ ἄλλοι ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας. δῆλοι δέ εἰσιν οἱ βάρβαροι διαφερόντως τιμήσαντες τοὺς αὐτῶν νομοθέτας τε καὶ διδασκάλους θεοὺς προσειπόντες. ψυχὰς γὰρ ἀγαθὰς κατὰ Πλάτωνα καταλιπούσας τὸν ὑπερουράνιον τόπον ὑπομεῖναι ἐλθεῖν εἰς τόνδε τὸν τάρταρον καὶ σῶμα ἀναλαβούσας τῶν ἐν γενέσει κακῶν ἁπάντων μετασχεῖν ὑπολαμβάνουσι, κηδομένας τοῦ τῶν ἀνθρώπων γένους, αἳ νόμους τε ἔθεσαν καὶ φιλοσοφίαν ἐκήρυξαν, οὗ μεῖζον ἀγαθὸν τῷ τῶν ἀνθρώπων γένει οὔτʼ ἦλθέν ποτε ἐκ θεῶν οὔτʼ ἀφίξεται.

So Plato thinks that there are philosophers among the barbarians too, while Epicurus, on the contrary, supposes that only Greeks can philosophize. And in the Symposium, praising the barbarians as having practiced it outstandingly, Plato says … “and others elsewhere in many places, among Greeks and among barbarians, for whom many temples have already arisen on account of such children.” The barbarians have clearly especially honored their lawgivers and teachers, calling them gods. For they suppose, according to Plato, that good souls, leaving the region above the heavens, endured to come into this Tartarus, and, taking a body, shared in all the evils of generation, caring for the human race; and they laid down laws and proclaimed philosophy, “than which no greater good ever came or will come to the human race from the gods.”

1.15.68Stählin 2:42–43

καὶ μοι δοκοῦσιν αἰσθόμενοι τῆς μεγάλης εὐποιίας τῆς διὰ τῶν σοφῶν σεβασθῆναί τε τοὺς ἄνδρας καὶ δημοσίᾳ φιλοσοφῆσαι. Βραχμᾶνές τε σύμπαντες καὶ Ὀδρύσαι καὶ Γέται καὶ τὸ τῶν Αἰγυπτίων γένος ἐθεολόγησαν ἀκριβῶς τὰ ἐκείνων, Χαλδαῖοί τε καὶ Ἀράβιοι οἱ κληθέντες εὐδαίμονες καὶ ὅσοι γε τὴν Παλαιστίνην κατῴκησαν καὶ τοῦ Περσικοῦ γένους οὐ τὸ ἐλάχιστον μέρος καὶ ἄλλα πρὸς τούτοις γένη μυρία. ὁ δὲ Πλάτων δῆλον ὡς σεμνύνων αἰεὶ τοὺς βαρβάρους εὑρίσκεται, μεμνημένος αὐτοῦ τε καὶ Πυθαγόρου τὰ πλεῖστα καὶ γενναιότατα τῶν δογμάτων ἐν βαρβάροις μαθόντος. διὰ τοῦτο καὶ γένη βαρβάρων εἶπεν, γένη φιλοσόφων ἀνδρῶν βαρβάρων γινώσκων, ἔν τε τῷ Φαίδρῳ τὸν Αἰγύπτιον βασιλέα καὶ τοῦ Θωὺθ ἡμῖν σοφώτερον δείκνυσιν, ὅντινα Ἑρμῆν οἶδεν ὄντα. ἀλλὰ κἀν τῷ Χαρμίδῃ Θρᾷκάς τινας ἐπιστάμενος φαίνεται, οἳ λέγονται ἀθανατίζειν τὴν ψυχήν.

And it seems to me that, perceiving the great benefit that comes through the wise, they both revered these men and philosophized publicly. All the Brahmins, the Odrysians, the Getae, and the race of the Egyptians theologized exactly about their teachings, as did the Chaldeans and the Arabians called Happy, and those who lived in Palestine, and not the least part of the Persian race, and countless other races besides. Plato is clearly found always honoring the barbarians, remembering that both he and Pythagoras learned most and the noblest of their doctrines among barbarians. That is why he spoke of “races of barbarians,” knowing of races of barbarian philosophers; and in the Phaedrus he shows the Egyptian king wiser even than Thoth, whom he knows to be Hermes. And in the Charmides he shows that he knows certain Thracians who are said to make the soul immortal.

1.15.69Stählin 2:43–44

Ἱστορεῖται δὲ Πυθαγόρας μὲν Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι, Πλάτων δὲ Σεχνούφιδι τῷ Ἡλιοπολίτῃ, Εὔδοξος δὲ ὁ Κνίδιος Κονούφιδι τῷ καὶ αὐτῷ Αἰγυπτίῳ. ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς κληρουμένας ψυχὰς καὶ προθεσπίζοντα. κἀν τῷ Τιμαίῳ τὸν σοφώτατον Σόλωνα μανθάνοντα εἰσάγει πρὸς τοῦ βαρβάρου. ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα χρόνῳ πολιόν. Δημόκριτος γὰρ τοὺς Βαβυλωνίους λόγους † ἠθικοὺς πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι κἄστιν ἐπισημήνασθαι παρʼ αὐτοῦ, τάδε λέγει Δημόκριτος γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ ᾗ σεμνυνόμενός φησί που ἐπὶ τῇ πολυμαθίᾳ· ἐγὼ δὲ τῶν κατʼ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον, καὶ λογίων ἀνθρώπων πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσι μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν, οὐδʼ οἱ Αἰγυπτίων καλεόμενοι Ἁρπεδονάπται, σὺν τοῖς δʼ ἐπὶ πᾶσιν ἐπʼ ἔτεα ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην. ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε Μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. Ζωροάστρην δὲ τὸν Μάγον τὸν Πέρσην ὁ Πυθαγόρας ἐζήλωσεν, καὶ βίβλους ἀποκρύφους τἀνδρὸς τοῦδε οἱ τὴν Προδίκου μετιόντες αἵρεσιν αὐχοῦσι κεκτῆσθαι.

It is recorded that Pythagoras was a pupil of Sonchis, the Egyptian chief prophet; Plato of Sechnuphis of Heliopolis; and Eudoxus of Cnidus of Conuphis, also an Egyptian. And in his work on the soul, Plato again appears to know of prophecy, introducing a prophet who announces the word of Lachesis to the souls drawing their lots and foretells. And in the Timaeus he introduces the most wise Solon learning from the barbarian. The words run thus: “O Solon, Solon, you Greeks are always children, and there is no old Greek; for you have no learning gray with time.” Democritus made the Babylonian … ethical teachings his own; for he is said to have added to his own writings a translation of the stele of Acicarus, and one can note it by his writing “Thus says Democritus.” Indeed, somewhere, priding himself on his wide learning, he says of himself: “I have wandered over more of the earth than any man of my time, investigating the most distant things; I have seen the most climates and lands, and heard the most learned men; and in the composition of lines with demonstration no one ever surpassed me, not even the Egyptians called rope-stretchers; with all these I spent eighty years abroad.” For he went to Babylon, Persia, and Egypt, studying with the Magi and the priests. Pythagoras emulated Zoroaster the Persian Magus; and the followers of the heresy of Prodicus boast that they possess secret books of this man.

1.15.70Stählin 2:44–45

Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων Ζαράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἰεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δέ, ὡς ἔπειτα δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν καὶ Βραχμάνων τὸν Πυθαγόραν βούλεται. Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο. Ἡράκλειτος γὰρ οὐκ ἀνθρωπίνως φησίν, ἀλλὰ σὺν θεῷ τὸ μέλλον Σιβύλλῃ πεφάνθαι. φασὶ γοῦν ἐν Δελφοῖς παρὰ τὸ βουλευτήριον δείκνυσθαι πέτραν τινά, ἐφʼ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν. ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος. Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτʼ εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, ἐκ δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματα κατʼ ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.

Alexander, in his work on the Pythagorean symbols, records that Pythagoras was a pupil of Zaratus the Assyrian (some think this is Ezekiel, but it is not, as will be shown later), and holds that Pythagoras also heard the Galatians and the Brahmins. Clearchus the Peripatetic says he knew a Jew who associated with Aristotle. And Heraclitus says that it was not by human means but with God that the future was revealed to the Sibyl. At any rate they say that at Delphi, beside the council house, a rock is shown on which the first Sibyl is said to have sat, having come from Helicon, reared by the Muses. Some say she came from the Malians, being the daughter of Lamia, daughter of Poseidon. Serapion in his verses says that the Sibyl did not cease prophesying even when she died, and that what went into the air from her after death is what prophesies in rumors and omens; and from her body, changed into earth, grass naturally sprang up, and whatever animals fed on it, born in that very place, give men an exact indication of the future through their entrails; and he thinks that her soul is the face that appears in the moon.

1.15.71Stählin 2:45–46

Τάδε μὲν περὶ Σιβύλλης· Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωυσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομούμενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς διʼ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν ἄλλως ἢ μόνῳ τῷ νῷ. Φιλοσοφία τοίνυν πολυωφελές τι χρῆμα πάλαι μὲν ἤκμασε παρὰ βαρβάροις κατὰ τὰ ἔθνη διαλάμψασα, ὕστερον δὲ καὶ εἰς Ἕλληνας κατῆλθεν. προέστησαν δʼ αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυρίων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ Δρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ γυμνοσοφισταί, ἄλλοι γε φιλόσοφοι βάρβαροι. διττὸν δὲ τούτων τὸ γένος, οἳ μὲν Σαρμᾶναι αὐτῶν, οἳ δὲ Βραχμᾶναι καλούμενοι. καὶ τῶν Σαρμανῶν οἱ ὑλόβιοι προσαγορευόμενοι οὔτε πόλεις οἰκοῦσιν οὔτε στέγας ἔχουσιν, δένδρων δὲ ἀμφιέννυνται φλοιοῖς καὶ ἀκρόδρυα σιτοῦνται καὶ ὕδωρ ταῖς χερσὶ πίνουσιν, οὐ γάμον, οὐ παιδοποιίαν ἴσασιν, ὥσπερ οἱ νῦν Ἐγκρατηταὶ καλούμενοι. εἰσὶ δὲ τῶν Ἰνδῶν οἱ τοῖς Βούττα πειθόμενοι παραγγέλμασιν, ὃν διʼ ὑπερβολὴν σεμνότητος ὡς θεὸν τετιμήκασι.

So much about the Sibyl. Numa, the king of the Romans, was a Pythagorean, and, benefiting from the writings of Moses, prevented the Romans from making an image of God in human or animal form. At any rate, in the first hundred and seventy years, though they built temples, they made no statue, either sculpted or painted. For Numa showed them in a hidden way that it is not possible to lay hold of the best except by the mind alone. Philosophy, then, a thing of great benefit, flourished long ago among the barbarians, shining through the nations, and later came down to the Greeks as well. Its leaders were the prophets of the Egyptians, the Chaldeans of the Assyrians, the Druids of the Galatians, the Samanaeans of the Bactrians, the philosophers of the Celts, the Magi of the Persians (who by their magic foretold the birth of the Savior, coming to the land of Judea led by a star), the gymnosophists of the Indians, and other barbarian philosophers. Of these there are two kinds, some called Sarmanae and others Brahmins. Of the Sarmanae, those called forest-dwellers neither live in cities nor have roofs, but clothe themselves in the bark of trees, eat fruits, and drink water with their hands; they know neither marriage nor begetting of children, like those now called Encratites. There are also among the Indians those who obey the precepts of Boutta, whom they have honored as a god because of his extraordinary holiness.

1.15.72Stählin 2:46

Σκύθης δὲ καὶ Ἀνάχαρσις ἦν, καὶ πολλῶν παρʼ Ἕλλησι διαφέρων οὗτος ἀναγράφεται φιλοσόφων. τοὺς δὲ Ὑπερβορέους Ἑλλάνικος ὑπὲρ τὰ Ῥίπαια ὄρη οἰκεῖν ἱστορεῖ, διδάσκεσθαι δὲ αὐτοὺς δικαιοσύνην μὴ κρεοφαγοῦντας, ἀλλʼ ἀκροδρύοις χρωμένους. τοὺς ἑξηκονταετεῖς οὗτοι ἔξω πυλῶν ἄγοντες ἀφανίζουσιν. εἰσὶ δὲ καὶ παρὰ Γερμανοῖς αἱ ἱεραὶ καλούμεναι γυναῖκες, αἳ ποταμῶν δίναις προσβλέπουσαι καὶ ῥευμάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαίρονται καὶ προθεσπίζουσι τὰ μέλλοντα. αὗται γοῦν οὐκ εἴασαν αὐτοὺς τὴν μάχην θέσθαι πρὸς Καίσαρα πρὶν ἐπιλάμψαι σελήνην τὴν νέαν. τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρʼ αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρʼ Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, ἵνα μὴ κατʼ ὄνομα ἐπιὼν διατρίβω. φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάτορι συμβεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει· ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρʼ Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν τῇ Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.

Anacharsis too was a Scythian, and he is recorded as surpassing many philosophers among the Greeks. Hellanicus relates that the Hyperboreans live beyond the Rhipaean mountains and are taught righteousness, not eating meat but using fruits. They lead those who are sixty years old outside the gates and put them away. Among the Germans too there are the so-called holy women, who, looking at the eddies of rivers and judging by the windings and sounds of the streams, foretell the future. These at any rate did not let them join battle with Caesar before the new moon had shone. Far the oldest of all these is the race of the Jews, and Philo the Pythagorean shows at length that their philosophy, written down, preceded the philosophy of the Greeks; so does Aristobulus the Peripatetic, and many others, so that I need not go through them by name. Most clearly, Megasthenes the historian, who lived with Seleucus Nicator, writes thus in the third book of his Indica: “All that was said about nature by the ancients is said also by those who philosophize outside Greece, some among the Indians by the Brahmins, others in Syria by those called Jews.”

1.15.73Stählin 2:46–47

τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφούς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἥ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μουσικὴν εὕρεσις ῥυθμῶν ἀναφέρεται· διʼ ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἰλήφασι. Φρύγες δὲ ἦσαν καὶ βάρβαροι οἱ Ἰδαῖοι δάκτυλοι. Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττομένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι. ὁ δὲ Βηρύτιος Ἕρμιππος Χείρωνα τὸν Κένταυρον σοφὸν καλεῖ, ἐφʼ οὗ καὶ ὁ τὴν Τιτανομαχίαν γράψας φησίν, ὡς πρῶτος οὗτος εἴς τε δικαιοσύνην θνητῶν γένος ἤγαγεν δείξας ὅρκους καὶ θυσίας ἱλαρὰς καὶ σχήματα Ὀλύμπου. παρὰ τούτῳ Ἀχιλλεὺς παιδεύεται ὁ ἐπʼ Ἴλιον στρατεύσας, Ἱππὼ δὲ ἡ θυγάτηρ τοῦ Κενταύρου συνοικήσασα Αἰόλῳ ἐδιδάξατο αὐτὸν τὴν φυσικὴν θεωρίαν, τὴν πάτριον ἐπιστήμην. μαρτυρεῖ καὶ Εὐριπίδης περὶ τῆς Ἱπποῦς ὧδέ πως· ἣ πρῶτα μὲν τὰ θεῖα προὐμαντεύσατο χρησμοῖσι σαφέσιν ἀστέρων ἐπʼ ἀντολαῖς. παρὰ τῷ Αἰόλῳ τούτῳ Ὀδυσσεὺς μετὰ τὴν Ἰλίου ἅλωσιν ξενίζεται. παρατήρει μοι τοὺς χρόνους εἰς σύγκρισιν τῆς Μωυσέως ἡλικίας καὶ τῆς κατʼ αὐτὸν ἀρχαιοτάτης φιλοσοφίας.

Some say, more mythically, that certain wise men of the so-called Idaean Dactyls were the first, to whom the invention of the so-called Ephesian letters and of musical rhythms is referred; for which reason dactyls among musicians have received their name. And the Idaean Dactyls were Phrygians and barbarians. Herodorus relates that Heracles, having become a seer and a natural philosopher, received the pillars of the world from Atlas the barbarian, the Phrygian, the myth hinting that he received the knowledge of heavenly things by learning. Hermippus of Berytus calls Chiron the Centaur wise; of him the author of the Titanomachy too says that he first “led the race of mortals to righteousness, showing oaths and cheerful sacrifices and the figures of Olympus.” Achilles, who fought against Ilium, was educated by him; and Hippo, the Centaur's daughter, who lived with Aeolus, taught him natural philosophy, her ancestral knowledge. Euripides too testifies about Hippo in some such way: “She first foretold divine things with clear oracles at the risings of the stars.” With this Aeolus Odysseus was entertained after the capture of Ilium. Note the dates for me, for comparison with the age of Moses and the most ancient philosophy of his time.

Miscellanies 1, chapter 16

1.16.74Stählin 2:47–48

Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδʼ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασιν. εἰσὶν δὲ οἳ Κᾶρας οἳ τὴν διʼ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσιν. πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο πρῶτοι Φρύγες, καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισεῖς τὴν διʼ ὀνείρων μαντικήν. Τυρρηνοὶ δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας.

The barbarians were inventors not only of philosophy but of almost every art. The Egyptians, at any rate, were the first to introduce astronomy to mankind, and likewise the Chaldeans. The Egyptians first showed how to burn lamps, divided the year into twelve months, forbade intercourse with women in temples, and legislated that no one should enter temples from a woman unwashed; the same were inventors of geometry. Some say the Carians devised prediction by the stars. The Phrygians first observed the flights of birds, and the Tuscans, neighbors of Italy, perfected the inspection of sacrifices. The Isaurians and Arabians worked out augury, as indeed the Telmessians did divination by dreams. The Tyrrhenians invented the trumpet and the Phrygians the flute; for Olympus and Marsyas were Phrygians.

1.16.75Stählin 2:48–49

Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει· οἳ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν. ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσεν. Κέλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καρπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πάρμην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι, Ἴτανόν τε (Σαυνίτης οὗτος ἦν) πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρεν καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὄρος. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον.

Cadmus, the inventor of letters for the Greeks, was a Phoenician, as Ephorus says; hence Herodotus writes that the letters were called Phoenician; others say that the Phoenicians and Syrians first devised letters. They say that Apis, a native Egyptian, invented medicine before Io came to Egypt, and that afterward Asclepius advanced the art. Atlas the Libyan first built a ship and sailed the sea. Celmis and Damnameneus, the Idaean Dactyls, first found iron in Cyprus; Delas, another Idaean, found the alloy of bronze, or, as Hesiod says, a Scythian. The Thracians first invented the so-called harpe (a curved sword), and were the first to use light shields on horseback. Likewise the Illyrians invented the so-called parma. They say too that the Tuscans devised sculpture, and that Itanus (he was a Samnite) first made the oblong shield. Cadmus the Phoenician discovered stone-cutting and devised the gold mines around Mount Pangaeus. And another nation, the Cappadocians, first invented the instrument called the nabla, as the Assyrians did the two-stringed lyre. The Carthaginians first built the quadrireme, and Bosporus built it on the spot.

1.16.76Stählin 2:49–50

Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρεν. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδονίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε † Σεμιράμεως βασιλέως Αἰγυπτίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλλάνικος.

Medea, daughter of Aeetes, the Colchian, first devised the dyeing of hair. And the Noropes (a Paeonian people, now called Norici) worked bronze and first refined iron. Amycus, king of the Bebryces, first invented boxing thongs. In music, Olympus the Mysian cultivated the Lydian mode; and the so-called Troglodytes invented the sambuca, a musical instrument. They say that Satyrus the Phrygian invented the transverse pipe; likewise Agnis, also a Phrygian, the three-stringed lyre and the diatonic mode; Olympus, likewise a Phrygian, instrumental notes; Marsyas, of the same country as those just named, the Phrygian, Mixophrygian, and Mixolydian modes; and Thamyris the Thracian devised the Dorian. We have heard that the Persians first made the carriage, the couch, and the footstool, and that the Sidonians built the trireme. The Sicilians near Italy first invented the phorminx, not much inferior to the cithara, and devised castanets. They record that linen garments were invented in the time of … Semiramis, queen of the Egyptians; and Hellanicus says that Atossa, who reigned over the Persians, first composed letters.

1.16.77Stählin 2:50

Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρʼ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται. Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες σκυθίζουσιν. οὗτος ἦν ὁ παρʼ Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός. ὁρᾷς φιλοσοφίαν βάρβαρον ἔργα ἐπαγγελλομένην, οὐ λόγους.

Scamon of Mitylene, Theophrastus of Eresus, Cydippus of Mantinea, and further Antiphanes, Aristodemus, and Aristotle, and besides these Philostephanus, and also Strato the Peripatetic, recorded these things in their works On Inventions. I have set out a few of them to establish the inventive and life-benefiting nature of the barbarians, from whom the Greeks have benefited in their pursuits. And if anyone disparages the barbarian tongue, “For me,” says Anacharsis, “all the Greeks speak Scythian.” He was the one admired among the Greeks who said, “My covering is a cloak, my supper milk and cheese.” You see barbarian philosophy professing deeds, not words.

1.16.78Stählin 2:50–51

ὁ δὲ ἀπόστολος οὕτω φησὶν καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον· ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος. καὶ ὁ λαλῶν γλώσσῃ προσευχέσθω, ἵνα διερμηνεύῃ. Ναὶ μὴν ὀψέ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφή. Ἀλκμαίων γοῦν Περίθου Κροτωνιάτης πρῶτος φυσικὸν λόγον συνέταξεν. οἳ δὲ Ἀναξαγόραν Ἡγησιβούλου Κλαζομένιον πρῶτον διὰ γραφῆς ἐκδοῦναι βιβλίον ἱστοροῦσιν. μέλος τε αὖ πρῶτος περιέθηκε τοῖς ποιήμασι καὶ τοὺς Λακεδαιμονίων νόμους ἐμελοποίησε Τέρπανδρος ὁ Ἀντισσαῖος, διθύραμβον δὲ ἐπενόησεν Λᾶσος Ἑρμιονεύς, ὕμνον Στησίχορος Ἱμεραῖος, χορείαν Ἀλκμὰν Λακεδαιμόνιος, τὰ ἐρωτικὰ Ἀνακρέων Τήιος. ὑπόρχησιν Πίνδαρος Θηβαῖος νόμους τε πρῶτος ᾖσεν ἐν χορῷ καὶ κιθάρᾳ Τιμόθεος ὁ Μιλήσιος.

And the apostle says thus: “So you too, unless you give an intelligible word by the tongue, how will what is spoken be known? For you will be speaking into the air. There are, it may be, so many kinds of languages in the world, and none is without meaning. If, then, I do not know the meaning of the language, I shall be a barbarian to the speaker, and the speaker a barbarian to me.” And “let the one who speaks in a tongue pray that he may interpret.” Indeed, the teaching and writing of prose came late to the Greeks. Alcmaeon of Croton, son of Perithus, first composed a treatise on nature; others record that Anaxagoras of Clazomenae, son of Hegesibulus, first published a book in writing. Terpander of Antissa first set poems to music and put the laws of the Spartans into song; Lasus of Hermione devised the dithyramb, Stesichorus of Himera the hymn, Alcman of Sparta the choral dance, Anacreon of Teos love songs; Pindar of Thebes the dance song; and Timotheus of Miletus first sang nomes with chorus and cithara.

1.16.79Stählin 2:51–52

ναὶ μὴν ἴαμβον μὲν ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος, χωλὸν δὲ ἴαμβον Ἱππῶναξ ὁ Ἐφέσιος, καὶ τραγῳδίαν μὲν Θέσπις ὁ Ἀθηναῖος, κωμῳδίαν δὲ Σουσαρίων ὁ Ἰκαριεύς. τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δʼ ἂν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ Διονύσου, διʼ ὃν καὶ Διονυσιακαὶ θέαι, μεταγενεστέρου Μωυσέως ἢ αὐτίκα μάλα. φασὶ δὲ καὶ τοὺς κατὰ διατριβὴν λόγους καὶ τὰ ῥητορικὰ ἰδιώματα εὑρεῖν καὶ μισθοῦ συνηγορῆσαι πρῶτον δικανικὸν λόγου εἰς ἔκδοσιν γραψάμενον Ἀντιφῶντα Σωφίλον Ῥαμνούσιον, ὥς φησι Διόδωρος, Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος τοῦ γραμματικοῦ ἀντὶ τοῦ κριτικοῦ εἰσηγήσατο τοὔνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο γραμματικὰ ἐπιγράψας. ὠνομάσθη δὲ γραμματικός, ὡς νῦν ὀνομάζομεν, πρῶτος Πραξιφάνης Διονυσοφάνους Μιτυληναῖος. Ζάλευκός τε ὁ Λοκρὸς πρῶτος ἱστόρηται νόμους θέσθαι, οἳ δὲ Μίνω τὸν Διὸς ἐπὶ Λυγκέως. οὗτος μετὰ Δαναὸν γίνεται ἑνδεκάτῃ ἄνωθεν ἀπὸ Ἰνάχου καὶ Μωσέως γενεᾷ, ὡς ὀλίγον ὑποβάντες δείξομεν. Λυκοῦργος δὲ μετὰ πολλὰ τῆς Ἰλίου ἁλώσεως γεγονὼς ἔτη πρὸ τῶν ὀλυμπιάδων ἔτεσιν ἑκατὸν πεντήκοντα νομοθετεῖ Λακεδαιμονίοις· Σόλωνος γὰρ τοὺς χρόνους προειρήκαμεν.

Archilochus of Paros devised the iambic, Hipponax of Ephesus the limping iambic, Thespis of Athens tragedy, and Susarion of Icaria comedy. The sons of the grammarians hand down their dates; it would be long to set them out exactly, since Dionysus himself, from whom the Dionysiac spectacles come, is shown to be much later than Moses. They say that Antiphon of Rhamnus, son of Sophilus, first invented school discourses and rhetorical figures, and was the first to plead for a fee and to write a forensic speech for publication, as Diodorus says. Apollodorus of Cumae first introduced the name “grammarian” instead of “critic” and was called a grammarian; some say Eratosthenes of Cyrene, since he published two books entitled Grammatica. But the first to be called a grammarian as we now use the word was Praxiphanes of Mitylene, son of Dionysophanes. Zaleucus the Locrian is recorded as the first to make laws; others say Minos, son of Zeus, in the time of Lynceus. He lived after Danaus, in the eleventh generation from Inachus and Moses, as we shall show a little further on. Lycurgus, living many years after the capture of Ilium, gave laws to the Spartans a hundred and fifty years before the Olympiads; the dates of Solon we have given already.

1.16.80Stählin 2:52

Δράκων δὲ ὁ καὶ αὐτὸς νομοθέτης περὶ τὴν τριακοστὴν καὶ ἐνάτην ὀλυμπιάδα γεγονὼς εὑρίσκεται. Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμένου γενομένην, ἔτη φέρει τὰ πάντα τριακόσια δώδεκα. ἔτι φασὶ τὸ ἡρῷον τὸ ἑξάμετρον Φανοθέαν τὴν γυναῖκα Ἰκαρίου, οἳ δὲ Θέμιν μίαν τῶν Τιτανίδων εὑρεῖν. Δίδυμος δʼ ἐν τῷ περὶ Πυθαγορικῆς φιλοσοφίας Θεανὼ τὴν Κροτωνιᾶτιν πρώτην γυναικῶν φιλοσοφῆσαι καὶ ποιήματα γράψαι ἱστορεῖ. Ἡ μὲν οὖν Ἑλληνικὴ φιλοσοφία, ὡς μέν τινες, κατὰ περίπτωσιν ἐπήβολος τῆς ἀληθείας ἁμῇ γέ πῃ, ἀμυδρῶς δὲ καὶ οὐ πάσης, γίνεται· ὡς δὲ ἄλλοι βούλονται, ἐκ τοῦ διαβόλου τὴν κίνησιν ἴσχει. ἔνιοι δὲ δυνάμεις τινὰς ὑποβεβηκυίας ἐμπνεῦσαι τὴν πᾶσαν φιλοσοφίαν ὑπειλήφασιν. ἀλλʼ εἰ καὶ μὴ καταλαμβάνει ἡ Ἑλληνικὴ φιλοσοφία τὸ μέγεθος τῆς ἀληθείας, ἔτι δὲ ἐξασθενεῖ πράττειν τὰς κυριακὰς ἐντολάς, ἀλλʼ οὖν γε προκατασκευάζει τὴν ὁδὸν τῇ βασιλικωτάτῃ διδασκαλίᾳ, ἁμῇ γέ πῃ σωφρονίζουσα καὶ τὸ ἦθος προτυποῦσα καὶ προστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας τὸν τὴν πρόνοιαν δοξάζοντα.

Draco too, also a lawgiver, is found to have lived about the thirty-ninth Olympiad. Antilochus, who wrote about the sages, reckons from the age of Pythagoras to the death of Epicurus, which occurred on the tenth of Gamelion, three hundred and twelve years in all. They also say that Phanothea, the wife of Icarius, invented the heroic hexameter; others, Themis, one of the Titanesses. Didymus, in his work on Pythagorean philosophy, relates that Theano of Croton was the first woman to philosophize and write poems. Greek philosophy, then, as some say, lays hold of the truth by chance in some way, dimly and not of the whole; as others would have it, it gets its impulse from the devil. Some have supposed that certain inferior powers inspired all philosophy. But even if Greek philosophy does not comprehend the greatness of the truth, and further is too weak to carry out the Lord's commandments, yet it prepares the way for the most royal teaching, in some way making one self-controlled, molding the character beforehand, and preparing the one who believes in providence to receive the truth.

Miscellanies 1, chapter 17

1.17.81Stählin 2:52–53

Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον. ἀλλʼ οἱ μὲν προφῆται, ἅτε ἀποσταλέντες καὶ ἐμπνευσθέντες ὑπὸ τοῦ κυρίου, οὐ κλέπται, ἀλλὰ διάκονοι. φησὶ γοῦν ἡ γραφή· ἀπέστειλεν ἡ σοφία τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα οἴνου. φιλοσοφία δὲ οὐκ ἀπεστάλη ὑπὸ κυρίου, ἀλλʼ ἦλθε, φησί, κλαπεῖσα ἢ παρὰ κλέπτου δοθεῖσα, εἴτʼ οὖν δύναμις ἢ ἄγγελος μαθών τι τῆς ἀληθείας καὶ μὴ καταμείνας ἐν αὐτῇ, ταῦτα ἐνέπνευσε καὶ κλέψας ἐδίδαξεν, οὐχὶ μὴ εἰδότος τοῦ κυρίου τοῦ καὶ τὰ τέλη τῶν ἐσομένων πρὸ καταβολῆς τοῦ κόσμου καὶ τοῦ ἕκαστον εἶναι ἐγνωκότος, ἀλλὰ μὴ κωλύσαντος· εἶχεν γάρ τινα ὠφέλειαν τότε ἡ εἰς ἀνθρώπους ἐρχομένη κλοπή, οὐ τοῦ ὑφελομένου τὸ συμφέρον σκοπουμένου, κατευθυνούσης δὲ εἰς τὸ συμφέρον τῆς προνοίας τὴν ἔκβασιν τοῦ τολμήματος.

Yes, they say it is written, “All who came before the Lord's coming are thieves and robbers.” All, then, who came before the incarnation of the Word are to be understood more generally. But the prophets, since they were sent and inspired by the Lord, are not thieves but servants. At any rate Scripture says, “Wisdom sent her servants, calling with a lofty proclamation to the bowl of wine.” But philosophy, they say, was not sent by the Lord, but came stolen or given by a thief; whether, then, some power or angel, having learned something of the truth and not remaining in it, inspired these things and, having stolen them, taught them. Not that the Lord did not know, who knew the ends of what would be before the foundation of the world and each thing's being; but he did not prevent it. For the theft that came to human beings then had some benefit, not because the one who stole looked to what was profitable, but because providence directed the outcome of the daring deed to what was profitable.

1.17.82Stählin 2:53

Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας· φασὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἢ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν σβέσαντα τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα τὴν ὀθόνην. αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι. ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος προσάπτεται. φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου. διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ κωλῦσαι δυνάμενον οὐκ ἐνεργεῖ οὐδὲ κωλύει. τί γὰρ ἐνεργεῖ ὁ μὴ κωλύων; ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονται· οὐδὲ γὰρ τὸν κλέπτην, ἀλλὰ τὸν μὴ κωλύσαντα τὴν κλοπὴν καταμέμψονται.

I know that many continually attack us, saying that what does not prevent is a cause. For they say that the one who did not guard or did not prevent is the cause of the theft, as the one who did not put out the fire at its beginning is the cause of the burning, and the pilot who did not shorten sail is the cause of the shipwreck. Thus the causes of these are punished by the law; for to the one who had the power to prevent, the blame for what happens is attached. We say to them that the cause is understood in making, acting, and doing, but that what does not prevent is in this respect inactive. Further, the cause is concerned with the activity, as the shipbuilder with the ship coming to be and the builder with the house being built; but what does not prevent is separate from what happens. It is accomplished for this reason, that what could prevent does not act or prevent. For what does the one who does not prevent do? And their argument even leads to absurdity, if they will blame for the wound not the arrow but the shield that did not prevent the arrow from passing through; for they will blame not the thief but the one who did not prevent the theft.

1.17.83Stählin 2:53–54

καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόντων, ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἕκτορα δυνάμενος οὐ κεκώλυκεν· ἀλλʼ ὃ μὲν διὰ μῆνιν (ἐπʼ αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ μὴ) καὶ μὴν οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιος· ὁ δὲ διάβολος αὐτεξούσιος ὢν καὶ μετανοῆσαι οἷός τε ἦν καὶ κλέψαι, καὶ ὁ αἴτιος αὐτὸς τῆς κλοπῆς, οὐχ ὁ μὴ κωλύσας κύριος. ἀλλʼ οὐδʼ ἐπιβλαβὴς ἡ δόσις ἦν, ἵνα ἡ κώλυσις παρέλθῃ. εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτούς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδʼ ὅλως αἴτιον εἶναι. τὸ δὲ κωλυτικὸν ἐνέχεσθαι τῷ τοῦ αἰτίου ἐγκλήματι. ὁ γὰρ προασπίζων αἴτιός ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθῆναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνιον αἴτιον ἦν οὐχὶ μὴ κωλῦον, ἀλλʼ ἀποτρέπον, εἰ καὶ μὴ προέτρεπεν. οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔθʼ αἱ τιμαὶ οὔθʼ αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς.

And let them say, then, that not Hector burned the ships of the Greeks, but Achilles, because, being able to prevent Hector, he did not prevent him. But he, out of wrath (and it was in his power to be wrathful or not), did not keep off the fire, and is perhaps a joint cause; whereas the devil, having free will, was able both to repent and to steal, and he himself is the cause of the theft, not the Lord who did not prevent it. Nor was the gift harmful, so that prevention was needed. If we must be exact with them, let them know that what does not prevent, which we say happened in the case of the theft, is no cause at all; but what prevents is liable to the charge of being a cause. For the one who holds a shield before another is the cause of his not being wounded, preventing him from being wounded; and Socrates' divine sign was a cause, not by not preventing, but by turning him away, even if it did not urge him on. Neither praises nor blames, neither honors nor punishments would be just if the soul did not have the power of impulse and aversion.

1.17.84Stählin 2:54–55

ἀλλʼ ἀκουσίου τῆς κακίας οὔσης. ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει δικαίως, ἵνʼ ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος. ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθʼ ὅτε κρατεῖ, ἧς, ἀγνοίας καὶ ἀμαθίας οὔσης, ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον· ἀλλʼ ὅταν διʼ ἑαυτόν τις καὶ διʼ ἀκρασίαν πυρέττῃ, αἰτιώμεθα τοῦτον) ὣς δὲ καὶ τῆς κακίας ἀκουσίου οὔσης· οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται. ὧν οὕτως ἐχόντων τὸ ἀπαλλάττεσθαι τῆς τε ἀγνοίας τῆς τε αἱρέσεως τῆς φαύλης καὶ ἐπιτερποῦς καὶ πρὸ τούτων τὸ μὴ συγκατατίθεσθαι ταῖς ἀπατηλαῖς ἐκείναις φαντασίαις ἀπόκειται ἐφʼ ἡμῖν. λῃστὴς δὲ καὶ κλέπτης ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια. πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπʼ αὐτοῦ ἀποσταλέντες.

nor if vice were involuntary. Hence the one who prevents is a cause, but the one who does not prevent justly judges the choice of the soul, so that God may remain as far as possible without responsibility for vice for us. And since choice and impulse begin sins, and sometimes a mistaken supposition prevails, from which, since it is ignorance and lack of learning, we neglect to withdraw, he would fittingly punish (for having a fever is involuntary too; but when someone has a fever through his own fault and intemperance, we blame him), so too, though vice is involuntary. For no one chooses evil as evil, but, carried away by the pleasure connected with it, supposing it good, he considers it worth taking. This being so, it rests with us to be freed from ignorance and from the base and pleasurable choice, and, before these, not to assent to those deceitful impressions. The devil is called a robber and a thief because he mixed false prophets in among the prophets, like tares among the wheat. “All, then, who came before the Lord are thieves and robbers”: not simply all human beings, but all the false prophets and all who were not properly sent by him.

1.17.85Stählin 2:55

Εἶχον δὲ καὶ οἱ ψευδοπροφῆται τὸ κλέμμα, τὸ ὄνομα τὸ προφητικόν, προφῆται ὄντες, ἀλλὰ τοῦ ψεύστου. λέγει γὰρ ὁ κύριος· ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν ἀποστάτου διάκονοι. λέγει δὲ καὶ ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας τῷ Ἑρμᾷ περὶ τοῦ ψευδοπροφήτου· τινὰ γὰρ ῥήματα ἀληθῆ λαλεῖ· ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων. πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλόν, ἵνα γνωρισθῇ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ. τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ παντοκράτορι ὄντι.

The false prophets too had what was stolen, the prophetic name, being prophets, but of the liar. For the Lord says: “You are of your father the devil, and you wish to do your father's desires. He was a murderer from the beginning, and does not stand in the truth, because there is no truth in him. When he speaks falsehood, he speaks from his own, for he is a liar and the father of it.” And among their lies the false prophets spoke some truths too, and indeed they prophesied in ecstasy, as servants of the apostate. The Shepherd, the angel of repentance, also says to Hermas about the false prophet: “For he speaks some true words; for the devil fills him with his own spirit, to see if he can break any of the righteous.” All things, then, are ordered from above for good, “that the manifold wisdom of God might be made known through the church, according to the foreknowledge of the ages, which he made in Christ.” And nothing opposes God or is contrary to him, since he is Lord and Almighty.

1.17.86Stählin 2:55

ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.

But the counsels and activities of the apostates too, being partial, arise from a bad disposition, like bodily diseases; but they are steered by universal providence to a healthy end, even if the cause produces disease. At any rate, the greatest thing of divine providence is not to allow the vice that sprang from a voluntary apostasy to remain useless and unprofitable, nor to become harmful in every respect. For it is the work of divine wisdom, virtue, and power not only to do good (for this, so to speak, is God's nature, as it is fire's to warm and light's to give light), but especially this: to bring about some good and useful end through the evils devised by some, and to use profitably what seems bad, as in the case of the martyrdom that comes from temptation.

1.17.87Stählin 2:55–56

ἔστιν οὖν κἀν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. ταύτῃ δʼ ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρʼ Ἕλλησι φιλόσοφοι, καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατʼ ἐπίγνωσιν λαβόντες, ἀλλʼ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ πνεῦμα αἰσθήσεως ἐσχήκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικὴν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος ἃ καὶ λαλοῦμεν λέγει οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος. ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντες φησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἱ προφῆται. καὶ ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμὴ ὁ κύριος λέγει, ἀλλὰ τοῦ πέμψαντός με πατρός. ἐπὶ δὲ τῶν κλεπτόντων ὁ δὲ ἀφʼ ἑαυτοῦ φησὶ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. τοιοῦτοι δὲ οἱ Ἕλληνες φίλαυτοι καὶ ἀλαζόνες. σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντως σοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους.

There is, then, in philosophy too, stolen as if by Prometheus, a little fire usefully kindled into light, a trace of wisdom and a movement toward God. In this way the philosophers among the Greeks would be thieves and robbers, since, before the Lord's coming, they took portions of the truth from the Hebrew prophets, not with full knowledge, but appropriating them as their own doctrines; some they falsified, some they cleverly elaborated out of curiosity but without understanding, and some they discovered; for perhaps they too had “the spirit of perception.” Aristotle too agreed with Scripture, calling sophistry a thievery of wisdom, as we showed before. And the apostle says, “which things we also speak, not in words taught by human wisdom, but in those taught by the Spirit.” For of the prophets he says, “We have all received from his fullness,” that is, from Christ's. So the prophets are not thieves. “And my teaching is not mine,” says the Lord, “but the Father's who sent me.” But of those who steal he says, “He who speaks from himself seeks his own glory.” Such are the Greeks, self-loving and boastful. And Scripture, calling them “wise,” does not disparage the truly wise, but those who think themselves wise.

Miscellanies 1, chapter 18

1.18.88Stählin 2:56–57

καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων τοὺς τοῦ αἰῶνος τούτου ζητητάς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας. οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; ἐπʼ ἴσης τῷ μωρὰν ἔδειξε καὶ οὐκ ἀληθῆ, ὡς ᾤοντο. κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ἐρεῖ. ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας, τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, σῶσαι τοὺς πιστεύοντας· ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν· μυθῶδες γὰρ ἡγοῦνται οἱ δοκησίσοφοι διά τε ἀνθρώπου υἱὸν θεοῦ λαλεῖν υἱόν τε ἔχειν τὸν θεὸν καὶ δὴ καὶ πεπονθέναι τοῦτον· ὅθεν αὐτοὺς ἡ πρόληψις τῆς οἰήσεως ἀναπείθει ἀπιστεῖν· ἡ γὰρ παρουσία τοῦ σωτῆρος οὐ μωροὺς ἐποίησεν καὶ σκληροκαρδίους καὶ ἀπίστους, ἀλλὰ συνετοὺς καὶ εὐπειθεῖς καὶ πρὸς ἔτι πιστούς. ἐδείχθησαν δὲ ἐκ τῆς τῶν ὑπακουσάντων ἑκουσίου προσκλίσεως χωρισθέντες οἱ μὴ ἐθελήσαντες πείθεσθαι ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία.

And of these, it says, “I will destroy the wisdom of the wise, and the understanding of the prudent I will set aside.” At any rate the apostle adds: “Where is the wise man? Where is the scribe? Where is the debater of this age?” by contrast with the scribes placing the inquirers of this age, the philosophers from the Gentiles. “Has not God made foolish the wisdom of the world?” Equivalent to: he showed it to be foolish and not true, as they thought. And if you ask the cause of their pretended wisdom, he will say, “because of the hardness of their heart.” “Since in the wisdom of God,” that is, proclaimed through the prophets, “the world did not know through wisdom,” the wisdom that spoke through the prophets, “him,” that is, God, “God was pleased through the foolishness of preaching,” which seemed foolishness to the Greeks, “to save those who believe. For the Jews,” he says, “ask for signs” for belief, “and the Greeks seek wisdom,” that is, the so-called compelling arguments and other syllogisms, “but we preach Christ crucified, a stumbling block to the Jews,” because, though they knew the prophecy, they did not believe its fulfillment, “and foolishness to the Greeks”; for those who think themselves wise consider it a myth that the Son of God speaks through a man, and that God has a Son, and further that he suffered. Hence the prejudice of their conceit persuades them to disbelieve. For the Savior's coming did not make people foolish, hard-hearted, and unbelieving, but understanding, obedient, and moreover faithful; but those who were unwilling to obey, separated from those who obeyed by voluntary choice, were shown to be without understanding, unbelieving, and foolish. “But to those who are called, Jews and Greeks, Christ is the power of God and the wisdom of God.”

1.18.89Stählin 2:57

μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπʼ ἴσης τῷ οὐκ ἐμώρανεν, ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένη, τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματι· ἑκούσιος γὰρ ἥ τε αἵρεσις ἥ τε τῆς ἀληθείας ἐκτροπή. ἀλλὰ καὶ τῷ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν τῇ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησίν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν. πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν. οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ. αὐτίκα ἐξ ἑκατέρου γένους οἱ πιστεύσαντες, οὗτοι λαὸς περιούσιος. κἀν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕροις ἂν κατὰ λέξιν· οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, οἱ δὲ μὴ θελήσαντες πείθεσθαι ἑαυτοὺς ἀπέστησαν δηλαδή.

Or should “Has not God made foolish the wisdom of the world?” rather (which is better) be taken as a denial, equivalent to “He did not make it foolish,” so that the cause of their hardness of heart may not appear to come from God, who would have made the wisdom foolish? On the contrary, though they were wise, they have come under greater blame by not believing the preaching; for both the choice and the turning away from the truth are voluntary. And by “I will destroy the wisdom of the wise” he means that it will be outshone by comparison with the despised and disdained barbarian philosophy, as a lamp outshone by the sun is said to be destroyed because it does not perform the same function. All human beings, then, having been called, those who were willing to obey were named “called.” “For there is no injustice with God.” Thus those from each race who believed are “a people for his own possession.” And in the Acts of the Apostles you might find word for word: “Those, then, who received his word were baptized”; but those unwilling to obey clearly withdrew themselves.

1.18.90Stählin 2:57–58

πρὸς τούτους ἡ προφητεία λέγει· κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφʼ ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν· θεοῦ δὲ σοφίαν εἴρηκεν ὁ ἀπόστολος τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν διʼ υἱοῦ παραδιδομένην. ἀλλὰ γὰρ καὶ ὁ δοκησίσοφος παραινέσεις ἔχει τινὰς τὰς παρὰ τῷ ἀποστόλῳ κελευούσας ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν. ἐργάζεσθαι δέ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογικῇ εὐποιίᾳ, ἵνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας. βούλεται γὰρ ἐκδιδάσκεσθαι τὸν λόγον καὶ εἰς τὰς τραπέζας τὸ ἀργύριον βάλλεσθαι δεδοκιμασμένον ἀκριβῶς εἰς τὸ ἐκδανείζεσθαι. ὅθεν ἐπιφέρει· λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, σαπρὸς λόγος οὗτος ὁ ἐξ οἰήσεως, ἀλλʼ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. ἀγαθοῦ δʼ ἂν ἀνάγκη θεοῦ ἀγαθὸν εἶναι τὸν λόγον. πῶς δὲ οὐκ ἀγαθὸς ὁ σῴζων;

To these the prophecy says, “If you are willing and listen to me, you will eat the good things of the land,” showing that both choice and turning away rest with us. And the apostle called the teaching according to the Lord “the wisdom of God,” to show that the true philosophy is handed down through the Son. But the one who thinks himself wise has certain exhortations from the apostle too, which command him “to put on the new man, created according to God in righteousness and holiness of truth. Therefore, putting away falsehood, speak truth; do not give place to the devil. Let the thief steal no longer, but rather let him labor, working what is good,” and to work is to labor further in seeking the truth, together with rational beneficence, “so that you may have something to share with the one in need,” both of worldly abundance and of divine wisdom. For he wishes the word to be taught, and the money, carefully tested, to be put with the bankers for lending. Hence he adds: “Let no rotten word come out of your mouth”; the rotten word is the one from conceit; “but whatever is good for building up as the need may be, that it may give grace to those who hear.” And the word of the good God must necessarily be good. How is the one who saves not good?

Miscellanies 1, chapter 19

1.19.91Stählin 2:58–59

Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς Ἀρεοπαγίτας· δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. διερχόμενος γὰρ καὶ ἱστορῶν τὰ σεβάσματα ὑμῶν εὗρον βωμὸν ἐν ᾧ ἀνεγέγραπτο· ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν. ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρʼ Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατʼ ἐπίγνωσιν δὲ δεῖν διʼ υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.

That the Greeks too are attested to teach some truths can be seen from this as well. Paul, in the Acts of the Apostles, is recorded as saying to the Areopagites: “I see that you are very religious. For as I passed through and looked at the objects of your worship, I found an altar on which was inscribed: To an unknown god. What you worship as unknown, this I proclaim to you. The God who made the world and all things in it, being Lord of heaven and earth, does not dwell in temples made with hands, nor is he served by human hands, as though he needed anything, since he himself gives to all life and breath and all things. And he made from one every race of men to dwell on all the face of the earth, having determined appointed seasons and the boundaries of their habitation, to seek the divine, if perhaps they might feel after it or find it, though it is not far from each one of us; for in him we live and move and have our being, as some of your own poets have said: For we are also his offspring.” From this it is clear that, using poetic examples from the Phaenomena of Aratus, he approves what was well said among the Greeks, and hinted that through the unknown god the Greeks honored, by a roundabout way, God the Creator, but that one must receive and learn him with full knowledge through the Son.

1.19.92Stählin 2:59

ἀπέστειλα οὖν διὰ τοῦτό σε εἰς τὰ ἔθνη, ἀνοῖξαι, φησίν, ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. οὗτοι οὖν οἱ ἀνοιγόμενοι τυφλῶν ὀφθαλμοὶ ἡ διʼ υἱοῦ ἐπίγνωσίς ἐστι τοῦ πατρός, ἡ τῆς περιφράσεως τῆς Ἑλληνικῆς κατάληψις, τό τε ἀπὸ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπιστρέψαι τὸ ἀπὸ τῆς ἁμαρτίας ἐστὶ μεταβάλλεσθαι, διʼ ἣν ἡ δουλεία ἐγεγόνει. οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλʼ ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης· εἰσὶ γὰρ δή, ὥς φασι οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι, πολλοὺς μὲν τοὺς κλητούς, ὀλίγους δὲ τοὺς ἐκλεκτοὺς αἰνιττόμενος. ἐπιφέρει γοῦν σαφῶς· οὗτοι δέ εἰσι κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθώς. ὧν δὴ κἀγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. εἰ δὲ ὀρθῶς προὐθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, ἐὰν θεὸς θέλῃ, ὀλίγον ὕστερον.

“For this reason, then, I have sent you to the Gentiles,” it says, “to open their eyes, so that they may turn from darkness to light and from the power of Satan to God, that they may receive forgiveness of sins and a share among those sanctified by faith in me.” These opened eyes of the blind, then, are the knowledge of the Father through the Son, the grasp of what the Greeks expressed in a roundabout way; and to turn from the power of Satan is to change from sin, through which slavery had come about. We do not, however, simply accept all philosophy, but that of which Socrates too speaks in Plato: “For there are, as those concerned with the initiations say, many thyrsus-bearers, but few Bacchants,” hinting at many called and few chosen. At any rate he adds clearly: “And these, in my opinion, are none other than those who have philosophized rightly. Of whom I too, as far as possible, left nothing undone in my life, but in every way was eager to become one. Whether I was rightly eager and accomplished anything, we shall know clearly when we come there, if God wills, a little later.”

1.19.93Stählin 2:59–60

ἆρʼ οὐ δοκεῖ σοι πίστεως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν τὴν μετὰ θάνατον ἐλπίδα τοῦ δικαίου σαφηνίζειν; κἀν τῷ Δημοδόκῳ, εἰ δὴ τοῦ Πλάτωνος τὸ σύγγραμμα, μὴ οὐκ ᾖ τοῦτο φιλοσοφεῖν λέγει, περὶ τὰς τέχνας κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλὰ ἄλλο τι, ἐπεὶ ἔγωγε ᾤμην καὶ ὄνειδος εἶναι. ᾔδει γὰρ, οἶμαι, ὡς ἄρα ἤδη πολυμαθίη νόον ἔχειν οὐ διδάσκει καθʼ Ἡράκλειτον. ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; οὐδαμῶς, εἶπον, ἀλλʼ ὁμοίους μὲν φιλοσόφοις. τοὺς δʼ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δʼ ἐγώ, φιλοθεάμονας. οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδʼ ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδʼ ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλʼ αὐτοῦ τἀγαθοῦ δὴ ἐπιστήμη καὶ τῆς ἀληθείας, ἐκείνων ἑτέρων μὲν ὄντων τἀγαθοῦ, ὁδῶν ὥσπερ δὲ ἐπὶ τἀγαθόν. ὥστʼ οὐδʼ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι, συνεργεῖν δὲ πρὸς τὸ διεγείρειν καὶ συγγυμνάζειν πρὸς τὰ νοητὰ τὴν ψυχήν.

Does he not seem to you, from the Hebrew Scriptures, to make clear the hope of the righteous after death, which belongs to faith? And in the Demodocus, if the work is really Plato's, he says that to philosophize is not this, to live bent over the arts or learning many things, but something else, since I at least thought that a reproach. For he knew, I think, that “much learning does not teach one to have sense,” according to Heraclitus. And in the fifth book of the Republic he says: “Shall we call all these, then, and others learned in such things, and those of the petty arts, philosophers? Not at all, I said, but like philosophers. And whom do you call the true ones? he said. Those, I said, who love to behold the truth.” For philosophy is not in geometry, which has postulates and hypotheses, nor in music, which is a matter of guesswork, nor in astronomy, stuffed with physical, fluctuating, and probable arguments, but it is knowledge of the good itself and of the truth, those other things being different from the good, but like roads toward the good. So he himself does not grant that encyclical education contributes to the good itself, but that it works together to rouse the soul and to exercise it together toward intelligible things.

1.19.94Stählin 2:60–61

Εἴτʼ οὖν κατὰ περίπτωσίν φασιν ἀποφθέγξασθαί τινα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περίπτωσις (οὐ γὰρ ταὐτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχία· εἴτʼ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι, τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν. ἂν γὰρ προαναφώνησίν τις εἴπῃ καὶ συνεκφώνησιν αἰτιάσηται, προφητείας εἴδη λέγει. ναὶ μὴν κατʼ ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς φιλοσόφοις. ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφʼ ἡμῶν γράφει· βλέπομεν γὰρ νῦν ὡς διʼ ἐσόπτρου, κατʼ ἀνάκλασιν ἐπʼ αὐτοῦ ἑαυτοὺς γινώσκοντες κἀκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμῖν τὰ νῦν· μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστικῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατʼ ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρʼ Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν· τοιαῦται γὰρ αἱ κατʼ ἀδυναμίαν φαντασίαι ἀληθεῖς, ὡς φαντασία καθορᾶται ἐν τοῖς ὕδασιν καὶ ὁρῶμεν τὰ διὰ τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων.

Whether, then, they say that the Greeks uttered some things of the true philosophy by chance, the chance is of the divine plan (for no one, out of rivalry with us, will deify accident); or by coincidence, the coincidence is not without providence; or if someone should say that the Greeks had a natural conception, we know that the Creator of nature is one, just as we have called righteousness natural; or if they had a common mind, let us consider who is its father and the father of the righteousness that corresponds to the distribution of mind. For if someone speaks of foretelling and attributes it to joint utterance, he is speaking of forms of prophecy. Others would have it that some things were said by the philosophers by a reflection of the truth. The divine apostle writes of us: “For now we see as through a mirror,” knowing ourselves by reflection in him and contemplating, as far as possible, the efficient cause from the divine in us. “For you have seen your brother,” it says, “you have seen your God.” I think the Savior is here called God for us; but after putting off the flesh, “face to face,” then definitely and comprehensively, when the heart has become pure. And by reflection and transparency those who philosophized accurately among the Greeks see God; for such are the true impressions because of our weakness, as an image is seen in water and we see things through transparent and clear bodies.

1.19.95Stählin 2:61

καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἳ πλείονα ποιοῦσιν. καὶ πάλιν· ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας. οἱονεὶ δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ κρείσσων φησὶ φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν· ὃς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους καὶ διώκει ὄρνεα πτερωτά. οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον. καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει. ἐπιφέρει γοῦν· ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιὰς τοῦ ἰδίου γεωργίου πεπλάνηται. αὗται δέ εἰσιν αἱ τὴν ἐξ ἀρχῆς ἀπολείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται διʼ ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, συνάγων χερσὶν ἀκαρπίαν.

Well, then, does Solomon say, “He who sows righteousness works faith.” “And there are those who sow their own and make more.” And again: “Take care of the green things in the field, and you will shear the grass, and gather ripe hay, that you may have sheep for clothing.” You see how care must be taken also for outward covering and protection. “And you will know the souls of your flock well.” “For when Gentiles who do not have the law do by nature the things of the law, these, not having the law, are a law to themselves,” the uncircumcision keeping the ordinances of the law, according to the apostle, both before the law and before the coming. As if comparing those from philosophy with the so-called heretics, the Word says very plainly, “Better is a friend near than a brother living far off. But the one who leans on falsehoods feeds the winds and chases winged birds.” I do not think the Word here means philosophy, though in many things philosophy argues and persuades what is probable; rather he rebukes the heresies. At any rate he adds: “For he has left the ways of his own vineyard and has wandered from the tracks of his own field.” These are the heresies that leave the church that existed from the beginning. Thus the one who has fallen into heresy “passes through a waterless desert,” abandoning the God who truly is, deserted by God, seeking waterless water, coming to the uninhabited and thirsty land, “gathering fruitlessness with his hands.”

1.19.96Stählin 2:61–62

καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπʼ ἄλλων τινῶν, ἀλλʼ ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς. εἰσὶ γὰρ οἳ καὶ ὕδωρ ψιλὸν εὐχαριστοῦσιν. ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς. τόπον τὴν συναγωγήν, οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν. εἶτα ἐπιφωνεῖ· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, τὸ βάπτισμα τὸ αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη. καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον τὸν παραφέροντα καὶ κατασύροντα εἰς θάλασσαν, εἰς ἣν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατʼ ἀλήθειαν ἑδραιότητος, συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.

“And I exhort those who lack sense,” says Wisdom, meaning those involved in the heresies, “Touch hidden bread with pleasure, and sweet stolen water,” Scripture plainly applying bread and water to none other than the heresies that use bread and water in the offering not according to the rule of the church. For there are those who even celebrate the Eucharist with plain water. “But leap away, do not linger in her place”; “place” means the synagogue, not calling it “church” by the same name. Then it adds: “For so you will pass through strange water,” reckoning heretical baptism not proper and genuine water, “and you will cross a strange river,” which carries one along and sweeps one down into the sea, into which the one who has turned aside from the firm foundation of truth is poured out, flowing back again into the heathen and disorderly waves of life.

Miscellanies 1, chapter 20

1.20.97Stählin 2:62

Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντʼ ἄν, ἀλλʼ ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς ἄλλοις αἰτία καὶ συνεργός. τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον. ὡς δὲ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι. καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις διʼ υἱοῦ. εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή, ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν, ἐν τούτοις δὲ σωφροσύνην, ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἀν φιλοσοφίᾳ τῇ ὀρθῇ Ἑλληνικὴ εἴη ἂν ἀλήθεια. μόνη δὲ ἡ κυρία αὕτη ἀλήθεια ἀπαρεγχείρητος, ἣν παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμεθα.

As the many men who drag a ship down to the sea would not be called many causes, but one cause from many (for each is not the cause of the ship being dragged, but with the others), so philosophy too, being an inquiry into truth, helps toward the apprehension of truth, not being the cause of apprehension, but a cause together with the others and a fellow worker. Perhaps a joint cause is also a cause. And as, happiness being one, the virtues that are many are its causes; and as the sun, fire, the bath, and clothing are causes of being warmed; so, truth being one, many things help toward seeking it, but the finding is through the Son. At any rate, if we consider, virtue is one in power; but it happens that, arising in these matters, it is called prudence, in these self-control, in these courage or justice. By the same reasoning, since truth is one, in geometry there is the truth of geometry, in music that of music, and in right philosophy there would be Greek truth. But the sovereign truth alone is unassailable, which we learn from the Son of God.

1.20.98Stählin 2:62–63

τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῷ πιπράσκοντι ἀρραβῶνα. ἑκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένη μόνου τοῦ καθʼ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία. κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα), ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως. εἰ δὲ καὶ πόρρωθεν συλλαμβάνεται φιλοσοφία πρὸς τὴν ἀληθείας εὕρεσιν, κατὰ διαφόρους ἐπιβολὰς διατείνουσα ἐπὶ τὴν προσεχῶς ἁπτομένην τῆς ἀληθείας τὴν καθʼ ἡμᾶς εἴδησιν, ἀλλὰ συλλαμβάνεταί γε τῷ λογικῶς ἐπιχειρεῖν ἐσπουδακότι ἀνθάπτεσθαι γνώσεως. χωρίζεται δὲ ἡ Ἑλληνικὴ ἀλήθεια τῆς καθʼ ἡμᾶς, εἰ καὶ τοῦ αὐτοῦ μετείληφεν ὀνόματος, καὶ μεγέθει γνώσεως καὶ ἀποδείξει κυριωτέρᾳ καὶ θείᾳ δυνάμει καὶ τοῖς ὁμοίοις· θεοδίδακτοι γὰρ ἡμεῖς, ἱερὰ ὄντως, γράμματα παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμενοι· ἔνθεν οὐδʼ ὡσαύτως κινοῦσι τὰς ψυχάς, ἀλλὰ διαφόρῳ διδασκαλίᾳ.

In the same way we say that one and the same drachma, given to the shipmaster, is called fare; to the tax collector, tax; to the landlord, rent; to the teacher, fee; and to the seller, deposit. And each virtue, or truth, called by the same name, is the cause only of its own result; and from their joint use comes living happily (for we are not made happy by names), when we call the right life happiness and the one whose soul is adorned with virtue happy. And if philosophy helps from afar toward the finding of truth, reaching by various approaches toward our knowledge, which touches the truth directly, yet it does help the one who is eager to lay hold of knowledge rationally. But Greek truth is distinct from ours, even if it has received the same name, both by the greatness of knowledge, by more authoritative demonstration, by divine power, and the like; for we are taught by God, learning truly sacred letters from the Son of God. Hence they do not move souls in the same way, but by different teaching.

1.20.99Stählin 2:63

εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον τὴν φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδʼ ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι. ὃ δὲ μεθʼ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθʼ αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν ἢ ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθʼ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα τὸ κατʼ ἀλήθειαν παρέχειν. καίτοι καὶ καθʼ ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην, εἰς ἣν εὑρίσκεται συνεργός (καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδʼ ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων αὐτὴν προσφυῶς. ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα, τὰ δʼ ἐλάσσονα προσφέρεται δύναμιν. ἡ γοῦν σαφήνεια συνεργεῖ πρὸς τὴν παράδοσιν τῆς ἀληθείας καὶ ἡ διαλεκτικὴ πρὸς τὸ μὴ ὑποπίπτειν ταῖς κατατρεχούσαις αἱρέσεσιν.

If we must also make distinctions because of the fault-finders, calling philosophy a joint cause and fellow worker in the true apprehension, being an inquiry into truth, we will acknowledge it as a preliminary training of the one who knows, not making the joint cause a cause, nor the fellow worker a sustaining cause, nor philosophy that without which it cannot be; since almost all of us, without the encyclical education and Greek philosophy, and some even without letters, moved by the divine and barbarian philosophy, have received in power the word about God through faith, taught by a wisdom that works by itself. What acts together with another, being incomplete to act by itself, we call a fellow worker and joint cause, named from being a cause with a cause, or from becoming a cause by joining another, but unable by itself to produce the true result. Yet philosophy once justified the Greeks even by itself, though not to the whole righteousness, toward which it is found a fellow worker (as the first and second step are for one going up to the upper room, and the schoolmaster for one who will philosophize); nor does its removal make the whole account deficient or destroy the truth, since sight, hearing, and voice contribute to truth, but it is the mind that knows it naturally. But among fellow workers some contribute more power, others less. Clarity at any rate works together for the handing on of truth, and dialectic for not falling to the heresies that attack.

1.20.100Stählin 2:63–64

αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλʼ ἀδύνατον παρέχουσα τὴν κατʼ αὐτῆς σοφιστικὴν ἐπιχείρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος. καὶ ἣ μὲν ὡς ἄρτος ἀναγκαία πρὸς τὸ ζῆν, ἡ κατὰ τὴν πίστιν ἀλήθεια· ἡ προπαιδεία δὲ προσοψήματι ἔοικεν καὶ τραγήματι, δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον κατὰ τὸν Θηβαῖον Πίνδαρον. ἄντικρυς δὲ ἐξεῖπεν ἡ γραφή· πανουργότερος ἔσται ἄκακος συνίων, ὁ δὲ σοφὸς δέξεται γνῶσιν. καὶ ὁ μὲν ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, φησὶν ὁ κύριος, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν ἀληθής ἐστι καὶ ἀδικία οὐκ ἔστιν ἐν αὐτῷ. ἔμπαλιν οὖν ἀδικεῖ ὁ σφετερισάμενος τὰ βαρβάρων καὶ ὡς ἴδια αὐχῶν, τὴν ἑαυτοῦ δόξαν αὔξων καὶ ψευδόμενος τὴν ἀλήθειαν. οὗτος κλέπτης ὑπὸ τῆς γραφῆς εἴρηται. φησὶ γοῦν· υἱέ, μὴ γίνου ψεύστης· ὁδηγεῖ γὰρ τὸ ψεῦσμα πρὸς τὴν κλοπήν. ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς κἂν χρυσίον ᾖ κἂν ἄργυρος κἂν λόγος κἂν δόγμα. ἐκ μέρους τοίνυν, ἃ κεκλόφασιν, ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι. μαθητευθέντες οὖν καταληπτικῶς ἐπιγνώσονται.

The teaching according to the Savior, then, is complete in itself and needs nothing, being “the power and wisdom of God”; and Greek philosophy, coming to it, does not make the truth more powerful, but, making the sophistic attack against it powerless and repelling the treacherous plots against the truth, it has fittingly been called the hedge and wall of the vineyard. The truth according to faith is necessary for life like bread; preliminary training is like relish and dessert, “a sweet sweetmeat at the end of dinner,” according to Pindar of Thebes. Scripture has said outright: “The innocent who understands will be more shrewd, and the wise will receive knowledge.” And “he who speaks from himself seeks his own glory,” says the Lord, “but he who seeks the glory of the one who sent him is true, and there is no unrighteousness in him.” Conversely, then, the one who appropriates the things of the barbarians and boasts of them as his own does wrong, increasing his own glory and falsifying the truth. Scripture calls him a thief. At any rate it says, “My son, do not be a liar; for lying leads to theft.” Yet the thief really has what he has taken, whether gold, silver, word, or doctrine. What they have stolen, then, is partly true, but they know it by guesswork and the necessities of argument. When they become disciples, then, they will know it with understanding.

Miscellanies 1, chapter 21

1.21.101Stählin 2:64–65

Καὶ περὶ μὲν τοῦ παρʼ Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, διʼ ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ Ἑβραίους φιλοσοφία. εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ Πρὸς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν· ἀπαιτεῖ δὲ ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατʼ αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· κατέσκαψε δὲ τὴν Ἀουαρίαν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραφεν ὁ Μενδήσιος Πτολεμαῖος. ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις κατὰ Ἄμωσίν φησιν Αἰγύπτου βασιλέα Μωυσέως ἡγουμένου γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα.

We shall discuss a little later how the doctrines of the philosophers were devised from the Hebrews; but first, as was fitting, we must now speak about the times of Moses, by which it will be shown beyond dispute that the philosophy of the Hebrews is the most ancient of all wisdom. This has been discussed accurately by Tatian in his work To the Greeks, and also by Cassian in the first book of his Exegetica; nevertheless our record requires us too to run over what has been said on the subject. Apion the grammarian, surnamed Pleistonices, in the fourth book of his Egyptian Histories, though he was hostile to the Hebrews, being an Egyptian by race, so that he even composed a book against the Jews, when mentioning Amosis, king of the Egyptians, and his deeds, cites as witness Ptolemy of Mendes. His words run thus: “Amosis destroyed Avaris, having lived in the time of Inachus of Argos, as Ptolemy of Mendes wrote in his Chronicles.” This Ptolemy was a priest, and, setting out the deeds of the Egyptian kings in three whole books, he says that it was in the time of Amosis, king of Egypt, that the Jews made their departure from Egypt, led by Moses; from which it is seen that Moses flourished in the time of Inachus.

1.21.102Stählin 2:65–66

παλαίτατα δὲ τῶν Ἑλληνικῶν τὰ Ἀργολικά, τὰ ἀπὸ Ἰνάχου λέγω, ὡς Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τοῖς Χρόνοις διδάσκει, τούτων δὲ † τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικὰ τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός, ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. τούτων δὲ ἄλλαιν δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσι ἢ μιᾷ πλείους διαριθμοῦνται, ἔτη δέ, ὡς ἔπος εἰπεῖν, τετρακόσια καὶ πρόσω. εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν ἀφʼ ὧν Κτησίας λέγει, φανήσεται τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ ἡ Μωυσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις. ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα τὸν μετὰ Ἴναχον ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς καὶ ἡ ἐν Σικυῶνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἄνθρωπον γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων.

The oldest of Greek history is that of Argos, I mean from Inachus, as Dionysius of Halicarnassus teaches in his Chronicles; the Attic, from Cecrops, the two-natured and earthborn, is younger than these by … forty generations, as Tatian says word for word, and the Arcadian, from Pelasgus, by nine (he too is said to be earthborn). Younger than these by two more is the Phthiotic, from Deucalion. From Inachus to the time of the Trojan War, twenty generations or one more are counted, and roughly four hundred years or more. If the Assyrian history is many years older than the Greek, from what Ctesias says, it will appear that the departure of Moses from Egypt, in the time of Amosis the Egyptian and Inachus the Argive, was in the four hundred and second year of the Assyrian empire and the thirty-second of the reign of Beluchus the eighth. In Greece, in the time of Phoroneus, who came after Inachus, there was the flood in the time of Ogyges and the kingdom in Sicyon, first of Aegialeus, then of Europs, then of Telchis, and that of Cres in Crete. For Acusilaus says that Phoroneus was the first man; hence the poet of the Phoronis too said that he was “father of mortal men.”

1.21.103Stählin 2:66–67

ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει· καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖ, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ τὰ μετὰ τὸν κατακλυσμόν. κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφʼ οὗ Ἀκταία ἡ Ἀττική. κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυὴς Κέκροψ καὶ Ἰώ. κατὰ δὲ Κρότωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία. κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτυόνος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ὃν πρῶτον, φησὶν Ὅμηρος, τέκετο νεφεληγερέτα Ζεύς, ἥ τε τῆς Εὐρώπης εἰς Κρήτην ἐκ Φοινίκης ἀνακομιδή. κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις Τριπτολέμου τε γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία. κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος. κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος.

Following Acusilaus, Plato writes in the Timaeus: “And once, wishing to lead them on to talk about ancient things, he tried to tell the most ancient things of this city, about Phoroneus, who was called the first, and Niobe, and what happened after the flood.” In the time of Phorbas was Actaeus, from whom Attica was called Actaea. In the time of Triopas were Prometheus, Atlas, Epimetheus, Cecrops the two-natured, and Io. In the time of Crotopus, the conflagration under Phaethon and the deluge under Deucalion. In the time of Sthenelus, the reign of Amphictyon, the coming of Danaus to the Peloponnese, and the founding of Dardania by Dardanus, “whom first,” says Homer, “cloud-gathering Zeus begot,” and the carrying of Europa from Phoenicia to Crete. In the time of Lynceus, the rape of the Maiden, the founding of the precinct at Eleusis, the agriculture of Triptolemus, the coming of Cadmus to Thebes, and the reign of Minos. In the time of Proetus, the war of Eumolpus against the Athenians. In the time of Acrisius, the crossing of Pelops from Phrygia, the arrival of Ion at Athens, the second Cecrops, the deeds of Perseus and Dionysus, and Orpheus and Musaeus.

1.21.104Stählin 2:67

κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός. καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα· ἕτεροι δὲ σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ ὁ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ. τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος.

Ilium was taken in the eighteenth year of Agamemnon's reign, in the first year of Demophon son of Theseus as king at Athens, on the twelfth of the month Thargelion, as Dionysius of Argos says; Agias and Dercylus in their third book say on the eighth day before the end of the month Panemus; Hellanicus says the twelfth of Thargelion. And some of those who wrote Attic histories say the eighth day before the end, in the last year of Menestheus' reign, at full moon: “It was midnight,” says the author of the Little Iliad, “and the bright moon was rising”; others say the same day of Scirophorion. Theseus, an emulator of Heracles, is one generation older than the Trojan War. At any rate Homer mentions Tlepolemus, a son of Heracles, as having fought against Ilium.

1.21.105Stählin 2:67–68

Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία. ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ· Ζηνὶ δʼ ἄρα Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα· Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱόν, μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ.

Moses, then, is shown to precede the deification of Dionysus by six hundred and four years, if he is deified in the thirty-second year of the reign of Perseus, as Apollodorus says in his Chronicles. From Dionysus to Heracles and the heroes with Jason who sailed in the Argo, sixty-three years are reckoned; Asclepius and the Dioscuri sailed with them, as Apollonius of Rhodes testifies in the Argonautica. From the reign of Heracles at Argos to the deification of Heracles himself and Asclepius, thirty-eight years are reckoned, according to the chronographer Apollodorus; from then to the deification of Castor and Pollux, fifty-three years. About this time too was the capture of Ilium. And if we must believe Hesiod the poet too, let us hear him: “To Zeus, Maia, daughter of Atlas, bore glorious Hermes, herald of the immortals, having gone up into his holy bed; and Cadmean Semele, joined in love, bore him a splendid son, Dionysus of many joys.”

1.21.106Stählin 2:68

Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην), ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν ἑβδόμῃ γενεᾷ μετὰ Μωυσέα, ὥστε καὶ πρὸ τῆς καθʼ Ἕλληνας ἀνθρωπογονίας ὁ Μωυσῆς ἠκμακέναι φαίνεται. Λέων δὲ ὁ τὰ περὶ τῶν κατʼ Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν. τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος. κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν ἐγχωρίων ὕστερον.

Cadmus, the father of Semele, came to Thebes in the time of Lynceus and became the inventor of Greek letters. Triopas was contemporary with Isis, in the seventh generation from Inachus (they say that Isis is also Io, because she went wandering through the whole earth); Ister, in his work on the colonization of the Egyptians, says she was the daughter of Prometheus. And Prometheus, in the time of Triopas, was in the seventh generation after Moses, so that Moses appears to have flourished even before the origin of man according to the Greeks. Leon, who wrote about the gods of Egypt, says that Isis is called Demeter by the Greeks; she lived in the time of Lynceus, eleven generations after Moses. Apis, king of Argos, founded Memphis, as Aristippus says in the first book of his Arcadica. Aristeas of Argos says that he was surnamed Sarapis and that he is the one the Egyptians worship; Nymphodorus of Amphipolis, in the third book of his Customs of Asia, says that the bull Apis, when it died and was embalmed, was placed in a coffin in the temple of the honored god; hence it was called Soroapis, and later, by a certain usage of the natives, Sarapis.

1.21.107Stählin 2:68–69

Ἆπις δὲ τρίτος ἐστὶν ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν, Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετʼ Ἀπόλλων, καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ μέγαν εἰς ἐνιαυτόν. Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὑρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλʼ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθʼ οὓς μακρῷ νεώτεροι οἱ παρʼ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρʼ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.

Apis is third from Inachus. Leto too lived in the time of Tityus, for “he assaulted Leto, the glorious consort of Zeus,” and Tityus was contemporary with Tantalus. Fittingly, then, does Pindar the Boeotian write: “In time was Apollo born”; and it is no wonder, since he is found serving Admetus along with Heracles “for a great year.” Zethus and Amphion, the inventors of music, lived about the age of Cadmus. And if anyone tells us that Phemonoe first gave oracles to Acrisius, let him know that twenty-seven years after Phemonoe came Orpheus, Musaeus, and Linus, the teacher of Heracles. Homer and Hesiod are much younger than the Trojan War, and much younger again than they are the Greek lawgivers, Lycurgus and Solon, and the Seven Wise Men, and Pherecydes of Syros and the great Pythagoras, who lived somewhere about the Olympiads, as we have shown. So Moses has been shown to be older than most of the gods among the Greeks, not only than their so-called wise men and poets.

1.21.108Stählin 2:69–70

Καὶ οὔτι γε μόνος οὗτος, ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα· λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παραγενομένην εἰς Δελφοὺς ᾆσαι· ὦ Δελφοί, θεράποντες ἑκηβόλου Ἀπόλλωνος, ἦλθον ἐγὼ χρήσουσα Διὸς νόον αἰγιόχοιο, αὐτοκασιγνήτῳ κεχολωμένη Ἀπόλλωνι. ἔστι δὲ καὶ ἄλλη Ἐρυθραία Ἡροφίλη καλουμένη· μέμνηται τούτων Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ χρηστηρίων. ἐῶ δὲ τὴν Αἰγυπτίαν καὶ τὴν Ἰταλήν, ἣ τὸ ἐν Ῥώμῃ Κάρμαλον ᾤκησεν, ἧς υἱὸς Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ Λουπέρκιον καλούμενον κτίσας.

Not only he, but the Sibyl too is older than Orpheus. For there are several accounts of her name and of the oracles attributed to her: that, being a Phrygian, she was called Artemis, and that she came to Delphi and sang: “O Delphians, servants of far-shooting Apollo, I have come to declare the mind of aegis-bearing Zeus, angry with my own brother Apollo.” There is also another, the Erythraean, called Herophile; Heraclides of Pontus mentions them in his work On Oracles. I pass over the Egyptian and the Italian, who lived in the Carmalum at Rome, whose son Evander founded at Rome the shrine of Pan called the Lupercal.

1.21.109Stählin 2:70

Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἑβραίοις προφητῶν τοὺς χρόνους. Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη † ξε΄, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῇ ἄλλα πέντε καὶ εἴκοσι ἀναπαυσάμενος. ὡς δὲ τὸ βιβλίον τοῦ Ἰησοῦ περιέχει, διεδέξατο τὸν Μωυσέα ὁ προειρημένος ἀνὴρ ἔτη κζ΄. ἔπειτα ἁμαρτόντες οἱ Ἑβραῖοι παραδίδονται Χουσαχὰρ βασιλεῖ Μεσοποταμίας ἔτεσιν ὀκτώ, ὡς ἡ τῶν Κριτῶν ἱστορεῖ βίβλος· δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφὸν τοῦ Χαλὲβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὃς ἀποκτείνας τὸν τῆς Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς ν΄. καὶ πάλιν ἁμαρτόντες παρεδόθησαν Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτεσιν ὀκτωκαίδεκα, ἐπιστρεψάντων δὲ αὐτῶν αὖθις ἡγήσατο αὐτῶν Ἀὼδ ἔτεσιν ὀγδοήκοντα, ἀνὴρ ἀμφοτεροδέξιος ἐκ φυλῆς Ἐφραΐμ· οὗτός ἐστιν ὁ ἀνελὼν τὸν Αἰγλώμ.

Having come here, it is worth examining the times of the other prophets among the Hebrews after Moses. After the end of Moses' life, Joshua succeeded to the leadership of the people, fighting for … years and resting in the good land another twenty-five. As the book of Joshua contains, the man just mentioned succeeded Moses for twenty-seven years. Then the Hebrews, having sinned, were handed over to Chushan, king of Mesopotamia, for eight years, as the book of Judges relates; and afterward, having prayed to God, they received as leader Othniel, the younger brother of Caleb, of the tribe of Judah, who killed the king of Mesopotamia and ruled the people for fifty years. And again, having sinned, they were handed over to Eglon, king of the Moabites, for eighteen years; and when they turned back, Ehud led them for eighty years, a man ambidextrous, of the tribe of Ephraim; he is the one who killed Eglon.

1.21.110Stählin 2:70–71

τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσι· ἐπὶ τούτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶμ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη τεσσαράκοντα. τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά. ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα. μεθʼ ὃν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία. διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαρρὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἴκοσι. μεθʼ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται.

When Ehud died, they sinned again and were handed over to Jabin, king of Canaan, for twenty years. In his time Deborah, the wife of Lappidoth, of the tribe of Ephraim, prophesied, and the high priest was Uzzi, son of Rhiesus. Through her, Barak, son of Benner, of the tribe of Naphtali, leading the army, drew up against Sisera, Jabin's commander, and conquered; and from then Deborah ruled the people as judge for forty years. When she died, the people sinned again and were handed over to the Midianites for seven years. After these, Gideon, son of Joash, of the tribe of Manasseh, marching out with three hundred men and destroying a hundred and twenty thousand of them, ruled forty years. After him his son Abimelech, three years. Boleas (that is, Tola), son of Bedan, son of Charran, of the tribe of Ephraim, succeeded him, ruling twenty-three years. After him the people, sinning again, were handed over to the Ammonites for eighteen years.

1.21.111Stählin 2:71

μετανοησάντων δὲ αὐτῶν ἡγεῖται Ἰεφθαὲ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ καὶ ἦρξεν ἔτη ἕξ, μεθʼ ὃν ἦρξεν Ἀβατθὰν ὁ ἐκ Βηθλεὲμ φυλῆς Ἰούδα ἔτη ἑπτά, ἔπειτα Ἑβρὼν ὁ Ζαβουλωνίτης ἔτη ὀκτώ, ἔπειτα Ἐγλὼμ Ἐφραῒμ ἔτη ὀκτώ. ἔνιοι δὲ τοῖς τοῦ Ἀβατθὰν ἔτεσιν ἑπτὰ συνάπτουσι τὰ Ἑβρὼν ὀκτὼ ἔτη. καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα. ἐπιστρεψάντων δὲ αὐτῶν Σαμψὼν ἡγεῖται ἐκ φυλῆς Δάν, νικήσας ἐν πολέμῳ τοὺς ἀλλοφύλους. οὗτος ἦρξεν ἔτεσιν εἴκοσι. καὶ μετὰ τοῦτον ἀναρχίας οὔσης διέκρινε τὸν λαὸν Ἠλὶ ὁ ἱερεὺς τεσσαράκοντα ἔτη. τοῦτον δὲ διαδέχεται Σαμουὴλ ὁ προφήτης, σὺν οἷς Σαοὺλ ἐβασίλευσεν, ἔτη εἴκοσι ἑπτὰ κατασχών. οὗτος καὶ τὸν Δαβὶδ ἔχρισεν.

When they repented, Jephthah the Gileadite, of the tribe of Manasseh, led them and ruled six years; after him Ibzan of Bethlehem, of the tribe of Judah, ruled seven years; then Elon the Zebulunite, eight years; then Abdon of Ephraim, eight years. Some join Elon's eight years to Ibzan's seven. After him the people, sinning again, came under foreigners, the Philistines, for forty years. When they turned back, Samson of the tribe of Dan led them, having conquered the foreigners in war; he ruled twenty years. After him, there being no ruler, Eli the priest judged the people forty years. Samuel the prophet succeeded him, with whom Saul reigned, holding power twenty-seven years. He also anointed David.

1.21.112Stählin 2:71

ἐτελεύτα δὲ Σαμουὴλ δυοῖν ἐτῶν πρότερος τοῦ Σαοὺλ ἐπὶ ἀρχιερέως Ἀβιμέλεχ. οὗτος τὸν Σαοὺλ εἰς βασιλέα ἔχρισεν, ὃς πρῶτος ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ μετὰ τοὺς κριτάς, ὧν ὁ πᾶς ἀριθμὸς ἕως τοῦ Σαμουὴλ γίνεται ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. ἔπειτα διὰ τῆς πρώτης βίβλου τῶν Βασιλειῶν τοῦ Σαοὺλ ἔτη εἴκοσι, ἐπεὶ ἀνακαινισθεὶς ἐβασίλευσε. μετὰ δὲ τὴν τελευτὴν Σαοὺλ βασιλεύει Δαβὶδ τὸ δεύτερον ἐν Χεβρὼν ὁ τοῦ Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα ἔτη τεσσαράκοντα, ὡς περιέχει ἡ δευτέρα τῶν Βασιλειῶν, καὶ ἦν ἀρχιερεὺς Ἀβιάθαρ ὁ τοῦ Ἀβιμέλεχ ἐκ συγγενείας Ἠλί, προφητεύουσι δὲ Γὰδ καὶ Νάθαν ἐπʼ αὐτοῦ. γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν Δαβίδ, ὡς μέν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ ἡ προκειμένη δείκνυσι χρονογραφία, συνάγονται ἔτη πεντακόσια εἴκοσι τρία μῆνες ἑπτὰ εἰς τὴν τοῦ Δαβὶδ τελευτήν.

Samuel died two years before Saul, when Abimelech was high priest. He anointed Saul as king, who was the first to reign over Israel after the judges, whose whole number up to Samuel comes to four hundred and sixty-three years and seven months. Then, according to the first book of Kingdoms, Saul reigned twenty years after he was renewed as king. After Saul's death David, son of Jesse, of the tribe of Judah, reigned a second time in Hebron, forty years, as the second book of Kingdoms contains; the high priest was Abiathar, son of Abimelech, of the family of Eli, and Gad and Nathan prophesied in his time. From Joshua son of Nun until David received the kingdom, then, there are, as some say, four hundred and fifty years; but, as the chronology given above shows, five hundred and twenty-three years and seven months are reckoned to David's death.

1.21.113Stählin 2:71–72

καὶ μετὰ ταῦτα ἐβασίλευσε Σολομὼν υἱὸς Δαβὶδ ἔτη τεσσαράκοντα. διαμένει ἐπὶ τούτου Νάθαν προφητεύων, ὃς καὶ παρεκάλει αὐτὸν περὶ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὁμοίως καὶ Ἀχίας ἐκ Σηλὼμ προφητεύει, ἦσαν δὲ καὶ οἱ βασιλεῖς ἄμφω, ὃ τε Δαβὶδ ὅ τε Σολομών, προφῆται. Σαδὼν δὲ ὁ ἀρχιερεὺς πρῶτος ἐν τῷ ναῷ, ὃν ᾠκοδόμησε Σολομών, ἱεράτευσεν, ὄγδοος ὢν ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἀρχιερέως. γίνονται οὖν ἀπὸ Μωυσέως ἐπὶ τὴν Σολομῶνος ἡλικίαν, ὡς μέν τινές φασιν, ἔτη πεντακόσια ἐνενήκοντα πέντε, ὡς δὲ ἕτεροι, πεντακόσια ἑβδομήκοντα ἕξ. εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι Δαβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τὰ τῆς βασιλείας τῆς Δαβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα ἑξακόσια δέκα.

After this Solomon, son of David, reigned forty years. In his time Nathan continued prophesying, who also exhorted him about the building of the temple; likewise Ahijah of Shiloh prophesied; and both kings, David and Solomon, were prophets. Zadok the high priest was the first to serve as priest in the temple Solomon built, being eighth from Aaron, the first high priest. From Moses to the age of Solomon, then, there are, as some say, five hundred and ninety-five years, or, as others say, five hundred and seventy-six. If someone adds to the four hundred and fifty years from Joshua to David the forty years of Moses' leadership and the other eighty years that Moses lived before the Hebrews' exodus from Egypt, and adds to these the forty years of David's reign, he will reckon six hundred and ten years in all.

1.21.114Stählin 2:72

ἀκριβέστερον δὲ ἡ καθʼ ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα· συνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομῶνος τελευτὴν ἔτη ἑξακόσια ὀγδοήκοντα τρία μῆνας ἑπτά. Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθʼ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ υἱὸς αὐτοῦ ἔτη ἑπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τούτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομῶνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλὰμ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὼν ἐπὶ Ἱεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου.

But our chronology proceeds more exactly, if one adds to the five hundred and twenty-three years and seven months up to David's death the hundred and twenty years of Moses and the forty of Solomon; for he will reckon in all, to Solomon's death, six hundred and eighty-three years and seven months. Hiram gave his daughter to Solomon at the time when Menelaus arrived in Phoenicia after the capture of Troy, as Menander of Pergamum and Laetus say in their Phoenician Histories. After Solomon, Rehoboam his son reigned seventeen years, and the high priest was Abimelech, son of Zadok. In his time, when the kingdom was divided, Jeroboam, of the tribe of Ephraim, Solomon's servant, reigned in Samaria; and Ahijah the Shilonite still prophesied, and Shemaiah son of Elam, and the man who came from Judah to Jeroboam and prophesied against the altar.

1.21.115Stählin 2:72–73

μετὰ τοῦτον βασιλεύει Ἀβιοὺμ υἱὸς αὐτοῦ ἔτη εἴκοσι τρία, καὶ ὁμοίως ὁ τούτου υἱὸς Ἄσα μά· οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπʼ αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κέ· ἐπὶ τούτου προφητεύουσιν Ἠλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Ἀβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναάν. ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφʼ οὗ προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τούτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερᾶς καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθη μὲν Ἠλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἕξ, ὢν ἐτῶν τεσσαράκοντα. εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἕν, ἐπὶ τούτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ σὺν αὐτῷ Ἀβδαδωναῖος.

After him Abijam his son reigned twenty-three years, and likewise his son Asa forty-one years; he had gout in his old age, and Jehu son of Hanani prophesied in his time. After him Jehoshaphat his son reigned twenty-five years; in his time Elijah the Tishbite prophesied, and Micaiah son of Imlah, and Obadiah son of Hanani. In Micaiah's time there was also a false prophet, Zedekiah son of Chenaanah. There follows the reign of Joram son of Jehoshaphat for eight years, in whose time Elijah prophesied and, after Elijah, Elisha son of Shaphat. In his time those in Samaria ate dove's dung and their own children. The time of Jehoshaphat extends from the last part of the third book of Kingdoms into the fourth. In the time of Joram, Elijah was taken up, and Elisha son of Shaphat began to prophesy, and prophesied six years, being forty years old. Then Ahaziah reigned one year; in his time Elisha still prophesied, and Abdadonaeus with him.

1.21.116Stählin 2:73

μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς· ἐκ γὰρ τοῦ γένους ἦν Ἀχαάβ. ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ περιέθηκεν ὕστερον τὴν βασιλείαν. ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθʼ ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται ἔτη τεσσαράκοντα. συνάγεται οὖν ἀπὸ Σολομῶνος ἐπὶ Ἐλισσαίου τοῦ προφήτου τελευτήν ἔτη, ὡς μέν τινές φασιν, ἑκατὸν έ, ὡς δὲ ἕτεροι, ἑκατὸν δύο, ὡς δὲ ἡ προκειμένη δηλοῖ χρονογραφία, ἀπὸ βασιλείας τῆς Σολομῶνος ἔτη ἑκατὸν ὀγδοήκοντα ἕν.

After him Athaliah, the mother of Ahaziah, reigned eight years, having killed the children of her brother; for she was of the family of Ahab. But Jehosheba, the sister of Ahaziah, stole away Joash, the son of Ahaziah, and later put the kingdom on him. In the time of this Athaliah Elisha still prophesied; after her, as I said before, reigned Joash, who was saved by Jehosheba, the wife of Jehoiada the high priest, and the whole comes to forty years. From Solomon to the death of the prophet Elisha, then, are reckoned, as some say, a hundred and five years, as others, a hundred and two; but, as the chronology given above shows, a hundred and eighty-one years from the reign of Solomon.

1.21.117Stählin 2:73–74

Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίας· Ἀρίσταρχος δὲ ἐν τοῖς Ἀρχιλοχείοις ὑπομνήμασι κατὰ τὴν Ἰωνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν, ἣ ἐγένετο μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Τρωϊκῶν. Ἀπολλόδωρος δὲ μετὰ ἔτη ἑκατὸν τῆς Ἰωνικῆς ἀποικίας Ἀγησιλάου τοῦ Δορυσσαίου Λακεδαιμονίων βασιλεύοντος, ὥστε ἐπιβαλεῖν αὐτῷ Λυκοῦργον τὸν νομοθέτην ἔτι νέον ὄντα. Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως. ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ· ὡς εἶναι αὐτόν τε καὶ τὸν Ἡσίοδον καὶ Ἐλισσαίου τοῦ προφήτου νεωτέρους. κἂν ἕπεσθαί τις βουληθῇ τῷ γραμματικῷ Κράτητι καὶ λέγῃ περὶ τὴν Ἡρακλειδῶν κάθοδον Ὅμηρον γεγονέναι μετὰ ἔτη ὀγδοήκοντα τῆς Ἰλίου ἁλώσεως, εὑρεθήσεται πάλιν Σολομῶνος μεταγενέστερος, ἐφʼ οὗ ἡ Μενελάου εἰς Φοινίκην ἄφιξις, ὡς προείρηται. Ἐρατοσθένης δὲ μετὰ τὸ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως τὴν Ὁμήρου ἡλικίαν φέρει. ναὶ μὴν Θεόπομπος μὲν ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίῳ στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἀλευαδῶν κατὰ Γύγην αὐτὸν τίθησι γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος, ὃν καὶ φησι πρῶτον ὠνομάσθαι τύραννον. Σωσίβιος δὲ ὁ Λάκων ἐν χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἐξήκοντα τέσσαρα, μεθʼ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα. ὡς εἶναι ἐνενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον.

From the Trojan War to the birth of Homer, according to Philochorus, is a hundred and eighty years, later than the Ionian colonization. Aristarchus, in his Commentaries on Archilochus, says he is placed at the time of the Ionian colonization, which took place a hundred and forty years after the Trojan War. Apollodorus says a hundred years after the Ionian colonization, when Agesilaus son of Doryssus was king of the Spartans, so that Lycurgus the lawgiver, while still young, overlapped with him. Euthymenes in his Chronicles says that he flourished with Hesiod and was born in Chios in the time of Acastus, about two hundred years after the capture of Ilium. Archemachus too, in the third book of his Euboean History, is of this opinion; so that he and Hesiod are younger than the prophet Elisha. And if anyone wishes to follow Crates the grammarian and say that Homer lived about the return of the Heraclidae, eighty years after the capture of Ilium, he will again be found later than Solomon, in whose time Menelaus came to Phoenicia, as has been said. Eratosthenes puts Homer's age after the hundredth year from the capture of Ilium. Theopompus, in the forty-third book of his Philippica, relates that Homer lived five hundred years after those who fought against Ilium. Euphorion, in his work on the Aleuadae, puts him in the time of Gyges, who began to reign from the eighteenth Olympiad, and who, he says, was the first to be called “tyrant.” Sosibius the Spartan, in his Chronological Record, puts Homer in the eighth year of the reign of Charillus son of Polydectes. Charillus reigned sixty-four years, and after him his son Nicander thirty-nine; in the thirty-fourth year of his reign, he says, the first Olympiad was established; so that Homer lived about ninety years before the institution of the Olympic games.

1.21.118Stählin 2:74–75

Μετὰ δὲ τὸν Ἰωὰν διαδέχεται τὴν βασιλείαν Ἀμασίας ὁ υἱὸς αὐτοῦ ἔτη τριάκοντα ἐννέα, τοῦτον Ὀζίας ὁμοίως ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτη πεντήκοντα δύο, καὶ λεπρῶν οὗτος ἐτελεύτα· προφητεύουσι δὲ ἐπʼ αὐτοῦ Ἀμῶς καὶ Ἡσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ ὁ τοῦ Βεηρὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γὲθ Χοβὲρ ὁ κηρύξας Νινευίταις, ὁ ἐκ τοῦ κήτους προελθών. ἔπειτα βασιλεύει Ἰωναθὰν ὁ υἱὸς Ὀζίου ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου ἔτι Ἡσαΐας προφητεύει καὶ Ὠσηὲ καὶ Μιχαίας ὁ Μωρασθίτης καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.

After Joash his son Amaziah succeeded to the kingdom for thirty-nine years; Uzziah his son likewise succeeded him for fifty-two years, and he died a leper. In his time Amos prophesied, and Isaiah his son, and Hosea son of Beeri, and Jonah son of Amittai of Gath-hepher, who preached to the Ninevites and came out of the whale. Then Jotham son of Uzziah reigned sixteen years; in his time Isaiah still prophesied, and Hosea, and Micah the Morasthite, and Joel son of Bathuel.

1.21.119Stählin 2:75

τοῦτον διαδέχεται ὁ υἱὸς αὐτοῦ Ἄχαζ ἐπὶ ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου πεντεκαιδεκάτῳ ἔτει ὁ Ἰσραὴλ εἰς Βαβυλῶνα ἀπήχθη Σαλμανασάρ τε ὁ βασιλεὺς τῶν Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς Μήδους καὶ Βαβυλῶνα. πάλιν τὸν Ἄχαζ διαδέχεται Ὠσηὲ ἐπὶ ἔτη ὀκτώ, εἶτα Ἐζεκίας ἐπὶ ἔτη εἴκοσι ἐννέα. τούτῳ διʼ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα διʼ ἀναποδισμοῦ ἡλίου. μέχρι τούτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας. λέγονται δὲ οὗτοι μετὰ τὴν Λυκούργου τοῦ νομοθέτου Λακεδαιμονίων ἡλικίαν γεγονέναι· Διευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει· Ἡσαΐας δὲ ἀπὸ τῆς Σολομῶντος βασιλείας, ἐφʼ οὗ Μενέλεως εἰς Φοινίκην γενόμενος ἐδείχθη, τριακοσιοστῷ ἔτει προφητεύων ἔτι φαίνεται Μιχαίας τε σὺν αὐτῷ καὶ Ὠσηὲ καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.

His son Ahaz succeeded him for sixteen years; in the fifteenth year of his reign Israel was carried away to Babylon, and Shalmaneser king of the Assyrians transported those in Samaria to the Medes and Babylon. Hoshea again succeeded Ahaz for eight years, then Hezekiah for twenty-nine years. To him, because of his holiness, when he was at the end of his life, God granted through Isaiah to live another fifteen years, by the sun's going back. Isaiah, Hosea, and Micah continued prophesying until this time. These are said to have lived after the age of Lycurgus, the lawgiver of the Spartans; for Dieuchidas, in the fourth book of his Megarian History, puts the prime of Lycurgus about the two hundred and ninetieth year after the capture of Ilium; while Isaiah is shown still prophesying in the three hundredth year from the reign of Solomon, in whose time Menelaus was shown to have come to Phoenicia, and with him Micah, Hosea, and Joel son of Bathuel.

1.21.120Stählin 2:75–76

μετὰ δὲ Ἐζεκίαν ὁ υἱὸς αὐτοῦ Μανασσῆς βασιλεύει ἔτη πεντήκοντα πέντε, ἔπειτα ὁ τούτου υἱὸς Ἀμὼς ἔτη δύο, μεθʼ ὃν Ἰωσίας ὁ υἱὸς αὐτοῦ ὁ νομικώτατος ἔτη τριάκοντα καὶ ἕν. οὗτος ἐπέθηκε τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τῶν εἰδώλων, καθὼς ἐν τῷ Λευιτικῷ γέγραπται. ἐπὶ τούτου ὀκτωκαιδεκάτῳ ἔτει τὸ πάσχα ἤχθη, ἐξ οὗ † ἀπὸ Σαμουήλ, μήτε ἐν τῷ μεταξὺ χρόνῳ τελεσθέν. τότε καὶ Χελκίας ὁ ἱερεὺς τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεύτησεν. ἐπὶ τούτου προφητεύει Ὀλδᾶ καὶ Σοφονίας καὶ Ἱερεμίας. ἐπὶ δὲ Ἱερεμίου ψευδοπροφήτης γίνεται Ἀνανίας. ὁ Ἰωσίας οὗτος παρακούσας Ἱερεμίου τοῦ προφήτου ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀνῃρέθη κατὰ ποταμὸν Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας.

After Hezekiah his son Manasseh reigned fifty-five years, then his son Amon two years, after whom Josiah his son, most faithful to the law, thirty-one years. He laid the carcasses of men on the carcasses of the idols, as is written in Leviticus. In the eighteenth year of his reign the Passover was held, which had not been celebrated since … Samuel, nor in the time between. Then too Hilkiah the priest, the father of Jeremiah the prophet, finding the book of the law laid up in the temple, read it and died. In his time Huldah, Zephaniah, and Jeremiah prophesied. In Jeremiah's time Hananiah was a false prophet. This Josiah, disobeying Jeremiah the prophet, was killed by Neco, king of Egypt, at the river Euphrates, having gone out to meet him as he marched against the Assyrians.

1.21.121Stählin 2:76

Ἰωσίαν διαδέχεται Ἰεχωνίας, ὁ καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα. τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἴγυπτον, καταστήσας ἀντʼ αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἕνδεκα. μετὰ τοῦτον ὁ ὁμώνυμος αὐτοῦ Ἰωακεὶμ τρίμηνον βασιλεύει, εἶτα Σεδεκίας ἔτη ἕνδεκα. καὶ μέχρι τούτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει τὰ τῶν Ἑβραϊκῶν βασιλέων. γίνονται οὖν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἕξ ἡμέραι δέκα· ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μῆνες ἕξ, ὡς δὲ ἡ καθʼ ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.

Jeconiah, also called Jehoahaz, his son, succeeded Josiah for three months and ten days. Neco king of Egypt bound him and carried him to Egypt, setting up in his place as king his brother Jehoiakim, under tribute of the land, for eleven years. After him his namesake Jehoiakim reigned three months, then Zedekiah eleven years. And Jeremiah continued prophesying until his time, and Buzi and Uriah son of Shemaiah and Habakkuk prophesied with him; and the history of the Hebrew kings ends. From the birth of Moses to this deportation, then, there are, as some say, nine hundred and seventy-two years, but according to the exact chronology, a thousand and eighty-five years, six months, and ten days; and from the reign of David to the captivity by the Chaldeans, four hundred and fifty-two years and six months, but as our exact reckoning of the times gathers, four hundred and eighty-two years, six months, and ten days.

1.21.122Stählin 2:76–77

Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας Ναβουχοδονόσορ πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα ἐπὶ Φοίνικας καὶ Ἰουδαίους ἐστράτευσεν, ὥς φησι Βήρωσσος ἐν ταῖς Χαλδαϊκαῖς ἱστορίαις. Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί. ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον. προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθʼ ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, μεθʼ ὃν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.

In the twelfth year of Zedekiah's reign, seventy years before the Persian supremacy, Nebuchadnezzar marched against the Phoenicians and Jews, as Berossus says in his Chaldean History. Juba, writing about the Assyrians, admits that he took his history from Berossus, testifying to the man's truthfulness. Nebuchadnezzar, then, blinded Zedekiah and carried him to Babylon, and deported all the people (and the captivity lasted seventy years), except a few who fled to Egypt. In Zedekiah's time Jeremiah and Habakkuk still prophesied; in the fifth year of his reign Ezekiel prophesied in Babylon; after him Nahum the prophet, then Daniel; and again after him Haggai and Zechariah prophesied in the time of Darius the First, for two years; and after him the Angel among the Twelve.

1.21.123Stählin 2:77

μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ Ἀχηλὶ τοῦ Ἰσραηλίτου, οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν ἐπισκευάζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς κάμινον ἐμβληθέντες πυρὸς διʼ ἐπιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα Δανιὴλ εἰς λάκκον λεόντων βληθεὶς ὑπὸ Ἀμβακοὺμ προνοίᾳ θεοῦ τραφεὶς ἑβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.

After Haggai and Zechariah, Nehemiah, the chief cupbearer of Artaxerxes, son of Achel (Hachaliah) the Israelite, built the city of Jerusalem and restored the temple. In this captivity lived Esther and Mordecai, whose book is current, as is that of the Maccabees. In this captivity Mishael, Hananiah, and Azariah, refusing to worship the image, were thrown into the furnace of fire and were saved by the appearance of an angel. Then Daniel, cast into the lions' den because of the dragon, was fed by Habakkuk by God's providence and was rescued on the seventh day. Here too the sign of Jonah took place; and Tobias, through the angel Raphael, took Sarah as wife, the demon having killed her first seven suitors; and after the marriage of Tobias his father Tobit recovered his sight.

1.21.124Stählin 2:77–78

ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ Δαρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν πατρῴαν γῆν ἀναζεύγνυσι· διʼ ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προκεκηρύχει δὲ καὶ Κῦρος τὴν Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν ἐγκαινίων ἄγεται ἑορτή, καθὼς καὶ ἐπὶ τῆς σκηνῆς. καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νε΄ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.

Here Zerubbabel, having conquered his rivals in wisdom, obtained from Darius the renewal of Jerusalem as his reward, and returned with Ezra to his ancestral land; through him came the redemption of the people, the recognition and renewal of the inspired oracles, the celebration of the saving Passover, and the dissolution of foreign marriages. Cyrus had already proclaimed the restoration of the Hebrews; and when the promise was fulfilled under Darius, the feast of dedication was held, as also for the tabernacle. And the whole comes, with the years of captivity, up to the restoration of the people, from the birth of Moses, to one thousand one hundred and fifty-five years, six months, and ten days; from the reign of David, as some say, five hundred and fifty-two years, or, more exactly, five hundred and seventy-two years, six months, and ten days.

1.21.125Stählin 2:78

Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλῶνα γενομένης τὰ ὑπὸ Δανιὴλ τοῦ προφήτου εἰρημένα οὕτως ἔχοντα· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. καὶ ἥμισυ τῆς ἑβδομάδος καταπαύσει θυμίαμα θυσίας καὶ πτερυγίου ἀφανισμοῦ ἕως συντελείας καὶ σπουδῆς τάξιν ἀφανισμοῦ.

So from the captivity to Babylon, which took place in the time of Jeremiah the prophet, what was said by Daniel the prophet was fulfilled, as follows: “Seventy weeks have been decreed for your people and for the holy city, to finish sin, to seal up sins, to wipe out iniquities, to make atonement, to bring in everlasting righteousness, to seal up vision and prophet, and to anoint a holy of holies. And you will know and understand: from the going out of the word to answer and to build Jerusalem until an anointed leader, seven weeks and sixty-two weeks; and it will return and the street and wall will be built, and the times will be emptied. And after the sixty-two weeks the anointing will be destroyed, and there is no judgment for him. And he will destroy the city and the sanctuary with the leader who is coming; they will be cut off in a flood; and until the end of the war cut short with desolations. And one week will confirm a covenant with many; and in half of the week my sacrifice and libation will be taken away; and on the temple an abomination of desolations, and until the end of the time an end will be given to the desolation. And half of the week will stop the incense of sacrifice, and the wing of destruction until the end, and the order of destruction with haste.”

1.21.126Stählin 2:78–79

Ὅτι μὲν οὖν ἐν ἑπτὰ ἑβδομάσιν ᾠκοδομήθη ὁ ναός, τοῦτο φανερόν ἐστι· καὶ γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἑπτὰ ἑβδομάδων ἐν Ἱερουσαλήμ, καὶ ἐν ταῖς ἑξήκοντα δύο ἑβδομάσιν ἡσύχασεν ἅπασα ἡ Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, ἅγιος τῶν ἁγίων, ἐλθὼν καὶ πληρώσας τὴν ὅρασιν καὶ τὸν προφήτην ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι ἐν ταύταις ταῖς ἑξήκοντα δύο ἑβδομάσι, καθὼς εἶπεν ὁ προφήτης. καὶ ἐν τῇ μιᾷ ἑβδομάδι, ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων καὶ ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ἔστησεν τὸ βδέλυγμα, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀνῃρέθη καὶ αὐτὸς καὶ Ὄθων καὶ Γάλβας καὶ Οὐιτέλλιος, Οὐεσπεσιανὸς δὲ ἐκράτησε καὶ καθεῖλεν τὴν Ἱερουσαλὴμ καὶ τὸ ἅγιον ἠρήμωσεν. καὶ ὡς ταῦθʼ οὕτως ἔχει, τῷ γε συνιέναι δυναμένῳ δῆλον καθʼ ἃ καὶ ὁ προφήτης εἴρηκεν.

That the temple was built in seven weeks is clear; for it is written in Ezra. And so an anointed one became king of the Jews, their leader, when the seven weeks were completed in Jerusalem; and in the sixty-two weeks all Judea was at peace and was without wars; and our Lord Christ, the Holy of holies, having come and fulfilled the vision and the prophet, was anointed in his flesh by the Spirit of his Father within these sixty-two weeks, as the prophet said. And in the one week, half of which Nero held as king, he set up the abomination in the holy city of Jerusalem; and in the half of the week he was killed, and Otho, Galba, and Vitellius too; and Vespasian prevailed, destroyed Jerusalem, and made the sanctuary desolate. And that this is so is clear to anyone who can understand, according to what the prophet has said.

1.21.127Stählin 2:79

Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἑπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλῶνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἑβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς Δαρείου τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφʼ οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος προφητεύουσι, καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ. κἀν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ὃν φησιν Ἡρόδοτος καταλῦσαι τὴν τῶν Μάγων ἀρχήν, ἀποστέλλεται Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐγεῖραι καὶ ἐπικοσμῆσαι τὸν νεὼν τὸν ἐν Ἱεροσολύμοις.

When the eleventh year was completed, at the beginning of the following one, in the reign of Jehoiakim, the captivity to Babylon took place under King Nebuchadnezzar, in the seventh year of his reign over the Assyrians, in the second year of Vaphres' reign over the Egyptians, and in the first year of the forty-eighth Olympiad, when Philip was archon at Athens; and the captivity lasted seventy years, ending in the second year of Darius son of Hystaspes, who had become king of the Persians, Assyrians, and Egyptians. In his time, as I said before, Haggai, Zechariah, and the Angel of the Twelve prophesied, and the high priest was Jeshua son of Jozadak. And in the second year of the reign of Darius, who, Herodotus says, overthrew the rule of the Magi, Zerubbabel son of Shealtiel was sent to raise up and adorn the temple in Jerusalem.

1.21.128Stählin 2:79–80

Συνάγονται οὖν καὶ τῶν Περσῶν οἱ χρόνοι οὕτως· Κῦρος ἔτη τριάκοντα, Καμβύσης δεκαεννέα, Δαρεῖος ἓξ καὶ τεσσαράκοντα, Ξέρξης ἓξ καὶ εἴκοσι, Ἀρταξέρξης ἓν καὶ τεσσαράκοντα, Δαρεῖος ὀκτώ, Ἀρταξέρξης τεσσαράκοντα δύο, Ὦχος η΄, Ἀρσὴς τρία. συνάγεται ἐπὶ τὸ αὐτὸ τῶν Περσικῶν ἔτη διακόσια τριάκοντα πέντε. καθελὼν δὲ τὸν Δαρεῖον τοῦτον Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὰ προκείμενα ἔτη βασιλεύειν ἄρχεται. ὁμοίως οὖν καὶ τῶν Μακεδονικῶν βασιλέων οἱ χρόνοι οὕτω κατάγονται. Ἀλέξανδρος ἔτη δεκαοκτώ, Πτολεμαῖος ὁ Λάγου ἔτη τεσσαράκοντα, Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη εἴκοσι ἑπτά, εἶτα ὁ Εὐεργέτης ἔτη πέντε καὶ εἴκοσι, εἶτα ὁ Φιλοπάτωρ ἔτη ἑπτακαίδεκα, μεθʼ ὃν ὁ Ἐπιφανὴς ἔτη τέσσαρα καὶ εἴκοσι· τοῦτον διαδέχεται ὁ Φιλομήτωρ καὶ βασιλεύει ἔτη πέντε καὶ τριάκοντα, μεθʼ ὃν ὁ Φύσκων ἔτη ἐννέα καὶ εἴκοσι, εἶτα ὁ Λάθουρος ἔτη ἓξ καὶ τριάκοντα, εἶτα ὁ ἐπικληθεὶς Διόνυσος ἔτη ἐννέα καὶ εἴκοσι.

The dates of the Persians are reckoned thus: Cyrus thirty years, Cambyses nineteen, Darius forty-six, Xerxes twenty-six, Artaxerxes forty-one, Darius eight, Artaxerxes forty-two, Ochus eight, Arses three. The Persian years together come to two hundred and thirty-five. When Alexander the Macedonian had overthrown this Darius, he began to reign, according to the years set out. Likewise the dates of the Macedonian kings are brought down thus: Alexander eighteen years, Ptolemy son of Lagus forty years, Ptolemy Philadelphus twenty-seven years, then Euergetes twenty-five years, then Philopator seventeen years, after whom Epiphanes twenty-four years; Philometor succeeded him and reigned thirty-five years, after whom Physcon twenty-nine years, then Lathyrus thirty-six years, then the one surnamed Dionysus twenty-nine years.

1.21.129Stählin 2:80

ἐπὶ πᾶσιν ἡ Κλεοπάτρα ἐβασίλευσεν ἔτη δύο καὶ εἴκοσι, μεθʼ ἣν ἡ τῶν Κλεοπάτρας παίδων βασιλεία ἡμερῶν ὀκτωκαίδεκα. γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἱ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα. ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ Δαρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρʼ Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου. συνεχρόνισαν δὲ οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὥς φησιν Ἄνδρων ἐν τῷ Τρίποδι. Ἡράκλειτος γὰρ μεταγενέστερος ὢν Πυθαγόρου μέμνηται αὐτοῦ ἐν τῷ συγγράμματι.

Last of all Cleopatra reigned twenty-two years, after whom the reign of Cleopatra's children lasted eighteen days. The dates of the Macedonian kings together come to three hundred and twelve years and eighteen days. So those who prophesied under Darius son of Hystaspes in the second year of his reign, Haggai, Zechariah, and the Angel of the Twelve, prophesying in the first year of the forty-eighth Olympiad, are shown to be older than Pythagoras, who is placed in the sixty-second Olympiad, and than Thales, the oldest of the wise men among the Greeks, who lived about the fiftieth Olympiad. And the wise men listed with Thales were contemporary with him, as Andron says in his Tripod. Heraclitus, being later than Pythagoras, mentions him in his writing.

1.21.130Stählin 2:80

ὅθεν ἀναμφιλέκτως τῆς τῶν προειρημένων προφητῶν ἡλικίας σὺν καὶ τοῖς ἑπτὰ λεγομένοις σοφοῖς προγενεστέρα ἂν εἴη ἡ ὀλυμπιὰς ἡ πρώτη, ἣ καὶ ὑστέρα τῶν Ἰλιακῶν δείκνυται ἔτεσι τετρακοσίοις ἑπτά. ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ Ἰλιακὰ ἦν) πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρʼ Ἕλλησι σοφῶν. τούτου δʼ αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. Ἀλέξανδρος δὲ ὁ Πολυίστωρ ἐπικληθεὶς ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἀνέγραψέν τινας ἐπιστολὰς Σολομῶνος μὲν πρός τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρός τε τὸν Φοινίκης Τυρίων τάς τε αὐτῶν πρὸς Σολομῶντα, καθʼ ἃς δείκνυται ὁ μὲν Οὐάφρης ὀκτὼ μυριάδας ἀνδρῶν Αἰγυπτίων ἀπεσταλκέναι αὐτῷ εἰς οἰκοδομὴν τοῦ νεώ, ἅτερος δὲ τὰς ἴσας σὺν ἀρχιτέκτονι Τυρίῳ ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς Δαβίδ, ὡς ἐκεῖ γέγραπται, Ὑπέρων τοὔνομα.

Hence without dispute the first Olympiad would be earlier than the age of the prophets just named together with the so-called Seven Wise Men; and it is shown to be later than the Trojan War by four hundred and seven years. It is easy, then, to see that Solomon, who lived in the time of Menelaus (who was at the time of the Trojan War), was many years older than the wise men among the Greeks. And by how many years Moses precedes him has been shown by us above. Alexander, surnamed Polyhistor, in his work on the Jews recorded certain letters of Solomon to Vaphres, king of Egypt, and to the king of the Tyrians in Phoenicia, and theirs to Solomon; according to them Vaphres sent him eighty thousand Egyptian men for the building of the temple, and the other the same number with a Tyrian master builder, whose mother was a Jewess of the tribe of David, as is written there, named Hyperon.

1.21.131Stählin 2:81–82

Ναὶ μὴν Ὀνομάκριτος ὁ Ἀθηναῖος, οὗ τὰ εἰς Ὀρφέα φερόμενα ποιήματα λέγεται εἶναι, κατὰ τὴν τῶν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα εὑρίσκεται, Ὀρφεὺς δὲ, ὁ συμπλεύσας Ἡρακλεῖ, Μουσαίου διδάσκαλος· Ἀμφίων γὰρ δυσὶ προάγει γενεαῖς τῶν Ἰλιακῶν, Δημόδοκος δὲ καὶ Φήμιος μετὰ τὴν Ἰλίου ἅλωσιν (ὃ μὲν γὰρ παρὰ τοῖς Φαίαξιν, ὃ δὲ παρὰ τοῖς μνηστῆρσι) κατὰ τὸ κιθαρίζειν εὐδοκίμουν. καὶ τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον χρησμοὺς Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατῆρα δὲ τὸν Ὀρφέως Ζωπύρου τοῦ Ἡρακλεώτου τήν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου τοῦ Σαμίου. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ Φυσικὰ Βροντίνου. ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλάνικος γοῦν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον, διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα (ὡς δὲ Διονύσιος, περὶ τὴν πεντεκαιδεκάτην) Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανὲς τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα. μέμνηται γοῦν καὶ τῆς Μαγνήτων ἀπωλείας προσφάτως γεγενημένης. Σιμωνίδης μὲν οὖν κατὰ Ἀρχίλοχον φέρεται, Καλλῖνος δὲ πρεσβύτερος οὐ μακρῷ· τῶν γὰρ Μαγνήτων ὁ μὲν Ἀρχίλοχος ἀπολωλότων, ὃ δὲ εὐημερούντων μέμνηται· Εὔμηλος δὲ ὁ Κορίνθιος πρεσβύτερος ὢν ἐπιβεβληκέναι Ἀρχίᾳ τῷ Συρακούσας κτίσαντι.

Indeed, Onomacritus of Athens, whose are said to be the poems attributed to Orpheus, is found in the time of the rule of the Pisistratids, about the fiftieth Olympiad; Orpheus, who sailed with Heracles, was the teacher of Musaeus; Amphion precedes the Trojan War by two generations; Demodocus and Phemius were famous for playing the cithara after the capture of Ilium (the one among the Phaeacians, the other among the suitors). And they say that the oracles attributed to Musaeus are by Onomacritus, the Crater of Orpheus by Zopyrus of Heraclea, and the Descent to Hades by Prodicus of Samos. Ion of Chios in his Triagmi relates that Pythagoras too attributed some works to Orpheus. Epigenes, in his work on the poetry attributed to Orpheus, says the Descent to Hades and the Sacred Discourse are by Cercops the Pythagorean, and the Robe and the Physics by Brontinus. Some also make Terpander ancient; Hellanicus relates that he lived in the time of Midas, and Phanias, putting Lesches of Lesbos before Terpander, makes Terpander younger than Archilochus, and says Lesches competed with Arctinus and won. Xanthus the Lydian says that Thasos was founded about the eighteenth Olympiad (Dionysius says about the fifteenth), so that it is clear that Archilochus was already known after the twentieth Olympiad. He mentions the destruction of the Magnesians as recent. Simonides is placed in the time of Archilochus, and Callinus not much earlier; for Archilochus mentions the Magnesians as destroyed, Callinus as prospering. Eumelus of Corinth, being older, overlapped with Archias, the founder of Syracuse.

1.21.132Stählin 2:82

Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν. ἤδη δὲ καὶ παρʼ Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες. τῇ δὲ τοῦ Ἀθηναίου Ἀμφιλύτου συμβουλῇ καὶ Πεισίστρατος ἐκράτυνε τὴν τυραννίδα τὸν καιρὸν τῆς ἐπιθέσεως δηλώσαντος. σιγάσθω γὰρ Κομήτης ὁ Κρής, Κινύρας ὁ Κύπριος, Ἄδμητος ὁ Θετταλός, Ἀρισταῖος ὁ Κυρηναῖος, Ἀμφιάραος ὁ Ἀθηναῖος, Τιμόξενος ὁ Κερκυραῖος, Δημαίνετος ὁ Φωκαεύς, Ἐπιγένης ὁ Θεσπιεύς, Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, Διονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλῶν τὸ πλῆθος, ἡ Σαμία ἡ Κολοφωνία ἡ Κυμαία ἡ Ἐρυθραία ἡ Φυτὼ ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ Θεσπρωτίς, Κάλχας τε αὖ καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκὰ γεγόνασι, πρεσβύτερος δὲ ὁ Μόψος, ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις.

We have been led to say this because they put the poets of the Epic Cycle among the very ancient. Among the Greeks too there are said to have been many oracle-mongers, like the Bacides (one Boeotian, the other Arcadian), who foretold many things to many. By the advice of Amphilytus of Athens Pisistratus strengthened his tyranny, since he showed him the right moment to attack. Let me pass over in silence Cometes the Cretan, Cinyras the Cyprian, Admetus the Thessalian, Aristaeus of Cyrene, Amphiaraus the Athenian, Timoxenus of Corcyra, Demaenetus of Phocaea, Epigenes of Thespiae, Nicias of Carystus, Ariston the Thessalian, Dionysius the Carthaginian, Cleophon of Corinth, and Hippo, daughter of Chiron, and Boeo and Manto, and the multitude of Sibyls: the Samian, the Colophonian, the Cumaean, the Erythraean, Phyto, Taraxandra, the Macedonian, the Thessalian, the Thesprotian; and Calchas and Mopsus, who lived at the time of the Trojan War, Mopsus being older, since he sailed with the Argonauts.

1.21.133Stählin 2:82–83

φασὶ δὲ τὴν Μόψου καλουμένην Μαντικὴν συντάξαι τὸν Κυρηναῖον Βάττον, Δωρόθεός τε ἐν τῷ πρώτῳ πανδέκτῃ ἀλκυόνος καὶ κορώνης ἐπακοῦσαι τὸν Μόψον ἱστορεῖ. προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλιστα· ἔστι γάρ μοι, φησὶν ἐν τῷ Θεάγει, ἐκ παιδὸς ἀρξάμενον θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνιον σημεῖον, τοῦτο δέ ἐστι φωνή, ἣ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω πράττειν, προτρέπει δὲ οὐδέποτε. Ἐξήκεστός τε ὁ Φωκέων τύραννος δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Φωκέων πολιτείᾳ.

They say that Battus of Cyrene composed the so-called Divination of Mopsus, and Dorotheus, in the first book of his Pandects, relates that Mopsus understood the kingfisher and the crow. The great Pythagoras always devoted himself to foreknowledge, and Abaris the Hyperborean, Aristeas of Proconnesus, Epimenides the Cretan, who came to Sparta, Zoroaster the Mede, Empedocles of Acragas, Phormion the Spartan, and indeed Polyaratus of Thasos and Empedotimus of Syracuse, and besides these especially Socrates of Athens. “For I have,” he says in the Theages, “from childhood, by divine fate, a certain daemonic sign; this is a voice, which, when it comes, stops what I am about to do, but never urges me on.” And Execestus, tyrant of the Phocians, wearing two enchanted rings, perceived the right times for actions by the sound they made against each other; yet he died murdered by treachery, though the sound had warned him, as Aristotle says in his Constitution of the Phocians.

1.21.134Stählin 2:83

ἀλλὰ καὶ τῶν παρʼ Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἑρμῆς τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν Ἰλίῳ· † Κρῆνος γὰρ εἷς τῶν Ἡρακλειδῶν ἐπιφανὴς φέρεται μάντις καὶ Ἴαμος ἄλλος ἐν Ἤλιδι, ἀφʼ οὗ οἱ Ἰαμίδαι, Πολύιδός τε ἐν Ἄργει καὶ ἐν Μεγάροις, οὗ μέμνηται ἡ τραγῳδία. τί μοι Τήλεμον καταλέγειν, ὃς Κυκλώπων μάντις ὢν Πολυφήμῳ θεσπίζει τὰ κατὰ τὴν Ὀδυσσέως πλάνην, ἢ τὸν Ἀθήνησιν Ὀνομάκριτον ἢ τὸν Ἀμφιάρεων τὸν σὺν τοῖς ἑπτὰ τοῖς ἐπὶ Θήβας στρατεύσασι μιᾷ γενεᾷ τῆς Ἰλίου ἁλώσεως πρεσβύτερον φερόμενον ἢ Θεοκλύμενον ἐν Κεφαλληνίᾳ ἢ Τελμησσὸν ἐν Καρίᾳ ἢ Γαλεὸν ἐν Σικελίᾳ; εἶεν δʼ ἂν καὶ ἕτεροι πρὸς τούτοις, Ἴδμων ὁ σὺν τοῖς Ἀργοναύταις, Φημονόη Δελφίς, Μόψος ὁ Ἀπόλλωνος καὶ Μαντοῦς ἐν Παμφυλίᾳ καὶ Κιλικίᾳ, Ἀμφίλοχος Ἀμφιαράου ἐν Κιλικίᾳ, Ἀλκμέων ἐν Ἀκαρνᾶσιν, Ἄνιος ἐν Δήλῳ Ἀρίστανδρός τε ὁ Τελμησσεὺς ὁ σὺν Ἀλεξάνδρῳ γενόμενος. ἤδη δὲ καὶ Ὀρφέα Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῷ πρώτῳ Περὶ μαντικῆς.

And among the Egyptians there were men who were once men but became gods by human opinion, Hermes of Thebes and Asclepius of Memphis; and further Tiresias and Manto at Thebes, as Euripides says; Helenus, Laocoon, and Oenone, daughter of Cebren, at Ilium; … for Crenus, one of the Heraclidae, is reported a famous seer, and Iamus another in Elis, from whom the Iamidae come; and Polyidus in Argos and in Megara, whom tragedy mentions. Why should I list Telemus, who, being the seer of the Cyclopes, foretold to Polyphemus the wandering of Odysseus; or Onomacritus at Athens; or Amphiaraus, who marched with the Seven against Thebes, said to be a generation older than the capture of Ilium; or Theoclymenus in Cephallenia, or Telmessus in Caria, or Galeus in Sicily? There might be others besides these: Idmon, who sailed with the Argonauts; Phemonoe of Delphi; Mopsus, son of Apollo and Manto, in Pamphylia and Cilicia; Amphilochus, son of Amphiaraus, in Cilicia; Alcmaeon among the Acarnanians; Anius in Delos; and Aristander of Telmessus, who was with Alexander. Philochorus even relates, in the first book of his On Divination, that Orpheus was a seer.

1.21.135Stählin 2:83–84

Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλικῶν Γάιον Ἰούλιον Νέπωτα. ἀλλʼ οἳ μὲν κλέπται πάντες καὶ λῃσταί, ὥς φησιν ἡ γραφή, τὰ πλεῖστα ἐκ παρατηρήσεως καὶ ἐξ εἰκότων προειρηκότες, καθάπερ οἱ φυσιογνωμονοῦντες ἰατροί τε καὶ μάντεις, οἳ δὲ καὶ ὑπὸ δαιμόνων κινηθέντες ἢ ὑδάτων καὶ θυμιαμάτων καὶ ἀέρος ποιοῦ ἐκταραχθέντες· παρὰ Ἑβραίοις δὲ οἱ προφῆται δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδὰμ ἐπί τε τῆς γυναικὸς ἐπί τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἄντικρυς οὐκ ὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες. σὺν δὲ τῷ νόμῳ Μωυσῆς τε καὶ Ἀαρών, μεθʼ οὓς προφητεύουσιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σαμουήλ, Γάδ, Νάθαν, Ἀχίας, Σαμαίας, Ἰού, Ἠλία, Μιχαίας, Ἀβδιού, Ἐλισσαῖος, Ἀβδαδωναΐ, Ἀμώς, Ἡσαΐας, Ὠσηέ, Ἰωνᾶς, Ἰωήλ, Ἱερεμίας, Σοφονίας, Βουζί, Ἰεζεκιήλ, Οὐρίας, Ἀμβακούμ, Ναούμ, Δανιήλ, Μισαήλ, ὁ τοὺς συλλογισμούς, Ἀγγαῖος, Ζαχαρίας καὶ ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.

Theopompus, Ephorus, and Timaeus record a seer named Orthagoras, as Pythocles of Samos, in the fourth book of his Italian History, records Gaius Julius Nepos. But these are all “thieves and robbers,” as Scripture says, having foretold most things from observation and probability, like the physiognomists, physicians, and seers; others were moved by demons or disturbed by waters, incense, and a certain kind of air. But among the Hebrews the prophets spoke by the power and inspiration of God. Before the law, Adam prophesied about the woman and the naming of the animals; Noah preached repentance; and Abraham, Isaac, and Jacob plainly revealed not a few things to come and already present. With the law were Moses and Aaron, after whom prophesied Joshua son of Nun, Samuel, Gad, Nathan, Ahijah, Shemaiah, Jehu, Elijah, Micaiah, Obadiah, Elisha, Abdadonai, Amos, Isaiah, Hosea, Jonah, Joel, Jeremiah, Zephaniah, Buzi, Ezekiel, Uriah, Habakkuk, Nahum, Daniel, Mishael, the one who wrote the syllogisms, Haggai, Zechariah, and the Angel among the Twelve.

1.21.136Stählin 2:84–85

γίνονται δὲ οἱ πάντες προφῆται πέντε καὶ τριάκοντα. γυναικῶν δὲ (καὶ γὰρ καὶ αὗται προεφήτευον) Σάρρα τε καὶ Ῥεβέκκα καὶ Μαριὰμ Δεββώρα τε καὶ Ὀλδά. ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών· Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται. Ἄνωθεν οὖν ἀπὸ Μωυσέως συναγάγωμεν τὴν καθʼ Ἕλληνας χρονογραφίαν· ἀπὸ τῆς Μωυσέως γενέσεως ἐπὶ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον ἔτη ὀγδοήκοντα καὶ τὰ μέχρι τῆς τελευτῆς αὐτοῦ ἄλλα τεσσαράκοντα γίνεται ἡ ἔξοδος κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπʼ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα ε΄. ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμόν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμόν, ἃ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ † τεσσαράκοντα ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρεσιν τοῦ σιδήρου καὶ Ἰδαίους δακτύλους ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλος. καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ Γανυμήδους ἁρπαγὴν ἔτη ἐξήκοντα πέντε.

All the prophets come to thirty-five. Of women (for they too prophesied), Sarah, Rebekah, Miriam, Deborah, and Huldah. Then about the same times John prophesied until the Savior's baptism, and after the birth of Christ, Anna and Simeon; for Zechariah, the father of John, is said in the Gospels to have prophesied even before his son. Let us gather the chronology according to the Greeks from Moses onward. From the birth of Moses to the exodus of the Jews from Egypt, eighty years, and to his death another forty; the exodus took place in the time of Inachus, Moses having left Egypt three hundred and forty-five years before the Sothic period. From the leadership of Moses and Inachus to the flood of Deucalion, I mean the second deluge, and the conflagration of Phaethon, which occurred in the time of Crotopus, … forty generations are counted; and three generations are reckoned in a hundred years. From the flood to the burning of Ida and the discovery of iron and the Idaean Dactyls, seventy-three years, as Thrasyllus says; and from the burning of Ida to the rape of Ganymede, sixty-five years.

1.21.137Stählin 2:85

ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως στρατείαν, ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν ἔτη τριάκοντα τέσσαρα. ἐντεῦθεν ἐπὶ τὸν ἔκπλουν τῆς Ἀργοῦς ἔτη ἐξήκοντα τέσσαρα. ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον ἔτη τριάκοντα δύο, εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις ἔτη δέκα, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα, ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία, εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν ἔτη ἐννέα. ἐντεῦθεν ἐπὶ Ἡρακλέους ἀποθέωσιν ἔτη ἕνδεκα, εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἁρπαγὴν ἔτη τέσσαρα. εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν ἔτη εἴκοσι. ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου ἔτη δέκα, ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν ἔτη ὀκτώ, καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἐξήκοντα ἕν, ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα ἔτη τριακόσια τριάκοντα ὀκτώ.

From then to the expedition of Perseus, when Glaucus founded the Isthmian games in honor of Melicertes, fifteen years. From the expedition of Perseus to the founding of Ilium, thirty-four years. From then to the sailing of the Argo, sixty-four years. From this to Theseus and the Minotaur, thirty-two years; then to the Seven against Thebes, ten years; to the Olympic contest, which Heracles founded in honor of Pelops, three years; to the expedition of the Amazons against Athens and the rape of Helen by Theseus, nine years. From then to the deification of Heracles, eleven years; then to the rape of Helen by Alexander, four years; then to the capture of Troy, twenty years. From the capture of Troy to the return of Aeneas and the founding of Lavinium, ten years; to the rule of Ascanius, eight years; to the return of the Heraclidae, sixty-one years; and to the Olympiad of Iphitus, three hundred and thirty-eight years.

1.21.138Stählin 2:85–86

Ἐρατοσθένης δὲ τοὺς χρόνους ὧδε ἀναγράφει· ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον ἔτη ὀγδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου ἔτη ἑκατὸν πεντήκοντα ἐννέα· ἐπὶ δὲ τὸ προηγούμενον ἔτος τῶν πρώτων ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ· ἀφʼ ἧς ὀλυμπιάδος ἐπὶ τὴν Ξέρξου διάβασιν ἔτη διακόσια ἐνενήκοντα ἑπτά· ἀφʼ ἧς ἐπὶ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου ἔτη τεσσαράκοντα ὀκτώ· καὶ ἐπὶ τὴν κατάλυσιν καὶ Ἀθηναίων ἧτταν ἔτη εἴκοσι ἑπτά· καὶ ἐπὶ τὴν ἐν Λεύκτροις μάχην ἔτη τριάκοντα τέσσαρα· μεθʼ ἣν ἐπὶ τὴν Φιλίππου τελευτὴν ἔτη τριάκοντα πέντε· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Ἀλεξάνδρου μεταλλαγὴν ἔτη δώδεκα. Πάλιν ἀπὸ τῆς πρώτης ὀλυμπιάδος ἔνιοί φασιν ἐπὶ Ῥώμης κτίσιν συνάγεσθαι ἔτη εἴκοσι τέσσαρα. ἐντεῦθεν ἐπὶ τὴν βασιλέων ἀναίρεσιν, ὅτε ὕπατοι ἐγένοντο, ἐπὶ ἔτη διακόσια τεσσαράκοντα τρία, ἀπὸ δὲ τῆς βασιλέων ἀναιρέσεως ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν ἔτη ἑκατὸν ὀγδοήκοντα ἕξ.

Eratosthenes records the dates thus: from the capture of Troy to the return of the Heraclidae, eighty years; from then to the founding of Ionia, sixty years; after these, to the guardianship of Lycurgus, a hundred and fifty-nine years; to the year before the first Olympic games, a hundred and eight years; from that Olympiad to the crossing of Xerxes, two hundred and ninety-seven years; from which to the beginning of the Peloponnesian War, forty-eight years; to its end and the defeat of the Athenians, twenty-seven years; to the battle at Leuctra, thirty-four years; after which to the death of Philip, thirty-five years; and after this to the death of Alexander, twelve years. Again, from the first Olympiad some say twenty-four years are reckoned to the founding of Rome; from then to the abolition of the kings, when consuls began, two hundred and forty-three years; and from the abolition of the kings to the death of Alexander, a hundred and eighty-six years.

1.21.139Stählin 2:86

ἐντεῦθεν ἐπὶ τὴν Αὐγούστου νίκην, ὅτε Ἀντώνιος ἀπέσφαξεν ἑαυτὸν ἐν Ἀλεξανδρείᾳ, ἔτη διακόσια ἐνενήκοντα τέσσαρα, ὅτε ὑπάτευεν Αὔγουστος τὸ τέταρτον. ἀφʼ οὗ χρόνου ἐπὶ τὸν ἀγῶνα, ὃν ἔθηκε Δομετιανὸς ἐν Ῥώμῃ, ἔτη ἑκατὸν δεκατέσσαρα, ἀπὸ δὲ τοῦ πρώτου ἀγῶνος ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ἑκατὸν ἕνδεκα. Εἰσὶ δὲ οἳ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χίλια † ὀκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφῶντος χίλια διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφʼ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη ἑπτακόσια δεκαπέντε, ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος ὀκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης ἑπτακόσια ἑβδομήκοντα τέσσαρα, ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια. ἐντεῦθεν ἐπὶ † Εὐαίνετον τὸν Ἀθήνησιν ἄρχοντα, ἐφʼ οὗ θνῄσκει Ἀλέξανδρος, ἔτη ια΄. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφʼ οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ὅσα γε συνάγεται.

From then to the victory of Augustus, when Antony killed himself at Alexandria, two hundred and ninety-four years, when Augustus was consul for the fourth time. From that time to the games that Domitian founded at Rome, a hundred and fourteen years; and from the first of those games to the death of Commodus, a hundred and eleven years. There are some who reckon from Cecrops to Alexander the Macedonian one thousand … eight hundred and twenty-eight years; from Demophon one thousand two hundred and fifty; and from the capture of Troy to the return of the Heraclidae a hundred and twenty or a hundred and eighty years. From this to the archonship of Euaenetus, in which they say Alexander crossed into Asia, according to Phanias seven hundred and fifteen years, according to Ephorus seven hundred and thirty-five, according to Timaeus and Clitarchus eight hundred and twenty, according to Eratosthenes seven hundred and seventy-four, and according to Duris, from the capture of Troy to Alexander's crossing into Asia, a thousand years. From then to … Euaenetus, archon at Athens, in whose time Alexander died, eleven years. From then to the reign of Germanicus Claudius Caesar, three hundred and sixty-five years; from which time the years that are reckoned to the death of Commodus are also clear.

1.21.140Stählin 2:87

Μετὰ δὲ τὰ Ἑλληνικὰ καὶ ἀπὸ τῶν κατὰ τοὺς βαρβάρους χρόνων ἀποδοτέον κατὰ τὰ μέγιστα διαστήματα. ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν΄, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ. ἔπειτα ἀπὸ κριτῶν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἕξ ἡμέραι δέκα. μεθʼ οὓς χρόνους Περσικῆς βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικῆς ἕως Ἀντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ. μεθʼ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἕν μῆνες ἕξ ἡμέραι εἴκοσι τέσσαρες.

After the Greek dates, those of the barbarians must also be given, by the largest intervals. From Adam to the flood are reckoned two thousand one hundred and forty-eight years and four days; from Shem to Abraham, one thousand two hundred and fifty years; from Isaac to the division of the inheritance, six hundred and sixteen years. Then from the judges to Samuel, four hundred and sixty-three years and seven months; and after the judges, of the kingdoms, five hundred and seventy-two years, six months, and ten days. After these times, of the Persian kingdom, two hundred and thirty-five years; then of the Macedonian, to the death of Antony, three hundred and twelve years and eighteen days. After this time the Roman empire to the death of Commodus, two hundred and twenty-two years. Again, from the seventy years' captivity and the people's restoration to their ancestral land to the captivity under Vespasian are reckoned four hundred and ten years; and lastly, from Vespasian to the death of Commodus are found a hundred and twenty-one years, six months, and twenty-four days.

1.21.141Stählin 2:87–88

Δημήτριος δέ φησιν ἐν τῷ Περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὴν Ἰούδα φυλὴν καὶ Βενιαμεὶν καὶ Λευὶ μὴ αἰχμαλωτισθῆναι ὑπὸ τοῦ Σεναχηρείμ, ἀλλʼ εἶναι ἀπὸ τῆς αἰχμαλωσίας ταύτης εἰς τὴν ἐσχάτην, ἣν ἐποιήσατο Ναβουχοδονόσορ ἐξ Ἱεροσολύμων, ἔτη ἑκατὸν εἴκοσι ὀκτὼ μῆνας ἔξ. ἀφʼ οὗ δὲ αἱ φυλαὶ αἱ δέκα ἐκ Σαμαρείας αἰχμάλωτοι γεγόνασιν ἕως Πτολεμαίου τετάρτου ἔτη πεντακόσια ἑβδομήκοντα τρία μῆνας ἐννέα, ἀφʼ οὗ δὲ ἐξ Ἱεροσολύμων ἔτη τριακόσια τριάκοντα ὀκτὼ μῆνας τρεῖς. Φίλων δὲ καὶ αὐτὸς ἀνέγραψε τοὺς βασιλεῖς τοὺς Ἰουδαίων διαφώνως τῷ Δημητρίῳ. ἔτι δὲ καὶ Εὐπόλεμος ἐν τῇ ὁμοίᾳ πραγματείᾳ τὰ πάντα ἔτη φησὶν ἀπὸ Ἀδὰμ ἄχρι τοῦ πέμπτου ἔτους Δημητρίου βασιλείας Πτολεμαίου τὸ δωδέκατον βασιλεύοντος Αἰγύπτου συνάγεσθαι ἔτη ερμθ΄. ἀφʼ οὗ δὲ χρόνου ἐξήγαγε Μωυσῆς τοὺς Ἰουδαίους ἐξ Αἰγύπτου ἐπὶ τὴν προειρημένην προθεσμίαν συνάγεσθαι ἔτη δισχίλια πεντακόσια ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ χρόνου τούτου ἄχρι τῶν ἐν Ῥώμῃ ὑπάτων Γναίου Δομετίου καὶ Ἀσινίου συναθροίζεται ἔτη ἑκατὸν εἴκοσι.

Demetrius, in his work On the Kings in Judea, says that the tribes of Judah, Benjamin, and Levi were not taken captive by Sennacherib, but that from this captivity to the last, which Nebuchadnezzar carried out from Jerusalem, there were a hundred and twenty-eight years and six months; and from the time the ten tribes were taken captive from Samaria to Ptolemy the Fourth, five hundred and seventy-three years and nine months; and from the captivity from Jerusalem, three hundred and thirty-eight years and three months. Philo too recorded the kings of the Jews, differing from Demetrius. Further, Eupolemus, in a similar work, says that all the years from Adam to the fifth year of the reign of Demetrius, when Ptolemy was reigning in Egypt in his twelfth year, come to five thousand one hundred and forty-nine; and from the time when Moses led the Jews out of Egypt to the date just mentioned, two thousand five hundred and eighty years. From this time to the consuls at Rome Gnaeus Domitius and Asinius, a hundred and twenty years are gathered.

1.21.142Stählin 2:88

Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἑβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως λεγούσης· ἦσαν δὲ πᾶσαι αἱ ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα αἱ εἰς Αἴγυπτον κατελθοῦσαι. φαίνονται δὲ εἶναι καὶ κατὰ τὸν ἀληθῆ λόγον αἱ γενικαὶ διάλεκτοι δύο καὶ ἑβδομήκοντα ὡς αἱ ἡμέτεραι παραδιδόασι γραφαί, αἱ δὲ ἄλλαι αἱ πολλαὶ ἐπὶ κοινωνίᾳ διαλέκτων δύο ἢ τριῶν ἢ καὶ πλειόνων γίνονται. διάλεκτος δέ ἐστι λέξις ἴδιον χαρακτῆρα τόπου ἐμφαίνουσα, ἢ λέξις ἴδιον ἢ κοινὸν ἔθνους ἐπιφαίνουσα χαρακτῆρα. φασὶ δὲ οἱ Ἕλληνες διαλέκτους εἶναι τὰς παρὰ σφίσι ε΄, Ἀτθίδα, Ἰάδα, Δωρίδα, Αἰολίδα καὶ πέμπτην τὴν κοινήν, ἀπεριλήπτους δὲ οὔσας τὰς βαρβάρων φωνὰς μηδὲ διαλέκτους, ἀλλὰ γλώσσας λέγεσθαι.

Ephorus and many other historians say that there are seventy-five nations and languages, having heard the words of Moses, which say, “All the souls from Jacob who went down into Egypt were seventy-five.” But according to the true account, the generic languages appear to be seventy-two, as our Scriptures hand down; and the many others arise from the combination of two or three or more languages. A dialect is a form of speech showing the peculiar character of a place, or a form of speech showing the peculiar or common character of a nation. The Greeks say that there are five dialects among them, Attic, Ionic, Doric, Aeolic, and fifth the Common; and that the languages of the barbarians, being innumerable, are not called dialects but tongues.

1.21.143Stählin 2:88–89

ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἳ τὴν αὑτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων δαιμόνων. οἴεται δὲ καὶ ἀλόγων ζῴων διαλέκτους εἶναι, ὧν τὰ ὁμογενῆ ἐπακούειν. ἐλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρών τις ἄλλος καὶ τὸ συμβὰν θεωρήσας ὑποστρέψας μετʼ οὐ πολὺ ἄγει μεθʼ ἑαυτοῦ ἀγέλην ἐλεφάντων καὶ σῴζει τὸν ἐμπεπτωκότα. φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλʼ, οἶμαι, τῇ οἰκείᾳ διαλέκτῳ. φασὶ δὲ καὶ ἄλλοι τινές, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀπορραγείσης ἀποδράσει, οὐκέτʼ ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας. αἱ δὲ πρῶται καὶ γενικαὶ διάλεκτοι βάρβαροι μέν, φύσει δὲ τὰ ὀνόματα ἔχουσιν, ἐπεὶ καὶ τὰς εὐχὰς ὁμολογοῦσιν οἱ ἄνθρωποι δυνατωτέρας εἶναι τὰς βαρβάρῳ φωνῇ λεγομένας. καὶ Πλάτων δὲ ἐν Κρατύλῳ τὸ πῦρ ἑρμηνεῦσαι βουλόμενος βαρβαρικόν φησιν εἶναι τὸ ὄνομα. μαρτυρεῖ γοῦν τοὺς Φρύγας οὕτω καλοῦντας μικρόν τι παρακλίνοντας.

Plato assigns a certain language even to the gods, judging especially from dreams and oracles, and besides from the possessed, who do not utter their own voice or language but that of the demons who have entered them. He thinks that irrational animals too have languages, which those of the same kind understand. At any rate, when an elephant fell into mud and cried out, another that was present and saw what had happened went away and returned not long after, bringing a herd of elephants with it, and saved the one that had fallen. They say too that in Libya a scorpion, if it cannot reach a man to sting him, goes away and comes back with more, and they hang on to one another like a chain and so succeed in their plot; the irrational animals do not use some invisible nod, nor inform one another by gestures, but, I think, by their own language. Some others say that if a fish being drawn up escapes when the line breaks, no fish of the same kind will be found in that place on that same day. The first and generic languages are barbarian, but they have their names by nature, since people admit that prayers spoken in a barbarian tongue are more powerful. And Plato in the Cratylus, wishing to explain the word “fire,” says that the name is barbarian; at any rate he testifies that the Phrygians call it so, changing it a little.

1.21.144Stählin 2:89–90

Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεως· Αὔγουστος ἔτη τεσσαράκοντα τρία, Τιβέριος ἔτη κβ΄, Γάιος ἔτη δ΄, Κλαύδιος ἔτη ιδ΄, Νέρων ἔτη ιδ΄, Γάλβας ἔτος ἕν, Οὐεσπεσιανὸς ἔτη ι΄, Τίτος ἔτη γ΄, Δομιτιανὸς ἔτη ιε΄, Νέρβας ἔτος α΄, Τραϊανὸς ἔτη ιθ΄, Ἀδριανὸς ἔτη κα΄, Ἀντωνῖνος ἔτη κγ΄, ὁμοίως πάλιν Ἀντωνῖνος καὶ Κόμοδος ἔτη λβ΄. γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου τελευτῆς ἔτη σκβ΄, καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως Κομόδου τελευτῆς ἔτη εψπδ΄ μῆνες δύο ἡμέραι δώδεκα. τινὲς μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσι· Γάιος Ἰούλιος Καῖσαρ ἔτη γ΄ μῆνας δ΄ ἡμέρας ς΄, μεθʼ ὃν Αὔγουστος ἐβασίλευσεν ἔτη μς΄ μῆνας δ΄ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κς΄ μῆνας ς΄ ἡμέρας ιθ΄, ὃν διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ι΄ ἡμέρας ὀκτώ· τοῦτον Κλαύδιος ἔτη ιγ΄ μῆνας η΄ ἡμέρας κη΄, Νέρων ἔτη ιγ΄ μῆνας ὀκτὼ ἡμέρας κη΄, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ς΄, Ὄθων μῆνας ε΄ ἡμέραν α΄, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν α΄, Οὐεσπεσιανὸς ἔτη ια΄ μῆνας ια΄ ἡμέρας κβ΄, Τίτος ἔτη β΄ μῆνας β΄ Δομιτιανὸς ἔτη ιε΄ μῆνας η΄ ἡμέρας ε΄, Νέρβας ἔτος α΄ μῆνας δ΄ ἡμέρας ι΄, Τραϊανὸς ἔτη ιθ΄ μῆνας ζ΄ ἡμέρας ιε΄, Ἀδριανὸς ἔτη κ΄ μῆνας ι΄ ἡμέρας κη΄, Ἀντωνῖνος ἔτη κβ΄ μῆνας τρεῖς ἡμέρας ζ΄, Μάρκος Αὐρήλιος Ἀντωνῖνος ἔτη ιθ΄ ἡμέρας ια΄, Κόμοδος ἔτη ιβ΄ μῆνας θ΄ ἡμέρας ιδ΄. ἀπὸ Ἰουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλς΄ μῆνες ς΄. συνάγεται δὲ πάντα τὰ ἀπὸ Ῥωμύλου τοῦ κτίσαντος Ῥώμην ἕως Κομόδου τελευτῆς μγ΄ μῆνες ς΄.

It is no harm, I think, to add to these the dates of the Roman emperors, to show the birth of the Savior. Augustus forty-three years, Tiberius twenty-two, Gaius four, Claudius fourteen, Nero fourteen, Galba one, Vespasian ten, Titus three, Domitian fifteen, Nerva one, Trajan nineteen, Hadrian twenty-one, Antoninus twenty-three, and again Antoninus and Commodus thirty-two. From Augustus to the death of Commodus comes to two hundred and twenty-two years in all, and from Adam to the death of Commodus five thousand seven hundred and eighty-four years, two months, and twelve days. Some, however, record the dates of the Roman emperors thus: Gaius Julius Caesar three years, four months, six days; after whom Augustus reigned forty-six years, four months, one day; then Tiberius twenty-six years, six months, nineteen days; Gaius Caesar succeeded him, three years, ten months, eight days; then Claudius thirteen years, eight months, twenty-eight days; Nero thirteen years, eight months, twenty-eight days; Galba seven months, six days; Otho five months, one day; Vitellius seven months, one day; Vespasian eleven years, eleven months, twenty-two days; Titus two years, two months; Domitian fifteen years, eight months, five days; Nerva one year, four months, ten days; Trajan nineteen years, seven months, fifteen days; Hadrian twenty years, ten months, twenty-eight days; Antoninus twenty-two years, three months, seven days; Marcus Aurelius Antoninus nineteen years, eleven days; Commodus twelve years, nine months, fourteen days. From Julius Caesar to the death of Commodus, then, are two hundred and thirty-six years and six months. And all the years from Romulus, the founder of Rome, to the death of Commodus come to … forty-three years and six months.

1.21.145Stählin 2:90

Ἐγεννήθη δὲ ὁ κύριος ἡμῶν τῷ ὀγδόῳ καὶ εἰκοστῷ ἔτει, ὅτε πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου. ὅτι δὲ τοῦτʼ ἀληθές ἐστιν, ἐν τῷ εὐαγγελίῳ τῷ κατὰ Λουκᾶν γέγραπται οὕτως· ἔτει δὲ πεντεκαιδεκάτῳ ἐπὶ Τιβερίου Καίσαρος ἐγένετο ῥῆμα κυρίου ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱόν. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἦν δὲ Ἰησοῦς ἐρχόμενος ἐπὶ τὸ βάπτισμα ὡς ἐτῶν λ΄. καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὕτως· ἐνιαυτὸν δεκτὸν κυρίου κηρῦξαι ἀπέστειλέν με. τοῦτο καὶ ὁ προφήτης εἶπεν καὶ τὸ εὐαγγέλιον. πεντεκαίδεκα οὖν ἔτη Τιβερίου καὶ πεντεκαίδεκα Αὐγούστου, οὕτω πληροῦται τὰ τριάκοντα ἔτη ἕως οὗ ἔπαθεν. ἀφʼ οὗ καὶ ἔπαθεν ἕως τῆς καταστροφῆς Ἱερουσαλὴμ γίνονται ἔτη μβ΄ μῆνες γ΄, καὶ ἀπὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἕως Κομόδου τελευτῆς ἔτη ρκβ΄ μῆνες ι΄ ἡμέραι ιγ΄. γίνονται οὖν ἀφʼ οὗ ὁ κύριος ἐγεννήθη ἕως Κομόδου τελευτῆς τὰ πάντα ἔτη ρςδ΄ μὴν εἷς ἡμέραι ιγ΄. εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἣν φασιν ἔτους κή Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.

Our Lord was born in the twenty-eighth year, when they first ordered registrations to be made, in the time of Augustus. That this is true is written in the Gospel according to Luke thus: “In the fifteenth year of Tiberius Caesar the word of the Lord came to John the son of Zechariah.” And again in the same: “And Jesus was coming to the baptism about thirty years old.” And that he had to preach for only one year is also written thus: “He has sent me to preach the acceptable year of the Lord.” The prophet said this, and the gospel. Fifteen years of Tiberius, then, and fifteen of Augustus: so the thirty years are completed until he suffered. From his suffering to the destruction of Jerusalem there are forty-two years and three months; and from the destruction of Jerusalem to the death of Commodus, a hundred and twenty-two years, ten months, and thirteen days. From the birth of the Lord to the death of Commodus, then, there are a hundred and ninety-four years, one month, and thirteen days in all. And there are those who, more curiously, add to the Savior's birth not only the year but also the day, which they say was in the twenty-eighth year of Augustus, on the twenty-fifth of Pachon.

1.21.146Stählin 2:90–91

Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν ἑορτάζουσι προδιανυκτερεύοντες ἐν ἀναγνώσεσι. φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός. τό τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἳ μέν τινες τῷ ἑκκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος Φαμενὼθ κε΄, οἳ δὲ Φαρμουθὶ κε΄· ἄλλοι δὲ Φαρμουθὶ ιθ΄ πεπονθέναι τὸν σωτῆρα λέγουσιν. ναὶ μήν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδ΄ ἢ κε΄. Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια΄. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ΄ ἡμέραις η΄ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ς΄, ὅ ἐστι τὸ ἥμισυ τῆς ἑβδομάδος, καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης. εἴρηκεν δὲ βτ΄ ἡμέρας γενέσθαι ἀφʼ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ΄, καὶ καθαρθήσεται τὸ ἅγιον. αὗται οὖν αἱ βτ΄ ἡμέραι γίνονται ἔτη ς΄, μῆνες δ΄, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιήλ· μακάριος ὁ φθάσας εἰς ἡμέρας ατλε΄. μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαύσατο.

The followers of Basilides celebrate the day of his baptism too, spending the preceding night in readings. They say that it was in the fifteenth year of Tiberius Caesar, on the fifteenth of the month Tybi, or, as some say, the eleventh of the same month. And those of them who are exact about his passion put it, some in the sixteenth year of Tiberius Caesar, on the twenty-fifth of Phamenoth, others on the twenty-fifth of Pharmuthi; others say that the Savior suffered on the nineteenth of Pharmuthi. Some of them indeed say that he was born on the twenty-fourth or twenty-fifth of Pharmuthi. We must also add to the chronology the days, I mean, which Daniel hints at, from the desolation of Jerusalem, the seven years and eleven months of Vespasian. For the two years are added to the seventeen months and eight days of Otho, Galba, and Vitellius, and so it comes to three years and six months, which is half of the week, as Daniel the prophet said. For he said that two thousand three hundred days would pass from the time the abomination was set up by Nero in the holy city until its destruction. So the following passage shows: “How long will the vision stand, the sacrifice taken away and the sin of desolation given, and the power and the sanctuary be trampled? And he said to him, Until evening and morning, two thousand three hundred days, and the sanctuary will be cleansed.” These two thousand three hundred days make six years and four months, half of which Nero held as emperor, and it was half a week; and the other half Vespasian with Otho, Galba, and Vitellius. That is why Daniel says, “Blessed is he who comes to one thousand three hundred and thirty-five days.” For until these days there was war, and after them it ceased.

1.21.147Stählin 2:91–92

δείκνυται δὲ καὶ οὗτος ὁ ἀριθμὸς ἐκ τοῦ ὑποτεταγμένου κεφαλαίου ἔχοντος ὧδε· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας ασϙ΄, μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας ατλε΄. Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίας καταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως Δαβὶδ ἔτη γίγνεσθαι φπε΄, ἀπὸ δὲ Δαβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους αροθ΄. εἶτα ἀπὸ τούτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζ΄, ὡς εἶναι ἀπὸ Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη αωλγ΄. ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως ἔτη ἔφησαν γίνεσθαι αωμβ΄, οἳ δὲ ἁ̣̣̓κα΄, ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται· γίνονται γάρ, φησίν, ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ ιδ΄, καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ ιδ΄, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαὶ ιδ΄, τρία διαστήματα μυστικὰ ἓξ ἑβδομάσι τελειούμενα.

This number is also shown from the following chapter, which runs thus: “And from the time of the change of the daily sacrifice, and the abomination of desolation being given, one thousand two hundred and ninety days. Blessed is he who waits and comes to one thousand three hundred and thirty-five days.” Flavius Josephus the Jew, who composed the Jewish histories, bringing down the dates, says that from Moses to David there are five hundred and eighty-five years, and from David to the second year of Vespasian one thousand one hundred and seventy-nine; then from this to the tenth year of Antoninus seventy-seven years; so that from Moses to the tenth year of Antoninus there are one thousand eight hundred and thirty-three years in all. Others, counting to the death of Commodus from Inachus and Moses, said there were one thousand eight hundred and forty-two years, and others …. And in the Gospel according to Matthew the genealogy from Abraham is carried down to Mary the mother of the Lord; for, it says, “from Abraham to David are fourteen generations, and from David to the deportation to Babylon fourteen generations, and from the deportation to Babylon to Christ likewise another fourteen generations,” three mystic intervals completed in six sevens.

Miscellanies 1, chapter 22

1.22.148Stählin 2:92

Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, Δημητρίου τοῦ Φαληρέως καὶ τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου· ἔτι γὰρ Μακεδόνων τὴν Ἀσίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πάσαις κατακοσμῆσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρʼ αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἑρμηνεῦσαι.

Let what has been recorded by many differently about the dates and set out by us stand thus. They say that the Scriptures, both of the law and the prophets, were translated from the language of the Hebrews into the Greek tongue under King Ptolemy son of Lagus, or, as some say, under the one surnamed Philadelphus, who brought the greatest zeal to this, Demetrius of Phalerum also carefully managing the work of translation. For while the Macedonians still held Asia, the king, ambitious to adorn with all writings the library he had founded at Alexandria, asked the people of Jerusalem too to translate their prophecies into the Greek language.

1.22.149Stählin 2:92

οἳ δὲ ἅτε ἔτι ὑπακούοντες Μακεδόσι τῶν παρὰ σφίσιν εὐδοκιμωτάτων περὶ τὰς γραφὰς ἐμπείρους καὶ τῆς Ἑλληνικῆς διαλέκτου εἰδήμονας ἑβδομήκοντα πρεσβυτέρους ἐκλεξάμενοι ἀπέστειλαν αὐτῷ μετὰ καὶ τῶν θείων βίβλων. ἑκάστου δὲ ἐν μέρει κατʼ ἰδίαν ἑκάστην ἑρμηνεύσαντος προφητείαν συνέπνευσαν αἱ πᾶσαι ἑρμηνεῖαι συναντιβληθεῖσαι καὶ τὰς διανοίας καὶ τὰς λέξεις· θεοῦ γὰρ ἦν βούλημα μεμελετημένον εἰς Ἑλληνικὰς ἀκοάς. οὐ δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἐνεργεῖσθαι, ἐπεὶ κἀν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενόμενος πάσας τὰς παλαιὰς αὖθις ἀνανεούμενος προεφήτευσε γραφάς.

And they, since they were still subject to the Macedonians, chose seventy elders from among the most esteemed of their people, experienced in the Scriptures and skilled in the Greek language, and sent them to him with the divine books. When each separately had translated each prophecy, all the translations, compared together, agreed both in sense and in words; for it was the will of God, devised for Greek ears. Indeed it is not strange that by the inspiration of God, who had given the prophecy, the translation too should be produced as a kind of Greek prophecy; since also, when the Scriptures had been destroyed in the captivity under Nebuchadnezzar, in the times of Artaxerxes king of the Persians, Ezra the Levite, the priest, became inspired and prophesied all the ancient Scriptures again, restoring them.

1.22.150Stählin 2:92–93

Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθʼ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφʼ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρʼ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν. Νουμήνιος δὲ ὁ Πυθαγόρειος φιλόσοφος ἄντικρυς γράφει· τί γάρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων; οὗτος ὁ Μωυσῆς θεολόγος καὶ προφήτης, ὡς δέ τινες νόμων ἱερῶν ἑρμηνεὺς ἦν. τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν ὡς ὅτι μάλιστα διʼ ὀλίγων.

Aristobulus, in the first book of his work addressed to Philometor, writes word for word: “Plato too followed our legislation, and he has clearly studied carefully each of the things said in it. It was translated by others before Demetrius, before the conquest of Alexander and the Persians: the account of the leading out of the Hebrews our fellow citizens from Egypt, the manifestation of all that happened to them, the conquest of the land, and the exposition of the whole legislation; so that it is plain that the philosopher just mentioned took many things (for he was very learned), as Pythagoras too transferred many of our things into his own system of doctrines.” And Numenius the Pythagorean philosopher writes outright: “For what is Plato but Moses speaking Attic Greek?” This Moses was a theologian and prophet, and, as some say, an interpreter of sacred laws. The Scriptures themselves, worthy of trust, proclaim his race, his deeds, and his life; yet we too must speak of them as briefly as possible.

Miscellanies 1, chapter 23

1.23.151Stählin 2:93–94

Μωυσῆς οὖν ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ γενεᾷ γεννηθεὶς καὶ τραφεὶς βασιλικῶς περιστάσει κέχρηται τοιαύτῃ. εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλὴν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτούς (ἀσθενὲς γὰρ εἰς πόλεμον γυνή), διαφθείρειν δὲ τὰ ἄρρενα εὐαλκῆ νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα, δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βίβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος, ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή.

Moses, then, was a Chaldean by ancestry, born in Egypt, his forefathers having migrated from Babylon to Egypt because of a long famine. Born in the seventh generation and reared royally, he met with the following circumstance. When the Hebrews had increased to a great multitude in Egypt, the king of the country, fearing a plot from their numbers, ordered them to rear the female children of the Hebrews (for a woman is weak for war), but to destroy the males, suspecting a strong youth. But his parents, since the child was of noble birth, hid him and reared him for three months in succession, natural affection conquering tyrannical cruelty; but fearing later that they would perish with the child, they made a vessel of the native papyrus, put the child in it, and exposed him beside the banks of the river, which was marshy; and the child's sister, standing far off, watched what would happen.

1.23.152Stählin 2:94–95

ἐνταῦθα ἡ θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυΐσκουσα, τέκνων δὲ ἐπιθυμοῦσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμὸν λουτροῖς καὶ περιρραντηρίοις χρησομένη, ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει προσενεχθῆναι αὐτῇ καὶ κατοικτείρασα ἐζήτει τροφόν. ἐνταῦθα προσδραμοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν παραστῆσαι αὐτῇ τροφόν, εἰ βούλοιτο· τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς τροφὸν ἐσομένην ὥς τινα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ. εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὐτό (τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι), εἰς ὃ ἐκτέθειται τεθνηξόμενος. καὶ γάρ τοι Μωυσῆν τὸν ἀποπνεύσαντα τῷ ὕδατι προσαγορεύουσι.

Then the king's daughter, who for a long time had not conceived but longed for children, came that day to the river to use its baths and ablutions; and hearing the child crying, she ordered it brought to her, and, taking pity, sought a nurse. Then the child's sister ran up and said that she had a Hebrew woman who had given birth not long before to present to her as a nurse, if she wished; and when she agreed and asked for it, she brought the child's mother to be his nurse, as if she were someone else, for a stated wage. Then the princess gave the child the name Moses, appropriately, because she had taken him out of the water (for the Egyptians call water mōu), into which he had been exposed to die. And indeed they call Moses the one who breathes his last in the water.

1.23.153Stählin 2:95–96

δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ. ἔσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν ῥυθμικήν τε καὶ ἁρμονικὴν ἔτι τε μετρικὴν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἐπιδείκνυνται. τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι φέρεται. Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαίοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων. εἰς δὲ τὴν ἀνδρῶν φύσιν ᾄξας ἐπέτεινε τὴν φρόνησιν, τὴν συγγενικὴν καὶ προγονικὴν ζηλώσας παιδείαν, ἄχρι καὶ τὸν Αἰγύπτιον τὸν τῷ Ἑβραίῳ ἀδίκως ἐπιθέμενον πατάξας ἀποκτεῖναι.

It is clear, then, that earlier, when the child was circumcised, his parents gave him a name, and he was called Joachim. He also had a third name in heaven after his assumption, as the initiated say: Melchi. When he came of age, he was taught arithmetic, geometry, rhythm, harmony, and further meter and music by the most distinguished of the Egyptians, and besides the philosophy expressed through symbols, which they display in hieroglyphic letters. The rest of the general education Greeks taught him in Egypt, as a royal child, as Philo says in the Life of Moses; and he also learned the letters of the Assyrians and the knowledge of heavenly things from the Chaldeans and the Egyptians; hence in the Acts he is said to have been “educated in all the wisdom of the Egyptians.” Eupolemus, in his work on the kings in Judea, says that Moses was the first wise man, and first handed on grammar to the Jews, that the Phoenicians received it from the Jews, and the Greeks from the Phoenicians. When he reached manhood, he increased his prudence, zealous for the education of his kin and ancestors, even to striking and killing the Egyptian who was unjustly attacking the Hebrew.

1.23.154Stählin 2:96

φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας. Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἱστορεῖ κατακλεισθέντα εἰς φυλακὴν Μωυσέα ὑπὸ Χενεφρέους τοῦ Αἰγυπτίων βασιλέως ἐπὶ τῷ παραιτεῖσθαι τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι, νύκτωρ ἀνοιχθέντος τοῦ δεσμωτηρίου κατὰ βούλησιν τοῦ θεοῦ ἐξελθόντα καὶ εἰς τὰ βασίλεια παρελθόντα ἐπιστῆναι κοιμωμένῳ τῷ βασιλεῖ καὶ ἐξεγεῖραι αὐτόν, τὸν δὲ καταπλαγέντα τῷ γεγονότι κελεῦσαι τῷ Μωυσεῖ τὸ τοῦ πέμψαντος εἰπεῖν ὄνομα θεοῦ καὶ τὸν μὲν προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα ἄφωνον πεσεῖν, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωυσέως πάλιν ἀναβιῶναι.

The initiated say that he killed the Egyptian by a word alone, as indeed later Peter in the Acts is said to have killed by a word those who kept back part of the price of the field and lied. Artapanus, at any rate, in his work on the Jews, relates that Moses was shut up in prison by Chenephres, king of the Egyptians, for asking that the people be released from Egypt; and that at night, when the prison was opened by God's will, he went out, came into the palace, stood over the sleeping king, and woke him; and the king, astonished at what had happened, ordered Moses to tell the name of the God who had sent him; and he, bending down, said it into his ear; and the king, hearing it, fell speechless, but, held by Moses, came to life again.

1.23.155Stählin 2:96–98

Περὶ δὲ τῆς ἀνατροφῆς τοῦ Μωυσέως συνᾴσεται ἡμῖν καὶ ὁ Ἐζεκίηλος ὁ τῶν Ἰουδαϊκῶν τραγῳδιῶν ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐξαγωγὴ γράφων ὧδε ἐκ προσώπου Μωυσέως· ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην δόλον καθʼ ἡμῶν πολὺν ἐμηχανήσατο βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτούς, πόλεις τʼ ἐπύργου, σφῶν ἕκητι δυσμόρων· ἔπειτʼ ἐκήρυσʼ ἡμῖν, Ἑβραίων γένει, τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. ἐνταῦθα μήτηρ ἡ τεκοῦσʼ ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν· οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρʼ ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ. Μαριὰμ δʼ ἀδελφή μου κατώπτευεν πέλας· κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον. ἰδοῦσά δʼ εὐθὺς κἀλεοῦσʼ ἀνείλετο, ἔγνω δʼ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· θέλεις τροφόν σοι παιδὶ τῷδʼ εὕρω ταχὺ ἐκ τῶν Ἑβραίων; ἡ δʼ ἐπέσπευσεν κόρην. μολοῦσα δʼ εἶπεν μητρί, καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ κἄλαβέν μʼ εἰς ἀγκάλας. εἶπεν δὲ θυγάτηρ βασιλέως· τοῦτον, γύναι, τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. ὄνομα δὲ Μωυσῆν ὠνόμαζʼ, ὅτου χάριν ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπʼ ᾐόνος. ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα, ἅπαντα μυθεύσασα καὶ λέξασά μοι, γένος πατρῷον καὶ θεοῦ δωρήματα. ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον, τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθʼ ὑπισχνεῖτο, ὡς ἀπὸ σπλάγχνων ἑῶν· ἐπεὶ δὲ πλήρης κύκλος ἡμερῶν παρῆν, ἐξῆλθον οἴκων βασιλικῶν.

About the upbringing of Moses, Ezekiel too, the poet of Jewish tragedies, will agree with us, in the drama entitled The Exodus, writing thus in the person of Moses: “For seeing our race greatly increased, King Pharaoh devised much guile against us, tormenting men with brickwork and heavy building, and fortifying cities by the labor of us wretched ones. Then he proclaimed to us, the Hebrew race, to throw the males into the deep-flowing river. Then the mother who bore me hid me three months, as she used to say; but, not escaping notice, she put me out, dressing me in fine clothes, by the edge of the river, into a thick, deep marsh. Miriam my sister watched nearby. And then the king's daughter came down with her maidens to refresh her young body in the bath. Seeing me, at once pitying, she took me up, and knew that I was a Hebrew. And Miriam my sister, running to the princess, says this: ‘Do you wish me to find you quickly a nurse for this child from among the Hebrews?’ And she urged the girl on. She went and told our mother, and quickly my mother herself came and took me in her arms. And the king's daughter said: ‘Woman, nurse this child, and I will pay you your wage.’ And she called me by the name Moses, because she took me up from the wet bank of the river. When my time as an infant had passed, my mother brought me to the princess's palace, having first told and explained everything to me, my ancestral race and God's gifts. So as long as we had the time of boyhood, with royal nurture and education she provided everything, as if from her own womb; but when the full circle of days had come, I went out from the royal house.”

1.23.156Stählin 2:98

ἔπειτα τὴν διαμάχην τοῦ θʼ Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτως· τί τύπτεις ἀσθενέστερον σέθεν; ὃ δʼ εἶπεν· ἡμῖν τίς σʼ ἀπέστειλεν κριτὴν ἢπιστάτην ἐνταῦθα; μὴ κτενεῖς δέ με ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· πῶς ἐγένετο συμφανὲς τόδε; φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν ποιμενικῇ· προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική. ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν.

Then, having told of the fight between the Hebrew and the Egyptian and the burial of the Egyptian in the sand, he says of the second fight: “Why do you strike one weaker than yourself? And he said: Who sent you as judge or ruler over us here? Will you not kill me as you did the man yesterday? And I, afraid, said: How did this become known?” He fled from there and tended sheep, being trained beforehand for leadership by shepherding; for shepherding is a preparation for kingship for one who is to rule the tamest flock, that of human beings, just as hunting is for those warlike by nature. From there God led him to the command of the Hebrews.

1.23.157Stählin 2:98–99

ἔπειτα νουθετοῦνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δὲ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν τοῦ θεοῦ. ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, διʼ ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε, ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους τῇ καταδουλώσει. εἴτʼ οὖν ὡς ἐν πολέμῳ φαίη τις τοῦτο γεγονέναι, τὰ τῶν ἐχθρῶν φέρειν ἠξίουν νόμῳ τῶν κεκρατηκότων ὡς κρείττονες ἡττόνων (καὶ τοῦ πολέμου ἡ αἰτία δικαία· ἱκέται διὰ λιμὸν Ἑβραῖοι ἧκον πρὸς Αἰγυπτίους· οἳ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες), εἴτε ὡς ἐν εἰρήνῃ, μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων, ἀλλὰ ἀποστερούντων.

Then the Egyptians, often without understanding, were often warned; and the Hebrews were spectators of the evils that others suffered, learning the power of God without danger. And further the Egyptians, not accepting by hearing the effects of his power, disbelieving through folly, then, as it is said, “the fools knew it when it was done.” And afterward, when the Hebrews went out, they departed carrying off much booty from the Egyptians, not from love of money, as the accusers say (for God did not persuade them to desire what belonged to others), but first receiving a necessary wage for the service they had rendered the Egyptians throughout the whole time, and then in some way avenging themselves by grieving the money-loving Egyptians in return, by carrying off the booty, as they had grieved the Hebrews by enslaving them. Whether, then, one should say that this took place as in war, they thought it right to take the goods of their enemies by the law of the victors, as the stronger over the weaker (and the cause of the war was just: the Hebrews came as suppliants to the Egyptians because of famine, and they enslaved the strangers and forced them to serve them like captives, not even paying them a wage); or as in peace, they took the booty as a wage from those unwilling to pay, who had for a long time not paid it but defrauded them.

Miscellanies 1, chapter 24

1.24.158Stählin 2:99–100

Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός, τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνίκα ἂν περὶ προφητείας διαλαμβάνωμεν· τὸ τακτικὸν δὲ μέρος ἂν εἴη τοῦ στρατηγικοῦ, τὸ στρατηγικὸν δὲ τοῦ βασιλικοῦ· πάλιν τε αὖ τὸ νομοθετικὸν μέρος ἂν εἴη τοῦ βασιλικοῦ, καθάπερ καὶ τὸ δικαστικόν. τοῦ δὲ βασιλικοῦ τὸ μὲν θεῖον μέρος ἐστίν, οἷον τὸ κατὰ τὸν θεὸν καὶ τὸν ἅγιον υἱὸν αὐτοῦ, παρʼ ὧν τά τε ἀπὸ γῆς ἀγαθὰ καὶ τὰ ἐκτὸς καὶ ἡ τελεία εὐδαιμονία χορηγεῖται· αἰτεῖσθε γάρ, φησί, τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται. δεύτερον δέ ἐστιν εἶδος βασιλείας μετὰ τὴν ἀκραιφνῶν λογικὴν καὶ θείαν διοίκησιν τὸ μόνῳ τῷ θυμοειδεῖ τῆς ψυχῆς εἰς βασιλείαν συγχρώμενον, καθʼ ὃ εἶδος Ἡρακλῆς μὲν Ἄργους, Ἀλέξανδρος δὲ Μακεδόνων ἐβασίλευσε. τρίτον δὲ τὸ ἑνὸς ἐφιέμενον τοῦ νικῆσαι μόνον καὶ καταστρέψασθαι (τὸ δὲ πρὸς κακὸν ἢ ἀγαθὸν τὴν νίκην ποιεῖσθαι τῷ τοιούτῳ οὐ πρόσεστιν). ᾧ Πέρσαι ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντες συνεχρήσαντο. τοῦ γὰρ θυμοῦ τὸ μὲν φιλόνικον μόνον ἐστιν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς τῷ θυμῷ.

Moses, then, is for us a prophet, a lawgiver, a tactician, a general, a statesman, and a philosopher. How he was a prophet will be said later, when we discuss prophecy. The tactical would be part of the art of generalship, and generalship part of kingship; and again lawgiving would be part of kingship, as is judging. Of kingship, one part is divine, such as that according to God and his holy Son, from whom the good things of the earth, external goods, and perfect happiness are supplied; for “ask,” he says, “for great things, and the small will be added to you.” The second kind of kingship, after the pure rational and divine administration, is that which uses only the spirited part of the soul for rule, by which kind Heracles reigned over Argos and Alexander over the Macedonians. The third is that which aims at one thing only, to conquer and subdue (whether to win victory for evil or for good does not concern such a one); this the Persians used when they marched against Greece. For of spiritedness one part is merely contentious, having made its power for the sake of ruling itself, the other is noble, when the soul uses spiritedness for what is good.

1.24.159Stählin 2:100

τετάρτη δὲ ἡ πασῶν κακίστη ἡ κατὰ τὰς ἐπιθυμίας τάττεται βασιλεία, ὡς ἡ Σαρδαναπάλλου καὶ τῶν τὸ τέλος ποιουμένων ταῖς ἐπιθυμίαις ὡς πλεῖστα χαρίζεσθαι. τοῦ δὴ βασιλικοῦ τοῦ τε κατʼ ἀρετὴν νικῶντος καὶ τοῦ κατὰ βίαν ὄργανον τὸ τακτικόν, ἄλλο δὲ κατʼ ἄλλην φύσιν τε καὶ ὕλην. ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις διʼ ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθʼ ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετʼ ἀληθείας, τὸ τέλος εἰς εὐσέβειαν ἀναφέρων θεοῦ. οὕτω γὰρ τῇ ἀρετῇ χρωμένοις φρόνησις ἡ τάττουσά ἐστι, τὰ μὲν θεῖα ἡ σοφία, τὰ ἀνθρώπεια δὲ ἡ πολιτική, σύμπαντα δὲ ἡ βασιλική. βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ διʼ αὐτοῦ πιστεύοντας προσιέμενος. πάντα γὰρ παρέδωκεν ὁ θεὸς καὶ πάντα ὑπέταξεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

The fourth and worst of all is the kingship ranked according to the desires, like that of Sardanapalus and of those who make it their end to gratify their desires as much as possible. For the kingly art, both that which conquers by virtue and that which conquers by force, the tactical art is an instrument, different according to different nature and material. In arms and fighting animals, the arranging power working through living and lifeless things is soul and mind; but in the passions of the soul, which we master by virtue, the arranging power is reason, setting its seal on self-control and temperance with holiness, and on good knowledge with truth, referring the end to the piety of God. For in those who use virtue, prudence is what arranges: wisdom arranges divine things, statesmanship human things, and kingship all things. The king, then, is the one who rules according to laws, who has the knowledge of ruling over the willing, such as the Lord is, who receives those who believe in him and through him. For God has handed over all things and subjected all things to Christ our King, “so that at the name of Jesus every knee should bow, of those in heaven, on earth, and under the earth, and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father.”

1.24.160Stählin 2:100–101

Ἰδέαις δὲ ἐνέχεται τὸ στρατήγημα τρισίν, ἀσφαλεῖ, παραβόλῳ καὶ τῷ ἐκ τούτων μικτῷ· συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριῶν, ἢ διὰ λόγου ἢ διʼ ἔργων ἢ καὶ διʼ ἀμφοτέρων ἅμα τούτων. ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἢ πείθοντας ἢ βιαζομένους ἢ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι, οἷς ἐμπεριέχεται ἢ τὰ δίκαια ποιοῦντας ἢ ψευδομένους ἢ ἀληθεύοντας, ἢ καὶ τούτων ἅμα τισὶ χρωμένους κατὰ τὸν αὐτὸν καιρόν. ταῦτα δὲ σύμπαντα καὶ τὸ πῶς δεῖ χρῆσθαι τούτων ἑκάστῳ παρὰ Μωυσέως λαβόντες Ἕλληνες ὠφέληνται. τύπου δὲ ἕνεκεν ἑνὸς ἢ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικοῦ. Μωυσῆς τὸν λαὸν ἐξαγαγὼν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἦν οἰκονομία, καθʼ ἣν ἐπαιδεύοντο Ἑβραῖοι διʼ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι διʼ ὑπομονῆς ἐθιζόμενοι σώφρονος.

Strategy has three forms: the safe, the daring, and a mixture of these; and each of these is made up of three: by word, by deeds, or by both together. All these it will be possible to accomplish by persuading, or compelling, or wronging in self-defense, which includes acting justly, or lying, or telling the truth, or using some of these together at the same time. The Greeks benefited by taking all these, and how each should be used, from Moses. For the sake of illustration I will mention one or two examples of strategy. Moses, having led the people out, suspecting that the Egyptians would pursue, left the short and direct road and turned toward the desert, and for the most part traveled at night. For there was another plan, by which the Hebrews were trained through much desert and a long time, being accustomed through self-controlled endurance to believe only that God exists.

1.24.161Stählin 2:101

τὸ γοῦν στρατήγημα τοῦ Μωυσέως διδάσκει πρὸ τῶν κινδύνων δεῖν τὰ χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν. ἀμέλει γέγονεν ὅπερ καὶ ὑπώπτευσεν· ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφʼ ἵππων καὶ ὀχημάτων, ἀλλʼ ἀπώλοντο θᾶττον ῥαγείσης τῆς θαλάσσης καὶ σὺν ἵπποις καὶ ἅρμασιν αὐτοὺς κατακλυσάσης, ὡς μηδὲ λείψανον αὐτῶν ἀπολειφθῆναι. μετὰ δὲ ταῦτα στῦλος πυρὸς ἑπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν) ἦγε νύκτωρ τοὺς Ἑβραίους διʼ ἀβάτου, ἐν πόνοις καὶ ὁδοιπορίαις εἴς τε ἀνδρίαν εἴς τε καρτερίαν γυμνάζων καὶ συμβιβάζων αὐτούς, ἵνα καὶ χρηστὰ τὰ τῆς χώρας μετὰ τὴν πεῖραν τῶν δοκούντων δεινῶν φανῇ, εἰς ἣν ἐξ ἀνοδίας παρέπεμπεν αὐτούς.

The strategy of Moses, at any rate, teaches that before dangers one must see what is useful and so act. Indeed what he suspected happened: the Egyptians pursued with horses and chariots, but perished quickly when the sea broke and flooded them with their horses and chariots, so that not even a remnant of them was left. After this a pillar of fire following (for it guided them in front) led the Hebrews at night through trackless country, training and bringing them to courage and endurance in labors and journeys, so that the good things of the land might appear good after the experience of apparent hardships, the land into which he conducted them out of the trackless country.

1.24.162Stählin 2:101–102

ναὶ μὴν καὶ τοὺς πολεμίους τοὺς τῆς χώρας προκαθεζομένους τροπωσάμενος ἀπέκτεινεν ἐξ ἐρήμου καὶ τραχείας ὁδοῦ (τοιαύτη γὰρ ἡ ἀρετὴ τοῦ στρατηγικοῦ) ἐπιθέμενος αὐτοῖς. ἐμπειρίας γὰρ καὶ στρατηγίας ἔργον ἦν τὸ τὴν χώραν τῶν πολεμίων λαβεῖν. Τοῦτο συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγὸς ὁ τῇ ἐν Μαραθῶνι μάχῃ νικήσας τοὺς Πέρσας ἐμιμήσατο τόνδε τὸν τρόπον· ἤγαγε τοὺς Ἀθηναίους νύκτωρ διʼ ἀνοδίας βαδίσας καὶ πλανήσας τοὺς τηροῦντας αὐτὸν τῶν βαρβάρων· ὁ γὰρ Ἱππίας ὁ τῶν Ἀθηναίων ἀποστὰς ἐπήγαγε τοὺς βαρβάρους εἰς τὴν Ἀττικὴν καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβόμενος ἐφύλαττεν διὰ τὸ τῆς χώρας ἔχειν τὴν ἐμπειρίαν. ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπιθέμενος τοῖς Πέρσαις, ὧν Δᾶτις ἡγεῖτο, τὰ τὸν ἀγῶνα μετʼ ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.

Indeed, he also routed and killed the enemies who occupied the land, attacking them from a desert and rough road (for such is the excellence of the general). For it was a work of experience and generalship to take the land of the enemy. Miltiades, the general of the Athenians, who conquered the Persians in the battle at Marathon, having understood this, imitated this method: he led the Athenians at night by a trackless way and deceived the barbarians who were watching him. For Hippias, the renegade from the Athenians, had brought the barbarians into Attica and, having seized the strategic places in advance, was guarding them because he knew the country. It was a task, then, to escape Hippias' notice; hence Miltiades, fittingly using a trackless way and night, attacked the Persians, whom Datis led, and won the contest with those he led.

1.24.163Stählin 2:102

Ἀλλὰ καὶ Θρασυβούλῳ τοὺς ἐκπεσόντας ἀπὸ Φυλῆς καταγαγόντι καὶ βουλομένῳ λαθεῖν στῦλος ὁδηγὸς γίνεται διὰ τῶν ἀτριβῶν ἰόντι. τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου βωμός ἐστι. πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον αὐτοῖς τῆς ὁδοῦ. λέγεται δὲ καὶ ἐν χρησμῷ τινι· στῦλος Θηβαίοισι Διώνυσος πολυγηθής, ἐκ τῆς παρʼ Ἑβραίοις ἱστορίας. ἀλλὰ καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ φησίν· ἔνδον δὲ θαλάμοις βουκόλων κομῶντα κισσῷ στῦλον Εὐίου θεοῦ. σημαίνει δὲ ὁ στῦλος τὸ ἀνεικόνιστον τοῦ θεοῦ, ὁ δὲ πεφωτισμένος στῦλος πρὸς τῷ τὸ ἀνεικόνιστον σημαίνειν δηλοῖ τὸ ἑστὸς καὶ μόνιμον τοῦ θεοῦ καὶ τὸ ἄτρεπτον αὐτοῦ φῶς καὶ ἀσχημάτιστον.

And Thrasybulus too, when he was bringing back the exiles from Phyle and wished to escape notice, had a pillar as guide as he went through untrodden ways. For Thrasybulus, at night, when there was no moon and the weather was stormy, a fire was seen going before, which, having escorted them safely, disappeared near Munychia, where the altar of the Light-Bearer now stands. So let our accounts be credible to the Greeks from this at least, that it is possible for God Almighty to make a pillar of fire go before the Hebrews at night, which also guided them on the way. It is also said in an oracle, “A pillar to the Thebans is Dionysus of many joys,” from the history among the Hebrews. And Euripides too says in the Antiope, “Within the chambers of the herdsmen, a pillar of the Evian god, crowned with ivy.” The pillar signifies that God cannot be represented by an image; and the luminous pillar, besides signifying this, shows the stability and permanence of God and his unchanging and formless light.

1.24.164Stählin 2:102–103

πρὶν γοῦν ἀκριβωθῆναι τὰς τῶν ἀγαλμάτων σχέσεις κίονας ἱστάντες οἱ παλαιοὶ ἔσεβον τούτους ὡς ἀφιδρύματα τοῦ θεοῦ. γράφει γοῦν ὁ τὴν Φορωνίδα ποιήσας· Καλλιθόη κλειδοῦχος Ὀλυμπιάδος βασιλείης, Ἥρης Ἀργείης, ἣ στέμμασι καὶ θυσάνοισι πρώτη ἐκόσμησεν περὶ κίονα μακρὸν ἀνάσσης. ἀλλὰ καὶ ὁ τὴν Εὐρωπίαν ποιήσας ἱστορεῖ τὸ ἐν Δελφοῖς ἄγαλμα Ἀπόλλωνος κίονα εἶναι διὰ τῶνδε· ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο. Ἀπόλλων μέντοι μυστικῶς κατὰ στέρησιν τῶν πολλῶν νοούμενος ὁ εἶς ἐστι θεός. ἀλλʼ οὖν τὸ πῦρ ἐκεῖνο τὸ ἐοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολόν ἐστι φωτὸς ἁγίου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, διʼ οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητῶς δεδώρηται.

Before the forms of statues were perfected, the ancients set up pillars and worshiped them as images of the god. At any rate the author of the Phoronis writes: “Callithoe, key-bearer of the Olympian queen, Argive Hera, who first adorned with garlands and tassels the tall pillar of the queen.” And the author of the Europia relates that the statue of Apollo at Delphi was a pillar, in these words: “that we might hang up the tithe and first-fruits to the god, from the sacred pegs and the high pillar.” Apollo, however, understood mystically by the negation of the many, is the one God. But that fire like a pillar and the fire through the bush are a symbol of the holy light that passes from earth and returns again to heaven through the wood, through which the power of seeing spiritually has been given to us.

Miscellanies 1, chapter 25

1.25.165Stählin 2:103

Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις, ἐπῄνεσε δὲ ὡς σεμνοτέραν τὴν ἕν τι λέγουσαν καὶ πρὸς δόγμα ἓν νεύουσαν αἰεί· καὶ γὰρ ἰσχύι καὶ σεμνότητι καὶ φρονήσει πρέπειν ἂν μᾶλλον φιλοσοφεῖν ἡμᾶς λέγει πρὸς τὸ ἀξίωμα τοῦ οὐρανοῦ ἀμετανοήτως χρωμένους γνώμῃ τῇ αὐτῇ καὶ περὶ τῶν αὐτῶν. ἆρʼ οὐ τὰ κατὰ τὸν νόμον ἑρμηνεύει νεύει πρὸς ἕνα θεὸν ἀφορῶν καὶ δικαιοπραγεῖν ἐντελλόμενος; τοῦ δὲ πολιτικοῦ δύο εἴδη λέγει, τὸ μὲν νομικόν, τὸ δὲ πολιτικὸν ὁμωνύμως ὠνομασμένον, καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τούς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ αὐτοὺς πολιτικοὺς ὀνομάζει, τὸ δὲ ἐπʼ ἴσης τῷ νομικῷ κεκλημένον πολιτικὸν εἴς τε κοσμικὴν μεγαλόνοιαν διαιρεῖ εἴς τε ἰδιωτικὴν σύνταξιν, ἣν κοσμιότητα καὶ ἁρμονίαν καὶ σωφροσύνην ὠνόμασαν, ὅταν ἄρχοντες μὲν πρέπωσι τοῖς ἀρχομένοις, πειθήνιοι δὲ οἱ ἀρχόμενοι τοῖς ἄρχουσι γίγνωνται, ὅπερ ἡ κατὰ Μωυσέα πραγματεία διὰ σπουδῆς ἔχει γενέσθαι.

Plato the philosopher, having benefited from the writings of Moses in legislation, criticized the constitutions of Minos and Lycurgus as looking only to courage, and praised as more venerable the one that speaks of one thing and always tends toward one doctrine; for he says it would befit us more to philosophize with strength, dignity, and prudence toward the dignity of heaven, using the same judgment about the same things without change. Does he not interpret the things of the law, looking toward one God and commanding just action? He speaks of two kinds of statesmanship, one legal, and the other called statesmanship by the same name. He hints that the Creator is the statesman properly speaking, in the book of that name; and he calls those who look to him and live actively and justly, together with contemplation, statesmen; and the statesmanship called equally legal he divides into worldly magnanimity and private arrangement, which they have called orderliness, harmony, and self-control, when rulers are fitting for those ruled, and those ruled become obedient to their rulers; which the work of Moses earnestly aims to bring about.

1.25.166Stählin 2:103–104

ἔτι τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας ὁ Πλάτων ὠφεληθείς, τοῖς μὲν Νόμοις τὸν φιλόσοφον τὸν ἐν τῇ Ἐπινομίδι συνέταξεν, τὸν τὴν διέξοδον πάσης γενέσεως τῆς διὰ τῶν πλανωμένων εἰδότα, φιλόσοφον δὲ ἄλλον τὸν Τίμαιον, ὄντα ἀστρονομικὸν καὶ θεωρητικὸν τῆς ἐκείνων φορᾶς συμπαθείας τε καὶ κοινωνίας τῆς πρὸς ἄλληλα, ἑπομένως τῇ Πολιτείᾳ συνάπτει, ἔπειτα. τέλος γὰρ οἶμαι τοῦ τε πολιτικοῦ τοῦ τε κατὰ νόμον βιοῦντος ἡ θεωρία· ἀναγκαῖον γοῦν τὸ πολιτεύεσθαι ὀρθῶς, ἄριστον δὲ τὸ φιλοσοφεῖν. ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν ἄν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τά τε πρὸς ἀλήθειαν συλλαμβανόμενα μεθέπων μαθήματα. νόμος δέ ἐστιν οὐ τὰ νομιζόμενα (οὐδὲ γὰρ τὰ ὁρώμενα ὅρασις) οὐδὲ δόξα πᾶσα (οὐ γὰρ καὶ ἡ πονηρά), ἀλλὰ νόμος ἐστὶ χρηστὴ δόξα, χρηστὴ δὲ ἡ ἀληθής, ἀληθὴς δὲ ἡ τὸ ὂν εὑρίσκουσα καὶ τούτου τυγχάνουσα· ὁ ὢν δὲ ἐξαπέσταλκέν με, φησὶν ὁ Μωυσῆς. ᾗ τινες ἀκολούθως δηλονότι τῇ χρηστῇ δόξῃ λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον.

Further, Plato, having benefited from the teaching that the legal concerns generation and statesmanship concerns friendship and concord, joined to the Laws the philosopher of the Epinomis, who knows the course of all generation through the planets; and another philosopher, Timaeus, an astronomer and contemplator of their motion and of their sympathy and communion with one another, he joins in sequence to the Republic. For the end, I think, both of the statesman and of the one who lives by law is contemplation. To live as a citizen rightly is necessary, but to philosophize is best. For the one who has sense would live directing all his efforts to knowledge, guiding his life by good works, despising their opposites, and pursuing the studies that help toward truth. And law is not what is customary (for what is seen is not sight), nor every opinion (for not the evil one), but law is good opinion, and good opinion is true opinion, and true opinion is that which finds what is and attains it: “He who is has sent me,” says Moses. Consistently with this good opinion some have said that law is right reason, commanding what must be done and forbidding what must not be done.

Miscellanies 1, chapter 26

1.26.167Stählin 2:104

Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως παραδεδομένον. ἔχει γοῦν τὴν ἀγωγὴν εἰς τὸ θεῖον. λέγει δὲ καὶ ὁ Παῦλος· ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται. εἶτα οἱονεὶ ἐπεξηγούμενος τὴν διάνοιαν ἐπιφέρει· πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι, φόβῳ δηλαδὴ ἀπὸ ἁμαρτιῶν, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν ἐγίνετο εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι εἰπεῖν νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.

Hence the law is fittingly said to have been given through Moses, being a rule of just and unjust things. And this we might properly call an ordinance, handed down by God through Moses. At any rate it leads to the divine. And Paul says: “The law was added because of transgressions, until the seed should come to whom the promise was made.” Then, as if explaining his meaning, he adds: “Before faith came we were guarded under the law, shut up,” by fear, clearly, from sins, “for the faith that was to be revealed. So the law became our schoolmaster to Christ, that we might be justified by faith.” The lawgiver is one who assigns what is fitting to each part of the soul and to their works; and Moses, in short, was a living law, governed by good reason.

1.26.168Stählin 2:104–105

πολιτείαν γοῦν διηκόνησεν ἀγαθήν· ἣ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν. αὐτίκα τὴν δικαστικὴν μετεχειρίζετο, ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου. σύστοιχος δὲ αὐτῇ ἡ κολαστική, τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ δικαία οὖσα διόρθωσίς ἐστι ψυχῆς. ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἵων τε γενέσθαι καλῶν κἀγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοίων τούτοις, ἥτις ἂν εἴη στρατηγική. ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική· κτᾶσθαί τε γὰρ καὶ χρῆσθαι ταύτης ἴδιον βασιλικωτάτης οὔσης. μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὕροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἂν ἀγορεύοιμεν σοφόν τῷ ὄντι τὸν Μωυσέα.

At any rate he served a good constitution; and a constitution is a good rearing of human beings in community. Thus he practiced the judicial art, which is a knowledge corrective of wrongdoing for the sake of justice. Coordinate with it is the punitive art, a knowledge of the measure of punishments. And punishment, when it is just, is a correction of the soul. In a word, the whole training of Moses is educative of those able to become noble and good men, and a hunting for those like them, which would be generalship. And the wisdom that uses properly, by reason, those who have been caught would be legislative; for to acquire and to use it belongs to this, which is the most kingly. At any rate the philosophers proclaim only the wise man king, lawgiver, general, just, holy, and dear to God. If we find these in Moses, as is shown from the Scriptures themselves, we would say with great conviction that Moses was truly wise.

1.26.169Stählin 2:105

καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, οὕτω γὰρ ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὸ τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων ἀγέλης. εἰ δὲ ἡ ποίμνη ἡ ἀλληγορουμένη πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἢ ἀγέλη τις ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε καὶ εὑρίσκων νόμῳ καὶ λόγῳ, εἴ γε ὁ νόμος πνευματικὸς καὶ ἐπὶ τὴν εὐδαιμονίαν ἄγων· ὁ γὰρ πνεύματι ἁγίῳ γενόμενος πνευματικός. οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται. τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ. νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, διʼ οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρός ἐξηγούμενος υἱὸς μονογενής.

As we say, then, that shepherding is providing for sheep (for so the good shepherd lays down his life for the sheep), so we shall say that legislation is forming the virtue of human beings, rekindling the human good as far as possible, being a guardian and protector of the flock of human beings. And if the flock allegorized by the Lord is nothing other than a herd of human beings, the same will be the good shepherd and lawgiver of the one flock of his sheep who listen, the one guardian, who seeks and finds the lost by law and word, if indeed the law is spiritual and leads to happiness; for the one who has come to be in the Holy Spirit is spiritual. And this is the true lawgiver, who not only proclaims good and noble things, but also knows them. Of him who has knowledge the law is the saving command; or rather the law is a command of knowledge, for the Word of God is power and wisdom. And he himself is the interpreter of the laws, through whom the law was given, the first interpreter of the divine commands, the only-begotten Son who explains the bosom of the Father.

1.26.170Stählin 2:105–106

ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτʼ ἀπιστεῖν οὔτʼ ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν. τίς τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων; μή πῃ βούλεσθαι πείθεσθαι τῇ ἀληθείᾳ φασκούσῃ θεόθεν διὰ Μωυσέως δεδόσθαι τὸν νόμον, ὁπότε γε καὶ αὐτοὶ ἐκ τῶν παρὰ σφίσι τιμῶσι Μωυσῆ. τόν τε Μίνω παρὰ Διὸς διʼ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρʼ Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατʼ εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.

Then those who obey the law, through having some knowledge of it, can neither disbelieve nor be ignorant of the truth; but those who disbelieve and do not wish to be engaged in its works, these, if any, admittedly do not know the truth. What, then, is the unbelief of the Greeks? Not wishing to trust the truth that says the law was given by God through Moses, when they themselves, from their own accounts, honor Moses. They relate that Minos received the laws from Zeus every ninth year, going to the cave of Zeus; and Plato, Aristotle, and Ephorus write that Lycurgus was taught his legislation by continually going to Apollo at Delphi; and Chamaeleon of Heraclea in his work On Drunkenness, and Aristotle in his Constitution of the Locrians, record that Zaleucus the Locrian received his laws from Athena. Those who, as far as they can, raise the authority of Greek legislation to the divine, in imitation of the prophecy of Moses, are ungrateful, not admitting outright the truth and the archetype of what is related among them.

Miscellanies 1, chapter 27

1.27.171Stählin 2:106

Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον. ἀλλʼ ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δʼ ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην· τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ δικαιοσύνην κτᾶσθαι; ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.

Let no one, then, attack the law because of its punishments as not noble and good. For if the one who removes a disease of the body will be thought a benefactor, will not the one who tries to free the soul from injustice be even more a protector, by as much as the soul is more precious than the body? For the sake of the body's health we submit to cuttings, burnings, and the drinking of medicines, and the one who applies these is called savior and physician, not out of envy or hostility toward the patient, but as the principle of the art dictates, even cutting off some parts, so that the healthy parts may not be destroyed with them; and no one would accuse the physician's art of wickedness. Shall we not in the same way, for the sake of the soul, submit to exile, fines, or bonds, if only one may at some time acquire righteousness in place of injustice? For the law, caring for its subjects, educates them in piety, dictates what must be done, and restrains each from sins, imposing penalties on the lesser of them; but when it sees someone in such a state as to seem incurable, driven to the extreme of injustice, then, caring for the others, so that they may not be corrupted by him, it puts such a person to death, as if cutting off a part from the whole body, and so most healthfully.

1.27.172Stählin 2:106–107

κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου, φησὶν ὁ ἀπόστολος, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. προεῖπεν γὰρ ὁ προφήτης· παιδεύων ἐπαίδευσέν με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέν με· ἕνεκα γὰρ τοῦ διδάξαι σε τὴν δικαιοσύνην αὐτοῦ ἐπαίδευσέν σε, φησί, καὶ ἐπείρασέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ διψῆν ἐποίησέν σε ἐν γῇ ἐρήμῳ, ἵνα γνωσθῇ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω παιδεύσει σε κύριος ὁ θεὸς ἡμῶν.

“But when we are judged by the Lord,” says the apostle, “we are disciplined, so that we may not be condemned with the world.” For the prophet said earlier: “The Lord has disciplined me severely, but he has not given me over to death.” “For in order to teach you his righteousness he disciplined you,” it says, “and tested you, and let you hunger and made you thirst in a desert land, so that all his ordinances and judgments might be known in your heart, all that I command you today; and you will know in your heart that as a man disciplines his son, so the Lord our God will discipline you.”

1.27.173Stählin 2:107

ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει αὐτίκα φησί· πανοῦργος ἰδὼν τιμωρούμενον πονηρὸν κραταιῶς αὐτὸς παιδεύεται, ἐπεὶ γενεὰ σοφίας φόβος κυρίου. μέγιστον δὲ καὶ τελεώτατον ἀγαθόν, ὅταν τινὰ ἐκ τοῦ κακῶς πράττειν εἰς ἀρετήν τε καὶ εὐπραγίαν μετάγειν δύνηταί τις, ὅπερ ὁ νόμος ἐργάζεται. ὥστε καὶ ὅταν ἀνηκέστῳ τινὶ κακῷ περιπέσῃ τις ὑπό τε ἀδικίας καὶ πλεονεξίας καταληφθείς, εὐεργετοῖτʼ ἂν ὁ ἀποκτειννύμενος· εὐεργέτης γὰρ ὁ νόμος τοὺς μὲν δικαίους ἐξ ἀδίκων ποιεῖν δυνάμενος, ἢν μόνον ἐπαΐειν ἐθελήσωσιν αὐτοῦ, τοὺς δὲ ἀπαλλάττων τῶν παρόντων κακῶν. τοὺς γὰρ σωφρόνως καὶ δικαίως βιοῦν ἑλομένους ἀθανατίζειν ἐπαγγέλλεται. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. καὶ πάλιν· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντὶ ἀγαθῷ. δεῖ δὴ τὴν διοικοῦσαν πρόνοιαν κυρίαν τε εἶναι καὶ ἀγαθήν. ἀμφοῖν γὰρ ἡ δύναμις οἰκονομεῖ σωτηρίαν, ἣ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἣ δὲ διʼ εὐποιίας χρηστευομένη ὡς εὐεργέτις. ἔξεστι δὲ μὴ εἶναι ἀπειθείας υἱόν, ἀλλὰ μεταβαίνειν ἐκ τοῦ σκότους εἰς ζωὴν καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοὴν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δέ τις ἐπαναβαίη, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ ἀγάπη καλύψῃ πλῆθος ἁμαρτιῶν, μακαρίας ἐλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπῃ ἐκδέχεσθαι τοῦ τὸν ἐγκαταταγέντα τῇ ἐκλεκτῇ υἱοθεσίᾳ τῇ φίλῃ κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχὴν καὶ λέγοντα· γενέσθω μοι κύριος εἰς θεόν.

That example brings to self-control it says at once: “A cunning man, seeing a wicked man punished, is himself strongly instructed,” since “the fear of the Lord is the source of wisdom.” The greatest and most perfect good is when one can bring someone from doing evil to virtue and well-being, which the law accomplishes. So even when someone falls into an incurable evil, seized by injustice and greed, the one who is put to death would be benefited; for the law is a benefactor, able to make some just from unjust, if only they are willing to listen to it, and to release others from present evils. For it promises immortality to those who choose to live temperately and justly. To know the law belongs to a good mind. And again: “Evil men do not understand the law, but those who seek the Lord will understand in every good thing.” The providence that governs must be both sovereign and good. For the power of both arranges salvation, the one bringing to self-control by punishment as sovereign, the other showing kindness by good deeds as benefactor. It is possible not to be a son of disobedience, but to pass from darkness into life, and, lending one's ear to wisdom, to be lawful: at first a servant of God, then to become a faithful attendant, fearing the Lord God; and if one rises further, to be enrolled among the sons; and when love covers a multitude of sins, growing in love, to await the completion of blessed hope, as one ranked in the chosen adoption called the friendship of God, singing already the prayer and saying, “Let the Lord be my God.”

1.27.174Stählin 2:107–108

τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως· εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. ταῦτα γὰρ δύνασθαι τὸν νόμον ὁμολογεῖται, κἂν οἱ κατὰ νόμον μὴ πολιτευόμενοι ὡς ἐν νόμῳ ἀλαζονεύωνται βιοῦντες· μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν. ἐλεημοσύναι δὲ καὶ πίστεις καὶ ἀλήθεια μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς περὶ σῷ τραχήλῳ.

The apostle has shown the beneficence of the law through the passage addressed to the Jews, writing somewhat thus: “But if you call yourself a Jew and rest on the law and boast in God and know his will and approve what is excellent, being instructed from the law, and are confident that you are a guide to the blind, a light to those in darkness, an instructor of the foolish, a teacher of infants, having in the law the form of knowledge and of truth.” For it is acknowledged that the law can do these things, even if those who do not live according to the law boast as though living in the law. “Blessed is the man who has found wisdom, and the mortal who has seen understanding”; and “from her mouth,” that is, wisdom's, “righteousness proceeds, and she bears law and mercy on her tongue.” For the law and the gospel are the working of one Lord, who is “the power and wisdom of God”; and the fear that the law begot is merciful for salvation. “Let not almsgiving and faith and truth forsake you, but bind them about your neck.”

1.27.175Stählin 2:108

ὁμοίως δὲ τῷ Παύλῳ ἡ προφητεία ὀνειδίζει τὸν λαὸν ὡς μὴ συνιέντα τὸν νόμον. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρήσηται· οἱ δὲ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι, φησὶν ὁ ἀπόστολος, οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.

Likewise with Paul, the prophecy reproaches the people as not understanding the law: “Destruction and misery are in their ways, and the way of peace they have not known; there is no fear of God before their eyes. Claiming to be wise, they became fools.” “And we know that the law is good, if one uses it lawfully”; but “those who wish to be teachers of the law do not understand,” says the apostle, “either what they say or the things about which they make confident assertions”; “but the aim of the commandment is love from a pure heart and a good conscience and sincere faith.”

Miscellanies 1, chapter 28

1.28.176Stählin 2:108–109

Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας· καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος, ἡ ἐποπτεία, ἣν φησιν ὁ Πλάτων τῶν μεγάλων ὄντως εἶναι μυστηρίων, Ἀριστοτέλης δὲ τὸ εἶδος τοῦτο μετὰ τὰ φυσικὰ καλεῖ. καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολιτικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ τοῦ τῷ θεῷ κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.

The philosophy according to Moses, then, is divided into four parts: the historical and the properly legislative, which would belong to ethics; the third, the priestly, which already belongs to natural contemplation; and fourth, above all, the theological kind, the vision, which Plato says belongs to the truly great mysteries, and which Aristotle calls metaphysics. And dialectic according to Plato, as he says in the Statesman, is a knowledge that discovers the explanation of the things that are; and it is to be acquired by the self-controlled not for speaking and doing any of the things that concern human beings, as the present dialecticians do, busy with sophistries, but in order to be able to say what is pleasing to God and to do what is pleasing, everything as far as possible.

1.28.177Stählin 2:109

μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλʼ ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις. εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ· γίνεσθε δὲ δόκιμοι τραπεζῖται, τὰ μὲν ἀποδοκιμάζοντες, τὸ δὲ καλὸν κατέχοντες· αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον ἔστι φαίνεσθαι.

True dialectic, being mixed with true philosophy, examines things, tests powers and authorities, and rises step by step to the best essence of all, and dares beyond, to the God of the universe, professing not experience of mortal things but knowledge of divine and heavenly things; and the proper use of human matters in words and deeds follows from it. Fittingly, then, Scripture, wishing us to become such dialecticians, exhorts: “Become approved money-changers, rejecting some things and holding fast what is good.” For this truly is dialectic: prudence that divides intelligible things, showing each of the things that are purely and unmixed as it is in its substrate; or a power that divides the genera of things, descending to the most specific, presenting each of the things that are to appear pure as it is.

1.28.178Stählin 2:109

διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρʼ εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν· οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

That is why this alone leads by the hand to true wisdom, which is a divine power, knowing the things that are as they are, having the perfect, freed from every passion; not without the Savior, who by the divine Word removed from the soul's power of sight the misty ignorance poured over it by evil conduct, and gave back the best, “so that we may know well both God and man.” He it is who truly showed how we should know ourselves; he reveals the Father of the universe to whom he wishes, and as far as human nature can understand. “For no one knows the Son except the Father, nor the Father except the Son and he to whom the Son reveals him.”

1.28.179Stählin 2:109–110

εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα. τριχῶς δὲ ἡμῖν ἐκληπτέον τοῦ νόμου τὴν βούλησιν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. ἀνδρῶν δὲ εὖ οἶδʼ ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν· οὐ γὰρ δὴ μία Μύκονος ἡ πᾶσα πρὸς νόησιν γραφή, ᾗ φασιν οἱ παροιμιαζόμενοι· διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτῇ, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις.

Fittingly, then, the apostle says that he knew the mystery by revelation: “as I wrote before briefly, by which, when you read, you can perceive my understanding in the mystery of Christ.” He said “you can,” since he knew that some had received only milk, and not yet solid food, and not simply milk. We must take the meaning of the law in three ways: as showing a sign, as establishing a commandment for right living, or as foretelling as prophecy. And I know well that it belongs to men to distinguish and speak of such things; for the whole of Scripture is not, as the proverb-makers say, “one Myconos” to understanding; but one must approach it as dialectically as possible, hunting the sequence of the divine teaching.

Miscellanies 1, chapter 29

1.29.180Stählin 2:110

Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδʼ ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες διʼ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν, γέρων δὲ Ἑλλήνων οὐκ ἔστιν οὐδείς· γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα, εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενόμενα, ὡς παλαιὰ καὶ ἀρχαῖα ἱστοροῦντας. ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ. ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν· ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν παίδων βραχύ τι διαφέρειν μύθων· οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων μύθων· παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρʼ Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς.

Hence very finely did the Egyptian priest in Plato say: “O Solon, Solon, you Greeks are always children, having in your souls no ancient opinion from ancient tradition; and there is no old man among the Greeks.” By “old men” he meant, I think, those who know the more ancient things, that is, ours; and conversely by “young” those who relate as old and ancient the newer things practiced by the Greeks, things of yesterday and the day before. He added, then, “learning gray with time,” we using the metaphor in a barbarian way, unaffected and not precise. Indeed the right-minded approach the whole fiction of the interpretation simply. Of the Greeks he says that their conceit differs little from children's myths; for we must not understand children's myths, nor myths made for children; but he called the myths themselves children, as the Greeks who think themselves wise see little, hinting at the “learning gray with time,” the most ancient truth among the barbarians; to which word he opposed the “child myth,” exposing the mythical character of the attempts of the moderns as, like children, having nothing older, and showing that both their myths and their reasonings are alike childish.

1.29.181Stählin 2:111

θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν. ὁμοίως δὲ καὶ αἱ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἰσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτικούς, ὅσον ἔτι αἱ αὐτῶν ὡς νέων φρένες ἠερέθονται. λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ· ὁδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία. νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, λέγει Πίνδαρος. ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τό γε Ἡσιόδειον ἐπὶ τοῦ πάντων λελέχθαι θεοῦ λαμβάνω, εἰ καὶ στοχαστικῶς εἴρηται τῷ ποιητῇ, ἀλλʼ οὐ καταληπτικῶς· τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς, ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτῶν· ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη.

Divinely, then, the power that spoke to Hermas by revelation says: “The visions and revelations are for the double-minded, who reason in their hearts whether these things are or are not.” Likewise the demonstrations from abundant learning strengthen, confirm, and establish the demonstrative arguments, as long as the minds of such people, like those of the young, are fluttering. “The commandment is a lamp,” according to Scripture, “and the law a light for the way; for instruction reproves the ways of life.” “Law, king of all, mortals and immortals,” says Pindar. I understand by these words the one who gave the law, and I take Hesiod's saying too as said of the God of all, even if the poet said it by guesswork and not with understanding: “For this law the son of Cronus ordained for men: fish, beasts, and winged birds should eat one another, since there is no justice among them; but to men he gave justice, which is by far the best.”

1.29.182Stählin 2:111–113

εἴτʼ οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις, δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἷς ὤν, ὡς καὶ Πλάτων ἐν τῷ Πολιτικῷ ἕνα τὸν νομοθέτην φησίν, ἐν δὲ τοῖς Νόμοις ἕνα τὸν συνήσοντα τῶν μουσικῶν, διὰ τούτων διδάσκων τὸν λόγον εἶναι ἕνα καὶ τὸν θεὸν ἕνα. Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, ἰδοὺ ἐγώ, λέγων, ἡ διαθήκη μου μετὰ σοῦ· ἐπεὶ καὶ πρότερον εἶπεν διαθήκην, † μὴ ζητεῖν αὐτὴν ἐν γραφῇ. ἔστι γὰρ διαθήκη ἣν ὁ αἴτιος τοῦ παντὸς θεὸς τίθεται, θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται καὶ τάξιν, τὴν διακόσμησιν. ἐν δὲ τῷ Πέτρου Κηρύγματι εὕροις ἂν νόμον καὶ λόγον τὸν κύριον προσαγορευόμενον. Ἀλλʼ ὁ μὲν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων πρῶτος ἡμῖν Στρωματεὺς ἐνταυθοῖ περιγεγράφθω.

Whether, then, he means the law given together with birth or the one given later, both the law of nature and the law of learning are from God, being one; as Plato too says in the Statesman that the lawgiver is one, and in the Laws that the one who understands music is one, teaching by these words that the Word is one and God is one. And Moses appears to call the Lord a covenant, saying, “Behold, I, my covenant is with you”; since he said “covenant” earlier too, … not to seek it in writing. For a covenant is what God, the cause of all, sets; and God (θεός) is so called from setting (θέσις) and order, the arrangement of the world. And in the Preaching of Peter you would find the Lord called Law and Word. But let the first Stromateus of our gnostic notes according to the true philosophy end here.

Miscellanies 2, chapter 1

2.1.1Stählin 2:114

Ἑξῆς δʼ ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο διʼ ὀλίγων δειχθήσεται. οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρʼ ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρʼ ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ πίστεως περί τε μετανοίας καὶ ἐγκρατείας καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν, ὧν ὅσα γε ἀπαιτήσει ἡ κατὰ τὸν τόπον τὸν προκείμενον ὑποσημείωσις, περιληφθήσεται) καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματῶδες εἶδος, ἐζήλωσαν οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες, χρησιμώτατον, μᾶλλον δὲ ἀναγκαιότατον τῇ γνώσει τῆς ἀληθείας ὑπάρχον.

Next it would be fitting to discuss how it will be shown briefly, since Scripture has called the Greeks thieves of the barbarian philosophy. For we shall show not only that they wrote imitating the marvels recorded among us, but we shall also prove that they falsified and counterfeited the most important of the doctrines, since our Scriptures are older, as we have shown: concerning faith, wisdom, knowledge and understanding, hope and faith, repentance and self-control, and indeed the fear of God (simply a swarm of the virtues of truth, of which as many will be included as the sketch of the present subject requires); and that those who philosophized in earnest about the teachings of the ancients especially emulated the hidden element of the barbarian philosophy, this symbolic and enigmatic form, which is most useful, or rather most necessary, for the knowledge of the truth.

2.1.2Stählin 2:114

ἐπὶ τούτοις ἀκόλουθον οἶμαι ὑπὲρ ὧν κατατρέχουσιν ἡμῶν Ἕλληνες ἀπολογήσασθαι ὀλίγαις συγχρωμένους γραφαῖς. εἴ πως ἠρέμα καὶ ὁ Ἰουδαῖος ἐπαΐων ἐπιστρέψαι δυνηθείη ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ ἐπίστευσεν. διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλʼ εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι διʼ ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ μαθήματα, ἐφʼ ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους. ὧν μὲν γὰρ δὴ κλέπται, καὶ δὴ καὶ ταῦτα ἀποδεικτέα περιαιρεθείσης αὐτοῖς τῆς φιλαυτίας, ἃ δὲ αὐτοὶ διζησάμενοι ἑαυτοὺς ἐξευρηκέναι φρυάττονται, τούτων ὁ ἔλεγχος· κατʼ ἐπακολούθημα δὲ καὶ περὶ τῆς ἐγκυκλίου καλουμένης παιδείας, εἰς ὅσα εὔχρηστος, περί τε ἀστρολογικῆς καὶ μαθηματικῆς καὶ μαγικῆς γοητείας τε ἐπιδραμητέον. αὐχοῦσι γὰρ δὴ καὶ ἐπὶ ταῖσδε οἱ Πανέλληνες ὡς μεγίσταις ἐπιστήμαις. ὃς δʼ ἐλέγχει μετὰ παρρησίας εἰρηνοποιεῖ.

After this I think it follows to defend ourselves, using a few Scriptures, against the charges the Greeks bring against us, in case the Jew too, listening quietly, might be able to turn from what he has believed to him in whom he has not believed. A loving refutation of the life of the noble philosophers and of their invention of new doctrines will fittingly follow, not to take revenge on our accusers (far from it; we have learned to bless those who curse, even if they hurl empty blasphemous words at us), but for their own conversion, if perhaps these all-wise men, brought to their senses by a barbarian refutation, might feel shame, so as at least late to see what kind of studies those are for which they undertake journeys across the sea. What they have stolen must be shown, their self-love being stripped away; and what they boast of having discovered by searching themselves must be refuted. Following on this, we must also run through the so-called encyclical education, for what it is useful, and astrology, mathematics, magic, and sorcery. For the Pan-Hellenes boast of these too as the greatest sciences. “But he who rebukes boldly makes peace.”

2.1.3Stählin 2:114

ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν· ἱκανὸν γὰρ δὴ τοῦτο ἀποδημαγωγεῖν τῆς ἀληθείας τοὺς πολλούς, τὸ δὲ τῷ ὄντι φιλοσόφημα οὐκ εἰς τὴν γλῶσσαν, ἀλλʼ εἰς τὴν γνώμην ὀνήσει τοὺς ἐπαΐοντας. δεῖ δʼ, οἶμαι, τὸν ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρᾶσθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται· τοὺς γὰρ τῶν λέξεων ἐχομένους καὶ περὶ ταύτας ἀσχολουμένους διαδιδράσκει τὰ πράγματα. γεωργοῦ μὲν οὖν ἴδιον τὸ ἐν ἀκάνθαις φυόμενον ῥόδον ἀβλαβῶς λαβεῖν καὶ τεχνίτου τὸν ἐν ὀστρείου σαρκὶ κατορωρυγμένον μαργαρίτην ἐξευρεῖν, φασὶ δὲ καὶ τὰς ὄρνιθας ἡδίστην ἔχειν τὴν σαρκὸς ποιότητα, ὅτε οὐκ ἀφθόνου τροφῆς παρατεθείσης αὐταὶ αἱ δὲ σκαλεύουσαι τοῖς ποσὶν ἐκλέγονται μετὰ πόνου τὰς τροφάς. εἴ τις οὖν τοῦ ὁμοίου θεωρητικὸς ἐν πολλοῖς τοῖς πιθανοῖς τε καὶ Ἑλληνικοῖς τὸ ἀληθὲς διαλεληθέναι † ποθεῖ, καθάπερ ὑπὸ τοῖς μορμολυκείοις τὸ πρόσωπον τὸ ἀληθινόν, πολυπραγμονήσας θηράσεται. φησὶ γὰρ ἐν τῷ ὁράματι τῷ Ἑρμᾷ ἡ δύναμις ἡ φανεῖσα· ὃ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται.

We have often said that we have neither practiced nor pursue writing good Greek; for this is enough to lead the many away from the truth, while the truly philosophical work will benefit the hearers not in their tongue but in their mind. The one who cares for truth, I think, should not compose his phrasing with design and effort, but try only to name, as well as he can, what he means; for things escape those who cling to words and busy themselves about them. It is the farmer's task to pick without harm the rose growing among thorns, and the craftsman's to find the pearl buried in the flesh of the oyster; and they say that birds have the sweetest flesh when, not being given abundant food, they scratch with their feet and pick out their food with labor. If, then, someone who contemplates the same thing … longs for the truth, which has escaped notice among many plausible Greek things, like the true face under masks, he will hunt it out with much searching. For the power that appeared to Hermas in the vision says: “Whatever can be revealed to you will be revealed.”

Miscellanies 2, chapter 2

2.2.4Stählin 2:114–115

Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις· ὁ δὲ πούς σου μὴ προσκοπτέτω, λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῇ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει. ὅθεν ἐπάγει· μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ. ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. φησὶ γάρ· καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ. αὕτη παιδεία σοφίας· ὃν γάρ ἀγαπᾷ κύριος παιδεύει, ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν.

“Do not be elated at your own wisdom,” Proverbs says, “but in all your ways know it, that it may make your ways straight; and your foot will not stumble.” By this he wishes to show that deeds must follow speech, and also to indicate that we must choose and keep what is useful from all education. The ways of wisdom are various, making straight toward the way of truth, and the way is faith. “And let your foot not stumble,” he says, about some things that seem to oppose the one divine providential government. Hence he adds: “Do not be wise in your own eyes,” according to the godless reasonings that rebel against God's plan, “but fear” the only powerful God; from which it follows that nothing opposes God. Moreover the sequel teaches clearly that divine fear is turning away from evil; for he says, “and turn away from every evil.” This is the instruction of wisdom; “for whom the Lord loves he disciplines,” causing pain for understanding, but restoring to peace and incorruption.

2.2.5Stählin 2:115

ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής. φησὶ γοῦν ἐν τῇ Σοφίᾳ· αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ τὰ ἑξῆς ἕως καὶ δυνάμεις ῥιζῶν. ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων. ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται διʼ ὧν ἐπάγει· ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθʼ ἡμᾶς φιλοσοφίας. ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον, ἐξαναχωροῦν ἀεὶ καὶ πόρρω ἀφιστάμενον τοῦ διώκοντος. ὁ δὲ αὐτὸς μακρὰν ὢν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄρρητον· θεὸς ἐγγίζων ἐγώ, φησὶ κύριος· πόρρω μὲν κατʼ οὐσίαν (πῶς γὰρ ἂν συνεγγίσαι ποτὲ τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται. εἰ ποιήσει τις κρύφα, φησί, τι, καὶ οὐκ ἐπόψομαι αὐτόν; καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ.

The barbarian philosophy, then, which we follow, is truly perfect and true. At any rate it says in Wisdom: “For he himself has given me unerring knowledge of the things that are, to know the constitution of the world,” and so on, up to “and the powers of roots.” In all these he has included the natural contemplation of all things that have come into being in the sensible world. And next he hints also at intelligible things, by what he adds: “All things hidden and manifest I knew; for wisdom, the artisan of all, taught me.” You have in brief the profession of our philosophy. The learning of these things, practiced with right living, leads up through wisdom, the artisan of all, to the ruler of the universe, a thing hard to grasp and hard to hunt, always withdrawing and standing far off from the one who pursues it. But the same, being far away, has come very near, an unspeakable wonder: “I am a God who draws near,” says the Lord. Far off in essence (for how could the begotten ever come near the unbegotten?), but very near in power, by which all things are held in his bosom. “If someone does something in secret,” he says, “shall I not see him?” And indeed the power of God is always present, touching us with its power of watching, of doing good, and of instructing.

2.2.6Stählin 2:115–116

ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, ἐμφάνισόν μοι σεαυτὸν φησὶ καὶ εἰς τὸν γνόφον, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας· οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλʼ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιότητος. διὸ οὐδʼ ἐν μέρει καταγίνεταί ποτε οὔτε περιέχων οὔτε περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν. ποῖον γὰρ οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἀλλʼ οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν ὁ οὐρανὸς θρόνος αὐτοῦ λέγηται, οὐδʼ οὕτω περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ. δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη δέδεικται, μικρὸν δʼ ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.

Hence Moses, persuaded that God would never be known by human wisdom, says, “Show yourself to me,” and forces himself to enter into the darkness where the voice of God was, that is, into the inaccessible and formless conceptions about Being. For God is not in darkness or in place, but above both place and time and the character of created things. That is why he is never found in a part, neither containing nor contained, either by definition or by division. “For what house will you build for me?” says the Lord. But he has not built one even for himself, since he cannot be contained; and though heaven is called his throne, not even so is he contained, but he rests, delighting in his creation. It is clear, then, that the truth has been hidden from us, as has already been shown by one example, and a little later we shall present it by more.

2.2.7Stählin 2:116

πῶς δʼ οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφός, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, σοφώτερος ἔσται κατὰ τὴν γνῶσιν, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδʼ οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλʼ οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι τὰ βάθη τοῦ θεοῦ, τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ἐπήβολοι γίνονται· τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσὶν ἀπαγορεύεται, ἔστʼ ἂν μένῃ θηρία· οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ὕδατος.

How are they not worthy of acceptance who wish to learn, and are able, according to Solomon, “to know wisdom and instruction, and to perceive words of prudence, and to receive subtleties of words, and to understand true righteousness” (as there is also another, not taught according to the truth, by the laws of the Greeks and of the other philosophers); “and to direct judgments,” he says, meaning not judicial ones, but that we must have the criterion within us sound and unerring; “that he may give shrewdness to the innocent, and to the young child perception and understanding.” “For the wise man who hears these things,” the one persuaded to obey the commandments, “will be wiser” in knowledge; “and the understanding man will acquire direction, and will understand a parable and a dark saying, the words of the wise and riddles.” For those inspired by God do not bring forth counterfeit words, nor do those who trade in them, nor snares, with which most of the sophists entangle the young, spending their time on nothing true; but those who have the Holy Spirit “search the depths of God,” that is, they attain to the hidden meaning of the prophecies. But it is forbidden to share holy things with the dogs, as long as they remain beasts. For it is never fitting to mix for envious and disturbed characters, still unbelieving, shameless in barking out inquiries, the divine and pure stream of living water.

2.2.8Stählin 2:116–117

μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα. οὐ γὰρ φρονέουσι τοιαῦτα οἱ πολλοὶ ὁκοίοισʼ ἐγκυρέουσιν οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι, κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρʼ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτʼ ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον· ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ.

“Let not your waters overflow outside your spring, but let your waters pass through your own streets.” “For the many do not think such things as they meet with, nor do they know them when they have learned, but they think they do,” according to the noble Heraclitus. Does he not seem to you too to blame those who do not believe? “And my righteous one will live by faith,” the prophet has said. And another prophet says: “If you do not believe, neither will you understand.” For how could a soul ever contain the transcendent contemplation of these things while unbelief about learning fights within? And faith, which the Greeks slander, thinking it empty and barbarian, is a voluntary preconception, an assent of piety, “the substance of things hoped for, the proof of things not seen,” according to the divine apostle; “for by it especially the elders were attested. And without faith it is impossible to please God.”

2.2.9Stählin 2:117–118

ἄλλοι δʼ ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν συγκατάθεσιν. εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ γὰρ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν. ἐθελοντὴν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή. μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. αὐτίκα ἡ μελέτη τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη. τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεοσεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι. Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν· ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκτείνονται. ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ. οὐκέτʼ οὖν πίστις γίνεται διʼ ἀποδείξεως ὠχυρωμένη. μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.

Others have defined faith as an intellectual assent to an unseen thing, just as indeed demonstration is a clear assent to a thing not known. If, then, it is choice, being desirous of something, the desire here is intellectual; and since choice is the beginning of action, faith is found to be the beginning of action, the foundation of a rational choice, when someone first shows a demonstration to himself through faith. To follow what is advantageous voluntarily is the beginning of understanding. At any rate, an undistracted choice gives a great impulse toward knowledge. Thus the practice of faith becomes knowledge, resting on a firm foundation. The children of the philosophers define knowledge as a state not shaken by reason. Is there, then, any other such true condition than that of piety itself, whose only teacher is the Word? I at least think not. Theophrastus says that sense-perception is the beginning of faith; for from it the first principles extend to the reason and the mind within us. The one, then, who has believed the divine Scriptures, having a firm judgment, receives as an irrefutable demonstration the voice of God, who has given the Scriptures. So faith is no longer something that becomes fortified by demonstration. “Blessed, then, are those who have not seen and have believed.” At any rate, the charms of the Sirens, displaying a superhuman power, astonished those who came near, preparing them, almost against their will, to accept what was said.

Miscellanies 2, chapter 3

2.3.10Stählin 2:118

Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ. οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν, τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθʼ ἕκαστον διάστημα, κατʼ ἐπακολούθημα δʼ αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.

At this point the followers of Basilides consider faith to be natural, and so they also assign it to election, as finding the doctrines without demonstration, by an intellectual apprehension. The followers of Valentinus, assigning faith to us, the simple, and knowledge to themselves, who are saved by nature by the superiority of the superior seed, would have it that knowledge is far separated from faith, as the spiritual from the psychic. Further, the followers of Basilides say that faith and election are proper to each stage, and that, as a consequence of the supramundane election, the worldly faith of every nature follows, and that the gift of faith corresponds to each one's hope.

2.3.11Stählin 2:118–119

οὐκέτʼ οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτʼ ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην· νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τό τε ἑκούσιον καὶ τὸ ἀκούσιον παρέλκει ὁρμή τε ἡ προκαθηγουμένη τούτων. καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὗ τὸ ὁρμητικὸν ἀνάγκην λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτίας κινούμενον. ποῦ δὲ ἔτι ἡ τοῦ ποτὲ ἀπίστου μετάνοια, διʼ ἣν ἄφεσις ἁμαρτιῶν; ὥστε οὐδὲ βάπτισμα ἔτι εὔλογον οὐδὲ μακαρία σφραγὶς οὐδὲ ὁ υἱὸς οὐδὲ ὁ πατήρ· ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή, τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἑκούσιον πίστιν, οὐκ ἔχουσα.

Faith, then, is no longer the achievement of choice, if it is an advantage of nature; nor will the one who does not believe receive a just recompense, being not responsible, nor is the one who believes responsible; and the whole distinctiveness and difference of faith and unbelief would fall neither under praise nor blame, if one reasons rightly, having as its antecedent a natural necessity coming from the one who can do all things. And if we are pulled by strings like lifeless puppets by natural forces, the voluntary and the involuntary become superfluous, and so does the impulse that leads them. I no longer understand this to be a living being, whose impulse has been allotted necessity, moved by an external cause. Where, further, is the repentance of the one who was once unbelieving, through which comes forgiveness of sins? So neither is baptism reasonable any longer, nor the blessed seal, nor the Son, nor the Father; but God, I think, turns out for them to be the distribution of natures, lacking the foundation of salvation, voluntary faith.

Miscellanies 2, chapter 4

2.4.12Stählin 2:119

Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπαναπαυώμεθα, τὸ πνεῦμα πρόθυμον ἐνδειξάμενοι, ὅτι εἱλόμεθα τὴν ζωὴν καὶ τῷ θεῷ διὰ τῆς ἐκείνου φωνῆς πεπιστεύκαμεν· καὶ ὁ τῷ λόγῳ πιστεύσας οἶδεν τὸ πρᾶγμα ἀληθές· ἀλήθεια γὰρ ὁ λόγος· ὁ δὲ ἀπιστήσας τῷ λέγοντι ἠπίστησε τῷ θεῷ. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι, φησὶν ὁ ἀπόστολος· πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ· καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ καὶ τὰ ἑξῆς ἕως ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. τούτους μὲν οὖν καὶ πρὸ νόμου ἡ πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας.

But we, who have received from the Lord through the Scriptures that choice and avoidance have been given to human beings with sovereign freedom, rest on faith as an unshakable criterion, having shown a willing spirit, because we have chosen life and have believed God through his voice. And the one who has believed the Word knows the matter to be true; for the Word is truth. But the one who disbelieved the speaker disbelieved God. “By faith we understand that the ages were framed by the word of God, so that what is seen came into being from what does not appear,” says the apostle. “By faith Abel offered a greater sacrifice than Cain, through which he was attested to be righteous, God bearing witness to his gifts; and through it, though he died, he still speaks,” and so on, down to “than to have the passing enjoyment of sin.” These, then, faith justified even before the law and made heirs of the divine promise.

2.4.13Stählin 2:119

τί οὖν ἔτι τὰ τῆς πίστεως ἐκ τῆς παρʼ ἡμῖν ἱστορίας ἀναλεγόμενος παρατίθεμαι μαρτύρια; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν καὶ τὰ τούτοις ἑπόμενα. τεσσάρων δὲ ὄντων ἐν οἷς τὸ ἀληθές, αἰσθήσεως, νοῦ, ἐπιστήμης, ὑπολήψεως, φύσει μὲν πρῶτος ὁ νοῦς, ἡμῖν δὲ καὶ πρὸς ἡμᾶς ἡ αἴσθησις, ἐκ δὲ αἰσθήσεως καὶ τοῦ νοῦ ἡ τῆς ἐπιστήμης συνίσταται οὐσία, κοινὸν δὲ νοῦ τε καὶ αἰσθήσεως τὸ ἐναργές. ἀλλʼ ἡ μὲν αἴσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς δὲ τὰ ἀψευδῆ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει. εἰ δέ τις λέγοι τὴν ἐπιστήμην ἀποδεικτικὴν εἶναι μετὰ λόγου, ἀκουσάτω ὅτι καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι· οὔτε γὰρ τέχνῃ οὔτε μὴν φρονήσει γνωσταί. ἣ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἣ δὲ ποιητικὴ μόνον, οὐχὶ δὲ καὶ θεωρητική.

Why, then, should I go on collecting and setting out the testimonies to faith from our history? For “time would fail me to tell of Gideon, Barak, Samson, Jephthah, David and Samuel and the prophets,” and what follows. There being four things in which truth lies, sense, mind, knowledge, and opinion, mind is first by nature, but sense is first for us and in relation to us; from sense and mind the essence of knowledge is composed; and what is evident is common to mind and sense. But sense is the stepping stone to knowledge; and faith, having traveled through sensible things, leaves opinion behind, hastens to what is free from falsehood, and remains in the truth. If someone says that knowledge is demonstrative with reason, let him hear that first principles are indemonstrable; for they are known neither by art nor by prudence; for prudence concerns what can be otherwise, and art is only productive, not also contemplative.

2.4.14Stählin 2:119–120

πίστει οὖν ἐφικέσθαι μόνῃ οἷόν τε τῆς τῶν ὅλων ἀρχῆς. πᾶσα γὰρ ἐπιστήμη διδακτή ἐστι· τὸ δὲ διδακτὸν ἐκ προγινωσκομένου. οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτʼ οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις τοῖς φυσικοῖς τοῖς ἑξῆς· ἐπεὶ εἰ καὶ Ἀναξαγόρας πρῶτος ἐπέστησε τὸν νοῦν πράγμασιν, ἀλλʼ οὐδὲ οὗτος ἐτήρησε τὴν αἰτίαν τὴν ποιητικήν, δίνους τινὰς ἀνοήτους ἀναζωγραφῶν σὺν τῇ τοῦ νοῦ ἀπραξίᾳ τε καὶ ἀνοίᾳ. διὸ καί φησιν ὁ λόγος· μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς· ἡ μὲν γὰρ ἐπιστήμη ἕξις ἀποδεικτική, ἡ πίστις δὲ χάρις ἐξ ἀναποδείκτων εἰς τὸ καθόλου ἀναβιβάζουσα τὸ ἁπλοῦν, ὃ οὔτε σὺν ὕλῃ ἐστὶν οὔτε ὕλη οὔτε ὑπὸ ὕλης.

So only by faith is it possible to reach the first principle of the universe. For all knowledge can be taught, and what can be taught comes from what is already known. But the first principle of the universe was not known beforehand to the Greeks; not to Thales, who thought water the first cause, nor to the other natural philosophers after him. For even if Anaxagoras was the first to set mind over things, even he did not keep to the efficient cause, painting some senseless vortexes, together with the inactivity and folly of mind. That is why the Word says, “Call no one on earth your teacher.” For knowledge is a demonstrative state, but faith is a grace that raises from indemonstrable things to the universal, the simple, which is neither with matter, nor matter, nor subject to matter.

2.4.15Stählin 2:120

οἱ δὲ ἄπιστοι, ὡς ἔοικεν, ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες κατὰ τὸν Πλάτωνα· τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτʼ εἶναι μόνον, ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι. οἱ δὲ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν, ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι. ἰδοὺ δὴ ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· καινῷ ὀφθαλμῷ, καινῇ ἀκοῇ, καινῇ καρδίᾳ ὅσα ὁρατὰ καὶ ἀκουστὰ καὶ καταληπτὰ διὰ τῆς πίστεως καὶ συνέσεως, πνευματικῶς λεγόντων, ἀκουόντων, πραττόντων τῶν τοῦ κυρίου μαθητῶν. ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδηλον, ὅπερ οὐδὲν ἔλαττον ἀπατᾷ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἳ ἴσασι μαθόντες τό τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν. οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον, ὅτι κίβδηλόν ἐστι, φησί· τὸ δὲ πῶς, μόνος ὁ τοῦ τραπεζίτου γνώριμος καὶ ὁ ἐπὶ τοῦτο ἀλειφόμενος μανθάνει. Ἀριστοτέλης δὲ τὸ ἑπόμενον τῇ ἐπιστήμῃ κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναί φησι. κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον.

But the unbelievers, it seems, drag everything from heaven and the invisible to earth, literally grasping rocks and oaks with their hands, according to Plato; for, laying hold of all such things, they insist that only that exists which offers resistance and touch, defining body and essence as the same. And those who dispute with them defend themselves very cautiously from above, from somewhere invisible, compelling that certain intelligible and bodiless forms are the true essence. “Behold, I make new things,” says the Word, “which eye has not seen, nor ear heard, nor has it entered into the heart of man”: with a new eye, a new hearing, a new heart, whatever can be seen, heard, and grasped through faith and understanding, when the Lord's disciples speak, hear, and act spiritually. For there is genuine coin and another counterfeit, which deceives the unskilled no less, but not the money-changers, who have learned to separate and distinguish the counterfeit from the genuine. So the money-changer tells the unskilled only that the coin is counterfeit; but how, only the banker's apprentice, trained for this, learns. Aristotle says that the judgment following knowledge, that this particular thing is true, is faith. Faith, then, is more authoritative than knowledge and is its criterion.

2.4.16Stählin 2:120–121

Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα. ἐπειδὴ δὲ ὁρῶμεν ὅτι ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον μαθεῖν· τὸ δὲ πείθεσθαι τῷ λόγῳ, ὃν διδάσκαλον ἀνηγορεύσαμεν, αὐτῷ ἐκείνῳ πιστεῦσαί ἐστι κατʼ οὐδὲν ἀντιβαίνοντα. πῶς γὰρ οἷόν τε ἀντεφίστασθαι τῷ θεῷ; πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται. ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει· πρόληψιν δὲ ἀποδίδωσιν ἐπιβολὴν ἐπί τι ἐναργὲς καὶ ἐπὶ τὴν ἐναργῆ τοῦ πράγματος ἐπίνοιαν· μὴ δύνασθαι δὲ μηδένα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ μὴν δοξάσαι, ἀλλʼ οὐδὲ ἐλέγξαι χωρὶς προλήψεως.

Conjecture, being a weak opinion, counterfeits faith, as the flatterer counterfeits the friend and the wolf the dog. And since we see that the carpenter becomes a craftsman by learning something, and the pilot, having been taught the art, will be able to steer, reckoning that merely wishing to become noble and good is not enough, one must learn by obeying; and to obey the Word, whom we have proclaimed Teacher, is to believe him, opposing him in nothing. For how is it possible to stand against God? Knowledge, then, is worthy of faith, and faith worthy of knowledge, by a certain divine sequence and reciprocity. Indeed Epicurus too, who most of all preferred pleasure to truth, supposes faith to be a preconception of the mind; and he defines preconception as an application to something evident and to the evident notion of the thing; and says that no one can inquire, or doubt, or even hold an opinion, or even refute, without preconception.

2.4.17Stählin 2:121

πῶς δʼ ἂν μὴ ἔχων τις πρόληψιν οὗ ἐφίεται μάθοι περὶ οὗ ζητεῖ; ὁ μαθὼν δὲ ἤδη κατάληψιν ποιεῖ τὴν πρόληψιν. εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικῆς, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας· μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὥσπερ ἀμέλει μακάριος καὶ αὐτὸς ὁ τῆς ὑπακοῆς. τὸ δὲ κατακοῦσαι συνεῖναί ἐστιν. εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ ἄνευ προλήψεως. ἀληθὲς δʼ οὖν ὂν παντὸς μᾶλλον ἀποδείκνυται τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. τοῦτο καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τὸ λόγιον παραφράσας εἴρηκεν· ἐὰν μὴ ἔλπηται ἀνέλπιστον, οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.

How could anyone who has no preconception of what he seeks learn about what he inquires into? The one who has learned has already turned the preconception into apprehension. And if the learner does not learn without a preconception that receives what is said, he has ears to hear the truth; and “blessed is he who speaks into the ears of those who hear,” as indeed the one who obeys is blessed too. To hear attentively is to understand. If, then, faith is nothing but a preconception of the mind about what is said, and this is called obedience, understanding, and persuasion, no one will learn without faith, since not without preconception either. So what was said by the prophet is shown to be true above all: “If you do not believe, neither will you understand.” Heraclitus of Ephesus too, paraphrasing this oracle, said: “If one does not hope for the unhoped-for, one will not find it, since it is unsearchable and trackless.”

2.4.18Stählin 2:121–122

ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵνʼ ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη· πιστὸς γάρ. ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἑκούσιον· ὅτῳ δὲ ἀκούσιον, ἄνους· ὧν οὐ ζῷον οὐδέτερον οὖν ζηλωτόν· ἄφιλος γὰρ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής. καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει. ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησίν· ὥστε ἡ τοῦ ἀληθινοῦ βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐάν τε ἄρχων ἐάν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται. αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι. ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι. οὕτως οἱ Χριστῷ βασιλεῖ βασιλικοὶ Χριστοῦ οἱ Χριστιανοί. εἶθʼ ὑποβὰς ἐπιφέρει σαφῶς· τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις. ὅ τε Ἐλεάτης ξένος τὸν βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἔμψυχον ἀποφαίνεται.

And Plato the philosopher too says in the Laws that the one who is to become blessed and happy must share in the truth right from the beginning, so as to live as long a time as possible being true; for he is trustworthy. But the untrustworthy is he to whom voluntary falsehood is dear, and the one to whom it is involuntary is senseless; neither of these is to be envied; for everyone untrustworthy and ignorant is friendless. And perhaps he speaks of this as the kingly wisdom in a veiled way in the Euthydemus. At any rate in the Statesman he says word for word: “So the knowledge of the true king is kingly, and the one who possesses it, whether he happens to be a ruler or a private person, will rightly be called kingly according to the art itself.” Thus those who have believed in Christ are and are called good (chrēstoi), as those cared for by the king are truly kingly. For as the wise are wise by wisdom and the lawful lawful by law, so those who belong to Christ the King are kingly, the Christians. Then, further on, he adds clearly: “What is right would be lawful, and law, being by nature right reason, and not in writings or other things.” And the Eleatic Stranger declares the kingly and political man to be a living law.

2.4.19Stählin 2:122–123

τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας· ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος· ἃ καὶ ἔστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ σοφῷ· ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.

Such is the one who fulfills the law and does the will of the Father, inscribed plainly on a high wood, set out as an example of divine virtue to those able to see. The Greeks know the scytales of the ephors in Sparta, inscribed with the law on wooden staffs; but my law, as has been said, is kingly and living and right reason: “Law, king of all, mortals and immortals,” as Pindar the Boeotian sings. Speusippus, in the first book of his work against Cleophon, seems to write things like Plato in this: “For if kingship is good, and the wise man alone is king and ruler, the law, being right reason, is good”; which is so. Consistently with these, the Stoic philosophers teach, attributing kingship, priesthood, prophecy, legislation, wealth, true beauty, nobility, and freedom only to the wise man; who is admitted even by them to be very hard to find.

Miscellanies 2, chapter 5

2.5.20Stählin 2:123

Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκει· καὶ διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. θεοφιλῆ δὲ αὐτὸν μηνύει λέγων· θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ. ὃ μὲν γὰρ φίλος ἄντικρυς κεκλημένος εὑρίσκεται, ὃ δὲ ὁρῶν τὸν θεὸν μετωνομασμένος δείκνυται· τόν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτηρίου. παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός, ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον.

All the doctrines mentioned above appear, then, to have been handed down from the great Moses to the Greeks. He teaches that all things belong to the wise man by these words: “And because God has had mercy on me, I have all things.” And he shows him to be dear to God, saying: “The God of Abraham, the God of Isaac, the God of Jacob.” For the one is found expressly called a friend, the other is shown to have been renamed “the one who sees God”; and Isaac, allegorized as a consecrated sacrifice, he chose for himself to be a type for us of the plan of salvation. And among the Greeks Minos is sung as a king “who at nine years old conversed with Zeus,” since they had heard how God once talked with Moses, “as one would speak to his own friend.”

2.5.21Stählin 2:123–124

ἦν δʼ οὖν ὁ μὲν Μωυσῆς σοφός, βασιλεύς, νομοθέτης· ὁ σωτὴρ δὲ ἡμῶν ὑπερβάλλει πᾶσαν ἀνθρωπίνην φύσιν· καλὸς μὲν ὡς ἀγαπᾶσθαι μόνος πρὸς ἡμῶν τὸ καλὸν τὸ ἀληθινὸν ἐπιποθούντων, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, βασιλεὺς δὲ καὶ ὑπὸ παίδων ἀπείρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυται· πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπʼ αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ πρὸς τοῦ ἀντικειμένου. τί δεῖ λέγειν, ὡς μόνος ὁ ἀρχιερεὺς ὁ μόνος ἐπιστήμων τῆς τοῦ θεοῦ θεραπείας βασιλεὺς εἰρήνης Μελχισεδέκ, ὁ πάντων ἱκανώτατος ἀφηγεῖσθαι τοῦ τῶν ἀνθρώπων γένους; νομοθέτης δὲ ὡς ἂν διδοὺς τὸν νόμον ἐν τῷ στόματι τῶν προφητῶν τά τε πρακτέα καὶ μὴ σαφέστατα ἐντελλόμενός τε καὶ διδάσκων.

Moses, then, was wise, king, and lawgiver; but our Savior surpasses all human nature. He is beautiful, so as alone to be loved by us who long for the true beauty, for he was the true light; he is shown to be king, proclaimed both by children still innocent and by unbelieving and ignorant Jews, and heralded by the prophets themselves; so rich that he despised all the gold above and below the earth, together with all the glory offered him by the adversary. What need is there to say that he alone is the high priest, alone knowing the worship of God, Melchizedek, king of peace, the most fit of all to lead the human race? He is the lawgiver, giving the law in the mouth of the prophets, commanding and teaching most clearly what must and must not be done.

2.5.22Stählin 2:124–125

τίς δʼ ἂν τούτου εὐγενέστερος, οὗ μόνος πατὴρ ὁ θεός; φέρε δὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν· πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, ὦ φίλε Πὰν λέγων καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλα· πλούσιον δὲ νομίζοιμι τὸν σοφόν. καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρήματα ὧδε λέγει· πλουσίους δʼ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι· λέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κέκτηται. τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, ὁ Σολομὼν λέγει, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῇ λεγούσῃ θᾶττον κάμηλον διὰ τρυπήματος βελόνης διελεύσεσθαι ἢ πλούσιον φιλοσοφεῖν· μακαρίζει δʼ ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων· πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω. οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλʼ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γʼ ἂν εἴη. ἔν τε τῷ Ἀλκιβιάδῃ δουλοπρεπὲς μὲν τὴν κακίαν προσαγορεύει, ἐλευθεροπρεπὲς δὲ τὴν ἀρετήν. ἄρατε, φησίν, ἀφʼ ὑμῶν τὸν βαρὺν ζυγὸν καὶ λάβετε τὸν πρᾶον, ἡ γραφή φησι, καθάπερ καὶ οἱ ποιηταὶ δούλειον καλοῦσι ζυγόν. καὶ τὸ ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν τοῖς προειρημένοις συνᾴδει. πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. καλὸν δʼ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ὡδὶ λέγει· ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν· καὶ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφόν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.

Who could be of nobler birth than he, whose only Father is God? Come, let us present Plato too as approaching the same doctrines. He called the wise man rich in the Phaedrus, saying: “O dear Pan and all you other gods of this place, grant me to become beautiful within; and that whatever I have outside may be friendly to what is within. And may I consider the wise man rich.” And the Athenian Stranger, blaming those who think that those who possess much money are rich, says this: “It is impossible for people to be very rich and good, at least those whom the many count rich; and they mean those who possess, among a few people, possessions worth the most money, which even a bad man may possess.” “The whole world of wealth belongs to the believer,” says Solomon, “but to the unbeliever not even an obol.” Much more, then, must we believe Scripture, which says that a camel will pass through the eye of a needle sooner than a rich man will philosophize. On the other hand it blesses the poor, as Plato understood when he said: “Poverty must be thought to be not diminishing one's property but increasing one's greed.” For it is never lack of money but insatiability, from which the good man is free, that makes poverty; and he would be rich. And in the Alcibiades he calls vice slavish and virtue fit for a free man. “Take off from yourselves the heavy yoke and take the gentle one,” Scripture says, as the poets too speak of a “yoke of slavery.” And “you were sold by your sins” agrees with what has been said. “Everyone who commits sin is a slave. And the slave does not remain in the house forever. But if the Son sets you free, you will be free, and the truth will set you free.” And the Athenian Stranger says that the wise man is beautiful, in this way: “As if someone should insist that the just, even if they happen to be ugly in body, are altogether beautiful in respect of their most just character, hardly anyone would seem to speak amiss in saying so.” And “his form was lacking beyond all the sons of men,” the prophecy foretold. And Plato called the wise man king in the Statesman, and the passage has been quoted.

2.5.23Stählin 2:125

Τούτων δὴ ἐπιδεδειγμένων ἀναδράμωμεν αὖθις ἐπὶ τὸν περὶ τῆς πίστεως λόγον. ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν εἰρήνην· πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· μαχητικοὶ δὲ καὶ ἐθελονταὶ ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασεῖς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτὸς δή τινων μάλα ὀλίγων. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος, παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς νόμους. αὕτη δέ ἐστι πιστότης, ἧς κατὰ πάντα καιρὸν χρῄζομεν ἔν τε εἰρήνῃ καὶ παντὶ πολέμῳ κἀν τῷ ἄλλῳ σύμπαντι βίῳ. συλλαβοῦσα γὰρ ἔοικε τὰς ἄλλας περιέχειν. τὸ δὲ ἄριστον οὔθʼ ὁ πόλεμος οὔτε ἡ στάσις· ἀπευκτὸν γὰρ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη τὸ κράτιστον. ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις.

Having shown these things, let us run back again to the discussion of faith. Plato, then, with every demonstration, presents somewhat thus that faith is needed everywhere, praising peace at the same time: “For no one would be faithful and sound in civil strife without the whole of virtue; but there are very many mercenaries who are warlike and willing to die in war, most of whom become bold and unjust, insolent and senseless, except a very few. If this is rightly said, every lawgiver who is of the least use will make his laws looking above all to the greatest virtue. And this is faithfulness, which we need at every time, in peace, in every war, and in all the rest of life; for it seems to contain the others by embracing them. The best is neither war nor civil strife, for it is to be prayed against that there should be need of these; but peace with one another together with friendliness is the best.” From these it appears that according to Plato the greatest prayer is to have peace, and the greatest mother of the virtues is faith.

2.5.24Stählin 2:125–126

εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία. δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πίστις, ἀλλʼ οὐκ ἀπόδειξις εἶναι. καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρʼ αὐτοῦ. ὃ δὲ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω λέγει. καὶ τίς οὗτος; Ἐπίχαρμος εἰπάτω· νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡράκλειτός φησιν, ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδʼ εἰπεῖν, ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος, ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.

Fittingly, then, it is said in Solomon, “Wisdom is in the mouth of the faithful,” since Xenocrates too, in his work On Prudence, says that wisdom is the knowledge of first causes and of intelligible substance, considering prudence twofold, the practical and the contemplative, which is human wisdom. So wisdom is prudence, but not all prudence is wisdom. It has been shown that the knowledge of the first principle of the universe is faith, not demonstration. For it is absurd that the followers of Pythagoras of Samos, renouncing demonstrations of what is inquired into, should consider “He himself said it” as faith, and be satisfied with this voice alone for the confirmation of what they had heard, while those who love to behold the truth, attempting to disbelieve the trustworthy Teacher, the only Savior God, should demand from him proofs of what is said. But he says, “He who has ears to hear, let him hear.” And who is this? Let Epicharmus say: “Mind sees and mind hears; all else is deaf and blind.” Heraclitus, rebuking some as unbelievers, says, “knowing neither how to hear nor how to speak,” benefiting no doubt from Solomon: “If you love to hear, you will receive; and if you incline your ear, you will be wise.”

Miscellanies 2, chapter 6

2.6.25Stählin 2:126

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν διʼ ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ; οὐδέπω συνίεμεν ἀπόδειξιν εἶναι τὸ ῥῆμα κυρίου; ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.

“Lord, who has believed our report?” says Isaiah. “For faith comes from hearing, and hearing through the word of God,” says the apostle. “How then will they call on him in whom they have not believed? And how will they believe in him of whom they have not heard? And how will they hear without a preacher? And how will they preach unless they are sent? As it is written: How beautiful are the feet of those who preach good news.” You see how he leads faith up through hearing and the preaching of the apostles to the word of the Lord and the Son of God? Do we not yet understand that the word of the Lord is a demonstration? As playing ball depends not only on the one who throws the ball skillfully, but also requires the one who catches it well, so that the game may be carried out by the rules of ball-playing; so teaching too is trustworthy when the faith of the hearers, being, so to speak, a natural art, helps toward learning.

2.6.26Stählin 2:126–127

συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν. οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας οὔτε, τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ἀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἴτια, ἀλλʼ ὡς συναίτια. διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δʼ οὖν, ὅτι ἐφʼ ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἑκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοις· οἳ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος. οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφʼ οἷς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφʼ οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω· βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.

So too fertile soil works together for the sowing of seeds. For there is no benefit from the best teaching without the learner's reception, nor from prophecy, if the hearers' ready obedience is not present. For dry twigs, being ready to receive the power of fire, are kindled more easily; and the famous stone attracts iron through kinship, as the amber tear draws twigs and amber stirs chaff; and the things drawn obey them, drawn by an unspeakable spirit, not as causes but as joint causes. Since, then, the form of vice is twofold, one with deceit and escaping notice, the other leading and carrying off by force, the divine Word has cried out, calling all together, knowing well especially those who will not obey; but nevertheless, since obeying or not rests with us, so that none may plead ignorance, he has made the calling just, and demands from each according to his ability. For some have both willing and power together, having increased this by practice and been purified; others, even if they are not yet able, already have the will. Willing is a work of the soul, but doing is not without the body. Nor are actions measured by the result alone; they are also judged by each one's choice: whether he chose easily, whether he repented of his sins, whether he gained understanding of his failures and changed his mind, that is, came to know afterward. For repentance is slow knowledge, but the first knowledge is sinlessness.

2.6.27Stählin 2:127

πίστεως οὖν καὶ ἡ μετάνοια κατόρθωμα· ἐὰν γὰρ μὴ πιστεύσῃ ἁμάρτημα εἶναι ᾧ προκατείχετο, οὐδὲ μεταθήσεται· κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδʼ οὕτως μεταβαλεῖται. ἤδη δὲ καὶ ἡ ἐλπὶς ἐκ πίστεως συνέστηκεν. ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι. ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦ· πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι. πιστὸς δὲ ὁ ἀπαραβάτως τηρητικὸς τῶν ἐγχειρισθέντων· ἐγχειρίζονται δὲ ἡμῖν οἱ περὶ θεοῦ λόγοι καὶ οἱ θεῖοι λόγοι, αἱ ἐντολαί, σὺν τῇ καταπράξει τῶν παραγγελμάτων. οὗτός ἐστιν ὁ δοῦλος ὁ πιστός, ὁ πρὸς τοῦ κυρίου ἐπαινούμενος. ἐπὰν δὲ εἴπῃ πιστὸς ὁ θεός, ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον, μηνύει· ἀποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἂν εἴη πιστὸς ὁ θεός. πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστί, βέβαια τὰ παρʼ αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν; οὐ γάρ ἐστιν ὑπόληψις ἡ ἑκούσιος πρὸ ἀποδείξεως συγκατάθεσις, ἀλλὰ συγκατάθεσις ἰσχυρῷ τινι.

Repentance too, then, is an achievement of faith. For if someone does not believe that what he was held by is a sin, he will not change; and if he does not believe that punishment hangs over the offender and salvation over the one who lives by the commandments, not even so will he change. Hope too is constituted from faith. The followers of Basilides define faith as the assent of the soul to something that does not stir the senses because it is not present. Hope is the expectation of possessing a good; and the expectation must be faithful. The faithful man is one who keeps unswervingly what has been entrusted to him; and what is entrusted to us are the words about God and the divine words, the commandments, together with the carrying out of the precepts. This is “the faithful servant” praised by the Lord. And when it says “God is faithful,” it shows that he is worthy to be believed when he declares something; and his Word declares, and God himself would be faithful. How, then, if believing is supposing, do the philosophers think their own teachings firm? For voluntary assent before demonstration is not supposition, but assent to something strong.

2.6.28Stählin 2:127–128

τίς δʼ ἂν εἴη δυνατώτερος θεοῦ; ἡ δὲ ἀπιστία ὑπόληψις τοῦ ἀντικειμένου ἀσθενὴς ἀποφατική, καθάπερ ἡ δυσπιστία ἕξις δυσπαράδεκτος πίστεως. καὶ ἡ μὲν πίστις ὑπόληψις ἑκούσιος καὶ πρόληψις εὐγνώμων πρὸ καταλήψεως, προσδοκία δὲ δόξα μέλλοντος· ἡ δὲ τῶν ἄλλων προσδοκία δόξα ἀδήλου· πεποίθησις δὲ διάληψις βεβαία περί τινος. διὸ πιστεύομεν, ᾧ ἂν πεποιθότες ὦμεν, εἰς δόξαν θείαν καὶ σωτηρίαν· πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ δεδωρημένα ὑπʼ αὐτοῦ ἡμῖν εὐνοϊκῶς. εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. ὃ μὲν γάρ ἐστιν ἀνενδεής· εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα. εἰ δὲ τῷ Ἀβραὰμ πιστεύσαντι ἐλογίσθη εἰς δικαιοσύνην, σπέρμα δὲ Ἀβραὰμ ἡμεῖς διʼ ἀκοῆς, καὶ ἡμῖν πιστευτέον. Ἰσραηλῖται γὰρ ἡμεῖς οἱ μὴ διὰ σημείων, διʼ ἀκοῆς δὲ εὐπειθεῖς. διὰ τοῦτο εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, φησίν, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἐβίωσας εἰς τὸ περίφραγμα τοῦ λαοῦ, ἐνευλογήθησαν τὰ τέκνα σου εἰς τὰς σκηνὰς τῶν πατέρων. εἰ δὲ αἱ αὐταὶ αἱ μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἷς ἀμφοῖν ταῖν διαθήκαιν δείκνυται ὁ θεός.

And who could be stronger than God? Unbelief is a weak negative supposition of the opposite, as incredulity is a state that hardly admits faith. Faith is a voluntary supposition and a well-disposed preconception before apprehension; expectation is an opinion about the future, while the expectation of others is an opinion about what is uncertain; confidence is a firm judgment about something. That is why we believe in whom we have confidence, for divine glory and salvation. And we have confidence in God alone, whom we know will not transgress what he has nobly promised us, and what he has created and given us for these ends out of goodwill. Goodwill is wishing good things to another for his own sake. For he needs nothing; but the benefaction and the kindness from the Lord end in us, being divine goodwill and goodwill directed to doing good. And if “Abraham believed and it was reckoned to him as righteousness,” and we are the seed of Abraham through hearing, we too must believe. For we are Israelites, obedient not through signs but through hearing. That is why it says: “Rejoice, barren one who does not bear; break forth and shout, you who are not in labor; for the children of the desolate are more than those of her who has a husband.” “You have lived in the enclosure of the people; your children were blessed in the tents of the fathers.” And if the same dwellings are proclaimed by the prophecy to us and to the patriarchs, the one God of both covenants is shown.

2.6.29Stählin 2:128–129

ἐπιφέρει γοῦν σαφέστερον· ἐκληρονόμησας τὴν διαθήκην τοῦ Ἰσραήλ, τῇ ἐξ ἐθνῶν κλήσει λέγων, τῇ στείρᾳ ποτὲ τούτου τοῦ ἀνδρός, ὅς ἐστιν ὁ λόγος, τῇ ἐρήμῳ πρότερον τοῦ νυμφίου. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθʼ ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρʼ ἑνὸς θεοῦ χορηγοῦνται. ᾗ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην διʼ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου διδάσκων σωτηρίαν. ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.

At any rate he adds more clearly: “You have inherited the covenant of Israel,” speaking to the calling from the Gentiles, once barren of this husband, who is the Word, formerly deserted by the Bridegroom. “And the righteous will live by faith,” the faith according to the covenant and the commandments, since these, two in name and time, given by the divine plan according to age and progress, but one in power, the one old, the other new, are supplied through the Son by one God. As the apostle too says in the letter to the Romans: “For the righteousness of God is revealed in it from faith to faith,” teaching the one salvation, perfected from prophecy to gospel through one and the same Lord. “This charge I commit to you,” he said, “my child Timothy, according to the prophecies that went before about you, that by them you may wage the good warfare, having faith and a good conscience, which some have rejected and made shipwreck of the faith,” because they defiled with unbelief the conscience that came from God.

2.6.30Stählin 2:129

οὔκουν † ἔτʼ εἰκότως πρόχειρον τὴν πίστιν διαβλητέον ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων. εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἣ δὲ αὔξει καὶ οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης ἐθεμελιώθη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ ὁ τοῦ νόμου παιδαγωγὸς φόβος ἀφʼ ὧν πιστεύεται. καὶ φόβος εἶναι πιστεύεται. εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται. ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται καὶ τὸ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.

So we must not … fittingly slander faith as something ready to hand, easy, and common, belonging to ordinary people. For if the pursuit were human, as the Greeks supposed, it would have been extinguished; but it grows, and there is no place where it is not. I say, then, that faith, whether founded by love or by fear, as its accusers say, is something divine, neither torn away by other worldly friendship nor dissolved by present fear. For love makes believers by friendship toward faith, and faith, the foundation of love, brings in turn good deeds; when fear too, the law's schoolmaster, is believed from its effects. Fear too is believed to exist. For if existence is shown in acting, then fear, which is about to act and threatens, not acting and present, is believed; and, believed to exist, it is not itself the begetter of faith, since it is by faith that it is proved trustworthy.

2.6.31Stählin 2:129–130

θεία τοίνυν ἡ τοσαύτη μεταβολὴ ἐξ ἀπιστίας πιστόν τινα γενόμενον καὶ τῇ ἐλπίδι καὶ τῷ φόβῳ πιστεῦσαι. καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθʼ ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σύν τε ἐγκρατείᾳ καὶ ὑπομονῇ προκόπτουσαι ἄγουσιν ἡμᾶς ἐπί τε ἀγάπην ἐπί τε γνῶσιν. εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας ἀφʼ οὗ φησὶν ἔλαβον, μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν. τῆς μὲν οὖν πίστεως ἡμῶν εἰσιν οἱ συλλήπτορες φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια. τούτων οὖν, φησί, τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. στοιχείων γοῦν οὐσῶν τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν· ὡς δʼ ἄνευ τῶν τεσσάρων στοιχείων οὐκ ἔστι ζῆν, οὐδʼ ἄνευ πίστεως γνῶσιν ἐπακολουθῆσαι. αὕτη τοίνυν κρηπὶς ἀληθείας.

Divine, then, is so great a change, that someone from unbelief should become a believer and believe both in hope and in fear. Faith appears to us as the first inclination toward salvation, after which fear, hope, and repentance, advancing together with self-control and endurance, lead us to love and to knowledge. Fittingly, then, the apostle Barnabas says: “From what I have received, I have been eager to send you a little at a time, so that with your faith you may also have perfect knowledge. The helpers of our faith, then, are fear and endurance, and our allies long-suffering and self-control. While these remain pure,” he says, “in what concerns the Lord, wisdom, understanding, knowledge, and insight rejoice with them.” Since the virtues just mentioned are the elements of knowledge, faith turns out to be more elementary still, as necessary to the one who knows as breathing is to life for one living in this world; and as without the four elements it is not possible to live, so without faith knowledge cannot follow. This, then, is the foundation of truth.

Miscellanies 2, chapter 7

2.7.32Stählin 2:130

Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστηκεν περὶ τὸ ὑποκείμενον, ὁ διοικῶν, ἡ διοίκησις, τὸ διοικούμενον. εἰ γοῦν καθʼ ὑπόθεσιν ἐξέλοιεν τὸν νόμον, ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς ἀληθείας. ναί, φασίν, ἄλογος ἔκκλισις ὁ φόβος ἐστὶ καὶ πάθος. τί σὺ λέγεις; καὶ πῶς ἄν σοι ἔτι σῴζοιτο οὗτος ὁ ὅρος διὰ λόγου δοθείσης μοι τῆς ἐντολῆς; ἐντολὴ δὲ ἀπαγορεύει, τὸν φόβον ἐπαρτῶσα διὰ παιδείαν τῶν οὕτως ἐπιδεχομένων νουθετεῖσθαι. οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν· πῶς γὰρ οὔ, παραινῶν οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις; ἀλλʼ εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον.

Those who accuse fear attack the law; and if the law, then clearly also God who gave the law. For these three things necessarily exist in relation to the subject: the one who governs, the governing, and the governed. If, then, by hypothesis they should take away the law, it would necessarily follow that each one who is led by desire, gratifying pleasure, would neglect what is right, despise the divine, and at the same time act impiously and unjustly without fear, having leapt away from the truth. “Yes,” they say, “fear is an irrational avoidance and a passion.” What are you saying? And how will this definition still hold for you, when the commandment has been given me through the Word? The commandment forbids, hanging fear over us for the training of those who thus accept being admonished. Fear, then, is not irrational; it is rational. For how could it not be, when it exhorts, “You shall not murder, you shall not commit adultery, you shall not steal, you shall not bear false witness”? But if they quibble about names, let the philosophers call the fear of the law “caution,”

2.7.33Stählin 2:130

εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.

since it is a reasonable avoidance. Critolaus of Phaselis not inappropriately called such people “fighters about names.” So the commandment has now appeared elegant and most beautiful even to those who accuse us, once understood by a change of name. Caution, then, is shown to be rational, being an avoidance of what harms; and from it springs repentance for sins previously committed. For “the fear of the Lord is the beginning of wisdom, and good understanding belongs to all who practice it.” He speaks of the practice of wisdom, which is the fear of God making a road to wisdom. And if the law produces fear, the knowledge of the law is the beginning of wisdom, and there is no one wise without law. Those who reject the law, then, are without wisdom, and it follows that they are to be counted godless. And “instruction is the beginning of wisdom.” “But the ungodly will despise wisdom and instruction,” says Scripture.

2.7.34Stählin 2:130–131

Τίνα δὲ τὰ φοβερὰ ὁ νόμος καταγγέλλει, θεασώμεθα. εἰ μὲν τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, οἷον πενίαν καὶ νόσον καὶ ἀδοξίαν καὶ δυσγένειαν καὶ ὅσα παραπλήσια, ταῦτα μὲν καὶ οἱ κατὰ πόλιν νόμοι προτείνοντες ἐπαινοῦνται, καὶ τοῖς ἐκ Περιπάτου τρία γένη τῶν ἀγαθῶν εἰσηγουμένοις καὶ τὰ τούτων ἐναντία λογιζομένοις εἶναι κακὰ ἁρμόνιος ἥδε ἡ δόξα· ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀποφεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας· δειναὶ γὰρ καὶ φοβεραὶ τῷ ὄντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι· οὐ μὴν ἀδίκως ἐκτείνεσθαι δίκτυα πτερωτοῖς λέγουσιν οἱ χρησμοὶ οἱ θεῖοι, αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας; πρὸς οὕς φαμεν· ὁ νόμος οὐκ ἐποίησεν, ἀλλʼ ἔδειξεν τὴν ἁμαρτίαν· προστάξας γὰρ ἃ ποιητέον ἤλεγξε τὰ μὴ ποιητέα. ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδεῖξαι, καὶ τῷ μὲν χρῆσθαι συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι.

Let us see what fearful things the law announces. If they are the things between virtue and vice, such as poverty, disease, lack of reputation, low birth, and the like, the laws of cities are praised for holding these out, and this view is in harmony with the Peripatetics, who introduce three kinds of goods and reckon their opposites to be evils. But the law given to us commands us to flee what are truly evils: adultery, licentiousness, the corruption of boys, ignorance, injustice, disease of the soul, death, not the death that separates the soul from the body, but the one that separates the soul from the truth. For these vices are truly terrible and fearful, and the actions that come from them. “Not unjustly are nets spread for birds,” say the divine oracles; “for they themselves, sharing in blood, treasure up evils for themselves.” How, then, is the law still said by certain heresies not to be good, when they cry out the apostle's words, “For through the law comes the knowledge of sin”? To them we say: the law did not make sin, but showed it. For by commanding what must be done it exposed what must not be done. And it is the mark of a good thing to teach what saves and to point out what harms, to counsel the use of the one and to command flight from the other.

2.7.35Stählin 2:131

αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. πῶς δʼ οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, ὁ παιδαγωγὸς εἰς Χριστὸν δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; οὐ βούλομαι, φησίν, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν. θάνατον, οἶμαι, τὴν ἄγνοιαν λέγει· καὶ ὁ ἐγγὺς κυρίου πλήρης μαστίγων· ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιῶν, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύει· υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, υἱὸς δὲ νοήμων δέξεται ἐντολάς. καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρʼ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν· πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφʼ ὅσον ἐστὶν ἐφʼ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. ὅθεν ἀρχὴ σοφίας φόβος θεοῦ θείως λέλεκται.

Indeed the apostle, whom they do not understand, said that the knowledge of sin was made manifest through the law, not that sin received its existence from it. And how is the law not good, which trains, which was given as a “schoolmaster to Christ,” so that, being set straight through fear in the way of training, we might turn to the perfection that comes through Christ? “I do not wish,” he says, “the death of the sinner so much as his repentance.” And the commandment produces repentance, forbidding what must not be done and promising benefits. By death, I think, he means ignorance. And “the one who is near the Lord is full of stripes”: clearly the one who draws near to knowledge enjoys dangers, fears, troubles, and afflictions because of his longing for the truth. For “an instructed son turned out wise,” and “an understanding son was saved from the burning heat,” and “an understanding son will receive commandments.” And Barnabas the apostle, after first saying, “Woe to those who are wise in their own sight and understanding before themselves,” added: “Let us become spiritual, a perfect temple to God. As far as it lies with us, let us practice the fear of God and strive to keep his commandments, so that we may rejoice in his ordinances.” Hence “the fear of God is the beginning of wisdom” has been divinely said.

Miscellanies 2, chapter 8

2.8.36Stählin 2:131–132

Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρʼ ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθῆναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς· οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει, ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἔν τινι ἐπιστολῇ τοιαῦτά τινα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι· καὶ ὡσπερεὶ φόβος ἐπʼ ἐκείνου τοῦ πλάσματος ὑπῆρξε τοῖς ἀγγέλοις, ὅτε μείζονα ἐφθέγξατο τῆς πλάσεως διὰ τὸν ἀοράτως ἐν αὐτῷ σπέρμα δεδωκότα τῆς ἄνωθεν οὐσίας καὶ παρρησιαζόμενον· οὕτω καὶ ἐν ταῖς γενεαῖς τῶν κοσμικῶν ἀνθρώπων φόβοι τὰ ἔργα τῶν ἀνθρώπων τοῖς ποιοῦσιν ἐγένετο, οἷον ἀνδριάντες καὶ εἰκόνες καὶ πάνθʼ ἃ χεῖρες ἀνύουσιν εἰς ὄνομα θεοῦ· εἰς γὰρ ὄνομα Ἀνθρώπου πλασθεὶς Ἀδὰμ φόβον παρέσχεν προόντος Ἀνθρώπου. ὡς δὴ αὐτοῦ ἐν αὐτῷ καθεστῶτος καὶ κατεπλάγησαν καὶ ταχὺ τὸ ἔργον ἠφάνισαν.

Here the followers of Basilides, interpreting this saying, say that the Ruler himself, having heard the declaration of the ministering Spirit, was astonished at what he heard and saw, having received good news beyond his hopes; and that his astonishment was called fear, which became the beginning of a wisdom that separates the races, distinguishes, perfects, and restores. For the God over all sends forth, having distinguished not only the world but also the elect. Valentinus too seems to have had something of the kind in mind when he writes in a letter in these very words: “And just as fear came upon the angels in the presence of that formed man, because he uttered things greater than his formation, owing to the one who had invisibly placed in him a seed of the substance from above and who spoke boldly; so also in the generations of worldly men, the works of men become objects of fear to those who made them, such as statues and images and everything that hands fashion in the name of a god. For Adam, formed in the name of Man, inspired fear of the preexisting Man, since that very one stood in him; and they were terrified and quickly destroyed the work.”

2.8.37Stählin 2:132–133

Μιᾶς δʼ οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις· οὓς γὰρ οὐχ αἱρεῖ λόγος, τιθασεύει τούτους φόβος. ὃ καὶ προϊδὼν ἄνωθεν ὁ παιδεύων λόγος ἑκατέρῳ τῶν τρόπων, ἐκκαθαίρων οἰκείως εἰς θεοσέβειαν, ἥρμοσεν ὄργανον. ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπʼ ἀπροσδοκήτῳ φαντασίᾳ, † ἅτε καὶ ἀγγελίας. φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα. οὐ συνορῶσι τοίνυν ἐμπαθῆ ποιήσαντες διʼ ἐκπλήξεως τὸν μέγιστον καὶ πρὸς αὐτῶν ἀνυμνούμενον θεὸν καὶ πρὸ τῆς ἐκπλήξεως ἐν ἀγνοίᾳ γενόμενον. εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δʼ ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας φόβος τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.

But since there is one first principle, as will be shown later, these men will be seen to be inventing chirpings and warblings. Since it seemed good to God that people should be trained beforehand by the Lord through the law and the prophets, “the fear of the Lord is the beginning of wisdom” was said, given by the Lord through Moses to the disobedient and hard of heart; for those whom reason does not win, fear tames. The instructing Word, foreseeing this from above, fitted an instrument to each of the two ways, purifying each appropriately for godliness. Astonishment, then, is fear arising from an unusual impression, or at an unexpected impression, … such as news; while fear is excessive wonder at something that has happened or exists. They do not see, then, that by making him subject to passion through astonishment, they have made the greatest God, praised by them too, to have been in ignorance before the astonishment. And if ignorance preceded the astonishment, and the astonishment and fear, the beginning of wisdom, has become the fear of God, then ignorance runs the risk of being the originating cause of the wisdom of God and of the whole creation of the world, and indeed of the restoration of the elect itself.

2.8.38Stählin 2:133

πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια; ἀλλʼ εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει; καὶ παρέλκει ὁ διάκονος αὐτοῖς καὶ τὸ κήρυγμα καὶ τὸ βάπτισμα. εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἴτιον τὸ κακόν; εἰ μὴ γὰρ προϋπῆρχεν ἄγνοια, οὐκ ἂν ὁ διάκονος κατῆλθεν, οὐδʼ ἂν ἔκπληξις εἷλε τὸν Ἄρχοντα, ὡς αὐτοὶ λέγουσιν, οὐδʼ ἂν ἀρχὴν σοφίας ἐκ τοῦ φόβου ἔλαβεν εἰς τὴν φυλοκρίνησιν τῆς τε ἐκλογῆς τῶν τε κοσμικῶν. εἰ δὲ ὁ φόβος τοῦ προόντος Ἀνθρώπου ἐπιβούλους τοῦ σφετέρου πλάσματος πεποίηκε τοὺς ἀγγέλους, ὡς ἐνιδρυμένου τῷ δημιουργήματι ἀοράτου τοῦ σπέρματος τῆς ἄνωθεν οὐσίας, ἢ ὑπολήψει κενῇ παρεζήλωσαν, ὅπερ ἀπίθανον, ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους· ἢ προγνώσει ἐνεχόμενοι κεκίνηνται, ἀλλʼ οὐκ ἂν ἐπεβούλευσαν διʼ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν, οὐδʼ ἂν κατεπλάγησαν τὸ ἔργον τὸ αὑτῶν, ἐκ προγνώσεως τὸ ἄνωθεν σπέρμα νενοηκότες· ἢ τὸ τελευταῖον γνώσει πεποιθότες ἐτόλμησαν· ὃ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ κατʼ εἰκόνα, ἐν ᾧ καὶ τὸ ἀρχέτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπῇ ἄφθαρτον παρειλήφεσαν.

Is ignorance, then, among good things or bad? If among good things, why does it cease through astonishment? And the minister, the preaching, and the baptism are superfluous for them. But if among bad things, how is evil the cause of the best things? For if ignorance had not existed before, the minister would not have come down, nor would astonishment have seized the Ruler, as they themselves say, nor would he have received a beginning of wisdom from fear for the separating of the elect and of the worldly. And if fear of the preexisting Man made the angels plot against their own formation, because the invisible seed of the substance from above was set in the thing created, then either they were jealous from an empty supposition, which is unlikely, since angels would then have become the destroyers of the creation entrusted to them, as of a child of their own, and would stand convicted of complete ignorance; or they were moved as being held by foreknowledge, but then they would not have plotted against what they foreknew, when they made the attempt, nor would they have been terrified at their own work, having understood the seed from above by foreknowledge; or, finally, they dared it trusting in knowledge. But this too is impossible: that, having learned the difference, they should plot against the Man in the Pleroma, and moreover against the one after the image, in whom they had received the archetype, and, together with the rest of the knowledge, incorruptibility.

2.8.39Stählin 2:133–134

Τούτοις τε οὖν αὐτοῖς καὶ ἑτέροις τισί, μάλιστα δὲ τοῖς ἀπὸ Μαρκίωνος ἐμβοᾷ οὐκ ἐπαΐουσιν ἡ γραφή· ὁ δὲ ἐμοῦ ἀκούων ἀναπαήσεται ἐπʼ εἰρήνης πεποιθώς, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. τί τοίνυν τὸν νόμον βούλονται; κακὸν μὲν οὖν οὐ φήσουσι, δίκαιον δέ, διαστέλλοντες τὸ ἀγαθὸν τοῦ δικαίου. ὁ δὲ κύριος φοβεῖσθαι τὸ κακὸν προστάττων οὐ κακῷ τὸ κακὸν ἀπαλλάττει, τῷ δὲ ἐναντίῳ τὸ ἐναντίον καταλύει. ἀγαθῷ δὲ κακὸν ἐναντίον, ὡς δίκαιον ἀδίκῳ. εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν· φόβῳ δὲ ἀφοβίαν εἰσάγων οὐ πάθει ἀπάθειαν, παιδείᾳ δὲ μετριοπάθειαν ἐμποιεῖ. ἐπὰν οὖν ἀκούσωμεν· τίμα τὸν κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον, τὸ φοβεῖσθαι ἁμαρτάνειν, ἕπεσθαι δὲ ταῖς ὑπὸ θεοῦ δοθείσαις ἐντολαῖς τιμὴν εἶναι τοῦ θεοῦ ἐκδεχόμεθα.

To these very people, then, and to certain others, especially the followers of Marcion, Scripture cries out, though they do not listen: “He who hears me will rest in peace, confident, and will be quiet without fear of any evil.” What, then, do they want the law to be? They will not call it evil, but just, distinguishing the good from the just. But the Lord, in commanding us to fear evil, does not rid us of evil by evil, but destroys the opposite by its opposite. And evil is the opposite of good, as the just is of the unjust. If, then, he has called abstinence from evils “fearlessness,” which the fear of the Lord produces, fear is good; and the fear that comes from the law is not only just but also good, since it takes away vice. And introducing fearlessness by fear, it produces not freedom from passion by passion, but moderation of passion by training. When, then, we hear, “Honor the Lord and you will be strong, and apart from him fear no other,” we understand that to fear to sin and to follow the commandments given by God is honor to God.

2.8.40Stählin 2:134

δέος δέ ἐστι φόβος θείου. ἀλλʼ εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονταί τινες, ὅτι φόβος ἐστὶ πάθος, οὐχ ὁ πᾶς φόβος πάθος. ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ ἐμπαθῶν· ἔμπαλιν οὖν ὁ τοῦ ἀπαθοῦς θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις οὐ τὸν θεόν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ θεοῦ· ὁ δὲ τοῦτο δεδιὼς τὸ τοῖς κακοῖς περιπεσεῖν φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων μίγνυται πεποιθώς, ἡ γραφὴ λέγει· αὖθίς τε ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος φησίν.

Awe is fear of the divine. But even if fear is a passion, as some would have it, because fear is a passion, not every fear is a passion. Superstition, at any rate, is a passion, being fear of demons who are frenzied and subject to passion; conversely, then, fear of the God who is free from passion is free from passion. For one fears not God, but falling away from God; and the one who dreads this fears falling into evils, and dreads evils; and the one who dreads falling wishes himself to be incorruptible and free from passion. “The wise man, fearing, turned aside from evil, but the fool mingles with it, confident,” says Scripture; and again it says, “In the fear of the Lord is the hope of strength.”

Miscellanies 2, chapter 9

2.9.41Stählin 2:134–135

Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἢ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ εὐεμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων. ὁ δὲ ἑταῖρος ἕτερος ἐγώ· ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων· ξένοι δὲ ὧν ξένα τὰ κοσμικά. κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἐλπίζοντας καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἐξακούομεν· μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοί· φίλε κασίγνητε φησὶν Ὅμηρος, ἥ τε φιλανθρωπία, διʼ ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ.

Such fear, then, leads up both to repentance and to hope. Hope is the expectation of good things, or a confident expectation of an absent good. Indeed a good disposition is also taken into hope, which we have learned leads by the hand to love. Love would be agreement in matters of reason, of life, and of manner, or, to put it briefly, fellowship of life, or the intensity of friendship and affection with right reason in the treatment of companions. And a companion is another self; which is why we call brothers those who have been reborn by the same Word. Close to love lies hospitality, which is a certain skill in the treatment of strangers; and strangers are those to whom worldly things are strange. For by the worldly we understand those who hope in the earth and in fleshly desires. “Do not be conformed,” says the apostle, “to this age, but be transformed by the renewal of the mind, so that you may prove what is the will of God, the good, acceptable, and perfect.” Hospitality, then, is concerned with what benefits strangers; and strangers are guests, and guests are friends, and friends are brothers: “Dear brother,” says Homer. Philanthropy too, through which also affection, being a friendly treatment of human beings, and affection, being a certain skill in loving friends or kinsfolk, accompany love.

2.9.42Stählin 2:135

εἰ δʼ ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν· στέρξις δʼ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤθει, ἀγόμενόν τε καὶ ἀπαγόμενον· ἄγονται δὲ εἰς ταὐτότητα διʼ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν· καὶ γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν. καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. ἔπειτα μὴ νικῶ λέγει ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλʼ ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν· οὐδʼ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλʼ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ τῷ πιστεύοντι.

And if the true man within us is the spiritual one, philanthropy is brotherly love toward those who share the same Spirit. Affection, again, is the preservation of goodwill or of loving; and loving is complete acceptance; and to love is to be pleased with a character, being drawn and drawn along; and people are drawn into sameness through concord, which is the knowledge of common goods; for like-mindedness too is agreement of judgments. “Let love,” it says, “be without hypocrisy” for us; and let us ourselves be “abhorring what is evil, holding fast to the good in brotherly love,” and so on, until “if possible, as far as it depends on you, living at peace with all people.” Then it says, “Do not be overcome by evil, but overcome evil with good.” And the same apostle confesses that he bears witness to the Jews “that they have a zeal for God, but not according to knowledge. For, not knowing the righteousness of God, and seeking to establish their own, they did not submit to the righteousness of God.” For they neither knew nor did the intention of the law, but what they themselves supposed, this they thought the law also intended. Nor did they believe the law as prophesying; they followed the bare word and fear, but not disposition and faith. “For Christ is the end of the law for righteousness,” he who was prophesied by the law, “to everyone who believes.”

2.9.43Stählin 2:135–136

ὅθεν εἴρηται τούτοις παρὰ Μωυσέως· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς, τῷ εἰς ὑπακοὴν δηλονότι εὐτρεπεῖ γενομένῳ. καὶ διὰ Ἡσαΐου εὑρέθην λέγει τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, πρὸ τῆς τοῦ κυρίου παρουσίας δηλαδή, μεθʼ ἣν καὶ τῷ Ἰσραὴλ ἐκεῖνα τὰ προφητευθέντα οἰκείως λέγεται νῦν· ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ ἀντιλογίαν εἰρημένην; εἶθʼ ἡ ἀγαθότης καὶ ἐπὶ τούτοις δείκνυται τοῦ θεοῦ· φησὶ γὰρ ὁ ἀπόστολος· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτοὺς καὶ μετανοῆσαι βουληθῆναι. ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος δίκαιος.

That is why it was said to them through Moses: “I will make you jealous by those who are not a nation; by a senseless nation I will provoke you to anger,” that is, by the nation that has become ready for obedience. And through Isaiah he says: “I was found by those who did not seek me; I became manifest to those who did not ask for me,” clearly before the Lord's coming; after which those prophesied words are now fittingly said to Israel too: “I stretched out my hands all day long to a disobedient and contrary people.” Do you see that the cause of the calling from the Gentiles is clearly said by the prophet to be the disobedience and contrariness of the people? Then the goodness of God is shown even toward them; for the apostle says: “But by their trespass salvation has come to the Gentiles, to make them jealous” and wish to repent. And the Shepherd, using the expression simply of those who had fallen asleep, knows that some among the Gentiles and among the Jews were righteous, not only before the Lord's coming but even before the law, by being well pleasing to God, like Abel, like Noah, like any other righteous person.

2.9.44Stählin 2:136

φησὶ γοῦν τοὺς ἀποστόλους καὶ διδασκάλους τοὺς κηρύξαντας τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κοιμηθέντας τῇ δυνάμει καὶ τῇ πίστει κηρῦξαι τοῖς προκεκοιμημένοις. εἶτα ἐπιφέρει· καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος. κατέβησαν οὖν μετʼ αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν. ἀλλʼ οὗτοι ζῶντες κατέβησαν καὶ πάλιν ζῶντες ἀνέβησαν· ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν, διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. διὰ τοῦτο καὶ συνανέβησαν μετʼ αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησαν· ἐν δικαιοσύνῃ γὰρ ἐκοιμήθησαν καὶ ἐν μεγάλῃ ἁγνείᾳ, μόνην δὲ τὴν σφραγῖδα ταύτην οὐκ ἔσχον. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος κατὰ τὸν ἀπόστολον.

At any rate he says that the apostles and teachers who preached the name of the Son of God and fell asleep preached, in power and faith, to those who had fallen asleep before them. Then he adds: “And they gave them the seal of the preaching. They went down with them, then, into the water and came up again. But these went down alive and came up again alive; while those who had fallen asleep before went down dead, but came up alive. Through these, then, they were made alive and came to know the name of the Son of God. That is why they also came up with them and were fitted into the building of the tower, and were built in with them without being hewn; for they had fallen asleep in righteousness and in great purity, and lacked only this seal.” For “when Gentiles who do not have the law do by nature the things of the law, these, not having the law, are a law to themselves,” according to the apostle.

2.9.45Stählin 2:136–137

Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται; ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτέον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή· διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν· κἀνταῦθά που εἴληπται ἡ τελείωσις τῆς γνώσεως. φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος διʼ ἀγάπην ἤδη φίλος νομισθείς. ταύτης δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ λέγει, καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν θαύμασον τὰ παρόντα, βαθμὸν τοῦτον πρῶτον τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενος· ᾗ κἀν τῷ καθʼ Ἑβραίους εὐαγγελίῳ ὁ θαυμάσας βασιλεύσει γέγραπται καὶ ὁ βασιλεύσας ἀναπαήσεται. ἀδύνατον οὖν τὸν ἀμαθῆ, ἔστʼ ἂν μένῃ ἀμαθής, φιλοσοφεῖν δέ, τόν γε μὴ ἔννοιαν σοφίας εἰληφότα, φιλοσοφίας οὔσης ὀρέξεως τοῦ ὄντως ὄντος καὶ τῶν εἰς τοῦτο συντεινόντων μαθημάτων. κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, διʼ οὗ καθορᾶται τὰ κατʼ ἀλήθειαν καλὰ καὶ δίκαια. εὐσέβεια ἔστι πρᾶξις ἑπομένη καὶ ἀκόλουθος θεῷ.

How the virtues follow one another, what need is there to say, since it has already been shown that faith rests on repentance and hope, caution on faith, and that perseverance and exercise in these, together with learning, are completed in love, and love is perfected in knowledge? But this must of necessity be noted in passing: that only the divine must be understood to be wise by nature. That is why wisdom, which taught the truth, is also a power of God; and somewhere here the perfection of knowledge has been grasped. The philosopher loves and cherishes the truth, having now come to be regarded as a friend through love, from being a true servant. Its beginning is to wonder at things, as Plato says in the Theaetetus, and as Matthias, exhorting in the Traditions, says, “Wonder at what is before you,” laying this down as the first step of the knowledge beyond. So also in the Gospel according to the Hebrews it is written: “He who wonders will reign, and he who has reigned will rest.” It is impossible, then, for the unlearned, as long as he remains unlearned, to philosophize, at least one who has not received a conception of wisdom, since philosophy is a longing for what truly is and for the studies that contribute to it. And even if some have trained themselves to do well, yet to know how one must use, act, and work together is the means by which one becomes like God, God, I mean, the Savior, serving the God of the universe through the high priest, the Word, through whom what is truly beautiful and just is beheld. Godliness is conduct that follows and conforms to God.

Miscellanies 2, chapter 10

2.10.46Stählin 2:137–138

Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς· ἃ δὴ συνελθόντα τὸν γνωστικὸν ἐπιτελεῖ. ὅ τι δʼ ἂν ἐνδέῃ τούτων, χωλεύει τὰ τῆς γνώσεως. ὅθεν θείως ἡ γραφή φησι· καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε· καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε· τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε, πορεύεσθαι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

Our philosopher, then, holds fast to these three things: first, contemplation; second, the fulfilling of the commandments; third, the forming of good men. When these come together they make the one who knows perfect; whatever of them is lacking, the things of knowledge limp. That is why Scripture divinely says: “And the Lord spoke to Moses, saying: Speak to the sons of Israel and say to them: I am the Lord your God. You shall not act according to the practices of the land of Egypt, in which you lived; and you shall not act according to the practices of the land of Canaan, into which I am bringing you; and you shall not walk in their customs. You shall do my judgments and keep my ordinances, to walk in them: I am the Lord your God. And you shall keep all my ordinances and do them. The man who does them will live in them: I am the Lord your God.”

2.10.47Stählin 2:138

εἴτʼ οὖν κόσμου καὶ ἀπάτης εἴτε παθῶν καὶ κακιῶν σύμβολον Αἴγυπτος καὶ ἡ Χανανῖτις γῆ, ὧν μὲν ἀφεκτέον, ὁποῖα δὲ ἐπιτηδευτέον ὡς θεῖα καὶ οὐ κοσμικά, ἐπιδείκνυσιν ἡμῖν τὸ λόγιον. ὅταν δὲ εἴπῃ ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, τήν τε Ἑβραίων αὐτῶν ἐπανόρθωσιν τήν τε τῶν πέλας, ἡμῶν αὐτῶν, συνάσκησίν τε καὶ προκοπὴν ζωὴν λέγει αὐτῶν τε καὶ ἡμῶν. οἱ γὰρ νεκροὶ τοῖς παραπτώμασι συζωοποιοῦνται Χριστῷ διὰ τῆς ἡμετέρας διαθήκης. πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη. αὕτη ἂν εἴη μόνη ἡ τῆς σοφίας γνῶσις, ἧς οὐδέποτε χωρίζεται ἡ δικαιοπραγία.

Whether, then, Egypt and the land of Canaan are a symbol of the world and deceit, or of passions and vices, the oracle shows us what must be avoided and what must be practiced as divine and not worldly. And when it says, “The man who does them will live in them,” it calls both the correction of the Hebrews themselves and the training and progress of their neighbors, ourselves, life, theirs and ours. For those “dead in trespasses” are “made alive together with Christ” through our covenant. And Scripture, by often repeating “I am the Lord your God,” shames us most effectively, teaching us to follow God who gave the commandments; and it quietly reminds us to seek God and try, as far as possible, to know him, which would be the greatest contemplation, the contemplation of the initiated, the knowledge that truly is, which becomes unshakable by reason. This alone would be the knowledge of wisdom, from which just action is never separated.

Miscellanies 2, chapter 11

2.11.48Stählin 2:138

Ἀλλʼ ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρʼ Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη ἐπιστημονικὴ ἀπόδειξις τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν παραδιδομένων. φήσαιμεν δʼ ἂν αὐτὴν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. πίστεως δʼ οὔσης διττῆς, τῆς μὲν ἐπιστημονικῆς, τῆς δὲ δοξαστικῆς, οὐθὲν κωλύει ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν. ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ λέγεται, ἣ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν ἑαυτῆς φύσιν, ἣ δὲ ἐλλιπῆ. καὶ μή τι ἡ παρʼ ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον. μάθησις γοῦν καὶ τὸ πείθεσθαι ταῖς ἐντολαῖς, ὅ ἐστι πιστεύειν τῷ θεῷ. καὶ ἡ πίστις δύναμίς τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας.

But the knowledge of those who are wise in their own conceit, whether barbarian heresies or the philosophers among the Greeks, “puffs up,” according to the apostle. But faithful knowledge would be a scientific demonstration of what is handed down according to the true philosophy. We would say that it is reasoning that provides faith in disputed matters from what is agreed. And since faith is twofold, the one scientific, the other based on opinion, nothing prevents us from calling demonstration twofold too, the one scientific, the other based on opinion; since knowledge and foreknowledge are also said to be twofold, the one having its own nature exact, the other defective. And may not our demonstration alone be true, since it is supplied from the divine Scriptures, the sacred writings, and the wisdom taught by God, according to the apostle? Learning, at any rate, is also obeying the commandments, which is believing God. And faith is a certain power of God, being the strength of the truth.

2.11.49Stählin 2:138–139

αὐτίκα φησίν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, μεταστήσετε τὸ ὄρος· καὶ πάλιν· κατὰ τὴν πίστιν σου γενηθήτω σοι· καὶ ὃ μὲν θεραπεύεται προσλαβὼν τῇ πίστει τὴν ἴασιν, ὃ δὲ νεκρὸς ἀνίσταται διὰ τὴν τοῦ πιστεύσαντος ὅτι ἀναστήσεται ἰσχύν. ἡ δὲ δοξαστικὴ ἀπόδειξις ἀνθρωπική τέ ἐστι καὶ πρὸς τῶν ῥητορικῶν γινομένη ἐπιχειρημάτων ἢ καὶ διαλεκτικῶν συλλογισμῶν. ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις ἂν εἴη γνῶσις. εἰ γὰρ τὰ παραλαμβανόμενα πρὸς τὸ ζητούμενον ἀληθῆ λαμβάνεται, ὡς ἂν θεῖα ὄντα καὶ προφητικά, δῆλόν που ὡς καὶ τὸ συμπέρασμα τὸ ἐπιφερόμενον αὐτοῖς ἀκολούθως ἀληθὲς ἐπενεχθήσεται· καὶ εἴη ἂν ὀρθῶς ἡμῖν ἀπόδειξις ἡ γνῶσις.

For example, he says: “If you have faith like a grain of mustard seed, you will move the mountain”; and again: “According to your faith let it be done to you.” And one is healed, receiving healing by faith, and another who is dead is raised through the strength of the one who believed that he would be raised. But demonstration based on opinion is human, and comes from rhetorical arguments or even dialectical syllogisms. For the highest demonstration, which we have hinted is scientific, implants faith, through the setting forth and opening up of the Scriptures, in the souls of those who long to learn; and this would be knowledge. For if what is taken up for the question is accepted as true, being divine and prophetic, it is clear that the conclusion drawn from them will also consequently be true; and knowledge would rightly be for us a demonstration.

2.11.50Stählin 2:139–140

Ἡνίκα γοῦν τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημόσυνον ἐν στάμνῳ χρυσῷ καθιεροῦσθαι προσετάττετο, τὸ γόμορ φησὶ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν. ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα, τρία κριτήρια μηνύεται, αἴσθησις μὲν αἰσθητῶν, λεγομένων δὲ καὶ ὀνομάτων καὶ ῥημάτων ὁ λόγος, νοητῶν δὲ νοῦς. ὁ τοίνυν γνωστικὸς ἀφέξεται μὲν τῶν κατὰ λόγον καὶ τῶν κατὰ διάνοιαν καὶ τῶν κατὰ αἴσθησιν καὶ ἐνέργειαν ἁμαρτημάτων, ἀκηκοὼς ὅπως ὁ ἰδὼν πρὸς ἐπιθυμίαν ἐμοίχευσεν, λαβών τε ἐν νῷ ὡς μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, κἀκεῖνο ἐπιστάμενος ὅτι οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοί. τοῦτʼ, οἶμαι, τὸ κατὰ θεὸν ἀληθινὸν καὶ δίκαιον μέτρον, ᾧ μετρεῖται τὰ μετρούμενα, ἡ τὸν ἄνθρωπον συνέχουσα δεκάς, ἣν ἐπὶ κεφαλαίων τὰ προειρημένα τρία ἐδήλωσεν μέτρα. εἴη δʼ ἂν σῶμά τε καὶ ψυχὴ αἵ τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν καὶ σπερματικὸν καὶ τὸ διανοητικὸν ἢ πνευματικὸν ἢ ὅπως καὶ βούλει καλεῖν.

When, at any rate, it was commanded that the memorial of the heavenly and divine food should be consecrated in a golden jar, “the gomor,” it says, “was the tenth of the three measures.” For in ourselves three measures, three criteria, are indicated: sense for things perceived by the senses; speech for things said, both names and words; mind for things known by the intellect. The one who knows, then, will abstain from sins of speech, of thought, and of sense and action, having heard how “he who looks with desire has committed adultery,” and taking to heart that “blessed are the pure in heart, for they will see God,” and knowing this too, that “it is not what goes into the mouth that defiles a person, but what comes out through the mouth, that defiles a person; for out of the heart come thoughts.” This, I think, is the true and just measure according to God, by which what is measured is measured: the decad that holds the human being together, which the three measures just mentioned showed in summary. It would be body and soul, the five senses, the power of speech, the power of generation, and the intellectual or spiritual power, or whatever you wish to call it.

2.11.51Stählin 2:140–141

χρὴ δὲ ὡς ἔπος εἰπεῖν τῶν ἄλλων πάντων ὑπεραναβαίνοντας ἐπὶ τὸν νοῦν ἵστασθαι, ὥσπερ ἀμέλει κἀν τῷ κόσμῳ τὰς ἐννέα μοίρας ὑπερπηδήσαντας, πρώτην μὲν τὴν διὰ τῶν τεσσάρων στοιχείων ἐν μιᾷ χώρᾳ τιθεμένων διὰ τὴν ἴσην τροπήν, ἔπειτα δὲ τὰς ἑπτὰ τὰς πλανωμένας τήν τε ἀπλανῆ ἐνάτην, ἐπὶ τὸν τέλειον ἀριθμὸν τὸν ὑπεράνω τῶν ἐννέα, τὴν δὲ δεκάτην μοῖραν, ἐπὶ τὴν γνῶσιν ἀφικνεῖσθαι τοῦ θεοῦ, συνελόντι φάναι μετὰ τὴν κτίσιν τὸν ποιητὴν ἐπιποθοῦντας. διὰ τοῦτο αἱ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο, καὶ ἡ τοῦ πάσχα ἑορτὴ ἀπὸ δεκάτης ἤρχετο, παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις οὖσα. πέπηγεν οὖν τῇ πίστει ὁ γνωστικός, ὁ δὲ οἰησίσοφος ἑκὼν τῆς ἀληθείας οὐχ ἅπτεται, ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὖν γέγραπται· ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ· ἑρμηνεύεται δὲ ἡ μὲν Ναὶδ σάλος, ἡ δὲ Ἐδὲμ τρυφή· πίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰησίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαίειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλʼ οἷον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται. εἰς τὰ θνητά τε καὶ γεννητὰ καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου γνώσεως, ἄλλοτε ἀλλοῖα δοξάζων. οἷς δὲ μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· ὁ λογισμὸς καὶ τὸ ἡγεμονικὸν ἄπταιστον μένον καὶ καθηγούμενον τῆς ψυχῆς κυβερνήτης αὐτῆς εἴρηται· ὄντως γὰρ ἀτρέπτῳ πρὸς τὸ ἄτρεπτον ἡ προσαγωγή.

We must, so to speak, rise above all the others and stand upon the mind, just as, of course, in the universe too we must leap over the nine portions: first the one made of the four elements, set in one place because of their equal change; then the seven wandering stars; and the ninth, the fixed sphere; and so reach the perfect number, above the nine, the tenth portion, the knowledge of God; in short, longing for the Maker after the creation. That is why the tithes of the ephah and of the sacrifices were brought to God, and the feast of the Passover began from the tenth day, being a passing over from every passion and every object of sense. The one who knows is fixed in faith; but the one wise in his own conceit willingly does not lay hold of the truth, using unstable and unsettled impulses. Fittingly, then, it is written: “And Cain went out from the presence of God and dwelt in the land of Nod, opposite Eden.” Nod is interpreted “tossing,” and Eden “delight”; and the delight is faith, knowledge, and peace, from which the one who disobeys is cast out. But the one wise in his own conceit does not wish even to begin to listen to the divine commandments; but like a self-taught man who has thrown off the reins, he willingly moves into the heaving swell, going down to what is mortal and begotten from the knowledge of the unbegotten, holding different opinions at different times. “Those who have no guidance fall like leaves.” Reason and the ruling faculty, which remain unstumbling and lead the soul, are called its pilot; for truly the approach to the unchangeable is by what is unchangeable.

2.11.52Stählin 2:141

οὕτως Ἀβραὰμ ἑστὼς ἦν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν· καὶ τῷ Μωυσεῖ λέγεται σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ. οἱ δὲ ἀμφὶ τὸν Σίμωνα τῷ Ἑστῶτι, ὃν σέβουσιν, ἐξομοιοῦσθαι τὸν τρόπον βούλονται. ἡ πίστις οὖν ἥ τε γνῶσις τῆς ἀληθείας αἰεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν κατασκευάζουσι τὴν ἑλομένην αὐτὰς ψυχήν. συγγενεῖς δὲ τῷ ψεύδει μετάβασις καὶ ἐκτροπὴ καὶ ἀπόστασις, ὥσπερ τῷ γνωστικῷ ἠρεμία καὶ ἀνάπαυσις καὶ εἰρήνη. καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ τε ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. ὑπὸ ταύτης ἐλεγχόμενοι τῆς φωνῆς οἱ ἀπὸ τῶν αἱρέσεων τὰς πρὸς Τιμόθεον ἀθετοῦσιν ἐπιστολάς. φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια καὶ σοφία καὶ δύναμις θεοῦ, ὥσπερ οὖν ἐστι, δειχθείη ἂν ὅτι τῷ ὄντι γνωστικὸς ὁ τοῦτον ἐγνωκὼς καὶ τὸν πατέρα τὸν διʼ αὐτοῦ· συναίσθεται γὰρ τοῦ λέγοντος· χείλη δικαίων ἐπίσταται ὑψηλά.

So Abraham was standing before the Lord, and drawing near he spoke; and to Moses it is said, “But you stand here with me.” The followers of Simon wish to be made like in character to the Standing One whom they worship. Faith, then, and the knowledge of the truth make the soul that has chosen them always the same and in the same state. Change, turning aside, and falling away are akin to falsehood, as quiet, rest, and peace are to the one who knows. As, then, conceit and self-importance have brought philosophy into disrepute, so false knowledge, which is called by the same name, has brought knowledge into disrepute; of which the apostle writes, “O Timothy, guard the deposit, avoiding the profane empty talk and contradictions of what is falsely called knowledge, which some have professed and so missed the mark concerning the faith.” Convicted by this saying, those of the heresies reject the letters to Timothy. Come, then: if the Lord is truth and wisdom and power of God, as indeed he is, it would be shown that the one who has known him, and the Father through him, is truly the one who knows. For he perceives the one who says, “The lips of the righteous know high things.”

Miscellanies 2, chapter 12

2.12.53Stählin 2:141–142

Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι ἐλπίς ἐστι· πιστεύομεν δὲ τὰ παρῳχηκότα γεγονέναι καὶ τὰ μέλλοντα ἔσεσθαι· ἀγαπῶμέν τε αὖ, οὕτως ἔχειν τὰ παρῳχηκότα πίστει πεπεισμένοι, τὰ μέλλοντα ἐλπίδι ἀπεκδεχόμενοι. διὰ πάντων γὰρ ἡ ἀγάπη τῷ γνωστικῷ πεφοίτηκεν ἕνα θεὸν εἰδότι· καὶ ἰδού, πάντα ὅσα δεδημιούργηκε λίαν καλὰ οἶδέν τε καὶ θαυμάζει· θεοσέβεια δὲ προστίθησι μῆκος βίου καὶ φόβος κυρίου προστίθησιν ἡμέρας. ὡς οὖν αἱ ἡμέραι μόριον βίου τοῦ κατʼ ἐπανάβασιν, οὕτω καὶ ὁ φόβος τῆς ἀγάπης ἀρχή, κατὰ παραύξησιν πίστις γινόμενος, εἶτα ἀγάπη· ἀλλʼ οὐχ ὡς φοβοῦμαι τὸ θηρίον καὶ μισῶ (διττοῦ τυγχάνοντος τοῦ φόβου), ὡς δὲ καὶ τὸν πατέρα δέδια, ὃν φοβοῦμαι ἅμα καὶ ἀγαπῶ· πάλιν, φοβούμενος μὴ κολασθῶ, ἐμαυτὸν ἀγαπῶ, αἱρούμενος τὸν φόβον· ὁ δὲ φοβούμενος προσκόψαι τῷ πατρὶ ἀγαπᾷ αὐτόν. μακάριος οὖν ὃς πιστὸς γίνεται, ἀγάπῃ καὶ φόβῳ κεκραμένος· πίστις δὲ ἰσχὺς εἰς σωτηρίαν καὶ δύναμις εἰς ζωὴν αἰώνιον.

As faith, like time, is twofold, we would find two virtues dwelling with both. For of time, memory belongs to the past and hope to the future. We believe that past things have happened and that future things will be; and again we love, persuaded by faith that past things are so, and awaiting future things in hope. For love has passed through everything for the one who knows, since he knows one God; and “behold, all things” that he has made are “very good,” he knows and wonders at them. And godliness adds length of life, and “the fear of the Lord adds days.” As, then, days are a part of life that advances, so fear too is the beginning of love, becoming faith by growth, and then love. But not as I fear a wild beast and hate it (for fear is twofold), but as I also stand in awe of my father, whom I fear and love at the same time. Again, fearing lest I be punished, I love myself, choosing fear; but the one who fears to offend his father loves him. Blessed, then, is the one who becomes faithful, blended of love and fear. And faith is strength for salvation and power for eternal life.

2.12.54Stählin 2:142

πάλιν ἡ προφητεία πρόγνωσίς ἐστιν, ἡ δὲ γνῶσις προφητείας νόησις, οἷον γνῶσις τῶν ἐκείνοις προεγνωσμένων ὑπὸ τοῦ προφαίνοντος τὰ πάντα κυρίου. ἡ τοίνυν γνῶσις τῶν προαγορευθέντων τριττὴν ἐνδείκνυται τὴν ἔκβασιν, ἢ γεγονυῖαν πάλαι ἢ ἐνεστηκυῖαν ἤδη ἢ ἔσεσθαι μέλλουσαν. εἶθʼ αἱ μὲν ἀκρότητες ὑποπεπτώκασι πίστει ἢ τελεσθέντων ἢ ἐλπιζομένων, πειθὼ δὲ παρέχει ἡ ἐνεστηκυῖα ἐνέργεια πρὸς τὴν βεβαίωσιν ἀμφοῖν τοῖν ἄκροιν. εἰ γὰρ μιᾶς οὔσης τῆς προφητείας τὸ μὲν ἤδη τελεῖται, τὸ δὲ πεπλήρωται, πιστὸν ἐντεῦθεν καὶ τὸ ἐλπιζόμενον καὶ τὸ παρῳχηκὸς ἀληθές. πρότερον γὰρ ἐνεστὸς ἦν, εἶτα ἡμῖν παρῴχηκεν, ὡς εἶναι καὶ τὴν τῶν παρῳχηκότων πίστιν κατάληψιν παρῳχηκότος, καὶ τὴν τῶν ἐσομένων ἐλπίδα κατάληψιν ἐσομένου πράγματος. τὰς δὲ συγκαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος, ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐφʼ ἡμῖν εἶναι λέγουσιν.

Again, prophecy is foreknowledge, and knowledge is the understanding of prophecy, that is, knowledge of what was foreknown by the prophets from the Lord, who reveals all things beforehand. The knowledge of what was foretold, then, shows a threefold outcome: either one that happened long ago, or one already present, or one that is to come. Then the extremes fall under faith, either of things accomplished or of things hoped for, while the present working supplies persuasion for the confirmation of both extremes. For if, prophecy being one, part is now being fulfilled and part has been fulfilled, then from this the thing hoped for is trustworthy and the thing past is true. For it was first present, then it has passed for us; so that faith in past things is the apprehension of a past thing, and hope in future things the apprehension of a future thing. And not only the Platonists but also the Stoics say that assents rest with us.

2.12.55Stählin 2:142–143

πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις, οἷς ζῶμεν καὶ σύνεσμεν αἰεὶ τῷ γένει τῶν ἀνθρώπων, συγκατάθεσίς ἐστιν· ἣ δʼ οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν· ἀνυπαρξίας γὰρ στέρησις οὐκ ἂν λεχθείη. κἄν τις τἀληθὲς σκοπῇ, εὑρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ ἀφορμὰς πρὸς πίστιν τἀληθοῦς. ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν, ὥς φησιν ὁ Ποιμήν, ἀρετὴ ἡ πίστις ἐστί, διʼ ἧς σῴζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· ἡ δὲ ἀνδριζομένη ἐγκράτεια. ἕπεται δʼ αὐταῖς ἁπλότης, ἐπιστήμη, ἀκακία, σεμνότης, ἀγάπη. πᾶσαι δὲ αὗται πίστεώς εἰσι θυγατέρες. καὶ πάλιν· προηγεῖται μὲν πίστις, φόβος δὲ οἰκοδομεῖ, τελειοῖ δὲ ἡ ἀγάπη. φοβητέον οὖν τὸν κύριον, λέγει, εἰς οἰκοδομήν, ἀλλʼ οὐ τὸν διάβολον εἰς καταστροφήν. ἔμπαλιν δέ· τὰ μὲν ἔργα τοῦ κυρίου, τουτέστι τὰς ἐντολάς, ἀγαπητέον καὶ ποιητέον, τὰ δὲ ἔργα τοῦ διαβόλου φοβητέον καὶ οὐ ποιητέον· ὁ μὲν γὰρ τοῦ θεοῦ φόβος παιδεύει καὶ εἰς ἀγάπην ἀποκαθίστησιν, ὁ δὲ τῶν τοῦ διαβόλου ἔργων μῖσος ἔχει σύνοικον. ὁ δὲ αὐτὸς καὶ τὴν μετάνοιαν σύνεσιν εἶναί φησι μεγάλην· μετανοῶν γὰρ ἐφʼ οἷς ἔδρασεν οὐκέτι ποιεῖ ἢ λέγει, βασανίζων δὲ ἐφʼ οἷς ἥμαρτεν τὴν ἑαυτοῦ ψυχὴν ἀγαθοεργεῖ. ἄφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφʼ ἡμῖν.

Every opinion, then, and judgment, supposition, and learning, by which we live and are always in company with the human race, is an assent; and this would be nothing other than faith. And unbelief, being a departure from faith, shows that assent and faith are possible; for a privation of what does not exist could not be spoken of. And if one examines the truth, he will find that man is by nature misled into assenting to falsehood, but has starting points for faith in the truth. The virtue, then, that holds the church together, as the Shepherd says, is faith, through which the elect of God are saved; and the manly one is self-control. And following them are simplicity, knowledge, innocence, reverence, love; and all these are daughters of faith. And again: “Faith leads, fear builds up, and love perfects.” The Lord, then, he says, must be feared for building up, but not the devil for destruction. And conversely: the works of the Lord, that is, the commandments, must be loved and done; but the works of the devil must be feared and not done. For the fear of God trains and restores to love; but the fear of the works of the devil has hatred dwelling with it. The same writer also says that repentance is great understanding; for the one who repents of what he has done no longer does or says it, but, tormenting his own soul for the sins he committed, he does good. Forgiveness of sins, then, differs from repentance; but both show what rests with us.

Miscellanies 2, chapter 13

2.13.56Stählin 2:143

Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ. καρδιογνώστης δὲ ὢν ὁ κύριος καὶ τὰ μέλλοντα προγινώσκων τό τε εὐμετάβολον τοῦ ἀνθρώπου καὶ τὸ παλίμβολον καὶ πανοῦργον τοῦ διαβόλου ἄνωθεν ἀρχῆθεν προεῖδεν, ὡς ζηλώσας ἐπὶ τῇ ἀφέσει τῶν ἁμαρτιῶν τὸν ἄνθρωπον προστρίψεταί τινας αἰτίας τῶν ἁμαρτημάτων τοῖς δούλοις τοῦ θεοῦ, φρονίμως πονηρευόμενος, ὅπως δὴ καὶ αὐτοὶ συνεκπέσοιεν αὐτῷ.

The one who has received the forgiveness of sins, then, must sin no longer. For as to the first and only repentance for sins (this would be for sins committed before, in the first, pagan life, I mean the life in ignorance), at once there is set before those who have been called this repentance, which cleanses the place of the soul from offenses, so that faith may be founded. But the Lord, who knows the heart and foreknows the future, foresaw from the beginning both the changeableness of man and the treachery and cunning of the devil: how, jealous of man for the forgiveness of sins, he would contrive occasions of sin for the servants of God, wickedly and shrewdly, so that they too might fall together with him.

2.13.57Stählin 2:143–144

ἔδωκεν οὖν ἄλλην ἔτι τοῖς κἀν τῇ πίστει περιπίπτουσί τινι πλημμελήματι πολυέλεος ὢν μετάνοιαν δευτέραν, ἵνʼ, εἴ τις ἐκπειρασθείη μετὰ τὴν κλῆσιν, βιασθεὶς δὲ καὶ κατασοφισθείς, μίαν ἔτι μετάνοιαν ἀμετανόητον λάβῃ. ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. αἱ δὲ συνεχεῖς καὶ ἐπάλληλοι ἐπὶ τοῖς ἁμαρτήμασι μετάνοιαι οὐδὲν τῶν καθάπαξ μὴ πεπιστευκότων διαφέρουσιν ἢ μόνῳ τῷ συναίσθεσθαι ὅτι ἁμαρτάνουσι· καὶ οὐκ οἶδʼ ὁπότερον αὐτοῖν χεῖρον, ἢ τὸ εἰδότα ἁμαρτάνειν ἢ μετανοήσαντα ἐφʼ οἷς ἥμαρτεν πλημμελεῖν αὖθις· τῷ ἐλέγχεσθαι γὰρ ἑκατέρωθεν ἡ ἁμαρτία φαίνεται, ἣ μὲν ἐπὶ τῷ πραχθῆναι καταγινωσκομένη πρὸς τοῦ ἐργάτου τῆς ἀνομίας, ἣ δὲ τὸ πραχθησόμενον προγινώσκοντος ὡς φαῦλον ἐπιχειροῦντος. καὶ ὃ μὲν θυμῷ χαρίζεται ἴσως καὶ ἡδονῇ, οὐκ ἀγνοῶν τίσι χαρίζεται· ὃ δὲ ἐφʼ οἷς ἐχαρίσατο μετανοῶν, εἶτα παλινδρομῶν αὖθις εἰς ἡδονήν, συνάπτει τῷ τὴν ἀρχὴν ἑκουσίως ἐξαμαρτάνοντι· ἐφʼ ᾧ γάρ τις μετενόησεν, αὖθις τοῦτο ποιῶν, οὗ πράσσει κατεγνωκώς.

He therefore, being very merciful, gave to those who, even in faith, fall into some offense, a second repentance, so that if anyone should be tempted after the calling, being overpowered and deceived, he might receive one more repentance not to be repented of. “For if we sin willfully after receiving the knowledge of the truth, there no longer remains a sacrifice for sins, but a fearful expectation of judgment and a zeal of fire that will consume the adversaries.” But continual and repeated repentances for sins differ in nothing from those who have not believed at all, except only in being aware that they sin. And I do not know which of the two is worse, to sin knowingly, or, having repented of one's sins, to offend again. For in both cases sin appears by being convicted: in the one it is condemned by the worker of lawlessness in the act itself; in the other, by one who foreknows what he is about to do and undertakes it as bad. And the one perhaps gratifies anger and pleasure, not ignorant of what he gratifies; but the one who, repenting of what he gratified, then runs back again to pleasure, is joined with the one who sins willfully from the beginning. For the one who does again what he repented of, having condemned what he does,

2.13.58Stählin 2:144

τοῦτο ἑκὼν ἐπιτελεῖ. ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας, ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶν· ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν. δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἐν πνεύματι δὲ ἀναγεννώμενον· ὅπερ εἴη ἂν τὸ μὴ εἰς ταὐτὸν ὑπενεχθέντα πλημμέλημα μετανοῆσαι· μελέτη γὰρ ἔμπαλιν ἁμαρτιῶν τὸ πολλάκις μετανοεῖν καὶ ἐπιτηδειότης εἰς εὐτρεψίαν ἐξ ἀνασκησίας.

does this willingly. The one, then, who has come to faith from the Gentiles and that former life has obtained forgiveness of sins once. But the one who has sinned after this and then repents, even if he obtains pardon, ought to feel shame, since he is no longer washed for the forgiveness of sins. For the one who is born, “not of blood nor of the will of the flesh,” but anew in the Spirit, must abandon not only the idols he formerly deified, but also the works of his former life. And this would mean not falling again into the same offense and repenting of it. For repenting often is, on the contrary, a practice of sins and a readiness for fickleness from lack of discipline.

2.13.59Stählin 2:144–145

δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφʼ οἷς πλημμελοῦμεν πολλάκις· δικαιοσύνη δὲ ἀμώμους ὀρθοτομεῖ ὁδούς, κέκραγεν ἡ γραφή. καὶ πάλιν αὖ· ἡ τοῦ ἀκάκου δικαιοσύνη κατορθώσει τὴν ὁδὸν αὐτοῦ. ναὶ μὴν καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὁ Δαβὶδ γράφει· οἱ σπείροντες οὖν ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι τῶν ἐν μετανοίᾳ ἐξομολογουμένων· μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν κύριον. ὁρᾷς τὸν τοῖς ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; μὴ φοβοῦ, φησίν, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. ἐγὼ δὲ ἐν τῷ ἐλέει σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου. Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγῳ· παρὰ φύσιν οὖν κίνησις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη (ἡ δʼ ἀπόστασις καὶ ἔκστασις καὶ ἀπείθεια ἐφʼ ἡμῖν, ὥσπερ καὶ ἡ ὑπακοὴ ἐφʼ ἡμῖν· διὸ καὶ τὰ ἑκούσια κρίνεται)· αὐτίκα καθʼ ἓν ἕκαστον τῶν παθῶν εἴ τις ἐπεξίοι, ἀλόγους ὀρέξεις εὕροι ἂν αὐτά.

The appearance of repentance, then, not repentance, is to ask often for pardon for the offenses we often commit. “But righteousness cuts straight blameless ways,” Scripture has cried out. And again: “The righteousness of the innocent will set his way straight.” Yes indeed, “As a father pities his sons, the Lord has pitied those who fear him,” David writes. “Those who sow in tears will reap in joy,” those who confess in repentance; “for blessed are all who fear the Lord.” Do you see the blessing like those in the Gospel? “Do not be afraid,” it says, “when a man becomes rich, and when the glory of his house is increased; for when he dies he will take nothing with him, nor will his glory go down with him.” “But I, in your mercy, will enter your house; I will worship toward your holy temple in fear of you. Lord, lead me in your righteousness.” Impulse, then, is a movement of the mind toward or away from something; and passion is an excessive impulse, or one exceeding the measures of reason, or an impulse carried away and disobedient to reason. Passions, then, are a movement of the soul contrary to nature, in disobedience to reason (and departure, frenzy, and disobedience rest with us, as obedience also rests with us; which is why voluntary acts are judged). Indeed, if one should go through each of the passions one by one, he would find them to be irrational desires.

Miscellanies 2, chapter 14

2.14.60Stählin 2:145–146

Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετʼ ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρόπους ἁμαρτάνειν λεγομένων; ἢ γὰρ αὑτόν τις ἠγνόησεν, ὡς Κλεομένης καὶ Ἀθάμας οἱ μανέντες, ἢ τὸ πρᾶγμα ὃ πράσσει, ὡς Αἰσχύλος τὰ μυστήρια ἐπὶ σκηνῆς ἐξειπὼν ἐν Ἀρίῳ πάγῳ κριθεὶς οὕτως ἀφείθη ἐπιδείξας αὑτὸν μὴ μεμυημένον, ἢ τὸ περὶ ὃν πράττεται ἀγνοήσαι ἄν τις, ὥσπερ ὁ τὸν ἀντίπαλον ἀφεὶς καὶ ἀποκτείνας οἰκεῖον ἀντὶ τοῦ πολεμίου, ἢ τὸ ἐν τίνι πράττεται, καθάπερ ὁ ταῖς ἐσφαιρωμέναις λόγχαις γυμναζόμενος καὶ ἀποκτείνας τινὰ τοῦ δόρατος ἀποβαλόντος τὴν σφαῖραν, ἢ τὸ παρὰ τὸ πῶς, ὡς ὁ ἐν σταδίῳ ἀποκτείνας τὸν ἀνταγωνιστήν (οὐ γὰρ θανάτου, ἀλλὰ νίκης χάριν ἠγωνίζετο), ἢ τὸ οὗ ἕνεκα πράττεται, οἷον ὁ ἰατρὸς δέδωκεν ἀντίδοτον ὑγιεινὴν καὶ ἀπέκτεινεν, ὃ δὲ οὐ τούτου χάριν δέδωκεν, ἀλλὰ τοῦ σῶσαι.

The involuntary, at any rate, is not judged (and it is twofold: what happens with ignorance, and what happens by necessity). For how could you judge those said to sin in involuntary ways? For either someone was ignorant of himself, like Cleomenes and Athamas, who went mad; or of the act he does, as Aeschylus, who divulged the mysteries on the stage, was tried on the Areopagus and acquitted when he showed that he had not been initiated; or one might be ignorant of the one toward whom it is done, like the man who let fly at his opponent and killed a kinsman instead of the enemy; or of the thing with which it is done, like the man exercising with spears tipped with buttons who killed someone when the spear shed its button; or of the manner, like the man who killed his competitor in the stadium (for he was contending not for death but for victory); or of the purpose for which it is done, as when a physician gave a healthful remedy and killed, but gave it not for this purpose but to save.

2.14.61Stählin 2:146

Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλʼ οὐ κατʼ ἴσον τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν· τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου. ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοίνυν κρίνεται. κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούς· καὶ ὁ ἐμβλέψας πρὸς ἐπιθυμίαν κρίνεται. διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπʼ ἐμοῦ. εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.

The law at that time held liable even the one who killed involuntarily, as it did the one who had an involuntary emission, but not equally with the one who acted voluntarily. And yet even he will be punished as for a voluntary act, if one transfers the condition to the truth; for truly the one who has no control over the generative word is to be punished. This too is an irrational passion of the soul, bordering on idle talk; but “the faithful one has chosen to hide matters in his breath.” Deliberate acts, then, are judged. For “the Lord examines hearts and kidneys”; and “the one who looks with desire” is judged. That is why it says, “You shall not desire”; and “This people honors me with their lips,” it says, “but their heart is far from me.” For God looks at the intention itself, since also Lot's wife, who only turned back willingly toward worldly vice, he left without sense, showing her as a pillar of salt and fixing her so that she could not go farther, not a foolish and useless image, but one to season and preserve the one able to see spiritually.

Miscellanies 2, chapter 15

2.15.62Stählin 2:146

Τὸ δʼ ἑκούσιον ἢ τὸ κατʼ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπʼ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι διʼ ἀσθένειαν σώματος. ἀλλʼ ἐφʼ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.

The voluntary is either what is according to appetite, or according to choice, or according to thought. Now these lie somehow close to one another: a sin, a mishap, a wrong. A sin, for example, is living luxuriously and licentiously; a mishap is striking a friend, through ignorance, as an enemy; a wrong is robbing tombs or temples. Sinning arises from ignorance in judging what one ought to do, or from inability to do it, as indeed someone falls into a pit either not knowing of it or unable to get over it through bodily weakness. But it rests with us, at any rate, to present ourselves for our training and to obey the commandments.

2.15.63Stählin 2:146–147

ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, γνώμην δʼ ἔχοντά με ἡ φύσις βιάζεται· τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· καὶ μανθάνω μὲν οἶα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ἀλλʼ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.

If we are unwilling to take part in these, giving ourselves up to anger and desire, we will sin, or rather we will wrong our own soul. For that famous Laius, according to the tragedy, says: “None of these things you warn me of escapes me; but though I have judgment, nature forces me”; that is, he has become given over to passion. And Medea likewise cries out on the stage: “I understand what evils I am about to do, but anger is stronger than my plans.” Nor is Ajax silent, but, about to slay himself, he cries out: “No pain, then, so bites the soul of a free man as dishonor. So I have suffered, and a deep stain … stirs me up from the depths, provoked by the bitter goads of madness.”

2.15.64Stählin 2:147–148

τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν. Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ καί φησιν· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.

Anger, then, makes tragedy of these, and desire of countless others: Phaedra, Anthea, Eriphyle, “who accepted precious gold for her dear husband.” And another stage has that comic Thrasonides saying, “A cheap little slave girl has enslaved me.” A mishap, then, is an unexpected sin; a sin is an involuntary wrong; and a wrong is voluntary vice. Sin, then, is my own involuntary act. That is why he says, “For sin will not have dominion over you, for you are not under law but under grace,” speaking to those who have already believed, that “by his wound we were healed.” A mishap is another's involuntary act against me; but a wrong alone is found to be voluntary, whether mine or another's.

2.15.65Stählin 2:148

Ταύτας δʼ αἰνίσσεται τῶν ἁμαρτιῶν τὰς διαφορὰς ὁ ψαλμῳδὸς μακαρίους λέγων ὧν ὁ θεὸς τὰς μὲν ἀπήλειψεν ἀνομίας, τὰς δὲ ἐπεκάλυψεν ἁμαρτίας, οὐκ ἐλογίσατό τε τὰς ἄλλας καὶ ἀφῆκε τὰς λοιπάς. γέγραπται γάρ· ›μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος·‹ οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. καλύπτει μὲν γὰρ ἀγάπη πλῆθος ἁμαρτιῶν, ἀπαλείφει δὲ ὁ τὴν μετάνοιαν μᾶλλον τοῦ ἁμαρτωλοῦ ἢ τὸν θάνατον αἱρούμενος.

The psalmist hints at these differences among sins when he calls blessed those some of whose lawless acts God has wiped out, some of whose sins he has covered, others he has not counted, and the rest he has forgiven. For it is written: “Blessed are those whose lawless acts are forgiven and whose sins are covered; blessed is the man to whom the Lord will not count sin, and in whose mouth there is no deceit.” This blessing came upon those who have been chosen by God through Jesus Christ our Lord. For “love covers a multitude of sins,” and he who chooses the repentance of the sinner rather than his death wipes them out.

2.15.66Stählin 2:148

οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται· ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε φησίν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ φωτίζων λόγος· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεται κατὰ πρόσωπόν μου; ὁρᾷς ἕνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατʼ ἀξίαν ἀπονεμητικόν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορὰς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις· ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον εἶπεν· ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστί.

Those are not counted that do not arise from choice; for “he who has desired,” it says, “has already committed adultery.” And the Word who enlightens forgives sins: “And in that time,” says the Lord, “they will seek the injustice of Israel, and it will not exist, and the sins of Judah, and they will not be found. For who is like me? And who will stand against my face?” You see one God proclaimed as good, rendering what is deserved and forgiving sins. And John too, in his larger letter, is seen teaching the differences among sins in these words: “If anyone sees his brother sinning a sin not unto death, he will ask, and he will give him life,” he said, for those who sin not unto death; “for there is a sin unto death; I do not say that one should ask about that. All injustice is sin,

2.15.67Stählin 2:148–149

καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον. ἀλλὰ καὶ Δαβὶδ καὶ πρὸ Δαβὶδ ὁ Μωυσῆς τῶν τριῶν δογμάτων τὴν γνῶσιν ἐμφαίνουσιν διὰ τούτων· μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καθὼς οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη· οἱ γὰρ λεπίδα μὴ ἔχοντες· ὧν ἀπαγορεύει Μωυσῆς ἐφάπτεσθαι, κάτω τῆς θαλάσσης νέμονται· οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη, καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος· πεινῶν γὰρ κραυγάζει, πληρωθεὶς δὲ τὸν δεσπότην οὐ γνωρίζει· οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν, καθὼς τὰ πτηνὰ εἰς ἁρπαγὴν ἕτοιμα. παρῄνεσε δὲ Μωυσῆς· οὐ φάγεσθε χοῖρον οὐδὲ ἀετὸν οὐδὲ ὀξύπτερον οὐδὲ κόρακα οὐδὲ πάντʼ ἰχθὺν ὃς οὐκ ἔχει λεπίδα ἐν αὑτῷ. ταῦτα μὲν ὁ Βαρνάβας. ἀκήκοα δʼ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς βουλὴν μὲν ἀσεβῶν τὰ ἔθνη λέγοντος, ὁδὸν δὲ ἁμαρτωλῶν τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ καθέδραν λοιμῶν τὰς αἱρέσεις ἐκλαμβάνοντος.

and there is sin not unto death.” But David too, and before David Moses, show knowledge of the three doctrines in these words: “Blessed is the man who has not walked in the counsel of the ungodly,” as the fish go in darkness into the depths; for those that do not have scales, which Moses forbids us to touch, feed at the bottom of the sea; “nor stood in the way of sinners,” as those who seem to fear the Lord sin like the pig, for when hungry it squeals, but when full it does not know its master; “nor sat in the seat of the pestilent,” as the birds ready for plunder. And Moses exhorted: “You shall not eat the pig, nor the eagle, nor the hawk, nor the raven, nor any fish that has no scales on it.” So says Barnabas. But I myself have heard a wise man explaining such things, taking “the counsel of the ungodly” to be the Gentiles, “the way of sinners” the Jewish belief, and “the seat of the pestilent” the heresies.

2.15.68Stählin 2:149

ἕτερος δὲ κυριώτερον ἔλεγεν τὸν μὲν πρῶτον μακαρισμὸν τετάχθαι ἐπὶ τῶν μὴ κατακολουθησάντων ταῖς γνώμαις ταῖς πονηραῖς, ταῖς ἀποστατησάσαις τοῦ θεοῦ, τὸν δεύτερον δὲ ἐπὶ τῶν τῇ εὐρυχώρῳ καὶ πλατείᾳ ὁδῷ οὐκ ἐμμενόντων, ἢ τῶν ἐν νόμῳ τραφέντων ἢ καὶ τῶν ἐξ ἐθνῶν μετανενοηκότων· καθέδρα δὲ λοιμῶν καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἂν ἤ, ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ τὰ ἔργα αὐτῶν κοινωνία. ἀλλʼ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ· ὁ Πέτρος ἐν τῷ Κηρύγματι νόμον καὶ λόγον τὸν κύριον προσεῖπεν. δοκεῖ καὶ ἄλλως τριῶν ἀποχὴν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων· ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει· ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας· τῶν δὲ ἐν ἔργῳ διὰ τῶν ἁρπακτικῶν καὶ σαρκοβόρων ὀρνέων· χοῖρος βορβόρῳ ἥδεται καὶ κόπρῳ·

Another said more properly that the first blessing is set down for those who have not followed the evil opinions that have fallen away from God; the second for those who do not remain on the broad and wide way, whether those brought up in the law or those from the Gentiles who have repented; while “the seat of the pestilent” would be the theaters and the law courts, or, what is more likely, following the evil and destructive powers and sharing in their works. “But his will is in the law of the Lord.” Peter, in the Preaching, called the Lord “Law and Word.” The lawgiver also seems to teach, in another way, abstinence from three kinds of sin: sins in word, through the voiceless fish (for there is indeed a case where silence is better than speech; “there is also a safe reward for silence”); sins in deed, through the rapacious and flesh-eating birds; the pig delights in mud and dung,

2.15.69Stählin 2:149–150

καὶ χρὴ μηδὲ τὴν συνείδησιν ἔχειν μεμολυσμένην. εἰκότως οὖν φησιν ὁ προφήτης· οὐχ οὕτως, φησίν, οἱ ἀσεβεῖς, ἀλλʼ ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ ὁ μὴ πιστεύων ἤδη κέκριται), οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἑνωθῆναι τοῖς ἀπταίστως βεβιωκόσιν), ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. πάλιν ὁ κύριος δείκνυσιν ἄντικρυς ἐφʼ ἡμῖν καὶ τὰ παραπτώματα καὶ τὰ πλημμελήματα, τρόπους θεραπείας καταλλήλους τοῖς πάθεσιν ὑποτιθέμενος, πρὸς τῶν ποιμένων ἐπανορθοῦσθαι βουλόμενος ἡμᾶς διὰ Ἰεζεκιήλ, αἰτιώμενος αὐτῶν, οἶμαι, τινὰς ἐφʼ οἷς οὐκ ἐτήρησαν τὰς ἐντολάς· τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὰ ἑξῆς ἕως καὶ οὐκ ἦν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφων· μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος, ὁ κύριός φησι. ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος.

and one must not have a defiled conscience either. Fittingly, then, the prophet says: “Not so the ungodly, but like the chaff that the wind drives away from the face of the earth. Therefore the ungodly will not rise in judgment” (those already condemned, since “he who does not believe is already judged”), “nor sinners in the counsel of the righteous” (those already condemned so as not to be united with those who have lived without stumbling), “for the Lord knows the way of the righteous, and the way of the ungodly will perish.” Again the Lord shows plainly that both trespasses and offenses rest with us, setting out ways of healing suited to the passions, wishing us to be corrected by the shepherds through Ezekiel, blaming some of them, I think, for not keeping the commandments: “You have not strengthened the weak,” and so on until, “and there was none who sought or turned back.” For “there is great joy with the Father when one sinner is saved,” says the Lord. In this way Abraham is more praiseworthy, because “he went as the Lord had told him.”

2.15.70Stählin 2:150

ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρʼ Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο. οἱ δὲ εὐσεβεῖς φησὶν Ἡσαΐας συνετὰ ἐβουλεύσαντο. βουλὴ δέ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα. τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμην μετάνοια πέφυκε γεννᾶν; ἡ συγγνώμη δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. τὸ δʼ αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ. ἐντεῦθέν τις τῶν παρʼ Ἕλλησι σοφῶν συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ ἐγγύα, πάρα δʼ ἄτα ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης· υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος. μυστικώτερον δὲ ἤδη τὸ γνῶθι σαυτὸν ἐκεῖθεν εἴληπται· εἶδες τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου.

From this one of the wise among the Greeks drew the saying, “Follow God.” “But the godly,” says Isaiah, “have counseled wise things.” Counsel is inquiry into how we might conduct ourselves rightly in present circumstances, and good counsel is prudence regarding our counsels. What then? Does not God too, after his pardon of Cain, fittingly introduce not long afterward Enoch, who repented, showing that repentance naturally begets pardon? And pardon consists not in remission but in healing. The same thing happens in the people's making of the calf under Aaron. From this one of the wise among the Greeks said, “Pardon is better than punishment,” as indeed also “Give a pledge, and ruin is at hand” comes from the saying of Solomon: “Son, if you become surety for your friend, you will deliver your hand to an enemy; for a man's own lips are a strong snare, and he is caught by the words of his own mouth.” And more mystically “Know yourself” has been taken from there: “You have seen your brother, you have seen your God.”

2.15.71Stählin 2:150–151

ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν· ἐν ταύταις λέγει ταῖς ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι. συνᾴδει τούτοις κἀκεῖνα· ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῇ. αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ κύριος, καὶ χρηστὸς κύριος τοῖς σύμπασι. σαφέστερον δὲ τὸ γνῶθι σαυτὸν παρεγγυῶν ὁ Μωυσῆς λέγει πολλάκις· πρόσεχε σεαυτῷ. ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. φόβος δὲ κυρίου παιδεία καὶ σοφία.

In this way, I suppose, “You shall love the Lord your God with all your heart, and your neighbor as yourself.” On these commandments, he says, the whole law and the prophets hang and depend. With these the following agree: “These things I have spoken to you, that my joy may be fulfilled. And this is my commandment, that you love one another as I have loved you.” “For the Lord is merciful and compassionate, and the Lord is kind to all.” And Moses, enjoining “Know yourself” more clearly, often says, “Take heed to yourself.” “By acts of mercy and faithfulness, then, sins are purged; and by the fear of the Lord everyone turns away from evil.” And the fear of the Lord is instruction and wisdom.

Miscellanies 2, chapter 16

2.16.72Stählin 2:151

Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς, τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι, τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ τοιαῦτα. ἡμεῖς δέ, ὡς ἔοικεν, οὐ παυόμεθα τὰ τοιαῦτα σαρκικῶς νοοῦντες τὰς γραφὰς καὶ ἀπὸ τῶν ἡμετέρων παθῶν ἀναγόμενοι, τὸ βούλημα τοῦ ἀπαθοῦς θεοῦ ὁμοίως τοῖς ἡμεδαποῖς κινήμασιν ἀπεκδεχόμενοι· ὡς δʼ ἡμεῖς ἀκοῦσαι δυνατοί, οὕτως ἔχειν ἐπὶ τοῦ παντοκράτορος ὑπολαμβάνοντες, ἀθέως πλανώμεθα. οὐ γὰρ ὡς ἔχει τὸ θεῖον, οὕτως οἷόν τε ἦν λέγεσθαι· ἀλλʼ ὡς οἷόν τε ἦν ἐπαΐειν ἡμᾶς σαρκὶ πεπεδημένους, οὕτως ἡμῖν ἐλάλησαν οἱ προφῆται συμπεριφερομένου σωτηρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου.

Here again the accusers fasten on us, saying that joy and grief are passions of the soul. For they define joy as a reasonable elation, and exultation as rejoicing at good things, and pity as grief at one suffering undeservedly; and such things, they say, are changes and passions of the soul. But we, it seems, do not stop understanding such things in the Scriptures in a fleshly way, and, starting from our own passions, taking the will of the passionless God to be like our own movements; and, supposing that it is with the Almighty as we are able to hear, we err godlessly. For the divine could not be spoken of as it is; but as we, fettered by flesh, were able to listen, so the prophets spoke to us, the Lord accommodating himself for our salvation to human weakness.

2.16.73Stählin 2:151–152

ἐπεὶ τοίνυν βούλημά ἐστι τοῦ θεοῦ σῴζεσθαι τὸν ταῖς ἐντολαῖς πειθήνιον τόν τε ἐκ τῶν ἁμαρτημάτων μετανοοῦντα, χαίρομεν δὲ ἡμεῖς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, τὸ χαρτὸν ἡμῶν ἐξιδιοποιήσατο ὁ διὰ τῶν προφητῶν λαλήσας κύριος, καθάπερ ἐν τῷ εὐαγγελίῳ φιλανθρώπως λέγων· ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν· ὃ γὰρ ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ πεποιήκατε. ὥσπερ οὖν τρέφεται μὴ τρεφόμενος διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται, οὕτως ἐχάρη μὴ τραπεὶς διὰ τὸ ἐν χαρᾷ γεγονέναι τὸν μετανενοηκότα ὡς ἐβούλετο. ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει. κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διά τε φυσικὴν εὔνοιαν καὶ σχέσιν διά τε τὰς ἐντολὰς αἷς πείθεται·

Since, then, it is the will of God that the one who obeys the commandments and the one who repents of his sins should be saved, and we rejoice at our salvation, the Lord who spoke through the prophets has made our joy his own, as in the Gospel he says in his love for humankind: “I was hungry and you gave me to eat; I was thirsty and you gave me to drink. For what you have done to one of these least, you have done to me.” As, then, he is fed without being fed, because the one he wishes has been fed, so he rejoiced without being changed, because the one who repented has come to be in joy, as he wished. And since God, being good, shows mercy richly, giving the commandments through the law and the prophets, and more closely now through the coming of the Son, saving and showing mercy, as has been said, to those who have received mercy; and since properly the greater shows mercy to the lesser, and a man could not be greater than a man, insofar as he is a man, but God is greater than man in every way; if, then, the greater shows mercy to the lesser, God alone will show us mercy. For a man becomes sociable through righteousness and shares what he has received from God, both through natural goodwill and relationship and through the commandments he obeys.

2.16.74Stählin 2:152

ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχέσιν, ὡς οἱ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτʼ εἰ ἐκ μὴ ὄντων ποιοίη οὔτʼ εἰ ἐξ ὕλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδʼ ὅλως ὄν, ἣ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μή τις μέρος αὐτοῦ καὶ ὁμοουσίους ἡμᾶς τῷ τολμήσει λέγειν· καὶ οὐκ οἶδʼ ὅπως ἀνέξεταί τις ἐπαΐων τούτου θεὸν ἐγνωκώς, ἀπιδὼν εἰς τὸν βίον τὸν ἡμέτερον, ἐν ὅσοις φυρόμεθα κακοῖς. εἴη γὰρ ἂν οὕτως, ὃ μηδʼ εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεός, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικὰ τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά, οὐδὲ μέρη εἴη ἄν. ἀλλὰ γὰρ φύσει πλούσιος ὢν ὁ θεὸς ἐν ἐλέῳ διὰ τὴν αὐτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε φύσει τέκνων.

But God has no natural relationship to us, as the founders of the heresies would have it (neither if he made us from what does not exist, nor if he fashioned us from matter, since the one does not exist at all, and the other is in every way different from God), unless someone will dare to say that we are a part of him and of the same substance with him. And I do not know how anyone who has known God will bear to hear this, when he looks at our life and at the evils in which we are mixed up. For in that case God would, which it is not lawful even to say, sin in part, if indeed the parts of the whole are parts and complete the whole; and if they do not complete it, they would not be parts either. But God, being by nature “rich in mercy,” cares for us through his goodness, though we are neither parts of him nor his children by nature.

2.16.75Stählin 2:152

καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται. φυσικὴ μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἥ τε ἐκ συνηθείας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἢ φύσει ἢ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ· καὶ δὴ τὸν ἑκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανῃρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν προκοπήν. παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται, καὶ ἔστιν ὁ θεὸς ἀναίτιος· καὶ τῷ ὄντι μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα διʼ εὐλάβειαν.

And indeed this is the greatest demonstration of God's goodness: that, though we are so related to him and wholly estranged by nature, he nevertheless cares for us. For the love of animals for their young is natural, and so is friendship among the like-minded from familiarity; but God's mercy toward us is rich, though we are in no way related to him, I mean in our substance or nature or in the power proper to our substance, but only in being the work of his will. And he calls to adoption, the greatest advance of all, the one who willingly, with discipline and teaching, has taken up the knowledge of the truth. “Lawless deeds ensnare a man, and each one is bound with the cords of his own sins”; and God is not responsible. And truly “blessed is the man who is in awe of all things” through reverence.

Miscellanies 2, chapter 17

2.17.76Stählin 2:152–153

Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφʼ ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μεταπτωτικὴ ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ λόγου ἐφʼ ἡμῖν. παράκειται δὲ τῇ ἐπιστήμῃ ἥ τʼ ἐμπειρία καὶ ἡ εἴδησις σύνεσίς τε καὶ νόησις καὶ γνῶσις. καὶ ἡ μὲν εἴδησις ἐπιστήμη τῶν καθʼ ὅλου κατʼ εἶδος εἴη ἄν· ἡ δὲ ἐμπειρία ἐπιστήμη περιληπτική, ὥστε καὶ οἷόν ἐστιν ἕκαστον πολυπραγμονεῖν· νόησις δὲ ἐπιστήμη νοητοῦ· καὶ σύνεσις ἐπιστήμη συμβλητοῦ ἢ σύμβλησις ἀμετάπτωτος ἢ συμβλητικὴ δύναμις ὧν φρόνησίς ἐστι καὶ ἐπιστήμη. καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον γνῶσις δὲ ἐπιστήμη τοῦ ὄντος αὐτοῦ ἢ ἐπιστήμη σύμφωνος τοῖς γινομένοις· ἀλήθειά τε ἐπιστήμη ἀληθοῦς, ἡ δὲ ἕξις τῆς ἀληθείας ἐπιστήμη ἀληθῶν.

As, then, knowledge is a state that knows, from which knowing results, and its apprehension is unshakable by reason; so ignorance is a yielding impression, shakable by reason. And what can be shaken, like what is trained by reason, rests with us. Close to knowledge lie experience and cognizance, understanding, intellection, and knowing. Cognizance would be knowledge of universals by species; experience is comprehensive knowledge, so as to inquire into what each thing is like; intellection is knowledge of what is intelligible; understanding is knowledge of what can be compared, or unshakable comparison, or the power of comparing things of which there is prudence and knowledge, both of each one and of all that fall under one account. Knowing is knowledge of the thing itself, or knowledge in agreement with what happens; and truth is knowledge of what is true, and the state of truth is knowledge of true things.

2.17.77Stählin 2:153

ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτός ἐστιν ἄλλῳ λόγῳ. ἐνταῦθα τὴν γνῶσιν πολυπραγμονεῖ. Ἃ δὲ μὴ ποιοῦμεν, ἤτοι διὰ τὸ μὴ δύνασθαι οὐ ποιοῦμεν ἢ διὰ τὸ μὴ βούλεσθαι ἢ διʼ ἀμφότερα. οὐχ ἱπτάμεθα μὲν οὖν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθα· οὐ νηχόμεθα δὲ φέρʼ εἰπεῖν ἄρτι, ἐπειδὴ δυνάμεθα μέν, οὐ βουλόμεθα δέ· οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ. οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατʼ οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν μόνον. προηγεῖται τοίνυν πάντων τὸ βούλεσθαι· αἱ γὰρ λογικαὶ δυνάμεις τοῦ βούλεσθαι διάκονοι πεφύκασι· θέλε, φησί, καὶ δυνήσῃ· τοῦ γνωστικοῦ δὲ καὶ ἡ βούλησις καὶ ἡ κρίσις καὶ ἡ ἄσκησις ἡ αὐτή. εἰ γὰρ αἱ αὐταὶ αἱ προθέσεις, τὰ αὐτὰ καὶ τὰ δόγματα καὶ αἱ κρίσεις, ἵνα δὴ ὦσιν αὐτῷ καὶ οἱ λόγοι καὶ ὁ βίος καὶ ὁ τρόπος ἀκόλουθοι τῇ ἐνστάσει· καρδία δὲ εὐθεῖα ἐκζητεῖ γνώσεις καὶ ἐκείνων ἐπαΐει. ὁ θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.

Knowledge is formed through reason and cannot be shaken by another argument. Here it inquires into knowing. What we do not do, we do not do either because we cannot, or because we do not wish to, or for both reasons. We do not fly, since we neither can nor wish to; we do not swim right now, say, since we can but do not wish to; and we are not like the Lord, since we wish to but cannot. “For no disciple is above the teacher, but it is enough if we become like the teacher”: not in substance, for it is impossible for what is by adoption to be equal in existence to what is by nature, but in having become eternal, having come to know the contemplation of what exists, being called sons, and beholding the Father alone through what is his own. Willing, then, precedes everything; for the rational powers are by nature the servants of willing. “Will,” it says, “and you will be able.” For the one who knows, willing, judging, and practice are the same. For if the purposes are the same, the doctrines and judgments are the same too, so that his words, life, and manner may be consistent with his stance. “An upright heart seeks knowledge,” and hears it. “God has taught me wisdom, and I have come to know the knowledge of the holy.”

Miscellanies 2, chapter 18

2.18.78Stählin 2:153–154

Προφανεῖς μὲν οὖν καὶ πᾶσαι αἱ ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ σωφροσύνην καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονὴν καὶ τὴν σεμνότητα καὶ ἐγκράτειαν τήν τε ἐπὶ τούτοις εὐσέβειαν. ἀλλʼ ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν καὶ διδάσκουσα. καὶ δικαιοσύνην δὲ αὐτὸς ὁ νόμος παρίστησι παιδεύων τήν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως, ἀφʼ ἧς δόξης οἷον πηγῆς πᾶσα σύνεσις αὔξεται.

All the other virtues recorded by Moses are plain, which supplied the Greeks with the beginning of the whole field of ethics: I mean courage, self-restraint, prudence, and justice, endurance and patience, reverence and self-control, and godliness in addition to these. Godliness is evident to everyone, teaching to worship and honor the highest and oldest cause. And the law itself presents justice, training it, and prudence, through abstaining from idols perceived by the senses and attaching oneself to the Maker and Father of the universe; from which belief, as from a spring, all understanding grows.

2.18.79Stählin 2:154

θυσίαι γὰρ ἀνόμων βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ. ἐπεὶ τοιαῦτα καὶ τὰ παρὰ Ἡσαΐᾳ· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος, καὶ πᾶσα ἡ περικοπή· λῦε πάντα σύνδεσμον ἀδικίας· αὕτη γὰρ θυσία θεῷ δεκτή, καρδία συντετριμμένη καὶ ζητοῦσα τὸν πεπλακότα. ζυγὰ δόλια βδέλυγμα ἔναντι θεοῦ, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. ἐντεῦθεν ζυγὸν μὴ ὑπερβαίνειν Πυθαγόρας παραινεῖ. δικαιοσύνη δὲ δολία εἴρηται ἡ τῶν αἱρέσεων ἐπαγγελία, καὶ γλῶσσα μὲν ἀδίκων ἐξολεῖται, στόμα δὲ δικαίων ἀποστάζει σοφίαν. ἀλλὰ γὰρ τοὺς σοφοὺς καὶ φρονίμους φαύλους καλοῦσιν. μακρὸν δʼ ἂν εἴη περὶ τῶν ἀρετῶν τούτων μαρτυρίας παρατίθεσθαι, ἁπάσης ταύτας ἐξυμνούσης τῆς γραφῆς. ἐπεὶ δʼ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τε τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.

For “the sacrifices of the lawless are an abomination to the Lord, but the prayers of the upright are acceptable to him.” Since such too are the words in Isaiah: “What to me is the multitude of your sacrifices? says the Lord,” and the whole passage; “Loose every bond of injustice.” For this is a sacrifice acceptable to God: a broken heart that seeks the One who formed it. “Deceitful scales are an abomination before God, but a just weight is acceptable to him.” From this Pythagoras exhorts, “Do not step over a balance.” And the profession of the heresies is called deceitful justice; and “the tongue of the unjust will be destroyed, but the mouth of the righteous drips wisdom.” Yet they call the wise and prudent worthless. It would be long to set out testimonies about these virtues, since the whole of Scripture sings their praises. Since, then, they define courage as knowledge of what is fearful, what is not fearful, and what is between, and self-restraint as a state that preserves the judgments of prudence in choosing and avoiding; and since patience, which they call endurance, lies close to courage, being knowledge of what to persist in and what not, and magnanimity, knowledge that rises above what happens; and caution, which is avoidance with reason, lies close to self-restraint:

2.18.80Stählin 2:154–155

Φυλακὴ δὲ τῶν ἐντολῶν, τήρησις οὖσα αὐτῶν ἀβλαβής, περιποίησίς ἐστιν ἀσφαλείας βίου. καὶ οὐκ ἔστιν ἄνευ ἀνδρείας καρτερικὸν εἶναι οὐδὲ μὴν ἄνευ σωφροσύνης ἐγκρατῆ. ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρʼ ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος. εἰκότως ἔτι περὶ τούτων διαλαβόντες τῶν ἀρετῶν περὶ πασῶν ἂν εἴημεν ἐσκεμμένοι, ὅτι ὁ μίαν ἔχων ἀρετὴν γνωστικῶς πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων. ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμὰς ἢ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον. σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθʼ ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.

the keeping of the commandments, being their harmless observance, is the securing of safety in life. And it is not possible to be enduring without courage, nor self-controlled without self-restraint. The virtues follow one another; and with the one in whom the virtues follow one another is salvation too, being the preservation of what is well. Fittingly, then, having discussed these virtues, we would have examined them all, since the one who has one virtue in the way of knowledge has all, because they follow one another. For example, self-control is a disposition that does not transgress what appears according to right reason. The self-controlled person is one who restrains the impulses contrary to right reason, or restrains himself so as not to be moved contrary to right reason. And this self-restraint is not without courage, since from the commandments comes prudence, following God who has given the orders, and justice, which imitates the divine disposition; by which, exercising self-control, we are sent forth pure to godliness and to the conduct that follows God, being made like the Lord as far as is possible for us who are mortal by nature.

2.18.81Stählin 2:155

τοῦτο δέ ἐστι δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀνενδεὲς μὲν γὰρ τὸ θεῖον καὶ ἀπαθές, ὅθεν οὐδὲ ἐγκρατὲς κυρίως· οὐ γὰρ ὑποπίπτει πάθει ποτέ, ἵνα καὶ κρατήσῃ τοῦδε· ἡ δὲ ἡμετέρα φύσις ἐμπαθὴς οὖσα ἐγκρατείας δεῖται, διʼ ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειρᾶται κατὰ διάθεσιν τῇ θείᾳ φύσει. ὁ γὰρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν δεῖσθαι δεδιδαγμένος. ἐπεὶ τίνα λόγον ἔχει τὸ ἀπειπεῖν τὸν νόμον ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν; ἢ οὐχὶ ἀνδρεΐζεσθαι ἡμᾶς βούλεται μήτε κατὰ τὸ σῶμα καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν καὶ τὸν λόγον ἐκθηλυνομένους; ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθʼ ἡμέραν καί, εἴ που μαρτυρίου διʼ αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.

And this is to become just and holy with prudence. For the divine is without need and without passion, which is why it is not, properly speaking, self-controlled; for it never falls under a passion, so as to master it. But our nature, being subject to passion, needs self-control, by which, being trained to need little, it tries to draw near in disposition to the divine nature. For the good man needs little, standing on the boundary between immortal and mortal nature: he has need because of the body and because of birth itself, but has been taught by rational self-control to need few things. For what reason does the law forbid a man to put on a woman's clothing? Is it not that it wishes us to be manly, not becoming effeminate either in body and actions or in mind and speech? For it wishes the one who gives himself to the truth to be manly in endurance and patience, in life, manner, speech, and discipline, night and day, and if ever the need should arise of a martyrdom that goes as far as blood.

2.18.82Stählin 2:156

πάλιν εἴ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι, ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετείληφεν, ἢ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας ὁ φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν, ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι), φιλανθρώπως δέ, ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εἶναι λογισάμενος τὸν μὲν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν.

Again, it says, if anyone has recently built a house and has not yet moved into it, or has planted a new vineyard and has not yet shared in its fruit, or has become engaged to a virgin and has not yet married her, the humane law commands that these be released from military service: strategically, so that we may not serve half-heartedly in war, distracted by our desires (for those who strip for danger without excuses are free in their impulses); and humanely, since the outcomes of war are uncertain, considering it unjust that one should not enjoy his own labors, while another should take without toil what belongs to those who have toiled.

2.18.83Stählin 2:156–157

ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάσει· τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς. ἐγώ, φησί, τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, ἡ σοφία λέγει, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην καὶ τὰ ἑξῆς. τί δέ; οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας τοὺς Ἑβραίους ἐκ σωφροσύνης διʼ ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο; προσεταιρισάμεναι γὰρ αὐτοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τὰς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας· γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως αὐτοὺς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος.

The law seems also to indicate courage of soul, laying down that the one who planted should enjoy the fruit, the one who built should live in the house, and the one who wooed should marry; for it will not leave unfulfilled the hopes of those who have trained themselves according to the knowing Word. For when a good man dies, or lives, hope does not perish. “I love those who love me,” says Wisdom, “and those who seek me will find peace,” and so on. What then? Did not the women of the Midianites, by their beauty, lead the Hebrews, who were at war with them, from self-restraint through lack of self-control into godlessness? For making them their companions, enticing them by beauty from their reverent discipline into harlots' pleasures, they drove them mad for the sacrifices to idols and for foreign women. Overcome by women and pleasure together, they fell away from God and fell away from the law, and almost the whole people had come under the power of the enemy by a woman's stratagem, until fear, admonishing them, reined them in when they were in danger.

2.18.84Stählin 2:157

αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων. ἀρχὴ οὖν σοφίας θεοσέβεια, σύνεσις δὲ ἁγίων προμήθεια, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. οἱ τοίνυν ἐμπαθοῦς φόβου περιποιητικὸν τὸν νόμον ὑπολαβόντες οὔτε ἀγαθοὶ συνιέναι οὔτε ἐνενόησαν τῷ ὄντι τὸν νόμον. φόβος γὰρ κυρίου ζωὴν ποιεῖ. ὁ δὲ πλανώμενος ὀδυνηθήσεται ἐν πόνοις οἷς οὐκ ἐπισκέπτεται γνῶσις. ἀμέλει μυστικῶς ὁ Βαρνάβας ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, φησί, δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. γίνεσθε οὖν θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ ὁ κύριος ἀφʼ ὑμῶν, ἵνα εὕρητε ἐν ἡμέρᾳ κρίσεως. τοὺς τούτων ἐπηβόλους ἀγάπης τέκνα καὶ εἰρήνης γνωστικῶς προσηγόρευσεν. περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων λόγων ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς). οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις χαρίζεσθαι τοῖς δεομένοις. θεὸς γὰρ ὁ κτίστης τοιᾶσδε χάριτος· ἤδη δὲ ὁ μεταδοτικὸς καὶ τόκους ἀξιολόγους λαμβάνει, τὰ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν.

At once those who were left, taking up boldly the contest for godliness, became masters of the enemy. “The beginning of wisdom,” then, is godliness, “and the understanding of the holy” is forethought, “and to know the law belongs to a good mind.” Those, then, who have supposed that the law produces a fear that is a passion are neither good at understanding nor have they truly understood the law. For “the fear of the Lord makes life; but the one who goes astray will suffer in toils that knowledge does not look upon.” Indeed Barnabas says mystically: “May God, who rules the whole world, give you too wisdom, understanding, knowledge, insight into his ordinances, patience. Be taught by God, then, seeking out what the Lord seeks from you, so that you may find it in the day of judgment.” Those who attain these things he called, in the way of knowledge, children of love and peace. Although much can be said about sharing and fellowship, it is enough to say only this: that the law forbids lending at interest to a brother (calling brother not only one born of the same parents, but also whoever is of the same race, of like mind, and has shared in the same Word), not thinking it right to collect interest on money, but to give to those in need with open hands and minds. For God is the creator of such grace; and the one who shares already receives worthy interest, the most precious things among men: gentleness, kindness, magnanimity, good report, and fame.

2.18.85Stählin 2:157–158

Ἆρʼ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τὸ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν· παραλύεται γάρ, οἶμαι, ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρὸς τοὐπιόν. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλʼ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων μὴ ἀναδυέσθω. ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἀν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τούτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τροφῶν.

Does not this precept seem to you to belong to philanthropy, as does that one, to pay the poor man his wages the same day? It teaches that the wage for services must be paid without delay; for, I think, the poor man's eagerness is weakened when he goes without food for the next day. Again, it says, let the creditor not enter the debtor's house to take a pledge by force, but let him tell him to bring it out, and let the one who has it not hold back. And in harvest it forbids the owners to pick up what falls from the sheaves, as in reaping too it exhorts them to leave something uncut; by this training the owners very well in sharing and generosity, by giving up something of their own to those in need, and providing the poor with a means of food.

2.18.86Stählin 2:158–159

ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθότητα καταγγέλλει, τοῦ πᾶσιν ἀφθόνως χορηγοῦντος τὰς τροφάς; ἔν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθέντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν· τὰ δʼ αὐτὰ καὶ τοῖς ἐλάας συλλέγουσι διατάσσεται. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τὸ θεῖον καὶ μὴ πάντα εἶναι φιλοκερδεῖς, μεταδιδόναι δὲ φιλανθρωπίας καὶ τοῖς πλησίον ἐδίδασκον. ἐκ τούτων γάρ, οἶμαι, τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. ἤδη οὖν συνίεμεν εἰς εὐσέβειαν καὶ εἰς κοινωνίαν καὶ εἰς δικαιοσύνην καὶ εἰς φιλανθρωπίαν παιδευομένους ἡμᾶς πρὸς τοῦ νόμου; ἦ γάρ; οὐχὶ διὰ μὲν τοῦ ἑβδόμου ἔτους ἀργὴν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν, τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς οὖν οὐ χρηστὸς ὁ νόμος καὶ δικαιοσύνης διδάσκαλος; πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην καὶ διὰ βίου κολαζομένους ἐλεῶν. ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.

Do you see how the legislation proclaims God's justice and goodness together, since he supplies food to all ungrudgingly? And again, in the vintage it has forbidden those who gather to go back over what was left and to pick up the fallen grapes; the same is ordered for those gathering olives. Indeed, the tithes of the fruits and of the flocks taught people to be godly toward the divine and not to be wholly greedy for gain, but to share their humanity with their neighbors too. For from these, I think, and from the firstfruits the priests also were supported. Do we now understand that we are being trained by the law in godliness, fellowship, justice, and philanthropy? Is it not so? Does it not command that the land be left idle in the seventh year, and bid the poor use without fear the fruits that grow by God's doing, nature farming for those who wish? How, then, is the law not good and a teacher of justice? And again in the fiftieth year it commands the same things to be done as in the seventh, restoring to each his own, if anyone in the meantime had been deprived of land through some misfortune, limiting the desire of those eager to acquire by a measured time of enjoyment, and pitying those who have paid the penalty of long poverty and are punished for life. “Acts of mercy and faithfulness are royal guards”; “blessing is on the head of the one who shares”; and “the one who pities the poor will be blessed,” because he shows love to his like through love for the Creator of the human race.

2.18.87Stählin 2:159–160

Ἔχει μὲν οὖν καὶ ἄλλας † ἐκδόσεις τὰ προειρημένα φυσικωτέρας περί τε ἀναπαύσεως καὶ τῆς ἀπολήψεως τῆς κληρονομίας, ἀλλʼ οὐκ ἐν τῷ παρόντι λεκτέαι. ἀγάπη δὲ πολλαχῶς νοεῖται διὰ πραότητος, διὰ χρηστότητος, διʼ ὑπομονῆς, διʼ ἀφθονίας καὶ ἀζηλίας, διʼ ἀμισίας, διʼ ἀμνησικακίας· ἀμέριστός ἐστιν ἐν πᾶσιν, ἀδιάκριτος, κοινωνική. πάλιν ἐὰν ἴδῃς φησὶ τῶν οἰκείων ἢ φίλων ἢ καθόλου ὧν γνωρίζεις ἀνθρώπων ἐν ἐρημίᾳ πλανώμενον ὑποζύγιον, ἀπαγαγὼν ἀπόδος. κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἂν κομίσηται ἀπόδος. διὰ φυσικὴν κοινωνίαν διδάσκει τὸ εὕρημα παρακαταθήκην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ ἐχθρῷ.

The things just mentioned also have other, more natural … interpretations, about rest and the recovery of the inheritance; but they are not to be spoken of now. Love is understood in many ways: through gentleness, kindness, patience, freedom from envy and jealousy, freedom from hatred, freedom from resentment. It is undivided in all things, impartial, sharing. Again, it says, if you see a beast of burden wandering in the wilderness belonging to one of your family or friends, or in general to people you know, lead it back and return it. And if its owner happens to be far away, keep it with your own until he recovers it, and return it. Because of natural fellowship it teaches us to consider what we find as a deposit, and not to bear a grudge against an enemy.

2.18.88Stählin 2:160

πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου. τί δέ; οὐχὶ τοὺς ἐπήλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενεῖς, ἀλλʼ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν; ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ. ἄντικρυς γοῦν φησιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατʼ Αἴγυπτον, ἤτοι τὸν ἐθνικὸν ἢ καὶ πάντα τὸν κοσμικὸν Αἰγύπτιον προσειπών· τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λ΄ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου· οὔτε γὰρ ἐφʼ ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλʼ ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ.

“The commandment of the Lord is a fountain of life,” and truly “makes one turn aside from the snare of death.” What then? Does it not command us to love strangers, not only as friends and relatives, but as ourselves, in body and soul? Indeed it has honored the Gentiles too, and bears no grudge against those who have done it wrong. At any rate it says plainly: “You shall not abhor an Egyptian, because you were a sojourner in Egypt,” calling Egyptian either the Gentile or anyone of the world. And it commands that enemies, even if they are already standing at the walls trying to take the city, not yet be regarded as enemies until, sending heralds, they have invited them to peace. Indeed, it commands that the captive woman not be approached for outrage; but, allowing her thirty days to mourn whom she wishes, it says, after changing her clothes, “go in to her as a wife according to the law.” For it holds that intercourse should take place neither for outrage, nor for hire as with harlots, but only for the begetting of children.

2.18.89Stählin 2:160–161

ὁρᾷς φιλανθρωπίαν μετʼ ἐγκρατείας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι οὐκ ἐπιτρέπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόπτει δὲ τὴν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τὰς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἔρωτα· εἰ γὰρ λογισμὸς ἀναπείθει γῆμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται. ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.

Do you see philanthropy with self-control? It does not allow the lover who has become master of the captive to gratify his pleasure, but checks desire by a measured interval, and moreover cuts off the captive's hair, to shame an insolent passion; for if reason persuades him to marry, he will hold to her even when she has become unattractive. Then, if someone, sated with desire, no longer thinks fit to have relations with the captive, it is ordered that he may not sell her, nor even keep her as a servant; it wishes her to be free and released from the household, so that, when another wife comes in, she may not suffer any of the incurable things that come from jealousy.

2.18.90Stählin 2:161

Τί δέ; καὶ ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προστάσσει πόρρωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθροῖς, ἵνα τούτοις ἐγγυμνασαμένους ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι διδάξῃ. οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι. κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ὑποζύγιον εὕρῃς, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος. τῇ γὰρ ἀμνηστίᾳ ἕπεται ἡ καλοκἀγαθία, καὶ ταύτῃ ἡ τῆς ἔχθρας διάλυσις. ἐντεῦθεν εἰς ὁμόνοιαν καταρτιζόμεθα, ἣ δὲ εἰς εὐδαιμονίαν χειραγωγεῖ. κἄν τινα ἐξ ἔθους ἐχθρὸν ὑπολάβῃς, παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς, ἐπίστρεψον αὐτὸν εἰς καλοκἀγαθίαν.

What then? It also commands us to help lighten and raise up the burdened beasts of our enemies, the Lord teaching us from afar not to welcome rejoicing at another's misfortune nor to take pleasure in our enemies' troubles, so that, having been trained in these things, he may teach us to pray for our enemies. For it is not fitting to envy and grieve at a neighbor's good things, nor to take pleasure in a neighbor's evils. “And if you find the beast of burden of some enemy of yours wandering,” it says, leaving aside the kindlings of the quarrel, “lead it back and return it.” For nobility follows forgetting wrongs, and from this comes the end of enmity. From this we are fitted for concord, and concord leads by the hand to happiness. And if you regard someone as an enemy from habit, but find him misled irrationally by desire or anger, turn him to nobility.

2.18.91Stählin 2:161–162

Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, ὁ εἰς Χριστὸν παιδαγωγῶν, θεός τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπʼ ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν κεχρημένος; ἐλεᾶτε, φησὶν ὁ κύριος, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς ποιεῖτε, οὕτως ποιηθήσεται ὑμῖν· ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν· ὡς κρίνετε, οὕτως κριθήσεσθε· ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔτι τοὺς ἐπὶ τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἐκδιδόναι εἰς κόλασιν κωλύει. παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνο· ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἄργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος. καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία· ἐμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὢν ζωὴν ζητήσει· καὶ ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.

Does not the law now appear humane and kind, the law that is a schoolmaster to Christ, and God the same, good with justice, from the beginning to the end dealing with each generation fittingly for salvation? “Show mercy,” says the Lord, “that you may be shown mercy; forgive, that you may be forgiven; as you do, so it will be done to you; as you give, so it will be given to you; as you judge, so you will be judged; as you show kindness, so kindness will be shown to you; with the measure you measure, it will be measured back to you.” Further, it forbids dishonoring those who serve for their food, and gives those enslaved for debts a complete release in the seventh year. It also forbids handing over suppliants for punishment. More than anything, then, that oracle is true: “As gold and silver are tested in the furnace, so the Lord chooses the hearts of men.” And “the merciful man is long-suffering,” and “in everyone who takes thought there is wisdom”; for “care will fall on a man of understanding,” and, being thoughtful, “he will seek life”; and “the one who seeks God will find knowledge with righteousness, and those who have sought him rightly have found peace.”

2.18.92Stählin 2:162–163

Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι. αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας, ἀπέχεσθαι διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων. χάρισαι γοῦν, φησί, τῇ μητρὶ τὸ ἔκγονον κἂν ἑπτὰ τὰς πρώτας ἡμέρας. εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τῶν ἐκγόνων, ὁ ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν ἀτιμάζει τὴν φύσιν. δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὃ μὲν καὶ ἐπʼ ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ νόμου διὰ τῆς προειρημένης ἐντολῆς. εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεύγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπʼ ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, ἵνʼ εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν.

It seems to me that Pythagoras too took his gentleness toward irrational animals from the law. For example, he forbade taking the young born in flocks of sheep, goats, and cattle for immediate enjoyment, not even on the pretext of sacrifices, for the sake of the young and the mothers, training man up to gentleness from below, from the irrational animals. “Grant the young,” it says, “to its mother at least for the first seven days.” For if nothing happens without a cause, and milk pours down in those who have given birth for the nourishment of the young, the one who tears the newborn from the provision of milk dishonors nature. Let the Greeks, then, be ashamed, and anyone else who runs down the law, if the law shows kindness even to irrational animals, while they expose even the offspring of human beings; though the law, from afar and prophetically, cut short their savagery through the commandment just mentioned. For if it forbids the young of irrational animals to be separated from the mother before weaning, much more does it treat in advance the cruel and untamed disposition in the case of human beings, so that, if they despise nature, they may at least not despise instruction.

2.18.93Stählin 2:163

ἐρίφων μὲν γὰρ καὶ ἀρνῶν ἐμφορεῖσθαι ἐπιτέτραπται, καί τις ἴσως ἀπολογία τῷ διαζεύξαντι τῆς τεκούσης τὸ ἔκγονον· ἡ δὲ τοῦ παιδίου ἔκθεσις τίνα τὴν αἰτίαν ἔχει; ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ διʼ ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι. πάλιν αὖ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν ἔκγονον καὶ μητέρα. ἐντεῦθεν καὶ Ῥωμαῖοι, εἰ καί τις ἔγκυος καταδικασθείη τὴν ἐπὶ θανάτῳ, οὐ πρότερον ἐῶσιν ὑποσχεῖν τὴν τιμωρίαν πρὶν ἢ ἐκτεκεῖν. ἄντικρυς γοῦν καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, ὁ νόμος οὐκ ἐπιτρέπει ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, μακρόθεν ἐπισχὼν τὴν εὐχέρειαν τῶν εἰς ἄνθρωπον ἀδικούντων. οὕτως ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵνα ἐν τοῖς ἀνομογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι χρησώμεθα.

For it is permitted to eat one's fill of kids and lambs, and perhaps there is some defense for the one who separates the young from its mother; but what reason does the exposure of a child have? For the one who did not wish to have children should not have married at all in the first place, rather than become a child-killer through lack of self-control in pleasure. Again, the good law forbids sacrificing the young and its mother on the same day. From this the Romans too, if a pregnant woman is condemned to death, do not allow her to undergo the punishment before she gives birth. Indeed the law plainly does not allow any animals that are pregnant to be slaughtered until they give birth, restraining from afar the recklessness of those who wrong human beings. So it extended fairness even to irrational animals, so that, having practiced on those of another kind, we might show an abundance of humanity toward those of our own kind.

2.18.94Stählin 2:163–164

οἳ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γάλακτι ἀνακεκραμένην σάρκα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαρρήδην τοῦ νομοθέτου κελεύοντος ἀλλʼ οὐδὲ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ· μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν ἡ σάρξ, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω. ὁ δὲ αὐτὸς νόμος διαγορεύει βοῦν ἀλοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δʼ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπʼ ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.

But those who kick the bellies of certain animals before they give birth, so as to feast on flesh mixed with milk, have made the womb, created for birth, a tomb for the unborn, though the lawgiver expressly commands: “But you shall not boil a lamb in its mother's milk.” For let not the food of the living animal become a seasoning for the slain one, it says, the flesh; and let not the cause of life become a helper in the consuming of the body. The same law orders that an ox treading out grain not be muzzled; for the worker too must be counted worthy of food. And it forbids yoking an ox and a donkey together to plow the land, perhaps aiming at what is unsuitable between the animals, but at the same time showing that one must not wrong anyone of another nation and bring him under the yoke, when there is nothing to accuse him of except that he is of another race, which is no charge, being neither vice nor arising from vice. But to me the allegory also seems to indicate that one must not share the husbandry of the Word equally with the clean and the unclean, the faithful and the unfaithful; because the one, the ox, is clean, while the donkey has been reckoned among the unclean.

2.18.95Stählin 2:164–165

Δαψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς ψυχῆς· οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ. ναὶ μὴν καὶ γεωργικοὶ παρὰ τοῦ νόμου καὶ ταῦτα ὠφέληνται· κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς διʼ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ὡς μηδὲν παραβλαστάνον κωλύῃ τὴν αὔξησιν. τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι ἀτελῆ ἐξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν τῷ θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον.

The good Word, lavish in its humanity, teaches that it is not fitting to cut down even what belongs to cultivated trees, nor to crop the ear of grain for mischief before harvest, nor in general to destroy cultivated fruit, whether of the earth or of the soul; for it does not allow even the land of enemies to be ravaged. Indeed farmers too have been helped by the law in this: for it commands that newly planted trees be tended for three years in a row, cutting off the superfluous growths, so that they may not be weighed down and pressed, and may not weaken from lack when their nourishment is divided up; and that they be dug and trenched around, so that nothing sprouting beside them may hinder their growth. And it does not allow the fruit to be picked unripe from unripe trees, but after three years, in the fourth year, consecrating the firstfruits to God after the tree has matured.

2.18.96Stählin 2:165–166

εἴη δʼ ἂν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικόπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῷ ματαίας τῆς ἐννοίας πόας, ἔστʼ ἂν τελειωθῇ καὶ βέβαιον γένηται τὸ ἔρνος τῆς πίστεως. τῷ τε γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετρὰς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν. Θυσία δὲ αἰνέσεως ὑπὲρ ὁλοκαυτώματα. οὗτος γάρ σοι, φησί, δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν. ἐὰν δὲ φωτισθῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχὺν ἐν γνώσει ποίει δύναμιν. ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.

This figure of farming would be a way of teaching, teaching that we must cut off the outgrowths of sins and the vain weeds of thought that spring up with the fruitful crop, until the shoot of faith is perfected and made firm. For in the fourth year, since time is needed for the one being instructed to be firmly established, the tetrad of the virtues is consecrated to God, the third stage now joining on to the fourth, the Lord's own reality. “A sacrifice of praise is better than burnt offerings.” “For he,” it says, “gives you strength to do mighty things.” And if matters have been made clear to you, having received and acquired strength in knowledge, do mighty things. For by these words he shows that good things and gifts are supplied by God, and that we, having become ministers of divine grace, must sow God's benefits and make those who come near us noble and good; so that, as far as possible, the self-restrained may make others self-controlled, the courageous make them noble, the prudent make them understanding, and the just make them just.

Miscellanies 2, chapter 19

2.19.97Stählin 2:166

Οὗτός ἐστιν ὁ κατʼ εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθʼ ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατευόμενος, ὑπομένων, δικαίως βιούς, βασιλεύων τῶν παθῶν, μεταδιδοὺς ὧν ἔχει, ὡς οἷός τέ ἐστιν, εὐεργετῶν καὶ λόγῳ καὶ ἔργῳ. οὗτος μέγιστος, φησίν, ἐν τῇ βασιλείᾳ ὃς ἂν ποιῇ καὶ διδάσκῃ μιμούμενος τὸν θεὸν τῷ παραπλήσια χαρίζεσθαι· κοινωφελεῖς γὰρ αἱ τοῦ θεοῦ δωρεαί. ὃς δʼ ἂν ἐγχειρῇ τι πράσσειν μεθʼ ὑπερηφανίας, τὸν θεὸν παροξύνει, φησίν· ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία, ἀφʼ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν.

This is the one who is according to the image and likeness, the one who knows, who imitates God as far as possible, leaving out nothing that leads to the likeness that is attainable: exercising self-control, enduring, living justly, ruling over the passions, sharing what he has as far as he can, doing good both in word and in deed. “He is greatest in the kingdom,” it says, “who does and teaches,” imitating God by giving similar gifts; for the gifts of God are for the common good. “But whoever undertakes to do anything with arrogance provokes God,” it says; for pride is a vice of the soul, and from it, as from the other vices, it commands us to repent, bringing our life from disharmony into harmony for the change to the better through these three: mouth, heart, and hands.

2.19.98Stählin 2:166–167

σύμβολον δʼ ἂν εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου στόμα. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο· τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται ὁ θεός. κἂν εἷς τὸν ἀριθμόν, ἐπʼ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οὗ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πᾶν. αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται. ἐπεὶ τί τὸν Ἀδὰμ ὠφέλησεν ἡ τοσαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς· αὐτὸς γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τὰ μὲν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν· ἐφʼ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλʼ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.

These would be symbols: the hands of action, the heart of counsel, the mouth of speech. Well, then, has that oracle been spoken about those who repent: “You have chosen God today to be your God, and the Lord has chosen you today to become his people.” For God makes his own the one who hastens to serve Him who Is, being a suppliant. And even if he is one in number, he is honored equally with the people; for being part of the people, he helps to complete it, restored to what he was; and the whole is also named from the part. This nobility is shown in choosing and practicing the best things. For what did his great nobility profit Adam? No mortal was his father; for he himself was the father of men who are born. He eagerly chose shameful things, following the woman, and neglected what is true and good; for which he exchanged immortal life for a mortal one, but not forever.

2.19.99Stählin 2:167

Νῶε δὲ ὁ μὴ οὕτω γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ διʼ ἡδονῆς ἀπόλαυσιν, διʼ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἷς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενείας· ἔκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος, καὶ τὰς εὐχὰς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γὰρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. ἡ δὲ οἰκονομία αὕτη καὶ προφητικὴ καὶ τυπική. ὅτι δὲ τοῦ σοφοῦ πάντα ἐστί, σαφῶς μηνύει λέγων· διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, διʼ οὗ τὰ πάντα γέγονεν καὶ τοῖς ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.

But Noah, who did not become like Adam, was saved by divine oversight; for he offered himself freely to God. And of Abraham, who had children by three women, not for the enjoyment of pleasure but, I think, in the hope of multiplying the race at the beginning, only one succeeded as heir of the father's goods, while the others were settled away from the family. And of the twins born from him, the younger inherits, having become pleasing to his father, and receives the blessings, while the elder serves him; for it is the greatest good for a worthless man not to be his own master. This arrangement is both prophetic and typical. And that all things belong to the wise man he clearly shows, saying: “Because God has had mercy on me, I have all things.” For he teaches that we must long for one thing, through which all things came to be and the promised things are distributed to the worthy.

2.19.100Stählin 2:167–168

κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ· βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ, ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ. Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν. φησὶ γὰρ ὁ νόμος· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξετε. τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμος ἀκολουθίαν ὀνομάζει· ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.

So the good man who has become an heir of the kingdom is enrolled, through divine wisdom, as a fellow citizen also of the righteous of old, those who lived lawfully under the law and before the law, whose actions have become laws for us. And again, teaching that the wise man is a king, it makes those not of his race say to him, “You are a king from God among us,” since those ruled obey the good man by a willing mind through zeal for virtue. And Plato the philosopher, setting happiness as the goal, says that it is likeness to God as far as possible; whether he in some way met with the doctrine of the law (for great natures, stripped of passions, somehow hit the mark concerning the truth, as the Pythagorean Philo says in expounding the books of Moses), or whether he was taught by certain oracles of that time, being always thirsty for learning. For the law says: “Walk after the Lord your God, and keep my commandments.” For the law calls likeness “following”; and such following makes one like, as far as possible. “Be merciful,” says the Lord, “and compassionate, as your heavenly Father is compassionate.”

2.19.101Stählin 2:168

ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπῶς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καὶ εἰς λίθους διατείνει. Σαφῶς τοίνυν εἴρηται· ἄνδρες κακοὶ οὐ νοοῦσι νόμον, οἱ δὲ ἀγαπῶντες νόμον προβάλλουσιν ἑαυτοῖς τεῖχος. σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἀλλʼ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ἡ προφητεία λέγει. Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατʼ ἀρετήν· στερρὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον τὸ κατʼ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν, οἳ δὲ τὸ καθʼ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.

From this the Stoics too laid down that the goal is to live consistently with nature, improperly renaming God “nature,” since nature extends to plants, to seeds, to trees, and to stones. Clearly, then, it has been said: “Evil men do not understand the law, but those who love the law put a wall around themselves.” “For the wisdom of the shrewd will recognize its ways, but the folly of fools is in error.” “For on whom shall I look, but on the one who is meek and quiet and trembles at my words?” says the prophecy. We are taught that there are three kinds of friendship. Of these the first and best is that according to virtue; for love that comes from reason is firm. The second and middle is that according to exchange; this is sociable, generous, and useful for life; for friendship from favor is shared. The last and third we call that from habit, while others call it the one according to pleasure, changeable and unstable.

2.19.102Stählin 2:168–169

καί μοι δοκεῖ παγκάλως Ἱππόδαμος ὁ Πυθαγόρειος γράφειν· τᾶν φιλιᾶν ἃ μὲν ἐπιστάμας θεῶν, ἃ δʼ ἐκ παροχᾶς ἀνθρώπων, ἃ δὲ ἐξ ἁδονᾶς ζῴων. οὐκοῦν ἣ μέν τίς ἐστι φιλοσόφου φιλία, ἣ δὲ ἀνθρώπου, ἣ δὲ ζῴου. τῷ γὰρ ὄντι εἰκὼν τοῦ θεοῦ ἄνθρωπος εὐεργετῶν, ἐν ᾧ καὶ αὐτὸς εὐεργετεῖται· ὥσπερ γὰρ ὁ κυβερνήτης ἅμα σῴζει καὶ σῴζεται. διὰ τοῦτο ὅταν τις αἰτῶν τύχῃ, οὔ φησι τῷ διδόντι· καλῶς ἔδωκας, ἀλλά· καλῶς εἴληφας. οὕτω λαμβάνει μὲν ὁ διδούς, δίδωσι δὲ ὁ λαμβάνων. δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπʼ αὐτῆς, οἱ δὲ παρανομοῦντες ἐξολοθρευθήσονται ἀπʼ αὐτῆς. καὶ μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι δὸς φίλῳ. φίλῳ μὲν κοινωνητέον, ἵνʼ ἔτι καὶ μᾶλλον περιμένῃ φίλος, ἐχθρῷ δὲ ἐπικουρητέον, ἵνα μὴ μείνῃ ἐχθρός· ἐπικουρίᾳ γὰρ εὔνοια μὲν συνδεῖται, λύεται δὲ ἔχθρα. ἀλλʼ εἰ καὶ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις· ἀλλʼ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ καὶ τὰ ἑξῆς. ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα ἡ γραφὴ λέγει. τῷ γὰρ κατʼ εἰκόνα καὶ ὁμοίωσιν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ τὸ κατὰ σῶμα μηνύεται, οὐ γὰρ θέμις θνητὸν ἀθανάτῳ ἐξομοιοῦσθαι, ἀλλʼ ἢ κατὰ νοῦν καὶ λογισμόν, ᾧ καὶ τὴν πρὸς τὸ εὐεργετεῖν καὶ τὴν πρὸς τὸ ἄρχειν ὁμοιότητα προσηκόντως ὁ κύριος ἐνσφραγίζεται· οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται· βουλαῖς γὰρ ἀνδρῶν (ὁσίων) εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δʼ οἶκος.

And Hippodamus the Pythagorean seems to me to write very finely: “Of friendships, some come from knowledge of the gods, some from the provision of men, some from the pleasure of animals.” So one is the friendship of a philosopher, another of a man, another of an animal. For truly the man who does good is an image of God, and in doing good he himself receives good; as the helmsman saves and is saved at once. That is why, when someone who asks receives, he does not say to the giver, “You gave well,” but, “You received well.” So the giver receives, and the receiver gives. “The righteous pity and show mercy”; “the kind will inhabit the earth, and the innocent will be left on it; but transgressors will be destroyed from it.” And Homer seems to me to have spoken prophetically of the believer when he said, “Give to a friend.” We must share with a friend, so that he may remain a friend still more; and we must help an enemy, so that he may not remain an enemy; for goodwill is bound by help, and enmity dissolved. But “if there is a ready will, it is acceptable according to what one has, not according to what one does not have. For it is not that others should have relief and you affliction, but out of equality at the present time,” and so on. “He scattered, he gave to the poor; his righteousness remains forever,” says Scripture. For “according to the image and likeness,” as we said before, does not refer to the body; for it is not lawful for the mortal to be made like the immortal; but to mind and reason, on which the Lord fittingly stamps the likeness both in doing good and in ruling. For governments are directed rightly not by qualities of bodies but by judgments of the mind; “for by the counsels of holy men cities are well governed, and a house too.”

Miscellanies 2, chapter 20

2.20.103Stählin 2:169–170

Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται διʼ ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ τῶν περὶ τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἷς καὶ Δανιὴλ ὁ προφήτης ἦν, θείας πίστεως πεπληρωμένος. Βαβυλῶνα ᾤκει Δανιήλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετʼ ὀλίγον φίλος τοῦ θεοῦ. κατήγαγεν οὖν εἰς ὄρυγμα θηρίων ἔμπλεων τὸν Δανιὴλ ὁ Βαβυλωνίων βασιλεύς, ἀνήγαγε δὲ αὐτὸν ἀβλαβῆ ὁ ἁπάντων βασιλεὺς ὁ πιστὸς κύριος.

Endurance too presses on toward likeness to God, reaping freedom from passion through patience, if the story of Hananiah and his companions still rings in anyone's ears, one of whom was Daniel the prophet, filled with divine faith. Daniel lived in Babylon, as Lot lived in Sodom, and Abraham, soon to be the friend of God, in the land of the Chaldeans. The king of the Babylonians, then, cast Daniel down into a pit full of beasts; but the King of all, the faithful Lord, brought him up unharmed.

2.20.104Stählin 2:170

ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους, καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύοντα· κἂν μετὰ λεόντων καθειρχθῇ, ἡμερώσει τὰ θηρία, κἂν εἰς πῦρ ἐμβληθῇ, δροσισθήσεται, ἀλλʼ οὐκ ἐκπυρωθήσεται· μαρτυρήσει νύκτωρ, μαρτυρήσει μεθʼ ἡμέραν· ἐν λόγῳ, ἐν βίῳ, ἐν τρόπῳ μαρτυρήσει· σύνοικος ὢν τῷ κυρίῳ ὀαριστής τε καὶ συνέστιος κατὰ τὸ πνεῦμα διαμενεῖ, καθαρὸς μὲν τὴν σάρκα, καθαρὸς δὲ τὴν καρδίαν, ἡγιασμένος τὸν λόγον, ὁ κόσμος τούτῳ, φησίν, ἐσταύρωται καὶ αὐτὸς τῷ κόσμῳ. οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετʼ ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.

The one who knows, insofar as he knows, will acquire this patience. He will bless when tested, like the noble Job; like Jonah, he will pray when swallowed by the sea monster, and faith will restore him to prophesy to the Ninevites; and even if he is shut up with lions, he will tame the beasts; and if he is thrown into fire, he will be bedewed and not burned up. He will bear witness by night, he will bear witness by day; in word, in life, in manner he will bear witness. Dwelling with the Lord, he will remain his familiar friend and companion at table according to the Spirit, pure in flesh, pure in heart, sanctified in word. “The world,” it says, “has been crucified to him, and he to the world.” Carrying the Savior's cross, he follows the Lord, “stepping in the footprints as of a god,” having become holy among the holy.

2.20.105Stählin 2:170–171

Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον· τρυφητιῶσι γὰρ ἡ τοιαύτη χρῆσις χορηγεῖται. λέγεται γοῦν τινα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ὗν θῦν εἶναι φάναι, ὡς εἰς θύσιν καὶ σφαγὴν μόνον ἐπιτήδειον· δεδόσθαι γὰρ τῷδε τῷ ζῴῳ ψυχὴν πρὸς οὐδὲν ἕτερον ἢ ἕνεκα τοῦ τὰς σάρκας σφριγᾶν. τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στέλλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσίν· εὐσαρκίᾳ γὰρ καὶ πιότητι τῶν ἄλλων ἰχθύων οὗτοι διαφέρουσιν.

The divine law, then, mindful of every virtue, trains man above all for self-control, laying this down as the foundation of the virtues; and it trains us beforehand for the acquiring of self-control from our use of animals, forbidding us to partake of those that are naturally fat, like the race of pigs, which is the fleshiest; for such use is supplied to the luxurious. It is said, at any rate, that one of the philosophers, deriving the name, said that the pig (hys) is thys, as being fit only for sacrifice (thysis) and slaughter; for a soul was given to this animal for no other reason than to keep its flesh fresh. Likewise it forbade us to eat fish that have neither fins nor scales, restraining our desires for them; for these excel the other fish in fleshiness and fatness.

2.20.106Stählin 2:171

ἐντεῦθεν οἶμαι καὶ τὸν εὑρόντα τὰς τελετὰς οὐ μόνον τινῶν ζῴων ἀπαγορεύειν ἅπτεσθαι, ἀλλʼ ἔστιν ἃ καὶ τῶν καταθυομένων ὑπεξείλετο τῆς χρήσεως μέρη διʼ αἰτίας ἃς ἴσασιν οἱ μύσται. Εἰ δὴ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα κρατητέον, δῆλον ὡς ἄνωθεν παρειλήφαμεν παρὰ τοῦ κυρίου διὰ τοῦ νόμου τὴν ἐπιθυμίαν ἐκκόπτειν. γένοιτο δʼ ἂν τελείως τοῦτο, εἰ τοῦ ὑπεκκαύματος τῆς ἐπιθυμίας, τῆς ἡδονῆς λέγω, ἀνυποκρίτως καταγνοίημεν. φασὶ δὲ αὐτῆς εἶναι τὴν ἔννοιαν κίνησιν λείαν καὶ προσηνῆ μετά τινος αἰσθήσεως. ταύτῃ δουλεύοντα τὸν Μενέλεων μετὰ τὴν Ἰλίου ἅλωσιν φασὶν ὁρμήσαντα τὴν Ἑλένην ἀνελεῖν ὡς κακῶν τοσούτων αἰτίαν γενομένην, ὅμως οὐ κατισχῦσαι πρᾶξαι ἡττηθέντα τῷ κάλλει, διʼ οὗ ἐπὶ τὴν ἀνάμνησιν τῆς ἡδονῆς ἀφίκετο.

From this, I think, the one who founded the mysteries also not only forbade touching certain animals, but there are also parts of the sacrificed animals that he excluded from use for reasons the initiates know. If, then, the belly and what is below the belly must be mastered, it is clear that we have received from above, from the Lord through the law, the command to cut out desire. And this would be done perfectly if we should sincerely condemn the kindling of desire, I mean pleasure. They say that its concept is a smooth and gentle motion with some sensation. Serving this, they say, Menelaus, after the capture of Troy, rushed to kill Helen as the cause of so many evils, yet was not able to do it, overcome by her beauty, through which he came to remember pleasure.

2.20.107Stählin 2:171–172

ὅθεν ἐπισκώπτοντες οἱ τραγῳδοποιοὶ ὀνειδιστικῶς ἐπεβόησαν αὐτῷ· σὺ δʼ, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημʼ ἐδέξω, προδότιν αἰκάλλων κύνα. καὶ πάλιν· ἆρʼ εἰς τὸ κάλλος ἐκκεκώφηνται ξίφη; ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν. τόν τε ἔρωτα κακίαν φησὶ φύσεως· ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους διʼ ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παιδοποιίας χρείαν δεδομένη τυγχάνῃ. καὶ ὁ Ξενοφῶν ἄντικρυς κακίαν λέγων τὴν ἡδονήν φησιν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν οἶσθα, ἢ τί καλὸν σκοπεῖς; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη· ἵνα δὲ ἡδέως πίνῃς, οἴνους πολυτελεῖς παρασκευάζῃ, καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς· ἵνα δὲ κατακοιμηθῇς ἡδέως, οὐ μόνον τὰς κλίνας μαλθακάς, ἀλλὰ καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ.

That is why the tragic poets, mocking him, cried out in reproach: “But you, when you saw her breast, threw away your sword and received her kiss, fawning on the traitorous bitch.” And again: “Have swords been blunted by beauty?” And I approve of Antisthenes, who said, “I would shoot Aphrodite if I could catch her, because she has corrupted many of our good and noble women.” And he says that love is a vice of nature; those overcome by it, the wretched, call the disease a god. For by these words it is shown that the more ignorant are overcome through ignorance by pleasure, which must not be admitted, even if it is called a god, that is, even if it has been given by God for the need of begetting children. And Xenophon, plainly calling pleasure vice, says: “Wretched one, what good do you know, or what noble thing do you consider? You who do not even wait for the desire for pleasant things, eating before you are hungry and drinking before you are thirsty; and to eat with pleasure you contrive cooks, and to drink with pleasure you provide costly wines and run about seeking snow in summer; and to sleep with pleasure you provide not only soft beds but also supports for the beds.”

2.20.108Stählin 2:172

ὅθεν ὡς ἔλεγεν Ἀρίστων πρὸς ὅλον τὸ τετράχορδον, ἡδονήν, λύπην, φόβον, ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης, οὗτοι γάρ, οὗτοι καὶ σπλάγχνων ἔσω χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ. καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ κατὰ Πλάτωνα, ὅτι ἑκάστη ἡδονή τε καὶ λύπη προσπασσαλοῖ τῷ σώματι τὴν ψυχὴν τοῦ τε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος ἑαυτὸν τῶν παθῶν. ὁ ἀπολέσας τὴν ψυχὴν τὴν ἑαυτοῦ, φησὶν ὁ κύριος, σώσει αὐτήν, ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἢ ἀπολύσας αὐτὴν ἐκ τῆς πρὸς τὸν συνήθη βίον κοινωνίας. ἐὰν γὰρ ἀπολῦσαι καὶ ἀποστῆσαι καὶ ἀφορίσαι (τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει) τὴν ψυχὴν ἐθελήσῃς τῆς ἐν τούτῳ τῷ ζῆν τέρψεώς τε καὶ ἡδονῆς, ἕξεις αὐτὴν ἐν τῇ ἐλπίδι τῇ προσδοκωμένῃ εὑρημένην καὶ ἀναπεπαυμένην.

Hence, as Ariston said, against the whole tetrachord, pleasure, grief, fear, desire, there is need of much training and fighting; “for these, these go within the entrails and stir up the heart of men.” For pleasure makes wax of the spirits even of those who think themselves serious, according to Plato, because each pleasure and pain nails the soul to the body of the one who does not separate and crucify himself from the passions. “He who loses his life,” says the Lord, “will save it,” either by giving it up at risk for the Savior, as he himself has done for us, or by releasing it from its fellowship with ordinary life. For if you are willing to release, withdraw, and separate (for this is what the cross signifies) your soul from the delight and pleasure of this life, you will have it found and at rest in the expected hope.

2.20.109Stählin 2:172–173

εἴη δʼ ἂν τοῦτο μελέτη θανάτου, εἰ μόναις ταῖς κατὰ φύσιν μεμετρημέναις ὀρέξεσι, μηδὲν ὑπεροριζούσαις τῶν κατὰ φύσιν ἐπὶ τὸ μᾶλλον ἢ παρὰ φύσιν, ἔνθα τὸ ἁμαρτητικὸν φύεται, ἀρκεῖσθαι βουλοίμεθα. ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἐπεὶ τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ὁ θεῖός φησιν ἀπόστολος. ἀνδρὸς δὴ χρεία ὅστις ἀθαυμάστως καὶ ἀσυγχύτως τοῖς πράγμασι χρήσεται ἀφʼ ὧν τὰ πάθη ὁρμᾶται, οἷον πλούτῳ καὶ πενίᾳ καὶ δόξῃ καὶ ἀδοξίᾳ, ὑγείᾳ καὶ νόσῳ, ζωῇ καὶ θανάτῳ, πόνῳ καὶ ἡδονῇ. ἵνα γὰρ ἀδιαφόρως τοῖς ἀδιαφόροις χρησώμεθα, πολλῆς ἡμῖν δεῖ διαφορᾶς, ἅτε προκεκακωμένοις ἀσθενείᾳ πολλῇ καὶ προδιαστροφῇ κακῆς ἀγωγῆς τε καὶ τροφῆς μετὰ ἀμαθίας προαπολελαυκόσιν.

This would be the practice of death: if we were willing to be content with the appetites measured by nature alone, which do not go beyond what is natural to excess or against nature, where sinfulness springs up. We must, then, “put on the whole armor of God, so that we may be able to stand against the schemes of the devil,” since “the weapons of our warfare are not fleshly, but powerful before God for the pulling down of strongholds, pulling down reasonings and every height raised up against the knowledge of God, and taking every thought captive to the obedience of Christ,” says the divine apostle. There is need, then, of a man who will use without admiration or confusion the things from which the passions arise, such as wealth and poverty, glory and disgrace, health and disease, life and death, toil and pleasure. For in order to use indifferent things indifferently, we need much discernment, since we have been corrupted beforehand by great weakness and by the distortion of bad upbringing and nurture, having indulged ourselves in ignorance.

2.20.110Stählin 2:173

ὁ μὲν οὖν ἁπλοῦς λόγος τῆς καθʼ ἡμᾶς φιλοσοφίας τὰ πάθη πάντα ἐναπερείσματα τῆς ψυχῆς φησιν εἶναι τῆς μαλθακῆς καὶ εἰκούσης καὶ οἷον ἐναποσφραγίσματα τῶν πνευματικῶν δυνάμεων, πρὸς ἃς ἡ πάλη ἡμῖν. ἔργον γάρ, οἶμαι, ταῖς κακούργοις δυνάμεσιν ἐνεργεῖν τι τῆς ἰδίας ἕξεως παρʼ ἕκαστα πειρᾶσθαι εἰς τὸ καταγωνίσασθαι καὶ ἐξιδιοποιήσασθαι τοὺς ἀπειπαμένους αὐτάς. ἕπεται δʼ εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι θαυμάζουσαι τοὺς νικηφόρους. Τῶν γὰρ κινουμένων τὰ μὲν καθʼ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα, τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα. κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασιν εἰς αὔξησιν, εἴ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά.

The simple account of our philosophy, then, says that all the passions are impressions on the soft and yielding soul, and as it were seal-marks of the spiritual powers against which our wrestling is. For it is the business, I think, of the evil-working powers to try at every point to produce something of their own state, so as to overcome and make their own those who have renounced them. Naturally, it follows that some are thrown in the wrestling; but those who carry on the contest more like athletes, fighting the whole fight and going on to the crown, then the powers mentioned, covered in much gore, give up, admiring the victors. For of things that move, some move by impulse and impression, like animals, others by transference, like lifeless things. And they say that among lifeless things plants too move by transition toward growth, if one will grant them that plants are lifeless.

2.20.111Stählin 2:173–174

ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυεῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα. ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς. Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικὰς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἶτα, κατασοφισάμεναι τοὺς μὴ διακρίνειν δυνηθέντας τὴν ἀληθῆ ἀπὸ ψευδοῦς ἡδονὴν καὶ τὸ ἐπίκηρόν τε καὶ ἐφύβριστον ἀπὸ τοῦ ἁγίου κάλλους, ἄγουσιν δουλωσάμεναι. ἑκάστη δὲ ἀπάτη, συνεχῶς ἐναπερειδομένη τῇ ψυχῇ, τὴν φαντασίαν ἐν αὐτῇ τυποῦται. καὶ δὴ τὴν εἰκόνα ἔλαθε περιφέρουσα τοῦ πάθους ἡ ψυχή, τῆς αἰτίας ἀπό τε τοῦ δελέατος καὶ τῆς ἡμῶν συγκαταθέσεως γινομένης.

Stones, then, share in cohesion, plants in nature, and irrational animals in impulse and impression, as well as in the two already mentioned. But the rational power, being proper to the human soul, ought not to be moved in the same way as the irrational animals, but should also discern impressions and not be carried away with them. The powers we have spoken of, then, hold out beauties, glories, adulteries, pleasures, and such enticing impressions to souls that are easily swayed, like those who drive cattle by shaking branches at them; then, having deceived those unable to distinguish true pleasure from false, and perishable and insolent beauty from holy beauty, they lead them away enslaved. And each deception, pressing continually on the soul, stamps its impression on it. And the soul, without knowing it, carries about the image of the passion, the cause coming both from the bait and from our assent.

2.20.112Stählin 2:174

Οἱ δʼ ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά τέ τινα ταῦτα κατʼ οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις, οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς ἐξομοιοῦν λέγουσιν· ὧν γὰρ ἰδιώματα φέρουσι, τούτων τὰ ἔργα μιμοῦνται, καὶ οὐ μόνον ταῖς ὁρμαῖς καὶ φαντασίαις τῶν ἀλόγων ζῴων προσοικειοῦνται, ἀλλὰ καὶ φυτῶν κινήματα καὶ κάλλη ζηλοῦσι διὰ τὸ καὶ φυτῶν ἰδιώματα προσηρτημένα φέρειν,

The followers of Basilides are accustomed to call the passions “appendages,” saying that these are in substance certain spirits attached to the rational soul through some original disturbance and confusion; and that other spurious and alien natures of spirits grow on to these again, such as those of a wolf, an ape, a lion, a goat; and they say that their characteristics, appearing around the soul, make the desires of the soul like those of the animals. For they imitate the deeds of those whose characteristics they bear; and they are assimilated not only to the impulses and impressions of irrational animals, but also emulate the movements and beauties of plants, because they bear the characteristics of plants attached to them,

2.20.113Stählin 2:174

ἔτι δὲ καὶ ἕξεως ἰδιώματα, οἷον ἀδάμαντος σκληρίαν. Ἀλλὰ πρὸς μὲν τὸ δόγμα τοῦτο διαλεξόμεθα ὕστερον, ὁπηνίκα περὶ ψυχῆς διαλαμβάνομεν· νῦν δὲ τοῦτο μόνον παρασημειωτέον, ὡς δουρείου τινὸς ἵππου κατὰ τὸν ποιητικὸν μῦθον εἰκόνα σῴζει ὁ κατὰ Βασιλείδην ἄνθρωπος, ἐν ἑνὶ σώματι τοσούτων πνευμάτων διαφόρων στρατὸν ἐγκεκολπισμένος. αὐτὸς γοῦν ὁ τοῦ Βασιλείδου υἱὸς Ἰσίδωρος ἐν τῷ Περὶ προσφυοῦς ψυχῆς συναισθόμενος τοῦ δόγματος οἷον ἑαυτοῦ κατηγορῶν γράφει κατὰ λέξιν· ἐὰν γάρ τινι πεῖσμα δῷς, ὅτι μὴ ἔστιν ἡ ψυχὴ μονομερής, τῇ δὲ τῶν προσαρτημάτων βίᾳ τὰ τῶν χειρόνων γίνεται πάθη, πρόφασιν οὐ τὴν τυχοῦσαν ἕξουσιν οἱ μοχθηροὶ τῶν ἀνθρώπων λέγειν· ›ἐβιάσθην, ἀπηνέχθην, ἄκων ἔδρασα, μὴ βουλόμενος ἐνήργησα, τῆς τῶν κακῶν ἐπιθυμίας αὐτοὶ ἡγησάμενοι καὶ οὐ μαχεσάμενοι ταῖς τῶν προσαρτημάτων βίαις.

and also characteristics of cohesion, such as the hardness of adamant. But we will argue against this doctrine later, when we treat of the soul. For now only this must be noted: that the man according to Basilides preserves the image of a Trojan horse, as in the poetic myth, holding in the fold of one body an army of so many different spirits. At any rate Isidore himself, the son of Basilides, in his work On the Attached Soul, perceiving the problem with the doctrine, writes word for word as though accusing himself: “For if you persuade anyone that the soul is not undivided, but that the passions of the worse come about by the force of the appendages, the wicked among men will have no small excuse to say: ‘I was forced, I was carried away, I did it unwillingly, I acted without wishing to,’ though they themselves led the desire for evil and did not fight against the forces of the appendages.

2.20.114Stählin 2:174–175

δεῖ δέ, τῷ λογιστικῷ κρείττονας γενομένους, τῆς ἐλάττονος ἐν ἡμῖν κτίσεως φανῆναι κρατοῦντας. δύο γὰρ δὴ ψυχὰς ὑποτίθεται καὶ οὗτος ἐν ἡμῖν, καθάπερ οἱ Πυθαγόρειοι, περὶ ὧν ὕστερον ἐπισκεψόμεθα. ἀλλὰ καὶ Οὐαλεντῖνος πρός τινας ἐπιστέλλων αὐταῖς λέξεσι γράφει περὶ τῶν προσαρτημάτων· εἷς δέ ἐστιν ἀγαθός, οὗ παρρησία ἡ διὰ τοῦ υἱοῦ φανέρωσις, καὶ διʼ αὐτοῦ μόνου δύναιτο ἂν ἡ καρδία καθαρὰ γενέσθαι, παντὸς πονηροῦ πνεύματος ἐξωθουμένου τῆς καρδίας. πολλὰ γὰρ ἐνοικοῦντα αὐτῇ πνεύματα οὐκ ἐᾷ καθαρεύειν, ἕκαστον δὲ αὐτῶν τὰ ἴδια ἐκτελεῖ ἔργα πολλαχῶς ἐνυβριζόντων ἐπιθυμίαις οὐ προσηκούσαις. καί μοι δοκεῖ ὅμοιόν τι πάσχειν τῷ πανδοχείῳ ἡ καρδία· καὶ γὰρ ἐκεῖνο κατατιτρᾶταί τε καὶ ὀρύττεται καὶ πολλάκις κόπρου πίμπλαται ἀνθρώπων ἀσελγῶς ἐμμενόντων καὶ μηδεμίαν πρόνοιαν ποιουμένων τοῦ χωρίου, καθάπερ ἀλλοτρίου καθεστῶτος. τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος οὖσα, πολλῶν οὖσα δαιμόνων οἰκητήριον· ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατήρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὄψεται τὸν θεόν.

We must, becoming stronger in the reasoning part, show ourselves masters of the lower creation within us.” For he too supposes two souls in us, like the Pythagoreans; we will examine them later. But Valentinus too, writing to certain people, writes in these very words about the appendages: “There is one who is good, whose free manifestation is the one through the Son; and through him alone could the heart become pure, every evil spirit being driven out of the heart. For the many spirits dwelling in it do not allow it to be pure; each of them carries out its own works, insulting it in many ways with unfitting desires. And the heart seems to me to experience something like an inn: for an inn is bored through and dug up and often filled with dung by men who stay in it licentiously and take no forethought for the place, since it belongs to someone else. In this way too the heart, as long as it receives no forethought, is unclean, being the dwelling place of many demons; but when the only good Father visits it, it is sanctified and shines with light; and so the one who has such a heart is blessed, for he will see God.”

2.20.115Stählin 2:175

Τίς οὖν ἡ αἰτία τοῦ μὴ προνοεῖσθαι ἐξ ἀρχῆς τὴν τοιαύτην ψυχήν, εἰπάτωσαν ἡμῖν. ἤτοι γὰρ οὐκ ἔστιν ἀξία (καὶ πῶς ὥσπερ ἐκ μετανοίας ἡ πρόνοια πρόσεισιν αὐτῇ); ἢ φύσις σῳζομένη, ὡς αὐτὸς βούλεται, τυγχάνει καὶ ἀνάγκη ταύτην ἐξ ἀρχῆς διὰ συγγένειαν προνοουμένην μηδεμίαν παρείσδυσιν τοῖς ἀκαθάρτοις παρέχειν πνεύμασιν, ἐκτὸς εἰ μὴ βιασθείη καὶ ἀσθενὴς ἐλεγχθείη. ἐὰν γὰρ δῷ μετανοήσασαν αὐτὴν ἑλέσθαι τὰ κρείττω, τοῦτʼ ἐκεῖνος ἄκων ἐρεῖ, ὅπερ ἡ παρʼ ἡμῖν ἀλήθεια δογματίζει, ἐκ μεταβολῆς πειθηνίου, ἀλλʼ οὐκ ἐκ φύσεως γίγνεσθαι τὴν σωτηρίαν. ὥσπερ γὰρ αἱ ἀναθυμιάσεις αἵ τε γῆθεν αἵ τε ἀπὸ τελμάτων εἰς ὁμίχλας συνίστανται καὶ νεφελώδεις συστροφάς, οὕτως αἱ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναδόσεις καχεξίαν προστρίβονται ψυχῇ, κατασκεδαννύουσαι τὰ εἴδωλα τῆς ἡδονῆς ἐπίπροσθε τῆς ψυχῆς.

Let them tell us, then, what is the reason why such a soul is not cared for from the beginning. Either it is not worthy (and then how does providence come to it as if from repentance?), or it is a nature that is saved, as he would have it, and then, being cared for from the beginning because of its kinship, it necessarily gives no entry to the unclean spirits, unless it were forced and shown to be weak. For if he grants that it repented and chose the better things, he will unwillingly say what the truth among us teaches: that salvation comes from an obedient change, not from nature. For as exhalations from the earth and from marshes gather into mists and cloudy masses, so the vapors of fleshly desires bring an ill condition on the soul, spreading the images of pleasure before the soul.

2.20.116Stählin 2:175–176

ἐπισκοτοῦσι γοῦν τῷ φωτὶ τῷ νοερῷ ἐπισπωμένης τῆς ψυχῆς τὰς ἐκ τῆς ἐπιθυμίας ἀναδόσεις καὶ παχυνούσης τὰς συστροφὰς τῶν παθῶν ἐνδελεχείᾳ ἡδονῶν. χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλʼ ἀφεψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει, γῆ κεκαθαρμένη. αἰτεῖσθε γὰρ καὶ δοθήσεται ὑμῖν τοῖς ἐξ ἑαυτῶν ἑλέσθαι τὰ κάλλιστα δυναμένοις λέγεται. ὅπως δʼ ἡμεῖς τοῦ διαβόλου τὰς ἐνεργείας καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα εἰς τὴν τοῦ ἁμαρτωλοῦ ψυχὴν ἐπισπείρειν φαμέν, οὔ μοι δεῖ πλειόνων λόγων παραθεμένῳ μάρτυν τὸν ἀποστολικὸν Βαρνάβαν (ὃ δὲ τῶν ἑβδομήκοντα ἦν καὶ συνεργὸς τοῦ Παύλου) κατὰ λέξιν ὧδέ πως λέγοντα· πρὸ τοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ οἰκητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός· ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμόνων, διὰ τὸ ποιεῖν ὅσα ἦν ἐναντία τῷ θεῷ.

At any rate they darken the light of the mind, the soul drawing in the vapors of desire and thickening the masses of the passions by continual pleasures. A lump of gold is not lifted from the earth, but is boiled and strained, and then, having become pure, it is called gold, earth purified. For “ask and it will be given to you” is said to those who are able to choose the best things of themselves. And as for how we say that the energies of the devil and the unclean spirits sow themselves in the sinner's soul, I need no more words, setting forth as witness the apostolic Barnabas (he was one of the Seventy and a fellow worker of Paul), who says word for word something like this: “Before we believed in God, the dwelling place of our heart was corrupt and weak, truly a temple built by hand; for it was full of idolatry and was a house of demons, because it did whatever was contrary to God.”

2.20.117Stählin 2:176

τὰς ἐνεργείας οὖν τὰς τοῖς δαιμονίοις καταλλήλους ἐπιτελεῖν φησι τοὺς ἁμαρτωλούς, οὐχὶ δὲ αὐτὰ τὰ πνεύματα ἐν τῇ τοῦ ἀπίστου κατοικεῖν ψυχῇ λέγει. διὰ τοῦτο καὶ ἐπιφέρει· προσέχετε, ἵνα ὁ ναὸς τοῦ κυρίου ἐνδόξως οἰκοδομηθῇ. πῶς; μάθετε· λαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ ἐλπίσαντες ἐπὶ τὸ ὄνομα γενώμεθα καινοί, πάλιν ἐξ ἀρχῆς κτιζόμενοι. οὐ γὰρ οἱ δαίμονες ἡμῶν ἀπελαύνονται, ἀλλʼ αἱ ἁμαρτίαι, φησίν, ἀφίενται, ἃς ὁμοίως ἐκείνοις ἐπετελοῦμεν πρὶν ἢ πιστεῦσαι. εἰκότως οὖν ἀντέθηκε τὰ ἐπιφερόμενα· διὸ ἐν τῷ κατοικητηρίῳ ἡμῶν ἀληθῶς ὁ θεὸς κατοικεῖ ἐν ἡμῖν. πῶς; ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς διδαχῆς. οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι διʼ αὐτῆς ἐν αὐτῇ.

So he says that sinners carry out the energies corresponding to the demons, but he does not say that the spirits themselves dwell in the unbeliever's soul. That is why he adds: “Take heed, that the temple of the Lord may be built gloriously. How? Learn: having received the forgiveness of sins and having hoped on the Name, let us become new, created again from the beginning.” For it is not the demons that are driven out from us, he says, but the sins are forgiven, which we committed like them before we believed. Fittingly, then, he set against this what follows: “Therefore in our dwelling place God truly dwells in us. How? His word of faith, his calling of promise, the wisdom of the ordinances, the commandments of the teaching.” I know of meeting a certain heresy, and its leader said that he fought pleasure with pleasure by using it, this noble knower deserting to pleasure through a feigned battle (for he claimed to be one who knows, too); since, he said, it is no great thing to abstain from pleasure without having tried it, but, when one is in it, not to be mastered by it; and therefore one should train oneself through it and in it.

2.20.118Stählin 2:176–177

ἐλάνθανεν δὲ ἑαυτὸν κατασοφιζόμενος ὁ ἄθλιος τῇ φιληδόνῳ τέχνῃ. ταύτῃ δηλονότι τῇ δόξῃ καὶ Ἀρίστιππος ὁ Κυρηναῖος προσέβαλλεν τοῦ τὴν ἀλήθειαν αὐχοῦντος σοφιστοῦ. ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπʼ αὐτῆς. τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ δεῖν παραχρῆσθαι τῇ σαρκί. ἀλλʼ ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις. οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς ἀποστολικοῦ μεταδιωκόντων. τίνι γὰρ οὗτοι Σαρδαναπάλλου διαφέρουσιν; οὗ τὸν βίον δηλοῖ τὸ ἐπίγραμμα· ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ.

But the wretch did not notice that he was deceiving himself by the pleasure-loving art. Aristippus of Cyrene, clearly, held this opinion too, the sophist who boasted of the truth. Reproached, at any rate, for constantly consorting with the Corinthian courtesan, he said, “I have Lais, and I am not had by her.” Such too are those who claim to follow Nicolaus, bringing forward a saying of the man, by a distortion, that one must “abuse the flesh.” But the noble man showed that one must cut back pleasures and desires and by this discipline wither the impulses and assaults of the flesh. They, however, pouring themselves into pleasure like goats, as though insulting the body, live in luxury, not knowing that the body wears out, being by nature fluid, while their soul is buried in the mire of vice, since they follow the teaching of pleasure itself, not of an apostolic man. For in what do they differ from Sardanapalus, whose life the epitaph shows: “I have what I ate and my wanton deeds and the delights I had with love; but those many prosperous things are left behind. For I too am dust, who ruled great Nineveh.” For in general the passion of pleasure is not necessary, but a consequence of certain natural needs: hunger, thirst, cold, marriage.

2.20.119Stählin 2:177–178

εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλʼ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἄλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα † πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, ἣ καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τὴν ἡδονήν, θειάζει γοῦν σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ Διογένης ἔν τινι τραγῳδίᾳ γράφει· οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφʼ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά. καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται, ἐπαξίως δὲ τῶν φιληδόνων.

If, at any rate, it were possible without it to drink, take food, or beget children, it would be shown that there is no other need for it. For pleasure is neither an activity nor a disposition, nor indeed any part of us, but it entered life as a helper, as they say salt did, for the digestion of food. But it, throwing off the reins and taking control of the house, … first begets desire, which is an irrational longing and appetite for what gratifies it; and it persuaded even Epicurus to set pleasure as the goal of the philosopher. He deifies, at any rate, a stable condition of the flesh and the confident hope about it. For what else is luxury but pleasure-loving gluttony and a superfluous excess for the self-indulgence of the dissolute? Diogenes writes expressively in a tragedy: “Those whose hearts are crammed with the pleasures of unmanly and filthy luxury, not willing to toil even a little,” and what follows, which is said shamefully but worthily of lovers of pleasure.

2.20.120Stählin 2:178

Διό μοι δοκεῖ ὁ θεῖος νόμος ἀναγκαίως τὸν φόβον ἐπαρτᾶν, ἵνʼ εὐλαβείᾳ καὶ προσοχῇ τὴν ἀμεριμνίαν ὁ φιλόσοφος κτήσηταί τε καὶ τηρήσῃ, ἀδιάπτωτός τε καὶ ἀναμάρτητος ἐν πᾶσι διαμένων. οὐ γὰρ ἄλλως εἰρήνη καὶ ἐλευθερία περιγίνεται ἢ διὰ τῆς ἀπαύστου καὶ ἀναπαυδήτου πρὸς τῶν παθῶν ἡμῶν ἀντιμαχήσεως. οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθʼ ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς ἐπιβουλεύουσα καὶ δάκνουσα. πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες; ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα.

That is why it seems to me that the divine law necessarily hangs fear over us, so that by caution and attention the philosopher may acquire and keep freedom from care, remaining unfailing and sinless in all things. For peace and freedom are gained in no other way than by unceasing and untiring struggle against our passions. For these opponents, stout and Olympic, are, so to speak, sharper than wasps, and pleasure most of all, plotting and stinging enticingly with witchcraft not only by day but also by night in our very dreams. How, then, can the Greeks justly still run down the law, when they themselves teach that pleasure is enslaved by fear? Socrates, at any rate, bids us guard against what persuades us to eat when not hungry and drink when not thirsty, and against the glances and kisses of the beautiful, as by nature injecting a poison more dangerous than scorpions and spiders.

2.20.121Stählin 2:178–179

καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται, ὅ τε Θηβαῖος Κράτης τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη· οὔθʼ ὑπὸ χρυσείων δουλουμένη οὔθʼ ὑπʼ ἐρώτων τηξιπόθων, οὐδʼ εἴ τι συνέμπορόν ἐστι φίλυβρι. καὶ τὸ ὅλον ἐπιλέγει· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τʼ ἀγαπῶσιν. οὗτος ἐν ἄλλοις εὐθυρημόνως γράφει τῆς εἰς τὰ ἀφροδίσια ἀκατασχέτου ὁρμῆς κατάπλασμα εἶναι λιμόν, εἰ δὲ μή, βρόχον. Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πως· φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει· εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.

And Antisthenes chooses to go mad rather than to feel pleasure; and Crates of Thebes says, “Master these things, a soul rejoicing in character, neither enslaved by gold nor by loves that melt with longing, nor by anything that goes with insolence.” And he concludes the whole: “Unenslaved and unbent by slavish pleasure, they love an immortal kingdom and freedom.” He writes elsewhere, plainly, that the plaster for an uncontrollable urge toward sexual pleasures is hunger, and if not, the noose. And the comic poets bear witness to the teaching of Zeno the Stoic, though mocking him, in this way: “For this man philosophizes a new philosophy: he teaches hunger and gets disciples; one loaf, a dried fig for relish, water to drink after.”

2.20.122Stählin 2:179

Πάντες δὴ οὗτοι οὐκ αἰσχύνονται σαφῶς ὁμολογεῖν τὴν ἐκ τῆς εὐλαβείας ὠφέλειαν· ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ μυστηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς ὑπὸ τοῦ λόγου λαμβάνει. ἤδη γοῦν καὶ τοῦ ποιητικοῦ Διὸς τὴν αἰγίδα γράφουσι δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται, ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή· ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.

All these, then, are not ashamed to confess plainly the benefit of caution. But true and not irrational wisdom, trusting not in bare words and oracles but in invulnerable defenses and effective mysteries, the divine commandments, practicing in training and exercise together with them, receives divine power in the part of it inspired by the Word. Indeed they even describe the aegis of the poets' Zeus as terrible: “around which Fear is set as a crown on every side, and in it is Strife, in it Strength, in it chilling Pursuit; and in it the Gorgon's head of the dread monster, dread and terrible, a portent of aegis-bearing Zeus.”

2.20.123Stählin 2:180

τοῖς δὲ τὸ σωτήριον διορᾶν ὀρθῶς δυναμένοις οὐκ οἶδα εἴ τι φίλτερον φανήσεται τῆς τε σεμνότητος τοῦ νόμου καὶ τῆς θυγατρὸς αὐτοῦ εὐλαβείας. ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον· τοῖς γὰρ ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτριον ὑπέρτονον δοκεῖ, καὶ τοῖς ἀδίκοις ἀκροδίκαιον τὸ ἐπιβάλλον. ὅσους γὰρ διὰ τὸ φιλικῶς πρὸς ἁμαρτίας ἔχειν ἡ συγγνώμη παρεισέρχεται, οὗτοι τὴν ἀλήθειαν ἀπήνειαν ὑπολαμβάνουσιν καὶ τὴν αὐστηρίαν ἀποτομίαν, καὶ ἀνηλεῆ τὸν μὴ συναμαρτάνοντα μηδὲ συγκατασπώμενον.

But to those who can rightly discern what is saving, I do not know whether anything will appear dearer than the dignity of the law and its daughter, caution. But when someone is said to sing too high, as the Lord does toward some, so that some who emulate him may not sing out of tune and off the string, I understand it so: not that he is too high, but that to those unwilling to take up the divine yoke, to these he is too high. For to the slack and weak the moderate seems too high, and to the unjust what is due seems excessively just. For those whom pardon enters because they are friendly toward sins suppose the truth to be harshness, and strictness to be severity, and the one who does not sin with them and is not dragged down with them to be merciless.

2.20.124Stählin 2:180

εὖ γοῦν ἡ τραγῳδία ἐπὶ τοῦ Ἅιδου γράφει· πρὸς δʼ οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δʼ ἔστεργε τὴν ἁπλῶς δίκην. καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ μὴ προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐστε, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα· καὶ τῇδε ὠφελοίμεθʼ ἄν, κατὰ δύναμιν προθυμότερον τὰ μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὔτε γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμον βιώσαντες ἀπὸ δρυὸς ἦσαν παλαιφάτου οὐδʼ ἀπὸ πέτρης. τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθη.

The tragedy, at any rate, writes well about Hades: “To what a god you will come … who knew neither fairness nor grace, but loved only justice pure and simple.” For even if you are not yet able to do what is not commanded by the law, yet, perceiving that the finest examples are set out for us in it, we can nourish and increase the love of freedom; and in this way we would be helped, as far as we can, more eagerly, being challenged by some, imitating others, and shamed by others. For the righteous of old who lived according to the law were not “from an oak of ancient story, nor from a rock.” At any rate, by their willingness to philosophize genuinely, they offered themselves wholly to God, and it was “counted to them as faith.”

2.20.125Stählin 2:180–181

Παγκάλως ὁ Ζήνων ἐπὶ τῶν Ἰνδῶν ἔλεγεν ἕνα Ἰνδὸν παροπτώμενον ἐθέλειν ἂν ἰδεῖν ἢ πάσας τὰς περὶ πόνου ἀποδείξεις μαθεῖν. ἡμῖν δὲ ἄφθονοι μαρτύρων πηγαὶ ἑκάστης ἡμέρας ἐν ὀφθαλμοῖς ἡμῶν θεωρούμεναι παροπτωμένων ἀνασκινδυλευομένων τὰς κεφαλὰς ἀποτεμνομένων. τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ διʼ αἱμάτων ἐνδείκνυσθαι. ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. τίνας τούτους; τοὺς ἡδονῆς κρείττονας, τοὺς τῶν παθῶν διαφέροντας, τοὺς ἕκαστον ὧν πράσσουσιν ἐπισταμένους, τοὺς γνωστικούς, τοὺς τοῦ κόσμου μείζονας. καὶ πάλιν ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες τίσι λέγει ὁ κύριος; τοῖς παραιτουμένοις ὡς οἷόν τε πᾶν τὸ ἀνθρώπινον. καὶ ὁ ἀπόστολος λέγει· ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλʼ ἐν πνεύματι. καὶ πάλιν λέγει· ἐν σαρκὶ ὄντες οὐ κατὰ σάρκα στρατευόμεθα· σὰρξ γὰρ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ· ἰδοὺ δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε διελέγχον ἡμᾶς τὸ πνεῦμα εἴρηκεν.

Zeno spoke very finely about the Indians: that he would rather see one Indian being burned than learn all the demonstrations about pain. But we have abundant springs of martyrs every day before our eyes, being burned, impaled, beheaded. The fear that comes from the law, leading them all like a schoolmaster to Christ, trained them to show their reverence even by their blood. “God stood in the assembly of gods; in the midst he judges gods.” Who are these? Those who are stronger than pleasure, who rise above the passions, who know each thing they do, those who know, those greater than the world. And again: “I said, you are gods, and all sons of the Most High.” To whom does the Lord say this? To those who reject, as far as possible, everything human. And the apostle says: “For you are no longer in the flesh, but in the Spirit.” And again he says: “Though we are in the flesh, we do not wage war according to the flesh.” “For flesh and blood cannot inherit the kingdom of God, nor does corruption inherit incorruption.” “But behold, you die like men,” the Spirit has said, reproving us.

2.20.126Stählin 2:181

χρὴ τοίνυν συνασκεῖν αὑτοὺς εἰς εὐλάβειαν τῶν ὑποπιπτόντων τοῖς πάθεσι, φυγαδεύοντας κατὰ τοὺς ὄντως φιλοσόφους τὰ πασχητιῶντα τῶν βρωμάτων καὶ τὴν παρὰ τὴν κοίτην ἔκλυτον ἄνεσιν καὶ τὴν τρυφὴν καὶ τὰ εἰς τρυφὴν πάθη, ἄλλοις εἶναι ἆθλον βαρύ, ἡμῖν δὲ οὐκέτι· δῶρον γὰρ τοῦ θεοῦ σωφροσύνη τὸ μέγιστον. αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ἐγκαταλείπω, ἄξιον κρίνας διὰ τὴν γνησίαν αἵρεσιν. οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας περιγένηται καρπός. γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.

We must, then, train ourselves to caution about what falls under the passions, banishing, as true philosophers do, the foods that excite, and the loose indulgence in bed, and luxury, and the passions that lead to luxury; for others let this be a heavy contest, but for us no longer; for self-restraint is the greatest gift of God. For he himself has said, “I will never leave you nor forsake you,” judging one worthy because of a genuine choice. So the kind yoke of the Lord will receive us as we try to approach with caution, the one Charioteer driving each of us by advance “from faith to faith” to salvation, so that the fitting fruit of happiness may be gained. And training, according to Hippocrates of Cos, is not only of the body but also of the soul: “health: tirelessness in toil, not eating one's fill of food.”

Miscellanies 2, chapter 21

2.21.127Stählin 2:181–182

Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν Διὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων. τῶν γὰρ ἀπὸ τῆς ἡδονῆς ἀρχομένων τούς τε Κυρηναϊκοὺς εἶναι καὶ τὸν Ἐπίκουρον· τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν. ὁ δὲ Ἐπίκουρος καὶ τὴν τῆς ἀλγηδόνος ὑπεξαίρεσιν ἡδονὴν εἶναι λέγει· αἱρετὸν δὲ εἶναί φησιν ὃ πρῶτον ἐξ ἑαυτοῦ ἐφʼ ἑαυτὸ ἐπισπᾶται, πάντως δηλονότι ἐν κινήσει ὑπάρχον. Δεινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθʼ αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. καὶ Διόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται τὸ ἀοχλήτως καὶ καλῶς ζῆν.

Epicurus, placing godlike happiness in not being hungry, thirsty, or cold, uttered an impious saying, that in these things one could fight even with Father Zeus, as if laying down the blessed victory of dung-eating pigs and not of rational beings and philosophers. For among those who start from pleasure are the Cyrenaics and Epicurus; for these say expressly that the goal is to live pleasantly, and that pleasure alone is the perfect good. Epicurus also says that the removal of pain is pleasure; and he says that what is choiceworthy is that which first draws to itself from itself, being clearly entirely in motion. Dinomachus and Calliphon said that the goal was to do everything in one's power for the sake of attaining and enjoying pleasure; and Hieronymus the Peripatetic said that the goal was to live without disturbance, and that happiness alone is the final good. And Diodorus, from the same school, likewise declares that the goal is to live without disturbance and nobly.

2.21.128Stählin 2:182

Ἐπίκουρος μὲν οὖν καὶ οἱ Κυρηναϊκοὶ τὸ πρῶτον οἰκεῖόν φασιν ἡδονὴν εἶναι· ἕνεκα γὰρ ἡδονῆς παρελθοῦσα, φασίν, ἡ ἀρετὴ ἡδονὴν ἐνεποίησε. κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν. Οἱ δὲ περὶ τὸν Ἀριστοτέλη τέλος ἀποδιδόασιν εἶναι τὸ ζῆν κατʼ ἀρετήν, οὔτε δὲ τὴν εὐδαιμονίαν οὔτε τὸ τέλος παντὶ τῷ τὴν ἀρετὴν ἔχοντι παρεῖναι· βασανιζόμενον γὰρ καὶ τύχαις ἀβουλήτοις περιπίπτοντα τὸν σοφὸν καὶ διὰ ταῦτα ἐκ τοῦ ζῆν ἀσμένως ἐθέλοντα διαφεύγειν μὴ εἶναι μήτε μακάριον μήτʼ εὐδαίμονα. δεῖ γὰρ καὶ χρόνου τινὸς τῇ ἀρετῇ· οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ περιγίνεται, ἣ καὶ ἐν τελείῳ συνίσταται, ἐπεὶ μὴ ἔστιν, ὥς φασι, παῖς εὐδαίμων ποτέ· τέλειος δʼ ἂν εἴη χρόνος ὁ ἀνθρώπινος βίος. συμπληροῦσθαι τοίνυν τὴν εὐδαιμονίαν ἐκ τῆς τριγενείας τῶν ἀγαθῶν. οὔτʼ οὖν ὁ πένης οὔθʼ ὁ ἄδοξος, ἀλλʼ οὐδʼ ὁ ἐπίνοσος, ἀλλʼ οὐδʼ ἂν οἰκέτης ᾖ τις, κατʼ αὐτοὺς.

Epicurus and the Cyrenaics, then, say that pleasure is the first thing proper to us; for virtue, they say, came in for the sake of pleasure and produced pleasure. According to Calliphon's followers, virtue entered for the sake of pleasure, but later, seeing its own beauty, made itself equal in honor to its origin, that is, to pleasure. Aristotle's followers declare that the goal is to live according to virtue, but that neither happiness nor the goal is present to everyone who has virtue; for the wise man who is tortured and falls into unwanted misfortunes, and for this reason gladly wishes to escape from life, is neither blessed nor happy. For virtue also needs some time; for it is not gained in one day, and it consists in a complete life, since, as they say, a child is never happy; and a complete time would be a human lifetime. Happiness, then, is completed from the three kinds of goods. So, according to them, neither the poor man nor the man without reputation, nor the sick man, nor anyone who is a slave, is happy.

2.21.129Stählin 2:183–184

Πάλιν δʼ αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατʼ ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, Διογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν. ὅ τε Ἀντίπατρος ὁ τούτου γνώριμος τὸ τέλος κεῖσθαι ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ φύσιν, ἀπεκλέγεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει. Ἀρχέδημός τε αὖ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, ζῆν ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν. πρὸς τούτοις ἔτι Παναίτιος τὸ ζῆν κατὰ τὰς δεδομένας ἡμῖν ἐκ φύσεως ἀφορμὰς τέλος ἀπεφήνατο· ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὑτὸν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς. τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ ζῆν ἀκολούθως τῇ τοῦ ἀνθρώπου κατασκευῇ. τί δή σοι Ἀρίστωνα ἂν καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη, τὸ δὲ ἀδιάφορον ἁπλῶς ἀδιάφορον ἀπολείπει· ἢ τὰ Ἡρίλλου εἰς μέσον παράγοιμι; τὸ κατʼ ἐπιστήμην ζῆν τέλος εἶναι τίθησιν Ἥριλλος. τοὺς γὰρ ἐκ τῆς Ἀκαδημίας νεωτέρους ἀξιοῦσί τινες τέλος ἀποδιδόναι τὴν ἀσφαλῆ πρὸς τὰς φαντασίας ἐποχήν. ναὶ μὴν Λύκων ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς † Λεύκιμος τὴν ἐπὶ τοῖς καλοῖς. Κριτόλαος δέ, ὁ καὶ αὐτὸς Περιπατητικός, τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου, τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην τριγενικὴν τελειότητα μηνύων.

Again, Zeno the Stoic considers the goal to be living according to virtue; Cleanthes, living in agreement with nature; Diogenes thought the goal lay in reasoning well, which he held lay in the selection of things according to nature. Antipater, his pupil, supposes the goal lies in continually and unswervingly selecting what is according to nature and rejecting what is against nature. Archedemus in turn explained the goal thus: to live selecting the greatest and most important things according to nature, which cannot be surpassed. In addition, Panaetius declared the goal to be living according to the starting points given us by nature; and last of all Posidonius, living in contemplation of the truth and order of the universe and forming himself accordingly as far as possible, being led in nothing by the irrational part of the soul. Some of the younger Stoics put it thus: the goal is to live consistently with the constitution of man. Why should I list Ariston for you? He said the goal was indifference, leaving the indifferent simply indifferent. Or should I bring forward the views of Herillus? Herillus sets living according to knowledge as the goal. Some think the younger Academics give as the goal a safe suspension of judgment toward impressions. Indeed, Lycon the Peripatetic said the goal was the true joy of the soul, as … Leucimus said, joy in noble things. And Critolaus, also a Peripatetic, spoke of the perfection of a life flowing well according to nature, meaning the threefold perfection completed from the three kinds.

2.21.130Stählin 2:184–185

Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους καταπαυστέον, φιλοτιμητέον δὲ ὡς ἔνι μάλιστα καὶ τὰ πρὸς τῶν φυσικῶν δογματιζόμενα περὶ τοῦ προκειμένου παραθέσθαι. Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν Ἡρακλειτόν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν. Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος τῶν ἀριθμῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι. ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσι, Δημόκριτος μὲν ἐν τῷ Περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν (καὶ πολλάκις ἐπιλέγει· τέρψις γὰρ καὶ ἀτερπίη οὖρος † τῶν περιηκμακότων), Ἑκαταῖος δὲ αὐτάρκειαν, καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι. ἔτι πρὸς τούτοις Διότιμος τὴν παντέλειαν τῶν ἀγαθῶν, ἣν εὐεστὼ προσαγορεύεσθαι, τέλος ἀπέφηνεν. πάλιν Ἀντισθένης μὲν τὴν ἀτυφίαν, οἱ δὲ Ἀννικέρειοι καλούμενοι ἐκ τῆς Κυρηναϊκῆς διαδοχῆς τοῦ μὲν ὅλου βίου τέλος οὐδὲν ὡρισμένον ἔταξαν, ἑκάστης δὲ πράξεως ἴδιον ὑπάρχειν τέλος τὴν ἐκ τῆς πράξεως περιγινομένην ἡδονήν. οὗτοι οἱ Κυρηναϊκοὶ τὸν ὅρον τῆς ἡδονῆς Ἐπικούρου, τουτέστι τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν, ἀθετοῦσιν, νεκροῦ κατάστασιν ἀποκαλοῦντες· χαίρειν γὰρ ἡμᾶς μὴ μόνον ἐπὶ ἡδοναῖς, ἀλλὰ καὶ ἐπὶ ὁμιλίαις καὶ ἐπὶ φιλοτιμίαις. ὁ δὲ Ἐπίκουρος πᾶσαν χαρὰν τῆς ψυχῆς οἴεται ἐπὶ πρωτοπαθούσῃ τῇ σαρκὶ γενέσθαι.

We must not stop, then, content with these, but must be eager, as far as possible, to set out also what the natural philosophers have taught on the subject. They say that Anaxagoras of Clazomenae said the goal of life is contemplation and the freedom that comes from it; and Heraclitus of Ephesus, contentment. Heraclides of Pontus relates that Pythagoras taught that the knowledge of the perfection of the numbers of the soul is happiness. The Abderites too teach that there is a goal: Democritus, in his On the Goal, cheerfulness, which he also called well-being (and he often adds: “For delight and lack of delight are the boundary … of those past their prime”); Hecataeus, self-sufficiency; Apollodotus of Cyzicus, the delighting of the soul; as Nausiphanes, imperturbability, for he said this was called by Democritus “fearlessness.” Besides these, Diotimus declared the goal to be the complete possession of goods, which he says is called well-being. Again, Antisthenes set it as freedom from vanity; the so-called Annicereans, of the Cyrenaic succession, set no fixed goal for the whole of life, but said that each action has its own goal, the pleasure that results from the action. These Cyrenaics reject Epicurus's definition of pleasure, that is, the removal of pain, calling it the condition of a corpse; for we rejoice, they say, not only in pleasures but also in company and in honors. Epicurus thinks that every joy of the soul arises from a prior experience of the flesh.

2.21.131Stählin 2:185

ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρʼ ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;

And Metrodorus, in his work On the Cause of Happiness within Us Being Greater than That from Things, says: “What else is the good of the soul but the stable condition of the flesh and the confident hope about it?”

Miscellanies 2, chapter 22

2.22.131Stählin 2:185

Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τὸ δὲ μετέχον ἐκείνου καὶ τὴν ἀπʼ αὐτοῦ δεχόμενον ὁμοιότητα, ὃ περὶ ἀνθρώπους γίνεται τοὺς μεταποιουμένους ἀρετῆς τε καὶ τῆς ἀληθοῦς φιλοσοφίας. διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ Περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρʼ ἕκαστα διδάσκειν ὡς ὁ αὐτὸς δίκαιός τε καὶ εὐδαίμων ἀνὴρ καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταρᾶσθαι ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι· ἀσεβεῖς γὰρ τῷ ὄντι οἱ τὸ συμφέρον ἀπὸ τοῦ δικαίου τοῦ κατὰ νόμον χωρίζοντες. αὐτὸς δὲ ὁ Πλάτων τὴν εὐδαιμονίαν τὸ εὖ τὸν δαίμονα ἔχειν, δαίμονα δὲ λέγεσθαι τὸ τῆς ψυχῆς ἡμῶν ἡγεμονικόν, τὴν δὲ εὐδαιμονίαν τὸ τελειότατον ἀγαθὸν καὶ πληρέστατον λέγει. ἔσθʼ ὅτε δὲ βίον ὁμολογούμενον καὶ σύμφωνον αὐτὴν ἀποκαλεῖ, καὶ ἔσθʼ ὅτε τὸ κατʼ ἀρετὴν τελειότατον, τοῦτο δὲ ἐν ἐπιστήμῃ τοῦ ἀγαθοῦ τίθεται καὶ ἐν ἐξομοιώσει τῇ πρὸς τὸν θεόν, ὁμοίωσιν ἀποφαινόμενος δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως εἶναι. ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν κατʼ εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθʼ ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν ἐκδέχονται;

Plato the philosopher, indeed, says that the goal is twofold: the one that is shared in and exists first in the Ideas themselves, which he calls the Good; and the one that shares in that and receives likeness from it, which arises in men who lay claim to virtue and true philosophy. That is why Cleanthes too, in the second book of On Pleasure, says that Socrates taught on every occasion that the just man and the happy man are the same, and cursed the first who separated the just from the advantageous as having done an impious thing; for truly impious are those who separate the advantageous from the just according to law. And Plato himself says that happiness (eudaimonia) is having one's daimon well, and that the ruling part of our soul is called the daimon, and that happiness is the most perfect and complete good. Sometimes he calls it a life in agreement and harmony, and sometimes the most perfect life according to virtue; and he places this in the knowledge of the good and in likeness to God, declaring the likeness to be becoming just and holy with prudence. For do not some of our own writers understand that man received “according to the image” at once, at his creation, but will receive “according to the likeness” later, at his perfection?

2.22.132Stählin 2:185–186

αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει· πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. λέγει γοῦν ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν πάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός. ὁρᾷς ὅπως καὶ αὐτὸς εὐλάβειαν προσάγει τῷ θείῳ νόμῳ; ἐπιφέρει γοῦν· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος. εἶτα τούτοις τὰ ἀκόλουθα συνάψας καὶ τῷ φόβῳ νουθετήσας ἐπιφέρει· τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ; μία καὶ ἕνα λόγον ἔχουσα ἀρχαῖον, ὅτι τῷ μὲν ὁμοίῳ τὸ ὅμοιον ὄντι μετρίῳ φίλον ἂν εἴη, τὰ δὲ ἄμετρα οὔτε ἀλλήλοις οὔτε τοῖς ἐμμέτροις. τὸν οὖν τῷ θεῷ προσφιλῇ γενησόμενον εἰς δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι.

For example, Plato, teaching that this likeness will come to the virtuous man with humility, interprets somewhere that saying, “Everyone who humbles himself will be exalted.” He says, at any rate, in the Laws: “God, as the ancient saying has it, holding the beginning, middle, and end of all things, goes straight to his goal, moving according to nature; and Justice always follows him, the avenger of those who fall short of the divine law.” Do you see how he too brings caution to the divine law? He adds, at any rate: “Holding fast to her, the one who is to be happy follows, humble and orderly.” Then, joining what follows to these and admonishing by fear, he adds: “What conduct, then, is dear to God and follows him? One, having one ancient principle: that like will be dear to like, when it is measured, while unmeasured things are dear neither to one another nor to the measured. The one who is to become dear to God, then, must necessarily become like this himself as far as possible.”

2.22.133Stählin 2:186–187

καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος γάρ, ὅ τε μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος. τοῦτο ἀρχαῖον εἶναι φήσας τὸ δόγμα τὴν ἐκ τοῦ νόμου εἰς αὐτὸν ἥκουσαν διδασκαλίαν ᾐνίξατο. κἀν τῷ Θεαιτήτῳ τὰ κακὰ ἀμφὶ τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν ἐξ ἀνάγκης δοὺς ἐπιφέρει· διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. εἶεν δʼ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργαστικαί. Ξενοκράτης τε ὁ Καλχηδόνιος τὴν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ὑπηρετικῆς αὐτῇ δυνάμεως. εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν· ὡς δʼ ὑφʼ ὧν, τὰς ἀρετάς· ὡς δʼ ἐξ ὧν ὡς μερῶν, τὰς καλὰς πράξεις καὶ τὰς σπουδαίας ἕξεις τε καὶ διαθέσεις καὶ κινήσεις καὶ σχέσεις· ὡς δʼ ὧν οὐκ ἄνευ, τὰ σωματικὰ καὶ τὰ ἐκτός. ὁ γὰρ Ξενοκράτους γνώριμος Πολέμων φαίνεται τὴν εὐδαιμονίαν αὐτάρκειαν εἶναι βουλόμενος ἀγαθῶν πάντων, ἢ τῶν πλείστων καὶ μεγίστων. δογματίζει γοῦν χωρὶς μὲν ἀρετῆς μηδέποτε ἂν εὐδαιμονίαν ὑπάρχειν, δίχα δὲ καὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι.

“And according to this reasoning the self-restrained among us is a friend of God, for he is like him; while the one who is not self-restrained is unlike and different.” By saying that this doctrine is ancient, he hinted at the teaching that had come to him from the law. And in the Theaetetus, granting that evils necessarily haunt mortal nature and this place, he adds: “That is why we must try to flee from here to there as quickly as possible; and flight is likeness to God as far as possible; and likeness is to become just and holy with prudence.” And Speusippus, Plato's nephew, says that happiness is a perfect state in things according to nature, or a state of good things; a condition all men desire, while the good aim at freedom from disturbance; and the virtues would be productive of happiness. Xenocrates of Chalcedon defines happiness as the possession of one's proper virtue and of the power that serves it. Then he clearly says that that in which it arises is the soul; that by which, the virtues; that from which, as parts, noble actions and good states, dispositions, motions, and relations; that without which it cannot be, bodily and external things. And Polemon, Xenocrates' pupil, seems to wish happiness to be self-sufficiency in all goods, or in the most and greatest. He teaches, at any rate, that there could never be happiness without virtue, and that virtue, even without bodily and external goods, is sufficient for happiness.

2.22.134Stählin 2:187

Καὶ τὰ μὲν ὧδε ἐχέτω, αἱ δὲ ἀντιρρήσεις αἱ πρὸς τὰς εἰρημένας δόξας κατὰ καιρὸν τεθήσονται, ἡμῖν δὲ αὐτοῖς εἰς τέλος ἀτελεύτητον ἀφικέσθαι πρόκειται πειθομένοις ταῖς ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατʼ αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ θείου θελήματος γνώσεως· ἥ τε πρὸς τὸν ὀρθὸν λόγον ὡς οἷόν τε ἐξομοίωσις τέλος ἐστὶ καὶ εἰς τὴν τελείαν υἱοθεσίαν διὰ τοῦ υἱοῦ ἀποκατάστασις, δοξάζουσαν ἀεὶ τὸν πατέρα διὰ τοῦ μεγάλου ἀρχιερέως τοῦ ἀδελφοὺς καὶ συγκληρονόμους καταξιώσαντος ἡμᾶς εἰπεῖν. καὶ ὁ μὲν ἀπόστολος συντόμως τὸ τέλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διαγράφων λέγει· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον· διττὴν δὲ εἰδὼς τὴν ἐλπίδα, τὴν μὲν προσδοκωμένην, τὴν δὲ ἀπειλημμένην, ἤδη τέλος διδάσκει τὴν τῆς ἐλπίδος ἀποκατάστασιν· ἡ γὰρ ὑπομονή, φησί, δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. διʼ ἣν ἀγάπην καὶ ἡ εἰς τὴν ἐλπίδα ἀποκατάστασις, ἣν ἀνάπαυσιν ἀλλαχοῦ λέγει ἀποκεῖσθαι ἡμῖν.

Let these things stand thus; refutations of the opinions mentioned will be set out in due time. But for us the aim is to reach an endless end by obeying the commandments, that is, God, and living by them blamelessly and with understanding through the knowledge of the divine will. And the goal is likeness, as far as possible, to right reason, and restoration to perfect adoption through the Son, always glorifying the Father through the great high priest who has thought us worthy to be called brothers and fellow heirs. And the apostle, briefly describing the goal in the letter to the Romans, says: “But now, having been freed from sin and enslaved to God, you have your fruit for sanctification, and the end, eternal life.” And knowing that hope is twofold, one expected, the other received, he teaches that the goal is the restoration of hope: “For endurance,” he says, “produces character, and character hope; and hope does not put to shame, because the love of God has been poured out in our hearts through the Holy Spirit who has been given to us.” Because of this love there is also the restoration to what is hoped for, which elsewhere he calls the rest laid up for us.

2.22.135Stählin 2:187–188

τὰ ὅμοια καὶ παρὰ τῷ Ἰεζεκιὴλ εὕροις ἂν οὕτως ἔχοντα· ἡ ψυχὴ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν ἄρτον αὐτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν· δίκαιός ἐστι, ζωῇ ζήσεται, λέγει ἀδωναῒ κύριος, ὅ τε Ἡσαΐας τὸν μὲν πιστεύσαντα εἰς σεμνότητα βίου, τὸν γνωστικὸν δὲ εἰς ἐπίστασιν παρακαλῶν, μὴ τὴν αὐτὴν εἶναι ἀρετὴν ἀνθρώπου καὶ θεοῦ παριστὰς ὧδέ φησι· ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς ὁδοὺς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον, καὶ ἐλεηθήσεται

You would find similar things in Ezekiel too, thus: “The soul that sins, it shall die. And a man who is righteous and does judgment and righteousness has not eaten on the mountains, and has not lifted his eyes to the idols of the house of Israel, and has not defiled his neighbor's wife, and has not approached a woman in the separation of her uncleanness” (for he does not wish the seed of man to be insulted); “and he will not oppress a man,” it says; “he will return the debtor's pledge; he will not commit robbery; he will give his bread to the hungry and clothe the naked; he will not give his money at interest, and will not take increase; he will turn his hand away from injustice; he will do true judgment between a man and his neighbor; he will walk in my ordinances and has kept my judgments to do the truth: he is righteous, he shall surely live, says Adonai the Lord.” And Isaiah, exhorting the believer to dignity of life and the one who knows to understanding, and showing that the virtue of man and of God is not the same, says: “Seek the Lord, and when you find him call on him; and when he draws near to you, let the ungodly forsake his ways and the lawless man his ways, and let him turn to the Lord, and he will be shown mercy,”

2.22.136Stählin 2:188

ἕως καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. ἡμεῖς τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη. ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἕως κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. τὰ ὅμοια τῷ Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι πεποιθώς· ἡ γὰρ τῆς ἐλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηται· διὸ τοῦ κατασκηνώσει τῇ λέξει παγκάλως προσέθηκε τὸ πεποιθώς, δεικνὺς τὸν τοιοῦτον ἀναπεπαῦσθαι ἀπολαβόντα ἣν ἤλπιζεν ἐλπίδα, διὸ καὶ ἐπιφέρει· καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαρρήδην φησί· μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ, ἵνα γένηται ἐκεῖνο· εἰ ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, Χριστὸς δὲ θεοῦ. τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν. ἐκ τούτων οὖν αἱ πηγαὶ τῶν περὶ τέλους δογματισάντων ἃς προειρήκαμεν βλύζουσιν. ἀλλὰ τούτων μὲν ἅλις

as far as “and your thoughts from my thought.” We, then, according to the noble apostle, “by faith wait for the hope of righteousness. For in Christ neither circumcision nor uncircumcision avails anything, but faith working through love.” “And we desire each of you to show the same eagerness for the full assurance of hope,” as far as “having become a high priest forever according to the order of Melchizedek.” All-virtuous Wisdom says things like Paul's: “But the one who hears me will dwell confident in hope”; for the restoration of hope is called hope by the same name. That is why to the word “will dwell” it very finely added “confident,” showing that such a one is at rest, having received the hope he hoped for. That is why it adds: “And he will be quiet without fear of any evil.” And the apostle, in the first letter to the Corinthians, says plainly: “Be imitators of me, as I am of Christ,” so that this may come about: if you are imitators of me, and I of Christ, then you are imitators of Christ, and Christ of God. He sets forth, then, as the aim of faith likeness to God, as far as possible, becoming just and holy with prudence; and as the goal, the restoration of the promise upon faith. From these, then, flow the springs of the doctrines about the goal that we mentioned before. But enough of these.

Miscellanies 2, chapter 23

2.23.137Stählin 2:188–189

Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γνησίων τέκνων σπορᾷ. ὁ γοῦν κωμικὸς Μένανδρος παίδων (φησὶν) ἐπʼ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα. ζητοῦμεν δὲ εἰ γαμητέον, ὅπερ τῶν κατὰ τὸ πρός τί πως ἔχειν ὠνομασμένων ἐστίν. τίνι γὰρ γαμητέον ὅπερ καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία μέχρι τίνος. οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλʼ οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.

Since marriage seems to fall under pleasure and desire, we must discuss it too. Marriage, then, is the first lawful union of a man and a woman for the sowing of legitimate children. The comic poet Menander, at any rate, says: “For the plowing of legitimate children I give you my own daughter.” We ask whether one should marry, which belongs among the things called relative. For who should marry, and in what condition? And whom, and in what condition? For not everyone should marry, nor at every time; but there is a time when it is fitting, a person to whom it is suitable, and an age up to which it is. So not everyone should marry every woman, nor always, nor altogether and without restraint; but the one in a certain condition, and the right kind of woman, and when it is necessary, and for the sake of children, and a woman alike in every way, who does not love the man who loves her by force or compulsion.

2.23.138Stählin 2:189

ὅθεν ὁ Ἀβραάμ φησιν ἐπὶ τῆς γυναικὸς σκηπτόμενος ὡς ἀδελφῆς· ἀδελφή μοί ἐστιν ἐκ πατρός, ἀλλʼ οὐκ ἐκ μητρός, ἐγένετο δέ μοι καὶ εἰς γυναῖκα, τὰς ὁμομητρίους μὴ δεῖν ἄγεσθαι πρὸς γάμον διδάσκων. Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων μεταλαμπαδευομένην. Δημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκὰς ἀπὸ τῶν ἀναγκαιοτέρων. συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ ἀοχλησίᾳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται. ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὅ τε γάμος ἥ τε παιδοτροφία, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν. οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι. ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδονήν.

That is why Abraham, making the excuse that his wife was his sister, says: “She is my sister from my father, but not from my mother, and she became my wife,” teaching that sisters by the same mother must not be taken in marriage. Let us go briefly through the record of opinions. Plato places marriage among external goods, providing for the immortality of our race and, as it were, a kind of continuance handed on like a torch to children's children. Democritus refuses marriage and the begetting of children because of the many annoyances they bring and the distraction from more necessary things. Epicurus agrees with him, and all who place the good in pleasure and freedom from disturbance, and also in freedom from pain. Again, according to the Stoics marriage and the rearing of children are indifferent; according to the Peripatetics, good. In short, these, having carried their doctrines only as far as the tongue, were enslaved to pleasures, some using concubines, others courtesans, most of them boys. And that wise foursome in the Garden, with the courtesan, glorified pleasure in deeds.

2.23.139Stählin 2:189–190

οὐκ ἂν οὖν ἐκφύγοιεν τὴν Βουζύγιον ἀρὰν ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἢ αὖ τοὔμπαλιν. τοῦτο βραχέως ἡ γραφὴ δεδήλωκεν εἰρηκυῖα· ὃ μισεῖς, ἄλλῳ οὐ ποιήσεις. πλὴν οἱ γάμον δοκιμάζοντες ἡ φύσις ἡμᾶς ἐποίησεν φασὶν εὐθέτους πρὸς γάμον, ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν, καὶ τὸ αὐξάνεσθε καὶ πληθύνεσθε συνεχῶς ἐπιβοῶνται. εἰ δὲ καὶ ταῦθʼ οὕτως ἔχει, ἀλλʼ αἰσχρόν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἃ τὴν ἐπιμιξίαν οὐ ποιεῖται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἓν καὶ ὁμόφυλον, οἷαι αἱ πελιάδες καὶ αἱ φάσσαι καὶ τὸ τρυγόνων γένος καὶ ὅσα τούτοις παραπλήσια. ἔτι, φασίν, ὁ ἄτεκνος τῆς κατὰ φύσιν τελειότητος ἀπολείπεται ἅτε μὴ ἀντικαταστήσας τῇ χώρᾳ τὸν οἰκεῖον διάδοχον· τέλειος γὰρ ὁ πεποιηκὼς ἐξ αὑτοῦ τὸν ὅμοιον, μᾶλλον δὲ ἐπειδὰν κἀκεῖνον τὸ αὐτὸ πεποιηκότα ἐπίδῃ, τουτέστιν ὅταν εἰς τὴν αὐτὴν καταστήσῃ φύσιν τὸ τεκνωθὲν τῷ τεκνώσαντι.

So those will not escape the curse of Bouzyges who, not judging something to be advantageous for themselves, urge others to do it, or the reverse. Scripture has shown this briefly, saying: “What you hate, you shall not do to another.” But those who approve of marriage say: “Nature made us fit for marriage, as is clear from the constitution of the bodies of male and female”; and they continually cry out, “Increase and multiply.” But even if this is so, let it seem shameful to them that the human being, created by God, should be less self-controlled than the irrational animals, which do not mate with many and without restraint, but with one of the same kind, such as pigeons, wood pigeons, the race of turtledoves, and the like. Further, they say, the childless man falls short of the perfection according to nature, since he has not put his own successor in his place; for he is perfect who has made his like from himself, and still more when he sees that one has done the same, that is, when he establishes the begotten in the same nature as the begetter.

2.23.140Stählin 2:190

Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφʼ ἡμῖν συντελειώσεως. ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταὶ ἡμιτελῆ καὶ ἄπαιδα, μακαρίζουσι δὲ τὸν ἀμφιθαλῆ. αἱ δὲ σωματικαὶ νόσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσιν· ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν ἀναγκαία βοηθός.

One should, then, certainly marry, both for the sake of one's country and for the succession of children and, as far as it rests with us, for the completion of the world. For the poets pity a marriage that is half-complete and childless, and bless the one blossoming on both sides. And bodily illnesses show most of all that marriage is necessary; for the care of a wife and the constancy of her presence seem to surpass the attentions of other relatives and friends, as much as she chooses to excel in sympathy and to sit by above all others; and truly, according to Scripture, she is a necessary helper.

2.23.141Stählin 2:190–191

ὁ γοῦν κωμικὸς Μένανδρος καταδραμὼν τοῦ γάμου, ἀλλὰ καὶ τὰ χρήσιμα ἀντιτιθεὶς ἀποκρίνεται τῷ εἰπόντι πρὸς τὸ πρᾶγμα ἔχω κακῶς. Β. ἐπαριστερῶς γὰρ αὐτὸ λαμβάνεις. εἶτʼ ἐπιφέρει· τὰ δυσχερῆ τε καὶ τὰ λυπήσοντά σε ὁρᾷς ἐν αὐτῷ, τὰ δὲ ἀγαθὰ οὐκ ἐπιβλέπεις καὶ τὰ ἑξῆς. βοηθεῖ δὲ ὁ γάμος καὶ ἐπὶ τῶν προβεβηκότων τῷ χρόνῳ παριστὰς τὴν γαμετὴν ἐπιμελομένην καὶ τοὺς ἐκ ταύτης παῖδας γηροβοσκοὺς ἐκτρέφων. παῖδες δὲ ἀνδρὶ κατθανόντι κληδόνες γεγάασι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ καὶ κλωστῆρα σῴζοντες λίνου κατὰ τὸν τραγικὸν Σοφοκλέα. οἵ τε νομοθέται οὐκ ἐπιτρέπουσι τὰς μεγίστας ἀρχὰς τοῖς μὴ γαμήσασι μετιέναι. αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας· ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τὸ δημόσιον κελεύει τὸν μὴ γήμαντα καὶ τὰς καθηκούσας δαπάνας ἀποδιδόναι τοῖς ἄρχουσιν· εἰ γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφʼ ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τάς τε πόλεις καὶ τὸν κόσμον τὸν ἐκ τούτων.

The comic poet Menander, at any rate, while running down marriage, also sets its advantages against this, answering the one who said, “I am badly off with regard to the matter”: “(B.) That is because you take it from the left side.” Then he adds: “You see the troubles and the things that will grieve you in it, but you do not look at the good things,” and so on. Marriage helps also those advanced in years, presenting a wife to care for them and raising the children from her to support them in old age. “Children are the glory of a man who has died; like corks they hold up the net, saving the twisted line of flax from the deep,” according to the tragic poet Sophocles. And lawgivers do not allow the highest offices to be held by the unmarried. For example, the lawgiver of the Spartans set a penalty not only for not marrying, but for marrying badly, marrying late, and living alone. And the noble Plato commands the one who does not marry to pay the cost of a wife's maintenance to the public treasury and to render the proper expenses to the magistrates. For if they do not marry and do not beget children, they will, as far as it rests with them, create a scarcity of men and destroy both cities and the world made up of them.

2.23.142Stählin 2:191

τὸ δὲ τοιοῦτον ἀσεβὲς θείαν γένεσιν καταλυόντων. ἤδη δὲ ἄνανδρον καὶ ἀσθενὲς τὴν μετὰ γυναικὸς καὶ τέκνων φεύγειν συμβίωσιν. οὗ γὰρ ἡ ἀποβολὴ κακόν ἐστι, τούτου πάντως ἡ κτῆσις ἀγαθόν· ἔχει δʼ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλὰ μὴν ἡ τῶν τέκνων ἀποβολὴ τῶν ἀνωτάτω κακῶν ἐστι, φασίν. ἡ οὖν τῶν τέκνων κτῆσις ἀγαθόν. εἰ δὲ τοῦτο, καὶ ὁ γάμος. ἄνευ δὲ πατρὸς (φησὶ) τέκνον οὐκ εἴη ποτʼ ἄν, ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου.

And such conduct is impious, since it destroys divine generation. It is also unmanly and weak to flee a shared life with wife and children. For that whose loss is an evil, its possession is certainly a good; and so with the rest. But the loss of children is among the greatest evils, they say; so the possession of children is a good; and if so, marriage too. “Without a father,” it says, “there could never be a child, and without a mother not even the conception of a child.”

2.23.143Stählin 2:191–192

πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλʼ οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφʼ ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδʼ ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλʼ εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι τὸν γάμον. πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων σπερμάτων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι τὰ σπέρματα οἱ γεωργοί. πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.

Marriage makes a father, as a husband makes a mother. Homer too sets as the greatest prayer “a husband and a home,” but not simply, rather “with noble like-mindedness.” For the marriage of others agrees in self-indulgence, but that of those who philosophize leads to the like-mindedness that is according to reason; it bids wives adorn not their appearance but their character, and commands husbands not to treat their wives as mistresses, making bodily wantonness their aim, but to make marriage a help for the whole of life and a means of the best self-restraint. For more precious, I think, than wheat and barley sown in their proper seasons is the human being who is sown, for whom all things grow; and farmers sow those seeds when sober. Every filthy and polluted practice, then, must be purged from marriage, so that we may not be reproached that the union of irrational animals agrees with nature better than human wedlock, according to the accepted definition.

2.23.144Stählin 2:192

θορόντα γοῦν ἔνια αὐτῶν ᾧ κελεύεται καιρῷ εὐθέως ἀπαλλάττεται καταλιπόντα τὴν δημιουργίαν τῇ διοικήσει. τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένη καίτοι ἀποσφαττομένη ἀναγέγραπται, ἀλλὰ καὶ θνῄσκουσα ὅμως πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ εὐσχημόνως πεσεῖν, κρύπτουσʼ ἃ κρύπτειν ὄμματα ἀρρένων ἐχρῆν. ἦν δὲ κἀκείνῃ γάμος ἡ συμφορά. τὸ ὑποπεσεῖν οὖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.

Some of them, at any rate, having mated at the appointed season, at once go away, leaving the fashioning to providence. And in the tragic poets Polyxena, though being slain, is recorded, even while dying, to have taken great care to fall decently, “hiding what should be hidden from the eyes of men.” And for her the calamity was a marriage. To fall under and yield to the passions, then, is the worst slavery, as indeed to master them is the only freedom. The divine Scripture, at any rate, says that those who transgress the commandments are sold to foreigners, that is, to sins alien to nature, until they turn back and repent.

2.23.145Stählin 2:192–193

Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετʼ εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρʼ ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος ἄγουσιν. θεοφιλὲς γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπʼ ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος ἀμφοῖν ἡ αἰσχρουργία. ὅτι δὲ γαμεῖν ἡ γραφὴ συμβουλεύει οὐδὲ ἀφίστασθαί ποτε τῆς συζυγίας ἐπιτρέπει, ἄντικρυς νομοθετεῖ· οὐκ ἀπολύσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας· μοιχείαν δὲ ἡγεῖται τὸ ἐπιγῆμαι ζῶντος θατέρου τῶν κεχωρισμένων.

Marriage, then, must be kept pure from what defiles it, like a sacred image: rising from sleep with the Lord, going to sleep with thanksgiving and prayer, “both when you go to bed and when the holy light comes,” bearing witness to the Lord throughout our whole life, possessing godliness in the soul and carrying self-restraint even to the body. For it is truly dear to God to guide decency from the tongue to deeds; and shameful talk is a road to shamelessness, and the end of both is shameful action. And that Scripture counsels marriage and never allows the union to be dissolved, it plainly lays down: “You shall not put away your wife except for the reason of sexual immorality.” And it considers it adultery to marry again while either of those who have separated is alive.

2.23.146Stählin 2:193

ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δʼ ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ὁ δὲ ἀπολελυμένην λαμβάνων γυναῖκα μοιχᾶται, φησίν, ἐὰν γὰρ τις ἀπολύσῃ γυναῖκα, μοιχᾶται αὐτήν, τουτέστιν ἀναγκάζει μοιχευθῆναι. οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί· εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα.

What shows a wife to be above suspicion of slander is not beautifying herself nor adorning herself beyond what is fitting, devoting herself earnestly to prayers and supplications, avoiding frequent outings from the house, shutting herself off as far as possible from the sight of men who are not related to her, and considering the care of the home more important than untimely chatter. “And the one who takes a divorced woman commits adultery,” it says; “for if anyone divorces a wife, he commits adultery against her,” that is, he compels her to commit adultery. And not only does the one who divorced her become the cause of this, but also the one who receives her, giving the woman an occasion to sin; for if he did not receive her, she would go back to her husband.

2.23.147Stählin 2:193–195

τί οὖν ὁ νόμος; πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτῳ ἐλεγχθεῖσαν· ἐὰν δὲ ἱέρεια ᾖ, πυρὶ παραδίδοσθαι προστάττει. λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλʼ οὐκ ἐν τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ᾖ. οὐ δὴ μάχεται τῷ εὐαγγελίῳ ὁ νόμος, συνᾴδει δὲ αὐτῷ. πῶς γὰρ οὐχί, ἑνὸς ὄντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου; ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἷον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς κατὰ τὴν μετάνοιαν γεννηθείσης. μαρτυρεῖ τοῖς εἰρημένοις διὰ Ἰεζεκιὴλ τὸ πνεῦμα λέγον· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι. αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται. Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς διὰ τὸ μῆκός τε καὶ πλῆθος τῶν κεφαλαίων.

What, then, of the law? To check the proneness of the passions, it commands that the woman who has committed adultery and been convicted of it be put to death; and if she is a priest's daughter, it commands that she be given to the fire. The adulterer too is stoned, but not in the same place, so that not even death may be shared by them. The law, then, does not fight with the gospel, but agrees with it. For how could it not, since the one Lord is the giver of both? For the woman who has committed sexual immorality lives in sin but has died to the commandments; while the one who has repented, as though born again by the conversion of her life, has a rebirth of life: the old harlot having died, and the one born by repentance having come to life again. The Spirit bears witness to what has been said through Ezekiel, saying: “I do not desire the death of the sinner so much as that he turn back.” So they are stoned, as having died to the law through hardness of heart, since they did not obey it; and the punishment is increased for the priest's daughter, because “to whom more was given, from him more will be required.” Let our second Miscellany be brought to a close here, because of its length and the number of its chapters.

Miscellanies 3, chapter 1

3.1.1Stählin 2:196

Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου πυθομένων φασὶ ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν ἀποκρίνασθαι λέγουσι τὸν κύριον· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι, οἳ μὲν ἐκ γενετῆς, οἳ δὲ ἐξ ἀνάγκης. ἐξηγοῦνται δὲ τὸ ῥητὸν ὧδέ πως· φυσικήν τινες ἔχουσι πρὸς γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες. οὗτοι, φασίν, εἰσὶν οἱ ἐκ γενετῆς εὐνοῦχοι· οἱ δὲ ἐξ ἀνάγκης, ἐκεῖνοι οἱ θεατρικοὶ ἀσκηταί, οἵτινες διὰ τὴν ἀνθολκὴν τῆς εὐδοξίας κρατοῦσιν ἑαυτῶν, οἱ δὲ ἐκτετμημένοι κατὰ συμφορὰν εὐνοῦχοι γεγόνασι κατὰ ἀνάγκην. οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τὰ ἐκ τοῦ γάμου, φασί, συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες.

The followers of Valentinus, bringing down the unions in pairs from above, from the divine emanations, are pleased with marriage. But the followers of Basilides say that when the apostles asked whether it might not be better not to marry, the Lord answered: “Not all can receive this saying; for there are eunuchs, some from birth, others from necessity.” They explain the saying somewhat like this: “Some have a natural aversion to women from birth; these, following this natural constitution, do well not to marry. These,” they say, “are the eunuchs from birth. Those from necessity are those ascetics of the theater who master themselves because of the attraction of fame; and those who have been castrated by some misfortune have become eunuchs by necessity. Those, then, who are eunuchs by necessity do not become so by reason. But those who have made themselves eunuchs for the sake of the eternal kingdom,” they say, “take up this resolve because of what follows from marriage, fearing the preoccupation with providing necessities.”

3.1.2Stählin 2:196

καὶ τὸ ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου λέγειν τὸν ἀπόστολον, νυκτὸς καὶ ἡμέρας ἀντέχων καὶ φοβούμενος μὴ τῆς ἐγκρατείας ἀποτίσῃς· πρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος. ἀντέχου τοίνυν, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς, μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δὲ ἡ εὐχαριστία σου, φησίν, εἰς αἴτησιν ὑποπέσῃ καὶ αἰτῇς τὸ λοιπὸν οὐ κατορθῶσαι, ἀλλὰ μὴ σφαλῆναι, γάμησον. ἀλλὰ νέος τίς ἐστιν ἢ πένης ἢ κατωφερὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω· λεγέτω ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν· ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· ἀδελφέ, ἐπίθες μοι τὴν χεῖρα, ἵνα μὴ ἁμαρτήσω· καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται.

And they say the apostle's words, “It is better to marry than to burn,” mean: do not throw your soul into the fire, holding out night and day and fearing lest you fall from self-control; for a soul given over to holding out is cut off from hope. “Hold fast, then,” says Isidore word for word in his Ethics, “to a woman who will fight with you, so that you may not be torn away from the grace of God; and when you have discharged the fire in seed, pray with a good conscience. But when your thanksgiving,” he says, “sinks to a petition, and you ask henceforth not that you may do right but that you may not stumble, marry. But suppose someone is young, or poor, or inclined to sensuality, and does not wish to marry according to the word; let him not separate from his brother. Let him say, ‘I have entered into the holy things; I can suffer nothing.’ And if he has a suspicion, let him say, ‘Brother, lay your hand on me, so that I may not sin’; and he will receive help both spiritual and sensible. Let him only wish to accomplish what is good, and he will attain it.

3.1.3Stählin 2:196–197

ἐνίοτε δὲ τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται ἐπὶ τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ· ἡ δὲ ἀνθρωπότης ἔχει τινὰ ἀναγκαῖα καὶ φυσικά, ἄλλα δὲ φυσικὰ μόνα. ἔχει τὸ περιβάλλεσθαι ἀναγκαῖον καὶ φυσικόν. φυσικὸν δὲ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ. Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων. μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστότερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν· οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, ἕως ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Sometimes we say with the mouth, ‘We do not wish to sin,’ but the mind is set on sinning. Such a one does not do what he wishes because of fear, lest the punishment be counted against him. Human nature has some things that are necessary and natural, and others that are only natural. Being clothed is necessary and natural; sexual pleasure is natural but not necessary.” I have set out these words to refute those Basilidians who do not live rightly, as though they had authority even to sin because of their perfection, or would in any case be saved by nature even if they sin now, because of their innate election; since not even the forefathers of their doctrines allow them to do the same things. Let them not, then, put on the name of Christ and, living more licentiously than the most intemperate of the Gentiles, bring blasphemy on the name. For such are “false apostles, deceitful workers,” as far as “whose end will be according to their works.”

3.1.4Stählin 2:197

ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν. οὐ μόνον γὰρ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἃ ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, ἡ ἐγκράτεια ἀναστρέφεται. ἔστι δὲ καὶ περὶ τὴν γλῶσσαν καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν καὶ περὶ τὴν ἐπιθυμίαν ἐγκράτεια. οὐ διδάσκει δʼ αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις. τίνα οὖν τοῖς ἡμετέροις δοκεῖ περὶ τοῦ προκειμένου, λεκτέον· ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν δὲ δεῖν λέγοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζειν, μή ποτέ τις δοκῶν καλῶς ἑστάναι καὶ αὐτὸς πέσῃ. περὶ δὲ τοῦ δευτέρου γάμου εἰ πυροῖ φησὶν ὁ ἀπόστολος, γάμησον.

Self-control, then, is disregard of the body in accordance with our confession toward God. For self-control is concerned not only with sexual pleasures but also with the other things that the soul wrongly desires when it is not content with what is necessary. There is self-control of the tongue, of possessions, of use, and of desire. It does not only teach us to be self-restrained; it provides self-restraint for us, being a power and divine grace. What, then, our own people think on the subject must be said. We bless the eunuchate, and those to whom it has been given by God; we admire monogamy and the dignity of the one marriage, saying that we must suffer with one another and “bear one another's burdens,” lest anyone who thinks he stands firmly should himself fall. And about second marriage the apostle says, “If you burn, marry.”

Miscellanies 3, chapter 2

3.2.5Stählin 2:197

Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος, οὗ καὶ τὰ συγγράμματα κομίζεται, υἱὸς ἦν Καρποκράτους καὶ μητρὸς Ἀλεξανδρείας τοὔνομα, τὰ μὲν πρὸς πατρὸς Ἀλεξανδρεύς, ἀπὸ δὲ μητρὸς Κεφαλληνεύς, ἔζησε δὲ τὰ πάντα ἔτη ἑπτακαίδεκα, καὶ θεὸς ἐν Σάμῃ τῆς Κεφαλληνίας τετίμηται, ἔνθα αὐτῷ ἱερὸν ῥυτῶν λίθων, βωμοί, τεμένη, μουσεῖον ᾠκοδόμηταί τε καὶ καθιέρωται, καὶ συνιόντες εἰς τὸ ἱερὸν οἱ Κεφαλλῆνες κατὰ νουμηνίαν γενέθλιον ἀποθέωσιν θύουσιν Ἐπιφάνει, σπένδουσί τε καὶ εὐωχοῦνται καὶ ὕμνοι ᾄδονται. ἐπαιδεύθη μὲν οὖν παρὰ τῷ πατρὶ τήν τε ἐγκύκλιον παιδείαν καὶ τὰ Πλάτωνος, καθηγήσατο δὲ τῆς μοναδικῆς γνώσεως, ἀφʼ οὗ καὶ ἡ τῶν Καρποκρατιανῶν αἵρεσις.

Those who derive from Carpocrates and Epiphanes think that wives should be held in common; from them the greatest blasphemy against the Name has flowed. This Epiphanes, whose writings are still in circulation, was the son of Carpocrates and of a mother named Alexandria; on his father's side he was an Alexandrian, on his mother's side from Cephallenia. He lived seventeen years in all, and he is honored as a god at Same in Cephallenia, where a temple of rough stones, altars, precincts, and a museum have been built and consecrated to him; and the Cephallenians, gathering at the temple at each new moon, sacrifice to Epiphanes on his birthday as a god, pour libations, feast, and sing hymns. He was educated by his father in general learning and in Plato, and he founded the knowledge of the Monad, from which the heresy of the Carpocratians also comes.

3.2.6Stählin 2:197–198

λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης τὴν δικαιοσύνην τοῦ θεοῦ κοινωνίαν τινὰ εἶναι μετʼ ἰσότητος. ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπʼ ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, ἐπεὶ μὴ διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας, θηλείας ἄρσενας, ἐλευθέρους δούλους. ἀλλʼ οὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιεῖταί τι, πᾶσι δὲ ἐπʼ ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι τὸν πλησίον, ἵνʼ αὐτὸς κἀκείνου τὸ φῶς διπλασιάσας ἔχῃ. ἥλιος κοινὰς τροφὰς ζῴοις ἅπασιν ἀνατέλλει, δικαιοσύνης τε τῆς κοινῆς ἅπασιν ἐπʼ ἴσης δοθείσης, καὶ εἰς τὰ τοιαῦτα βοῶν γένος ὁμοίως γίνεται ὡς αἱ βόες καὶ συῶν ὡς οἱ σύες καὶ προβάτων ὡς τὰ πρόβατα καὶ τὰ λοιπὰ πάντα· δικαιοσύνη γὰρ ἐν αὐτοῖς ἀναφαίνεται ἡ κοινότης. ἔπειτα κατὰ κοινότητα πάντα ὁμοίως κατὰ γένος σπείρεται, τροφή τε κοινὴ χαμαὶ νεμομένοις ἀνεῖται πᾶσι τοῖς κτήνεσι καὶ πᾶσιν ἐπʼ ἴσης, οὐδενὶ νόμῳ κρατουμένη, τῇ δὲ παρὰ τοῦ διδόντος καὶ κελεύσαντος χορηγίᾳ συμφώνως ἅπασι δικαιοσύνη παροῦσα.

He says, then, in his work On Justice, that the justice of God is a kind of fellowship with equality. “The heaven, stretched out equally on every side, surrounds the whole earth in a circle, and the night shows all the stars equally; and God poured out from above the sun, the cause of the day and father of light, equally on the earth for all who are able to see, and they all see in common, since he does not distinguish rich or poor, people or ruler, fools and the wise, females, males, free, slaves. Nor does he do anything different for the irrational animals, but, pouring it out from above equally for all living things, he establishes justice for good and bad alike, since no one can have more or take from his neighbor, so as to double the light and have his neighbor's too. The sun makes common food spring up for all living things, justice in common being given to all equally; and for such purposes the race of oxen is born alike as the oxen, of pigs as the pigs, of sheep as the sheep, and so all the rest; for in them community appears as justice. Then all things are sown alike according to kind by community; and common food is released on the ground for all the cattle that graze, and for all equally, ruled by no law, justice being present to all harmoniously by the provision of the one who gives and commands.

3.2.7Stählin 2:198–199

ἀλλʼ οὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον (μετεγράφη γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννῶσιν ἐπʼ ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης ἔμφυτον ἔχοντες. κοινῇ πᾶσιν ἐπʼ ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρʼ αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ νόμοι δέ, φησίν, ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν· ἡ γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει, μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων· τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς καινότητα κοινά τε γὰρ καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον· κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μήτε στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς. ἡ δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς ἰσότητος ἐγέννησε θρεμμάτων καὶ καρπῶν κλέπτην.

Nor do the matters of generation have a written law (for it would have been rewritten); they sow and beget equally, having a fellowship implanted by justice. The Maker and Father of all, legislating by his own justice, gave the eye for seeing to all in common and equally, not distinguishing female from male, rational from irrational, nor, in short, anything from anything, but, distributing sight by equality and community, he has granted it alike to all by one command. But the laws,” he says, “being unable to punish men's ignorance, taught them to transgress. For the particularity of the laws cut up and gnaws away the fellowship of the divine law”; not understanding the apostle's saying, “Through the law I knew sin.” And he says that “mine” and “yours” came in through the laws, so that people no longer enjoy … in common either land or possessions, nor indeed marriage. “For he made the vines for all in common, which refuse neither sparrow nor thief, and the grain likewise, and the other fruits. But fellowship, once transgressed, and the rules of equality, begot the thief of flocks and fruits.

3.2.8Stählin 2:199

κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθʼ ὁμοίως τὰ ζῷα κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετʼ ἰσότητος. οἳ δὲ γεγονότες οὕτω τὴν συνάγουσαν κοινωνίαν τὴν γένεσιν αὐτῶν ἀπηρνήθησαν καὶ φασιν· ὁ μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινωνεῖν ἁπάντων, ὥσπερ ἀπέφηνε τὰ λοιπὰ τῶν ζῴων. ταῦτα εἰπὼν κατὰ λέξιν πάλιν ὁμοίως αὐταῖς ταῖς λέξεσιν ἐπιφέρει· τὴν γὰρ ἐπιθυμίαν εὔτονον καὶ σφοδροτέραν ἐνεποίησε τοῖς ἄρρεσιν εἰς τὴν τῶν γενῶν παραμονήν, ἣν οὔτε νόμος οὔτε ἔθος οὔτε ἄλλο τι τῶν ὄντων ἀφανίσαι δύναται. θεοῦ γάρ ἐστι δόγμα. καὶ πῶς ἔτι οὗτος ἐν τῷ καθʼ ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον διὰ τούτων καθαιρῶν; ὃ μὲν γάρ φησιν· οὐ μοιχεύσεις. τὸ δὲ πᾶς ὁ προσβλέπων κατʼ ἐπιθυμίαν ἤδη ἐμοίχευσεν λέγει. τὸ γὰρ οὐκ ἐπιθυμήσεις πρὸς τοῦ νόμου λεγόμενον τὸν ἔνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον· λέγει γάρ· οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον. ὁ πλησίον δὲ οὐχ ὁ Ἰουδαῖος τῷ Ἰουδαίῳ, ἀδελφὸς γὰρ καὶ ταὐτότης τοῦ πνεύματος, λείπεται δὴ πλησίον τὸν ἀλλοεθνῆ λέγειν. πῶς γὰρ οὐ πλησίον ὁ οἷός τε κοινωνῆσαι τοῦ πνεύματος; οὐ γὰρ μόνων Ἑβραίων, ἀλλὰ καὶ ἐθνῶν πατὴρ Ἀβραάμ.

God, then, having made all things in common for man, and having brought the female together with the male in common and joined all living things alike, declared justice to be fellowship with equality. But those who were born in this way denied the fellowship that brought about their birth, and say, ‘Let the one who has married one woman keep her,’ though all could share, as the rest of the living things show.” Having said this word for word, he adds again in the very same words: “For he implanted in males a vigorous and more violent desire for the continuance of the races, which neither law nor custom nor anything else can abolish. For it is God's decree.” And how could this man still be considered in our discussion, when he plainly destroys both the law and the gospel by these words? For the one says, “You shall not commit adultery”; the other says, “Everyone who looks with desire has already committed adultery.” For “You shall not covet,” said by the law, shows the one God proclaimed through the law, the prophets, and the gospel; for it says, “You shall not covet your neighbor's wife.” And the neighbor is not the Jew to the Jew, for he is a brother and of the same spirit; it remains, then, that “neighbor” means the foreigner. For how is one who is able to share in the Spirit not a neighbor? For Abraham is the father not only of Hebrews but also of Gentiles.

3.2.9Stählin 2:199–200

εἰ δὲ ἡ μοιχευθεῖσα καὶ ὁ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν ἐντολὴν τὴν λέγουσαν οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον περὶ τῶν ἐθνῶν διαγορεύειν, ἵνα τις κατὰ νόμον καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις· ἡ δὲ τοῦ ἐγὼ μορίου προσθήκη προσεχεστέραν δείκνυσι τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι θεομαχεῖ ὅ τε Καρποκράτης ὅ τʼ Ἐπιφάνης, ὃς ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ, τῷ Περὶ δικαιοσύνης λέγω, ὧδέ πως ἐπιφέρει κατὰ λέξιν· ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆμα τοῦτο ἀκουστέον ›οὐκ ἐπιθυμήσεις‹ πρὸς τὸ γελοιότερον εἰπεῖν ›τῶν τοῦ πλησίον‹· αὐτὸς γὰρ ὁ τὴν ἐπιθυμίαν δοὺς ὡς συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν ζῴου· τὸ δὲ ›τῆς τοῦ πλησίον γυναικὸς‹ ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι γελοιότερον εἶπεν.

And if the adulteress and the man who committed sexual immorality with her are punished with death, it is clear that the commandment that says, “You shall not covet your neighbor's wife,” speaks about the Gentiles, so that one who, according to the law, abstains from his neighbor's wife and from his sister may hear plainly from the Lord: “But I say, you shall not desire.” The addition of the word “I” shows the more intense force of the commandment, and that Carpocrates and Epiphanes fight against God. In that much-talked-of book, I mean On Justice, Epiphanes adds, word for word: “Hence the saying ‘You shall not covet’ must be heard as spoken ridiculously by the lawgiver, and still more ridiculous is his saying ‘your neighbor's goods.’ For the very one who gave desire, as holding together what belongs to generation, commands it to be taken away, though he took it from no living thing. And ‘your neighbor's wife,’ which forces fellowship into private ownership, he said even more ridiculously.”

3.2.10Stählin 2:200

Καὶ ταῦτα μὲν οἱ γενναῖοι Καρποκρατιανοὶ δογματίζουσι. τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμʼ ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθʼ ἡμέραν ἤδη παρʼ ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν. τοιαῦτα δὲ οἶμαι ταῖς κυνῶν καὶ συῶν καὶ τράγων λαγνείαις νομοθετεῖν τὸν Καρποκράτην ἔδει. δοκεῖ δέ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰς μὲν τὰς πρὸ τοῦ γάμου τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἑκάστην ἑκάστου εἶναι καὶ οὐκέτι κοινὴν τὴν γεγαμημένην.

These are the teachings of the noble Carpocratians. They say that these and certain others, emulators of similar evils, gathering for their dinners (for I would not call their meeting an agape), men and women together, after they have eaten their fill (“in satiety is Aphrodite,” as they say), overturn the lamp and so put out the light that would shame this harlots' justice of theirs, and then have intercourse as they wish with whom they wish; and having practiced fellowship in such an agape, by day they demand from whatever women they wish obedience to the law of Carpocrates, for it is not lawful to call it divine. Such laws, I think, Carpocrates should have laid down for the lusts of dogs, pigs, and goats. He seems to me also to have misunderstood Plato, who says in the Republic that the wives of all should be common: common before marriage, for those who are going to ask for them, as the theater is common to the spectators, he says, but each belonging to the one who first takes her, and the married woman no longer common.

3.2.11Stählin 2:200

Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῇ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι (οὐ γὰρ ὕπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα.

And Xanthus, in the work entitled Magica, says: “The Magi … consider it lawful to have intercourse with mothers, daughters, and sisters, and hold wives in common, not by force and in secret, but with both consenting, when one wishes to marry the other's wife.” It is of these, I think, and of similar heresies that Jude spoke prophetically in his letter: “Likewise these too, dreaming” (for they do not lay hold of the truth awake), as far as “and their mouth speaks arrogant things.”

Miscellanies 3, chapter 3

3.3.12Stählin 2:200–201

Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ τε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλʼ οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου γενομένην δημιουργοῦ· ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλʼ οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι τοῖς ὑπʼ αὐτοῦ κτισθεῖσιν. ἀλλʼ οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθʼ ὃ ἐνταῦθα εὐηγγελίσθησαν.

Now if Plato himself and the Pythagoreans, as later also the followers of Marcion, supposed birth to be evil (and Plato was far from proposing that wives be common), yet the Marcionites consider nature evil, made from evil matter and by a just Demiurge. For this reason, not wishing to fill up the world made by the Demiurge, they wish to abstain from marriage, opposing their own Maker and hastening to the Good One who called them, not to the one who, as they say, is God in another way. Hence, wishing to leave nothing of their own here, they become self-controlled not by choice, but through hatred of the one who made them, not wishing to use the things he created. But these, departing from natural reasoning in their impious fight against God, despising the patience and kindness of God, even if they do not wish to marry, still use the created foods and breathe the Creator's air, being his works and remaining among his things; and they preach, as they say, a foreign knowledge, though for this very reason they ought to be grateful to the Lord of the world, that here they received the gospel.

3.3.13Stählin 2:201

ἀλλὰ πρὸς μὲν τούτους, ὁπόταν τὸν περὶ ἀρχῶν διαλαμβάνωμεν λόγον, ἀκριβέστατα διαλεξόμεθα· οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρʼ ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ· κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατʼ αὐτούς. κἄστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος ἔτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἀξιοῦσιν οἰκεῖον, πρὸς οὓς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς διαλαμβάνωμεν.

But we will argue against these most precisely when we treat of first principles. The philosophers we have mentioned, from whom the Marcionites impiously learned that birth is evil and then vaunt it as their own doctrine, do not hold that it is evil by nature, but evil for the soul that has seen through to the truth. For they bring the soul, which is divine, down here into the world as into a place of punishment; and according to them the souls embodied must be purified. And this doctrine belongs no longer to the Marcionites but to those who hold that souls are embodied, change bodies, and are poured from one vessel into another; against them there will be another occasion to speak, when we treat of the soul.

3.3.14Stählin 2:201–202

Ἡράκλειτος γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῇ· γενόμενοι ζώειν ἐθέλουσι μόρους τʼ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι. δῆλος δὲ αὐτῷ συμφερόμενος καὶ Ἐμπεδοκλῆς λέγων· κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον. καὶ ἔτι· ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδεʼ ἀμείβων. καὶ πάλιν· ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον· οἵων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε. λέγει δὲ καὶ ἡ Σίβυλλα· ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, ὁμοίως τῷ ποιητῇ γράφοντι· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.

Heraclitus, at any rate, clearly speaks ill of birth when he says: “Once born, they wish to live and to have their fates, or rather to rest; and they leave children behind to become fates.” And Empedocles clearly agrees with him, saying: “I wept and wailed when I saw the unfamiliar place.” And further: “For from living things he made dead ones, changing their forms.” And again: “Alas, wretched race of mortals, sorely unblessed, from what strifes and groanings you were born!” And the Sibyl says: “Mortal men and fleshly, being nothing,” as the poet writes likewise: “Earth nourishes nothing feebler than man.”

3.3.15Stählin 2:202

ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν δείκνυσι κακὴν ὧδέ πως λέγων· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδʼ ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι. ἀκόλουθα δʼ αὐτοῖς καὶ ὁ τῆς τραγῳδίας ποιητὴς Εὐριπίδης γράφει· ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά· τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. καὶ αὖθις τὰ ὅμοια οὕτως ἐρεῖ· τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ τὸ ζῆν;

Indeed, Theognis too shows birth to be evil, speaking thus: “Best of all for those on earth is never to be born, nor to see the rays of the piercing sun; but, once born, to pass as quickly as possible through the gates of Hades.” And in agreement with them the tragic poet Euripides writes: “For we ought to gather and lament the one who is born, for the evils into which he comes; but the one who has died and ceased from toils we should send from the house with joy and blessings.” And again he will say similar things thus: “Who knows if living is dying, and dying living?”

3.3.16Stählin 2:202–203

ταὐτὸν δὴ τούτοις φαίνεται καὶ Ἡρόδοτος ποιῶν λέγοντα τὸν Σόλωνα· ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι συμφορή. καὶ ὁ μῦθος δὲ αὐτῷ σαφῶς ὁ περὶ τοῦ Κλεόβιδος καὶ Βίτωνος οὐκ ἄλλο τι βούλεται ἀλλʼ ἢ ψέγειν μὲν τὴν γένεσιν, τὸν θάνατον δὲ ἐπαινεῖν. οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν Ὅμηρος λέγει. Πλάτων δὲ ἐν Κρατύλῳ Ὀρφεῖ τὸν λόγον ἀνατίθησι τὸν περὶ τοῦ κολάζεσθαι τὴν ψυχὴν ἐν τῷ σώματι, λέγει δὲ ὧδε· καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα δίδωσιν.

Herodotus seems to do the same, making Solon say: “O Croesus, every man is a misfortune.” And his story about Cleobis and Biton clearly means nothing else than to censure birth and praise death. “As is the generation of leaves, so is that of men,” says Homer. And Plato in the Cratylus attributes to Orpheus the account of the soul being punished in the body, and says this: “For some say that the body is the tomb (sēma) of the soul, as though it were buried in the present life; and because by it the soul signifies whatever it signifies, it is also rightly called a sign (sēma) for this reason. But the followers of Orpheus seem most of all to have given this name, as though the soul were paying the penalty for whatever it pays it.”

3.3.17Stählin 2:203–204

ἄξιον δὲ καὶ τῆς Φιλολάου λέξεως μνημονεῦσαι· λέγει γὰρ ὁ Πυθαγόρειος ὧδε· μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι συνέζευκται καὶ καθάπερ ἐν σήματι τούτῳ τέθαπται. ἀλλὰ καὶ Πίνδαρος περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων λέγων ἐπιφέρει· ὄλβιος ὅστις ἰδὼν ἐκεῖνα κοινὰ εἶσʼ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν. Πλάτων τε ἀκολούθως ἐν Φαίδωνι οὐκ ὀκνεῖ γράφειν ὧδέ πως· καὶ οἱ τὰς τελετὰς δὲ ἡμῖν οὗτοι καταστήσαντες οὐκ ἄλλο τι ἕως μετὰ θεῶν τε οἰκήσει. τί δὲ ὅταν λέγῃ· ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη ἡμῶν ἡ ψυχὴ ᾖ μετὰ τοιούτου κακοῦ, οὐ μήποτε κτησώμεθα ἐκεῖνο ἱκανῶς οὗ ἐπιθυμοῦμεν; οὐχὶ αἰτίαν τῶν μεγίστων κακῶν τὴν γένεσιν αἰνίσσεται; κἀν τῷ Φαίδωνι ἐπιμαρτυρεῖ· κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι.

It is worth recalling also the words of Philolaus; for the Pythagorean says this: “The ancient theologians and seers also bear witness that the soul has been yoked to the body as a punishment, and is buried in it as in a tomb.” And Pindar too, speaking of the mysteries at Eleusis, adds: “Blessed is he who, having seen those things, goes beneath the earth: he knows the end of life, and he knows its Zeus-given beginning.” And Plato, in agreement, does not hesitate to write thus in the Phaedo: “And those who established the initiations for us,” as far as “will dwell with the gods.” And what of when he says: “As long as we have the body, and our soul is mixed up with such an evil, we will never sufficiently gain what we desire”? Does he not hint that birth is the cause of the greatest evils? And in the Phaedo he further testifies: “For those who happen to touch philosophy rightly are likely to have escaped the notice of others, that they themselves practice nothing but dying and being dead.”

3.3.18Stählin 2:204

καὶ πάλιν· οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπʼ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθʼ αὑτὴν γίνεσθαι. καὶ μή τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντι· ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εἰ μὴ τὴν ὁμοφροσύνην τῶν εἰς κακίαν ὑποσεσυρμένων σῶμα θανάτου τροπικῶς λέγει. τήν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος ἀποστρεφόμενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων. ἐπαινῶν γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι εὖ ἴσθι ὅτι ἔμοιγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί· τῆς τε τῶν ἀφροδισίων χρήσεως ἐπιμνησθείς· εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.

And again: “So here too the philosopher's soul most dishonors the body and flees from it, and seeks to be by itself.” And does this not agree with the divine apostle when he says, “Wretched man that I am, who will deliver me from the body of this death?” unless he means figuratively by “body of death” the agreement of those who have been swept into vice. And Plato, even before Marcion, seems to turn away from sexual intercourse, which is the beginning of birth, in the first book of the Republic. For, praising old age, he adds: “Know well that for me, as much as the other pleasures of the body wither, so much do the desires and pleasures of discussion increase.” And recalling the use of sexual pleasures: “Hush, man! I have most gladly escaped it, as if I had escaped a raging and savage master.”

3.3.19Stählin 2:204

πάλιν δʼ ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφει· ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι. καὶ αὖθις· οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι. ἀλλʼ ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν· οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν. καὶ συνελόντι εἰπεῖν τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν τῷ Μαρκίωνι, εὐσεβῶς αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδε· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα τὰ καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.

Again, in the Phaedo, speaking ill of birth, he writes: “The account given about them in secret teachings, that we men are in a kind of prison.” And again: “Those who are judged to have been outstanding in living holily are the ones who are freed and released from these places in the earth as from prisons, and arrive above at the pure dwelling.” But nevertheless, holding this view, he perceives that the government of the world is good, and says: “One must not release oneself from it or run away.” And, to put it briefly, he gave Marcion no starting point for considering matter evil, since he himself spoke piously of the world thus: “From the one who put it together it has acquired all good things; but from its former state it has whatever is harsh and unjust in the heaven, and it has these from that and produces them in living things.”

3.3.20Stählin 2:204–205

ἔτι δὲ σαφέστερον ἐπιφέρει· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. οὐδὲν δὲ ἧττον κἀν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀνθρώπων γένος λέγων ὧδε· θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβάς. ἔν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγει· ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτʼ αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.

And he adds still more clearly: “The cause of these things for it is the bodily element of its mixture, native to its ancient nature, because it shared in much disorder before coming into the present world.” No less in the Laws does he lament the human race, speaking thus: “But the gods, pitying the race of men, born to toil, appointed for them as rests from their toils the alternation of festivals.” And in the Epinomis he goes through the causes of the pity, and says this: “How from the beginning birth is hard for every living thing: first sharing in the state of those carried in the womb, then being born, and further being nourished and educated, all of which come about through countless toils, as we all say.”

3.3.21Stählin 2:205

τί δέ; οὐχὶ καὶ Ἡράκλειτος θάνατον τὴν γένεσιν καλεῖ Πυθαγόρᾳ τε καὶ τῷ ἐν Γοργίᾳ Σωκράτει ἐμφερῶς ἐν οἷς φησι θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες, ὕπνος; Ἀλλὰ τούτων μὲν ἅλις, ἐπειδὰν δὲ περὶ τῶν ἀρχῶν διαλαμβάνωμεν, τότε καὶ τὰς ἐναντιότητας ταύτας ἃς οἵ τε φιλόσοφοι αἰνίσσονται οἵ τε περὶ Μαρκίωνα δογματίζουσιν, ἐπισκεψόμεθα· πλὴν οὐκ ἀσαφῶς δεδεῖχθαι ἡμῖν νομίζω τὰς ἀφορμὰς τῶν ξένων δογμάτων τὸν Μαρκίωνα παρὰ Πλάτωνος ἀχαρίστως τε καὶ ἀμαθῶς εἰληφέναι.

What then? Does not Heraclitus too call birth death, like Pythagoras and like Socrates in the Gorgias, when he says: “Death is all that we see awake, and all that we see asleep is sleep”? But enough of these. When we treat of first principles, we will then examine these contradictions too, which the philosophers hint at and the Marcionites teach. Yet I think we have shown, not unclearly, that Marcion took the starting points of his strange doctrines from Plato, ungratefully and ignorantly.

3.3.22Stählin 2:205–206

Ὁ δὲ περὶ ἐγκρατείας ἡμῖν προβαινέτω λόγος. ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμένους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδων ἀποφθέγξασθαι, ἀθέως δὲ ἐκδεξαμένους ταῦτα τοὺς περὶ Μαρκίωνα ἀχαριστεῖν τῷ δημιουργῷ. λέγει γὰρ ἡ τραγῳδία· τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς. ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι τίκτω· τεκοῦσα δʼ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα μὲν κακούς, χρηστοὺς δʼ ἀπολλῦσʼ· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδʼ ἔχειν πόνους; καὶ ἔθʼ ὁμοίως· ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν, παῖδας φυτεύειν οὔποτʼ ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν. ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε· ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδʼ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοὰς· μή τοι νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει.

Let our discussion of self-control go on. We were saying that the Greeks, seeing the troubles, said many things against the begetting of children, and that the Marcionites, taking these godlessly, are ungrateful to the Creator. For the tragedy says: “Not to be born is better for mortals than to be born. Then I bear children with bitter pains; and having borne them, if I bear fools, I groan in vain, seeing them bad, while losing the good; and if they are saved, I melt my wretched heart with dread. What good is this? Is it not enough for one soul to be distraught and have toils for it?” And again likewise: “To me it seems, now and long ago, that men should never beget children, seeing into how many toils we beget them.” And in what is said further he clearly traces the cause of evils back to the beginnings, saying thus: “You who were born to misfortune and to fare ill, you became a man and received the misfortune of life from the time when this ether began to nourish all, giving breath to mortals. Do not, then, being mortal, take mortal things amiss.”

3.3.23Stählin 2:206

πάλιν δʼ αὖ τὰ ὅμοια τούτοις ὧδε ἀποδίδωσι· θνητῶν δὲ ὄλβιος οὐδεὶς οὐδὲ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος. καὶ εἶτʼ αὖθις· φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι. ὅσαι δὲ μορφαί, τέρμα δʼ οὐκ εἴποι τις ἄν. καὶ ἔθʼ ὁμοίως· τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

Again he renders similar things thus: “No mortal is blessed or happy; for no one yet was born free from grief.” And then again: “Alas, alas, how many are the chances of mortal woes, how many their forms! No one could tell their end.” And likewise: “For of those among mortals there is none that is happy to the end.”

3.3.24Stählin 2:206–207

Ταύτῃ οὖν φασι καὶ τοὺς Πυθαγορείους ἀπέχεσθαι ἀφροδισίων. ἐμοὶ δὲ ἔμπαλιν δοκοῦσι γαμεῖν μὲν παιδοποιίας ἕνεκα, τῆς δὲ ἐξ ἀφροδισίων ἡδονῆς ἐθέλειν κρατεῖν μετὰ τὴν παιδοποιίαν. ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας. Θεόφραστος γοῦν ἐν τῷ πέμπτῳ τῶν Φυτικῶν αἰτίων τὰ κελύφη τῶν κυάμων περὶ τὰς ῥίζας τῶν νεοφύτων δένδρων περιτιθέμενα ξηραίνειν τὰ φυόμενα ἱστορεῖ, καὶ αἱ κατοικίδιοι δὲ ὄρνιθες συνεχῶς ταῦτα σιτούμεναι ἄτοκοι γίνονται.

For this reason, they say, the Pythagoreans too abstain from sexual intercourse. But to me it seems, on the contrary, that they marry for the sake of begetting children, and after the begetting of children wish to master the pleasure of intercourse. For this reason they mystically forbid the use of beans: not because the pulse causes wind, is hard to digest, and makes dreams disturbed; nor because a bean is likened to a man's head, according to that little verse, “Eating beans is the same as eating your parents' heads”; but rather because beans, when eaten, make women barren. Theophrastus, at any rate, in the fifth book of his Causes of Plants, relates that bean husks placed around the roots of newly planted trees dry up the shoots; and domestic hens that feed on them continually become barren.

Miscellanies 3, chapter 4

3.4.25Stählin 2:207

Τῶν δὲ ἀφʼ αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν διʼ ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος. κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλʼ ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον. πῶς οὖν σαρκίον ἔχων νεκρὸν οὐκ εἶχεν; ὅτι ἐξανέστη τοῦ μνήματος τοῦ κυρίου τὰ πάθη νεκρώσαντος, ζήσαντος δὲ Χριστῷ. ἐπεμνήσθημεν δὲ καὶ τῆς κατὰ Καρποκράτην ἀθέσμου γυναικῶν κοινωνίας, περὶ δὲ τῆς Νικολάου ῥήσεως διαλεχθέντες ἐκεῖνο παρελίπομεν. ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι τῷ βουλομένῳ ἐπέτρεψεν. ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ, καὶ δὴ κατακολουθήσαντες τῷ τε γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες.

Of those who are led by a heresy, we have mentioned Marcion of Pontus, who rejects the use of worldly things out of opposition to the Creator. For him the cause of his self-control, if one should call it self-control, is the Creator himself, against whom this giant who fights God, thinking to stand, is self-controlled against his will, running down both the creation and man's formation. Even if they use the Lord's saying to Philip, “Leave the dead to bury their own dead, but you follow me,” let them consider that Philip too bears the same formation of flesh, but not a polluted corpse. How, then, did he have flesh and not have a corpse? Because he rose from the tomb when the Lord put his passions to death, and he lived to Christ. We also mentioned the lawless community of wives according to Carpocrates; and in discussing the saying of Nicolaus we left this out. He had a beautiful wife, they say, and after the Savior's ascension, being reproached by the apostles for jealousy, he brought his wife into the middle and allowed anyone who wished to marry her. For they say that this act was consistent with that saying of his, that one must “abuse the flesh.” And following both what was done and what was said, simply and without examination, those who follow his heresy commit sexual immorality without restraint.

3.4.26Stählin 2:207–208

πυνθάνομαι δʼ ἔγωγε τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ παρʼ ἣν ἔγημεν κεχρῆσθαι γυναικὶ τῶν τʼ ἐκείνου τέκνων τὰς θηλείας μὲν καταγηρᾶσαι παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν· ὧν οὕτως ἐχόντων ἀποβολὴ πάθους ἦν ἡ εἰς μέσον τῶν ἀποστόλων ἡ τῆς ζηλοτυπουμένης ἐκκύκλησις γυναικός, καὶ ἡ ἐγκράτεια τῶν περισπουδάστων ἡδονῶν τὸ παραχρῆσθαι τῇ σαρκὶ ἐδίδασκεν. οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ καὶ θεῷ. λέγουσι γοῦν καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον ἐνδιδόντα, ψυχὴν δὲ αὔξειν διὰ πίστεως καὶ γνώσεως.

But I learn that Nicolaus had relations with no woman other than the one he married, and that of his children the daughters grew old as virgins and the son remained uncorrupted. This being so, his bringing his wife, of whom he was jealous, into the midst of the apostles was a casting off of passion; and self-control over the pleasures eagerly pursued taught him to “abuse the flesh.” For he did not wish, I think, contrary to the Savior's command, to serve two masters, pleasure and God. They say, at any rate, that Matthias too taught thus: to fight the flesh and abuse it, giving it nothing for licentious pleasure, but to make the soul grow through faith and knowledge.

3.4.27Stählin 2:208

Εἰσὶν δʼ οἳ τὴν πάνδημον Ἀφροδίτην κοινωνίαν μυστικὴν ἀναγορεύουσιν ἐνυβρίζοντες καὶ τῷ ὀνόματι· λέγεται γὰρ καὶ τὸ ποιεῖν τι κακὸν ἐργάζεσθαι, ὥσπερ οὖν καὶ τὸ ἀγαθόν τι ποιεῖν ὁμωνύμως ἐργάζεσθαι, ὁμοίως δὲ καὶ ἡ κοινωνία ἀγαθὸν μὲν ἐν μεταδόσει ἀργυρίου καὶ τροφῆς καὶ στολῆς, οἳ δὲ καὶ τὴν ὁποίαν δήποτʼ οὖν ἀφροδισίων συμπλοκὴν κοινωνίαν ἀσεβῶς κεκλήκασιν. φασὶ γοῦν τινα αὐτῶν ἡμετέρᾳ παρθένῳ ὡραίᾳ τὴν ὄψιν προσελθόντα φάναι· γέγραπται ›παντὶ τῷ αἰτοῦντί σε δίδου‹, τὴν δὲ σεμνῶς πάνυ ἀποκρίνασθαι μὴ συνιεῖσαν τὴν τἀνθρώπου ἀσέλγειαν· ἀλλὰ περὶ γάμου τῇ μητρὶ διαλέγου. ὢ τῆς ἀθεότητος· καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς οἷόν τε αὐτοῖς· οἱ γὰρ τρισάθλιοι τὴν τε σαρκικὴν καὶ τὴν συνουσιαστικὴν κοινωνίαν ἱεροφαντοῦσι καὶ ταύτην οἴονται εἰς τὴν βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ θεοῦ.

There are some who proclaim vulgar Aphrodite to be a mystical fellowship, insulting even the name. For doing something bad is called “working,” just as doing something good is called “working” by the same name; so too fellowship is good in the sharing of money, food, and clothing; but they have impiously called any kind of sexual coupling “fellowship.” They say, at any rate, that one of them approached a virgin of ours who was beautiful to look at and said, “It is written, ‘Give to everyone who asks you’”; and she, not understanding the man's licentiousness, answered very modestly, “But speak to my mother about marriage.” Oh, the godlessness! These partners in licentiousness, these brothers in lust, falsify even the Lord's words; a disgrace not only to philosophy but to all of life, counterfeiting the truth, or rather tearing it down as far as they can. For the thrice-wretched make a sacred mystery of carnal and sexual fellowship, and think that this leads them up to the kingdom of God.

3.4.28Stählin 2:208–209

εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δʼ ἂν ἐν ταῖς μείζοσι παρʼ αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας. ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς τὰ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τὴν ἐξομοίωσιν τοῦ θείου. γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία. καὶ γὰρ ἀπὸ τῆς φωνῆς ἁγνεύειν μελετᾶν διδάσκων ὁ ἀπόστολος γράφει· τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος καὶ τὰ ἑξῆς ἕως μᾶλλον δὲ καὶ ἐλέγχετε.

Such fellowship leads into the brothels, and the pigs and goats would be their partners; and among them, in their greater hopes, the prostitutes who stand at the head of the house would be first, receiving without restraint all who wish. “But you did not so learn Christ, if indeed you heard him and were taught in him, as the truth is in Christ Jesus, to put off, according to your former way of life, the old man, which is corrupted according to the desires of deceit; and be renewed in the spirit of your mind, and put on the new man, created according to God in righteousness and holiness of truth,” according to likeness to the divine. “Be, then, imitators of God, as beloved children, and walk in love, as Christ also loved you and gave himself up for us, an offering and sacrifice to God for a fragrant aroma. But sexual immorality and all impurity or covetousness must not even be named among you, as is fitting for saints, nor shamefulness and foolish talk.” For, teaching us to practice purity even in speech, the apostle writes: “For know this well, that every sexually immoral person,” and so on, as far as “but rather even expose them.”

3.4.29Stählin 2:209

Ἐρρύη δὲ αὐτοῖς τὸ δόγμα ἔκ τινος ἀποκρύφου, καὶ δὴ παραθήσομαι τὴν λέξιν τὴν τῆς τούτων ἀσελγείας μητέρα· καὶ εἴτε αὐτοὶ τῆς βίβλου συγγραφεῖς (ὅρα τὴν ἀπόνοιαν, εἰ καὶ θεοῦ διαψεύδονται διʼ ἀκρασίαν), εἴτε ἄλλοις περιτυχόντες τὸ καλὸν τοῦτο ἐνόησαν δόγμα διεστραμμένως ἀκηκοότες· ἔχει δὲ οὕτως τὰ τῆς λέξεως· ἓν ἦν τὰ πάντα· ἐπεὶ δὲ ἔδοξεν αὐτοῦ τῇ ἑνότητι μὴ εἶναι μόνῃ, ἐξῆλθεν ἀπʼ αὐτοῦ ἐπίπνοια, καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἐποίησεν τὸν ἀγαπητόν· ἐκ τούτου ἐξῆλθεν ἀπʼ αὐτοῦ ἐπίπνοια, ᾗ κοινωνήσας ἐποίησεν δυνάμεις μήτε ὁραθῆναι μήτε ἀκουσθῆναι δυναμένας ἕως ἐπʼ ὀνόματος ἰδίου ἑκάστην. εἰ γὰρ καὶ οὗτοι καθάπερ οἱ ἀπὸ Οὐαλεντίνου πνευματικὰς ἐτίθεντο κοινωνίας, ἴσως τις αὐτῶν τὴν ὑπόληψιν ἐπεδέξατʼ ἄν· σαρκικῆς δὲ ὕβρεως κοινωνίαν εἰς προφητείαν ἁγίαν ἀνάγειν ἀπεγνωκότος ἐστὶ τὴν σωτηρίαν.

Their doctrine flowed from some apocryphal book, and I will set out the passage that is the mother of their licentiousness; whether they themselves are the authors of the book (see the madness, if they lie even about God because of their lack of self-control), or whether, coming upon others, they have understood this fine doctrine in a perverted way. The passage runs thus: “All things were one; but since it seemed good to its unity not to be alone, an Inspiration came out from it, and it had fellowship with her and made the Beloved. From this came out from him an Inspiration, with which he had fellowship and made powers that can be neither seen nor heard,” as far as “each by its own name.” For if these too, like the Valentinians, had posited spiritual fellowships, perhaps someone would have accepted their supposition; but to raise the fellowship of carnal outrage into a holy prophecy belongs to one who has despaired of salvation.

3.4.30Stählin 2:209–210

τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν, υἱοὺς μὲν φύσει τοῦ πρώτου θεοῦ λέγοντες αὑτούς· καταχρώμενοι δὲ τῇ εὐγενείᾳ καὶ τῇ ἐλευθερίᾳ ζῶσιν ὡς βούλονται· βούλονται δὲ φιληδόνως, κρατηθῆναι ὑπʼ οὐδενὸς νενομικότες ὡς ἂν κύριοι τοῦ σαββάτου καὶ ὑπεράνω παντὸς γένους πεφυκότες βασίλειοι παῖδες, βασιλεῖ δέ, φασί, νόμος ἄγραφος. πρῶτον μὲν οὖν οὐ ποιοῦσιν ἃ βούλονται πάντα, πολλὰ γὰρ αὐτοὺς κωλύσει καὶ ἐπιθυμοῦντας καὶ πειρωμένους, καὶ ἃ ποιοῦσι δέ, οὐχ ὡς βασιλεῖς, ἀλλʼ ὡς μαστιγίαι ποιοῦσι, λάθρᾳ γὰρ μοιχεύουσι τὸ ἁλῶναι δεδιότες καὶ τὸ καταγνωσθῆναι ἐκκλίνοντες καὶ φοβούμενοι τὸ κολασθῆναι. πῶς δὲ ἐλεύθερον ἡ ἀκρασία καὶ ἡ αἰσχρολογία; πᾶς γάρ, φησίν, ὁ ἁμαρτάνων δοῦλός ἐστιν, ὁ ἀπόστολος λέγει.

Such things too are taught by the followers of Prodicus, who call themselves, falsely, Gnostics, saying that they are by nature sons of the first God; and, abusing their noble birth and freedom, they live as they wish; and they wish to live for pleasure, thinking themselves ruled by no one, as lords of the Sabbath and royal children born above every race; and for a king, they say, there is no written law. In the first place, then, they do not do all they wish; for many things will hinder them, even when they desire and try. And what they do, they do not as kings but as slaves who deserve the whip; for they commit adultery in secret, afraid of being caught, avoiding condemnation, and fearing punishment. How can lack of self-control and shameful talk be free? “For everyone who sins,” it says, “is a slave,” says the apostle.

3.4.31Stählin 2:210

ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου φήσαντος ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσῃς; ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρτάνοντας ἐλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν. ὑβρίζει δέ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ; πῶς δὲ καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν μεμισημένοις διὰ τὸ μὴ πράσσειν τὰ ὑπὸ τῶν νόμων διηγορευμένα, τουτέστι τοῖς ἀδίκοις καὶ ἀκρατέσι καὶ πλεονέκταις καὶ μοιχοῖς τὰ αὐτὰ πράσσοντες θεὸν ἐγνωκέναι μόνοι λέγουσιν; ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.

But how does one live as a citizen according to God who has given himself over to every desire, when the Lord said, “But I say, do not desire”? And does anyone wish to sin willingly and make a doctrine of committing adultery, living in luxury, and corrupting others' marriages, when we pity even others who sin unwillingly? Even if they have come into the world as into a foreign land, if they have not been faithful in what belongs to another, they will not have what is true. Does a foreigner insult and wrong the citizens, and not rather live as a sojourner, using what is necessary, without offense to the citizens? And how, doing the same things as those whom the Gentiles hate for not doing what the laws command, that is, the unjust, the intemperate, the covetous, and adulterers, do they say that they alone have known God? For they should have lived well even while present among what belongs to others, so as to show truly their royal nature.

3.4.32Stählin 2:210

ἤδη δὲ καὶ τοῖς ἀνθρωπίνοις νομοθέταις καὶ τῷ θείῳ ἀπεχθάνονται παρανόμως βιοῦν ἐπανῃρημένοι. ὁ γοῦν ἐκκεντήσας τὸν πόρνον εὐλογούμενος πρὸς τοῦ θεοῦ δείκνυται ἐν τοῖς Ἀριθμοῖς. καὶ ἐὰν εἴπωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, ὅτι κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ, τουτέστι μετὰ τοῦ θεοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτὸς ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας.

And they have made themselves hateful both to human lawgivers and to the divine lawgiver, having chosen to live lawlessly. The one who pierced the fornicator is shown in Numbers, at any rate, being blessed by God. And “if we say,” says John in his letter, “that we have fellowship with him,” that is, with God, “and walk in darkness, we lie and do not do the truth. But if we walk in the light as he is in the light, we have fellowship with him, and the blood of Jesus his Son cleanses us from sin.”

3.4.33Stählin 2:210–211

πόθεν οὖν κρείττους εἰσὶ τῶν κοσμικῶν οἱ τοιαῦτα πράσσοντες καὶ τοῖς χειρίστοις τῶν κοσμικῶν ὅμοιοι; ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι. ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν, ὅπως τὸν εἰς τὴν φυλακὴν συγκλεισμὸν διαφύγωσιν. ὄντως γὰρ ὡς ὁ κύριος ἔφη, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλείω τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, περὶ δὲ τῆς τῶν βρωμάτων ἐγκρατείας δείκνυται ἐν τῷ Δανιήλ. συνελόντι δʼ εἰπεῖν, περὶ ὑπακοῆς ὁ Δαβὶδ ψάλλων λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; καὶ παραχρῆμα ἀκούει· ἐν τῷ φυλάσσεσθαι τὸν λόγον σου ἐν ὅλῃ καρδίᾳ. ὅ τε Ἱερεμίας φησί· τάδε λέγει κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύσησθε.

How, then, are those who do such things better than worldly people, when they are like the worst of the worldly? For those alike in their deeds are, I think, alike in their natures. Those whom they claim to surpass in noble birth they ought also to surpass in character, so as to escape being shut up in prison. For truly, as the Lord said, “Unless your righteousness exceeds that of the scribes and Pharisees, you will not enter the kingdom of God.” And self-control in food is shown in Daniel. To put it briefly, David, singing of obedience, says: “By what will a young man set his way straight?” and at once hears: “By keeping your word with his whole heart.” And Jeremiah says: “Thus says the Lord: Do not walk according to the ways of the Gentiles.”

3.4.34Stählin 2:211

Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας. λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισίν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν ἐκτὸς ἡμῶν καὶ τὸν ἔσω ἄνθρωπον πεποιηκέναι. ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματός ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται. Ἄλλοι τινές, οὓς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθʼ ὅσα πεποίηκεν ἀγαθά ἐστιν· εἷς δέ τις τῶν ὑπʼ αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ δὴ πάντας ἡμᾶς περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί. διὸ δὴ καὶ αὐτοὶ ἀντιτασσόμεθα τούτῳ εἰς ἐκδικίαν τοῦ πατρός, ἀντιπράσσοντες τῷ βουλήματι τοῦ δευτέρου. ἐπεὶ οὖν οὗτος οὐ μοιχεύσεις εἴρηκεν, ἡμεῖς, φασί, μοιχεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ.

Moved by this, certain others, vile and worthless, say that man was formed by different powers: the parts down to the navel are of a more godlike craft, the parts below of an inferior one, and that is why he longs for intercourse. But they fail to notice that the upper parts too crave food and lust for some things; and they contradict Christ, who said to the Pharisees that the same God made both our outer and our inner man. Besides, appetite is not of the body, even if it arises because of the body. Certain others, whom we also call Antitactae (“Opposers”), say that the God of the universe is our Father by nature, and all that he made is good; but one of those who came from him sowed the tares, begetting the nature of evils, in which he also wrapped us all, setting us against the Father. “That is why we too oppose him, to avenge the Father, acting against the will of the second. Since, then, he has said, ‘You shall not commit adultery,’ let us,” they say, “commit adultery to destroy his commandment.”

3.4.35Stählin 2:211–212

Φαίημεν δʼ ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν. διαβάλλεται δὲ ὑμῶν τὰ ἔργα· πῶς ἔτι τῆς ἀληθείας ἀντέχεσθαι ὑμᾶς ἐρεῖτε; ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας. καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθʼ ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδέᾳ, ὅπερ ἀδύνατον· εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν.

To these too we would say that we have received the teaching that false prophets and all who feign the truth are known by their works. Your works are condemned; how will you still say that you hold fast to the truth? For either there is no evil, and the one you accuse as opposed to God is no longer worthy of blame, nor has he become the maker of any evil (for the tree is destroyed together with its fruit); or, if evil exists, let them tell us what they say the commandments given about justice, self-control, patience, forbearance, and the like are: bad or good. If the commandment that forbids doing most shameful things were bad, vice would legislate against itself for the destruction of its own form, which is impossible. But if it is good, then, opposing the good commandments, they confess that they oppose the good and do evil.

3.4.36Stählin 2:212

ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ πειράθητι ἀπαλλαγῆναι φησίν. ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν. τί δέ; οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμʼ ἄν), ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτηρίᾳ; οὐ γὰρ τὰ διαγορευθέντα χρησίμως, ἀλλʼ ἑαυτοὺς καταστρέφετε. καὶ ὁ μὲν κύριος τὰ ἀγαθὰ ὑμῶν ἔργα λαμψάτω ἔφη, ὑμεῖς δὲ τὰς ἀσελγείας ὑμῶν ἐκφανεῖς ποιεῖτε. ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε διʼ ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπʼ αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν βάρβαρον ἐθελῆσαι Ξέρξην φασίν;

Indeed the Savior himself, whom alone they claim to obey, has forbidden hating and reviling, and says: “When you go with your adversary, try to be released from him as his friend.” Either, then, they will deny Christ's exhortation by opposing the Opposer, or, becoming friends with him, they will not contend against him. What then? Do you not know, noble sirs (for I would speak as to those present), that by fighting against the good commandments you resist your own salvation? For you overturn not what was usefully enjoined, but yourselves. And the Lord said, “Let your good works shine,” but you make your licentious acts shine forth. Besides, if you wish to destroy the lawgiver's commandments, why do you try to destroy “You shall not commit adultery” and “You shall not corrupt boys” and whatever contributes to self-control, because of your own lack of self-control, but do not destroy the winter made by him, so as to make summer in the middle of winter, nor make the land navigable and the sea walkable, as the historians say the barbarian Xerxes wished to do?

3.4.37Stählin 2:212–213

τί δʼ οὐχὶ πάσαις ταῖς ἐντολαῖς ἀντιτάσσεσθε; εἰπόντος γὰρ αὐξάνεσθε καὶ πληθύνεσθε ὑμᾶς τοὺς ἀντιτεταγμένους ἐχρῆν μηδʼ ὅλως συνουσίᾳ χρῆσθαι, καὶ εἰπόντος ἔδωκα ὑμῖν πάντα εἰς τροφὰς καὶ ἀπολαύσεις ὑμᾶς ἐχρῆν μηδενὸς ἀπολαύειν. ἀλλὰ καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ λέγοντος ὑμᾶς ἐχρῆν μὴ ἀποδιδόναι ἀντίταξιν ἀντιτάξει, καὶ τὸν κλέπτην κελεύσαντος τετραπλοῦν ἀποδιδόναι ὑμᾶς ἐχρῆν καὶ προσδοῦναι τῷ κλέπτῃ· ὁμοίως τε αὖ καὶ τῇ ἀγαπήσεις τὸν κύριον ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπῆσαι, καὶ πάλιν εἰπόντος οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτὸν ὑμᾶς ἀκόλουθον ἦν καὶ τὰ γλυπτὰ προσκυνεῖν. πῶς οὖν οὐκ ἀσεβεῖτε ἀντιτασσόμενοι μέν, ὥς φατε, τῷ δημιουργῷ, τὰ δὲ ὅμοια ταῖς πόρναις καὶ τοῖς μοιχοῖς ἐζηλωκότες; πῶς δὲ οὐκ αἰσθάνεσθε μείζονα ποιοῦντες ὃν ὡς ἀσθενῆ νομίζετε, εἴπερ ὃ βούλεται, τοῦτο γίνεται, ἀλλʼ οὐχὶ ἐκεῖνο ὅπερ ἠθέλησεν ὁ ἀγαθός; ἔμπαλιν γὰρ ἀσθενὴς δείκνυται πρὸς ὑμῶν αὐτῶν ὁ ὑμέτερος, ὥς φατε, πατήρ.

Why do you not oppose all the commandments? For when he said, “Increase and multiply,” you who oppose him ought not to use intercourse at all; and when he said, “I have given you all things for food and enjoyment,” you ought to enjoy nothing. And when he said, “Eye for eye,” you ought not to return opposition for opposition; and when he ordered the thief to repay fourfold, you ought also to give something more to the thief. Likewise, opposing the commandment “You shall love the Lord,” you ought not to love even the God of the universe; and again, when he said, “You shall not make a carved or molten image,” it would follow that you should worship carved images. How, then, are you not impious, opposing the Creator, as you say, while emulating prostitutes and adulterers? And how do you not see that you make him greater whom you consider weak, if what he wishes comes about, and not what the good God wished? Conversely your “father,” as you call him, is shown by you yourselves to be weak.

3.4.38Stählin 2:213

Ἀναλέγονται δὲ καὶ οὗτοι ἔκ τινων προφητικῶν περικοπῶν λέξεις ἀπανθισάμενοι καὶ συγκαττύσαντες κακῶς κατʼ ἀλληγορίαν εἰρημένας ἐξ εὐθείας λαβόντες. γεγράφθαι γάρ φασιν· ἀντέστησαν θεῷ καὶ ἐσώθησαν. οἳ δὲ καὶ τῷ ἀναιδεῖ θεῷ προστιθέασι, δέχονται δὲ ὡς βουλὴν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῷ. τῷ μὲν οὖν ἀναιδεῖ θεῷ οὐ γέγραπται· εἰ δὲ καὶ οὕτως ἔχοι, τὸν κεκλημένον διάβολον, ὦ ἀνόητοι, ἐξακούσατε ἀναιδῆ ἢ ὡς διαβάλλοντα τὸν ἄνθρωπον ἢ ὡς κατήγορον τῶν ἁμαρτανόντων ἢ ὡς ἀποστάτην. ὁ γοῦν λαός, ἐφʼ οὗ εἴρηται ἡ περικοπή, παιδευόμενοι ἐφʼ οἷς ἥμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἄλλα ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρʼ ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; ὅμοιον τούτῳ τὸ παρὰ τῷ Μαλαχίᾳ, τὸ προειρημένον, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν· χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.

These too collect words culled from certain prophetic passages and stitched badly together, taking literally what was said allegorically. For they say it is written: “They opposed God and were saved.” Some also add “the shameless God,” and they take this saying as advice given them, and count opposing the Creator as their salvation. Now “the shameless God” is not written; but even if it were so, you fools, understand the one called the devil as shameless, either as slandering man, or as accuser of sinners, or as apostate. At any rate the people about whom the passage is spoken, being chastised for their sins, bearing it hard and groaning, muttered the words cited: that the other nations transgress the law and are not punished, while they alone are cut down at every turn; as Jeremiah too said, “Why does the way of the ungodly prosper?” Similar to this is what is in Malachi, cited above: “They opposed God and were saved.” For the prophets, receiving oracles, not only say that they hear something from God, but are also shown reporting, by way of objection, what was being muttered among the people, bringing up, as it were, questions raised by men; and the saying in question is one of these.

3.4.39Stählin 2:213–214

καὶ μή τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἀποτεινόμενος γράφει· καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. οὗτοί εἰσιν οἱ κατὰ τὴν ἀνάγνωσιν φωνῆς τόνῳ διαστρέφοντες τὰς γραφὰς πρὸς τὰς ἰδίας ἡδονάς, καί τινων προσῳδιῶν καὶ στιγμῶν μεταθέσει τὰ παραγγελθέντα σωφρόνως τε καὶ συμφερόντως βιαζόμενοι πρὸς ἡδυπαθείας τὰς ἑαυτῶν. οἱ παροξύνοντες τὸν θεὸν τοῖς λόγοις ὑμῶν· ὁ Μαλαχίας φησί, καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ὁ ποιῶν πονηρὸν ἀγαθὸς ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησεν· καί· ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης;

And is not the apostle aiming at these when he writes in the letter to the Romans: “And not, as we are slandered and as some say that we say, ‘Let us do evil that good may come’? Their condemnation is just.” These are the ones who, in reading, twist the Scriptures by the tone of voice toward their own pleasures, and by changing certain accents and punctuation force what was commanded wisely and usefully to their own self-indulgence. “You who have provoked God with your words,” says Malachi, “and you said, ‘How have we provoked him?’ In your saying, ‘Everyone who does evil is good in the sight of the Lord, and he has taken pleasure in them’; and, ‘Where is the God of justice?’”

Miscellanies 3, chapter 5

3.5.40Stählin 2:214

Ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδʼ αὖ καθʼ ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπʼ αὐτοῖς καὶ ἐπὶ μήκιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες τάγματα ἁπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς. ἢ γάρ τοι ἀδιαφόρως ζῆν διδάσκουσιν, ἢ τὸ ὑπέρτονον ᾄδουσαι ἐγκράτειαν διὰ δυσσεβείας καὶ φιλαπεχθημοσύνης καταγγέλλουσι. πρότερον δὲ περὶ τοῦ προτέρου διαληπτέον τμήματος. εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετʼ ἐγκρατείας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι ὁ μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνος· δοθείσης γὰρ ἐξουσίας τῷ κυρίῳ τοῦ σαββάτου, εἴπερ ἀκολάστως βιώσαι, ἀνεύθυνον εἶναι, πολλῷ μᾶλλον ὁ κοσμίως πολιτευσάμενος οὐχ ὑπεύθυνος ἔσται· πάντα μὲν γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει, φησὶν ὁ ἀπόστολος. εἰ δὲ καὶ πάντα ἔξεστι, δῆλον ὅτι καὶ τὸ σωφρονεῖν.

So that we may not, by picking over the subject further, mention more absurd heresies, nor again be compelled to speak against each one of them, be ashamed on their account, and prolong these notes to great length, come, let us divide all the heresies into two classes and answer them. Either they teach living indifferently, or, singing too high a note, they proclaim self-control out of impiety and love of quarreling. First we must discuss the first division. If it is permitted to choose any life, clearly the life of self-control is permitted too; and if every life is without danger for the elect, clearly the life with virtue and self-restraint is much more without danger. For if the lord of the Sabbath has been given authority to be unaccountable if he lives licentiously, much more will the one who has lived decently not be accountable. “For all things are lawful, but not all things are profitable,” says the apostle. And if all things are lawful, clearly being self-restrained is lawful too.

3.5.41Stählin 2:214–215

ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατʼ ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ ἀνάγκην τὰς αἱρέσεις καὶ τὰς φυγάς. εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον. ὁ μὲν γὰρ εἰς ἡδονὰς ἐξοκείλας σώματι χαρίζεται, ὁ δὲ σώφρων τὴν κυρίαν τοῦ σώματος ψυχὴν ἐλευθεροῖ τῶν παθῶν. κἂν ἐπʼ ἐλευθερίᾳ κεκλῆσθαι λέγωσιν ἡμᾶς, μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν μὴν τῇ σαρκὶ παρέχωμεν κατὰ τὸν ἀπόστολον· εἰ δὲ ἐπιθυμίᾳ χαριστέον καὶ τὸν ἐπονείδιστον βίον ἀδιάφορον ἡγητέον, ὡς αὐτοὶ λέγουσιν, ἤτοι πάντα ταῖς ἐπιθυμίαις πειστέον, καί, εἰ τοῦτο, τὰ ἀσελγέστατα καὶ ἀνοσιώτατα πρακτέον ἅπαντα ἑπομένους τοῖς ἀναπείθουσιν ἡμᾶς· ἢ τῶν ἐπιθυμιῶν τινὰς ἐκκλινοῦμεν καὶ οὐκέτι ἀδιαφόρως βιωτέον οὐδὲ ἀνέδην δουλευτέον τοῖς ἀτιμοτάτοις μέρεσιν ἡμῶν, γαστρὶ καὶ αἰδοίοις, διʼ ἐπιθυμίαν κολακευόντων τὸν ἡμέτερον νεκρόν. τρέφεται γὰρ καὶ ζωοποιεῖται διακονουμένη εἰς ἀπόλαυσιν ἐπιθυμία, καθάπερ ἔμπαλιν κολουομένη μαραίνεται.

As, then, the one who has used his authority to live according to virtue is praiseworthy, so much more is the one who has given us authority, free and sovereign, and has allowed us to live as we wish, venerable and to be worshiped, since he did not allow our choices and avoidances to be slaves of necessity. And if each has freedom from fear, both the one who chose lack of self-control and the one who chose self-control, yet their dignity is not alike. For the one who has run aground on pleasures gratifies the body, but the self-restrained frees the soul, the mistress of the body, from the passions. Even if they say that we were called to freedom, only let us not give our freedom as an occasion to the flesh, according to the apostle. But if desire must be gratified and a shameful life considered indifferent, as they themselves say, then either we must obey the desires in everything, and, if so, do all the most licentious and unholy things, following what persuades us; or we will turn away from some desires, and then we must no longer live indifferently, nor be slaves without restraint to the most dishonorable parts of us, belly and genitals, which flatter our corpse because of desire. For desire is nourished and brought to life when it is served for enjoyment, just as, conversely, it withers when cut back.

3.5.42Stählin 2:215

πῶς δέ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ; πάσης γὰρ ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμία δὲ λύπη τις καὶ φροντὶς διʼ ἔνδειαν ὀρεγομένη τινός. ὥστʼ οὐκ ἄλλο τί μοι δοκοῦσιν οἱ τοῦτον ἐπανῃρημένοι τὸν τρόπον ἀλλʼ ἢ τὸ λεγόμενον δὴ τοῦτο, πρός τʼ αἴσχεσιν ἄγγεα πάσχειν, ἐπίσπαστον ἑαυτοῖς αἱρούμενοι κακὸν νῦν καὶ ἐς ὕστερον, εἰ μὲν οὖν πάντα ἐξῆν καὶ μηδὲν ἦν δέος ἀποτυχεῖν τῆς ἐλπίδος διὰ πράξεις πονηράς, ἴσως ἦν ἄν τις αὐτοῖς πρόφασις τοῦ βιοῦν κακῶς τε καὶ ἐλεεινῶς· ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος διʼ ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾗ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ δὲ σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, διʼ ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ διατελεστέον. καθαρὸς γὰρ ὢν καὶ πάσης κακίας ἀπηλλαγμένος ὁ νοῦς δεκτικός πως ὑπάρχει τῆς τοῦ θεοῦ δυνάμεως, ἀνισταμένης ἐν αὐτῷ τῆς θείας εἰκόνος· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ κυρίῳ ἁγνίζει, φησίν, ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

And how is it possible for one overcome by the pleasures of the body to be made like the Lord or to have knowledge of God? For desire begins every pleasure; and desire is a kind of pain and anxiety longing for something through lack. So those who have chosen this way seem to me to suffer nothing other than what the saying describes, “to suffer disgrace in their vessels,” choosing for themselves an evil drawn on themselves now and hereafter. If, then, all things were permitted and there were no fear of failing to attain our hope through evil deeds, perhaps they would have some excuse for living badly and pitiably. But since a blessed life has been shown to us through commandments, which all must hold to, neither disregarding any of the things said nor neglecting what is fitting, even if it is very small, following wherever the Word leads; and since, if we should fail of it, we must fall into an immortal evil, while if we follow the divine Scripture, by which believers walk, we are made like the Lord as far as possible: we must not live indifferently, but must purify ourselves as far as possible from pleasures and desires and care for the soul, which must continue devoted to the divine alone. For the mind, being pure and freed from all vice, is somehow able to receive the power of God, the divine image being raised up in it. “And everyone who has this hope in the Lord purifies himself,” it says, “as he is pure.”

3.5.43Stählin 2:215–216

θεοῦ δὲ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τῶν παθῶν ἀγομένοις ἀδύνατον· οὐκοῦν οὐδὲ τῆς ἐλπίδος τυχεῖν μηδεμίαν τοῦ θεοῦ γνῶσιν περιπεποιημένοις· καὶ τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε, τὸ δὲ ἀγνοεῖν τὸν θεὸν ἡ τοῦ βίου πολιτεία παρίστησιν. παντάπασι γὰρ ἀδύνατον ἄμα τε καὶ ἐπιστήμονα εἶναι καὶ τὴν τοῦ σώματος κολακείαν μὴ ἐπαισχύνεσθαι· οὐδὲ γὰρ συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν. ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ, οὐχὶ δὲ πορνεία ἣν ἀσκοῦσιν. νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, διʼ ἃ ἔρχεται ἡ ὀργή. ἀποθέσθωσαν οὖν καὶ αὐτοὶ ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος αὐτῶν, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν.

It is impossible for those still led by the passions to receive the knowledge of God; so neither can those who have acquired no knowledge of God attain the hope. And ignorance of God seems to accuse the one who fails of this goal; and the conduct of one's life shows ignorance of God. For it is altogether impossible to be at once a person of understanding and not to be ashamed of flattering the body; for that pleasure is the good can never agree with the view that only the noble is good, or that the Lord alone is noble and God alone good and alone worthy of love. “In Christ you were circumcised with a circumcision not made with hands, in putting off the body of the flesh, in the circumcision of Christ. If, then, you were raised with Christ, seek the things above, set your mind on the things above, not on the things on the earth. For you died, and your life is hidden with Christ in God,” but not the sexual immorality that they practice. “Put to death, then, your members that are on the earth: sexual immorality, uncleanness, passion, desire, because of which the wrath comes.” Let them too, then, put away “anger, wrath, malice, blasphemy, shameful talk from their mouth, having put off the old man with its desires, and having put on the new, which is being renewed in knowledge according to the image of the one who created him.”

3.5.44Stählin 2:216

τὰ γὰρ τῆς πολιτείας ἐλέγχει σαφῶς τοὺς ἐγνωκότας τὰς ἐντολάς, ἐπεὶ οἷος ὁ λόγος τοῖος ὁ βίος· ἀπὸ δὲ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν καὶ πετάλων, γνωρίζεται. ἡ γνῶσις οὖν ἐκ τοῦ καρποῦ καὶ τῆς πολιτείας, οὐκ ἐκ τοῦ λόγου καὶ τοῦ ἄνθους· οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ τε ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον. ὃ γὰρ ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῷ νῷ ἡ γνῶσις. μηδὲ λεγόντων ἐλευθερίαν τὴν ὑπὸ ἡδονῆς δουλείαν, καθαπερεὶ τὴν χολὴν γλυκεῖαν· ἡμεῖς γὰρ ἐλευθερίαν μεμαθήκαμεν ἣν ὁ κύριος ἡμᾶς ἐλευθεροῖ μόνος, ἀπολύων τῶν ἡδονῶν τε καὶ τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων παθῶν. ὁ λέγων, ἔγνωκα τὸν κύριον, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν, Ἰωάννης λέγει.

For conduct clearly tests those who have known the commandments, since as the word is, so is the life. And the tree is known from its fruits, not from its flowers and leaves. Knowledge, then, comes from the fruit and from conduct, not from talk and flower. For we do not say that knowledge is bare talk, but a divine understanding and that light which arises in the soul from obedience to the commandments, making all things plain, both what is in creation and man himself, preparing one to know oneself and teaching one to become a partaker of God. For what the eye is in the body, knowledge is in the mind. And let them not call slavery to pleasure freedom, as though they called bile sweet. For we have learned that freedom is that with which the Lord alone frees us, releasing us from pleasures and desires and the other passions. “The one who says, ‘I have known the Lord,’ and does not keep his commandments is a liar, and the truth is not in him,” says John.

Miscellanies 3, chapter 6

3.6.45Stählin 2:216–217

Τοῖς δὲ εὐφήμως διʼ ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισάγειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον· πρῶτον μὲν τὸ τοῦ ἀποστόλου Ἰωάννου· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν ἐγνώκαμεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν. ἔπειτα καὶ διαστρεπτέον αὐτοὺς τὰ ὑπʼ αὐτῶν φερόμενα διαλύοντας ὧδέ πως· τῇ Σαλώμῃ ὁ κύριος πυνθανομένῃ, μέχρι πότε θάνατος ἰσχύσει; οὐχ ὡς κακοῦ τοῦ βίου ὄντος καὶ τῆς κτίσεως πονηρᾶς, μέχρις ἂν εἶπεν ὑμεῖς αἱ γυναῖκες τίκτητε, ἀλλʼ ὡς τὴν ἀκολουθίαν τὴν φυσικὴν διδάσκων· γενέσει γὰρ πάντως ἕπεται καὶ φθορά.

To those who, under the fair name of self-control, act impiously toward creation and the holy Creator, the Almighty, the only God, and teach that marriage and the begetting of children must not be accepted, nor others brought into the world to be unhappy, nor food supplied to death, we must say this. First, the words of the apostle John: “And now many antichrists have come, from which we know that it is the last hour. They went out from us, but they were not of us; for if they had been of us, they would have remained with us.” Then we must also turn them around, refuting what they put forward in this way. When Salome asked, “How long will death have power?” the Lord said, “As long as you women bear children,” not as though life were evil and creation wicked, but teaching the natural sequence; for decay always follows birth.

3.6.46Stählin 2:217

τρυφῆς μὲν οὖν καὶ πάσης ἀκοσμίας ἡμᾶς ὁ νόμος ἐξάγειν προῄρηται, καὶ τοῦτό ἐστιν αὐτοῦ τέλος, ἐκ τῆς ἀδικίας ἡμᾶς εἰς δικαιοσύνην ὑπάγειν, γάμους τε αἱρουμένους σώφρονας καὶ παιδοποιίας καὶ πολιτείας. ὁ δὲ κύριος οὐ καταλύειν τὸν νόμον ἀφικνεῖται, ἀλλὰ πληρῶσαι· πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι κατὰ τὴν αὑτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο. οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλʼ οὐ πνεύματι. γῆ δὲ καὶ σποδὸς τὸ σῶμα ἄνευ πνεύματος. αὐτίκα μοιχείαν ἐξ ἐνθυμήσεως κρίνει ὁ κύριος· τί γάρ; οὐκ ἔστι καὶ γάμῳ ἐγκρατῶς χρῆσθαι καὶ μὴ πειρᾶσθαι διαλύειν ὃ συνέζευξεν ὁ θεός; τοιαῦτα γὰρ διδάσκουσιν οἱ τῆς συζυγίας μερισταί, διʼ οὓς καὶ τὸ ὄνομα βλασφημεῖται. μιαρὰν δὲ εἶναι τὴν συνουσίαν λέγοντες οὗτοι οἱ τὴν σύστασιν καὶ αὐτοὶ ἐκ συνουσίας εἰληφότες πῶς οὐκ ἂν εἶεν μιαροί;

The law, then, has chosen to lead us away from luxury and all disorder, and this is its goal: to lead us from injustice to justice, choosing self-restrained marriages, begetting of children, and ways of life. And the Lord comes not to destroy the law but to fulfill it: to fulfill it not as though it were lacking, but in that the prophecies according to the law were accomplished by his coming; since the ways of right conduct were proclaimed through the Word even to those who lived justly before the law. The many, then, who do not know self-control live by the body, not by the spirit; and the body without the spirit is earth and ashes. The Lord, for example, judges adultery from the intention. What then? Is it not possible to use marriage with self-control too, and not try to dissolve what God has joined? For such things are taught by those who divide the union, because of whom the Name is blasphemed. And these who say that intercourse is polluted, having themselves received their existence from intercourse, how would they not be polluted?

3.6.47Stählin 2:217–218

τῶν δὲ ἁγιασθέντων ἅγιον οἶμαι καὶ τὸ σπέρμα. ἡγιάσθαι μὲν οὖν ἡμῖν ὀφείλει οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ τὸ σῶμα· ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς γυναικός; τί δέ ἐστιν ὅπερ ὁ κύριος εἶπεν πρὸς τοὺς περὶ τοῦ ἀποστασίου πυνθανομένους, εἰ ἔξεστιν ἀπολῦσαι γυναῖκα Μωυσέως ἐπιτρέψαντος; πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, φησίν, ὁ Μωυσῆς ταῦτα ἔγραψεν· ὑμεῖς δὲ οὐκ ἀνέγνωτε ὅτι τῷ πρωτοπλάστῳ ὁ θεὸς εἶπεν· ἔσεσθε οἱ δύο εἰς σάρκα μίαν; ὥστε ὁ ἀπολύων τὴν γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι. ἀλλὰ μετὰ τὴν ἀνάστασιν, φησίν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται. καὶ γὰρ περὶ τῆς κοιλίας καὶ τῶν βρωμάτων εἴρηται· τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· τούτους ἐπιρραπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν οἰομένους, ἵνα μὴ ἀδεῶς ἐσθίοιεν καὶ ὀχεύοιεν.

And the seed of those who have been sanctified is, I think, holy too. For not only our spirit ought to be sanctified, but also our character, life, and body. Otherwise, for what reason does the apostle Paul say that the wife is sanctified by the husband or the husband by the wife? And what is it that the Lord said to those who asked about the certificate of divorce, whether it is lawful to put away a wife, since Moses permitted it? “Because of your hardness of heart,” he says, “Moses wrote these things. But have you not read that God said to the first-formed man, ‘You two shall be one flesh’? So whoever puts away his wife except for the reason of sexual immorality makes her commit adultery.” “But after the resurrection,” he says, “they neither marry nor are given in marriage.” For it has also been said about the belly and foods: “Foods are for the belly and the belly for foods; but God will do away with both it and them”; rebuking those who think they may live like boars and goats, so that they may not eat and mate without fear.

3.6.48Stählin 2:218

εἰ γοῦν τὴν ἀνάστασιν ἀπειλήφασιν, ὡς αὐτοὶ λέγουσι, καὶ διὰ τοῦτο ἀθετοῦσι τὸν γάμον, μηδὲ ἐσθιέτωσαν μηδὲ πινέτωσαν· καταργεῖσθαι γὰρ ἔφη τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ ἀπόστολος ἐν τῇ ἀναστάσει. πῶς οὖν καὶ πεινῶσι καὶ διψῶσι καὶ τὰ κατὰ τὴν σάρκα πάσχουσι καὶ τὰ ἄλλα ὅσα ὁ διὰ Χριστοῦ τελείαν τὴν προσδοκωμένην ἀνάστασιν λαβὼν οὐ πείσεται; ἀλλὰ καὶ οἱ τὰ εἴδωλα σεβόμενοι βρωμάτων τε ἅμα καὶ ἀφροδισίων ἀπέχονται. οὐκ ἔστι δὲ ἡ βασιλεία θεοῦ βρῶσις καὶ πόσις φησίν. ἀμέλει διὰ φροντίδος ἐστὶ καὶ τοῖς Μάγοις οἴνου τε ὁμοῦ καὶ ἐμψύχων καὶ ἀφροδισίων ἀπέχεσθαι λατρεύουσιν ἀγγέλοις καὶ δαίμοσιν. ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστίν, οὐχὶ δὲ κακουχία σώματος, οὕτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλʼ ἐν ἀποκρύφῳ.

If, at any rate, they have received the resurrection, as they themselves say, and for this reason reject marriage, let them neither eat nor drink; for the apostle said that the belly and foods are done away in the resurrection. How, then, do they hunger and thirst and suffer the things of the flesh, and the other things which the one who has received through Christ the perfect resurrection that is awaited will not suffer? Besides, even idol-worshipers abstain from food and from sexual intercourse. “But the kingdom of God is not eating and drinking,” it says. Indeed the Magi too take care to abstain at once from wine, from meat, and from sexual intercourse, while they serve angels and demons. But as humility is gentleness, not ill-treatment of the body, so self-control is a virtue of the soul, not in the open, but in secret.

3.6.49Stählin 2:218–219

Εἰσὶν δʼ οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δʼ αὑτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον καυχώμενοι. λέγει δὲ αὐτοῖς ἡ γραφή· ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. εἶτʼ οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριον· πρῶτον μὲν γὰρ τὴν ἰδίαν νύμφην εἶχεν, τὴν ἐκκλησίαν, ἔπειτα δὲ οὐδὲ ἄνθρωπος ἦν κοινός, ἵνα καὶ βοηθοῦ τινος κατὰ σάρκα δεηθῇ· οὐδὲ τεκνοποιήσασθαι ἦν αὐτῷ ἀναγκαῖον ἀιδίως μένοντι καὶ μόνῳ υἱῷ θεοῦ γεγονότι. αὐτὸς δὲ οὗτος ὁ κύριος λέγει· ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. καὶ πάλιν· ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρει· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; καὶ πάλιν· οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. καίτοι καὶ ταῦτα ἀλληγορεῖται. διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἵνα διαμένῃ κατὰ τὰς γενεὰς ὁ κόσμος.

There are some who say plainly that marriage is sexual immorality, and teach that it was handed down by the devil; and these boasters say that they imitate the Lord, who neither married nor acquired anything in the world, boasting that they have understood the gospel better than others. But Scripture says to them: “God opposes the proud, but gives grace to the humble.” And they do not know the reason why the Lord did not marry. First, he had his own bride, the church; then, he was not an ordinary man, so as to need a helper according to the flesh; nor was it necessary for him to beget children, since he remains forever and is the only Son of God. This same Lord says: “What God has joined, let no man separate.” And again: “As it was in the days of Noah, they were marrying and giving in marriage, building and planting; and as it was in the days of Lot, so will be the coming of the Son of Man.” And to show that he is not speaking to the Gentiles, he adds: “When the Son of Man comes, will he find faith on the earth?” And again: “Woe to those who are pregnant and those who are nursing in those days,” though these things too are allegorized. For this reason he did not define the times which the Father has set in his own authority, so that the world might continue through the generations.

3.6.50Stählin 2:219

τὸ δὲ οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω· οὐκ ἴσασιν ὅτι μετὰ τὴν τοῦ ἀποστασίου ῥῆσιν πυθομένων τινῶν ὅτι ἐὰν οὕτως ᾖ ἡ αἰτία τῆς γυναικός, οὐ συμφέρει τῷ ἀνθρώπῳ γαμῆσαι, τότε ὁ κύριος ἔφη· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλʼ οἷς δέδοται· τοῦτο γὰρ οἱ πυνθανόμενοι μαθεῖν ἠβουλήθησαν, εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι. Φασὶ δὲ καὶ ἀθλητὰς οὐκ ὀλίγους ἀφροδισίων ἀπέχεσθαι διʼ ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸς νεόγαμος ὢν ἀπέσχετο τῆς νύμφης. ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος·

And as for “Not all can receive this saying; for there are eunuchs who were born so, and there are eunuchs who were made eunuchs by men, and there are eunuchs who made themselves eunuchs for the kingdom of heaven; let the one who can receive it receive it,” they do not know that after his saying about divorce, when some asked, “If such is the case of a man with his wife, it is not expedient to marry,” then the Lord said: “Not all can receive this saying, but those to whom it is given.” For what the questioners wished to learn was whether he allowed a man to marry another wife when his wife had been condemned for sexual immorality and put away. They say that not a few athletes too abstain from sexual intercourse, exercising self-control for bodily training, such as Astylus of Croton and Crison of Himera. And Amoebeus the lyre-singer, though newly married, abstained from his bride. And Aristotle of Cyrene alone disdained Lais when she loved him.

3.6.51Stählin 2:219–220

ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστʼ οὐδʼ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ διʼ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν. Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων. καὶ πάλιν λέγει· μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος. ὁ δὲ αὐτὸς κἀκεῖνα γράφει· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. καὶ πάλιν· ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.

Having sworn to the courtesan that he would take her to his homeland if she helped him in something against his rivals, when she had done it, he fulfilled the oath wittily: he had a portrait of her painted, as lifelike as possible, and set it up in Cyrene, as Istrus relates in his work On the Peculiarity of Contests. So not even the eunuchate is virtuous unless it comes about through love of God. Indeed, about those who abhor marriage the blessed Paul says: “In later times some will depart from the faith, paying attention to deceiving spirits and teachings of demons, forbidding to marry, commanding to abstain from foods.” And again he says: “Let no one disqualify you by self-made worship of humility and severity to the body.” The same writer also writes this: “Are you bound to a wife? Do not seek to be released. Are you released from a wife? Do not seek a wife.” And again: “Let each one have his own wife, so that Satan may not tempt you.”

3.6.52Stählin 2:220

τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἳ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἠλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέα· καὶ Σαμουὴλ δὲ ὁ προφήτης, ἣν ὃν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται. ὁ μὴ ἐσθίων τοίνυν τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός. ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι;

What then? Did not the righteous of old partake of creation with thanksgiving? Some of them even married and begot children with self-control. Ravens brought Elijah bread and meat for food; and Samuel the prophet brought and gave Saul to eat the leg that he had kept back from what he ate. But those who say that they surpass even these in conduct and life will not be able even to be compared with their deeds. “Let the one who does not eat not despise the one who eats, and let the one who eats not judge the one who does not eat; for God has accepted him.” Besides, the Lord says of himself: “John came neither eating nor drinking, and they say, ‘He has a demon.’ The Son of Man came eating and drinking, and they say, ‘Look, a glutton and a drunkard, a friend of tax collectors and sinners.’” Or do they reject the apostles too?

3.6.53Stählin 2:220–221

Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν, καὶ ὅ γε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεύειν σύζυγον, ἣν οὐ περιεκόμιζεν διὰ τὸ τῆς ὑπηρεσίας εὐσταλές. λέγει οὖν ἔν τινι ἐπιστολῇ· οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; ἀλλʼ οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλʼ ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὺς γυναῖκας, διʼ ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου διδασκαλία. ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἑτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος. ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. τίς αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἠλίας; τίς δὲ σάκκον περιβέβληται γυμνὸς τὰ ἄλλα καὶ ἀνυπόδετος ὡς Ἡσαΐας; ἢ περίζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας; Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται; ἀλλὰ καὶ οὕτω βιοῦντες ηὐχαρίστουν τῷ κτίσαντι οἱ μακάριοι προφῆται.

For Peter and Philip had children, and Philip also gave his daughters to husbands; and Paul does not hesitate in one letter to address his own yokefellow, whom he did not take about with him for the sake of the convenience of his ministry. He says, then, in one letter: “Do we not have the right to take about a sister as wife, as the other apostles also do?” But these, devoting themselves, as befitted their ministry, to preaching without distraction, took their wives about not as wives but as sisters, to be fellow ministers to the women who kept at home, through whom the Lord's teaching entered even the women's quarters without scandal. For we know also what the noble Paul lays down about women deacons in the other letter to Timothy. And this same man cried out that “the kingdom of God is not eating and drinking,” nor indeed abstaining from wine and meat, “but righteousness and peace and joy in the Holy Spirit.” Which of them goes about with a sheepskin and a leather belt, like Elijah? Who is clothed in sackcloth, naked otherwise and barefoot, like Isaiah? Or only in a linen loincloth, like Jeremiah? And who will imitate John's knowing way of life? Yet the blessed prophets, living so, gave thanks to the Creator.

3.6.54Stählin 2:221

Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπʼ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πως καταλύεται. ἅμα γὰρ τῷ φάναι τῷ αἰτοῦντί σε δός ἐπιφέρει· καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς, ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος; τί δʼ ὅταν ὁ κύριος φῇ· ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με. εἶτα ἐπιφέρει· ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεῖ; ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ φησίν.

The “justice” of Carpocrates and of those who pursue licentious community equally with him is refuted in this way. For at the same time as saying, “Give to the one who asks you,” he adds, “and do not turn away from the one who wishes to borrow,” teaching this kind of sharing, not the lustful kind. And how can there be one who asks, receives, and borrows, if there is no one who has, gives, and lends? And what of when the Lord says: “I was hungry and you fed me, I was thirsty and you gave me drink, I was a stranger and you took me in, naked and you clothed me”? Then he adds: “Inasmuch as you did it to one of these least, you did it to me.” And does he not lay down the same things in the old covenant too? “The one who gives to the poor lends to God,” and, “Do not refrain from doing good to the needy,” it says.

3.6.55Stählin 2:221

καὶ πάλιν ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε εἶπεν. πενία δὲ ἄνδρα ταπεινοῖ· χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. ἐπιφέρει δέ· ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται· καὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται. οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κἀκ τῶν διδόντων κἀκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς, ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι· οὐ γὰρ πεπληρώκει τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο διʼ ἀγάπην μεταδιδόναι.

And again he said: “Let not acts of mercy and faithfulness fail you.” “Poverty humbles a man, but the hands of the vigorous make rich.” And he adds: “Behold a man who did not give his money at interest: he is acceptable.” And “a man's own wealth is judged the ransom of his soul.” Does he not make it plain? As, then, the world consists of opposites, as of hot and cold, dry and wet, so too of those who give and those who receive. And again, when he says, “If you wish to be perfect, sell your possessions and give to the poor,” he convicts the one who boasted of having kept all the commandments from his youth; for he had not fulfilled “You shall love your neighbor as yourself.” Then, being perfected by the Lord, he was taught to share out of love.

3.6.56Stählin 2:221–222

καλῶς οὖν πλουτεῖν οὐ κεκώλυκεν, ἀλλὰ γὰρ τὸ ἀδίκως καὶ ἀπλήστως πλουτεῖν· κτῆσις γὰρ ἐπισπευδομένη μετὰ ἀνομίας ἐλάττων γίνεται. εἰσὶ γὰρ οἳ σπείροντες πλείονα ποιοῦσι, καὶ οἳ συνάγοντες ἐλαττοῦνται· περὶ ὧν γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ μὲν γὰρ σπείρων καὶ πλείονα συνάγων οὗτός ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ προσκαίρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει (περὶ οὗ γέγραπται· συνάγων τοὺς μισθοὺς συνήγαγεν εἰς δεσμὸν τετρυπημένον), τούτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησόμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόν· ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενά σοι εἰς ἔτη πολλά, φάγε, πίε, εὐφραίνου· ἄφρον οὖν, ἔφη, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ οὖν ἡτοίμασας, τίνι γένηται;

So he has not forbidden being rich rightly, but being rich unjustly and insatiably; for “property hastily gained with lawlessness becomes less.” For “there are those who sow and make more, and those who gather and become less.” About them it is written: “He scattered, he gave to the poor; his righteousness remains forever.” For the one who sows and gathers more is the one who, through earthly and temporary sharing, acquires the heavenly and eternal things; but the other is the one who shares with no one, but vainly stores up treasure on earth, where moth and rust destroy (about whom it is written, “He who gathered wages gathered them into a bag with holes”). The Lord says in the Gospel that this man's land bore well, and then, wishing to store the fruits, he was going to build bigger barns, and said to himself, in the personification: “You have many goods laid up for many years; eat, drink, be merry.” “Fool,” he said, “this night they demand your soul from you; the things you have prepared, whose will they be?”

Miscellanies 3, chapter 7

3.7.57Stählin 2:222

Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθʼ ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλʼ ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρατεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ. ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης. οὐ γὰρ ὅπου φῶς, ἐκεῖ σκότος· ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.

Human self-control, then, I mean that of the Greek philosophers, professes to fight against desire and not to serve it in deeds; but ours is not to desire at all, not that one should desire and hold out, but that one should exercise self-control even over desiring. And it is not possible to gain this self-control except by the grace of God. That is why he said, “Ask and it will be given to you.” Moses too received this grace, though clothed in a needy body, so that for forty days he was neither hungry nor thirsty. And as it is better to be healthy than to discourse about health while sick, so it is better to be light than to talk about light, and true self-control is better than that taught by the philosophers. For where light is, there is no darkness; but where desire sits within, even if it is alone, and even if it is quiet in its activity through the body, it has intercourse in memory with what is not present.

3.7.58Stählin 2:222–223

καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων, μηδὲν κατʼ ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γάρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδʼ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας ἐμάθομεν, εὐσχημόνως δὲ ὡς ἐν ἡμέρᾳ, τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.

In general, let our account go forward about marriage, food, and the rest: to do nothing from desire, but to will only what is necessary. For we are children not of desire but of will. And the one who has married for the begetting of children must practice self-control, so as not even to desire his own wife, whom he ought to love, begetting children with a reverent and self-restrained will. For we have learned not to make provision for the flesh to fulfill its desires, but to walk decently as in the day, in Christ and in the Lord's enlightened way of life, not in revelry and drunkenness, not in debauchery and licentiousness, not in strife and jealousy.

3.7.59Stählin 2:223

ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, περιεργαζομένη δὲ τὴν χλιδήν. ἐγκράτειά ἐστιν ἀργυρίου καταφρονεῖν, τρυφῆς, κτήσεως, θέας καταμεγαλοφρονεῖν, στόματος κρατεῖν, κυριεύειν λογισμῶν τῶν πονηρῶν. ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν. Οὐαλεντῖνος δὲ ἐν τῇ πρὸς Ἀγαθόποδα ἐπιστολῇ πάντα φησὶν ὑπομείνας ἐγκρατὴς ἦν· θεότητα Ἰησοῦς εἰργάζετο, ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα. τοσαύτη ἦν αὐτῷ ἐγκρατείας δύναμις, ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ἡμεῖς μὲν οὖν διʼ ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ διʼ αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες· καλὸν γὰρ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνουχίζειν ἑαυτὸν πάσης ἐπιθυμίας καὶ καθαρίζειν τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.

But self-control should be seen not only in one kind of thing, that is, sexual pleasures, but also in the other things that our soul, living luxuriously, desires, not content with necessities but busy about luxury. Self-control is to despise money, to look down on luxury, possessions, and shows, to control the mouth, and to master evil thoughts. Indeed some angels, becoming without self-control and caught by desire, have fallen from heaven to here. And Valentinus, in his letter to Agathopus, says: “Enduring all things, he was self-controlled; Jesus practiced divinity; he ate and drank in a peculiar way, not giving back the food. Such was the power of his self-control that the food was not even corrupted in him, since he himself did not have corruption.” We, then, embrace self-control through love for the Lord and for the sake of the good itself, sanctifying the temple of the Spirit. For it is good, for the sake of the kingdom of heaven, to make oneself a eunuch from all desire, and “to cleanse the conscience from dead works to serve the living God.”

3.7.60Stählin 2:223–224

οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθεῖς τε καὶ ἄθεοι, ἀλόγως ἐγκρατευόμενοι, καθάπερ τὰ πλεῖστα τῶν ἄλλων ἐθνῶν. Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν· ἀλλʼ οἳ μὲν αὐτῶν καθʼ ἑκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται, ἔνιοι δʼ αὐτῶν διὰ τριῶν ἡμερῶν, ὥς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς· καταφρονοῦσι δὲ θανάτου καὶ παρʼ οὐδὲν ἡγοῦνται τὸ ζῆν· πείθονται γὰρ εἶναι παλιγγενεσίαν, † ἅ δὲ σέβουσιν Ἡρακλέα καὶ Πᾶνα. οἱ καλούμενοι δὲ Σεμνοὶ τῶν Ἰνδῶν γυμνοὶ διαιτῶνται τὸν πάντα βίον· οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσί τινα πυραμίδα, ὑφʼ ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι. οὔτε δὲ οἱ γυμνοσοφισταὶ οὔθʼ οἱ λεγόμενοι Σεμνοὶ γυναιξὶ χρῶνται· παρὰ φύσιν γὰρ τοῦτο καὶ παράνομον δοκοῦσι, διʼ ἣν αἰτίαν σφᾶς αὐτοὺς ἁγνοὺς τηροῦσι, παρθενεύουσι δὲ καὶ αἱ Σεμναί. δοκοῦσι δὲ παρατηρεῖν τὰ οὐράνια καὶ διὰ τῆς τούτων σημειώσεως τῶν μελλόντων προμαντεύεσθαί τινα.

But those who, out of hatred for the flesh, long ungratefully to be rid of union in marriage and of partaking of the proper foods, are ignorant and godless, exercising self-control irrationally, like most of the other nations. The Brahmans, at any rate, neither eat meat nor drink wine; some of them take food every day, as we do, and some every three days, as Alexander Polyhistor says in his Indica. They despise death and count living as nothing, for they are persuaded that there is rebirth … and they worship Heracles and Pan. Those of the Indians called Holy Men live naked their whole life; they practice truth, foretell the future, and worship a certain pyramid under which they think the bones of some god lie. Neither the gymnosophists nor the so-called Holy Men have to do with women; for they think this contrary to nature and unlawful, and for this reason they keep themselves pure; and the Holy Women too remain virgins. They seem to observe the heavenly bodies and by their signs to foretell some future things.

Miscellanies 3, chapter 8

3.8.61Stählin 2:224

Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν (καί τινας ἄλλας τοιαύτας, ὧν ἐπὶ τοιούτοις μεμνῆσθαι οὐκ εὔλογον· οὐ γὰρ ἐπισκευάζω ναῦν πειρατικήν), φέρε δὴ διὰ βραχέων διακόψωμεν αὐτῶν τὴν ἐγχείρησιν. αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων ἀπολύσεται τὸ ἔγκλημα· τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλʼ ὑπὸ χάριν; μὴ γένοιτο. οὕτως ἐνθέως καὶ προφητικῶς καταλύει παραχρῆμα τὴν σοφιστικὴν τῆς ἡδονῆς τέχνην.

Since those who introduce indifference, forcing a few Scriptures, think that they support their self-indulgence, especially this one, “For sin will not have dominion over you; for you are not under law but under grace” (and some others like it, which it is not reasonable to mention in such a connection, for I am not fitting out a pirate ship), come, let us cut through their attempt briefly. For the noble apostle himself, adding to the saying just quoted, will dispose of the charge: “What then? Shall we sin because we are not under law but under grace? By no means.” So, in an inspired and prophetic way, he at once destroys the sophistical art of pleasure.

3.8.62Stählin 2:224–225

οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις ἀπολάβῃ. ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, οὐκέτι ἁμαρτητική· τὰ ἀρχαῖα παρῆλθεν, ἀπελουσάμεθα τὸν βίον τὸν παλαιόν· ἰδοὺ γέγονε καινά, ἁγνεία ἐκ πορνείας, καὶ ἐγκράτεια ἐξ ἀκρασίας, δικαιοσύνη ἐξ ἀδικίας. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

They do not understand, it seems, that “we must all appear before the judgment seat of Christ, so that each may receive through the body according to what he has done, whether good or bad,” so that each may receive back what he did through the body. “So if anyone is in Christ, he is a new creation,” no longer sinful; “the old things have passed away”; we have washed away the old life; “behold, new things have come”: purity from sexual immorality, self-control from lack of self-control, justice from injustice. “For what partnership has righteousness with lawlessness? Or what fellowship has light with darkness? What agreement has Christ with Beliar? What portion has a believer with an unbeliever? What agreement has the temple of God with idols? Having, then, these promises, let us cleanse ourselves from every defilement of flesh and spirit, perfecting holiness in the fear of God.”

Miscellanies 3, chapter 9

3.9.63Stählin 2:225

Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι, ἐν τῷ κατʼ Αἰγυπτίους εὐαγγελίῳ. φασὶ γάρ, ὅτι αὐτὸς εἶπεν ὁ σωτήρ· ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας, θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν. τί οὖν ἂν εἴποιεν; κατελύθη ἡ διοίκησις αὕτη; οὐκ ἂν φήσαιεν· μένει γὰρ ἐπὶ τῆς αὐτῆς οἰκονομίας ὁ κόσμος. ἀλλʼ οὐκ ἐψεύσατο ὁ κύριος· τῷ ὄντι γὰρ τὰ τῆς ἐπιθυμίας κατέλυσεν ἔργα, φιλαργυρίαν, φιλονικίαν, φιλοδοξίαν, γυναικομανίαν, παιδεραστίαν, ὀψοφαγίαν, ἀσωτίαν καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ ἡ γένεσις φθορὰ τῆς ψυχῆς, εἴ γε νεκροὶ τοῖς παραπτώμασι γινόμεθα· καὶ αὕτη ἡ θήλεια ἀκρασία ἦν. γένεσιν δὲ καὶ φθορὰν τὴν ἐν κτίσει προηγουμένως γίνεσθαι ἀνάγκη μέχρι παντελοῦς διακρίσεως καὶ ἀποκαταστάσεως ἐκλογῆς, διʼ ἣν καὶ αἱ τῷ κόσμῳ συμπεφυρμέναι οὐσίαι τῇ οἰκειότητι προσνέμονται.

Those who, under the fair name of self-control, oppose God's creation also cite the words spoken to Salome, which we mentioned before; they are found, I think, in the Gospel according to the Egyptians. For they say that the Savior himself said, “I came to destroy the works of the female”: by “female” meaning desire, and by “works” birth and decay. What, then, would they say? Has this order been destroyed? They would not say so; for the world remains under the same arrangement. But the Lord did not lie; for he truly destroyed the works of desire: love of money, love of strife, love of glory, madness for women, the corruption of boys, gluttony, profligacy, and the like. The birth of these is the decay of the soul, if indeed we become “dead in trespasses”; and this “female” was lack of self-control. But birth and decay in creation must go on in their proper course until the complete separation and restoration of the elect, through which the substances mixed up with the world are also assigned to what is proper to them.

3.9.64Stählin 2:225

ὅθεν εἰκότως περὶ συντελείας μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησί· μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται; ἄνθρωπον δὲ καλεῖ ἡ γραφὴ διχῶς, τόν τε φαινόμενον καὶ τὴν ψυχήν, πάλιν τε αὖ τὸν σῳζόμενον καὶ τὸν μή. καὶ θάνατος ψυχῆς ἡ ἁμαρτία λέγεται. διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριος· μέχρις ἂν τίκτωσιν αἱ γυναῖκες, τουτέστι μέχρις ἂν αἱ ἐπιθυμίαι ἐνεργῶσι. διὰ τοῦτο ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφʼ ᾧ πάντες ἥμαρτον· καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως, φησὶν ὁ ἀπόστολος· φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ. εἰ δὲ ἕνεκεν μαθήσεως καὶ ἐπιγνώσεως ἡ γένεσις, ἀποκαταστάσεως δὲ ἡ διάλυσις· ὡς δὲ αἰτία θανάτου διὰ τὸ τίκτειν ἡ γυνὴ νομίζεται, οὕτω καὶ ζωῆς διὰ τὴν αὐτὴν αἰτίαν λεχθήσεται ἡγεμών.

Fittingly, then, when the Word had spoken about the consummation, Salome says, “How long will men die?” Scripture speaks of man in two ways: the visible one and the soul; and again the one who is saved and the one who is not. And sin is called the death of the soul. That is why the Lord answers carefully, “As long as women bear children,” that is, as long as desires are active. “Therefore, just as through one man sin entered the world, and through sin death spread to all men, because all sinned; and death reigned from Adam to Moses,” says the apostle. By the natural necessity of the divine arrangement, death follows birth, and the dissolution of soul and body follows their union. And if birth is for the sake of learning and knowledge, dissolution is for the sake of restoration. As woman is considered a cause of death because she bears children, so for the same reason she will be called the leader of life.

3.9.65Stählin 2:225–226

αὐτίκα ἡ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διότι τῆς διαδοχῆς αἰτία τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται, ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν ἀπειθῆ κατασκευάζοντος. ὅθεν οὐχ ἡγοῦμαι ἔγωγε μυσάττεσθαι τὴν ἐν σαρκὶ ζωὴν τὸν ἀπόστολον, ὁπηνίκα ἂν φῇ· ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. εἰ δὲ τὸ ζῆν ἐν σαρκί, καὶ τοῦτό μοι καρπὸς ἔργου, τί αἱρήσομαι οὐ γνωρίζω· συνέχομαί τε ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ κρεῖττον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς. ἐνεδείξατο γάρ, οἶμαι, διὰ τούτων σαφῶς τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας τὴν εὐχάριστον διὰ τοὺς σωθῆναι δεομένους ὑπομονήν.

Indeed, the woman who began the transgression was called Life, because she became the cause of the succession both of those born and of those who sin, mother of the righteous and the unrighteous alike, each of us either justifying himself or, conversely, making himself disobedient. So I for my part do not think that the apostle loathes life in the flesh when he says: “But with all boldness, as always, so now too Christ will be magnified in my body, whether by life or by death. For to me to live is Christ and to die is gain. If it is to live in the flesh, this is fruit of labor for me; and what I shall choose I do not know. I am hard pressed between the two, having the desire to depart and be with Christ, for that is far better; but to remain in the flesh is more necessary for your sake.” For by these words, I think, he clearly showed that the perfection of love toward God is departure from the body, and that presence in the flesh is thankful endurance for the sake of those who need to be saved.

3.9.66Stählin 2:226

τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι; φαμένης γὰρ αὐτῆς καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα, ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης, ἀμείβεται λέγων ὁ κύριος· πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἔχουσαν μὴ φάγῃς. σημαίνει γὰρ καὶ διὰ τούτων ἐφʼ ἡμῖν εἶναι καὶ οὐκ ἐξ ἀνάγκης κατὰ κώλυσιν ἐντολῆς ἤτοι τὴν ἐγκράτειαν ἢ καὶ τὸν γάμον, καὶ ὅτι ὁ γάμος συνεργάζεταί τι τῇ κτίσει προσδιασαφῶν.

And why do those who follow anything rather than the true gospel rule not also cite what follows in the words to Salome? For when she said, “Then I did well in not bearing children,” as though birth were not properly accepted, the Lord answers, saying: “Eat every plant, but do not eat the one that has bitterness.” For by these words too he signifies that either self-control or marriage rests with us, and not by necessity through a prohibiting commandment, and he makes clear besides that marriage cooperates in some way with creation.

3.9.67Stählin 2:226

μήτʼ οὖν ἁμάρτημά τις ἡγείσθω τὸν γάμον τὸν κατὰ λόγον, εἰ μὴ πικρὰν ὑπολαμβάνει παιδοτροφίαν (πολλοῖς γὰρ ἔμπαλιν ἀτεκνία λυπηρότατον), μήτʼ, ἂν πικρὰ ἡ παιδοποιία φαίνηταί τινι μεταπερισπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων δʼ οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου, ἐπεὶ τὸ εὐάρεστον μετὰ σωφροσύνης ἀβλαβὲς καὶ κύριος ἕκαστος ἡμῶν τυγχάνει τῆς περὶ τέκνων γονῆς αἱρέσεως. συνορῶ δʼ ὅπως τῇ προφάσει τοῦ γάμου οἳ μὲν ἀπεσχημένοι τούτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπερρύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρʼ αὐτοῖς, οἳ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὥς φησιν ὁ προφήτης, παρωμοιώθησαν τοῖς κτήνεσιν.

Let no one, then, think marriage according to reason a sin, unless he supposes the rearing of children bitter (for to many, on the contrary, childlessness is most grievous); nor, if the begetting of children seems bitter to someone because it draws him away from divine things through necessary occupations, yet he cannot easily bear the single life, let him desire marriage; since what is pleasing with self-restraint is harmless, and each of us is master of his choice about begetting children. And I see how, on the pretext of marriage, some who abstained from it not in accordance with holy knowledge have flowed over into hatred of mankind, and love has departed from them; while others, entangled in it and indulging themselves by the law's indulgence, as the prophet says, “have become like the beasts.”

Miscellanies 3, chapter 10

3.10.68Stählin 2:226–227

Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρʼ οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγει, ὅτι ἀνδρὶ γυνὴ διὰ θεοῦ ἁρμόζεται; ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ ἀπόστολος ἄγαμος ὡς κἀγώ. βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἐκλεκτοῦ τὸν σωτῆρα, ἄλλου δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα. τὸ δʼ οὐχ οὕτως ἔχει· ἀλλʼ ἔστι μὲν καὶ μετὰ τῶν σωφρόνως γημάντων καὶ τεκνοποιησάντων ὁ θεὸς διʼ υἱοῦ, ἔστι δὲ καὶ μετὰ τοῦ ἐγκρατευσαμένου λογικῶς ὁ αὐτὸς ὡσαύτως θεός. Εἶεν δʼ ἂν καὶ ἄλλως οἱ μὲν τρεῖς θυμός τε καὶ ἐπιθυμία καὶ λογισμός, σὰρξ δὲ καὶ ψυχὴ καὶ πνεῦμα κατʼ ἄλλον λόγον.

Who are the two or three gathered in the name of Christ, among whom the Lord is in the midst? Does he not mean by the three a husband, a wife, and a child, since a wife is joined to a husband through God? But if someone wishes to be unencumbered, not choosing to beget children because of the occupation it involves, “let him remain unmarried as I am,” says the apostle. For they explain that the Lord means that with the many is the Creator, the God who causes birth, but with the one, the elect one, is the Savior, clearly the son of another God, the good one. But this is not so; rather, God through the Son is with those who marry with self-restraint and beget children, and the same God is likewise with the one who exercises self-control according to reason. The three might also be, in another way, anger, desire, and reason; and in another sense flesh, soul, and spirit.

3.10.69Stählin 2:227

τάχα δὲ καὶ τὴν κλῆσιν τήν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρώτην τιμὴν κατατασσόμενον γένος αἰνίσσεται ἡ προειρημένη τριάς· μεθʼ ὧν ἡ πανεπίσκοπος τοῦ θεοῦ δύναμις ἀμερῶς μεριστή. ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν· ἐνευλογήσεις γάρ, φησί, τὸν εὐλογοῦντα καὶ καταράσῃ τὸν καταρώμενον. ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατʼ εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν. οὕτως οἱ δύο καὶ οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.

Perhaps the triad just mentioned also hints at the calling, the election second, and third the race ranked in the first honor; with whom the all-overseeing power of God is present, divided without division. The one, then, who uses the natural activities of the soul as he should desires what is suitable and hates what is harmful, as the commandments prescribe: “For you will bless the one who blesses,” it says, “and curse the one who curses.” But when he rises above these too, anger and desire, and in deed loves the creation for the sake of God, the God and Maker of all, he will live in the way of knowledge, having acquired an effortless state of self-control according to his likeness to the Savior, uniting knowledge, faith, and love, being one henceforth in judgment and truly spiritual, altogether and entirely closed to thoughts arising from anger and desire; perfected according to the Lord's image by the Craftsman himself, a perfect man, now worthy to be called a brother by the Lord; this man is at once friend and son. So the two and the three are gathered into one, the man who knows.

3.10.70Stählin 2:227–228

Εἴη δʼ ἂν καὶ ἡ ὁμόνοια τῶν πολλῶν ἀπὸ τῶν τριῶν ἀριθμουμένη μεθʼ ὧν ὁ κύριος, ἡ μία ἐκκλησία, ὁ εἷς ἄνθρωπος, τὸ γένος τὸ ἕν. ἢ μή τι μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ; νόμος τε ὁμοῦ καὶ προφῆται σὺν καὶ τῷ εὐαγγελίῳ ἐν ὀνόματι Χριστοῦ εἰς μίαν συνάγονται γνῶσιν. οὐκοῦν οἱ διὰ μῖσος μὴ γαμοῦντες ἢ διʼ ἐπιθυμίαν ἀδιαφόρως τῇ σαρκὶ καταχρώμενοι οὐκ ἐν ἀριθμῷ τῶν σῳζομένων ἐκείνων μεθʼ ὧν ὁ κύριος.

The concord of the many, counted from the three with whom the Lord is, would also be the one church, the one man, the one race. Or was not the Lord with the one, the Jew, when he gave the law; but when he was already prophesying and sending Jeremiah to Babylon, and also calling those from the Gentiles through prophecy, he gathered the two peoples; and the third was the one being created from the two into one new man, in whom he walks and dwells, in the church itself? The law and the prophets, together with the gospel, are gathered in the name of Christ into one knowledge. So those who do not marry out of hatred, or who use the flesh indifferently out of desire, are not in the number of those saved with whom the Lord is.

Miscellanies 3, chapter 11

3.11.71Stählin 2:228

Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες. ἑκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς δογματιζόντων. ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον, τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν τῆς αὐτῆς αὐτοπροσώπως λεγούσης· ἠκούσατε τοῦ νόμου παραγγέλλοντος· οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγω· οὐκ ἐπιθυμήσεις. ὅτι γὰρ σωφρόνως ἐβούλετο ταῖς γαμεταῖς χρῆσθαι τοὺς ἄνδρας ὁ νόμος καὶ ἐπὶ μόνῃ παιδοποιίᾳ, δῆλον ἐκ τοῦ κωλύειν μὲν τῇ αἰχμαλώτῳ παραχρῆμα ἐπιμίγνυσθαι τὸν ἄγαμον, ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας, εἰ δὲ μηδʼ οὕτως μαραίνοιτο ἡ ἐπιθυμία, τότε παιδοποιεῖσθαι, δεδοκιμασμένης τῆς ὁρμῆς τῆς κυριευούσης κατὰ τὴν προθεσμίαν τοῦ χρόνου εἰς ὄρεξιν εὔλογον.

These things having been shown thus, come, let us now set out the Scriptures that oppose these sophists of the heresies, making known the rule of self-control kept according to reason. The one who understands will choose the Scripture that properly opposes each of the heresies and use it at the right time for the destruction of those who teach contrary to the commandments. From the beginning, then, the law, as we said before, “You shall not covet your neighbor's wife,” proclaimed beforehand the Lord's closely related saying in the new covenant, the same voice speaking in person: “You have heard the law commanding, ‘You shall not commit adultery’; but I say, ‘You shall not desire.’” For that the law wished husbands to use their wives with self-restraint and only for the begetting of children is clear from its forbidding an unmarried man to have intercourse at once with a captive woman; but if he once desired her, it permitted her to mourn for thirty days with her hair shorn; and if not even so the desire withered, then to beget children with her, the impulse that had mastered him having been tested by the set time and turned into reasonable appetite.

3.11.72Stählin 2:228

ὅθεν οὐ δείξειας ἂν ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλʼ ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν γινωσκομένας τὰς γυναῖκας. αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν τοῦ Ἀαρὼν ἀποκύησιν, γεννήσαντα τὸν Μωσέα. ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν· οὐ γὰρ ῥᾳδίως αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν.

Hence you could not show that any of the elders in Scripture approached a pregnant woman; but you would find that wives were known again by their husbands later, after the pregnancy and after the nursing of the child. For example, you will find Moses' father keeping this aim, leaving an interval of three years after Aaron's birth before begetting Moses. And the tribe of Levi, keeping this law of nature from God, entered the promised land fewer in number than the others; for a race does not easily grow to great numbers when the men who have accepted marriage according to the laws sow their seed, but wait not only through the pregnancy but also through the nursing.

3.11.73Stählin 2:229

ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατʼ ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων. ἡμεῖς οὖν ναοὶ τοῦ θεοῦ ἐσμεν· καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός, ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθʼ ἕκαστον ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. οὐ τῶν γεγαμηκότων, ὥς φασιν, ἀλλὰ τῶν ἐθνῶν τῶν ἐν πορνείᾳ βιούντων ἔτι, πρὸς δὲ καὶ τῶν προειρημένων αἱρέσεων ἀφορισθῆναι ὡς ἀκαθάρτων καὶ ἀθέων κελεύει προφητικῶς ἡμᾶς.

Fittingly, then, Moses too, leading the Jews on little by little to self-control, commanded them to abstain from sexual pleasure for three days in a row before hearing the divine words. “We, then, are temples of God; as the prophet said, ‘I will dwell in them and walk among them, and I will be their God and they will be my people,’” if we live according to the commandments, whether each of us or the whole church together. “Therefore come out from their midst and be separate, says the Lord, and touch nothing unclean; and I will receive you, and I will be a father to you, and you will be my sons and daughters, says the Lord Almighty.” He commands us prophetically to be separate not from the married, as they say, but from the Gentiles who still live in sexual immorality, and further from the heresies mentioned before, as unclean and godless.

3.11.74Stählin 2:229

ὅθεν καὶ ὁ Παῦλος, πρὸς τοὺς ὁμοίους ἀποτεινόμενος τοῖς εἰρημένοις, ταύτας οὖν ἔχετε τὰς ἐπαγγελίας φησίν, ἀγαπητοί· καθαρίσωμεν ἑαυτῶν τὰς καρδίας ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ· ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. ἐκκλησία δὲ ἄλλον οὐ γαμεῖ τὸν νυμφίον κεκτημένη, ἀλλʼ ὁ καθʼ ἕκαστον ἡμῶν ἣν ἂν βούληται κατὰ τὸν νόμον γαμεῖν, τὸν πρῶτον λέγω γάμον, ἔχει τὴν ἐξουσίαν. φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν, σφόδρα εὐλαβῶς καὶ διδασκαλικῶς εἴρηκεν ὁ ἀπόστολος.

That is why Paul too, aiming at people like those mentioned, says: “Having, then, these promises, beloved, let us cleanse our hearts from every defilement of flesh and spirit, perfecting holiness in the fear of God. For I am jealous for you with a godly jealousy; for I betrothed you to one husband, to present you as a pure virgin to Christ.” The church, having the Bridegroom, marries no other; but each of us has the right to marry, according to the law, whomever he wishes, I mean the first marriage. “But I fear lest, as the serpent deceived Eve by his cunning, your thoughts may be corrupted from the simplicity that is toward Christ,” the apostle said, very cautiously and as a teacher.

3.11.75Stählin 2:229

διὸ καὶ ὁ θαυμάσιος Πέτρος φησίν· ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν καλὴν ἔχοντες ἐν τοῖς ἔθνεσιν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἐργασίαν, ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς δοῦλοι θεοῦ. ὁμοίως δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας ἕως μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.

That is why the admirable Peter says: “Beloved, I urge you as sojourners and exiles to abstain from fleshly desires, which wage war against the soul, keeping your conduct good among the Gentiles; for thus is the will of God, that by doing good you should silence the doings of foolish men, as free people, and not having your freedom as a cover for evil, but as slaves of God.” Likewise Paul too writes in the letter to the Romans: “We who died to sin, how shall we still live in it? Because our old man was crucified with him, so that the body of sin might be done away,” as far as “nor present your members as weapons of unrighteousness to sin.”

3.11.76Stählin 2:229–230

Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπισημείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει· τὸ γὰρ οὐκ ἐπιθυμήσεις ἐν τῷ εὐαγγελίῳ γεγραμμένον τῷ νόμῳ περιτίθησιν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἕνα εἰδὼς τὸν διὰ νόμου καὶ προφητῶν κηρύξαντα καὶ τὸν διʼ αὐτοῦ εὐαγγελισθέντα πατέρα. φησὶ γάρ· τί ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις. κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν, ἀλλʼ ἀναγινωσκόντων τὰ προειρημένα καὶ τὰ ἐπιφερόμενα· προεῖπε γάρ· ἀλλʼ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, διʼ ἣν ἀκόλουθον ἦν εἰπεῖν ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου ἀγαθόν.

Having reached this point, I think I should not leave unremarked that the apostle proclaims the same God through the law, the prophets, and the gospel. For in the letter to the Romans he attributes to the law “You shall not covet,” which is written in the gospel, knowing that the Father proclaimed through the law and the prophets and the one proclaimed as good news through himself are one. For he says: “What shall we say? Is the law sin? By no means. But I would not have known sin except through the law; for I would not have known desire if the law had not said, ‘You shall not covet.’” And even if those of the heterodox who oppose the Creator suppose that Paul said what follows as aimed at the Creator, “For I know that good does not dwell in me, that is, in my flesh,” let them read what precedes and what follows. For he said before, “but the sin that dwells in me,” because of which it was consistent to say that “good does not dwell in my flesh.”

3.11.77Stählin 2:230

ἑπομένως δʼ ἐπήγαγεν· εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ἐγὼ ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλʼ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, ἥτις ἀντιστρατευομένη τῷ νόμῳ τοῦ θεοῦ καὶ τοῦ νοός μου, φησίν, αἰχμαλωτίζει με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; πάλιν τε αὖ (κάμνει γὰρ οὐδʼ ὁπωστιοῦν ὠφελῶν) οὐκ ὀκνεῖ ἐπιλέγειν· ὁ γὰρ νόμος τοῦ πνεύματος ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἐπεὶ διὰ τοῦ υἱοῦ ὁ θεὸς κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. πρὸς τούτοις ἔτι ἐπισαφηνίζων τὰ προειρημένα ἐπιβοᾷ· τὸ μὲν σῶμα νεκρὸν διʼ ἁμαρτίαν δηλῶν ὡς ὅτι μὴ νεώς, τάφος δʼ ἐστὶν ἔτι τῆς ψυχῆς· ὁπηνίκα γὰρ ἁγιασθῇ τῷ θεῷ, τὸ πνεῦμα, ἐποίσει. τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὃς ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.

Consistently he added: “But if I do what I do not wish, it is no longer I who do it, but the sin that dwells in me,” which, “waging war against the law of God and of my mind,” he says, “takes me captive in the law of sin that is in my members. Wretched man that I am! Who will deliver me from the body of this death?” And again (for he never tires of helping) he does not hesitate to add: “For the law of the Spirit has set me free from the law of sin and death,” since through the Son “God condemned sin in the flesh, so that the just requirement of the law might be fulfilled in us who walk not according to the flesh but according to the Spirit.” Besides this, making clearer what he had said, he cries out: “The body is dead because of sin,” showing that it is not yet a temple, but still a tomb of the soul; for when it is sanctified to God, “the Spirit of the one who raised Jesus from the dead dwells in you, who will also give life to your mortal bodies through his Spirit who dwells in you.”

3.11.78Stählin 2:230–231

αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησι· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σάρκα ζῶντες τὰ τῆς σαρκὸς φρονοῦσιν, καὶ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οἱ δὲ ἐν σαρκὶ ὄντες, οὐχ ὥς τινες δογματίζουσι, θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλʼ ὡς προειρήκαμεν. εἶτα πρὸς ἀντιδιαστολὴν τούτων τῇ ἐκκλησίᾳ φησίν· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλʼ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διʼ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ. καὶ πρὸς τὴν εὐγένειαν καὶ πρὸς τὴν ἐλευθερίαν τὴν καταπτύστως ὑπὸ τῶν ἑτεροδόξων εἰσαγομένην τῶν ἐπʼ ἀσελγείᾳ καυχωμένων ἐπιφέρει λέγων· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ· τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.

Again, then, rebuking the lovers of pleasure, he adds: “For the mind of the flesh is death, because those who live according to the flesh set their minds on the things of the flesh; and the mind of the flesh is enmity toward God, for it does not submit to the law of God. And those who are in the flesh cannot please God,” not as some teach, but as we have said before. Then, in contrast to these, he says to the church: “But you are not in the flesh but in the Spirit, if indeed the Spirit of God dwells in you. And if anyone does not have the Spirit of Christ, he is not his. But if Christ is in you, the body is dead because of sin, but the spirit is life because of righteousness. So then, brothers, we are debtors, not to the flesh, to live according to the flesh. For if you live according to the flesh, you will die; but if by the Spirit you put to death the deeds of the body, you will live. For all who are led by the Spirit of God are sons of God.” And against the noble birth and freedom introduced so contemptibly by the heterodox who boast in licentiousness, he adds: “For you did not receive a spirit of slavery again to fear, but you received a spirit of adoption, in which we cry, ‘Abba, Father’”; that is, we received it for this, that we might know the one to whom we pray, the true Father, the only Father of what exists, who trains us for salvation as a father and … fear.

Miscellanies 3, chapter 12

3.12.79Stählin 2:231–232

Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον, πρὸς καιρὸν δὲ ὡς μὴ κατὰ ἀνάγκην ἐπιτηδεύων τὴν ἐγκράτειαν ὁ γήμας ὀλισθήσῃ ποτὲ εἰς ἁμαρτίαν, φειδοῖ μὲν τῆς ἑαυτοῦ συζυγίας, ἐπιθυμίᾳ δὲ ἀλλοτρίᾳ περιπεσών. ᾧ λόγῳ καὶ τὸν ἀσχημονεῖν ἑαυτὸν ἐπὶ τῇ παρθενοτροφίᾳ ὑπολαμβάνοντα καλῶς εἰς γάμον ἐκδώσειν τὴν θυγατέρα ἔλεγεν. ἡ πρόθεσίς τε ἑκάστου τοῦ τε ἑαυτὸν εὐνουχίσαντος τοῦ τε αὖ γάμῳ διὰ παιδοποιίαν συζεύξαντος ἀνένδοτος πρὸς τὸ ἧττον διαμένειν ὀφείλει. εἰ μὲν γὰρ ἐπιτεῖναι οἷός τε ἔσται τὸν βίον, μείζονα ἀξίαν ἐν θεῷ αὐτὸς ἑαυτῷ περιποιήσεται, καθαρῶς ἅμα καὶ λελογισμένως ἐγκρατευσάμενος· εἰ δὲ ὑπερβὰς ὃν εἵλετο κανόνα εἰς μείζονα δόξαν, ἔπειτα ἀποπέσῃ πρὸς τὴν ἐλπίδα. ἔχει γὰρ ὥσπερ ἡ εὐνουχία οὕτω καὶ ὁ γάμος ἰδίας λειτουργίας καὶ διακονίας τῷ κυρίῳ διαφερούσας, τέκνων λέγω κήδεσθαι καὶ γυναικός· πρόφασις γάρ, ὡς ἔοικεν, τῷ κατὰ γάμον τελείῳ ἡ τῆς συζυγίας οἰκειότης γίνεται τὴν πρόνοιαν πάντων ἀναδεδεγμένῳ κατὰ τὸν οἶκον τὸν κοινόν· αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς ἐκκλησίας ἀπάσης προΐστασθαι μελετήσαντας. ἕκαστος οὖν ἐν ᾧ ἐκλήθη ἔργῳ τὴν διακονίαν ἐκτελείτω, ἵνα ἐλεύθερος ἐν Χριστῷ γένηται, τὸν νοῦ οἰκεῖον τῆς διακονίας ἀπολαμβάνων μισθόν.

A married couple giving themselves to prayer for a time by mutual consent is a lesson in self-control. For he added “by consent” so that no one might dissolve the marriage, and “for a time” so that the married man, practicing self-control by constraint, might not slip into sin, sparing his own wife but falling into desire for another. For this reason he also said that the man who thinks he is behaving improperly in keeping his daughter a virgin does well to give her in marriage. And the purpose of each, both of the one who has made himself a eunuch and of the one who has joined himself in marriage for the begetting of children, ought to remain unyielding toward the worse. For if he is able to raise the level of his life, he will gain greater worth before God, having exercised self-control purely and with reason; but if he goes beyond the rule he chose, aiming at greater glory, he may then fall short of his hope. For as the eunuchate, so marriage too has its own offices and services for the Lord that differ: I mean caring for children and wife. For the intimacy of the union becomes, it seems, an occasion for the one perfect in marriage, who has taken on the care of everything in the common household. For example, he says that bishops should be appointed who have practiced presiding over their own household and so over the whole church. Let each, then, fulfill his ministry in the work in which he was called, so that he may become free in Christ, receiving the proper reward of his ministry.

3.12.80Stählin 2:232

πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς. αὖθίς τε· ἡ γυνὴ δέδεται ἐφʼ ὅσον ζῇ χρόνον ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ, ἐλευθέρα ἐστὶν γαμηθῆναι, μόνον ἐν κυρίῳ· μακαρία δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. ἀλλʼ ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου πανουργίας παραβῶμεν τὰς ἐντολάς. ἡ δευτέρα δὲ περικοπὴ μονογαμίαν ἵστησιν. οὐ γάρ, ὥς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέον· τῶν γὰρ ἄντικρυς διαβόλῳ προσαπτόντων τὴν τοῦ γάμου εὕρεσιν ἀθέων ἀνθρώπων ἐπίνοιαν κατηγορεῖ, διʼ ἧς κινδυνεύει βλασφημεῖσθαι ὁ νομοθέτης.

Again, discussing the law and using allegory, he says: “For the married woman is bound by law to her living husband,” and so on. And again: “A wife is bound as long as her husband lives; but if he dies, she is free to be married, only in the Lord. But she is happier if she remains as she is, in my judgment.” In the first passage he says, “You were put to death to the law,” not to marriage, “so that you might belong to another, to him who was raised from the dead,” as bride and church; and she must be pure both from inner thoughts contrary to the truth and from those who tempt from outside, that is, those who follow the heresies and persuade her to commit fornication away from her one husband, the Almighty God; so that we may not, as the serpent deceived Eve, who is called Life, transgress the commandments through the greedy cunning of the heresies. The second passage establishes monogamy. For we must not suppose, as some have explained it, that the binding of a woman to a man signifies the entanglement of flesh with corruption; for he accuses the invention of godless men who plainly attribute the discovery of marriage to the devil, by which the lawgiver is in danger of being blasphemed.

3.12.81Stählin 2:232–233

Τατιανὸν οἶμαι τὸν Σύρον τὰ τοιαῦτα τολμᾶν δογματίζειν. γράφει γοῦν κατὰ λέξιν ἐν τῷ Περὶ τοῦ κατὰ τὸν σωτῆρα καταρτισμοῦ· συμφωνία μὲν οὖν ἁρμόζει προσευχῇ, κοινωνία δὲ φθορᾶς λύει τὴν ἔντευξιν. πάνυ γοῦν δυσωπητικῶς διὰ τῆς συγχωρήσεως εἴργει· πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον ›δυσὶ κυρίοις μέλλειν δουλεύειν‹ ἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. ταῦτα δέ φησι τὸν ἀπόστολον ἐξηγούμενος· σοφίζεται δὲ τὴν ἀλήθειαν διʼ ἀληθοῦς ψεῦδος κατασκευάζων. ἀκρασίαν μὲν γὰρ καὶ πορνείαν διαβολικὰ εἶναι πάθη καὶ ἡμεῖς ὁμολογοῦμεν, γάμου δὲ τοῦ σώφρονος μεσιτεύει συμφωνία, ἐπί τε τὴν εὐχὴν ἐγκρατῶς ἄγουσα ἐπί τε τὴν παιδοποιίαν μετὰ σεμνότητος νυμφεύουσα. γνῶσις γοῦν καὶ ὁ τῆς παιδοποιίας καιρὸς πρὸς τῆς γραφῆς εἴρηται, ἐπειδὰν φῇ· ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ· ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ. ὁρᾷς εἰς τίνα βλασφημοῦσιν οἱ μυσαττόμενοι τὴν σώφρονα σπορὰν καὶ τῷ διαβόλῳ προσάπτοντες τὴν γένεσιν; οὐ γὰρ θεὸν ἁπλῶς προσεῖπεν ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα δηλώσας.

I think it is Tatian the Syrian who dares to teach such things. He writes, at any rate, word for word in his work On Perfection according to the Savior: “Agreement fits prayer, but fellowship in corruption breaks off intercession. By the permission, at any rate, he forbids very shamingly; for in permitting them to come together again because of Satan and lack of self-control, he declared that the one who would comply was going to serve two masters: God through agreement, and through disagreement lack of self-control, sexual immorality, and the devil.” He says this in explaining the apostle; but he sophistically twists the truth, constructing a lie by means of a truth. For we too confess that lack of self-control and sexual immorality are devilish passions; but agreement mediates self-restrained marriage, leading with self-control to prayer and, with reverence, joining in marriage for the begetting of children. Indeed Scripture has called the time for begetting children “knowledge,” when it says: “And Adam knew Eve his wife, and she conceived and bore a son, and called his name Seth: ‘For God has raised up for me another seed in place of Abel.’” Do you see whom those blaspheme who loathe the self-restrained sowing of seed and attribute birth to the devil? For the one who used the article before it did not say “a god” simply, but showed that he meant the Almighty.

3.12.82Stählin 2:233–234

ἡ δὲ ἐπιφορὰ τοῦ ἀποστόλου καὶ πάλιν ἐπὶ τὸ αὐτὸ γίνεσθαι διὰ τὸν σατανᾶν ἐκεῖνο προανακόπτει τὸ μὴ εἰς ἐπιθυμίας ἑτέρας ἐκτραπῆναί ποτε· οὐ γὰρ ἀποκρούεται τέλεον τὰς τῆς φύσεως ὀρέξεις δυσωποῦσα ἡ πρόσκαιρος συμφωνία, διʼ ἃς εἰσάγει πάλιν τὴν συζυγίαν τοῦ γάμου, οὐκ εἰς ἀκρασίαν καὶ πορνείαν καὶ τὸ τοῦ διαβόλου ἔργον, ἀλλʼ ὅπως μὴ ὑποπέσῃ ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. χωρίζει δὲ καὶ τὸν παλαιὸν ἄνδρα καὶ τὸν καινὸν ὁ Τατιανός, ἀλλʼ οὐχ ὡς ἡμεῖς φαμεν· παλαιὸν μὲν ἄνδρα τὸν νόμον, καινὸν δὲ τὸ εὐαγγέλιον συμφωνοῦμεν αὐτῷ καὶ αὐτοὶ λέγοντες, πλὴν οὐχ ᾗ βούλεται ἐκεῖνος καταλύων τὸν νόμον ὡς ἄλλου θεοῦ· ἀλλʼ ὁ αὐτὸς ἀνὴρ καὶ κύριος παλαιὰ καινίζων οὐ πολυγαμίαν ἔτι συγχωρεῖ (τότε γὰρ ἀπῄτει ὁ θεός, ὅτε αὐξάνεσθαι καὶ πληθύνειν ἐχρῆν), μονογαμίαν δὲ εἰσάγει διὰ παιδοποιίαν καὶ τὴν τοῦ οἴκου κηδεμονίαν, εἰς ἣν βοηθὸς ἐδόθη ἡ γυνή. καὶ εἴ τινι ὁ ἀπόστολος διʼ ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου μεταδίδωσι γάμου, ἐπεὶ καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν κατʼ ἐπίτασιν τελειότητα· δόξαν δὲ αὑτῷ οὐράνιον περιποιεῖ ὁ μείνας ἐφʼ ἑαυτοῦ καὶ τὴν διαλυθεῖσαν θανάτῳ συζυγίαν ἄχραντον φυλάσσων καὶ τῇ οἰκονομίᾳ πειθόμενος εὐαρέστως, καθʼ ἣν ἀπερίσπαστος τῆς τοῦ κυρίου γέγονε λειτουργίας. οὐδὲ μὴν τὸν ἀπὸ τῆς κατὰ συζυγίαν κοίτης ὁμοίως ὡς πάλαι βαπτίζεσθαι καὶ νῦν προστάσσει ἡ θεία διὰ κυρίου πρόνοια. οὐ γὰρ ἐπάναγκες παιδοποιίας ἀφίστησι τοὺς πιστεύοντας διʼ ἑνὸς βαπτίσματος εἰς τὸ παντελὲς τῆς ὁμιλίας ἀπολούσας ὁ κύριος, ὁ καὶ τὰ πολλὰ Μωυσέως διʼ ἑνὸς περιλαβὼν βαπτίσματος.

And the apostle's addition, “and come together again because of Satan,” cuts off beforehand any turning aside to other desires. For temporary agreement does not entirely repel the desires of nature, though it restrains them; because of them he brings back the union of marriage, not for lack of self-control, sexual immorality, and the devil's work, but so that one may not fall into lack of self-control, sexual immorality, and the devil. Tatian also separates the old husband and the new, but not as we say. We too agree with him in calling the law the old husband and the gospel the new, but not as he wishes, abolishing the law as belonging to another God; rather, the same Husband and Lord, making the old new, no longer allows polygamy (for God required it then, when there had to be increase and multiplying), but introduces monogamy for the begetting of children and the care of the household, for which the wife was given as a helper. And if the apostle, by concession, allows someone a second marriage because of lack of self-control and burning, it is because this person too does not sin according to the covenant (for it has not been forbidden by the law), but does not fulfill the heightened perfection of the gospel way of life. But the one who remains single and keeps undefiled the union dissolved by death, gladly obeying the divine arrangement, gains heavenly glory for himself; by it he has become free from distraction for the Lord's service. Nor indeed does divine providence through the Lord now command the one rising from the marriage bed to be washed, as it did of old. For the Lord does not keep believers from begetting children by necessity, having washed them completely for their intercourse by one baptism, he who has also summed up Moses' many washings in one baptism.

3.12.83Stählin 2:234

ἄνωθεν οὖν ὁ νόμος τὴν ἀναγέννησιν ἡμῶν προφητεύων διὰ σαρκικῆς γενέσεως ἐπὶ τῇ γεννητικῇ καταβολῇ τοῦ σπέρματος προσέφερε τὸ βάπτισμα, οὐ βδελυσσόμενος ἀνθρώπου γένεσιν· ὃ γὰρ φαίνεται γεννηθεὶς ἄνθρωπος, τοῦτο δύναται ἡ τοῦ σπέρματος καταβολή. οὔκουν αἱ πολλαὶ συνουσίαι γόνιμοι, ἀλλʼ ἡ τῆς μήτρας παραδοχὴ τὴν γένεσιν ὁμολογεῖ, ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλαττομένου τοῦ σπέρματος εἰς ἔμβρυον. πῶς δὲ ὁ μὲν γάμος παλαιὸς μόνον καὶ νόμου εὕρημα, ἀλλοῖος δὲ ὁ κατὰ τὸν κύριον γάμος τοῦ αὐτοῦ θεοῦ πρὸς ἡμῶν τηρουμένου; οὐ γὰρ ἂν ὃ συνέζευξεν ὁ θεός, διαλύσειέν ποτε ἄνθρωπος εὐλόγως. πολὺ δὲ πλέον ἅπερ ὁ πατὴρ προσέταξεν, τηρήσει ταῦτα καὶ ὁ υἱός. εἰ δὲ ὁ αὐτὸς νομοθέτης ἅμα καὶ εὐαγγελιστής, οὐ μάχεταί ποτε ἑαυτῷ. ζῇ γὰρ ὁ νόμος πνευματικὸς ὢν καὶ γνωστικῶς νοούμενος. ἡμεῖς δʼ ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.

From of old, then, the law, prophesying our regeneration through fleshly birth, applied baptism to the generative discharge of seed, not abhorring human birth; for what appears as a man born, this is what the discharge of seed is capable of. So it is not the many acts of intercourse that are fruitful, but the womb's reception that testifies to birth, when the seed is formed into an embryo in nature's workshop. And how is marriage merely old and an invention of the law, while marriage according to the Lord is different, when the same God is kept by us? For a man could never rightly dissolve what God has joined. Much more will the Son keep what the Father commanded. And if the same one is lawgiver and evangelist, he never fights with himself. For the law lives, being spiritual and understood in the way of knowledge. “And we were put to death to the law through the body of Christ, so that we might belong to another, to him who was raised from the dead,” who was prophesied by the law, “so that we might bear fruit for God.”

3.12.84Stählin 2:234–235

διὸ ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ἐθανατώθημεν οὖν τῷ νόμῳ, τουτέστι τῇ ὑπὸ τοῦ νόμου δηλουμένῃ ἁμαρτίᾳ, ἣν δείκνυσιν, οὐ γεννᾷ ὁ νόμος, διὰ τῆς προστάξεως τῶν ποιητέων καὶ ἀπαγορεύσεως ὧν οὐ ποιητέον ἐλέγχων τὴν ὑποκειμένην ἁμαρτίαν, ἵνα φανῇ ἁμαρτία. εἰ δὲ ἁμαρτία ὁ γάμος ὁ κατὰ νόμον, οὐκ οἶδα πῶς τις ἐρεῖ θεὸν ἐγνωκέναι λέγων τὸ πρόσταγμα τοῦ θεοῦ ἁμαρτίαν εἶναι· ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμος. τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ ἀπόστολος. καθάπερ τὸ γεννώμενον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω τὸ ἐκ πνεύματος πνεῦμα οὐ μόνον κατὰ τὴν ἀποκύησιν, ἀλλὰ καὶ κατὰ τὴν μάθησιν. αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν. πορνεία γοῦν καὶ γάμος κεχώρισται, ἐπεὶ μακρὰν ἀφέστηκε τοῦ θεοῦ ὁ διάβολος. καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι· συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους, ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομεν πόρρωθεν παρακελευομένῳ.

“So the law is holy, and the commandment holy and just and good.” We were put to death, then, to the law, that is, to the sin made known by the law, which the law shows but does not beget, exposing the underlying sin by commanding what must be done and forbidding what must not, “so that sin might be shown to be sin.” And if marriage according to the law is sin, I do not know how anyone will say he has known God while saying that God's command is sin; but since the law is holy, marriage is holy. The apostle, then, refers this mystery to Christ and the church. As what is born of the flesh is flesh, so what is born of the Spirit is spirit, not only in birth but also in learning. So the children are holy, the good works pleasing to God, when the Lord's words are wedded to the soul. Sexual immorality and marriage, at any rate, are distinct, since the devil stands far from God. “And you too were put to death to the law through the body of Christ, so that you might belong to another, to him who was raised from the dead”; for it is understood as well that you have become directly obedient, since, according to the truth of the law too, we obey the same Lord who commanded from afar.

3.12.85Stählin 2:235

καὶ μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετʼ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. ἐπάναγκες μὲν οὖν οὐ κωλυτέον γαμεῖν οὐδὲ μὴν κρεοφαγεῖν ἢ οἰνοποτεῖν, γέγραπται γάρ· καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον, ἐὰν διὰ προσκόμματος ἐσθίῃ· καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλʼ ὅ τε χρώμενος μετʼ εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετʼ εὐχαριστίας

And does not the Spirit fittingly say plainly about such people that “in later times some will depart from the faith, paying attention to deceiving spirits and teachings of demons, through the hypocrisy of liars seared in their conscience, forbidding to marry, commanding to abstain from foods, which God created to be received with thanksgiving by those who believe and know the truth. For every creature of God is good, and nothing is to be rejected if it is received with thanksgiving; for it is sanctified by the word of God and prayer.” One must not, then, be forbidden by constraint to marry, nor indeed to eat meat or drink wine. For it is written: “It is good not to eat meat or drink wine,” if one eats with offense; and “it is good to remain as I am.” But let both the one who uses them, with thanksgiving, and again the one who does not use them, also with thanksgiving,

3.12.86Stählin 2:235–236

μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον. καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου, πρὸς τὸ εὐαγγέλιον ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως. καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν, φησὶν ὁ προφήτης, τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζων. κατατρέχει δὲ τῆς γενέσεως φθαρτὴν καὶ ἀπολλυμένην λέγων καὶ βιάζεταί τις, ἐπὶ τεκνοποιίας λέγων εἰρηκέναι τὸν σωτῆρα ἐπὶ γῆς μὴ θησαυρίζειν ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ τὰ τοῦ προφήτου προσπαρατιθέναι τούτοις οὐκ αἰσχύνεται· πάντες ὡς ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ σὴς βρώσεται ὑμᾶς. ἀλλʼ οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν τὰ σώματα καὶ φύσει ῥευστά· τάχα δʼ ἂν καὶ οἷς διελέγετο ὡς ἁμαρτωλοῖς προφητεύοι φθοράν. ὁ σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλʼ εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν δὲ τοῖς δεομένοις μὴ βουλομένους.

live according to reason with self-controlled enjoyment. And in general all the apostle's letters, teaching self-restraint and self-control, and containing countless commandments about marriage, the begetting of children, and household management, nowhere rejected self-restrained marriage; but, preserving the continuity of the law with the gospel, they accept both: the one who uses marriage with self-restraint and thanksgiving to God, and the one who lives in celibacy as the Lord wills, each as he was called, having chosen without stumbling and perfectly. “And the land of Jacob was praised above all the earth,” says the prophet, glorifying the vessel of his spirit. But someone runs down birth, calling it corruptible and perishing, and forces the text, saying that the Savior spoke about the begetting of children when he said not to store up treasure on earth, “where moth and rust destroy”; and he is not ashamed to add the prophet's words to these: “All of you will grow old like a garment, and a moth will devour you.” But neither do we contradict Scripture, that our bodies are corruptible and by nature fluid; and perhaps he was prophesying corruption to those he addressed as sinners. The Savior did not speak about the begetting of children, but was urging to sharing and fellowship those who wished only to acquire an abundance of wealth, but not to help those in need.

3.12.87Stählin 2:236

διό φησιν· ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. ὁμοίως δὲ κἀκεῖνο κομίζουσι τὸ ῥητόν· οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γαμοῦσιν οὔτε γαμίζονται. ἀλλὰ τὸ ἐρώτημα τοῦτο τὸ περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὑρήσει τὸν κύριον, θεραπεύοντα δὲ τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν. τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλʼ ἐπʼ ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις εἰς τόνδε τὸν βίον παρελεύσεται, ἀλλʼ ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον. εἷς μὲν οὖν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ καὶ ἁπάντων πατὴρ κατὰ τὴν δημιουργίαν αὐτός. μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.

That is why he says: “Work not for the food that perishes, but for that which endures to eternal life.” Likewise they bring forward this saying too: “The sons of that age neither marry nor are given in marriage.” But if one reconsiders this question about the resurrection of the dead and the questioners themselves, he will find that the Lord was not rejecting marriage but curing the expectation of fleshly desire in the resurrection. And “the sons of this age” he said not in contrast to the sons of some other age, but equivalently to “those born in this age, being sons by birth, beget and are begotten,” since no one will pass into this life without birth; but this birth, receiving a like corruption, no longer awaits the one who has once departed this life. “One is your Father in heaven”; but he is also Father of all by creation. “So call no one on earth your father,” he says, as if to say: do not consider the one who sowed you by fleshly sowing the cause of your being, but a joint cause of birth, or rather a servant of birth.

3.12.88Stählin 2:236–237

οὕτως οὖν ἐπιστραφέντας ἡμᾶς αὖθις ὡς τὰ παιδία γενέσθαι βούλεται, τὸν ὄντως πατέρα ἐπιγνόντας, διʼ ὕδατος ἀναγεννηθέντας, ἄλλης ταύτης οὔσης ἢ τῆς ἐν τῇ κτίσει σπορᾶς. ναί, φησίν, ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου· ὁ δὲ γαμήσας πῶς ἀρέσει τῇ γυναικί· τί δέ; οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ; οὐχὶ δὲ ἐφεῖται καὶ τῷ γεγαμηκότι σὺν καὶ τῇ συζύγῳ μεριμνᾶν τὰ τοῦ κυρίου; ἀλλὰ καθάπερ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἄμφω γὰρ ἅγιαι ἐν κυρίῳ, ἣ μὲν ὡς γυνή, ἣ δὲ ὡς παρθένος. πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί· πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

So he wishes us, having turned back, to become again like children, having come to know the true Father, reborn through water, this being a different sowing from that in creation. “Yes,” it says, “the unmarried man cares for the things of the Lord, but the married man how he may please his wife.” What then? Is it not lawful for those who please their wives according to God to give thanks to God too? Is it not permitted to the married man, together with his wife, to care for the things of the Lord? But as the unmarried woman cares for the things of the Lord, “that she may be holy in body and spirit,” so too the married woman cares in the Lord for the things of her husband and the things of the Lord, that she may be holy in body and spirit; for both are holy in the Lord, the one as wife, the other as virgin. And to shame and restrain those prone to a second marriage, the apostle fittingly speaks in a high tone, and at once says: “Every sin is outside the body; but the one who commits sexual immorality sins against his own body.”

3.12.89Stählin 2:237

εἰ δὲ πορνείαν τὸν γάμον τολμᾷ τις λέγειν, πάλιν ἐπὶ τὸν νόμον καὶ τὸν κύριον ἀνατρέχων βλασφημεῖ. ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς ἡ εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησίς ἐστι θεούς, οὕτως ἡ πορνεία ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλούς ἐστιν ἔκπτωσις· τριχῶς γάρ, ὡς εἰρήκαμεν, ἥ τε πορνεία ἥ τε μοιχεία παρὰ τῷ ἀποστόλῳ λαμβάνεται. ἐπὶ τούτων ὁ προφήτης φησί· ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ πάλιν· κατεμιάνθης ἐν γῇ ἀλλοτρίᾳ, τὴν τε κοινωνίαν μιαρὰν ἡγούμενος τὴν ἀλλοτρίῳ σώματι συμπλακεῖσαν καὶ μὴ τῷ κατὰ συζυγίαν εἰς παιδοποιίαν διδομένῳ. ὅθεν καὶ ὁ ἀπόστολος βούλομαι οὖν φησὶ νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.

But if anyone dares to call marriage sexual immorality, he blasphemes, running back again to the law and the Lord. For as greed is called sexual immorality, being opposed to contentment, and as idolatry is a distribution from the one God to many gods, so sexual immorality is a falling away from the one marriage to many. For, as we have said, both sexual immorality and adultery are taken in three senses by the apostle. About these the prophet says: “You were sold for your sins”; and again: “You were defiled in a foreign land,” considering defiled the union joined with a foreign body and not with the one given in marriage for the begetting of children. That is why the apostle too says: “I wish, then, younger women to marry, bear children, manage their households, give the adversary no occasion for reproach; for some have already turned aside after Satan.”

3.12.90Stählin 2:237–238

ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, ἀνεπιλήπτως γάμῳ χρώμενος· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. πάλιν τε αὖ ὁ σωτὴρ τοὺς Ἰουδαίους γενεὰν εἰπὼν πονηρὰν καὶ μοιχαλίδα διδάσκει μὴ ἐγνωκότας νόμον ὡς ὁ νόμος βούλεται, παραδόσει δὲ τῇ τῶν πρεσβυτέρων καὶ ἐντάλμασιν ἀνθρώπων κατηκολουθηκότας, μοιχεύειν τὸν νόμον, οὐχ ὡς ἄνδρα καὶ κύριον τῆς παρθενίας αὐτῶν δεδεγμένους. τάχα δὲ καὶ ἐπιθυμίαις δεδουλωμένους ἀλλοκότοις οἶδεν αὐτούς, διʼ ἃς καὶ συνεχῶς δουλούμενοι ταῖς ἁμαρτίαις ἐπιπράσκοντο τοῖς ἀλλοφύλοις, ἐπεὶ παρά γε τοῖς Ἰουδαίοις οὐκ ἦσαν ἀποδεδειγμέναι γυναῖκες κοιναί, ἀλλὰ καὶ ἡ μοιχεία ἀπηγόρευτο. ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθʼ οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθʼ οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι σωθήσονται. κἂν ἐκεῖνο προκομίσωσιν αὖθις, ὡς καὶ ὁ προφήτης φησὶν ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, ἐχθροὺς τὰς ἁμαρτίας ἀκουέτωσαν· μία δέ τις ἁμαρτία, οὐχ ὁ γάμος, ἀλλʼ ἡ πορνεία, ἐπεὶ καὶ τὴν γένεσιν εἰπάτωσαν ἁμαρτίαν καὶ τὸν τῆς γενέσεως κτίστην.

Indeed he fully accepts “the husband of one wife,” whether he is a presbyter, a deacon, or a layman, if he uses marriage blamelessly; “and she will be saved through childbearing.” Again, the Savior, calling the Jews “an evil and adulterous generation,” teaches that they had not known the law as the law intends, but, following the tradition of the elders and the commandments of men, committed adultery against the law, not having received it as husband and lord of their virginity. Perhaps he also knew them to be enslaved to strange desires, because of which, continually enslaved to sins, they were sold to foreigners; since among the Jews wives were not declared common, but adultery too was forbidden. And the man who said, “I have married a wife and cannot come to the supper,” was a divine example to convict those who turn away from the divine commandment for the sake of pleasures; since on this reasoning neither the righteous before the coming nor those married after the coming, even if they were apostles, will be saved. And if they bring forward again what the prophet says, “I have grown old among all my enemies,” let them understand the enemies as sins; and one sin is not marriage but sexual immorality; otherwise let them call birth a sin, and the Creator of birth too.

Miscellanies 3, chapter 13

3.13.91Stählin 2:238

Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι, ἐπειδὴ τοιαῦτα μόρια ἔσχομεν ὡς τὴν μὲν θήλειαν οὕτως ἐσχηματίσθαι, τὸν δὲ ἄρρενα οὕτως, τὴν μὲν πρὸς τὸ δέχεσθαι, τὸν δὲ πρὸς τὸ ἐνσπείρειν, συγκεχώρηται τὸ τῆς ὁμιλίας παρὰ θεοῦ. εἰ γὰρ ἦν παρὰ θεοῦ εἰς ὃν σπεύδομεν ἡ τοιαύτη διασκευή, οὐκ ἂν ἐμακάρισεν τοὺς εὐνούχους, οὐδʼ ἂν ὁ προφήτης εἰρήκει μὴ εἶναι ξύλον ἄκαρπον αὐτούς, μεταλαβὼν ἀπὸ τοῦ δένδρου ἐπὶ τὸν κατὰ προαίρεσιν ἄνθρωπον ἑαυτὸν τῆς τοιαύτης ἐννοίας εὐνουχίζοντα.

Julius Cassianus, the founder of Docetism, attempts such arguments. In his work On Self-Control, or On Eunuchhood, he says word for word: “And let no one say that, because we have such parts, the female shaped in this way and the male in that, the one for receiving and the other for sowing, intercourse has been permitted by God. For if this arrangement were from the God toward whom we hasten, he would not have blessed eunuchs, nor would the prophet have said that they are ‘not a fruitless tree,’ transferring the image from the tree to the man who by choice makes himself a eunuch of such a thought.”

3.13.92Stählin 2:238

καὶ ἔτι ἐπαγωνιζόμενος τῇ ἀθέῳ δόξῃ ἐπιφέρει· πῶς δὲ οὐκ ἂν καὶ εὐλόγως τις αἰτιῷτο τὸν σωτῆρα, εἰ μετέπλασεν ἡμᾶς καὶ τῆς πλάνης ἀπήλλαξεν καὶ τῆς κοινωνίας τῶν μορίων καὶ προσθεμάτων καὶ αἰδοίων; τὰ παραπλήσια τῷ Τατιανῷ κατὰ τοῦτο δογματίζων. ὁ δʼ ἐκ τῆς Οὐαλεντίνου ἐξεφοίτησε σχολῆς. διὰ τοῦτό τοι ὁ Κασσιανός φησι· πυνθανομένης τῆς Σαλώμης πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριος· >ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γένηται τὰ δύο ἓν καὶ τὸ ἄρρεν μετὰ τῆς θηλείας οὔτε ἄρρεν οὔτε θῆλυ.‹

And, contending further for his godless opinion, he adds: “And how could someone not reasonably blame the Savior, if he refashioned us and freed us from error and from the fellowship of the parts, the appendages, and the genitals?” In this he teaches things similar to Tatian; but he came out of the school of Valentinus. That is why Cassianus says: “When Salome asked when what she had asked about would be known, the Lord said: ‘When you tread on the garment of shame, and when the two become one, and the male with the female neither male nor female.’”

3.13.93Stählin 2:238–239

Πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις οὐκ ἔχομεν τὸ ῥητόν, ἀλλʼ ἐν τῷ κατʼ Αἰγυπτίους. ἔπειτα δὲ ἀγνοεῖν μοι δοκεῖ ὅτι θυμὸν μὲν ἄρρενα ὁρμήν, θήλειαν δὲ τὴν ἐπιθυμίαν αἰνίττεται, οἷς ἐνεργήσασι μετάνοια ἕπεται καὶ αἰσχύνη. ὅταν οὖν μήτε τις θυμῷ μήτʼ ἐπιθυμίᾳ χαρισάμενος, ἃ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισκιάζει καὶ ἐγκαλύπτει τὸν λογισμόν, ἀλλʼ ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλὺν ἐκ μετανοίας καταισχυνθεὶς πνεῦμα καὶ ψυχὴν ἑνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλός φησιν, οὐκ ἔνι ἐν ὑμῖν οὐκ ἄρρεν, οὐ θῆλυ. ἀποστᾶσα γὰρ τοῦδε τοῦ σχήματος, ᾧ διακρίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ψυχὴ μετατίθεται εἰς ἕνωσιν, οὐθέτερον οὖσα. ἡγεῖται δὲ ὁ γενναῖος οὗτος Πλατωνικώτερον θείαν οὖσαν τὴν ψυχὴν ἄνωθεν ἐπιθυμίᾳ θηλυνθεῖσαν δεῦρο ἥκειν εἰς γένεσιν καὶ φθοράν.

In the first place, then, we do not have this saying in the four Gospels handed down to us, but in the one according to the Egyptians. Then he seems to me not to know that by “male” it hints at anger, the impulse, and by “female” at desire; and when they have acted, repentance and shame follow. When, then, someone does not gratify either anger or desire, which, increased by habit and bad upbringing, overshadow and cover reason, but, stripping off the mist that comes from them and being put to shame by repentance, unites spirit and soul in obedience to the Word, then, as Paul too says, “There is among you neither male nor female.” For the soul, departing from this form by which male and female are distinguished, is transferred into unity, being neither. But this noble man thinks, rather in Plato's way, that the soul, being divine and made female by desire above, comes down here into birth and decay.

Miscellanies 3, chapter 14

3.14.94Stählin 2:239

Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλʼ εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν καιρὸν τοῦ θελήματος.

He forces Paul, for example, to say that birth arose from deception, in these words: “But I fear lest, as the serpent deceived Eve, your thoughts may be corrupted from the simplicity that is toward Christ.” But the Lord admittedly came to those who had gone astray; gone astray, however, not from above into birth here (for birth is created, and the creation of the Almighty, who would never bring a soul down from better things to worse), but the Savior came to us who had gone astray in our thoughts, which were corrupted by disobedience to the commandments, because we loved pleasure; perhaps the first-formed man anticipated the time and desired the grace of marriage before the hour, and sinned; since “everyone who looks at a woman to desire her has already committed adultery with her,” not having waited for the time of the will.

3.14.95Stählin 2:239–240

ὁ αὐτὸς οὖν ἦν ὁ κύριος καὶ τότε κρίνων τὴν προλαβοῦσαν τὸν γάμον ἐπιθυμίαν. ὅταν οὖν ὁ ἀπόστολος εἴπῃ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτιζόμενον, ἡμῖν λέγει τοῖς πεπλασμένοις ὑπὸ τῆς τοῦ παντοκράτορος βουλήσεως ὡς πεπλάσμεθα, παλαιὸν δὲ καὶ καινὸν οὐ πρὸς γένεσιν καὶ ἀναγέννησίν φησιν, ἀλλὰ πρὸς τὸν βίον τόν τε ἐν παρακοῇ τόν τε ἐν ὑπακοῇ. χιτῶνας δὲ δερματίνους ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα περὶ ὧν ὕστερον καὶ τοῦτον καὶ τοὺς ὁμοίως αὐτῷ δογματίζοντας πεπλανημένους ἀποδείξομεν, ὅταν περὶ τῆς ἀνθρώπου γενέσεως τὴν ἐξήγησιν ἑπομένως τοῖς προλεχθῆναι δεομένοις μεταχειριζώμεθα. ἔτι φησίν· οἱ ὑπὸ τῶν γηίνων βασιλευόμενοι καὶ γεννῶσι καὶ γεννῶνται, ›ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα.‹ καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς ξένοι καὶ παρεπιδημοῦντες πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, μετʼ εὐχαριστίας δʼ ἁπάσης καὶ μεγαλοφρονοῦντες.

So the same Lord was judging then too the desire that anticipated marriage. When, then, the apostle says, “Put on the new man, created according to God,” he says it to us who were formed by the will of the Almighty as we were formed; and he speaks of old and new not with regard to birth and rebirth, but with regard to the life of disobedience and the life of obedience. Cassianus thinks the “garments of skin” are bodies; we will show later that he and those who teach as he does are in error about these, when we undertake the explanation of man's origin, following what must be said first. Further, he says: “Those ruled by earthly things both beget and are begotten, ‘but our citizenship is in heaven, from which we also await a Savior.’” We too know that this is well said, since we ought to live as strangers and sojourners: those who marry as though not marrying, those who acquire as though not acquiring, those who beget children as begetting mortals, as those who will leave their possessions, as those who will live even without a wife if need be, not using creation with passion, but with all thanksgiving and magnanimity.

Miscellanies 3, chapter 15

3.15.96Stählin 2:240

Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς. οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ διʼ ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν εἰς ἀλλοτρίας ἡδονάς. τάχα δὲ ἐπεὶ τοῖς δικαίως βιοῦσιν ἀνθίσταται διὰ ζῆλον καὶ ἀντιφιλονικεῖ, ὑπάγεσθαι τούτους τῷ ἑαυτοῦ τάγματι βουλόμενος, ἀφορμὰς διʼ ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις βούλεται.

Again, when he says, “It is good for a man not to touch a woman; but because of sexual immorality let each have his own wife,” he says again as if explaining: “so that Satan may not tempt you.” For he says “because of your lack of self-control” not to those who use marriage with self-control for the begetting of children alone, but to those who desire to go beyond the begetting of children, so that the adversary may not blow hard and swell their appetite toward other pleasures. And perhaps, since the adversary opposes those who live justly out of jealousy and contends against them, wishing to bring them under his own rank, he wishes to give them occasions through laborious self-control.

3.15.97Stählin 2:240–241

εἰκότως οὖν φησι· κρεῖττον γαμεῖν ἢ πυροῦσθαι, ὅπως ὁ ἀνὴρ ἀποδιδῷ τῇ γυναικὶ τὴν ὀφειλὴν καὶ ἡ γυνὴ τῷ ἀνδρί, καὶ μὴ ἀποστερῶσιν ἀλλήλους τῆς διὰ τῆς θείας οἰκονομίας εἰς γένεσιν δοθείσης βοηθείας. ὃς δʼ ἂν μὴ μισήσῃ, φασί, πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται. οὐ τὸ γένος μισεῖν παρακελεύεται· τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου· οἶκος μὲν γὰρ ἐκ γένους συνίσταται, πόλεις δὲ ἐξ οἴκων, καθὼς καὶ ὁ Παῦλος τοὺς περὶ γάμον ἀσχολουμένους κόσμῳ ἀρέσκειν ἔφη. Πάλιν ὁ κύριός φησιν· ὁ γήμας μὴ ἐκβαλλέτω καὶ ὁ μὴ γαμήσας μὴ γαμείτω, ὁ κατὰ πρόθεσιν εὐνουχίας ὁμολογήσας μὴ γῆμαι ἄγαμος διαμενέτω.

Fittingly, then, he says, “It is better to marry than to burn,” so that the husband may render to the wife what is due and the wife to the husband, and they may not deprive each other of the help given for birth by the divine arrangement. “And whoever does not hate,” they say, “father or mother or wife or children cannot be my disciple.” He does not command hatred of one's family; for he says, “Honor father and mother, that it may be well with you.” But he says: do not be led away by irrational impulses, and do not attach yourself to civic customs; for a house consists of family, and cities of houses, as Paul too said that those occupied with marriage please the world. Again the Lord says: “Let the one who has married not put away, and let the one who has not married not marry”; the one who has professed, by a purpose of celibacy, not to marry, let him remain unmarried.

3.15.98Stählin 2:241

ἀμφοτέροις γοῦν ὁ αὐτὸς κύριος διὰ τοῦ προφήτου Ἡσαΐου τὰς καταλλήλους δίδωσιν ἐπαγγελίας ὧδέ πως λέγων· μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον εἰμὶ ξηρόν· τάδε λέγει ὁ κύριος τοῖς εὐνούχοις· ἐὰν φυλάξητε τὰ σάββατά μου καὶ ποιήσητε πάντα ὅσα ἐντέλλομαι, δώσω ὑμῖν τόπον κρείττονα υἱῶν καὶ θυγατέρων· οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς. τοῖς γαμήσασι δὲ ἐπιφέρει καί φησιν· οἱ ἐκλεκτοί μου οὐ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ἐστὶν ὑπὸ κυρίου. τῷ γὰρ κατὰ λόγον τεκνοποιησαμένῳ καὶ ἀναθρεψαμένῳ καὶ παιδεύσαντι ἐν κυρίῳ καθάπερ καὶ τῷ διὰ τῆς ἀληθοῦς κατηχήσεως γεννήσαντι κεῖταί τις μισθὸς ὥσπερ καὶ τῷ ἐκλεκτῷ σπέρματι. ἄλλοι δὲ κατάραν τὴν παιδοποιίαν ἐκδέχονται καὶ οὐ συνιᾶσι κατʼ αὐτῶν ἐκείνων λέγουσαν τὴν γραφήν. οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν ὥσπερ αἱ αἱρέσεις.

To both, at any rate, the same Lord gives suitable promises through the prophet Isaiah, speaking thus: “Let not the eunuch say, ‘I am a dry tree.’ Thus says the Lord to the eunuchs: If you keep my Sabbaths and do all that I command, I will give you a place better than sons and daughters.” For celibacy alone does not justify, nor indeed the eunuch's Sabbath, unless he does the commandments. And to the married he adds, saying: “My chosen ones will not toil in vain, nor bear children for a curse, because they are a seed blessed by the Lord.” For there is a reward laid up for the one who has begotten children according to reason, reared them, and educated them in the Lord, as for the one who has begotten through true instruction, as also for the chosen seed. But others take the begetting of children as a curse and do not understand that Scripture speaks against those very people. For those truly chosen by the Lord neither teach nor beget things that lead to a curse, as the heresies do.

3.15.99Stählin 2:241–242

εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλʼ ὁ ἄγονος ἀληθείας. ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων. τεκνία, φησίν, ὀλίγον ἔτι μεθʼ ὑμῶν εἰμι, ὁ διδάσκαλος. διὸ καὶ Παῦλος Γαλάταις ἐπιστέλλων φησί· τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. πάλιν τε αὖ Κορινθίοις γράφων ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ λέγει, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. διὰ τοῦτο οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ, ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλʼ οἱ μὲν εὐνουχίσαντες ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν μακάριοι οὗτοί εἰσιν οἱ τοῦ κόσμου νηστεύοντες.

The eunuch, then, is said to be not the one whose parts have been forcibly treated, nor indeed the unmarried man, but the one who does not beget truth. This man was formerly a dry tree; but having obeyed the Word, and kept the Sabbaths by abstaining from sins, and done the commandments, he will be more honored than those educated by word alone without right conduct. “Little children,” says the Teacher, “yet a little while I am with you.” That is why Paul too, writing to the Galatians, says: “My little children, for whom I am again in labor until Christ is formed in you.” And again, writing to the Corinthians, he says: “For though you have ten thousand tutors in Christ, you do not have many fathers; for in Christ I begot you through the gospel.” That is why “a eunuch will not enter the assembly of God,” the one who is barren and fruitless both in conduct and in word; but those who have made themselves eunuchs from all sin for the sake of the kingdom of heaven, these are blessed, who fast from the world.

Miscellanies 3, chapter 16

3.16.100Stählin 2:242

Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλʼ ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ ἀπειθείᾳ· ἐπιφέρει γοῦν· διὰ τί γὰρ ἐγεννήθην τοῦ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου; αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων ἐδιώκοντό τε καὶ ἐκινδύνευον. διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ; Ἔσδρας ὁ προφήτης λέγει. οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, Ἰώβ φησιν, οὐδʼ εἰ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. λεγέτωσαν ἡμῖν ποῦ ἐπόρνευσεν τὸ γεννηθὲν παιδίον, ἢ πῶς ὑπὸ τὴν τοῦ Ἀδὰμ ὑποπέπτωκεν ἀρὰν τὸ μηθὲν ἐνεργῆσαν. ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κακήν, οὐ τὴν τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς διʼ ἣν καὶ τὸ σῶμα. καὶ ὅταν ὁ Δαβὶδ εἴπῃ ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου, λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ ζώντων Εὔα μήτηρ ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλʼ οὐκ αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός.

“Cursed be the day on which I was born, and let it not be desired,” says Jeremiah, not calling birth simply cursed, but despairing at the sins and disobedience of the people. He adds, at any rate: “For why was I born to see toils and troubles, and my days were spent in shame?” Indeed all who preached the truth were persecuted and in danger because of the disobedience of their hearers. “For why did my mother's womb not become my tomb, so that I might not see the toil of Jacob and the labor of the race of Israel?” says Ezra the prophet. “No one is clean from filth,” says Job, “not even if his life is one day.” Let them tell us where the newborn child committed sexual immorality, or how the one who has done nothing has fallen under the curse of Adam. It remains for them, it seems, to say consistently that birth is evil, not only that of the body, but also that of the soul, for the sake of which the body exists. And when David says, “In sins I was conceived, and in lawless deeds my mother bore me,” he speaks prophetically of Eve as mother; but Eve became “the mother of the living”; and if he was conceived in sin, yet he himself was not in sin, nor was he himself sin.

3.16.101Stählin 2:242–243

εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου. οὐ διαβάλλει τὸν εἰπόντα αὐξάνεσθε καὶ πληθύνεσθε, ἀλλὰ τὰς πρώτας ἐκ γενέσεως ὁρμάς, καθʼ ἃς θεὸν οὐ γινώσκομεν, ἀσεβείας λέγει. εἰ δέ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατʼ ἐκεῖνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομεν· ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι, δηλαδὴ οἱ ἁμαρτάνοντες· ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά, δυνατοὶ δὲ ἐκπειράσαι οἱ κοσμοκράτορες τοῦ σκότους, διὰ τοῦτο αἱ συγγνῶμαι. διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ φησίν, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλʼ οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος), ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον, νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ στεφανούμενοι. ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.

And that everyone who turns from sin to faith turns to life from the sinful habit as from a mother, one of the twelve prophets will bear me witness, saying: “Shall I give my firstborn for ungodliness, the fruit of my womb for the sin of my soul?” He does not accuse the one who said, “Increase and multiply,” but calls the first impulses from birth, by which we do not know God, ungodliness. And if someone calls birth evil on this account, let him call it good on the other, in that in it we come to know the truth. “Awake to righteousness and do not sin; for some have no knowledge of God,” clearly those who sin. Since “our wrestling is not against blood and flesh but against spiritual things,” and “the world rulers of darkness” are able to tempt, therefore pardons are given. That is why Paul too says, “I pummel my body and lead it into slavery,” because “everyone who competes exercises self-control in all things” (meaning he exercises self-control with regard to all things, not abstaining from all, but using self-controlledly those he has judged fit); “they to receive a perishable crown, but we an imperishable,” victorious in the wrestling, not crowned without a struggle. Some already prefer the widow to the virgin in regard to self-control, since she has scorned a pleasure she has experienced.

Miscellanies 3, chapter 17

3.17.102Stählin 2:243

Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ βούλημα τοῦ θεοῦ καὶ τὸ μυστήριον τῆς κτίσεως, τὴν γένεσιν διαβάλλοντες. διὰ ταῦτα ἡ δόκησις Κασσιανῷ, διὰ ταῦτα καὶ Μαρκίωνι, ναὶ μὴν καὶ Οὐαλεντίνῳ τὸ σῶμα τὸ ψυχικόν, ὅτι φασίν· ὁ ἄνθρωπος παρωμοιώθη τοῖς κτήνεσιν εἰς συνδυασμὸν ἀφικνούμενος· ἀλλʼ ὅταν ἐπιβαίνειν ἀλλοτρίᾳ κοίτῃ ὀργήσας ὡς ἀληθῶς θελήσῃ, τότε τῷ ὄντι ὁ τοιοῦτος ἐκθηριοῦται· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν. κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.

If birth is evil, let the blasphemers say that the Lord who shared in birth was in evil, and the virgin who bore him in evil. Alas for the evils! They blaspheme the will of God and the mystery of creation by slandering birth. This is the reason for Cassianus' Docetism, and for Marcion's, and indeed for Valentinus's psychic body; because they say: “Man became like the beasts when he came to sexual union.” But it is when, being in heat, a man truly wishes to mount another's bed that such a one really becomes a beast: “They became horses mad for females; each neighed after his neighbor's wife.” And if the serpent, having taken the practice of intercourse from the irrational animals, persuaded Adam to consent to union with Eve, as though the first-formed did not use this by nature, as some think, then creation is blasphemed again, as having made men weaker than the nature of the irrational animals, whom God's first-formed followed.

3.17.103Stählin 2:243–244

εἰ δὲ ἡ μὲν φύσις ἦγεν αὐτοὺς ὡς καὶ τὰ ἄλογα πρὸς παιδοποιίαν, ἐκινήθησαν δὲ θᾶττον ἢ προσῆκον ἦν ἔτι νέοι πεφυκότες ἀπάτῃ παραχθέντες, δικαία μὲν ἡ κρίσις τοῦ θεοῦ ἐπὶ τοὺς οὐκ ἀναμείναντας τὸ βούλημα, ἁγία δὲ ἡ γένεσις διʼ ἣν ὁ κόσμος συνέστηκεν, διʼ ἣν αἱ οὐσίαι, διʼ ἣν αἱ φύσεις, διʼ ἣν ἄγγελοι, διʼ ἣν δυνάμεις, διʼ ἣν ψυχαί, διʼ ἣν ἐντολαί, διʼ ἣν νόμος, διʼ ἣν τὸ εὐαγγέλιον, διʼ ἣν ἡ γνῶσις τοῦ θεοῦ· καὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ μὲν χόρτος ξηραίνεται, τὸ δὲ ἄνθος καταπίπτει· ἀλλὰ τὸ ῥῆμα τοῦ κυρίου μένει, τὸ χρῖσαν τὴν ψυχὴν καὶ ἑνῶσαν τῷ πνεύματι. πῶς δʼ ἂν ἄνευ τοῦ σώματος ἡ κατὰ τὴν ἐκκλησίαν καθʼ ἡμᾶς οἰκονομία τέλος ἐλάμβανεν; ὅπου γε καὶ αὐτὸς ἡ κεφαλὴ τῆς ἐκκλησίας ἐν σαρκὶ μέν, ἀειδὴς δὲ ἐλήλυθεν καὶ ἄμορφος, εἰς τὸ ἀειδὲς καὶ ἀσώματον τῆς θείας αἰτίας ἀποβλέπειν ἡμᾶς διδάσκων. δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.

But if nature led them, as it leads the irrational animals, to the begetting of children, and they were moved sooner than was fitting, being still young and led astray by deceit, then God's judgment was just on those who did not wait for his will; yet birth is holy, through which the world was established, through which substances, natures, angels, powers, souls, commandments, law, gospel, and the knowledge of God exist. “And all flesh is grass, and all the glory of man as the flower of grass; the grass withers and the flower falls, but the word of the Lord remains,” which anointed the soul and united it to the Spirit. And how could the arrangement of the church among us have been accomplished without the body? For the head of the church himself came in the flesh, but without comeliness and without form, teaching us to look to the formless and incorporeal nature of the divine cause. “For a tree of life,” says the prophet, “arises in good desire,” teaching that desires in the living Lord are fair and pure.

3.17.104Stählin 2:244

ἤδη δὲ ἐθέλουσι τὴν ἀνδρὸς κατὰ γάμον πρὸς γυναῖκα ὁμιλίαν γνῶσιν εἰρημένην ἁμαρτίαν εἶναι· ταύτην γὰρ ὑπὸ τῆς βρώσεως μηνύεσθαι τοῦ ξύλου τοῦ καλοῦ καὶ πονηροῦ, διὰ τῆς τοῦ ἔγνω σημασίας παράβασιν ἐντολῆς διδάσκουσαν. εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆς ζωῆς. ἔστιν οὖν κἀκείνου τοῦ ξύλου μεταλαβεῖν τὸν σώφρονα γάμον· προείρηται δὲ ἡμῖν ὡς καὶ καλῶς καὶ κακῶς ἔστι χρήσασθαι τῷ γάμῳ, καὶ τοῦτʼ ἔστι τὸ ξύλον τῆς γνώσεως, ἐὰν μὴ παρανομῶμεν τὸν γάμον. τί δέ; οὐχὶ ὁ σωτὴρ ὥσπερ τὴν ψυχήν, οὕτω δὲ καὶ τὸ σῶμα ἰᾶτο τῶν παθῶν; οὐκ ἂν δὲ εἰ ἐχθρὰ ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν διʼ ὑγείας ἐπισκευάζων. τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, ἡ γὰρ ἁμαρτία φθορὰ οὖσα οὐ δύναται κοινωνίαν ἔχειν μετὰ τῆς ἀφθαρσίας, ἥτις ἐστὶ δικαιοσύνη. οὕτως ἀνόητοι, φησίν, ἐστέ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖτε;

Now they want the intercourse of husband with wife in marriage, called “knowledge,” to be a sin; for they say it is indicated by the eating of the tree of good and evil, the word “knew” signifying the transgression of the commandment. But if so, the knowledge of the truth is also the eating of the tree of life. Self-restrained marriage, then, may share in that tree too. We have said before that marriage can be used well and badly; and this is the tree of knowledge, if we do not transgress in marriage. What then? Did not the Savior heal the body of its passions as well as the soul? He would not, if the flesh were hostile to the soul, have fortified the enemy against it by restoring it to health. “This I say, brothers, that flesh and blood cannot inherit the kingdom of God, nor does corruption inherit incorruption”; for sin, being corruption, cannot have fellowship with incorruption, which is righteousness. “Are you so foolish?” he says. “Having begun by the Spirit, are you now being perfected by the flesh?”

Miscellanies 3, chapter 18

3.18.105Stählin 2:244–245

Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετʼ εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας· κτιστὸς γὰρ ὁ κόσμος, κτιστὴ καὶ ἡ εὐνουχία, ἄμφω δὲ εὐχαριστούντων ἐν οἷς ἐτάχθησαν, εἰ γινώσκουσι καὶ ἐφʼ οἷς ἐτάχθησαν. οἳ δὲ ἀφηνιάσαντες ἐξύβρισαν, ἵπποι θηλυμανεῖς τῷ ὄντι γενόμενοι καὶ ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντες, αὐτοί τε ἀκατασχέτως ἐκχεόμενοι καὶ τοὺς πλησίον ἀναπείθοντες φιληδονεῖν, ἀθλίως ἐπαΐοντες ἐκείνων τῶν γραφῶν, τὸν σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.

Some, then, have strained the justice and harmony of salvation, which is dignified and firm, taking self-control blasphemously, as we have shown, with all godlessness, when it is possible to choose celibacy according to the sound rule with godliness, giving thanks for the grace given, not hating creation or despising the married. For the world is created, and celibacy is created; and let both give thanks in the state in which they have been placed, if they also know for what they have been placed. Others, throwing off the reins, have run riot, truly becoming horses mad for females and neighing after their neighbors' wives, pouring themselves out without restraint and persuading their neighbors to love pleasure, wretchedly following those Scriptures: “Cast your lot among us; let us all get one purse, and let there be one money bag for us.”

3.18.106Stählin 2:245

διὰ τούτους ὁ αὐτὸς προφήτης συμβουλεύων ἡμῖν λέγει· μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, τουτέστι τῆς ἀκαθαρσίας ἀντιποιούμενοι καὶ τοὺς πλησίον τὰ ὅμοια ἐκδιδάσκοντες, πολεμισταί, πλῆκται ταῖς οὐραῖς αὐτῶν, κατὰ τὸν προφήτην, ἃς κέρκους Ἕλληνες καλοῦσιν. εἶεν δʼ ἂν οὓς αἰνίσσεται ἡ προφητεία, καταφερεῖς, ἀκρατεῖς, οἱ ταῖς οὐραῖς αὐτῶν πολεμισταί, σκότους καὶ ὀργῆς τέκνα, μιαιφόνοι αὐτῶν τε αὐθένται καὶ τῶν πλησίον ἀνδροφόνοι. ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ. καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισὶ διατάττεται μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ὡς ἔζων κατὰ τὰς ἐπιθυμίας, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς διὰ τῆς τῶν ἐντολῶν ὑπακοῆς ἁγνῶς καὶ μακαρίως· ὥστε τότε μὲν ἔζων ἐν σαρκὶ σαρκικῶς, ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ.

Because of these the same prophet counsels us: “Do not walk in the way with them; turn your foot from their paths; for not unjustly are nets spread for birds; for they, sharing in blood, store up evils for themselves”; that is, claiming uncleanness for themselves and teaching their neighbors the same, “warriors, striking with their tails,” according to the prophet, which the Greeks call “kerkoi.” Those the prophecy hints at would be the sensual, the intemperate, those who are warriors with their tails, children of darkness and wrath, murderous, killers both of themselves and of their neighbors. “Clean out the old leaven, so that you may be a new lump,” the apostle cries to us. And again, grieved at certain such people, he orders us not to associate with anyone “named a brother, if he is sexually immoral, or greedy, or an idolater, or a reviler, or a drunkard, or a robber; not even to eat with such a one.” “For through the law I died to the law,” he says, “that I might live to God. I have been crucified with Christ; it is no longer I who live,” as I lived according to the desires, “but Christ lives in me,” purely and blessedly, through obedience to the commandments; so that then I lived in the flesh fleshly, “but the life I now live in the flesh I live by faith in the Son of God.”

3.18.107Stählin 2:245–246

εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, τῆς ἐναντίας πολιτείας ἀποτρέπων ἡμᾶς ὁ κύριος λέγει, ἐπεὶ ἡ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. καὶ αὗταί εἰσιν αἱ ὁδοὶ πάντων τῶν συντελούντων τὰ ἄνομα. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος· καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι· τὸ γὰρ ὄνομα τοῦ θεοῦ διʼ αὐτοὺς βλασφημεῖται. ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι. καὶ ὅτι οὐ τὸν γάμον πορνείαν λέγει, ἐπιφέρει· ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἢ πόρνην τις ἐρεῖ τὴν παρθένον πρὶν ἢ γῆμαι; καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί,

“Do not go into the way of the Gentiles, and do not enter a city of the Samaritans,” the Lord says, turning us away from the opposite way of life, since “the end of lawless men is evil,” and “these are the ways of all who accomplish lawless things.” “Woe to that man,” says the Lord; “it would have been good for him not to have been born, rather than to cause one of my elect to stumble; it would have been better for him to have a millstone put around him and be drowned in the sea, rather than to pervert one of my elect.” “For the name of God is blasphemed because of them.” That is why the apostle nobly says, “I wrote to you in the letter not to associate with the sexually immoral,” as far as “but the body is not for sexual immorality, but for the Lord, and the Lord for the body.” And to show that he does not call marriage sexual immorality, he adds: “Or do you not know that the one who joins himself to a prostitute is one body with her?” Or will anyone call a virgin a prostitute before she marries? “And do not deprive one another,” he says, “except by agreement for a time,” by the word “deprive” showing the debt of marriage, the begetting of children, which he made clear earlier, saying: “Let the husband render to the wife what is due, and likewise the wife to the husband,”

3.18.108Stählin 2:246

μεθʼ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών· τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλʼ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς ἕως νῦν δὲ ἅγιά ἐστι. τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν; τί πρὸς ταύτας εἰπεῖν ἔχουσι τὰς νομοθεσίας οἱ τὴν σπορὰν καὶ τὴν γένεσιν μυσαττόμενοι; ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν μιᾶς γυναικὸς συνίστησι συζυγία.

after which payment she is a helper in the management of the home and in faith in Christ; and still more clearly, saying: “To the married I command, not I but the Lord, that a wife should not be separated from her husband (but if she is separated, let her remain unmarried or be reconciled to her husband), and that a husband should not put away his wife. To the rest I say, not the Lord: If any brother,” as far as “but now they are holy.” What do those who run down the law and marriage, as though it were permitted only under the law and not also under the new covenant, say to this? What can those who loathe seed and birth say to these laws? For he also lays down that the bishop who manages his own house well should preside over the church; and the union with one wife establishes a house of the Lord.

3.18.109Stählin 2:246–247

πάντα οὖν καθαρὰ τοῖς καθαροῖς, λέγει, τοῖς δὲ μεμιαμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίαται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. ἐπὶ δὲ τῆς παρὰ τὸν κανόνα ἡδονῆς μὴ πλανᾶσθε φησίν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα, οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ, εἰς ταύτην ἀπολούοντες τὴν ἀσέλγειαν, ἐκ σωφροσύνης εἰς πορνείαν βαπτίζουσι, ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι χαρίζεσθαι δογματίζοντες, ἀκρατεῖς ἐκ σωφρόνων εἶναι διδάσκοντες καὶ τὴν ἐλπίδα τὴν σφῶν ταῖς τῶν μορίων ἀναισχυντίαις προσανέχοντες, ἀποκηρύκτους εἶναι τῆς βασιλείας τοῦ θεοῦ, ἀλλʼ οὐκ ἐγγράφους τοὺς φοιτητὰς παρασκευάζοντες, ψευδωνύμου γνώσεως προσηγορίᾳ τὴν εἰς τὸ ἐξώτερον σκότος ὁδοιπορίαν ἐπανῃρημένοι. τὸ λοιπόν, ἀδελφοί, ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ὅσα καὶ ἐμάθετε ἃ καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν.

“To the pure, then, all things are pure,” he says, “but to the defiled and unbelieving nothing is pure; but both their mind and their conscience are defiled.” And about pleasure contrary to the rule he says: “Do not be deceived: neither the sexually immoral, nor idolaters, nor adulterers, nor the effeminate, nor men who lie with men, nor the greedy, nor thieves, not drunkards, not revilers, not robbers will inherit the kingdom of God.” And we who were in these things have been washed; but they, washing into this licentiousness, baptize from self-restraint into sexual immorality, teaching that pleasures and passions should be gratified, teaching people to become intemperate instead of self-restrained, and devoting their hope to the shamelessness of their parts; making their disciples disinherited from the kingdom of God, not enrolled in it; having chosen, under the name of knowledge falsely so called, the journey into the outer darkness. “Finally, brothers, whatever is true, whatever is honorable, whatever is just, whatever is pure, whatever is lovely, whatever is well spoken of, if there is any virtue and if there is any praise, think on these things. What you have learned and received and heard and seen in me, do; and the God of peace will be with you.”

3.18.110Stählin 2:247

καὶ ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ τὰ ὅμοια λέγει· ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ›ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.‹ Ἀλλὰ γὰρ πέρα τοῦ δέοντος ἡ πρὸς τοὺς ψευδωνύμους τῆς γνώσεως ὑποκριτὰς ἀναγκαία γενομένη ἀπήγαγεν ἡμᾶς καὶ εἰς μακρὸν ἐξέτεινε τὸν λόγον ἀντιλογία. ὅθεν καὶ ὁ τρίτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς τοῦτο ἔχει τὸ πέρας.

And Peter in his letter says similar things: “so that your faith and hope may be in God, having purified your souls by obedience to the truth, as children of obedience, not conforming to the desires you formerly had in your ignorance; but as the one who called you is holy, be holy yourselves too in all your conduct, since it is written, ‘You shall be holy, because I am holy.’” But the controversy that became necessary against the hypocrites of knowledge falsely so called has led us beyond what was needed and has stretched the discussion to great length. So the third Miscellany of our notes on knowledge according to the true philosophy reaches its end here.

Miscellanies 4, chapter 1

4.1.1Stählin 2:249

Ἀκόλουθον δὴ οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησομένων τὰ παρεπόμενα, καὶ ὡς ὁμοίως τε φιλοσοφητέον δούλῳ τε καὶ ἐλευθέρῳ κἂν ἀνὴρ ἢ γυνὴ τὸ γένος τυγχάνῃ· τά τε ἑξῆς περί τε πίστεως καὶ περὶ τοῦ ζητεῖν προσαποπληρώσαντες τὸ συμβολικὸν εἶδος παραθησόμεθα, ἵνʼ ὡς ἐν ἐπιδρομῇ τὸν ἠθικὸν συμπερανάμενοι λόγον κεφαλαιωδῶς παραστήσωμεν τὴν εἰς Ἕλληνας ἐκ τῆς βαρβάρου φιλοσοφίας διαδοθεῖσαν ὠφέλειαν. μεθʼ ἣν ὑποτύπωσιν ἥ τε πρὸς τοὺς Ἕλληνας καὶ ἡ πρὸς τοὺς Ἰουδαίους κατʼ ἐπιτομὴν τῶν γραφῶν ἔκθεσις παραδοθήσεται καὶ ὅσα ἐν τοῖς πρὸ τούτου Στρωματεῦσι κατὰ τὴν τοῦ προοιμίου εἰσβολὴν ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι περιλαβεῖν οὐκ ἐξεγένετο.

It follows, I think, to treat of martyrdom and of who is perfect, in which will be included the consequences as the discussion requires; and how both slave and free must equally philosophize, whether man or woman by sex. Then, having completed what follows about faith and about seeking, we will set out the symbolic form, so that, having briefly concluded the ethical account, we may present in summary the benefit that was passed on to the Greeks from barbarian philosophy. After this outline, the exposition of the Scriptures in summary, against the Greeks and against the Jews, will be handed down, and whatever we could not include in the previous Miscellanies, though we proposed at the opening of the preface to complete it in one notebook, having been necessarily subject to the multitude of subjects.

4.1.2Stählin 2:249

ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον. οἷς ἑπόμενον ἂν εἴη μετὰ τὴν ἐπιδρομὴν τῆς θεολογίας τὰ περὶ προφητείας παραδεδομένα διαλαβεῖν, ὡς καὶ τὰς γραφὰς αἷς πεπιστεύκαμεν κυρίας οὔσας ἐξ αὐθεντείας παντοκρατορικῆς ἐπιδείξαντας προϊέναι διʼ αὐτῶν εἱρμῷ δύνασθαι καὶ ἁπάσαις ἐντεῦθεν ταῖς αἱρέσεσιν ἕνα δεικνύναι θεὸν καὶ κύριον παντοκράτορα τὸν διὰ νόμου καὶ προφητῶν, πρὸς δὲ καὶ τοῦ μακαρίου εὐαγγελίου γνησίως κεκηρυγμένον. πολλαὶ δὲ ἡμᾶς αἱ πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεις ἐκδέχονται πειρωμένους τά τε ὑπʼ αὐτῶν προκομιζόμενα ἐγγράφως διαλύεσθαι πείθειν τε αὐτοὺς καὶ ἄκοντας, διʼ αὐτῶν ἐλέγχοντας τῶν γραφῶν.

After these, later, when the outline of our subjects has been completed as far as possible, we must relate what the Greeks and the other barbarians, as far as their opinions have reached us, taught in natural philosophy about first principles, and take on the chief things devised by the philosophers. Following these it would be fitting, after the survey of theology, to treat what has been handed down about prophecy, so that, showing that the Scriptures we have believed are authoritative through the Almighty's own authority, we may be able to proceed through them in order, and from there show to all the heresies one God and Lord Almighty, genuinely proclaimed through the law and the prophets, and also through the blessed gospel. Many refutations of the heterodox await us, as we try to dissolve in writing what they put forward and to persuade them even against their will, convicting them from the Scriptures themselves.

4.1.3Stählin 2:249

Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων. ἡ γοῦν κατὰ τὸν τῆς ἀληθείας κανόνα γνωστικῆς παραδόσεως φυσιολογία, μᾶλλον δὲ ἐποπτεία, ἐκ τοῦ περὶ κοσμογονίας ἤρτηται λόγου, ἐνθένδε ἀναβαίνουσα ἐπὶ τὸ θεολογικὸν εἶδος. ὅθεν εἰκότως τὴν ἀρχὴν τῆς παραδόσεως ἀπὸ τῆς προφητευθείσης ποιησόμεθα γενέσεως, ἐν μέρει καὶ τὰ τῶν ἑτεροδόξων παρατιθέμενοι καὶ ὡς οἷόν τε ἡμῖν διαλύεσθαι πειρώμενοι. ἀλλὰ γὰρ τὸ μὲν γεγράψεται, ἢν θεός γε ἐθέλῃ καὶ ὅπως ἂν ἐμπνέῃ, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον μετιτέον καὶ τὸν ἠθικὸν ἀποπληρωτέον λόγον.

When, then, our whole purpose has been completed in the notes by which, if the Spirit wills, we serve the pressing need (for great is the necessity of what must be said beforehand about the truth), then indeed we will go on to the truly knowing natural philosophy, having been initiated into the lesser mysteries before the greater, so that nothing may stand in the way of the truly divine revelation of sacred things, what must be related and handed down first having been purified and sketched beforehand. The natural philosophy, then, or rather the highest vision, of the knowing tradition according to the rule of truth depends on the account of the origin of the world, ascending from there to the theological form. Fittingly, then, we will begin the tradition from the creation that was prophesied, setting out in part also the views of the heterodox and trying, as far as we can, to refute them. But this will be written, if God wills and as he inspires; now we must go on to the subject before us and complete the ethical account.

Miscellanies 4, chapter 2

4.2.4Stählin 2:249–250

Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπʼ ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μέν τι κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, ἐνδεικνύμενα δὲ ἄλλο τι. χρυσὸν γὰρ οἱ διζήμενοι, φησὶν Ἡράκλειτος, γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον, οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ· εὑρήσει γὰρ τὸν συνήσοντα ἕνα ἡ γραφή. συλλαμβάνουσι μὲν οὖν πρός τε ἀνάμνησιν πρός τε ἔμφασιν ἀληθείας τῷ οἵῳ τε ζητεῖν μετὰ λόγου οἱ τῶν ὑπομνημάτων Στρωματεῖς.

Let our notes, as we have often said, be spread out in varied fashion, as the name itself says, because of those who read them rashly and without experience, passing continually from one thing to another, and indicating one thing by the sequence of the words while showing another. “For those who seek gold,” says Heraclitus, “dig much earth and find little”; but those who are truly of the golden race, mining what is akin, will find much in little. For the writing will find the one who will understand. The Miscellanies of our notes, then, help the one able to seek with reason both to recollect and to see the truth.

4.2.5Stählin 2:250

δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς. χαλεπὸν οὖν τῷ ὄντι ὡς ἔοικεν λανθάνον καλὸν ἐξευρεῖν, ἐπεὶ τῆς ἀρετῆς ἱδρὼς πρόκειται, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται, ῥηιδίη δʼ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.

We too must work out and find other things in addition to these; since for those traveling a road they do not know it is enough to point out the way that leads there, but from then on they must walk and discover the rest for themselves; as they say the Pythia answered a slave who once consulted her about what he might do to please his master, “You will find it if you seek.” It is truly difficult, it seems, to find a hidden good, since “sweat is set before virtue, and long and steep is the path to it, and rough at first; but when one reaches the top, then it is easy, though it was hard.” For the Lord's way is truly narrow and hard, and the kingdom of God belongs to the violent. That is why it says, “Seek and you will find,” holding to the truly royal road and not running off it.

4.2.6Stählin 2:250

εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρματι τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ γραφή. ᾗ καὶ τὴν ἐπιγραφὴν κυρίαν ἔχουσιν οἱ τῶν ὑπομνημάτων Στρωματεῖς ἀτεχνῶς κατὰ τὴν παλαιὰν ἐκείνην ἀπηνθισμένοι προσφοράν, περὶ ἧς ὁ Σοφοκλῆς γράφει· ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δʼ ἀπʼ ἀμπέλων σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη, ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τʼ ἐλαίου καὶ τὸ ποικιλώτατον ξανθῆς μελίσσης κηρόπλαστον ὄργανον.

Fittingly, then, the doctrines contained in this treatise have great fruitfulness in little seed, like “every herb of the field,” says Scripture. In this the Miscellanies of our notes have a fitting title, being culled, quite simply, like that ancient offering of which Sophocles writes: “There was sheep's wool, and from the vines libation and the grape well stored, and in it mixed fruits of every kind with barley grains, and the fat of the olive, and the most intricate wax-molded work of the tawny bee.”

4.2.7Stählin 2:250–251

αὐτίκα οἱ Στρωματεῖς ἡμῶν, κατὰ τὸν γεωργὸν Τιμοκλέους τοῦ κωμικοῦ σῦκα, ἔλαιον, ἰσχάδας, μέλι προσοδεύουσι, καθάπερ ἐκ παμφόρου χωρίου. διʼ ἣν εὐκαρπίαν ἐπιφέρει· σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις, ἐπιφωνεῖν γὰρ εἰώθεσαν Ἀθηναῖοι· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι. χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναρριπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν.

For example, our Miscellanies, like the farmer of Timocles the comic poet, bring in figs, olive oil, dried figs, honey, as if from a field that bears everything. Because of this abundance of fruit he adds: “You speak of a harvest wreath, not of farming”; for the Athenians used to exclaim: “The harvest wreath brings figs and rich loaves, and honey in a cup, and oil to rub oneself with.” One must often, then, as in winnowing baskets, shake and toss the mixture of seeds to pick out the wheat.

Miscellanies 4, chapter 3

4.3.8Stählin 2:251–252

οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά. ὅ τε Ἐπίχαρμος μέμνασο ἀπιστεῖν φησίν· ἄρθρα ταῦτα τῶν φρενῶν. αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει. ὁ αὐτὸς λόγος ἐπί τε ἐγκρατείας καὶ ἀκρασίας. ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή. ᾗ μοι δοκεῖ τὸ σάββατον διʼ ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι καὶ τί ποτʼ ἐστὶν ᾧ διαφέρει θηρίων ἄνθρωπος. τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροι· ἠλάττωσας αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν (καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπὶ δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι ἐλαττουμένου παρὰ τοὺς ἀγγέλους. οὐκοῦν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω, ἐπεὶ μὴ διαφέρει ζωή· κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.

Most people have a disposition like the state of winter, unsettled and unreasoning. Unbelief has done many good things, and faith many bad. And Epicharmus says, “Remember to disbelieve; these are the joints of the mind.” For example, to disbelieve the truth brings death, as believing it brings life; conversely, to believe falsehood and disbelieve the truth drags one to destruction. The same account holds for self-control and its lack. To abstain from doing good is the work of vice, but to abstain from injustice is the beginning of salvation. For this reason the Sabbath seems to me to hint at self-control through abstinence from evils, and at what it is in which man differs from beasts. And the angels of God are wiser than man: “You made him a little lower than the angels,” it says; for they understand the Scripture not of the Lord (though he too bore flesh), but of the perfect and knowing man, made lower than the angels by time and by his clothing. So I do not call wisdom something other than knowledge, since life does not differ: for living is common to mortal nature, that is, to man, and to what has been thought worthy of immortality, while they differ in the state of contemplation and self-control.

4.3.9Stählin 2:252

ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεὶ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ), ἑαυτὸν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον. διελέγετο γοῦν Μωυσεῖ, φησίν, ὁ θεὸς ὡς φίλος φίλῳ. τὸ μὲν οὖν ἀληθὲς τῷ θεῷ σαφές. αὐτίκα τὴν ἀλήθειαν γεννᾷ, ὁ γνωστικὸς δὲ ἀληθείας ἐρᾷ. ἴσθι, φησί, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ μελίττης γενοῦ μαθητής, ὁ Σολομὼν λέγει· εἰ γὰρ ἑκάστου τῆς οἰκείας φύσεως ἔργον ἓν καὶ βοὸς ὁμοίως καὶ ἵππου καὶ κυνός, τί ἂν φήσαιμεν τοῦ ἀνθρώπου τὸ ἔργον τὸ οἰκεῖον; ἔοικεν δʼ οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος, ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἥ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη, πρός τε τοὺς ἄνω σπεύδει συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρός τε ταύταις πόνου τε καὶ φόβου· καίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν φόβον ἐδείξαμεν. εἰ γὰρ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς οἱ κατατρέχοντες τοῦ νόμου φασί, καὶ ›ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ‹ ἀλλὰ ›χωρὶς νόμου ἁμαρτία νεκρὰ‹ ἀντᾴδομεν αὐτοῖς. ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι μᾶλλον τὴν κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν· δικαίῳ γὰρ οὐ κεῖται νόμος, ἡ γραφή φησιν.

For this reason, it seems to me, Pythagoras too said that God alone is wise (since the apostle too writes in the letter to the Romans: “made known to all the nations for the obedience of faith, to the only wise God through Jesus Christ”), and called himself a philosopher because of his friendship with God. God spoke with Moses, at any rate, it says, “as a friend with a friend.” The truth, then, is plain to God; for he begets the truth, while the one who knows loves the truth. “Go to the ant, you sluggard, and become the bee's disciple,” says Solomon. For if each thing has one work proper to its nature, of the ox likewise, the horse, and the dog, what would we say is the proper work of man? He is like, I think, a centaur, a Thessalian fiction, composed of rational and irrational, of soul and body. But the body works the earth and hastens to the earth, while the soul is stretched toward God; the soul, at any rate, trained by true philosophy, hastens to its kindred above, turning away from the desires of the body, and besides these from toil and fear; yet we have shown that both endurance and fear are on the side of the good. For if “through the law comes knowledge of sin,” as those who run down the law say, and “until the law sin was in the world,” we answer them in turn, “but apart from the law sin is dead.” For when you take away the cause of fear, sin, you take away fear, and much more still punishment, when what by nature desires is absent; for “the law is not laid down for the righteous,” Scripture says.

4.3.10Stählin 2:252–253

καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι. ἀλλʼ οὐδὲ τοῦτο ἔγνωσαν οἱ κατήγοροι, ὡς ὁ ἀπόστολός φησιν ὅτι ὁ ἀγαπῶν τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, τῷ· ›ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.‹ ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, οὐ μῖσος κατασκευάζουσιν.

Well, then, does Heraclitus say, “They would not have known the name of justice if these things did not exist,” and Socrates, that law would not have come into being for the sake of the good. But the accusers did not know this either, as the apostle says, that “the one who loves his neighbor does no evil. For ‘You shall not murder, you shall not commit adultery, you shall not steal,’ and any other commandment, is summed up in this one word: ‘You shall love your neighbor as yourself.’” In this way, I suppose, “You shall love the Lord your God,” he says, “with all your heart, and you shall love your neighbor as yourself.” If, then, the one who loves his neighbor does no evil, and every commandment is summed up in this, in loving the neighbor, then the commandments that hang fear over us produce love, not hatred.

4.3.11Stählin 2:253

οὔκουν πάθος ὁ φόβος οὗ γεννητικὸς ὁ νόμος. ὥστε ὁ νόμος ἅγιος καὶ τῷ ὄντι πνευματικός ἐστι κατὰ τὸν ἀπόστολον. δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφʼ οἷς νῦν ἐπαισχύνεσθε· τὸ γὰρ τέλος ἐκείνων θάνατος. νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

So the fear that the law produces is not a passion. So “the law is holy” and truly “spiritual,” according to the apostle. We must, it seems, inquire closely into the nature of the body and the substance of the soul, understand the end of each, and not consider death an evil. “For when you were slaves of sin,” says the apostle, “you were free with regard to righteousness. What fruit, then, did you have then? Things of which you are now ashamed; for the end of those things is death. But now, having been freed from sin and enslaved to God, you have your fruit for sanctification, and the end, eternal life. For the wages of sin is death, but the gift of God is eternal life in Christ Jesus our Lord.”

4.3.12Stählin 2:253–254

Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας. πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι διʼ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον· ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι. δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιληδόνους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἢ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντας· ὄνος ὑβριστὴς ὁ ἀκόλαστος, λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρʼ ὅλον τὸν βίον μελετώμενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς τὸ σῶμα τῆς ψυχῆς δεσμῶν· ἐμοὶ γὰρ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.

It has perhaps been shown, then, that death is the fellowship of the soul in the body while it is sinful, and life is separation from sin. Many are the stakes and ditches of desire in our path, and the pits of anger and wrath, which one must leap over, and must avoid the whole construction of plots, if he is to see the knowledge of God no longer through a mirror. “For far-seeing Zeus takes away half a man's virtue, when the day of slavery seizes him.” Scripture knows as slaves those under sin and sold to sins, the lovers of pleasure and of the body, and as beasts rather than men, those who have become like cattle, “horses mad for females, neighing after their neighbors' wives.” The licentious man is an insolent donkey, the greedy a wild wolf, and the deceiver a serpent. The separation of the soul from the body, then, practiced by the philosopher throughout his life, produces a knowing readiness to bear easily the natural death, which is the loosing of the soul's bonds to the body. “For the world has been crucified to me, and I to the world,” he says; and I live now, while in the flesh, as a citizen of heaven.

Miscellanies 4, chapter 4

4.4.13Stählin 2:254

Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν διʼ ἀγάπης πιστόν, τῷ δʼ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν. θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἣν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ αἵματι τοὺς ἀπίστους δυσωπῶν.

Fittingly, then, the one who knows, when called, obeys readily and gives up his poor body to the one who demands it, having stripped off its passions beforehand; not insulting the tempter, but, I think, instructing and convicting him, from “what honor and what height of bliss,” as Empedocles says, he has come here to live among mortals. This man truly bears witness to himself that he is faithful and genuine toward God; to the tempter, that he envied in vain the one faithful through love; and to the Lord, of the inspired persuasion toward his teaching, from which he will not depart for fear of death. Indeed, he also confirms by his deed the truth of the preaching, showing that the God to whom he hastens is powerful. You would marvel at his love, which he clearly shows, joyfully united to what is akin, and shaming unbelievers with his precious blood.

4.4.14Stählin 2:254–255

οὗτος οὖν οὐ φόβῳ τὸ ἀρνεῖσθαι Χριστὸν διὰ τὴν ἐντολὴν ἐκκλινεῖ, ἵνα δὴ φόβῳ μάρτυς γένηται· οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν διʼ ὑπομονῆς, διʼ ἀγάπης δὲ κυρίῳ, διʼ ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι. εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς τε ἀκούσας πρὸς τοῦ σωτῆρος ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα. αὐτίκα τελείωσιν τὸ μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, ἀλλʼ ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο. καὶ οἱ παλαιοὶ δὲ τῶν παρʼ Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλʼ ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι· ἀπαλλάττονται γὰρ θηλυκευόμενοι καὶ ἱμειρόμενοι τοῦ ζῆν.

He, then, will not avoid denying Christ out of fear, because of the commandment, so as to become a martyr out of fear; nor will he sell his faith in the hope of prepared gifts; but out of love for the Lord he will most gladly be released from this life, perhaps even feeling grateful to the one who provided the occasion of his departure and to the one who devised the plot, having received a reasonable occasion, which he did not provide himself, to show what he is: to the one by patience, to the Lord by love, by which he was shown to the Lord, who knew even before his birth the choice of the one who would bear witness. Taking courage, then, he goes to the Lord as to a friend, for whom he willingly gave up his body, and also his soul, as the judges supposed, hearing from our Savior, in the poet's words, “Dear brother,” because of the likeness of his life. So we call martyrdom perfection, not because the man has received the end of his life like the rest, but because he has shown the perfect work of love. And the ancients among the Greeks praise the end of those who die in war, not advising dying violently, but because the one who dies in war departs without fear of death, cut off from the body, and not having grown weary in soul beforehand nor softened, as people suffer in diseases; for these depart effeminate and longing to live.

4.4.15Stählin 2:255

διὰ ταῦτα οὐδὲ καθαρὰν ἀπολύουσιν τὴν ψυχήν, ἀλλʼ ὥσπερ μολυβδίδας τὰς ἐπιθυμίας μεθʼ ἑαυτῆς φερομένην, εἰ μή τινες τούτων ἐλλόγιμοι κατʼ ἀρετὴν γεγόνασιν. εἰσὶ δὲ καὶ οἳ ἐν πολέμῳ μετʼ ἐπιθυμιῶν ἀποθνῄσκουσιν, οὐδὲν οὗτοι διαφέροντες ἢ εἰ καὶ νόσῳ κατεμαραίνοντο. εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετʼ ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον προχέουσα. αὐτίκα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν· ὃς ἂν καταλείψῃ πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς καὶ τὰ ἑξῆς ἕνεκεν τοῦ εὐαγγελίου καὶ τοῦ ὀνόματός μου μακάριος οὑτοσί, οὐ τὴν ἁπλῆν ἐμφαίνων μαρτυρίαν, ἀλλὰ τὴν γνωστικήν, ὡς κατὰ τὸν κανόνα τοῦ εὐαγγελίου πολιτευσάμενος διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης· γνῶσιν γὰρ σημαίνει ἡ τοῦ ὀνόματος εἴδησις καὶ ἡ τοῦ εὐαγγελίου νόησις, ἀλλʼ οὐ ψιλὴν τὴν προσηγορίαν, ἀπολιπεῖν μὲν γένος τὸ κοσμικόν, ἀπολιπεῖν δὲ οὐσίαν καὶ κτῆσιν πᾶσαν διὰ τὸ ἀπροσπαθῶς βιοῦν. μήτηρ γοῦν ἡ πατρὶς καὶ τροφὸς ἀλληγορεῖται, πατέρες δὲ οἱ νόμοι οἱ πολιτικοί. ἃ δὴ ὑπεροπτέον εὐχαρίστως τῷ μεγαλόφρονι δικαίῳ ἕνεκεν τοῦ φίλον γενέσθαι τῷ θεῷ καὶ τυχεῖν τῶν δεξιῶν μερῶν τοῦ ἁγιάσματος, καθάπερ καὶ οἱ ἀπόστολοι πεποιήκασιν.

For this reason they do not release the soul pure, but carrying its desires with it like lead weights, unless some of them have become distinguished in virtue. And there are some who die in war with their desires, differing in nothing from those who wasted away with disease. If, then, confession to God is martyrdom, every soul that has lived purely with the knowledge of God, that has obeyed the commandments, is a martyr both by life and by word, however it is released from the body, pouring out its faith like blood throughout its whole life and at its departure too. For example, the Lord says in the Gospel: “Whoever leaves father or mother or brothers,” and so on, “for the sake of the gospel and my name,” blessed is he; indicating not simple martyrdom, but that of the one who knows, as having lived according to the rule of the gospel through love for the Lord. For knowledge of the name and understanding of the gospel signify knowledge, not the bare name: to leave one's worldly family, and to leave property and all possessions, by living free from passion. Mother is allegorized as country and nurse; fathers as the laws of the city. These the magnanimous righteous man must scorn with thanksgiving, for the sake of becoming a friend of God and obtaining the right-hand places of the sanctuary, as the apostles did.

4.4.16Stählin 2:255–256

Εἶτα Ἡράκλειτος μέν φησιν ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι, καὶ Πλάτων ἐν τῷ πέμπτῳ τῆς Πολιτείας γράφει· τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρʼ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; πάντων γε μάλιστα. τὸ δὲ χρυσοῦν γένος πρὸς θεῶν ἐστι τῶν κατʼ οὐρανὸν καὶ τὴν ἀπλανῆ σφαῖραν, οἳ μάλιστα τὴν ἡγεμονίαν ἔχουσι τῆς κατʼ ἀνθρώπους προνοίας. τινὲς δὲ τῶν αἱρετικῶν τοῦ κυρίου παρακηκοότες ἀσεβῶς ἅμα καὶ δειλῶς φιλοζωοῦσι, μαρτυρίαν λέγοντες ἀληθῆ εἶναι τὴν τοῦ ὄντως ὄντος γνῶσιν θεοῦ, ὅπερ καὶ ἡμεῖς ὁμολογοῦμεν, φονέα δὲ εἶναι αὐτὸν ἑαυτοῦ καὶ αὐθέντην τὸν διὰ θανάτου ὁμολογήσαντα, καὶ ἄλλα τοιαῦτα δειλίας σοφίσματα εἰς μέσον κομίζοντες. πρὸς οὓς εἰρήσεται ὁπόταν καιρὸς ἀπαιτῇ· διαφέρονται γὰρ ἡμῖν περὶ ἀρχάς.

Then Heraclitus says, “Gods and men honor those slain by Ares”; and Plato writes in the fifth book of the Republic: “Of those who die on campaign, whoever dies having distinguished himself, shall we not say first that he is of the golden race? Most certainly.” And the golden race is among the gods who are in heaven and the fixed sphere, who have most of all the governance of providence over men. But some of the heretics, having misunderstood the Lord, cling to life impiously and cowardly, saying that true martyrdom is the knowledge of the truly existing God, which we too confess, but that the one who confesses by death is his own murderer and slayer; and they bring forward other such sophisms of cowardice. To them we will speak when the occasion requires; for they differ from us on first principles.

4.4.17Stählin 2:256

ψέγομεν δὲ καὶ ἡμεῖς τοὺς ἐπιπηδήσαντας τῷ θανάτῳ· εἰσὶ γάρ τινες οὐχ ἡμέτεροι, μόνου τοῦ ὀνόματος κοινωνοί, οἳ δὴ αὑτοὺς παραδιδόναι σπεύδουσι τῇ πρὸς τὸν δημιουργὸν ἀπεχθείᾳ, οἱ ἄθλιοι θανατῶντες. τούτους ἐξάγειν ἑαυτοὺς ἀμαρτύρως λέγομεν, κἂν δημοσίᾳ κολάζωνται. οὐ γὰρ τὸν χαρακτῆρα σῴζουσι τοῦ μαρτυρίου τοῦ πιστοῦ, τὸν ὄντως θεὸν μὴ γνωρίσαντες, θανάτῳ δὲ ἑαυτοὺς ἐπιδιδόασι κενῷ, καθάπερ καὶ οἱ τῶν Ἰνδῶν γυμνοσοφισταὶ ματαίῳ πυρί. ἐπεὶ δʼ οἱ ψευδώνυμοι οὗτοι τὸ σῶμα διαβάλλουσι, μαθέτωσαν ὅτι καὶ ἡ τοῦ σώματος εὐαρμοστία συμβάλλεται τῇ διανοίᾳ πρὸς τὴν εὐφυΐαν.

We too blame those who have leapt upon death; for there are some, not ours but sharing only the name, who hasten to give themselves up out of hatred for the Creator, the wretches, longing for death. These, we say, depart from life without martyrdom, even if they are publicly punished. For they do not preserve the character of faithful martyrdom, not having known the true God, but give themselves up to an empty death, like the gymnosophists of the Indians to a vain fire. And since these falsely named ones slander the body, let them learn that the harmony of the body too contributes to the mind's good disposition.

4.4.18Stählin 2:256

διʼ ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, διʼ οὗ βιοῦν τέ ἐστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα· διὰ γὰρ τοῦ ζῆν καὶ τῆς ὑγείας ὁδεύοντες ἐκμανθάνομεν τὴν γνῶσιν. ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ διʼ αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον; ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.

That is why Plato, whom they most call on as witness when they condemn birth, said in the third book of the Republic that one must care for the body for the sake of the soul's harmony, through which one can live and live rightly, proclaiming the preaching of the truth. For by the way of life and health we learn knowledge. And for one who cannot reach the height at all without being in necessary things and doing through them everything that contributes to knowledge, how is living well not to be chosen? In living, at any rate, living well is achieved; and the one who has practiced the good life through the body is sent on to a state of eternity.

Miscellanies 4, chapter 5

4.5.19Stählin 2:256–257

Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωικῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγιείας· ἀλλʼ ἀμφότερα ταῦτα λέγουσιν ἀδιάφορα εἶναι. καίτοι καὶ Ἰὼβ ἐγκρατείας ὑπερβολῇ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδόξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐξ ὑγιεινοῦ γενόμενος ἡμῖν τέ ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὕτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς χρῆσθαι τὸν γνωστικόν. καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος ὥστε τοὺς δεσμούς μου φησὶ φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν, ἐπεὶ καὶ τὰ μαρτύρια ἐπιστροφῆς ἐστι παραδείγματα ἐνδόξως ἡγιασμένα. ὅσα γὰρ ἐγράφη, λέγει, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν τῆς παρακλήσεως.

It is worth wondering at the Stoics too, who say that the soul is in no way affected by the body, neither toward vice by disease nor toward virtue by health, but they say both are indifferent. Yet Job, by excess of self-control and preeminence of faith, having become poor from rich, dishonored from glorious, ugly from beautiful, and sick from healthy, has been recorded as a good example for us, shaming the tempter, blessing the one who formed him, bearing the latter things as the former, teaching very well that the one who knows can use all circumstances well. And that the ancient righteous deeds are set out as images for our corrections the apostle shows when he says: “so that my bonds became manifest in Christ in the whole praetorium and to all the rest; and most of the brothers, trusting in the Lord because of my bonds, dare more boldly to speak the word of God without fear”; since martyrdoms too are gloriously sanctified examples of conversion. “For whatever was written,” he says, “was written for our instruction, so that through endurance and the encouragement of the Scriptures we might have hope” of encouragement.

4.5.20Stählin 2:257

Ἔοικε δέ πως παρούσης ἀλγηδόνος ἡ ψυχὴ νεύειν ἀπʼ αὐτῆς καὶ τίμιον ἡγεῖσθαι τὴν ἀπαλλαγὴν τῆς παρούσης ὀδύνης. ἀμέλει κατʼ ἐκεῖνο καιροῦ καὶ μαθημάτων ῥᾳθυμεῖ, ὁπηνίκα καὶ αἱ ἄλλαι ἀπημέληνται ἀρεταί. καὶ οὐ δήπου τὴν ἀρετὴν αὐτὴν πάσχειν φαμέν (οὐδὲ γὰρ νοσεῖ ἡ ἀρετή), ὁ δὲ ἀμφοῖν μετεσχηκώς, ἀρετῆς καὶ νόσου, ὑπὸ τοῦ κατεπείγοντος θλίβεται· κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι.

When pain is present, the soul seems somehow to turn away from it and to count release from the present suffering precious. At that time, indeed, it neglects studies too, when the other virtues are also neglected. We do not, of course, say that virtue itself suffers (for virtue is not sick); but the one who shares in both, virtue and sickness, is distressed by what presses on him; and unless he is magnanimous, the one who has not yet acquired the state of self-control is beside himself, and not enduring is found to be equal to fleeing.

4.5.21Stählin 2:257

ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν διʼ ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἥ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἐλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν· θλῖψιν, γάρ φησιν ὁ ἀπόστολος, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. θέλω γὰρ ὑμᾶς ἀμερίμνους εἶναι πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

The same account holds for poverty too, since it too forces the soul away from necessary things, I mean contemplation and pure sinlessness, compelling one who has not wholly devoted himself to God through love to spend his time on providing means; just as, conversely, health and abundance of necessities keep free and unhindered the soul that knows how to use well what is present. “For such people,” says the apostle, “will have affliction in the flesh, and I would spare you. For I want you to be free from anxiety, for what is seemly and devoted to the Lord without distraction.”

4.5.22Stählin 2:257–258

τούτων οὖν ἀνθεκτέον οὐ διʼ αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, ἐφʼ ἣν ἡ ἀναφορά. ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς. τούτῳ τῷ λόγῳ ἀναφαίνεται τὸ ἀγαθὸν κακὸν καὶ τὸ κακὸν ἀγαθόν. ἔπειτα δὲ εἴ τινας μὲν αἱρούμεθα τῶν ἡδονῶν, τινὰς δὲ φεύγομεν, οὐ πᾶσα ἡδονὴ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀλγηδόνων ὁ αὐτὸς λόγος, ὧν τὰς μὲν ὑπομένομεν, τὰς δὲ φεύγομεν, ἡ δὲ αἵρεσις καὶ φυγὴ κατʼ ἐπιστήμην γίνεται· ὥστε τὴν ἐπιστήμην εἶναι τὸ ἀγαθόν, οὐ τὴν ἡδονήν, διʼ ἣν ἔστιν ὅτε καὶ τὴν ποιὰν ἡδονὴν αἱρησόμεθα.

These things, then, must be held to not for their own sake but for the body's; and the care of the body comes about for the sake of the soul, to which it refers. For in it the one who lives in the way of knowledge must learn what is fitting; since that pleasure is not the good is agreed from the fact that some pleasures are bad. On this account the good would appear bad and the bad good. Then, if we choose some pleasures and flee others, not every pleasure is good. Likewise the same account holds for pains, some of which we endure and others we flee; and choice and avoidance come about by knowledge; so that knowledge is the good, not pleasure, for the sake of which we will sometimes choose a certain kind of pleasure.

4.5.23Stählin 2:258

αὐτίκα ὁ μάρτυς ἡδονὴν τὴν διʼ ἐλπίδος διὰ τῆς παρούσης ἀλγηδόνος αἱρεῖται. εἰ δὲ κατὰ μὲν δίψαν ἡ ἀλγηδὼν νοεῖται, κατὰ τὴν πόσιν δὲ ἡ ἡδονή, ποιητικὴ τῆς ἡδονῆς ἡ ἀλγηδὼν ἡ προϋπάρξασα γίνεται· ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν. ὁ μὲν οὖν Σιμωνίδης, καθάπερ καὶ Ἀριστοτέλης, ὑγιαίνειν μὲν ἄριστον ἀνδρί, γράφει, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν ἀδόλως. καὶ ὁ Μεγαρεὺς Θέογνις· χρὴ πενίην φεύγοντα καὶ εἰς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατʼ ἠλιβάτων. ἔμπαλιν δὲ Ἀντιφάνης ὁ κωμικὸς ὁ πλοῦτος φησί, † πλέον θάτερον βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.

For example, the martyr chooses, through present pain, the pleasure that comes through hope. And if pain is understood in thirst and pleasure in drinking, the pain that existed before becomes productive of the pleasure; but evil could not be productive of good; so neither is evil. Simonides, then, as also Aristotle, writes: “Health is best for a man, second to be born beautiful in form, third to be rich without guile.” And Theognis of Megara: “To flee poverty, Cyrnus, one should throw oneself into the deep sea and down from lofty rocks.” Conversely Antiphanes the comic poet says that wealth, … taking those who see more than others, makes them blind.

4.5.24Stählin 2:258–259

αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται· καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων. κακὸν οὖν ἦν τι παίδευμα εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τʼ ἄγαν τρυφαί, ἐν τῷ Ἀλεξάνδρῳ ὁ Εὐριπίδης πεποίηκεν. εἴρηταί γε· ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές. ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν. οὔκουν μόνον τοῦτο νόμισμα λευκὸς ἄργυρος ἢ χρυσός ἐστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ βροτοῖς, ὥς φησιν ὁ Σοφοκλῆς.

For example, wealth is proclaimed by the poets as blind from birth: “And she bore him a son who never saw the light,” says Euphorion of Chalcis. “Wealth was a bad training in manliness for men, and excessive luxury,” Euripides has written in the Alexander. It has been said: “Poverty has obtained wisdom because of kinship.” “Love of money would take not only Sparta but every city.” So not only is “white silver or gold currency, but virtue too for mortals,” as Sophocles says.

Miscellanies 4, chapter 6

4.6.25Stählin 2:259

Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης σαφῶς ἡμᾶς διδάσκει ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖν· ὃς ἐὰν πτωχὸς ᾖ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἠγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην τὸ ἄριστον τυγχάνειν.

Our holy Savior applied poverty, wealth, and the like both to spiritual and to sensible things. For in saying, “Blessed are those who are persecuted for righteousness' sake,” he clearly teaches us to seek the martyr in every circumstance. The one who is poor for righteousness' sake bears witness that righteousness, which he loved, is good; and if he hungers and thirsts for righteousness' sake, he bears witness that righteousness is the best.

4.6.26Stählin 2:259–260

ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ. ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει, ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι· μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ διὰ δικαιοσύνην δηλονότι. μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα διʼ ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.

Likewise the one who weeps and mourns for righteousness' sake bears witness to the best law, that it is good. As, then, he calls blessed those who are persecuted, so also those who hunger and thirst for righteousness, he who accepts the genuine longing that not even hunger could break off. And even if they hunger for righteousness itself, they are blessed. Blessed too are the poor, whether in spirit or in substance, clearly for righteousness' sake. Does he not, then, bless not simply the poor, but those who have wished to become poor for righteousness' sake, who have looked down on the honors here in order to gain the good? Likewise too those who have become beautiful in character and body through purity, and the well-born and glorious, who through righteousness have come to adoption and so have received “authority to become children of God” and “to walk on snakes and scorpions,” and to master demons and the army of the adversary.

4.6.27Stählin 2:260

καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, εἴ γε καὶ αὐτὴ αὑτὴν κατὰ μετάθεσιν ἀποσπᾷ. ὁ γὰρ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὑρήσει αὐτήν, ἢν μόνον τὸ ἐπίκηρον ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ. θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ, ἥτις ἐστὶ κοινωνία ἀφθαρσίας. ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ. τοῦτʼ οὖν ἐστι τὸ εὑρεῖν τὴν ψυχήν, τὸ γνῶναι ἑαυτόν.

And in general the Lord's discipline draws the soul away from the body with thanksgiving, if indeed it separates itself by transference. For “the one who finds his soul will lose it, and the one who loses it will find it,” if only we join what is perishable in us to the incorruption of God. And the will of God is the knowledge of God, which is fellowship with incorruption. The one, then, who recognizes his soul as sinful, according to the account of repentance, will lose it from the sin from which it has been torn away; and having lost it, he will find it, according to obedience, having come to life again by faith and died to sin. This, then, is to find one's soul: to know oneself.

4.6.28Stählin 2:260

τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωικοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας. αὐτίκα εὔλογον ἐξαγωγὴν τῷ σπουδαίῳ συγχωροῦσι καὶ οἱ φιλόσοφοι, εἴ τι τοῦ πράσσειν αὐτὸν οὕτω στερήσειεν αὐτόν, ὡς μηκέτι ἀπολελεῖφθαι αὐτῷ μηδὲ ἐλπίδα τῆς πράξεως· ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή. ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ· καί πως ἡ τῶν κακῶν πράξεων ἀποχὴ μείωσίς τε καὶ σβέσις τῶν κακιῶν εὑρίσκεται, καθαιρουμένης τῆς ἐνεργείας αὐτῶν διὰ τῆς ἀπραξίας, καὶ τοῦτʼ ἔστι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, τουτέστιν τοῖς ὑπὸ τοῦ κυρίου λεγομένοις ἕπου.

The Stoics say that the turning to divine things comes from a change, the soul changing into wisdom; and Plato, from the soul receiving a turning around toward better things and a conversion from a kind of nighttime day. Indeed, the philosophers too allow the good man a reasonable departure from life, if anything should so deprive him of acting that no hope of action is left to him. But the judge who tries to force someone to deny the One he loves seems to me to show who is a friend of God and who is not. Here no comparison even remains of what one would rather choose, a human threat or the love of God. And somehow abstaining from evil deeds is found to be a lessening and extinguishing of vices, their activity being destroyed through inaction. And this is: “Sell your possessions and give to the poor, and come, follow me”; that is, follow what the Lord says.

4.6.29Stählin 2:260–261

ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν· ἀλλʼ ὁ θεὸς γὰρ πάντα πᾶσι μερίζει κατʼ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίας· καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα· εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατʼ ἐπανάβασιν γνωστικήν. δεῖν δʼ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, διʼ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.

Some say that by “possessions” he meant the things foreign in the soul, and they cannot say how these are distributed to the poor. But God distributes all things to all according to worth, since his arrangement is just. “Despising, then,” he says, “the possessions that God distributes, by your greatness of soul, follow what I say,” hastening to the ascent of the Spirit, justified not only by abstaining from evils but also perfected by the Lord's beneficence. For example, he convicted the one who boasted of having perfectly fulfilled the commandments of the law of not having loved his neighbor; and love, which is lord of the Sabbath by a knowing ascent, promises beneficence. And I think one should come to the saving Word neither through fear of punishment nor through some promise of a gift, but for the sake of the good itself.

4.6.30Stählin 2:261

οἱ τοιοῦτοι ἐκ δεξιῶν ἵστανται τοῦ ἁγιάσματος· οἱ δὲ διὰ τῆς τῶν φθαρτῶν δόσεως οἰόμενοι ἀντικαταλλάσσεσθαι τὰ τῆς ἀφθαρσίας ἐν τῇ τῶν δυεῖν ἀδελφῶν παραβολῇ μίσθιοι κέκληνται, καὶ μή τί γε ἐνταῦθα τὸ καθʼ ὁμοίωσιν καὶ εἰκόνα ἀνακύπτει, ἵνʼ οἳ μὲν κατὰ τὴν πρὸς τὸν σωτῆρα ὁμοίωσιν συμπολιτεύωνται, οἱ δὲ ἐξ εὐωνύμων ἱστάμενοι κατὰ τὴν τούτων εἰκόνα. † τρία τοίνυν ἐστὶν ἀπὸ τῆς ἀληθείας, μιᾶς ῥίζης ἀμφοῖν ὑποκειμένης, αἱρέσεως δὲ οὐκ ἴσης, μᾶλλον δὲ τῆς κατὰ τὴν αἵρεσιν διαφορᾶς οὐκ ἴσης. διαφέρει δʼ οἶμαι, τὸ κατὰ μίμησιν ἑλέσθαι τοῦ κατὰ γνῶσιν ἑλομένου, ὡς τὸ πεπυρωμένον καὶ τὸ πεφωτισμένον τοῦ πυρὸς καὶ τοῦ φωτός. φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν οὕτως ὀνομάσαντος τοῦ κυρίου;

Such people stand on the right of the sanctuary; but those who think to exchange the things of incorruption by giving perishable things are called hired servants in the parable of the two brothers. And does not “according to likeness and image” emerge here, so that some live as citizens according to likeness to the Savior, while those standing on the left live according to their image? … There are, then, three things from the truth, one root underlying both, but the choice not equal, or rather the difference in choice not equal. It differs, I think, to choose by imitation from one who chooses by knowledge, as what has been heated differs from fire and what has been lit from light. Israel, then, is the light of the likeness according to Scripture, while the other is the image. And what does the Lord mean by the parable of Lazarus, showing the image of a rich man and a poor man? And what by “No one can serve two masters, God and mammon,” the Lord so naming love of money?

4.6.31Stählin 2:261–262

αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι. τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσεῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπʼ αὐτῶν καὶ μὴ καρποφορῆσαι δυνηθῆναι.

For example, the lovers of property who were invited to the supper do not come, not because they possess, but because they possess with passion. “The foxes, then, have holes.” He called the malicious men who busy themselves with the wealth that is mined and dug from the earth earthborn foxes. Likewise too of Herod: “Go, tell that fox, ‘Behold, I cast out demons and perform cures today and tomorrow, and on the third day I am perfected.’” For he called “birds of the sky” those distinguished from the other birds by heaven, truly pure, able to fly to the knowledge of the heavenly Word. For not only wealth, glory, and marriage, but poverty too brings countless cares to one who does not bear it well; and perhaps he hinted at these cares in the parable of the fourfold sowing, saying that the seed of the Word that fell among thorns and hedges was choked by them and could not bear fruit.

4.6.32Stählin 2:262

μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς διʼ εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου συνασκηθῆναι ζωῆς. εἶδον, γάρ φησι, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, λέγει ἡ γραφή, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. οὗτος δʼ ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν· ὁ γὰρ λαὸς ὁ ἕτερος τοῖς χείλεσι τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἄπεστιν ἀπὸ κυρίου. τῷ στόματι αὐτῶν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ αὐτῶν καταρῶνται· ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν. ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

We must learn, then, how to use each thing that befalls us, so as to be trained, through a good life of knowledge, into the state of eternal life. “For I saw the ungodly exalted and lifted up like the cedars of Lebanon,” says Scripture, “and I passed by, and behold, he was not; and I sought him, and his place was not found. Keep innocence and look on uprightness, for there is a remnant for the peaceful man.” This would be the one who believes without hypocrisy with his whole heart and is calm in his whole soul. For the other people “honors with their lips, but their heart is far from the Lord.” “With their mouth they bless, but with their heart they curse.” “They loved him with their mouth, and with their tongue they lied to him; but their heart was not upright with him, nor were they faithful in his covenant.”

4.6.33Stählin 2:262–263

διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια· τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ. παρρησιάσομαι ἐν αὐτῷ, ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ. μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτήμονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους· ἔρωτες γὰρ καὶ νόσοι καὶ οἱ φαῦλοι διαλογισμοὶ διορύσσουσι τὸν λογισμὸν καὶ τὸν ὅλον ἄνθρωπον, ὁ δὲ τῷ ὄντι θησαυρὸς ἡμῶν ἔνθα ἡ συγγένεια τοῦ νοῦ. ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπʼ αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον αἰτουμένους. οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος.

That is why “let the deceitful lips become mute, which speak lawlessness against the righteous.” And again: “May the Lord destroy all deceitful lips and the boastful tongue, those who said, ‘We will magnify our tongue, our lips are our own; who is lord over us?’ Because of the misery of the poor and the groaning of the needy, now I will arise, says the Lord; I will set him in safety; I will speak boldly in it.” For Christ belongs to the humble, not to those who exalt themselves over his flock. “Do not, then, store up for yourselves treasures on earth, where moth and rust destroy and thieves break in and steal,” the Lord says, perhaps reproaching the lovers of possessions, perhaps also those who are simply full of cares and anxieties, and also the lovers of the body; for loves, diseases, and evil thoughts break through the reasoning and the whole man; but our true treasure is where the mind's kinship is. Further, he teaches the sharing nature of righteousness, showing that we must give back to the habit of our old way of life what it acquired for us, and run back to God asking for mercy. This is truly “a purse that does not grow old,” provision for eternal life, “an unfailing treasure in heaven.” “For I will have mercy on whom I have mercy,” says the Lord.

4.6.34Stählin 2:263

λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι· ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ οἱ διερχόμενοι διʼ αὐτῆς· οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοίων διαλέγεται παθῶν· ἄφρον, γὰρ οὕτως ἔφη, ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται; καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἔχει κατὰ λέξιν· φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. καὶ πάλιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἀπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ δὲ μικρὰ καὶ περὶ τὸν βίον, ταῦτα προστεθήσεται ὑμῖν.

He says these things also to those who wish to become poor for righteousness' sake. For they have heard through the commandment that “the broad and spacious way leads to destruction, and many are those who go through it”; he speaks of nothing else but profligacy, love of women, love of glory, love of power, and similar passions. “Fool,” for so he said, “this night they demand your soul from you; and the things you have prepared for it, whose will they be?” And the words of the commandment run thus: “Guard yourselves, then, from all greed, for a man's life does not consist in the abundance of his possessions.” “For what does a man profit if he gains the whole world but loses his soul? Or what will a man give in exchange for his soul?” “Therefore I say: do not be anxious for your soul, what you will eat, nor for your body, what you will put on; for the soul is more than food and the body than clothing.” And again: “For your Father knows that you need all these things; but seek first the kingdom of heaven and righteousness,” for these are great, while the small things that concern life, “these will be added to you.”

4.6.35Stählin 2:263–264

ἆρʼ οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει; πλούσιον τοίνυν οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται ὁ παιδεύων τὴν ψυχὴν Χριστός. Ζακχαῖον τοίνυν, οἳ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην φάναι, κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι. ἐφʼ οὗ καὶ ὁ σωτὴρ εἶπεν· ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν σήμερον τὸ ἀπολωλὸς εὗρεν. πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντων· ὃ μὲν γὰρ ἀπὸ τοῦ περισσεύματος, ἣ δὲ ἐκ τῆς ὑστερήσεως συνεισήνεγκεν.

Does he not plainly exhort us to pursue the life of knowledge and urge us to seek the truth in deed and word? So Christ, who trains the soul, reckons a man rich not by his gift but by his choice. Zacchaeus, then, or, as some say, Matthias, chief tax collector, having heard that the Lord thought fit to come to him, said: “Behold, Lord, half of my possessions I give as alms; and if I have wrongfully taken anything from anyone, I repay it fourfold.” Of whom the Savior too said: “The Son of Man, having come today, has found what was lost.” Again, seeing the rich man putting into the treasury in proportion to his property, and the widow two copper coins, he said that the widow had put in more than all; for he gave from his abundance, but she from her want.

4.6.36Stählin 2:264

ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατʼ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίων· ὃς γὰρ ἂν δέξηται, φησί, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἂν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει. πάλιν τε αὖ τὰς κατʼ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπʼ ἴσης δίκαιον μεμήνυκεν διὰ τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.

And that he referred everything to the training of the soul, he says: “Blessed are the meek, for they will inherit the earth.” The meek are those who have ended the implacable war in the soul, of anger, desire, and the forms subordinate to them. And he praises those meek by choice, not by necessity. For with the Lord there are rewards and many dwelling places, in proportion to lives. “For whoever receives a prophet in the name of a prophet,” he says, “will receive a prophet's reward; and whoever receives a righteous man in the name of a righteous man will receive a righteous man's reward; and whoever receives one of these little disciples will not lose his reward.” And again he has indicated the differences according to worth, the noble rewards of virtue, through the hours of unequal number, and also, through the equal wage given to each of the workers (that is, salvation, which the denarius hints at), the equal justice to those who worked for unequal hours.

4.6.37Stählin 2:264–265

ἐργάσονται μὲν οὖν κατὰ τὰς μονὰς τὰς ἀναλόγους ὧν κατηξιώθησαν γερῶν, συνεργοὶ τῆς ἀρρήτου οἰκονομίας καὶ λειτουργίας. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, φησὶν ὁ Πλάτων, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι· διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πως λέγει· τούτων δὲ αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα. ἔτι ἐπιφέρει· καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ὅθεν εἰκότως μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. οἱ γὰρ μετανοήσαντες ἐφʼ οἷς κακῶς προβεβιώκασιν, εἰς τὴν κλῆσιν παρέσονται· τοῦτο γάρ ἐστι τὸ παρακληθῆναι. τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτʼ οὖν ἐνταῦθα εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.

They will work, then, according to the dwelling places proportionate to the honors of which they have been thought worthy, fellow workers in the unspeakable arrangement and service. “Those who are judged to have been outstanding in living holily,” says Plato, “are those who are freed and released from these places in the earth as from prisons, and arrive above at the pure dwelling.” And he says the same thing more clearly thus: “Of these, those sufficiently purified by philosophy live without bodies altogether for all time,” though he gives some of them airy forms and others fiery ones. He adds further: “And they come to dwellings still more beautiful than these, which it is not easy to describe, nor is there enough time at present.” Fittingly, then, “Blessed are those who mourn, for they will be comforted.” For those who have repented of their former evil lives will come to the calling; for this is being comforted (paraklēthēnai). And there are two ways of the one who repents: the more common is fear over what has been done; the more particular is the soul's shame toward itself from conscience, whether here or elsewhere, since no place is idle of God's beneficence.

4.6.38Stählin 2:265

πάλιν φησίν· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ὁ δὲ ἔλεος οὐχ ᾗ τινες τῶν φιλοσόφων ὑπειλήφασι, λύπη ἐπʼ ἀλλοτρίαις συμφοραῖς, μᾶλλον δὲ ἀστεῖόν τί ἐστιν, ὡς οἱ προφῆται λέγουσιν· ἔλεον, γάρ φησι, θέλω καὶ οὐ θυσίαν. ἐλεήμονας δʼ εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν· ἐνίοτε γὰρ βουλόμεθα διʼ ἀργυρίου δόσεως ἢ διὰ σωματικῆς σπουδῆς ἔλεον ποιῆσαι, ὡς δεομένῳ ἐπαρκέσαι ἢ νοσοῦντι ὑπουργῆσαι ἢ ἐν περιστάσει γενομένῳ παραστῆναι, καὶ οὐχ οἷοί τέ ἐσμεν ἤτοι διὰ πενίαν ἢ νόσον ἢ γῆρας (φυσικὴ γὰρ νόσος καὶ τοῦτο) ἐξυπηρετῆσαι τῇ προαιρέσει ἐφʼ ἣν ὁρμώμεθα, μὴ δυνηθέντες ἐπὶ τέλος ἀγαγεῖν ὃ βεβουλήμεθα. τῆς αὐτῆς οὖν τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.

Again he says: “Blessed are the merciful, for they will be shown mercy.” Mercy is not, as some philosophers have supposed, grief at others' misfortunes, but rather something fine, as the prophets say: “For I desire mercy and not sacrifice.” And by the merciful he means not only those who do mercy, but also those who wish to show mercy even if they cannot, to whom action is present in their choice. For sometimes we wish to do mercy by giving money or by bodily effort, such as helping someone in need, serving someone sick, or standing by someone in distress; and we are not able, whether because of poverty, disease, or old age (for this too is a natural disease), to carry out the choice toward which we are moved, being unable to bring what we have willed to completion. Those who have willed, then, will share the same honor with those who were able, since their choice is equal, even if others surpass them in abundance.

4.6.39Stählin 2:265–266

Ἐπεὶ δὲ τῶν ἀπαγόντων εἰς τὴν τελείωσιν τῆς σωτηρίας ὁδοὶ εὑρίσκονται δύο, ἔργα καὶ γνῶσις, μακαρίους εἶπεν τοὺς καθαροὺς τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, ᾗ τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ ἐνέργειά ἐστιν ἀγαθή. ἀγαθὰ γοῦν τὰ μὲν αὐτὰ καθʼ ἑαυτά, τὰ δὲ μετέχοντα τῶν ἀγαθῶν, ὡς τὰς καλὰς πράξεις φαμέν· ἄνευ δὲ τῶν μεταξύ, ἃ δὴ ὕλης ἐπέχει τάξιν, οὔθʼ αἱ ἀγαθαὶ οὔθʼ αἱ κακαὶ συνίστανται πράξεις, οἷον ζωῆς λέγω καὶ ὑγιείας τῶν τε ἄλλων τῶν ἀναγκαίων ἢ περιστατικῶν. καθαροὺς οὖν κατὰ τὰς σωματικὰς ἐπιθυμίας καὶ ἁγίους τοὺς διαλογισμοὺς τοὺς εἰς ἐπίγνωσιν τοῦ θεοῦ ἀφικνουμένους εἶναι βούλεται, ἵνα μηδὲν ἔχῃ νόθον ἐπιπροσθοῦν τῇ δυνάμει ἑαυτοῦ τὸ ἡγεμονικόν.

Since two ways are found of those leading to the perfection of salvation, works and knowledge, he called blessed “the pure in heart, for they will see God.” And if we truly consider the truth, knowledge, as the purification of the ruling part of the soul, is also a good activity. Of good things, some are good in themselves, others by sharing in good things, as we say of good actions. But without the intermediate things, which hold the place of matter, neither good nor bad actions come about, such as, I mean, life and health and the other necessities or circumstances. He wishes, then, those who come to the knowledge of God to be pure as regards bodily desires and holy in their thoughts, so that the ruling part may have nothing spurious obstructing its power.

4.6.40Stählin 2:266

ὅταν τοίνυν ἐνδιατρίψῃ θεωρίᾳ, τῷ θείῳ καθαρῶς ὁμιλῶν, ὁ γνωστικῶς μετέχων τῆς ἁγίας ποιότητος, προσεχέστερον ἐν ἕξει γίνεται ταὐτότητος ἀπαθοῦς, ὡς μηκέτι ἐπιστήμην ἔχειν καὶ γνῶσιν κεκτῆσθαι, ἐπιστήμην δὲ εἶναι καὶ γνῶσιν. Μακάριοι τοίνυν οἱ εἰρηνοποιοί. τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλὰς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τά τε ἄλλα πάθη, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετʼ ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται τὴν προσφιλεστάτην. εἴη δʼ ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, διʼ ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας ἁρμονίαν κτίσεως καλλίστην λογίζεται. εἰρηνοποιοῦσι δὲ καὶ τοὺς ἐνταῦθα πολεμουμένους τοῖς τῆς ἁμαρτίας στρατηγήμασι, μεταδιδάσκοντες ἐπὶ τὴν πίστιν καὶ τὴν εἰρήνην μετιέναι.

When, then, the one who shares in the holy quality in the way of knowledge spends his time in contemplation, conversing purely with the divine, he comes more nearly into a state of passionless identity, so that he no longer has knowledge and possesses understanding, but is knowledge and understanding. “Blessed, then, are the peacemakers.” Those who have tamed and subdued the law that wars against the mind's intention, the threats of anger and the baits of desire and the other passions that make war on reason, who have lived with knowledge of good works and of true reason, will be restored to the most beloved adoption. Perfect peacemaking would be that which, in everything that happens, keeps the peaceful disposition unchanging, calling the government of the world holy and good, established in the knowledge of divine and human things, by which it reckons the oppositions in the world the most beautiful harmony of creation. And they also make peace for those here at war with the stratagems of sin, teaching them to go over to faith and peace.

4.6.41Stählin 2:266–267

Κεφάλαιον δʼ, οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν γνωστικώτερον διʼ ἀγάπην τὴν πρὸς τὸν θεὸν θανάτου καταφρονεῖν· μακάριοι, φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται, ἢ ὥς τινες τῶν μετατιθέντων τὰ εὐαγγέλια· μακάριοι, φησίν, οἱ δεδιωγμένοι ὑπὲρ τῆς δικαιοσύνης, ὅτι αὐτοὶ ἔσονται τέλειοι. καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκα ἐμοῦ, ὅτι ἕξουσι τόπον ὅπου οὐ διωχθήσονται. καὶ μακάριοί ἐστε, ὅταν οἱ ἄνθρωποι μισήσωσιν ὑμᾶς, ὅταν ἀφορίσωσιν, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἐὰν μὴ βδελυσσώμεθα δηλονότι τοὺς διώκοντας καὶ ὑπομένωμεν τὰς παρʼ αὐτῶν τιμωρίας, μὴ μισοῦντες αὐτούς, βράδιον ἢ προσεδοκήσαμεν πεπειρᾶσθαι διανοούμενοι, ἀλλὰ κἀκεῖνο γινώσκοντες πρόφασιν εἶναι μαρτυρίου τὸν ὁντινοῦν πειρασμόν.

The sum of all virtue, I think, the Lord teaches us: that we must, in the way of knowledge, despise death through love for God. “Blessed,” he says, “are those persecuted for righteousness' sake, for they will be called sons of God”; or, as some of those who paraphrase the Gospels have it, “Blessed are those persecuted for righteousness, for they will be perfect.” And “Blessed are those persecuted for my sake, for they will have a place where they will not be persecuted.” And “Blessed are you when men hate you, when they exclude you, when they cast out your name as evil, for the sake of the Son of Man”; that is, if we do not abhor our persecutors and we endure their punishments, not hating them, thinking that we have been tried later than we expected, but knowing this too, that any temptation whatever is an occasion for martyrdom.

Miscellanies 4, chapter 7

4.7.42Stählin 2:267

Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ. οὐ πιστεύει δὲ ὁ μὴ ποιῶν ἃ ἐνετείλατο. τί δέ; οὐχ ἑαυτὸν ἀρνεῖται ὁ ἀρνούμενος τὸν κύριον; οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην ὅ γε καὶ στερίσκων αὑτὸν τῆς πρὸς ἐκεῖνον οἰκειότητος. ὁ τοίνυν ἀρνούμενος τὸν σωτῆρα ἀρνεῖται τὴν ζωήν, ὅτι ζωὴ ἦν τὸ φῶς. ὀλιγοπίστους τούτους οὐ λέγει, ἀλλὰ ἀπίστους καὶ ὑποκριτάς, τὸ μὲν ὄνομα ἐπιγεγραμμένους, τὸ δʼ εἶναι πιστοὺς ἀρνουμένους· πιστὸς δὲ εἴρηται καὶ δοῦλος καὶ φίλος. ὥστε εἴ τις ἑαυτὸν ἀγαπᾷ, ἀγαπᾷ τὸν κύριον καὶ ὁμολογεῖ τὴν σωτηρίαν.

Then the one who has lied and shown himself faithless and gone over to the devil's army, in what evil, do we think, is he? He lies to the Lord, or rather he has cheated his own hope, the one who does not believe God; and the one who does not do what he commanded does not believe. What then? Does not the one who denies the Lord deny himself? For he does not deprive the Master of his lordship, but deprives himself of his relationship to him. The one, then, who denies the Savior denies life, because “the light was life.” He does not call these people of little faith, but faithless and hypocrites, having the name inscribed on them but denying that they are faithful. And the faithful one is called both servant and friend. So if anyone loves himself, he loves the Lord and confesses salvation.

4.7.43Stählin 2:267–268

ἵνα σώσῃ τὴν ψυχήν. καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον διʼ ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), θανῇ θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών· καὶ μή τι διὰ τοῦτο ἀδελφὸς εἴρηται· ὅτι ὁ διʼ ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου. καὶ γὰρ αὐτὸς ζωὴ ὢν διʼ οὓς ἔπαθεν παθεῖν ἠθέλησεν, ἵνα τῷ πάθει ζήσωμεν αὐτοῦ· τί με λέγετε· κύριε κύριε, φησί, καὶ οὐ ποιεῖτε ἃ λέγω; ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ ἑκὼν τούτῳ ἑαυτὸν πέπρακεν· ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθʼ ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ διʼ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες. εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, λέγει. ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.

so that he may save his soul. And yet, even if you die for your neighbor out of love, and consider the Savior our neighbor (for God, who saves, is said to draw near to the one being saved), you will die having chosen death for the sake of life, suffering for your own sake rather than his. Is not this why he is called brother? Because the one who suffers out of love for God has suffered for his own salvation, and again the one who dies for his own salvation endures for love of the Lord. For he himself, being life, wished to suffer for those for whom he suffered, so that we might live by his suffering. “Why do you call me ‘Lord, Lord,’” he says, “and do not do what I say?” For the people who love with their lips but have their heart far from the Lord is another, persuaded by another, and has willingly sold himself to him. But those who carry out the Savior's commandments bear witness in every action, doing what he wills, naming the Lord consistently, and bearing witness by deed to the one to whom they trust they belong, “those who have crucified the flesh with its desires and passions.” “If we live by the Spirit, let us also walk by the Spirit,” he says. “The one who sows to his own flesh will reap corruption from the flesh; but the one who sows to the Spirit will reap eternal life from the Spirit.”

4.7.44Stählin 2:268

Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ διʼ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην. καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλʼ οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· ἦν γὰρ ἂν τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, ἕρμαιον ὁ θάνατος καὶ Πλάτων ἐν Φαίδωνι εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν καὶ τὰ ἑξῆς.

To wretched men, martyrdom by blood for the Lord seems the most violent death, since they do not know that such a gate of death is the beginning of the truly existing life. And they do not wish to understand either the honors after death of those who have lived holily or the punishments of those who have lived unjustly and licentiously; I do not mean from our Scriptures only (for almost all the commandments indicate these things), but they will not even listen to their own writers. For Theano the Pythagorean writes: “Life would indeed be a feast for the wicked, who having done evil then die, if the soul were not immortal; death would be a windfall.” And Plato in the Phaedo: “For if death were a release from everything, it would be a windfall,” and so on.

4.7.45Stählin 2:268–269

οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν, ὁδοὶ δὲ πολλαὶ αἱ ἀπάγουσαι, ἁμαρτίαι πολυπλανεῖς. τούτους, ὡς ἔοικε, τοὺς ἀπίστους διακωμῳδῶν Ἀριστοφάνης ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί, ἀπτῆνες, ἐφημέριοι. καὶ ὁ Ἐπίχαρμος αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. ἡμῖν δὲ ὁ σωτὴρ εἴρηκεν· τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν ὁ ἀπόστολος ἐξηγεῖται, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. καὶ ἐπεκδιηγούμενος ἐπιφέρει, ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήν· εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διʼ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. πάλιν τε αὖ· εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς συγκληρονόμοι Χριστοῦ.

It is not possible, then, to think, as in Aeschylus's Telephus, that “a single path leads to Hades”; the ways that lead there are many, sins that wander in many directions. Aristophanes, it seems, mocking such unbelievers, says: “Come, you men of dim life, like the generation of leaves, feeble, figures of wax, shadowy tribes, powerless, wingless, creatures of a day.” And Epicharmus: “This is the nature of men: puffed-up wineskins.” But to us the Savior has said: “The spirit is willing, but the flesh is weak.” That is why the apostle explains that “the mind of the flesh is enmity toward God, for it does not submit to the law of God, nor can it; and those who are in the flesh cannot please God.” And explaining further, so that no one, like Marcion, should ungratefully take creation as evil, he adds: “But if Christ is in you, the body is dead because of sin, but the spirit is life because of righteousness.” And again: “For if you live according to the flesh, you will die.” “For I consider that the sufferings of this present time are not worth comparing with the glory that is to be revealed to us, if indeed we suffer with him so that we may also be glorified with him, as fellow heirs of Christ.”

4.7.46Stählin 2:269

οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. ὁρᾷς διʼ ἀγάπην διδασκομένην μαρτυρίαν. κἂν διʼ ἀμοιβὴν ἀγαθῶν ἐθελήσῃς μαρτυρῆσαι, ἀκούσῃ πάλιν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα. ἀλλʼ εἰ καὶ πάσχομεν διὰ δικαιοσύνην, μακάριοι, φησὶν ὁ Πέτρος. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.

“And we know that for those who love God all things work together for good, for those who are called according to purpose. Because those whom he foreknew he also predestined to be conformed to the image of his Son, so that he might be the firstborn among many brothers; and those whom he predestined he also called; and those whom he called he also justified; and those whom he justified he also glorified.” You see martyrdom taught for love's sake. And even if you wish to bear witness for the reward of good things, you will hear again: “For in hope we were saved; but hope that is seen is not hope; for who hopes for what he sees? But if we hope for what we do not see, we wait for it with endurance.” “But even if you suffer for righteousness' sake, you are blessed,” says Peter. “Do not fear what they fear, nor be troubled; but sanctify Christ as Lord in your hearts, always ready to make a defense to everyone who asks you for an account of the hope that is in you, yet with gentleness and fear, having a good conscience, so that when you are slandered, those who revile your good conduct in Christ may be put to shame. For it is better to suffer for doing good, if God's will should will it, than for doing evil.”

4.7.47Stählin 2:269

Κἄν τις ἐρεσχελῶν λέγῃ· καὶ πῶς οἷόν τέ ἐστι τὴν σάρκα τὴν ἀσθενῆ πρὸς τὰς δυνάμεις καὶ τὰ πνεύματα τῶν ἐξουσιῶν ἀνθίστασθαι; ἀλλʼ ἐκεῖνο γνωριζέτω ὅτι τῷ παντοκράτορι καὶ τῷ κυρίῳ θαρροῦντες ἀντιπολιτευόμεθα ταῖς ἀρχαῖς τοῦ σκότους καὶ τῷ θανάτῳ. ἔτι σοῦ λαλοῦντος, φησίν, ἐρεῖ· ἰδοὺ πάρειμι. ὅρα τὸν ἀήττητον βοηθόν, τὸν ὑπερασπίζοντα ἡμῶν. μὴ ξενίζεσθε τοίνυν, ὁ Πέτρος λέγει, τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ἀναπαύεται· καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

And if someone says mockingly, “And how is it possible for weak flesh to resist the powers and the spirits of the authorities?” let him know this, that trusting in the Almighty and the Lord we wage war against the rulers of darkness and against death. “While you are still speaking,” he says, “he will say, ‘Here I am.’” See the invincible helper who shields us. “Do not be surprised, then,” says Peter, “at the fiery trial that comes upon you to test you, as though something strange were happening to you; but insofar as you share in Christ's sufferings, rejoice, so that at the revelation of his glory you may also rejoice with gladness. If you are reproached in the name of Christ, you are blessed, because the Spirit of glory and of God rests on you.” As it is written: “For your sake we are being killed all day long; we were regarded as sheep for slaughter. But in all these things we are more than conquerors through the one who loved us.”

4.7.48Stählin 2:270

ἃ δʼ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός, οὔτʼ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας πύθοιʼ ἂν, οὐδʼ εἰ δεσμὰ πάντα προσβάλοις, ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή. ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησιν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε· θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.‹ εἰκότως οὖν Σιμωνίδης γράφει· ἔστι τις λόγος τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις, νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος, ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τʼ ἐς ἄκρον ἀνδρείᾳ.

“What you need to learn from my mind, you would not learn, neither by burning me nor by driving terrible saws from the top of my head to the ends of my feet, not even if you put all bonds on me,” says a woman in the tragedy, being fearlessly manly. And Antigone, despising Creon's proclamation, says boldly: “For it was not Zeus who proclaimed these things to me.” But God proclaims to us, and we must obey him. “For with the heart one believes for righteousness, and with the mouth one confesses for salvation. For the Scripture says, ‘Everyone who believes in him will not be put to shame.’” Fittingly, then, Simonides writes: “There is a saying that Virtue dwells on rocks hard to climb, and a holy chorus of swift nymphs attends her; she is not visible to the eyes of all mortals, but only to him in whom heart-biting sweat comes from within, and who reaches the summit by manliness.”

4.7.49Stählin 2:270–271

καὶ ὁ Πίνδαρος· νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετʼ αἰθέρα λαμπευθέντα. ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι· τῷ πονοῦντι δʼ ἐκ θεῶν ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος. μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι καθʼ Ἡράκλειτον. τίς δʼ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, τῷ Τιμοθέῳ γράφει. εἴη δʼ ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν· εἰ δὲ ὁ θεὸς τῆς ἐλπίδος οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες· οἱ δὲ μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι, φησί, πάσης τῆς γνώσεως.

And Pindar: “The cares of the young, whirled about with toils, find glory; and in time deeds shine out, lifted to the sky.” Aeschylus too, taking up this thought, says: “To the one who toils, glory, the offspring of toil, is owed by the gods.” For “greater deaths obtain greater portions,” according to Heraclitus. “And who is a slave, if he takes no thought of dying?” “For God did not give us a spirit of slavery again to fear, but of power, love, and self-control. Do not, then, be ashamed of the testimony (martyrion) of our Lord, nor of me his prisoner,” he writes to Timothy. Such a one would be the one who “holds fast to the good,” according to the apostle, “abhorring evil, having love without hypocrisy”; “for the one who loves another has fulfilled the law.” And if the God of hope is the one to whom we bear witness, as indeed he is, we confess our hope, hastening toward the hope. “And those full of goodness,” it says, “filled with all knowledge.”

4.7.50Stählin 2:271

Ἰνδῶν οἱ φιλόσοφοι Ἀλεξάνδρῳ λέγουσι τῷ Μακεδόνι· σώματα μὲν μετάξεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δʼ ἡμετέρας οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βουλόμεθα. πῦρ ἀνθρώποις μέγιστον κολαστήριον· τούτου ἡμεῖς καταφρονοῦμεν. κἀντεῦθεν Ἡράκλειτος ἓν ἀντὶ πάντων κλέος ᾑρεῖτο τοῖς δὲ πολλοῖς παραχωρεῖν ὁμολογεῖ κεκορῆσθαι ὅκωσπερ κτήνεσι. τοῦ σώματος γὰρ οὕνεκα οἱ πολλοὶ πόνοι, τοῦδʼ οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν, τά τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασιν γινώσκομεν.

The philosophers of the Indians say to Alexander of Macedon: “You will move our bodies from place to place, but you will not force our souls to do what we do not wish. Fire is the greatest punishment for men; we despise it.” And from this Heraclitus chose “one glory instead of all things,” and confesses that he leaves the many to be glutted like cattle. “For because of the body are the many toils; for its sake we have discovered the roofed house, and to dig white silver and sow the earth,” and all the other things we know by name.

4.7.51Stählin 2:271–272

τοῖς μὲν οὖν πολλοῖς ἡ ματαιοπονία αὕτη αἱρετή, ἡμῖν δὲ ὁ ἀπόστολός φησι· τοῦτο δὲ γινώσκομεν, ὅτι ὁ παλαιὸς ἄνθρωπος ἡμῶν συνεσταύρωται, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. ἀρʼ οὐκ ἐμφανῶς κἀκεῖνα ἐπιφέρει ὁ ἀπόστολος δεικνὺς τὸν καταισχυμμὸν τῆς πίστεως παρὰ τοῖς πολλοῖς; δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.

For the many, then, this vain toil is to be chosen; but for us the apostle says: “We know this, that our old man was crucified with him, so that the body of sin might be done away, that we might no longer be slaves to sin.” Does not the apostle plainly add the following, showing the disgrace of faith among the many? “For I think God has exhibited us apostles last, as men condemned to death, because we have become a spectacle to the world, to angels and to men. To this very hour we hunger and thirst, are naked and beaten and homeless; persecuted, we endure; slandered, we entreat. We have become like the refuse of the world.”

4.7.52Stählin 2:272

τοιαῦτα καὶ τὰ τοῦ Πλάτωνος ἐν Πολιτείᾳ, κἂν στρεβλῶται ὁ δίκαιος κἂν ἐξορύττηται τὼ ὀφθαλμώ, ὅτι εὐδαίμων ἔσται. οὔκουν ἐπὶ τῇ τύχῃ τὸ τέλος ἕξει ποτὲ ὁ γνωστικὸς κείμενον, ἀλλʼ ἐπʼ αὐτῷ τὸ εὐδαιμονεῖν ἂν εἴη καὶ τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ τοῦ θεοῦ· κἂν ἀτιμίᾳ τις περιβάλλῃ τοῦτον φυγῇ τε καὶ δημεύσει καὶ ἐπὶ πᾶσι θανάτῳ, οὐκ ἀποσπασθήσεταί ποτε τῆς ἐλευθερίας καὶ κυριωτάτης πρὸς τὸν θεὸν ἀγάπης, ἣ πάντα στέγει καὶ πάντα ὑπομένει· καλῶς πάντα τὴν θείαν διοικεῖν πρόνοιαν πέπεισται ἡ ἀγάπη.

Such too are Plato's words in the Republic: that even if the just man is racked and has his eyes dug out, he will be happy. So the one who knows will never have his end lying in fortune; but being happy and blessed and a royal friend of God will rest with him. And even if someone surrounds him with dishonor, exile, confiscation, and above all death, he will never be torn away from his freedom and his most sovereign love for God, which “bears all things and endures all things.” Love is persuaded that divine providence governs all things well.

4.7.53Stählin 2:272–273

παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, φησίν. ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβον διδασκαλία, διʼ ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, διʼ ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα. Ἕλληνες γὰρ οὐκ οἶδʼ ὅπως ἀνάγκῃ δεδωκότες ἀλόγῳ τὰ συμβαίνοντα ἄκοντες πείθεσθαι ὁμολογοῦσιν. ὁ γοῦν Εὐριπίδης λέγει· ἅ γʼ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα, αὐτός τε θνῄσκει. καὶ τάδʼ ἄχθονται βροτοί. εἶτα ἐπιφέρει· ταῦτα δεῖ στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν· οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.

“I urge you, then, be imitators of me,” he says. The first step of salvation, then, is instruction with fear, through which we abstain from injustice; the second is hope, through which we desire the best things; and love perfects, as is fitting, now training in the way of knowledge. The Greeks, I do not know how, having handed what happens over to irrational necessity, confess that they obey it unwillingly. Euripides, at any rate, says: “Accept from me, woman, what I advise. No mortal was ever born who does not toil; he buries children and begets other new ones, and dies himself. And mortals are grieved at this.” Then he adds: “We must bear what must by nature be passed through; nothing necessary is terrible for mortals.”

4.7.54Stählin 2:273

Πρόκειται δὲ τοῖς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἁγία τριάς, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. ἀμέλει πάντα ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν, ἀλλʼ οὐ πάντα οἰκοδομεῖ, φησὶν ὁ ἀπόστολος. καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου, ὡς ποιεῖν ὁμοῦ καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα. ὅτι μὲν γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ὡμολόγηται, ἀλλʼ ἡ συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ κυρίου.

Set before those who hasten to perfection is rational knowledge, whose foundation is the holy triad, faith, hope, love; “but the greatest of these is love.” Indeed, “all things are lawful, but not all things are profitable; all things are lawful, but not all things build up,” says the apostle. “And let no one seek his own good only, but also that of the other,” so as to be able both to do and to teach, building up and building upon. For that “the earth is the Lord's and its fullness” is agreed; but the conscience of the weak is supported. “Conscience, I say, not your own, but the other's. For why is my freedom judged by another's conscience? If I partake with thanksgiving, why am I blasphemed for what I give thanks for? So whether you eat or drink or do anything, do all to the glory of God.” “For walking in the flesh we do not wage war according to the flesh; for the weapons of our warfare are not fleshly, but powerful before God for the pulling down of strongholds, pulling down reasonings and every height raised up against the knowledge of the Lord.”

4.7.55Stählin 2:273–274

τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σὲ ἀγάπην· ὁθούνεκʼ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δʼ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει. ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε, οἱ ἐν σώματι ἔτι ὄντες, καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοι·

Armed with these weapons, the one who knows says: “O Lord, give me the occasion and receive the proof; let this terror come; I despise dangers because of my love for you.” “Since virtue alone among human things does not take its rewards from outside, but has itself as the prize of its toils.” “Put on, then, as God's chosen ones, holy and beloved, a heart of compassion, kindness, humility, gentleness, patience; and above all these, love, which is the bond of perfection. And let the peace of Christ rule in your hearts, to which you were called in one body; and be thankful,” you who are still in the body, as the righteous of old, reaping freedom from passion and calm of soul.

Miscellanies 4, chapter 8

4.8.56Stählin 2:274

ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων ἀντέσχεν πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἳ μὲν Νέαρχον, οἳ δὲ Δημύλον προσαγορεύουσιν. ὁμοίως δὲ καὶ Θεόδοτος ὁ Πυθαγόρειος ἐποίησεν καὶ Πραΰλος ὁ Λακύδου γνώριμος, ὥς φησι Τιμόθεος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. ἀλλὰ καὶ Πόστουμος ὁ Ῥωμαῖος ληφθεὶς ὑπὸ Πευκετίωνος οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν, ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστήματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ πτίσσε ἐπιβοῶντος τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο.

For not only did the … and the Macedonians and Spartans endure when racked, as Eratosthenes says in his work On Good and Evil Things; but also Zeno of Elea, forced to reveal some secret, held out against the tortures, confessing nothing, and even at his death bit off his tongue and spat it at the tyrant, whom some call Nearchus and others Demylus. Theodotus the Pythagorean did likewise, and Praylus, the pupil of Lacydes, as Timotheus of Pergamum says in his work On the Courage of Philosophers, and Achaicus in his Ethics. And Postumus the Roman, captured by Peucetion, not only did not reveal any of the secrets, but also, placing his hand on the fire, melted it like bronze with a completely unmoved composure. For I pass over the words of Anaxarchus, who cried out, “Pound the bag of Anaxarchus; for you do not pound Anaxarchus,” when he was being pounded with iron pestles by the tyrant.

4.8.57Stählin 2:274

Οὔτʼ οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθʼ ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτὴν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατʼ ἔτος. ὁ δὲ Ζάμολξις ἦν τῶν Πυθαγόρου γνωρίμων.

Neither, then, the hope of happiness nor love toward God is vexed at what befalls, but remains free; even if it falls among the most savage beasts, or into the all-devouring fire, or is killed by tyrants' tortures, hanging on the divine friendship, it moves about above unenslaved, having handed over the body to those who can lay hold of that alone. The Getae, a barbarian nation not without a taste of philosophy, choose each year an envoy to the hero Zamolxis. And Zamolxis was one of Pythagoras's pupils.

4.8.58Stählin 2:274–275

ἀποσφάττεται οὖν ὁ δοκιμώτατος κριθεὶς ἀνιωμένων τῶν φιλοσοφησάντων μέν, οὐχ αἱρεθέντων δέ, ὡς ἀποδεδοκιμασμένων εὐδαίμονος ὑπηρεσίας. μεστὴ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρʼ ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων. ἔξεστι γὰρ τῷ καθʼ ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον κἂν γυνή· κοινὴ γὰρ ἁπάντων τῶν ἀνθρώπων τῶν γε ἑλομένων ἡ σωφροσύνη· ὡμολόγηται δʼ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν.

The one judged most approved is slain, while those who practiced philosophy but were not chosen are grieved, as though rejected from a happy service. The whole church, then, is full of those, men and likewise self-restrained women, who have practiced throughout their life the life-giving death for Christ. For the one who lives as we do may philosophize even without letters, whether barbarian or Greek, slave or old man, child or woman. For self-restraint is common to all human beings who choose it; and we have agreed that the same nature in each race has the same virtue.

4.8.59Stählin 2:275

οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχειν ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλʼ ἢ τὴν αὐτήν, ὥστε καὶ τὴν ἀρετήν. εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, ἆρʼ ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν. σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν· πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, διʼ ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν· τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθὸ θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος· εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, τὰ αὐτὰ ἂν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν.

The woman, then, does not appear to have one nature with respect to humanity and the man another, but the same, and so the same virtue too. If the virtue of a man is self-restraint, of course, and justice, and whatever are thought to follow from these, is it fitting for a man alone to be virtuous, and for a woman to be licentious and unjust? It is unseemly even to say so. Self-restraint, then, and justice and all other virtue must be cultivated alike by woman and by man, by free and slave, since it happens that the same nature has one and the same virtue. We do not say that the nature of the female is the same as that of the male insofar as she is female; for there must surely be some difference belonging to each of them, by which one is female and the other male. Pregnancy and childbirth, at any rate, we say belong to the woman insofar as she is female, not insofar as she is human; if there were no difference between man and woman, each would do and experience the same things.

4.8.60Stählin 2:275–276

ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, κατὰ ψυχήν, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν· ᾗ δὲ διάφορον, κατὰ τὴν σώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ τὴν οἰκουρίαν, θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ. ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν, οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν ἂν εἶναι καὶ πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν· λέγω δέ· πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή· ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα οὖν ἀντίκειται οὐχ ὡς κακὸν ἀγαθῷ, ἀλλʼ ὡς συμφερόντως μαχόμενα. ἐπιφέρει γοῦν·

Insofar, then, as she is the same, in soul, she will attain the same virtue; insofar as she differs, in the particularity of the body, she is for childbearing and housekeeping. “For I want you to know,” says the apostle, “that the head of every man is Christ, and the head of the woman is the man. For man is not from woman, but woman from man. Nevertheless in the Lord neither is woman without man nor man without woman.” For as we say that the man must be self-restrained and superior to pleasures, so we would think it right that the woman too be self-restrained and practiced in fighting against pleasures. “I say, walk by the Spirit, and you will not carry out the desire of the flesh,” the apostolic commandment counsels. “For the flesh desires against the Spirit, and the Spirit against the flesh.” These, then, are opposed not as evil to good, but as fighting beneficially. He adds, at any rate:

4.8.61Stählin 2:276

ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε. φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης. σάρκα, οἶμαι, τοὺς ἁμαρτωλούς, ὡς πνεῦμα τοὺς δικαίους εἴρηκεν. ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν θυμοῦ κρατοῦντας ἐρρωμένως. οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ ἀνδρείας ἀσκοῦμεν τὰς γυναῖκας, ὅπου γε καὶ τοὺς ἄνδρας εἰρηνικοὺς εἶναι βουλόμεθα.

“so that you may not do whatever you wish. Now the works of the flesh are evident, which are sexual immorality, impurity, licentiousness, idolatry, sorcery, enmities, strife, jealousy, fits of anger, rivalries, dissensions, heresies, envyings, drunkenness, carousing, and the like; of which I warn you, as I warned you before, that those who do such things will not inherit the kingdom of God. But the fruit of the Spirit is love, joy, peace, patience, kindness, self-control, goodness, faith, gentleness.” By flesh, I think, he meant sinners, as by spirit the righteous. Indeed, courage must be taken up for boldness and endurance, so as to turn the other cheek to the one who strikes, and to give up the tunic too to the one who takes the cloak, mastering anger strongly. For we do not train women, like some Amazons, in the courage of war, since we wish even men to be peaceful.

4.8.62Stählin 2:276–277

ἀκούω δʼ ἔγωγε καὶ Σαυρομάτιδας γυναῖκας πολέμῳ χρωμένας ἀνδρῶν οὐκ ἔλαττον, καὶ Σακίδας ἄλλας, αἳ τοξεύουσιν εἰς τοὐπίσω φεύγειν προσποιούμεναι τοῖς ἀνδράσιν ἐπʼ ἴσης. οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλʼ ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει. ἤδη γοῦν αἱ κύνες οὐδὲν ἔλαττον τῶν ἀρρένων καὶ οἰκουροῦσι καὶ θηρεύουσι καὶ τὰς ποίμνας φυλάττουσι. Κρῆσσα κύων ἐλάφοιο κατʼ ἴχνιον ἔδραμε Γοργώ. φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξὶν ἐμφερῶς τοῖς ἀνδράσι, κἂν βελτίους οἱ ἄρρενες τά τε πρῶτα ἐν πᾶσι φερόμενοι τυγχάνωσιν, ἐκτὸς εἰ μὴ καταμαλακισθεῖεν.

I hear that the Sarmatian women too make war no less than men, and the Sacian women too, who shoot backward while pretending to flee, equally with the men. I know too that the women near Iberia do men's work and labor, and even when they are about to give birth they neglect nothing of what must be done; often, in the very contest of labor, the woman gives birth, takes up the baby, and carries it home. Indeed female dogs, no less than male, guard the house, hunt, and watch the flocks: “Gorgo, the Cretan hound, ran on the track of the deer.” Women, then, must philosophize like men, even if men are better and hold the first place in all things, unless they have become effeminate.

4.8.63Stählin 2:277

ἀναγκαῖον οὖν σύμπαντι τῷ τῶν ἀνθρώπων γένει παιδεία τε καὶ ἀρετή, εἴ γε ἐπὶ τὴν εὐδαιμονίαν σπεύδοιεν. καί πως οὐ μάτην Εὐριπίδης ποικίλως γράφει· ποτὲ μὲν πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν· ποτὲ δὲ πᾶσα γὰρ δούλη ἐστὶν ἀνδρὸς ἡ σώφρων γυνή, ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόντα ὑπερφέρει. οὐ μὲν γὰρ κρεῖσσον καὶ ἄρειον ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν. εἰ δὲ κύριος κεφαλὴ τοῦ ἀνδρός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κύριος ὁ ἀνὴρ τῆς γυναικός, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων.

Education and virtue, then, are necessary for the whole human race, if they hasten toward happiness. And Euripides, not in vain, writes variously: at one time, “Every wife is worse than her husband, even if the worst man marries a woman of good repute”; at another, “Every self-restrained wife is her husband's slave, but the one who is not self-restrained, in her folly, surpasses her partner.” “For nothing is stronger and better than when a man and a woman keep house with like minds.” The head, then, is the ruling part. And if the Lord is the head of the man, and the man is the head of the woman, the man is lord of the woman, being the image and glory of God.

4.8.64Stählin 2:277

διὸ καὶ ἐν τῇ πρὸς Ἐφεσίους γράφει· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ· αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς ὁ σωτὴρ τοῦ σώματος. ἀλλʼ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν· οὕτω καὶ οἱ ἄνδρες ὀφείλουσιν ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν.

That is why he writes in the letter to the Ephesians: “Submitting to one another in the fear of God; wives to their own husbands as to the Lord, because the husband is head of the wife, as Christ too is head of the church, himself the Savior of the body. But as the church is subject to Christ, so also wives to their own husbands in everything. Husbands, love your wives, as Christ also loved the church. So husbands also ought to love their own wives as their own bodies. He who loves his own wife loves himself; for no one ever hated his own flesh.”

4.8.65Stählin 2:277–278

κἀν τῇ πρὸς Κολοσσαεῖς αἱ γυναῖκες φησίν, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνήκει ἐν κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστον τῷ κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον. καὶ πᾶν ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ δουλεύοντες καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε· ὁ γὰρ ἄδικος κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστι προσωποληψία. οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

And in the letter to the Colossians he says: “Wives, be subject to your husbands, as is fitting in the Lord. Husbands, love your wives and do not be harsh with them. Children, obey your parents in everything, for this is pleasing to the Lord. Fathers, do not provoke your children, lest they become discouraged. Slaves, obey in everything your masters according to the flesh, not with eye-service as people-pleasers, but in singleness of heart, fearing the Lord. And whatever you do, work at it from the soul, as serving the Lord and not men, knowing that from the Lord you will receive the reward of the inheritance; for you serve the Lord Christ. For the wrongdoer will receive back the wrong he has done, and there is no partiality. Masters, grant your slaves what is just and fair, knowing that you too have a Lord in heaven,” where there is neither Greek and Jew, circumcision and uncircumcision, barbarian, Scythian, slave, free, but Christ is all and in all.

4.8.66Stählin 2:278

εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ· ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, οὕτως καὶ ἡμεῖς. ἐπὶ πᾶσι δὲ τούτοις ἡ ἀγάπη, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.

The earthly church is an image of the heavenly, which is why we pray that God's will may be done on earth as in heaven. “Having put on a heart of compassion, kindness, humility, gentleness, patience, bearing with one another and forgiving each other, if anyone has a complaint against another; as Christ forgave us, so also we. And above all these, love, which is the bond of perfection. And let the peace of Christ rule in your hearts, to which you were called in one body; and be thankful.” For nothing prevents citing the same Scripture often to shame Marcion, in case he should be persuaded and change, learning that the believer must be thankful to God the Creator, who called us and proclaimed the gospel to us in the body.

4.8.67Stählin 2:278

Σαφῶς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή. ναὶ μὴν καὶ ἐλεύθερος, κἂν πρὸς τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδʼ ὁπωστιοῦν· οὐδὲ ἀπαυδήσει ποτὲ ἡ μὲν γυνὴ φαύλῳ συνοικοῦσα ἀνδρί, ὁ δὲ υἱὸς ἐὰν φαῦλον ἔχῃ πατέρα ἢ πονηρὸν δεσπότην ὁ οἰκέτης, τῆς ἀρετῆς ἐχόμενοι γενναίως· ἀλλʼ ὡς ἀνδρὶ ἀποθνῄσκειν καλὸν ὑπέρ τε ἀρετῆς ὑπέρ τε ἐλευθερίας ὑπέρ τε ἑαυτοῦ, ὡσαύτως καὶ γυναικί· οὐ γὰρ τῆς τῶν ἀρρένων φύσεως τοῦτο ἴδιον, ἀλλὰ τῆς τῶν ἀγαθῶν.

From these things the unity that comes from faith and who is the perfect one have been clearly shown to us; so that even if some are unwilling and oppose it in most things, even if punishments are threatened by the husband or by the master, the household slave and the wife will philosophize. Indeed the free man too, even if death is threatened by a tyrant, even if he is dragged into court and into the utmost dangers and is in danger of losing all his property, will not abstain from godliness in any way. Nor will the wife ever give up, living with a bad husband, nor the son if he has a bad father, nor the slave a wicked master, holding nobly to virtue. But as it is good for a man to die for virtue, for freedom, and for himself, so also for a woman; for this belongs not to the nature of males but to that of the good.

4.8.68Stählin 2:278–279

πιστῶς οὖν καὶ ὁ πρεσβύτης καὶ ὁ νέος καὶ ὁ οἰκέτης ὑπακούων ταῖς ἐντολαῖς βιώσεταί τε καί, ἐὰν δέῃ, τεθνήξεται, ὅπερ ἂν εἴη διὰ θανάτου ζωοποιηθῆναι. ἴσμεν γοῦν καὶ παῖδας καὶ οἰκέτας καὶ γυναῖκας πολλάκις ἀκόντων πατέρων καὶ δεσποτῶν καὶ ἀνδρῶν βελτίστους γεγονέναι. οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἴργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων βουλευμάτων. οὐ γὰρ οἶμαι σύγκρισιν ἐπιδέχεσθαι πότερον ἄμεινον θιασώτην γενέσθαι τοῦ παντοκράτορος ἢ τὸ τῶν δαιμόνων ἑλέσθαι σκότος. τὰ μὲν γὰρ ἄλλων ἕνεκα πραττόμενα ἡμῖν ἑκάστοτε πράξαιμεν ἂν εἰς ἐκείνους ἀποβλέπειν πειρώμενοι, ὧν ἕνεκα γίνεσθαι δοκεῖ, μέτρον ἡγούμενοι τοῦτο τὸ ἐν ἐκείνοις κεχαρισμένον· ἃ δὲ αὑτῶν μᾶλλον ἤ τινων ἑτέρων, ταῦτα ἂν ἡμῖν γίγνοιτο μετὰ τῆς ἴσης σπουδῆς, ἐάν τε ἀρέσκειν τισὶ δοκῇ ἐάν τε καὶ μή.

Faithfully, then, both the old man, the young man, and the slave, obeying the commandments, will live and, if need be, die, which would be to be made alive through death. We know, at any rate, that children, slaves, and wives have often become excellent against the will of fathers, masters, and husbands. So those who are going to live godly lives must not be less eager when some seem to hinder them; rather, I think, it is much more fitting to hasten and contend especially, so as not to be overcome and fall away from the best and most necessary resolutions. For I do not think it admits comparison, whether it is better to become a devotee of the Almighty or to choose the darkness of demons. For what we do for the sake of others we would do each time trying to look to those for whose sake it seems to be done, considering what pleases them the measure; but what is done for our own sake more than for others', we would do with equal eagerness, whether it seems to please some or not.

4.8.69Stählin 2:279

εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή. καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφων· μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαίνειν. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτʼ εἶναι τὴν ὥραν. ὥστε φιλοσοφητέον καὶ νεωτέρῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων.

If, then, some indifferent things have obtained such honor that they seem choiceworthy even against some people's will, much more must virtue be considered worth fighting for, looking to nothing else than what can be done well, whether it seems otherwise to some or not. Well, then, did Epicurus write to Menoeceus: “Let no one delay philosophizing while young, nor grow weary of philosophizing when old. For no one is too early or too late for the health of the soul. The one who says that the time for philosophizing has not yet come or has passed is like one who says that the time for happiness has not yet come or is no longer. So both young and old must philosophize: the one so that, growing old, he may be young in good things by gratitude for what has been; the other so that he may be at once young and old by fearlessness of what is to come.”

Miscellanies 4, chapter 9

4.9.70Stählin 2:279–280

Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· τὸν δὲ ἀρνησάμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνήσομαι αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων. ὃς γὰρ ἂν ἐπαισχυνθῇ με ἢ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. πᾶς οὖν ὅστις ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅταν δὲ φέρωσιν ὑμᾶς εἰς τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ προμεριμνᾶτε πῶς ἀπολογηθῆτε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ τί δεῖ εἰπεῖν.

About martyrdom the Lord has spoken plainly; and let us put together what is written in different places. “And I say to you, everyone who confesses in me before men, the Son of Man will also confess in him before the angels of God; but whoever denies me before men, I will deny him before the angels.” “For whoever is ashamed of me or of my words in this adulterous and sinful generation, the Son of Man will also be ashamed of him, when he comes in the glory of his Father with his angels.” “Everyone, then, who confesses in me before men, I too will confess in him before my Father in heaven.” “And when they bring you into the synagogues and before the rulers and authorities, do not be anxious beforehand how to defend yourselves or what to say; for the Holy Spirit will teach you in that very hour what you must say.”

4.9.71Stählin 2:280

Τοῦτον ἐξηγούμενος τὸν τόπον Ἡρακλέων ὁ τῆς Οὐαλεντίνου σχολῆς δοκιμώτατος κατὰ λέξιν φησὶν ὁμολογίαν εἶναι τὴν μὲν ἐν πίστει καὶ πολιτείᾳ, τὴν δὲ ἐν φωνῇ. ἡ μὲν οὖν ἐν φωνῇ ὁμολογία καὶ ἐπὶ τῶν ἐξουσιῶν γίνεται, ἣν μόνην, φησίν, ὁμολογίαν ἡγοῦνται εἶναι οἱ πολλοὶ οὐχ ὑγιῶς, δύνανται δὲ ταύτην τὴν ὁμολογίαν καὶ οἱ ὑποκριταὶ ὁμολογεῖν. ἀλλʼ οὐδʼ εὑρεθήσεται οὗτος ὁ λόγος καθολικῶς εἰρημένος· οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ ἐξῆλθον, ἐξ ὧν Ματθαῖος, Φίλιππος, Θωμᾶς, Λευῒς καὶ ἄλλοι πολλοί. καὶ ἔστιν ἡ διὰ τῆς φωνῆς ὁμολογία οὐ καθολική, ἀλλὰ μερική. καθολικὴ δὲ ἣν νῦν λέγει, ἡ ἐν ἔργοις καὶ πράξεσι καταλλήλοις τῆς εἰς αὐτὸν πίστεως. ἕπεται δὲ ταύτῃ τῇ ὁμολογίᾳ καὶ ἡ μερικὴ ἡ ἐπὶ τῶν ἐξουσιῶν, ἐὰν δέῃ καὶ ὁ λόγος αἱρῇ. ὁμολογήσει γὰρ οὗτος καὶ τῇ φωνῇ, ὀρθῶς προομολογήσας πρότερον τῇ διαθέσει.

Heracleon, the most esteemed of the school of Valentinus, explaining this passage, says word for word: “Confession is of two kinds: one in faith and conduct, the other in voice. Confession in voice takes place also before the authorities, which alone,” he says, “most people wrongly consider to be confession; but hypocrites too can make this confession. But this saying will not be found to have been spoken universally; for not all who are saved made confession by voice and departed, among whom are Matthew, Philip, Thomas, Levi, and many others. And confession by voice is not universal but partial. The universal one is the one he now speaks of, in works and actions corresponding to faith in him. And the partial one before the authorities follows this confession, if it is necessary and reason requires. For this man will confess with his voice too, having rightly confessed before in his disposition.

4.9.72Stählin 2:280–281

καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων ›ἐν ἐμοὶ‹ εἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ ›ἐμὲ‹ προσέθηκεν. οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ἀρνοῦνται αὐτόν, τῇ πράξει μὴ ὁμολογοῦντες. μόνοι δʼ ἐν αὐτῷ ὁμολογοῦσιν οἱ ἐν τῇ κατʼ αὐτὸν ὁμολογίᾳ καὶ πράξει βιοῦντες, ἐν οἷς καὶ αὐτὸς ὁμολογεῖ ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ. οὐ γὰρ εἶπεν ›ὃς ἀρνήσηται ἐν ἐμοί‹, ἀλλʼ ›ἐμέ‹· οὐδεὶς γάρ ποτε ὢν ἐν αὐτῷ ἀρνεῖται αὐτόν. τὸ δὲ ›ἔμπροσθεν τῶν ἀνθρώπων, ‹ καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρʼ οἷς μὲν καὶ τῇ πολιτείᾳ, παρʼ οἷς δὲ καὶ τῇ φωνῇ. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ.

And he said well of those who confess, ‘in me,’ but of those who deny he added ‘me.’ For these, even if they confess him with their voice, deny him, not confessing him by their action. Only those confess in him who live in the confession and action that accord with him, in whom he too confesses, having laid hold of them and being held by them. That is why they can never deny him; but those deny him who are not in him. For he did not say, ‘whoever denies in me,’ but ‘me’; for no one who is in him ever denies him. And ‘before men’ means both the saved and the Gentiles alike: before some by conduct, before others also by voice. That is why they can never deny him; but those deny him who are not in him.”

4.9.73Stählin 2:281

Ταῦτα μὲν ὁ Ἡρακλέων· καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι ἀπὸ διαθέσεως πεπιστευκέναι φαίνονται· διάθεσις δὲ ὁμολογουμένη καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένη ὑφʼ ἓν ἁπάντων τῶν παθῶν, ἃ δὴ διὰ τῆς σωματικῆς ἐπιθυμίας ἐγεννᾶτο, ἀποκοπὴν ποιεῖται· ἔστι γὰρ ὡς ἔπος εἰπεῖν ἐπὶ τέλει τοῦ βίου ἀθρόα κατὰ τὴν πρᾶξιν μετάνοια καὶ ἀληθὴς εἰς Χριστὸν ὁμολογία ἐπιμαρτυρούσης τῆς φωνῆς. εἰ δὲ τὸ πνεῦμα τοῦ πατρὸς ἐν ἡμῖν μαρτυρεῖ, πῶς ἔτι ὑποκριταί, οὓς φωνῇ μόνῃ μαρτυρεῖν εἴρηκεν; δοθήσεται δέ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διά τε τῆς μαρτυρίας διά τε τῆς ἀπολογίας ὠφελῶνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατʼ ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπʼ ἐκπλήξεως κατεχόμενοι.

So far Heracleon. In other respects he seems to agree with us on this passage; but he did not notice this: that even if some did not confess Christ before men by action and life, yet by confessing with the voice in courts, and not denying him even when tortured to death, they show that they believed from the disposition. And a disposition that is confessed, especially one not turned aside even by death, makes a cutting off at once of all the passions that were begotten through bodily desire. For there is, so to speak, at the end of life a sudden repentance in action, and a true confession toward Christ, the voice bearing witness to it. And if the Spirit of the Father bears witness in us, how are they still hypocrites, those whom he said bear witness with the voice alone? And it will be given to some, if it is profitable, to make a defense, so that through both the witness and the defense all may be helped: those in the church strengthened, those from the Gentiles who have inquired into salvation marveling and led to faith, and the rest held by amazement.

4.9.74Stählin 2:281

ὥστε τὸ ὁμολογεῖν ἐκ παντὸς δεῖ, ἐφʼ ἡμῖν γάρ, ἀπολογεῖσθαι δὲ οὐκ ἐκ παντός, οὐ γὰρ καὶ τοῦτο ἐφʼ ἡμῖν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ἐπεὶ τίς οὐκ ἂν τῶν εὖ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλʼ οὐ δουλεύειν ἕλοιτο; θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν. ἔοικεν οὖν τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. αὐτίκα ὁ Ποιμήν φησιν· ἐκφεύξεσθε τὴν ἐνέργειαν τοῦ ἀγρίου θηρίου, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος. ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς λέγει σινιάσαι· ἐγὼ δὲ παρῃτησάμην.

So confessing is necessary in every case, for it rests with us; but making a defense is not in every case, for this does not rest with us. “And the one who endures to the end will be saved.” For who of the right-minded would not choose to reign in God rather than to serve? Some, then, “confess that they know God,” according to the apostle, “but deny him by their works, being abominable and disobedient and unfit for any good work.” But others, even if they confess only this, have accomplished one good work at the end. Martyrdom, then, seems to be a purification of sins with glory. The Shepherd, for example, says: “You will escape the working of the wild beast, if your heart becomes pure and blameless.” And the Lord himself says: “Satan has demanded to sift you; but I have interceded.”

4.9.75Stählin 2:281–282

πρῶτος τοίνυν ὁ κύριος διὰ τὴν τῶν ἐπιβουλευόντων αὐτῷ ἀνθρώπων καὶ τὴν τῶν ἀπίστων ἀποκάθαρσιν ἔπιεν τὸ ποτήριον· ὃν μιμούμενοι οἱ ἀπόστολοι ὡς ἂν τῷ ὄντι γνωστικοὶ καὶ τέλειοι ὑπὲρ τῶν ἐκκλησιῶν ἃς ἔπηξαν ἔπαθον. οὕτως οὖν καὶ οἱ κατʼ ἴχνος τὸ ἀποστολικὸν πορευόμενοι γνωστικοὶ ἀναμάρτητοί τε εἶναι ὀφείλουσι καὶ διʼ ἀγάπην τὴν πρὸς τὸν κύριον ἀγαπᾶν καὶ τὸν πλησίον, ἵνʼ, εἰ καλοίη περίστασις, ὑπὲρ ἐκκλησίας ἀσκανδάλιστοι τὰς θλίψεις ὑπομένοντες τὸ ποτήριον πίωσιν. ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον ὁμολογούντων τὴν σωτηρίαν. ἀλλʼ εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτὸν ἐπιδοὺς διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.

The Lord, then, first drank the cup for the purification of the men who plotted against him and of the unbelievers; imitating him, the apostles, as truly knowing and perfect, suffered for the churches they founded. So also those who, knowing, walk in the apostolic footsteps must be sinless and, through love for the Lord, love their neighbor too, so that, if circumstances call, they may drink the cup for the church, enduring afflictions without offense. And those who bear witness by deed throughout life and by word in court, whether awaiting hope or fearing, are better than those who confess salvation with the mouth only. But if someone rises further, to love, he is truly blessed and a genuine martyr, having confessed perfectly both to the commandments and to God through the Lord, whom, having loved, he recognized as brother, giving himself wholly for love of God, as though gratefully and lovingly returning a deposit, the man that was demanded.

Miscellanies 4, chapter 10

4.10.76Stählin 2:282

Ἐπὰν δʼ ἔμπαλιν εἴπῃ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, οὐχ ὡς κακὸν ὂν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδʼ ὡς θάνατον φοβουμένους διὰ φυγῆς ἐκκλίνειν προστάττει τοῦτον· βούλεται δὲ ἡμᾶς μηδενὶ αἰτίους μηδὲ συναιτίους κακοῦ τινος γίνεσθαι, σφίσιν τε αὐτοῖς πρὸς δὲ καὶ τῷ διώκοντι καὶ τῷ ἀναιροῦντι· τρόπον γάρ τινα παραγγέλλει αὐτὸν περιίστασθαι, ὁ δὲ παρακούων τολμηρὸς καὶ ῥιψοκίνδυνος.

When, again, he says, “When they persecute you in this city, flee to the other,” he does not advise flight as though being persecuted were evil, nor does he order us to avoid death through flight as though we feared it; but he wishes us to be the cause or joint cause of no evil to anyone, either to ourselves or to the persecutor and the killer. For in a way he commands us to keep clear of him; and the one who disobeys is rash and reckless.

4.10.77Stählin 2:282–283

εἰ δὲ ὁ ἀναιρῶν ἄνθρωπον θεοῦ εἰς θεὸν ἁμαρτάνει, καὶ τοῦ ἀποκτειννύντος αὐτὸν ἔνοχος καθίσταται ὁ ἑαυτὸν προσάγων τῷ δικαστηρίῳ· οὗτος δʼ ἂν εἴη ὁ μὴ περιστελλόμενος τὸν διωγμόν, ἁλώσιμον διὰ θράσος παρέχων ἑαυτόν. οὗτός ἐστι τὸ ὅσον ἐφʼ ἑαυτῷ ὁ συνεργὸς γινόμενος τῇ τοῦ διώκοντος πονηρίᾳ, εἰ δὲ καὶ προσερεθίζοι, τέλεον αἴτιος, ἐκκαλούμενος τὸ θηρίον. ὡς δʼ αὕτως κἂν αἰτίαν μάχης παράσχῃ τινὰ ἢ ζημίας ἢ ἔχθρας ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ. διὰ τοῦτʼ οὖν μηδενὸς ἀντέχεσθαι τῶν ἐν τῷ βίῳ προστέτακται ἡμῖν. ἀλλὰ καὶ τῷ αἴροντι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα προσδιδόναι, οὐχ ἵνα ἀπροσπαθεῖς διαμένωμεν μόνον, ἀλλʼ ὡς μὴ ἀντιποιούμενοι τοὺς ἐπιδικαζομένους ἐφʼ ἑαυτοὺς ἀγριαίνωμεν καὶ διʼ ἡμῶν ἐπὶ τὴν τοῦ ὀνόματος διακινῶμεν βλασφημίαν.

And if the one who kills a man of God sins against God, the one who presents himself to the court becomes guilty of the one who kills him; and such would be the one who does not avoid persecution, but by boldness offers himself to be caught. He, as far as it rests with him, becomes a fellow worker in the persecutor's wickedness; and if he also provokes him, he is wholly the cause, calling out the beast. Likewise, if he gives any cause for conflict, loss, enmity, or lawsuit, he has created an occasion for persecution. That is why we have been commanded to hold on to nothing in this life, but also to give the tunic to the one who takes the cloak, not only so that we may remain free from passion, but so that we may not, by laying claim, make those who sue us savage against us and through us stir them to blasphemy of the Name.

Miscellanies 4, chapter 11

4.11.78Stählin 2:283

Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατικοῖς περιπίπτειν ἡμᾶς τὸν κύριον βουληθῆναι, ἀλλὰ προφητικῶς τὰ συμβήσεσθαι μέλλοντα προειρηκέναι, ὡς διὰ τὸ ὄνομα αὐτοῦ διωχθησόμεθα, φονευθησόμεθα, ἀνασκινδυλευθησόμεθα. ὥστʼ οὐ διώκεσθαι ἠθέλησεν ἡμᾶς, ἀλλʼ ἃ πεισόμεθα προεμήνυσεν, διὰ τῆς τοῦ συμβήσεσθαι προαγορεύσεως εἰς καρτερίαν γυμνάσας, ᾗ τὴν κληρονομίαν ἐπηγγείλατο. καίτοι οὐ μόνοι, ἀλλὰ μετὰ πολλῶν κολαζόμεθα. ἀλλʼ ἐκεῖνοι, φασί, κακοῦργοι τυγχάνοντες δικαίως ὑπίσχουσι τὴν τιμωρίαν.

“Yes,” they say, “if God cares for you, why are you persecuted and killed? Or does he himself hand you over to this?” But we do not suppose that the Lord wished us to fall into these circumstances, but that he foretold prophetically what was going to happen: that we would be persecuted for his name, killed, impaled. So he did not wish us to be persecuted, but made known beforehand what we will suffer, training us for endurance by foretelling what would happen, to which he promised the inheritance. And yet we are not punished alone, but with many. “But those,” they say, “being criminals, justly undergo punishment.”

4.11.79Stählin 2:283

ἄκοντες οὖν μαρτυροῦσιν ἡμῖν τὴν δικαιοσύνην τοῖς διὰ δικαιοσύνην ἀδίκως κολαζομένοις. ἀλλʼ οὐδὲ τὸ ἄδικον τοῦ δικαστοῦ τῆς προνοίας ἅπτεται· δεῖ γὰρ κύριον εἶναι τὸν κριτὴν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὀργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα. δοκιμάζεται γοῦν ἐν ᾧ κρίνει καθάπερ καὶ ἡμεῖς κατά τε τὴν τῶν αἱρετῶν ἐκλογὴν κατά τε τὴν ὑπομονήν· κἂν μὴ ἀδικῶμεν, ἀλλʼ ὡς ἀδικοῦσιν ἡμῖν ὁ δικαστὴς ἀφορᾷ· οὐ γὰρ οἶδεν τὰ καθʼ ἡμᾶς οὐδὲ θέλει μαθεῖν, προλήψει δὲ συναπάγεται κενῇ, διὸ καὶ κρίνεται. διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλʼ αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.

Unwillingly, then, they bear witness to our righteousness, we who are unjustly punished for righteousness. But the injustice of the judge does not touch providence either; for the judge must be master of his own judgment, not pulled by strings like lifeless instruments, perhaps taking only occasions from the external cause. He is tested, at any rate, in how he judges, as we are in the choice of what is to be chosen and in endurance. And even if we do no wrong, the judge looks on us as wrongdoers; for he does not know our affairs nor wish to learn them, but is carried away by an empty prejudice; that is why he too is judged. They persecute us, then, not having found us unjust, but supposing that by the mere fact of being Christians we wrong life, both living so ourselves and urging others to choose the same life.

4.11.80Stählin 2:283–284

Διὰ τί δὲ οὐ βοηθεῖσθε διωκόμενοι; φασί. τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτούς, θανάτῳ ἀπολυόμενοι πρὸς τὸν κύριον καὶ καθάπερ ἡλικίας μεταβολήν, οὕτω δὲ καὶ βίου ἐναλλαγὴν ὑπομένοντες; εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς ταχείας ἀποδημίας παρεσχημένοις, εἰ διʼ ἀγάπην μαρτυροῖμεν· εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς, εἰ ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, ἐκλογὴ δὲ οὐκ ἂν ἦν. ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, φῶς οὖσα τοῦ κόσμου, ἐλέγχει τὴν ἀπιστίαν. ἐμὲ μὲν γὰρ Ἄνυτός τε καὶ Μέλητος ἀποκτείνειεν μέντʼ ἄν, βλάψειεν δʼ ἂν οὐδʼ ὁπωστιοῦν· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι τὸ ἄμεινον πρὸς τοῦ χείρονος βλάπτεσθαι. ὥστε θαρροῦντα ἡμῶν ἕκαστον λέγειν· κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.

“Why, then, are you not helped when persecuted?” they say. What wrong, indeed, are we done as regards ourselves, being released by death to the Lord and undergoing a change of life as a change of age? If we are right-minded, we will be grateful to those who provided the occasion of a swift departure, if we bear witness out of love. If we did not seem to the many to be bad men, and if they too knew the truth, all would rush onto the road, and there would be no election. But our faith, being the light of the world, convicts unbelief. “For Anytus and Meletus might indeed kill me, but they could not harm me in any way; for I do not think it lawful for the better to be harmed by the worse.” So each of us may say boldly: “The Lord is my helper; I will not fear; what will man do to me?” “For the souls of the righteous are in the hand of God, and no torment will touch them.”

Miscellanies 4, chapter 12

4.12.81Stählin 2:284

Βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς λεγομέναις θλίψεσιν, ἤτοι ἡμαρτηκότες ἐν ἄλλοις λανθάνοντες πταίσμασιν εἰς τοῦτο ἄγονται τὸ ἀγαθόν, χρηστότητι τοῦ περιάγοντος ἄλλα ἐξ ἄλλων ὄντως ἐγκαλούμενοι, ἵνα μὴ ὡς κατάδικοι ἐπὶ κακοῖς ὁμολογουμένοις πάθωσι, μηδὲ λοιδορούμενοι ὡς ὁ μοιχὸς ἢ ὁ φονεύς, ἀλλʼ ὅτι Χριστιανοὶ † πεφυκότες, ὅπερ αὐτοὺς παρηγορήσει μηδὲ πάσχειν δοκεῖν· κἂν μὴ ἡμαρτηκὼς δʼ ὅλως τις ἐπὶ τὸ παθεῖν γένηται, σπάνιον μέν, ἀλλʼ οὐδὲ οὗτος κατʼ ἐπιβουλὴν δυνάμεώς τι πείσεται, ἀλλὰ πείσεται ὡς ἔπασχε καὶ τὸ νήπιον τὸ δοκοῦν οὐχ ἡμαρτηκέναι.

Basilides, in the twenty-third book of his Exegetica, says this in these very words about those punished in martyrdom: “For I say that all who fall under the so-called afflictions have either sinned in other offenses without being found out and are brought to this good by the kindness of the one who leads them about, being in fact accused of other things, so that they may not suffer as condemned for acknowledged crimes, nor be reviled as the adulterer or the murderer, but because they are … Christians; which will comfort them so that they do not even seem to suffer. And even if someone who has not sinned at all comes to suffering, which is rare, not even he will suffer anything through the plotting of some power, but he will suffer as the infant too suffers, who seems not to have sinned.”

4.12.82Stählin 2:284

εἶθʼ ὑποβὰς πάλιν ἐπιφέρει· ὡς οὖν τὸ νήπιον οὐ προημαρτηκὸς ἢ ἐνεργῶς μὲν οὐχ ἡμαρτηκὸς οὐδέν, ἐν ἑαυτῷ τῷ δὲ τὸ ἁμαρτῆσαι ἔχον, ἐπὰν ὑποβληθῇ τῷ παθεῖν, εὐεργετεῖται τε, πολλὰ κερδαῖνον δύσκολα, οὑτωσὶ δὴ κἂν τέλειος μηδὲν ἡμαρτηκὼς ἔργῳ τύχῃ, δέ, ἃν πάθῃ, τοῦτο ἔπαθεν ἐμφερῶς τῷ νηπίῳ· ἔχων μὲν γὰρ ἐν ἑαυτῷ τὸ ἁμαρτητικόν, ἀφορμὴν δὲ πρὸς τὸ ἡμαρτηκέναι μὴ λαβὼν οὐχ ἡμάρτανεν. ὥστʼ οὐκ αὐτῷ τὸ μὴ ἁμαρτῆσαι λογιστέον. ὡς γὰρ ὁ μοιχεῦσαι θέλων μοιχός ἐστι, κἂν τοῦ μοιχεῦσαι μὴ ἐπιτύχῃ, καὶ ὁ ποιῆσαι φόνον θέλων ἀνδροφόνος ἐστί, κἂν μὴ δύνηται φονεῦσαι, οὑτωσὶ δὴ καὶ τὸν ἀναμάρτητον ὃν λέγω ἐὰν ἴδω πάσχοντα, κἂν μηδὲν ᾖ κακὸν πεπραχώς, κακὸν ἐρῶ τῷ θέλειν ἁμαρτάνειν. πάντʼ ἐρῶ γὰρ μᾶλλον ἢ κακὸν τὸ προνοοῦν ἐρῶ.

Then, going on, he adds again: “As, then, the infant, which has not sinned before, or has not actually sinned in anything, but has in itself the capacity to sin, is benefited when it is subjected to suffering, gaining many hard things; so, even if a perfect man happens to have sinned in nothing by deed, but suffers, he has suffered this like the infant: having in himself the sinful element, but not having received an occasion for sinning, he did not sin. So not sinning is not to be reckoned to him. For as the one who wishes to commit adultery is an adulterer even if he does not succeed in committing adultery, and the one who wishes to commit murder is a murderer even if he cannot murder, so too, if I see the sinless one I speak of suffering, even if he has done nothing evil, I will call him evil because of his wish to sin. For I will say anything rather than call providence evil.”

4.12.83Stählin 2:284–285

εἶθʼ ὑποβὰς καὶ περὶ τοῦ κυρίου ἄντικρυς ὡς περὶ ἀνθρώπου λέγει· ἐὰν μέντοι παραλιπὼν τούτους ἅπαντας τοὺς λόγους ἔλθῃς ἐπὶ τὸ δυσωπεῖν με διὰ προσώπων τινῶν, εἰ τύχοι, λέγων, ὁ δεῖνα οὖν ἥμαρτεν, ἔπαθεν γὰρ ὁ δεῖνα, ἐὰν μὲν ἐπιτρέπῃς, ἐρῶ, οὐχ ἥμαρτεν μέν, ὅμοιος δὲ ἦν τῷ πάσχοντι νηπίῳ· εἰ μέντοι σφοδρότερον ἐκβιάσαιο τὸν λόγον, ἐρῶ, ἄνθρωπον ὅντινʼ ἂν ὀνομάσῃς ἄνθρωπον εἶναι, δίκαιον δὲ τὸν θεόν. καθαρὸς γὰρ οὐδείς, ὥσπερ εἶπέ τις, ἀπὸ ῥύπου. ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτὴν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει. καὶ πῶς τοῦτο ἀληθὲς ἐφʼ ἡμῖν κειμένου τοῦ ὁμολογῆσαι καὶ κολασθῆναι ἢ μή; λύεται γὰρ ἐπὶ τοῦ ἀρνησομένου ἡ κατὰ τὸν Βασιλείδην πρόνοια.

Then, going on, he speaks even about the Lord plainly as about a man: “If, however, leaving all these arguments, you come to shame me by pointing to certain persons, saying, for instance, ‘So-and-so, then, sinned, for so-and-so suffered,’ I will say, if you allow me, that he did not sin, but was like the suffering infant; but if you press the argument more forcefully, I will say that whatever man you name is a man, but God is righteous. For no one is pure from filth,” as someone said. But Basilides' hypothesis says that the soul, having sinned beforehand in another life, undergoes punishment here: the elect honorably through martyrdom, the other purified by an appropriate punishment. And how is this true, when confessing and being punished, or not, rests with us? For in the case of one who will deny, Basilides' providence is undone.

4.12.84Stählin 2:285

ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οὔ. ἀρνούμενος γὰρ οὐ κολασθήσεται. εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθῆναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων προσμαρτυρήσει. πῶς δὲ ἔτι μισθὸς ὁ ἐνδοξότατος ἐν οὐρανῷ ἀπόκειται τῷ μαρτυρήσαντι διὰ τὸ μαρτυρῆσαι; εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἐλθεῖν, ἄδικος γίνεται κατʼ ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένη, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένη, τοῦ μὲν ποιήσαντος διʼ ὧν ἐβουλήθη, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης τὸν ἁμαρτητικόν.

I ask him, then, about the confessor who has been arrested: will he bear witness and be punished according to providence, or not? For if he denies, he will not be punished. And if he says from the outcome that this man did not need to be punished, he will unwillingly bear witness that the destruction of those who deny comes from providence. And how is the most glorious reward still laid up in heaven for the martyr because of his martyrdom? And if providence did not allow the sinful man to come to sinning, it becomes unjust on both counts: in not rescuing the one dragged to punishment for righteousness, and in rescuing the one who wished to do wrong; he having done what he willed, and providence having hindered the deed and unjustly protecting the sinful man.

4.12.85Stählin 2:285–286

πῶς δὲ οὐκ ἄθεος θειάζων μὲν τὸν διάβολον, ἄνθρωπον δὲ ἁμαρτητικὸν τολμήσας εἰπεῖν τὸν κύριον; πειράζει γὰρ ὁ διάβολος εἰδὼς μὲν ὅ ἐσμεν, οὐκ εἰδὼς δὲ εἰ ὑπομενοῦμεν· ἀλλὰ ἀποσεῖσαι τῆς πίστεως ἡμᾶς βουλόμενος καὶ ὑπάγεσθαι ἑαυτῷ πειράζει, ὅπερ καὶ μόνον ἐπιτέτραπται αὐτῷ διά τε τὸ ἡμᾶς ἐξ ἑαυτῶν σῴζεσθαι δεῖν, ἀφορμὰς παρὰ τῆς ἐντολῆς εἰληφότας, διά τε τὸν καταισχυμμὸν τοῦ πειράσαντος καὶ ἀποτυχόντος διά τε τὴν ἰσχυροποίησιν τῶν κατὰ τὴν ἐκκλησίαν διά τε τὴν συνείδησιν τῶν θαυμασάντων τὴν ὑπομονήν. εἰ δὲ τὸ μαρτύριον ἀνταπόδοσις διὰ κολάσεως, καὶ ἡ πίστις καὶ ἡ διδασκαλία, διʼ ἃς τὸ μαρτύριον· συνεργοὶ ἄρα αὗται κολάσεως, ἧς τίς ἂν ἄλλη μείζων ἀπέμφασις γένοιτο; ἀλλὰ πρὸς μὲν τὰ δόγματα ἐκεῖνα, εἰ μετενσωματοῦται ἡ ψυχή, καὶ περὶ τοῦ διαβόλου κατὰ τοὺς οἰκείους λεχθήσεται καιρούς, νυνὶ δὲ τοῖς εἰρημένοις καὶ ταῦτα προσθῶμεν· ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταπόδοσιν τῶν προημαρτημένων τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ ὑπομένουσα, ποῦ δὲ ἔπαινος ὁμολογήσαντος ἢ ψόγος ἀρνησαμένου, εἰς τί δὲ ἔτι χρησίμη ἡ πολιτεία ἡ ὀρθή, τὸ νεκρῶσαι τὰς ἐπιθυμίας καὶ μηδὲν τῶν κτισμάτων μισεῖν;

And how is he not godless, deifying the devil and daring to call the Lord a sinful man? For the devil tempts, knowing what we are, but not knowing whether we will endure; but wishing to shake us from the faith and bring us under himself, he tempts. This alone has been permitted him, both because we must be saved by ourselves, having received starting points from the commandment, and for the shame of the tempter who fails, and for the strengthening of those in the church, and for the conscience of those who marvel at the endurance. But if martyrdom is a requital through punishment, then faith and teaching too, because of which martyrdom comes, are fellow workers of punishment; what greater absurdity could there be? But against those doctrines, whether the soul is reincarnated, and about the devil, we will speak at the proper times; now let us add this to what has been said: where is faith any longer, if martyrdom happens as requital for sins committed before? Where is love for God, persecuted and enduring for the truth? Where is praise of the one who confesses, or blame of the one who denies? And what use is right conduct any longer, putting desires to death and hating nothing created?

4.12.86Stählin 2:286

εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον τὸ μισεῖν μηδὲ ἕν, θελήματι τοῦ θεοῦ καὶ αἱ κολάσεις ἔσονται· ὅπερ ἀσεβὲς ἐννοεῖν. οὔτε γὰρ ὁ κύριος θελήματι ἔπαθεν τοῦ πατρὸς οὔθʼ οἱ διωκόμενοι βουλήσει τοῦ θεοῦ διώκονται, ἐπεὶ δυεῖν θάτερον, ἢ καλόν τι ἔσται διωγμὸς διὰ τὴν βούλησιν τοῦ θεοῦ, ἢ ἀθῷοι οἱ διατιθέντες καὶ θλίβοντες. ἀλλὰ μὴν οὐδὲν ἄνευ θελήματος τοῦ κυρίου τῶν ὅλων. λείπεται δὴ συντόμως φάναι τὰ τοιαῦτα συμβαίνειν μὴ κωλύσαντος τοῦ θεοῦ· τοῦτο γὰρ μόνον σῴζει καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ.

And if, as Basilides himself says, we take one part of what is called God's will to be having loved everything, because all things preserve a relation to the whole, another to desire nothing, and a third to hate nothing, then punishments too will be by God's will, which it is impious to think. For neither did the Lord suffer by the Father's will, nor are the persecuted persecuted by God's will; otherwise one of two things follows: either persecution will be something good because of God's will, or those who inflict and afflict are innocent. But nothing happens without the will of the Lord of the universe. It remains, then, to say briefly that such things happen because God does not prevent them; for this alone preserves both the providence and the goodness of God.

4.12.87Stählin 2:286

οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ τὰς ἡμῶν. αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλʼ ἐν ἁγιασμῷ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. διὰ τοῦτον οὖν τὸν ἁγιασμὸν ἡμῶν οὐκ ἐκωλύθη παθεῖν ὁ κύριος.

We must not think, then, that he causes the afflictions, far be it to think so; but we must be persuaded that he does not prevent those who cause them, and uses the enemies' daring deeds for good (“I will pull down the wall,” at any rate, he says, “and it will be for trampling”), such providence being an art of training, for others because of each one's own sins, but for the Lord and the apostles because of ours. For example, the divine apostle says: “For this is the will of God, your sanctification: that you abstain from sexual immorality; that each of you know how to possess his own vessel in sanctification and honor, not in the passion of desire like the Gentiles who do not know the Lord; that no one transgress and wrong his brother in this matter, because the Lord is an avenger in all these things, as we told you before and solemnly warned you. For God did not call us to impurity but in sanctification. Therefore the one who rejects this rejects not man but God, who also gives his Holy Spirit to you.” For the sake of this sanctification of ours, then, the Lord was not prevented from suffering.

4.12.88Stählin 2:286–287

εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις· εἰ μὲν γὰρ μὴ εἴη τῆς θείας διοικήσεως, οἴχεται ἡ οἰκονομία τῶν καθαρσίων καὶ πέπτωκεν ἡ ὑπόθεσις αὐτοῖς, εἰ δὲ ἐκ προνοίας τὰ καθάρσια, ἐκ προνοίας καὶ αἱ κολάσεις. ἡ πρόνοια δὲ εἰ καὶ ἀπὸ τοῦ Ἄρχοντος, ὥς φασιν, κινεῖσθαι ἄρχεται, ἀλλʼ ἐγκατεσπάρη ταῖς οὐσίαις σὺν καὶ τῇ τῶν οὐσιῶν γενέσει πρὸς τοῦ θεοῦ τῶν ὅλων. ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἢ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἱ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ἢ ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς. οὐκέτι οὖν ὁ πόνος καὶ ὁ φόβος, ὡς αὐτοὶ λέγουσιν, ἐπισυμβαίνει τοῖς πράγμασιν ὡς ὁ ἰὸς τῷ σιδήρῳ, ἀλλʼ ἐκ βουλήσεως ἰδίας προσέρχεται τῇ ψυχῇ.

If, then, one of them should say in defense that the martyr is punished for sins before this embodiment, but will receive again the fruit of his conduct in this life, for so the government has been ordered, we will ask him whether the requital comes about by providence. For if it is not of the divine government, the arrangement of purifications is gone and their hypothesis has fallen; but if the purifications are by providence, the punishments are by providence too. And providence, even if it begins to be set in motion by the Ruler, as they say, was sown in substances together with the origin of the substances by the God of the universe. This being so, they must confess either that the punishment is not unjust (and those who condemn and persecute the martyrs act justly), or that persecutions too are worked by the will of God. No longer, then, do toil and fear, as they themselves say, come upon things as rust upon iron, but they come to the soul of its own will.

Miscellanies 4, chapter 13

4.13.89Stählin 2:287

Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπʼ ἀρχῆς ἀθάνατοί ἐστε καὶ τέκνα ζωῆς ἐστε αἰωνίας καὶ τὸν θάνατον ἠθέλετε μερίσασθαι εἰς ἑαυτούς, ἵνα δαπανήσητε αὐτὸν καὶ ἀναλώσητε, καὶ ἀποθάνῃ ὁ θάνατος ἐν ὑμῖν καὶ διʼ ὑμῶν. ὅταν γὰρ τὸν μὲν κόσμον λύητε, ὑμεῖς δὲ μὴ καταλύησθε, κυριεύετε τῆς κτίσεως καὶ τῆς φθορᾶς ἁπάσης. φύσει γὰρ σῳζόμενον γένος ὑποτίθεται καὶ αὐτὸς ἐμφερῶς τῷ Βασιλείδῃ, ἄνωθεν δὲ ἡμῖν δεῦρο τοῦτο δὴ τὸ διάφορον γένος ἐπὶ τὴν τοῦ θανάτου καθαίρεσιν ἥκειν, θανάτου δὲ γένεσιν ἔργον εἶναι τοῦ κτίσαντος τὸν κόσμον. διὸ καὶ τὴν γραφὴν ἐκείνην οὕτως ἐκδέχεται· οὐδεὶς ὄψεται τὸ πρόσωπον τοῦ θεοῦ καὶ ζήσεται ὡς θανάτου αἰτίου. περὶ τούτου τοῦ θεοῦ ἐκεῖνα αἰνίττεται γράφων αὐταῖς λέξεσιν· ὁπόσον ἐλάττων ἡ εἰκὼν τοῦ ζῶντος προσώπου, τοσοῦτον ἥσσων ὁ κόσμος τοῦ ζῶντος αἰῶνος.

Much could be said about these things, which will be reserved for examination later, when we treat of them at the right time. Valentinus writes word for word in a homily: “From the beginning you are immortal, and you are children of eternal life, and you wished to divide death among yourselves, so that you might spend and use it up, and death might die in you and through you. For when you dissolve the world but are not yourselves dissolved, you are lords over creation and all corruption.” For he too, like Basilides, supposes a race saved by nature, and that this distinct race has come down here from above for the destruction of death, and that the origin of death is the work of the one who created the world. That is why he takes that Scripture thus: “No one will see the face of God and live,” as though he were the cause of death. He hints at this God when he writes in these very words: “As much as the image is less than the living face, so much is the world inferior to the living Aeon.”

4.13.90Stählin 2:287–288

τίς οὖν αἰτία τῆς εἰκόνος; μεγαλωσύνη τοῦ προσώπου παρεσχημένου τῷ ζωγράφῳ τὸν τύπον, ἵνα τιμηθῇ διʼ ὀνόματος αὐτοῦ· οὐ γὰρ αὐθεντικῶς εὑρέθη μορφή, ἀλλὰ τὸ ὄνομα ἐπλήρωσεν τὸ ὑστερῆσαν ἐν πλάσει. συνεργεῖ δὲ καὶ τὸ τοῦ θεοῦ ἀόρατον εἰς πίστιν τοῦ πεπλασμένου. τὸν μὲν γὰρ Δημιουργὸν ὡς θεὸν καὶ πατέρα κληθέντα εἰκόνα τοῦ ἀληθινοῦ θεοῦ καὶ προφήτην προσεῖπεν, ζωγράφον δὲ τὴν Σοφίαν, ἧς τὸ πλάσμα ἡ εἰκών, εἰς δόξαν τοῦ ἀοράτου, ἐπεὶ ὅσα ἐκ συζυγίας προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες. ἐπεὶ δὲ τὸ φαινόμενον αὐτοῦ οὐκ ἔστιν ἡ ἐκ μεσότητος ψυχή, ἔρχεται τὸ διαφέρον, καὶ τοῦτʼ ἔστι τὸ ἐμφύσημα τοῦ διαφέροντος πνεύματος, καὶ καθʼ ὅλου ὃ ἐμπνεῖται τῇ ψυχῇ, τῇ εἰκόνι τοῦ πνεύματος, καὶ καθόλου τὰ ἐπὶ τοῦ Δημιουργοῦ λεγόμενα τοῦ κατʼ εἰκόνα γενομένου, ταῦτʼ ἐν εἰκόνος αἰσθητῆς μοίρᾳ ἐν τῇ Γενέσει περὶ τὴν ἀνθρωπογονίαν προπεφητεῦσθαι λέγουσι. καὶ δὴ μετάγουσι τὴν ὁμοιότητα καὶ ἐφʼ ἑαυτούς, ἄγνωστον τῷ Δημιουργῷ τὴν τοῦ διαφέροντος ἐπένθεσιν πνεύματος γεγενῆσθαι παραδιδόντες.

“What, then, is the cause of the image? The majesty of the face, which provided the painter with the model, so that it might be honored through his name. For the form was not found authentically, but the name filled up what was lacking in the formation. And the invisibility of God also cooperates toward faith in what has been formed.” For he called the Demiurge, who was called God and Father, an image of the true God and a prophet, and Wisdom the painter, whose work is the image, to the glory of the invisible one; since whatever proceeds from a pair are fullnesses, but whatever from one are images. But since what appears of him is not the soul from the middle, the distinctive element comes, and this is the inbreathing of the distinctive spirit; and in general what is breathed into the soul, into the image of the spirit, and in general what is said about the Demiurge who was made according to the image, they say was prophesied in Genesis in the form of a sensible image concerning the creation of man. And they transfer the likeness to themselves, handing down that the insertion of the distinctive spirit was unknown to the Demiurge.

4.13.91Stählin 2:288

ὅταν μὲν οὖν περὶ τοῦ ἕνα εἶναι τὸν θεὸν τὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον διαλαμβάνωμεν, καὶ πρὸς τοῦτο διαλεξόμεθα (ἀρχικὸς γὰρ ὁ λόγος), πρὸς δὲ τὸ κατεπεῖγον ἀπαντητέον. εἰ ἐπὶ τὸ καταλῦσαι θάνατον ἀφικνεῖται τὸ διαφέρον γένος, οὐχ ὁ Χριστὸς τὸν θάνατον κατήργησεν, εἰ μὴ καὶ αὐτὸς αὐτοῖς ὁμοούσιος λεχθείη· εἰ δʼ εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἅπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἱ ἀντίμιμοι τοῦ Δημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχῇ, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο συμβαίνειν λέγωσιν· ἀλλὰ κἂν εἰ σὺν Χριστῷ καταστρατεύεσθαι τοῦ θανάτου λέγοιεν, ὁμολογούντων τὸ δόγμα τὸ κεκρυμμένον, ὡς τῆς θείας τοῦ Δημιουργοῦ κατατρέχειν τολμῶσι δυνάμεως, τὴν κτίσιν τὴν αὐτοῦ ὡς κρείττους ἐπανορθούμενοι, πειρώμενοι σῴζειν τὴν ψυχικὴν εἰκόνα, ἣν αὐτὸς ῥύσασθαι τῆς φθορᾶς οὐ κατίσχυσεν. εἴη δʼ ἂν καὶ ὁ κύριος ἀμείνων τοῦ δημιουργοῦ θεοῦ· οὐ γὰρ ἄν ποτε ὁ υἱὸς τῷ πατρὶ διαφιλονεικοίη καὶ ταῦτα ἐν θεοῖς.

When, then, we treat of there being one God proclaimed through the law, the prophets, and the gospel, we will argue against this too (for the question is fundamental); but we must meet what is pressing. If the distinct race comes to destroy death, then Christ did not abolish death, unless he too is said to be of the same substance with them. But if he abolished it so that it might not touch the distinct race, these do not abolish death, these imitators of the Demiurge, who breathe the life from above into the soul from the middle, their own image, according to the choice of their doctrine, even if they say this happens through the Mother. And even if they should say they wage war against death together with Christ, let them confess the hidden doctrine, that they dare to run down the divine power of the Demiurge, correcting his creation as though they were better, trying to save the psychic image which he himself was unable to rescue from corruption. And the Lord too would be better than the Creator God; for a son would never contend with his father, especially among gods.

4.13.92Stählin 2:288–289

ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ υἱοῦ πατήρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθʼ ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες τὸν ὑπʼ αὐτοῦ κεκηρυγμένον. ἀλλʼ ἡμῖν γε ὁ ἀπόστολος εἰς τὴν τῶν θλίψεων ὑπομονὴν γράφων καὶ τοῦτο φησὶν ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. εἰ δὲ σπένδεται ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως χαίρων καὶ συγχαίρων, τοὺς δέ, πρὸς οὓς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμετόχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς λέγει; ὁμοίως καὶ περὶ Τιμοθέου καὶ ἑαυτοῦ γράφων οὐδένα γὰρ ἔχω φησὶν ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.

That this is the Father of the Son, the Creator of all things, the Almighty Lord, we have postponed to that inquiry in which we have promised to argue against the heresies, showing that he alone is the one proclaimed by the Son. But the apostle, writing to us for endurance in afflictions, says this too comes from God: “Because it has been granted to you for Christ's sake not only to believe in him but also to suffer for him, having the same struggle that you saw in me and now hear to be in me. If, then, there is any encouragement in Christ, any comfort of love, any fellowship of the Spirit, any affection and compassion, complete my joy by being of the same mind, having the same love, united in soul (sympsychoi), minding one thing.” And if he is poured out upon the sacrifice and service of faith, rejoicing and rejoicing with them, and calls those to whom the apostle's word is addressed, the Philippians, partners in grace, how does he call them united in soul and yet psychic? Likewise, writing about Timothy and himself, he says: “For I have no one like-souled (isopsychon) who will genuinely care for your affairs; for all seek their own, not the things of Jesus Christ.”

4.13.93Stählin 2:289

Μὴ τοίνυν ψυχικοὺς ἐν ὀνείδους μέρει λεγόντων ἡμᾶς οἱ προειρημένοι, ἀλλὰ καὶ οἱ Φρύγες· ἤδη γὰρ καὶ οὗτοι τοὺς τῇ νέᾳ προφητείᾳ μὴ προσέχοντας ψυχικοὺς καλοῦσιν, πρὸς οὓς ἐν τοῖς Περὶ προφητείας διαλεξόμεθα. ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κἀνθένδε ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, διʼ ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς. τὸ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει οὐδὲ ἀσέβειαν ἢ μοιχείαν ἢ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπός ἐστι καὶ ἔργον θεοῦ. ἀμέλει τὸ ἁμαρτάνειν ἐν ἐνεργείᾳ κεῖται, οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον θεοῦ.

Let not those just mentioned, then, call us “psychics” by way of reproach; nor the Phrygians either; for these too already call “psychics” those who do not pay attention to the new prophecy; against them we will argue in our work On Prophecy. The perfect man, then, must practice love, and from here hasten to divine friendship, fulfilling the commandments through love. And loving one's enemies does not mean loving evil, nor impiety, adultery, or theft, but the thief, the impious man, and the adulterer; not insofar as he sins and pollutes the name of man by such activity, but insofar as he is a man and the work of God. Indeed sinning lies in activity, not in substance; that is why it is not the work of God.

4.13.94Stählin 2:289–290

ἐχθροὶ δὲ οἱ ἁμαρτάνοντες εἴρηνται θεοῦ, οἱ ἐχθροὶ δὴ τῶν ἐντολῶν αἷς μηδὲ ὑπακηκόασι, γενόμενοι, ὥσπερ φίλοι οἱ ὑπακηκοότες, οἳ μὲν διὰ τὴν οἰκείωσιν, οἳ δὲ διὰ τὴν ἀπαλλοτρίωσιν τὴν ἐκ προαιρέσεως προσαγορευθέντες· οὐθὲν γὰρ ἡ ἔχθρα οὐδʼ ἡ ἁμαρτία ἄνευ τοῦ ἐχθροῦ καὶ τοῦ ἁμαρτάνοντος. καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδʼ ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται· ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδʼ ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλʼ ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, διʼ οὓς καὶ ἐγένετο, πλὴν ἐφʼ ὅσον γε αὐτοῖς ἀναγκαῖον συμπαρεῖναι. κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς μὴ κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.

Sinners are called enemies of God, enemies, that is, of the commandments which they have not obeyed; as those who have obeyed are friends; the one named for their intimacy, the others for their estrangement by choice. For enmity and sin are nothing without the enemy and the sinner. And to desire nothing does not teach us to have no longing for the objects of desire as though they were alien, as those have supposed who teach that the Creator is other than the first God, nor as though birth were abominable and evil; for these opinions are godless. We call the things of the world alien, not as absurd, nor as not belonging to God the Lord of all, but because we do not remain among them for the whole of the age; alien in ownership and belonging to successive owners, but each one's own in use, for whom they came into being, only insofar as it is necessary to be with them. We must use what is not forbidden, then, well, according to natural appetite, refusing all excess and passionate attachment.

Miscellanies 4, chapter 14

4.14.95Stählin 2:290

Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δʼ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετʼ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλʼ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν διʼ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῖς τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.

And how great is his kindness! “Love your enemies,” he says, “bless those who curse you, and pray for those who mistreat you,” and the like; to which he adds, “so that you may become sons of your Father in heaven,” hinting at likeness to God. Again he says: “Be well-disposed quickly to your adversary, while you are on the way with him.” The adversary is not the body, as some would have it, but the devil (and those who are made like him), who travels with us in this earthly life through men who emulate his works. It is not possible, then, for those who confess that they belong to Christ but spend their time in the works of the devil not to suffer the most hostile things. For it is written: “lest he hand you over to the judge,” and the judge to the servant of the devil's rule.

4.14.96Stählin 2:290

πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, ὁ κατʼ ἐπιφορὰν τῶν διωκόντων, οὔτε ζωή, ἡ κατὰ τὸν βίον τοῦτον, οὔτε ἄγγελοι, οἱ ἀποστάται, οὔτε ἀρχαί (ἀρχὴ δὲ τῷ Σατανᾷ ὁ βίος ὃν εἵλετο· τοιαῦται γὰρ αἱ κατʼ αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους), οὔτε τὰ ἐνεστῶτα, ἐν οἷς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπόρου δὲ τὸ κέρδος, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα κατʼ ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει τοῦ προαιρουμένῳ (κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται ἔργον ἡμέτερον οὖσα)· ἡ τοιάδε ἐνέργεια οὐ δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἔχεις συγκεφαλαίωσιν γνωστικοῦ μάρτυρος.

“For I am persuaded that neither death,” that inflicted by persecutors, “nor life,” that in this life, “nor angels,” the apostate ones, “nor rulers” (and the rule of Satan is the life he chose; for such are the rulers and authorities of darkness under him), “nor things present,” in which we are during the time of life, such as the soldier's hope and the merchant's gain, “nor height nor depth, nor any other created thing,” by its own activity working against the faith of the man who chooses (creation and activity are called by the same name, being our work): such activity “will not be able to separate us from the love of God in Christ Jesus our Lord.” You have the summary of the knowing martyr.

Miscellanies 4, chapter 15

4.15.97Stählin 2:290–291

Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις ἡ ἐν ὀλίγοις παραδιδομένη· εἰσὶ δὲ οἵ φασι τὴν περὶ τῶν εἰδωλοθύτων γνῶσιν οὐκ ἐν πᾶσι φέρειν, μή πως ἡ ἐξουσία ἡμῶν πρόσκομμα τοῖς ἀσθενέσι γένηται· ἀπόλλυται γὰρ ὁ ἀσθενῶν τῇ σῇ γνώσει. κἂν φάσκωσι πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ, κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπʼ ἴσης τῷ ἀνακρίνοντες, γελοίαν ἐξήγησιν παραθήσονται. ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθʼ ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς διʼ αὐτοῦ διακονοῦντος τοῦ Παύλου· ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν. ἕτερον οὖν ἐστι τὸ εἰρημένον πρὸς τοῦ ἀποστόλου· μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησίν, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, ἤτοι φορτία περιάγοντες, δέον εὐλύτους εἰς πάντα εἶναι, ἢ ὑπόδειγμα τοῖς θέλουσιν ἐγκρατεύεσθαι γινόμενοι, μὴ οἰκοδομουμένοις εἰς τὸ ἀδεῶς τὰ παρατιθέμενα ἐσθίειν καὶ ὡς ἔτυχεν ὁμιλεῖν τῇ γυναικί· μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν ἄχραντον ἐκκεῖσθαι προσήκει.

“We know that we all have knowledge,” the common knowledge in common matters, and that there is one God; for he was writing to believers. That is why he adds, “But not in all is knowledge,” the knowledge handed down among few. There are some who say that the knowledge about things sacrificed to idols does not reach all, “lest our liberty become a stumbling block to the weak; for the weak man is destroyed by your knowledge.” And if they say that one must buy everything sold in the market, taking “asking no questions” as a question equivalent to “asking questions,” they will offer a ridiculous interpretation. For the apostle says, “Buy all the rest from the market, asking no questions,” with the exception of the things indicated in the catholic letter of all the apostles, with the approval of the Holy Spirit, which is written in the Acts of the Apostles and was carried to the believers by the ministry of Paul himself. For they declared that it is necessary to abstain from things sacrificed to idols, from blood, from things strangled, and from sexual immorality, keeping themselves from which they would do well. Another thing, then, is what the apostle said: “Do we not have the right to eat and drink? Do we not have the right to take about a sister as wife, as the other apostles and the brothers of the Lord and Cephas? But we did not use this right,” he says, “but we endure all things, so as not to put an obstacle in the way of the gospel of Christ,” either by carrying burdens about, when one should be unencumbered for everything, or by becoming an example to those who wish to practice self-control, not building them up to eat what is set before them without fear and to associate with a wife casually. Especially those entrusted with so great a ministry should be set before learners as a spotless example.

4.15.98Stählin 2:291–292

ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, φησίν, ἵνα τοὺς πάντας κερδήσω, καὶ πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, γνωστικὴ γάρ, ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίᾳ μιμούμενος ὃ μὴ γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; πάντα οὖν ὅσα ποιεῖτε εἰς δόξαν θεοῦ ποιεῖτε· ὅσα ὑπὸ τὸν κανόνα τῆς πίστεως ποιεῖν ἐπιτέτραπται.

“For though I am free from all, I have made myself a slave to all,” he says, “that I might win all.” “And everyone who competes exercises self-control in all things.” “But the earth is the Lord's and its fullness.” For conscience' sake, then, one must abstain from what one must abstain from. “Conscience, I say, not your own,” for it is knowing, “but the other's,” so that he may not be badly built up, imitating in ignorance what he does not know, becoming a despiser instead of magnanimous. “For why is my freedom judged by another's conscience? If I partake with thanks, why am I blasphemed for what I give thanks for? So whatever you do, do all to the glory of God,” whatever one has been permitted to do under the rule of faith.

Miscellanies 4, chapter 16

4.16.99Stählin 2:292

Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.‹ τοῦτʼ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς τὸ ῥῆμα τῷ στόματί σου ὅτι κύριος Ἰησοῦς καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. ἄντικρυς τελείαν δικαιοσύνην ὑπογράφει ἔργῳ τε καὶ θεωρίᾳ πεπληρωμένην. εὐλογητέον οὖν τοὺς διώκοντας· εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ θεὸν ἔγνωμεν, διʼ ὀλίγης ταύτης προφάσεως τὸ τῆς ἀγάπης ἔργον ἐνδεικνύμενοι, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλʼ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.

“For with the heart one believes for righteousness, and with the mouth one confesses for salvation. For the Scripture says, ‘Everyone who believes in him will not be put to shame.’ This is the word of faith that we preach: that if you confess the word with your mouth, that Jesus is Lord, and believe in your heart that God raised him from the dead, you will be saved.” He plainly describes perfect righteousness, filled out with both deed and contemplation. We must bless, then, those who persecute: “Bless and do not curse.” “For this is our boast, the testimony of our conscience, that we have known God in holiness and sincerity,” showing the work of love through this small pretext, “that we have conducted ourselves in the world not in fleshly wisdom but in the grace of God.”

4.16.100Stählin 2:292–293

ταῦτα μὲν περὶ τῆς γνώσεως ὁ ἀπόστολος· τὴν δὲ κοινὴν διδασκαλίαν τῆς πίστεως ὀσμὴν γνώσεως εἴρηκεν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα τοῖς πολλοῖς ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον κατὰ τὴν πρὸς τὸν κύριον ἐπιστροφήν. διὰ τοῦτο καὶ ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ ἐκ τοῦ βίου τοῦ ἕρποντος ἐπὶ κοιλίᾳ. ἔνθεν καὶ γεννήματα ἐχιδνῶν τοὺς τοιούτους ἐκάλεσεν, τοὺς φιληδόνους, τοὺς γαστρὶ καὶ αἰδοίοις δουλεύοντας, καὶ τὰς ἀλλήλων διὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀποτέμνοντας κεφαλάς. τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, φησὶν Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλʼ ἐν ἔργῳ καὶ ἀληθείᾳ. ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. εἰ δὲ ἀγάπη ὁ θεός, ἀγάπη καὶ ἡ θεοσέβεια· φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. αὕτη ἐστὶν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. πάλιν τε αὖ τῷ γνωστικῷ ποθοῦντι γενέσθαι γέγραπται· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ· πίστεως γάρ, οἶμαι, τελειότης πρὸς τὴν κοινὴν διαστέλλεται πίστιν.

So much the apostle says about knowledge; and in the second letter to the Corinthians he has called the common teaching of the faith “the fragrance of knowledge.” “For to this very day the same veil remains” for the many “at the reading of the old covenant,” not being lifted by the turning to the Lord. That is why he also showed a resurrection, to those who can see it, while still in the flesh, from the life that creeps on its belly. From this he also called such people “offspring of vipers,” the lovers of pleasure, those enslaved to belly and genitals, who cut off one another's heads because of worldly desires. “Little children, let us not love in word or tongue,” says John, teaching them to be perfect, “but in deed and truth. By this we will know that we are of the truth.” And if “God is love,” godliness too is love: “There is no fear in love, but perfect love casts out fear.” “This is the love of God, that we keep his commandments.” And again it is written to the one who longs to become one who knows: “But be an example to the believers in word, in conduct, in love, in faith, in purity”; for the perfection of faith, I think, is distinguished from common faith.

4.16.101Stählin 2:293

καὶ δὴ γνωστικοῦ κανόνα ὁ θεῖος ἀπόστολος διὰ τοσῶνδε παρίστησι, τοῦτο μὲν γράφων ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, τοῦτο δὲ καὶ πρὸς ἐντροπὴν ἄλλοις διαλεγόμενος οὐκ ὀκνεῖ λέγειν· ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται. καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

And the divine apostle sets forth the rule of the one who knows in these words. On the one hand he writes: “For I have learned in whatever state I am to be content. I know how to be brought low, and I know how to abound; in everything and in all things I have been initiated, both to be filled and to be hungry, both to abound and to be in need; I can do all things through him who strengthens me.” On the other hand, speaking to others to shame them, he does not hesitate to say: “But remember the former days, in which, after you were enlightened, you endured a great contest of sufferings, partly being made a spectacle by reproaches and afflictions, and partly becoming sharers with those so treated. For you sympathized with my bonds, and accepted joyfully the plundering of your possessions, knowing that you have for yourselves a better and lasting possession. Do not throw away, then, your boldness, which has a great reward. For you have need of endurance, so that having done the will of God you may receive the promise. For yet a very little while, and the one who is coming will come and will not delay. But my righteous one will live by faith; and if he shrinks back, my soul has no pleasure in him. But we are not of those who shrink back to destruction, but of those who have faith for the preservation of the soul.”

4.16.102Stählin 2:293

εἶτά σοι σμῆνος ὑποδειγμάτων θείων παρίστησιν. ἦ γὰρ οὐ πίστει, φησί, διʼ ὑπομονῆς κατώρθωσαν οἱ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν λαβόντες, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς; ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ. ἀπολείπεται νοεῖν τὸ κατὰ παρασιώπησιν εἰρημένον μόνοι.

Then he sets before you a swarm of divine examples. “For was it not by faith,” he says, “through endurance, that they succeeded, who experienced mockings and scourgings, and also bonds and prison? They were stoned, they were tested, they died by the sword; they went about in sheepskins, in goatskins, destitute, afflicted, mistreated, of whom the world was not worthy, wandering in deserts and mountains and caves and the holes of the earth. And all of them, having been attested through faith, did not receive the promise of God.” What remains is to understand what is said by leaving it unsaid: “alone.”

4.16.103Stählin 2:293–294

ἐπιφέρει γοῦν· περὶ ἡμῶν κρεῖττόν τι προειδομένου τοῦ θεοῦ, ἀγαθὸς γὰρ ἦν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος ἅγιον καὶ διειδὲς μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. ὅτι μὲν οὖν μίαν σωτηρίαν λέγει ἐν Χριστῷ τῶν δικαίων καὶ ἡμῶν, σαφῶς μὲν εἴρηκεν πρότερον, οὐδὲν δὲ ἧττον καὶ περὶ Μωυσέως λέγων ἐπιφέρει· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν· πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. ἡ θεία σοφία περὶ τῶν μαρτύρων λέγει· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα· οἳ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.

He adds, at any rate: “God having foreseen something better concerning us (for he was good), so that apart from us they should not be made perfect. Therefore we too, having so great a holy and transparent cloud of witnesses surrounding us, laying aside every weight and the sin that clings so closely, let us run with endurance the contest set before us, looking to Jesus, the founder and perfecter of the faith.” That he speaks of one salvation in Christ, of the righteous and of us, he has said clearly before; and no less, speaking about Moses, he adds: “considering the reproach of Christ greater wealth than the treasures of Egypt; for he was looking to the reward. By faith he left Egypt, not fearing the anger of the king; for he endured as seeing the one who is invisible.” The divine Wisdom says about the martyrs: “They seemed in the eyes of the foolish to have died, and their departure was reckoned an affliction, and their going from us a ruin; but they are in peace. For even if in the sight of men they are punished, their hope is full of immortality.”

4.16.104Stählin 2:294

εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσα· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς, τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, υἱοὺς κληθῆναι δηλονότι· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.

Then it adds, teaching that martyrdom is a glorious purification: “And having been disciplined a little, they will be greatly benefited, because God tested them,” that is, for proof and for the shaming of the tempter he allowed them to be tested, “and found them worthy of himself,” clearly to be called sons. “Like gold in the furnace he tried them, and like a whole burnt offering he accepted them. And in the time of their visitation they will shine forth and run like sparks through the stubble. They will judge nations and rule over peoples, and the Lord will reign over them forever.”

Miscellanies 4, chapter 17

4.17.105Stählin 2:294

Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν; ἀπροσωπολήπτως γὰρ πάντα ἐποιεῖτε, καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε καὶ τὰ ἑξῆς. εἶτʼ ἐμφανέστερον· ἀτενίσωμεν οὖν εἰς τοὺς τελείως λειτουργήσαντας αὐτοῦ τῇ μεγαλοπρεπεῖ δόξῃ. λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ Νῶε, ὃς πιστεύσας διεσώθη, καὶ Ἀβραάμ, ὃς διὰ πίστιν καὶ φιλοξενίαν φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη. διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων· διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη· διʼ ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.

Indeed, in the letter to the Corinthians the apostle Clement too, sketching for us a type of the one who knows, says: “For who has stayed among you and not proved your all-virtuous and firm faith? Who has not admired your self-restrained and gentle godliness in Christ? And who has not proclaimed the magnificent character of your hospitality? And who has not called blessed your perfect and secure knowledge? For you did all things without partiality, and walked in the ordinances of God,” and so on. Then more clearly: “Let us fix our eyes, then, on those who have served his magnificent glory perfectly. Let us take Enoch, who, found righteous in obedience, was translated; and Noah, who, believing, was saved; and Abraham, who through faith and hospitality was called friend of God and father of Isaac. Through hospitality and godliness Lot was saved out of Sodom; through faith and hospitality Rahab the harlot was saved. Through endurance and faith they went about in goatskins, sheepskins, and garments woven of camel's hair, preaching the kingdom of Christ; we mean Elijah and Elisha, Ezekiel and John, the prophets.”

4.17.106Stählin 2:294–295

ὁ γάρ τοι φίλος θεοῦ διὰ πίστιν ἐλευθέραν κληθεὶς Ἀβραὰμ οὐκ ἐπήρθη τῇ δόξῃ, μετριοπαθῶν δὲ ἔλεγεν· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. περί τε τοῦ Ἰὼβ οὕτως γέγραπται· ›Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινὸς καὶ θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.‹ οὗτος ὁ νικήσας διʼ ὑπομονῆς τὸν πειράσαντα καὶ μαρτυρήσας ἅμα καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ θεοῦ ὃς ταπεινοφροσύνης ἀντέχεται καὶ λέγει· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδʼ εἰ μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ. Μωυσῆς, ὁ πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, πρὸς τὸν χρηματίζοντα ἐκ τῆς βάτου εἶπεν· τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι. καὶ πάλιν· ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ χύτρας. θεὸς γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

“For Abraham, called the friend of God through free faith, was not puffed up by glory, but with moderation said, ‘I am earth and ashes.’ And about Job it is written thus: ‘Job was righteous and blameless, true and God-fearing, abstaining from every evil.’” He who conquered the tempter through endurance, and both bore witness and was borne witness to by God, holds to humility and says: “No one is pure from filth, not even if his life is one day.” “Moses, the faithful servant in all his house,” said to the one who gave oracles from the bush: “Who am I, that you send me? I am weak-voiced and slow of tongue,” to serve the Lord's voice with a human tongue. And again: “I am vapor from a pot.” “For God opposes the proud, but gives grace to the humble.”

4.17.107Stählin 2:295

ναὶ μὴν καὶ Δαβίδ, ἐφʼ οὗ μαρτυρῶν ὁ κύριος λέγει· >εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ τὸν τοῦ Ἰεσσαί· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν·‹ ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θέον· ›ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.‹ ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν γνωστικῶς μετριοπαθῶν ἐπιφέρει· ›σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.‹ λέγει γάρ που ἡ γραφή· ›πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεῖα τῆς γαστρός‹ καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν. οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ποιούμεθα· τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν· οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἡγιάσθη.

Indeed David too, of whom the Lord bears witness, saying, “I have found a man after my heart, David the son of Jesse; with holy oil I anointed him”; yet he himself says to God: “Have mercy on me, O God, according to your great mercy, and according to the multitude of your compassions blot out my transgression. Wash me thoroughly from my lawlessness, and cleanse me from my sin; for I know my lawlessness, and my sin is before me always.” Then, hinting at the sin that does not fall under the law, he adds with the moderation of knowledge: “Against you alone have I sinned and done evil before you.” For Scripture says somewhere, “The spirit of the Lord is a lamp searching the storerooms of the belly”; and the more one becomes knowing by doing justly, the nearer to him is the enlightening spirit. So the Lord draws near to the righteous, and none of the thoughts and reasonings we make escapes him: I mean the Lord Jesus, by the almighty will the overseer of our heart, whose blood was consecrated for us.

4.17.108Stählin 2:295–296

ἐντραπῶμεν οὖν τοὺς προηγουμένους ἡμῶν καὶ αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ θεοῦ. μακάριος γὰρ ὃς ἂν διδάσκῃ καὶ ποιῇ τὰ τοῦ κυρίου κατʼ ἀξίαν· μεγαλόφρονος δὲ ἐννοίας ἐστὶν καὶ θεωρητικῆς τῆς ἀληθείας. τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν· τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν· τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαβέτωσαν· μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ καρδίᾳ. ἐρευνητὴς γὰρ ἐννοιῶν καὶ ἐνθυμημάτων· οὗ ἡ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστι, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.

“Let us, then, respect those who lead us and be reverent; let us honor the elders; let us instruct the young in the instruction of God.” For blessed is the one who teaches and does the Lord's things worthily; and this belongs to a magnanimous mind that contemplates the truth. “Let us direct our wives toward the good. Let them show,” he says, “the lovely character of purity; let them display the sincere will of their gentleness; let them make manifest the forbearance of their tongue through silence; let them show their love not by partiality, but equally to all who fear God in holiness. Let our children share in the instruction that is in Christ; let them learn what humility can do with God, what pure love can do with God, how the fear of the Lord is good and great, saving all who live in it holily with a pure heart. For he is a searcher of thoughts and intentions; his breath is in us, and when he wills he will take it away.”

4.17.109Stählin 2:296

ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις· ›δεῦτε, τέκνα, ‹ ὁ κύριος λέγει· ›ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; εἶτα ἑβδομάδος καὶ ὀγδοάδος μυστήριον γνωστικὸν ἐπιφέρει· ›παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.‹ γνῶσιν γὰρ αἰνίττεται διὰ τούτων μετά τε ἀποχῆς κακῶν μετά τε ἐνεργείας ἀγαθῶν, ἔργῳ τε καὶ λόγῳ τελειοῦσθαι διδάσκων. ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

“All these things faith in Christ confirms: ‘Come, children,’” says the Lord, “‘listen to me; I will teach you the fear of the Lord. Who is the man who desires life, who loves to see good days?’” Then he adds the knowing mystery of the seventh and eighth: “‘Stop your tongue from evil and your lips from speaking deceit; turn from evil and do good; seek peace and pursue it.’” For by these words he hints at knowledge, with abstaining from evils and doing good things, teaching us to be perfected in deed and word. “‘The eyes of the Lord are on the righteous, and his ears toward their prayer; but the face of the Lord is against those who do evil, to destroy their memory from the earth.’”

4.17.110Stählin 2:296–297

ἐκέκραξεν δὲ ὁ δίκαιος καὶ ὁ κύριος εἰσήκουσε καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατο αὐτόν.‹ ›πολλαὶ μὲν γὰρ μάστιγες τῶν ἁμαρτωλῶν, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.‹ ὑπὸ πλήθους ἐλέου περιέχεσθαι τὸν ἐλπίζοντα γνησίως λέγει· ὅτι ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γέγραπται· διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς. διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι. ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν· προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν, κατὰ καιροὺς τεταγμένους. ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλʼ ἐν ἔργοις ἀγαθοῖς· ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλʼ ἐάτω ὑφʼ ἑτέρου αὑτὸν μαρτυρεῖσθαι· ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν. ὁρᾶτε, ἀδελφοί, ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ ὑποκείμεθα μᾶλλον κινδύνῳ.

“‘The righteous cried out, and the Lord heard and rescued him from all his afflictions.’ ‘Many are the scourges of sinners, but mercy will surround those who hope in the Lord.’” He says that the one who hopes genuinely is surrounded by a multitude of mercy. For in the letter to the Corinthians it is written: “Through Jesus Christ our foolish and darkened understanding blossoms again into the light. Through him the Master willed that we should taste immortal knowledge.” And showing more expressly the characteristic of knowledge, he added: “Since these things are clear to us, and we have looked into the depths of divine knowledge, we ought to do in order all that the Master has commanded us to perform at appointed times. Let the wise man, then, show his wisdom not in words only but in good works; let the humble not bear witness to himself, but let himself be borne witness to by another; let the one pure in the flesh not boast, knowing that it is another who supplies him with self-control. See, brothers, the more knowledge we have been counted worthy of, the more we are exposed to danger.”

Miscellanies 4, chapter 18

4.18.111Stählin 2:297

Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ. αὕτη ἐστὶν ἡ ἀγάπη, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τὸν πλησίον, αὕτη εἰς τὸ ἀνεκδιήγητον ὕψος ἀνάγει· ›ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν‹, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ. τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις, φησί. τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν αὐτὸς καταξιώσῃ ὁ θεός; αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν, ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον· ἢν μὴ ἐκ διαθέσεως ἐκλεκτῆς, διʼ ἀγάπης γνωστικῆς μαρτυρήσω, λέγει, φόβῳ δέ.

The dignified and pure conduct of our philanthropy, then, according to Clement, seeks the common good, whether it bears witness or teaches by deed and word, and this word is twofold, unwritten and written. This is love: to love God and one's neighbor; this leads up to the indescribable height. “Love covers a multitude of sins; love bears all things, is patient in all things; love joins us to God, does all things in concord. In love all the elect of God were perfected; without love nothing is pleasing to God. Of its perfection there is no explanation,” he says. “Who is able to be found in it, except those whom God himself counts worthy?” For example, the apostle Paul says: “If I give up my body, but have not love, I am a sounding brass and a clanging cymbal”; if I bear witness, he says, not from a chosen disposition, through knowing love, but from fear.

4.18.112Stählin 2:297

εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτῶν τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινός εἰμι ἄνθρωπος, ἠχῶν τὸν κύριον, οὐ γινώσκων. ἔστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἔστι καὶ ἄλλος ὁ παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ εὐεργετουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου· κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ διʼ ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι. ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος. αἱ γενεαὶ δὲ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον· ἀλλʼ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν· οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.

If, then, I confess the Lord for the sake of an expected reward, moving my lips for witness to the Lord, I am an ordinary man, sounding the Lord without knowing him. For there is the people that loves with its lips, and there is another who gives up the body to be burned. “And if I give away all my possessions,” he says, not according to the principle of loving fellowship, but according to that of requital, either from the man benefited or from the Lord who has promised; “and if I have all faith, so as to move mountains,” and to cast off the passions that darken, but am not made faithful to the Lord through love, “I am nothing,” reckoned as of no account in comparison with the one who bears witness in the way of knowledge, counted among the multitude. “All the generations from Adam to this day have passed away; but those perfected in love according to the grace of God have the place of the godly, who will be made manifest at the visitation of the kingdom of Christ.”

4.18.113Stählin 2:298

ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐᾷ· ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεῖ· ›ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα κέρατα καὶ ὁπλάς. ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.‹ λέγει γάρ· ›θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με·‹ ›θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.‹ ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὢν. οὗ ἡ ἀγάπη τῷ πλησίον οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατʼ εἰκόνα θεοῦ. πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδασκαλία τε καὶ πολιτεία. ἀγάπῃ γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον. τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ διʼ ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνεργούμενον.

Love does not allow one to sin; and if one should fall unwillingly into such a situation through the intrusions of the adversary, imitating David he will sing: “I will confess to the Lord, and it will please him more than a young calf bearing horns and hoofs. Let the poor see it and rejoice.” For he says: “Offer to God a sacrifice of praise, and pay your vows to the Lord; and call on me in the day of your affliction, and I will deliver you, and you will glorify me.” “For a sacrifice to God is a broken spirit.” God, then, is called love, being good. His love “does no wrong to the neighbor,” neither wronging nor ever wronging in return, but doing good to all without exception, according to the image of God. So “love is the fulfillment of the law,” as Christ is, that is, the coming of the Lord who loves us, and our loving teaching and conduct according to Christ. By love, at any rate, not committing adultery and not desiring the neighbor's wife is perfected, which was formerly prevented by fear. The same deed, then, differs according to whether it is done through fear or accomplished through love, and whether it is worked through faith or in the way of knowledge.

4.18.114Stählin 2:298

εἰκότως γοῦν καὶ τὰ τούτων ἆθλα διάφορα· τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν. Ἐνταῦθα γενόμενος ἀνεμνήσθην τινὸς φάσκοντος ἑαυτὸν γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ ἐμβλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατʼ αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται· εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, συγκαταχρῆται ἤδη καὶ τῷ σώματι.

Fittingly, then, their prizes too differ. For the one who knows are prepared “what eye has not seen, nor ear heard, nor has it entered the heart of man”; but to the one who has simply believed he testifies a hundredfold of what he has left, a promise that happens to fall within human understanding. Having reached this point, I remembered someone who claimed to be one who knows. Explaining “But I say, the one who looks at a woman with desire has already committed adultery,” he held that desire alone is not judged, but only if, through desire, the deed corresponding to it, going beyond the desire, is accomplished in it; for if it is in a dream, in imagination, it already makes use of the body too.

4.18.115Stählin 2:298–299

λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε. ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παῖδα ἀφικέσθαι τῇ ὑστεραίᾳ πρὸς αὐτόν. προλαβούσης ὄναρ τῆς ἐπιθυμίας τὴν παῖδα παρʼ ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα. ἧκον οὖν ἐπὶ τὸν κριτήν. τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεύσας, ἐν ἡλίῳ δέ, τὴν ἑταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεύσας εἰδώλου συμπλοκῆς.

The historians tell of a judgment of Bocchoris the just. A young man in love with a courtesan persuaded the girl, for a fixed fee, to come to him the next day. His desire, anticipating the girl in a dream, sated him unexpectedly; and when his beloved came as arranged, he barred her from entering. She, learning what had happened, demanded her fee, saying that she had in a way fulfilled her lover's desire. They came, then, to the judge. He ordered the young man to hold out the purse with the fee, but in the sun, and told the courtesan to take hold of its shadow, wittily ordering the image of a fee to be paid for the image of an embrace.

4.18.116Stählin 2:299

Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατʼ ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλʼ ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατʼ ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ ἁμαρτητικῶς διʼ οὗ τεθαύμακεν κρίνεται· ἔμπαλιν γὰρ ὁ διʼ ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, διʼ οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ κατʼ ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.

One dreams, then, when the soul assents to the imagination; and the one who looks with desire dreams while awake, not only, as that so-called knower said, if at the sight of the woman he conceives the intercourse in thought (for this is already the work of desire as desire), but, as the Word says, if one looks at bodily beauty and the flesh seems to him beautiful according to desire, having looked fleshly and sinfully, he is judged by what he has admired. Conversely, the one who looks at beauty through pure love considers not the flesh but the soul beautiful, admiring the body, I think, like a statue, through whose beauty he sends himself on to the Craftsman and to what is truly beautiful, showing the enlightening mark of righteousness as a holy token to the angels who watch over the ascent: I mean the anointing of good pleasure, the quality of disposition lying on the soul made glad by the coming of the Holy Spirit.

4.18.117Stählin 2:299–300

ταύτην τὴν δόξαν τὴν ἐκλάμψασαν ἐπὶ τοῦ προσώπου Μωυσέως ὁ λαὸς οὐχ οἷός τε ἦν προσβλέπειν, διὸ καὶ κάλυμμα ἐλάμβανε τῆς δόξης πρὸς τοὺς σαρκικῶς θεωμένους. τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι, τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρη δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντες· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, τοῦ ζωτικοῦ ξύλου, τοῦ κατὰ τὰς διεξόδους τῶν ὑδάτων τεθραμμένου· καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων θυσίαν· ἦσαν δὲ κἀν ταῖς τῶν θυσιῶν προσαγωγαῖς παρὰ τῷ νόμῳ οἱ τῶν ἱερείων μωμοσκόποι. ὄρεξιν οὖν ἐπιθυμίας διακρίνουσιν οἱ περὶ ταῦτα δεινοί, καὶ τὴν μὲν ἐπὶ ἡδοναῖς καὶ ἀκολασίᾳ τάττουσιν ἄλογον οὖσαν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν κατὰ φύσιν ἀναγκαίων λογικὴν ὑπάρχουσαν κίνησιν.

This glory, which shone on the face of Moses, the people could not look at; that is why he took a veil over the glory for those who looked in a fleshly way. For those who demand the toll hold back those who bring any worldly things, weighed down by their own passions; but the one who is bare of what is subject to the toll, and full of knowledge and of the righteousness of works, they send on with their prayers, blessing the man together with his work. “And his leaf will not fall off,” the leaf of the living tree nourished by the streams of water. And the righteous man is compared to fruit-bearing trees, not only those for the sacrifice of the lofty ones; and in the offering of sacrifices under the law there were inspectors of blemishes in the victims. Those skilled in these matters distinguish appetite from desire, and assign the one to pleasures and licentiousness, as irrational, but appetite for natural necessities as a rational movement.

Miscellanies 4, chapter 19

4.19.118Stählin 2:300

Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπʼ ἴσης μὲν ἀνδρί, ἐπʼ ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστι σκληροτράχηλος· ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν· μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων. ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος. ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ· λαμβάνει δʼ εὐθὺς τἀπίχειρα τῆς πίστεως ἀριστεύσασα γυνὴ κατὰ τοῦ πολεμίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς.

This perfection, then, may be shared equally by man and equally by woman. For example, not Moses alone, having heard from God, “I have spoken to you once and twice, saying: I have seen this people, and behold, it is stiff-necked. Let me destroy them, and I will blot out their name from under heaven and make you a great and marvelous nation, much more than this one,” answers, praying, not considering his own interest but the common salvation: “By no means, Lord; forgive this people their sin, or blot me too out of the book of the living.” How great the perfection of one who wished to die with the people rather than be saved alone! But Judith too, perfected among women, when the city was besieged, having asked the elders, went out into the camp of the foreigners, despising all danger, giving herself up to the enemy for her country in faith in God; and at once she received the reward of her faith, a woman who excelled against the enemy of faith, becoming master of the head of Holofernes.

4.19.119Stählin 2:300–301

πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν διὰ πίστεως ἀναλύουσα δόγμα· καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρʼ Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.

And again Esther, perfect in faith, rescuing Israel from tyrannical power and the cruelty of the satrap, a woman alone, afflicted with fasts, set herself against countless armed hands, undoing a tyrant's decree through faith; and she tamed the one and checked Haman, and kept Israel unharmed by her perfect prayer to God. I pass over Susanna and the sister of Moses: the sister of Moses shared command with the prophet, leading all the women among the Hebrews esteemed for wisdom; Susanna, by the height of her modesty, going even to death, condemned by licentious lovers, remained an unwavering martyr of chastity.

4.19.120Stählin 2:301

Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ διʼ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθʼ ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατʼ ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδʼ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι.

Indeed Dio the philosopher relates that a certain woman, Lysidice, through excess of modesty, bathed in her tunic; and that Philotera, when she was about to enter the bath, would quietly draw up her tunic as far as the water covered her nakedness, and then, gradually coming out again, put it back on. And did not Leaena of Attica bear tortures bravely? She knew of the plot of Harmodius and Aristogeiton against Hipparchus and revealed nothing at all, though severely racked. They say too that the Argive women, led by Telesilla the poetess, merely by appearing turned the brave Spartans from war and won for themselves freedom from the fear of death.

4.19.121Stählin 2:301–302

τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε· καὶ τότʼ ἄρʼ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος, καὶ τὰ ἑξῆς. ᾄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν. τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα καλὸς πῆχυς ἀλλʼ οὐ δημόσιος ἀποκρίνασθαι. τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα· ἐρωτηθεῖσα γάρ, ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, ἀπὸ μὲν ἰδίου καὶ παραχρῆμα ἔφη, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε. ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ τὰ περὶ Διονύσου γραψαμένη· αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὥς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε· Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμισία, Παντάκλεια. μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφʼ ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν.

The author of the Danaid says similar things about the daughters of Danaus, thus: “And then the daughters of Danaus quickly armed themselves before the fair-flowing river, lord Nile,” and so on. The other poets sing of Atalanta's swiftness in the hunt, Anticlea's affection, Alcestis's love for her husband, and the courage of Macaria and the Hyacinthides. What then? Did not Theano the Pythagorean reach such a height of philosophy that to one who looked at her curiously and said, “A lovely arm,” she answered, “But not public”? To the same modesty belongs that saying too: asked on what day after intercourse with a man a woman may go down to the Thesmophorion, she said, “From her own husband, at once; from another's, never.” Indeed Themisto of Lampsacus, daughter of Zoilus and wife of Leonteus of Lampsacus, philosophized in the Epicurean way, as Myia the daughter of Theano in the Pythagorean way, and Arignote, who wrote about Dionysus; and the daughters of Diodorus called Cronus all became dialecticians, as Philo the dialectician says in his Menexenus, who gives their names as follows: Menexene, Argeia, Theognis, Artemisia, Pantaclea. I remember too a Cynic woman, called Hipparchia of Maroneia, the wife of Crates, with whom he celebrated the dog-wedding in the Painted Porch.

4.19.122Stählin 2:302

Ἀρήτη δὲ ἡ Ἀριστίππου ἡ Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν Ἀρίστιππον. παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία καὶ Ἀξιοθέα ἡ Φλιασία· Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλοσοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν. παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἃς φησι Δίδυμος ἐν Συμποσιακοῖς.

Arete of Cyrene, daughter of Aristippus, educated Aristippus, called “the Mother-taught.” With Plato there philosophized Lastheneia of Arcadia and Axiothea of Phlius. For of Aspasia of Miletus, about whom the comic poets write much, Socrates made use for philosophy and Pericles for rhetoric. I pass over the others because of the length of the discussion, not listing the poetesses, Corinna and Telesilla, Myia and Sappho, nor the painters, such as Irene, daughter of Cratinus, and Anaxandra, daughter of Nealces, of whom Didymus speaks in his Symposiaca.

4.19.123Stählin 2:302–303

ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας· ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρʼ Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει. Ἕλοιτʼ ἂν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπʼ ἀρετήν. πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ.

And the daughter of Cleobulus, the sage and monarch of the Lindians, was not ashamed to wash the feet of her father's guests; since the blessed Sarah too, Abraham's wife, herself prepared the loaves for the angels, and royal daughters among the Hebrews tended sheep; whence too Homer's Nausicaa went to the washing places. The self-restrained woman, then, would choose first to persuade her husband to become her partner in what leads to happiness; but if that is impossible, let her hasten to virtue alone, obeying her husband in everything, so as never to do anything against his will, except what is thought to contribute to virtue and salvation. But if someone should hinder from such a disposition either a wife or a maidservant sincerely striving for it, such a man plainly does nothing else at that time than choose to lead them away from justice and self-restraint, and wish to make his own house unjust and licentious.

4.19.124Stählin 2:303

οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπʼ ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφʼ ἡμῖν. τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δʼ ἐφʼ ἡμῖν οὐδαμῶς, οὐδʼ εἰ μάλιστα ἐνίσταιτο· θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινί. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἂν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.

It is not possible, then, for a man or a woman to become distinguished in anything without using learning, practice, and training; and we say that virtue rests not with others but with us most of all. Other things one can hinder by making war, but what rests with us not at all, not even if one opposes it most strongly; for the gift is given by God and subject to no one else. So licentiousness would be thought the evil of no one but the licentious man, and self-restraint the good of the one able to be self-restrained.

Miscellanies 4, chapter 20

4.20.125Stählin 2:303

Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δʼ, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν. καὶ αὖθίς που τούτοις τὰ ὅμοια· ἡδὺ δέ, ἢν κακὸν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τʼ ἔχειν μέρος. τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει· σοὶ δʼ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσʼ ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν· μετὰ γὰρ τῶν φίλων εὐτυχεῖν δυστυχεῖν τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε;

Euripides describes a wife who loves her husband with dignity, advising: “She must think that he speaks well whenever he says anything, even if he does not, and must strive to say what will please her partner.” And again somewhere, similar things: “It is sweet, if her husband fares badly, for the wife to share his gloom, and to have a share in common of grief and pleasure.” And showing her gentleness and affection even in misfortunes, he adds: “And I, if you are sick, will bear being sick with you, and will share your ills, and nothing is bitter to me; for with friends one must fare well and ill; for what else is friendship but this?”

4.20.126Stählin 2:304

ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἐλπίδος· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. χρὴ δὲ τὸν εὐδαίμονα γάμον οὔτε πλούτῳ ποτὲ οὔτε κάλλει κρίνεσθαι, ἀλλʼ ἀρετῇ. οὐδεμίαν, φησὶν ἡ τραγῳδία, ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνή, ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται. εἶτα οἷον παραινέσεις διδοῦσά φησι· πρῶτα μέν γε τοῦθʼ ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ. οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς ὁρᾷ, καὶ τὰ ἐπὶ τούτοις. πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν γυναῖκα δεδόσθαι τἀνδρὶ παρὰ τοῦ θεοῦ.

Marriage, at any rate, when accomplished according to reason, is sanctified, if the union is subject to God and is conducted “with a true heart in full assurance of faith, having hearts purified from an evil conscience and bodies washed with pure water, and holding the confession of hope; for he who promised is faithful.” A happy marriage must never be judged by wealth or beauty, but by virtue. “Beauty,” says the tragedy, “has helped no woman with the husband yoked to her; but virtue has helped many; for every good wife who melts toward her husband knows how to be self-restrained.” Then, as though giving advice, she says: “First of all this holds: even if the husband is ugly, he must seem handsome to the woman who has sense. For it is not the eye that judges, but the mind that sees,” and what follows. For Scripture very properly said that the woman was given by God to the man as a helper.

4.20.127Stählin 2:304

δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται· εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθʼ ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.

It is clear, then, I think, that she will choose to treat with reason and persuasion each of the troubles that befall her from her husband in the management of the home; and if he does not listen, then she will try, as far as is possible for human nature, to lead a sinless life, whether she must die with the Word or live, believing God to be the helper and partner in such conduct, the true champion and Savior for the present and for the future, making him the general and leader of every action, considering self-restraint and justice her work, and making God's friendship her goal.

4.20.128Stählin 2:304–305

χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. μᾶλλον δέ, φησίν, εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί.

Gracefully, then, in the letter to Titus the apostle says that older women should be reverent in behavior, “not slanderers, not enslaved to much wine, so that they may train the young women to love their husbands, to love their children, to be self-restrained, pure, workers at home, good, submissive to their own husbands, so that the word of God may not be blasphemed.” “But rather,” he says, “pursue peace with all, and sanctification, without which no one will see the Lord, seeing to it that there is no sexually immoral or profane person like Esau, who for one meal sold his birthright, and that no root of bitterness springing up causes trouble, and through it the many be defiled.”

4.20.129Stählin 2:305

εἶθʼ οἷον κολοφῶνα ἐπιθεὶς τῷ περὶ γάμου ζητήματι ἐπιφέρει· τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμένου, τί τὸ τέλειον, ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ φησι· ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.

Then, as though putting a finishing touch on the question of marriage, he adds: “Marriage is honorable in all, and the bed undefiled; but God will judge the sexually immoral and adulterers.” One aim and one end having been shown for man and woman, Peter in his letter says what the perfect is: “Though now for a little while, if necessary, you have been grieved by various trials, so that the proof of your faith, much more precious than gold that perishes though tested by fire, may be found to result in praise and glory at the revelation of Jesus Christ; whom, not having seen, you love; in whom, though you do not now see him, yet believing, you rejoice with joy inexpressible and glorified, receiving the end of your faith, the salvation of souls.” That is why Paul too boasts that for Christ's sake he has been “in labors more abundantly, in beatings beyond measure, in deaths often.”

Miscellanies 4, chapter 21

4.21.130Stählin 2:305–306

Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης καὶ ὡς μάρτυς καὶ ὡς γνωστικός· πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδʼ εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὢν, πλὴν μόνον ὁ διʼ ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος. καίτοι καὶ κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεται· ὁδὸς δέ ἐστιν αὕτη ἐπί τε τὸ εὐαγγέλιον ἐπί τε τὴν εὐποιίαν. ἀλλὰ νομικοῦ μὲν τελείωσις γνωστικὴ εὐαγγελίου πρόσληψις, ἵνα γένηται ὁ κατὰ νόμον τέλειος· οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν. ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς διαθήκας δεδωκὼς κύριος. εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς (ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μάρτυς τε ἐπὶ τοῖσδε ὀρθότατα ὁμολογήσας διʼ ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων, οὐδʼ οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως διʼ ἀγάπης γνωστικῆς εὐχαριστηθέντος αἵματος παραπεμπομένου τὸ πνεῦμα.

Here I find the perfect understood in many ways, according to the one who succeeds in each virtue. For one is perfected as reverent, as enduring, as self-controlled, as a worker, as a martyr, and as one who knows; but whether anyone among men, while still a man, is perfect in all at once, I do not know, except only the one who for our sake put on humanity. Yet even according to the bare law one might be perfect, who professes abstinence from evils; and this is a way both to the gospel and to doing good. But the perfection of the one under the law is the knowing reception of the gospel, so that the one who is perfect according to the law may come to be; for so Moses, according to the law, foretold that we must listen, so that we might receive, according to the apostle, Christ as the fulfillment of the law. In the gospel the one who knows makes progress, not using the law only as a step, but understanding and grasping it as the Lord who gave the covenants handed it down to the apostles. And if he should also live rightly (just as knowledge cannot follow from bad conduct), and become a martyr besides, confessing most rightly out of love, receiving greater worth among men, not even so will he first be called perfect in the flesh, since the completion of life has taken this name beforehand, the knowing martyr having already first shown the perfect work and properly presented it, the blood made an offering of thanks through knowing love sending on the spirit.

4.21.131Stählin 2:306

μακάριος δʼ ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος· μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλʼ οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλʼ οὐκ ἀπολλύμενοι. χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλʼ ἐν παντὶ συνιστάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἔστω δὲ κατʼ ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποις· καὶ γὰρ τούτοις εὔλογον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας. ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· κἀγώ, φησίν, εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ἐπιτελῶμεν οὖν, φησίν, ἁγιωσύνην ἐν φόβῳ θεοῦ. εἰ γὰρ καὶ λύπην ὁ φόβος γεννᾷ, χαίρω λέγει, οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.

From this he would be blessed and would justly be proclaimed perfect, “so that the surpassing greatness of the power may be of God and not from us,” as the apostle says. Only let us preserve our choice and our love, “afflicted in every way but not crushed, perplexed but not despairing, persecuted but not forsaken, struck down but not destroyed.” For those who hasten toward perfection must, according to the same apostle, “give no offense in anything, but in everything commend themselves” not to men but to God. Let obedience to men follow as a consequence; for this too is reasonable, because of the abusive blasphemies. And the commendation is “in much endurance, in afflictions, in necessities, in distresses, in beatings, in imprisonments, in tumults, in labors, in watchings, in fastings, in purity, in knowledge, in patience, in kindness, in the Holy Spirit, in love without hypocrisy, in the word of truth, in the power of God,” so that we may be temples of God, “cleansed from every defilement of flesh and spirit. And I,” he says, “will receive you, and I will be a father to you, and you will be my sons and daughters, says the Lord Almighty. Let us, then, perfect holiness in the fear of God.” For even if fear produces grief, “I rejoice,” he says, “not that you were grieved, but that you were grieved to repentance; for you were grieved according to God, so that you might suffer loss in nothing from us. For godly grief produces a repentance to salvation without regret, but the grief of the world produces death. For see what earnestness this very thing, being grieved according to God, has produced in you, what defense, what indignation, what fear, what longing, what zeal, what vindication. In everything you have commended yourselves to be pure in the matter.”

4.21.132Stählin 2:306–307

Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα. ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον. ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφοράς. πάλιν τε αὖ ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

These are the preliminary exercises of the knowing discipline. Since the Almighty God himself gave “some as apostles, some as prophets, some as evangelists, some as shepherds and teachers, for the equipping of the saints for the work of ministry, for the building up of the body of Christ, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to a perfect man, to the measure of the stature of the fullness of Christ,” we must hasten to become men in the way of knowledge, and to be perfected as far as possible while still remaining in the flesh, having practiced from perfect concord here to run together with the will of God toward the restoration of the truly perfect nobility and kinship, to the fullness of Christ perfectly completed through the equipping. We see now where, how, and when the divine apostle speaks of the perfect man and shows differences among the perfect. And again: “To each is given the manifestation of the Spirit for the common good. For to one is given through the Spirit a word of wisdom, to another a word of knowledge according to the same Spirit, to another faith in the same Spirit, to another gifts of healing in the same Spirit, to another workings of miracles, to another prophecy, to another discernment of spirits, to another kinds of tongues, to another interpretation of tongues; but all these the one and the same Spirit works, distributing to each individually as he wills.”

4.21.133Stählin 2:307

ὧν οὕτως ἐχόντων οἱ μὲν προφῆται ἐν προφητείᾳ τέλειοι, οἱ δίκαιοι δὲ ἐν δικαιοσύνῃ καὶ οἱ μάρτυρες ἐν ὁμολογίᾳ, ἄλλοι δὲ ἐν κηρύγματι, οὐκ ἀμέτοχοι μὲν τῶν κοινῶν ἀρετῶν, κατορθοῦντες δὲ ἐν οἷς ἐτάχθησαν· ἐπεὶ τίς ἂν εὖ φρονῶν εἴποι τὸν προφήτην οὐ δίκαιον; τί γάρ; οὐχὶ καὶ οἱ δίκαιοι ὥσπερ Ἀβραὰμ προεφήτευσαν; ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, Ὅμηρος λέγει. ἀλλʼ ἕκαστος ἴδιον ἔχει χάρισμα ἀπὸ θεοῦ, ὃ μὲν οὕτως, ὃ δὲ οὕτως, οἱ ἀπόστολοι δὲ ἐν πᾶσι πεπληρωμένοι.

This being so, the prophets are perfect in prophecy, the righteous in righteousness, the martyrs in confession, others in preaching; not without share in the common virtues, but succeeding in those to which they have been appointed. For who in his right mind would say that the prophet is not righteous? What then? Did not the righteous too prophesy, like Abraham? “For to one God gave the works of war, to another dancing, to another the lyre and song,” says Homer. But “each has his own gift from God, one in this way, another in that”; while the apostles were filled in all things.

4.21.134Stählin 2:307–308

εὑρήσεις γοῦν, ἢν θελήσῃς, ἐκ τῶν πράξεων καὶ τῶν συγγραμμάτων αὐτῶν τὴν γνῶσιν, τὸν βίον, τὸ κήρυγμα, τὴν δικαιοσύνην, τὴν ἁγνείαν, τὴν προφητείαν. ἰστέον μέντοι ὅτι, εἰ καὶ ὁ Παῦλος τοῖς χρόνοις νεάζει, εὐθέως μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀκμάσας, ἀλλʼ οὖν ἡ γραφὴ αὐτῷ ἐκ τῆς παλαιᾶς ἤρτηται διαθήκης, ἐκεῖθεν ἀναπνέουσα καὶ λαλοῦσα· ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου γνῶσις ἐξήγησίς ἐστι τοῦ νόμου καὶ πλήρωσις. καὶ διὰ τοῦτο εἴρηται τοῖς Ἑβραίοις· ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε, τουτέστιν ἐὰν μὴ πιστεύσητε τῷ διὰ νόμου προφητευθέντι καὶ ὑπὸ νόμου θεσπισθέντι, οὐ συνήσετε τὴν διαθήκην τὴν παλαιάν, ἣν αὐτὸς κατὰ τὴν ἰδίαν ἐξηγήσατο παρουσίαν.

You will find, at any rate, if you wish, from their deeds and writings, their knowledge, life, preaching, righteousness, purity, and prophecy. But it must be known that, although Paul is young in time, having flourished immediately after the Lord's ascension, yet his writing depends on the old covenant, breathing and speaking from it. For faith in Christ and the knowledge of the gospel are the explanation and fulfillment of the law. And for this reason it was said to the Hebrews: “If you do not believe, you will not understand”; that is, if you do not believe the one prophesied by the law and foretold by the law, you will not understand the old covenant, which he himself explained at his coming.

Miscellanies 4, chapter 22

4.22.135Stählin 2:308

Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγαθὸν ἤτοι διὰ φόβον (γέγραπται γάρ· ποῦ φύγω καὶ ποῦ κρυβήσομαι ἀπὸ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ δεξιά σου· ἐὰν καταβῶ εἰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου), ἀλλʼ οὐδὲ διʼ ἐλπίδα τιμῆς ἐπηγγελμένης (εἴρηται γάρ· ἰδοὺ κύριος καὶ ὁ μισθὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν), μόνη δʼ ἡ διʼ ἀγάπην εὐποιία ἡ διʼ αὐτὸ τὸ καλὸν αἱρετὴ τῷ γνωστικῷ.

The one who understands and sees clearly, then, is the one who knows. His work is not abstaining from evils (for this is a step to the greatest progress), nor doing something good out of fear (for it is written, “Where shall I flee and where hide from your face? If I go up to heaven, you are there; if I go away to the ends of the sea, there is your right hand; if I go down to the depths, there is your Spirit”), nor even out of hope of promised honor (for it has been said, “Behold the Lord, and his reward before his face, to render to each according to his works,” “what eye has not seen and ear has not heard and has not entered the heart of man, what God has prepared for those who love him”); but only doing good out of love, chosen for the sake of the good itself, is for the one who knows.

4.22.136Stählin 2:308

αὐτίκα ἐκ προσώπου τοῦ θεοῦ τῷ κυρίῳ λέλεκται· αἴτησαι παρʼ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, αἴτημα τὸ βασιλικώτατον διδάσκων αἰτεῖσθαι τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀμισθί, ἵνα δὴ ἡμεῖς κληρονομήσωμεν καὶ κτησώμεθα τὸν κύριον. ἔμπαλιν γὰρ χρείας τινὸς ἕνεκεν, ἵνα μοι τόδε γένηται καὶ τόδε μὴ γένηται, τῆς ἐπιστήμης ἐφίεσθαι τῆς περὶ τὸν θεὸν οὐκ ἴδιον γνωστικοῦ, ἀπόχρη δʼ αὐτῷ αἰτία τῆς θεωρίας ἡ γνῶσις αὐτή. τολμήσας γὰρ εἴποιμʼ ἄν, οὐ διὰ τὸ σῴζεσθαι βούλεσθαι τὴν γνῶσιν αἱρήσεται ὁ διʼ αὐτὴν τὴν θείαν ἐπιστήμην μεθέπων τὴν γνῶσιν· τὸ μὲν γὰρ νοεῖν ἐκ συνασκήσεως εἰς τὸ ἀεὶ νοεῖν ἐκτείνεται, τὸ δὲ ἀεὶ νοεῖν, οὐσία τοῦ γινώσκοντος κατὰ ἀνάκρασιν ἀδιάστατον γενομένη καὶ ἀίδιος θεωρία, ζῶσα ὑπόστασις μένει. εἰ γοῦν τις καθʼ ὑπόθεσιν προθείη τῷ γνωστικῷ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἢ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταὐτότητι ὄντα), οὐδὲ καθʼ ὁτιοῦν διστάσας ἕλοιτʼ ἂν τὴν γνῶσιν τοῦ θεοῦ, διʼ αὑτὴν αἱρετὴν κρίνας εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως διʼ ἀγάπην εἰς γνῶσιν ἰδιότητα.

For example, it was said to the Lord in the person of God: “Ask of me, and I will give you the nations as your inheritance,” teaching him to ask the most royal request, the salvation of men without reward, so that we might inherit and possess the Lord. Conversely, to desire knowledge about God for the sake of some need, that this may happen to me and that may not, is not characteristic of the one who knows; for him knowledge itself is sufficient reason for contemplation. For, if I may dare to say it, the one who pursues knowledge for the sake of divine understanding itself will not choose knowledge for the sake of wishing to be saved. For thinking, through practice, extends to always thinking; and always thinking, becoming the substance of the knower by an unbroken blending, and eternal contemplation, remains a living reality. If, then, one should propose to the one who knows, by hypothesis, which he would choose, the knowledge of God or eternal salvation, supposing these were separate (though they are above all identical), without the least hesitation he would choose the knowledge of God, judging to be choiceworthy for its own sake the property of faith that has ascended through love to knowledge.

4.22.137Stählin 2:308–309

αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διά τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρίναντος δʼ ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν, ἐκτενῶς ἡ ἐνέργεια φερομένη ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφʼ ὧν μέν, ἐφʼ ὧν δʼ οὔ, ἀλλʼ ἐν ἕξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἔτι ἤ, ὥς φασιν οἱ φιλόσοφοι, τὴν εὔκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦ· κατʼ εἰκόνα καὶ καθʼ ὁμοίωσιν τοῦ κυρίου τὸν βίον ἐκτελοίη. κἄν πως ἀγαθοεργοῦντι αὐτῷ ἐναντίον τι ἀπαντήσῃ, ὡς ἀγαθὴν τὴν ἀντιμισθίαν ἀμνησικάκως προήσεται, ἐπὶ δικαίους καὶ ἀδίκους δίκαιος καὶ ἀγαθὸς γινόμενος. τοιούτοις τισὶν ὁ κύριος λέγει· γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειος. τούτῳ τέθνηκεν ἡ σάρξ, ζῇ δὲ αὐτὸς μόνος ἀφιερώσας τὸν τάφον εἰς ναὸν ἅγιον κυρίῳ, τὴν παλαιὰν ἁμαρτητικὴν ψυχὴν ἐπιστρέψας πρὸς θεόν.

This, then, is the first beneficence of the perfect man: when it is done not for any need of what contributes to himself, but, he having judged that doing good is good, the activity, intently carried on, does good in every action; not in some things and not in others, but established in a state of beneficence, no longer for glory or, as the philosophers say, good repute, nor for reward either from men or from God; he would complete his life according to the image and likeness of the Lord. And if, while he does good, something adverse should meet him, he will let the recompense go without resentment as a good thing, becoming just and good toward the just and the unjust. To such people the Lord says: “Be as your Father is perfect.” For such a man the flesh is dead, and he alone lives, having dedicated the tomb as a holy temple to the Lord, having turned the old sinful soul to God.

4.22.138Stählin 2:309

οὐκ ἐγκρατὴς οὗτος ἔτι, ἀλλʼ ἐν ἕξει γέγονεν ἀπαθείας, σχῆμα θεῖον ἐπενδύσασθαι ἀναμένων. ἐὰν ποιήσῃς, φησίν, ἐλεημοσύνην, μηδεὶς γινωσκέτω, καὶ ἐὰν νηστεύσῃς, ἄλειψαι, ἵνα ὁ θεὸς μόνος γινώσκῃ, ἀνθρώπων δὲ οὐδὲ εἷς, ἀλλʼ οὐδὲ αὐτὸς ὁ ἐλεῶν ὅτι ἐλεεῖ, γινώσκειν ὀφείλει· ἔσται γὰρ οὕτω ποτὲ μὲν οἰκτίρμων, ἄλλοτε δὲ οὔ. ἐπὰν δὲ ἐν ἕξει ποιήσῃ τὸ εὐεργετητικόν, φύσιν ἀγαθοῦ μιμήσεται· ἡ δὲ διάθεσις καὶ φύσις ἔσται καὶ συνάσκησις. οὐ δεῖ δὲ ἀρθέντας μετατεθῆναι, ἀλλὰ βαδίζοντας ἀφικέσθαι οἷ δεῖ, διὰ πάσης τῆς στενῆς διελθόντας ὁδοῦ· τοῦτο γάρ ἐστι τὸ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, τὸ ἄξιον γενέσθαι τὴν δύναμιν τῆς χάριτος παρὰ τοῦ θεοῦ λαβεῖν καὶ ἀκωλύτως ἀναδραμεῖν· κἂν μισῶσι τὸν ἐκλεκτόν τινες, οἶδεν οὗτος τὴν ἄγνοιαν αὐτῶν, οἰκτείρων τῆς ἀμαθίας τὴν γνώμην αὐτῶν.

He is no longer self-controlled, but has come into a state of freedom from passion, waiting to put on the divine form. “If you give alms,” it says, “let no one know; and if you fast, anoint yourself,” so that God alone may know and not one of men; but not even the one who shows mercy ought to know that he shows mercy; for so he will be merciful at one time and not at another. But when he does good by settled habit, he will imitate the nature of the good, and his disposition will be nature and practice together. We must not be carried off and transferred, but arrive where we must by walking, passing through the whole narrow way. For this is to be drawn by the Father: to become worthy to receive the power of grace from God and to run up without hindrance. And if some hate the elect one, he knows their ignorance, pitying the mind of their ignorance.

4.22.139Stählin 2:309–310

εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾷ καὶ τοὺς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν. εἰ δὲ ἀγαπᾶν μεμάθηκε τὸν θεόν, οὐχ ἕξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς οὔτε ὕπαρ οὔτε ὄναρ οὐδὲ κατὰ φαντασίαν τινά· ἐπεὶ μηδʼ ἐξίσταταί ποθʼ ἑαυτῆς ἡ ἕξις ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτʼ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσις εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον. διὰ τοῦτό τοι καὶ ὁ κύριος ἐγρηγορέναι παραγγέλλει, ὥστε μηδὲ ὄναρ ἡμῶν παθαίνεσθαί ποτε τὴν ψυχήν, ἀλλὰ καὶ τῆς νυκτὸς τὴν πολιτείαν ὡς ἐν ἡμέρᾳ ἐνεργουμένην καθαρὰν καὶ ἀκηλίδωτον διαφυλάττειν προστάττει. αὕτη γὰρ ἡ κατὰ δύναμιν ἐξομοίωσις πρὸς θεὸν τὸ φυλάττειν τὸν νοῦν ἐν τῇ κατὰ τὰ αὐτὰ σχέσει· αὕτη δὲ νοῦ σχέσις ὡς νοῦ, ἡ δὲ ποικίλη διάθεσις γίνεται τῇ πρὸς τὰ ὑλικὰ προσπαθείᾳ.

Fittingly, then, this knowledge loves and teaches the ignorant, and trains them to honor the whole creation of Almighty God. And if he has learned to love God, he will not lose his virtue in any way, neither awake nor in dreams nor in any imagination; since a settled state never departs from itself so as to fall from being a settled state, whether knowledge is called a state or a disposition. For since differing thoughts never come in, the ruling part, remaining unaltered, does not take on any alteration of impressions, dreaming images from the movements of the day. That is why the Lord commands us to keep awake, so that our soul may never be moved by passion even in dreams, but commands us to keep our conduct at night pure and spotless as if carried on by day. For this is likeness to God as far as possible: to keep the mind in the same condition; and this is the condition of the mind as mind, while the varied disposition arises from passionate attachment to material things.

4.22.140Stählin 2:310

ᾗ μοι δοκοῦσιν εὐφρόνην κεκληκέναι τὴν νύκτα, ἐπειδὴ τηνικάδε ἡ ψυχὴ πεπαυμένη τῶν αἰσθήσεων συννεύει πρὸς αὑτὴν καὶ μᾶλλον μετέχει τῆς φρονήσεως. διὰ ταῦτʼ οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος. ἄρʼ οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίου.

For this reason, it seems to me, they called the night euphronē (“the kindly time”), since at that time the soul, having ceased from the senses, turns in on itself and shares more in prudence (phronēsis). That is why the mysteries too are celebrated mostly at night, signifying the withdrawal of the soul from the body at night. “So then let us not sleep like the rest, but let us keep awake and be sober. For those who sleep sleep at night, and those who get drunk are drunk at night; but let us, who belong to the day, be sober, having put on the breastplate of faith and love, and as a helmet the hope of salvation.”

4.22.141Stählin 2:310

ὅσα δʼ αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν. ἑκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον, ὅπερ ἐστὶ καὶ παρὰ Ἡρακλείτου λαβεῖν· ἄνθρωπος ἐν εὐφρόνῃ † φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθεὶς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος. μακάριοι γὰρ οἱ εἰδότες τὸν καιρὸν κατὰ τὸν ἀπόστολον, ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς. ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς·

And whatever they say about sleep must be understood of death too. For each shows the withdrawal of the soul, the one more, the other less; which one can also take from Heraclitus: “Man in the night … kindles a light for himself when he has died, his sight quenched; living, he touches the dead when asleep, his sight quenched; awake, he touches the sleeper.” “For blessed are those who know the time,” according to the apostle, “that it is already the hour for you to awake from sleep; for now salvation is nearer to us than when we believed. The night is far gone, and the day has drawn near. Let us, then, put off the works of darkness and put on the weapons of light.” By the day and light he allegorically means the Son, and by the weapons of light, metaphorically, the precepts. For this reason they say that one must go to sacred rites and prayers washed, pure, and bright;

4.22.142Stählin 2:310–311

καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τε καὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ ἡ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν καὶ ἡ ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως· ἣ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματʼ ἔχουσα, ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεται· Τηλέμαχος δέ, χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετʼ Ἀθήνῃ. ἔθος τοῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κἀκεῖνο εἴρηται· ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός. ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.

and this outward adornment and purification is done for the sake of a symbol; but purity is to think holy things. And indeed the image of baptism too would be the one handed down from Moses to the poets, thus: “And she, having washed, with clean garments on her body,” Penelope goes to prayer; and “Telemachus, having washed his hands in the gray sea, prayed to Athena.” This was a custom of the Jews, as was their often washing after the bed. Well, then, was this too said: “Be pure not by washing but in mind.” For perfect purity, I think, is that of the mind, of deeds, and of thoughts, and also sincerity of words, and finally sinlessness in dreams.

4.22.143Stählin 2:311–312

Ἱκανὴ δέ, οἶμαι, ἀνθρώπῳ κάθαρσις μετάνοια ἀκριβὴς καὶ βεβαία, εἴ γε κατεγνωκότες ἑαυτῶν ἐπὶ ταῖς προγενομέναις πράξεσι προΐεμεν εἰς τὸ πρόσθεν, μετὰ ταῦτα νοήσαντες καὶ τὸν νοῦν ἐξαναδύντες τῶν τε κατʼ αἴσθησιν τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων. εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν. ἡμεῖς δὲ τὸν ἀεὶ καὶ ἐν πᾶσι δίκαιον ποθοῦμεν μαθεῖν, ὃς μήτε τὴν ἐκ τοῦ νόμου δεδιὼς κόλασιν μήτε τὴν τῶν συνόντων καὶ ἐπεξιόντων τοῖς πλημμεληθεῖσι μισοπονηρίαν εὐλαβούμενος μήτε τὸν ἐξ αὐτῶν τῶν ἀδικουμένων κίνδυνον ὑφορώμενος διαμένει δίκαιος· ὁ γὰρ διὰ ταῦτα τοῦ πράττειν τι τῶν ἀδίκων ἀπεχόμενος οὐχ ἑκὼν χρηστός, φόβῳ δὲ ἀγαθός. καὶ ὅ γε Ἐπίκουρος ἀδικεῖν ἐπὶ κέρδει τινὶ βούλεσθαι οὔ φησι τὸν κατʼ αὐτὸν σοφόν· πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν οὐ δύνασθαι. ὥστε εἰ πεισθήσεται λήσειν, ἀδικήσει κατʼ αὐτόν.

Sufficient purification for a man, I think, is exact and firm repentance, if, having condemned ourselves for our former actions, we go forward, understanding afterward and raising our mind out of both what delights the senses and our former offenses. If, then, we must derive the etymology of knowledge (epistēmē) and take its meaning from standing (stasis), because it makes our soul stand in things, which before was carried now this way, now that, so too faith must be derived as the standing of our soul concerning what is. We long to learn about the one who is righteous always and in everything, who remains righteous neither fearing the punishment of the law, nor wary of the hatred of evil in those who live with him and prosecute offenses, nor suspecting danger from those wronged. For the one who abstains from doing any injustice for these reasons is not good willingly, but good out of fear. And Epicurus says that his wise man does not wish to do wrong for some gain; for he cannot have assurance of escaping notice. So if he is persuaded that he will escape notice, according to him he will do wrong.

4.22.144Stählin 2:312

καὶ τοιαῦτα μὲν τὰ σκοτεινὰ δόγματα· εἰ δὲ καὶ ἐλπίδι τῆς ἐπὶ δικαίοις παρὰ τοῦ θεοῦ ἀμοιβῆς ἀφέξεταί τις τοῦ ἀδικεῖν, οὐδʼ οὗτος ἑκὼν χρηστεύσεται· ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι. τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι· τέλος γὰρ κἀκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν. ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι μετὰ ἀγαθῆς ἐλπίδος φησὶ τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων ἀντιτίθησι ζῶσι γὰρ μετὰ κακῆς ἐλπίδος λέγων. συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται διʼ ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενος· ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.

Such are the dark doctrines. But if one abstains from wrongdoing in the hope of the reward given by God to the righteous, not even he will be good willingly; for as fear makes the first righteous, so reward makes this one, or rather shows him to seem righteous. And the hope after death, good for the good and the opposite for the wicked, is known not only to those who pursue barbarian wisdom, but also to the Pythagoreans; for they too declared hope to be the goal for those who philosophize. Indeed Socrates too says in the Phaedo that noble souls depart from here with good hope, and again, rebuking the wicked, contrasts them, saying, “For they live with evil hope.” Heraclitus too seems to agree with this in what he says about men: “There await men when they die things they do not expect or imagine.”

4.22.145Stählin 2:312

Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. διʼ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονή· ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἵεται· οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.

Divinely, then, Paul writes plainly to the Romans: “Affliction produces endurance, and endurance proven character, and proven character hope; and hope does not put to shame.” For endurance is for the sake of future hope; and hope is also, by the same name, the rendering and restoration of hope, which does not put to shame, being no longer reproached. But the one who obeys the bare calling, insofar as he has been called, moves toward knowledge neither through fear nor through pleasures; for he does not look around to see whether any profitable gain or enjoyment will follow him from outside, but, drawn by love of the truly lovable and led to what is fitting, he is godly.

4.22.146Stählin 2:312–313

ὅθεν οὐδʼ εἰ καθʼ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητός τε ὢν, οὐδʼ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλʼ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφʼ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτʼ ἄν, τὸ ὄντως καλὸν καὶ αἱρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενος· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι διειλήφαμεν. ἀκήκοεν δʼ ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλʼ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατʼ ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὄψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.

So not even if, by hypothesis, he received authority from God to do forbidden things with impunity, nor if he received besides a promise to receive the good things of the blessed as a reward for them, nay, even if he were persuaded that he would escape God's notice in what he does, which is impossible, would he ever wish to do anything contrary to right reason, having once chosen what is truly good and choiceworthy in itself and therefore lovable. For we have not understood goodness to lie in food for the belly. He has heard that food will not commend us, nor indeed marriage, nor abstaining from marriage in ignorance, but the knowing work according to virtue; since then even the dog, an irrational animal, might be called self-controlled, fearing the raised stick and so abstaining from the meat. Know well that, with such people, when the promise held out beforehand is taken away, the threatened fear removed, and the impending danger separated, their purpose is exposed.

Miscellanies 4, chapter 23

4.23.147Stählin 2:313

Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον τὸ διὰ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι. τοῖς δὲ ἔξωθεν εὐχρήστοις ἢ δυσχρήστοις προσαγόμενοι τῶν μὲν ἀπέχονται, τῶν δʼ οὔ· ἀλλὰ καὶ ὧν ἀφίστανται, μυσαττόμενοι ταῦτα φαίνονται, τὴν κτίσιν καὶ τὸν δημιουργὸν διαβάλλοντες, κἀν τῷ δοκεῖν πιστῶς ἀναστρέφεσθαι τὴν κρίσιν ἔχουσιν ἀνόσιον. τὸ δὲ οὐκ ἐπιθυμήσεις οὔτε ἀνάγκης τῆς ἐκ φόβου δεῖται, τῆς βιαζομένης ἀπέχεσθαι τῶν ἡδέων, οὔτε μισθοῦ τοῦ διʼ ἐπαγγελίας ἀναπείθοντος ἀνακόπτειν τὰς ὁρμάς· οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν.

For they are not attracted by the very nature of the thing, so as to grasp truly in the way of knowledge that all things created for our use are good, such as marriage, for example, and the begetting of children taken up with self-restraint, but that better than good is becoming passionless and virtuous for the sake of likeness to the divine. Led by external advantages or disadvantages, they abstain from some things and not from others; and even what they keep away from they clearly loathe, slandering creation and the Creator; and while seeming to live faithfully, they hold an unholy judgment. But “You shall not desire” needs neither the compulsion of fear, forcing abstinence from pleasant things, nor a reward persuading by promise to check the impulses; nor obedience because of the commandment.

4.23.148Stählin 2:313–314

διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατʼ ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν· αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι τῆς ἐπιθυμίας, φήσει, διὰ τὴν πρὸς σὲ οἰκείωσιν, κύριε. καλὴ γὰρ ἡ κτισθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναί με δεῖ, παντοκράτορ· κἂν ἐνταῦθα ὦ, παρὰ σοί εἰμι· ἀδεὴς δʼ εἶναι θέλω, ἵνα σοὶ συνεγγίζειν δυνηθῶ, καὶ ὀλίγοις ἀρκεῖσθαι, μελετῶν τὴν σὴν ἐκλογὴν τὴν δικαίαν τῶν καλῶν ἀπὸ τῶν ὁμοίων.

Those who have obeyed God because of the promise are caught by the promise, taken by the bait of pleasure; nor would turning away from sensible things produce, as a consequence, attachment to intelligible things. On the contrary, attachment to intelligible things brings about, according to nature, a turning away from sensible things for the one who knows, who has chosen the good in the way of knowledge by the selection of the beautiful, admiring creation and sanctifying the Creator, and sanctifying likeness to the divine. “But I will free myself from desire,” he will say, “because of my kinship with you, Lord. For the arrangement created is good, and all things are well governed; nothing happens without cause; I must be in what is yours, Almighty; and even if I am here, I am with you. I wish to be without fear, so that I may be able to draw near to you, and to be content with little, practicing your just selection of good things from their likes.”

4.23.149Stählin 2:314

μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἑτέρων ὡς φαύλων, ἀλλʼ ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν εἰπών· ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. ἴσμεν δὲ τὰ μὲν δυσπόριστα οὐκ ἀναγκαῖα, τὰ δὲ ἀναγκαῖα εὐπόριστα γεγενῆσθαι φιλαγάθως παρὰ τοῦ θεοῦ. διόπερ ὁ Δημόκριτος εὖ λέγει, ὡς ἡ φύσις τε καὶ διδαχὴ παραπλήσιόν ἐστι καὶ τὴν αἰτίαν συντόμως προσαποδέδωκεν· καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεῖ, καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει μετατυπωθῆναι. ἄμφω δὲ ὁ κύριος παρέσχηται τὸ μὲν κατὰ τὴν δημιουργίαν, τὸ δὲ κατὰ τὴν ἐκ τῆς διαθήκης ἀνάκτισίν τε καὶ ἀνανέωσιν. τὸ δὲ συμφέρον τῷ κυριωτέρῳ τοῦτο αἱρετώτερον, κυριώτατον δὲ πάντων ἡ διάνοια. ὅτῳ τοίνυν τὰ τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρʼ αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν. ὁ δὲ ἐμοῦ ἀκούων, φησίν, ἀναπαύσεται ἐπʼ εἰρήνῃ πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ. τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου.

The apostle, teaching us most mystically and most holily the truly thankful choice, has shown that it is made not by rejecting the others as bad, but as the better among good things, saying: “So both the one who gives his virgin in marriage does well, and the one who does not give her in marriage does better,” for what is seemly and devoted to the Lord without distraction. We know that what is hard to obtain is not necessary, and that what is necessary has been made easy to obtain by God in his love of good. That is why Democritus says well that nature and teaching are similar, and briefly gives the reason: “For teaching reshapes the man, and in reshaping it makes nature”; and it makes no difference whether one was formed such by nature or refashioned by time and learning. The Lord has provided both, the one by creation, the other by the re-creation and renewal from the covenant. What benefits the more sovereign part is more choiceworthy, and the mind is the most sovereign of all. To whom, then, truly good things appear most pleasant, he obtains from himself the fruit he longs for, the stability of the soul. “But the one who listens to me,” it says, “will rest in peace, confident, and will be quiet without fear of any evil.” “Be confident with all your heart and your mind in God.” In this way it is possible for the one who knows already to become a god: “I said, you are gods, and sons of the Most High.”

4.23.150Stählin 2:314–315

φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πως γράφων· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι. Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατʼ ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματος· οὐδὲ γὰρ ἀνείδεος οὐδʼ ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν αἱρήσηται χαρακτηρίζεται. ᾗ καὶ τὸν Ἀδὰμ τέλειον μὲν ὡς πρὸς τὴν πλάσιν γεγονέναι φαμέν· οὐδὲν γὰρ τῶν χαρακτηριζόντων τὴν ἀνθρώπου ἰδέαν τε καὶ μορφὴν ἐνεδέησεν αὐτῷ. ὃ δὲ ἐν τῷ γίνεσθαι τὴν τελείωσιν ἐλάμβανεν καὶ διʼ ὑπακοῆς ἐδικαιοῦτο, τοῦτο ἦν ἀπανδρούμενον τὸ ἐπʼ αὐτῷ κείμενον· αἰτίᾳ δὲ ἑλομένου, καὶ ἔτι μᾶλλον τὸ κωλυθὲν ἑλομένου, ὁ θεὸς ἀναίτιος· διττὴ γὰρ ἡ γένεσις, ἣ μὲν τῶν γεννωμένων, ἣ δὲ τῶν γινομένων.

And Empedocles too says that the souls of the wise become gods, writing thus: “And at the end they become seers, singers, physicians, and leaders among earthly men; from there they spring up as gods, highest in honors.” Man in general, then, is formed according to the idea of the connate spirit; for he is not fashioned formless and shapeless in the workshop of nature, where the birth of man is mystically accomplished, the art and the substance being common; but a particular man is characterized by the impression formed in the soul by what he chooses. In this way we say that Adam too was perfect as regards his formation; for nothing that characterizes the idea and form of man was lacking to him. But in becoming he was to receive his perfection, and to be justified through obedience; this was what was to grow to manhood, what rested with him. The cause lies in the one who chose, and still more in the one who chose what was forbidden; God is not responsible. For birth is twofold: that of things begotten, and that of things that become.

4.23.151Stählin 2:315

καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμὸς ἐν ὑπομονῇ καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπὶ δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνη καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ ἀπαθὴς ἄθυμός τε καὶ ἀνεπιθύμητος· καὶ οὐ ταύτῃ ἄφοβος ᾗ τὰ δεινὰ οὐκ ἐκκλίνει οὐδὲ μὴν σώφρων ᾗ τῶν ἐπιθυμιῶν ἄρχει· οὔτε γὰρ ἂν περιπέσοι τινὶ δεινῷ ἡ τοῦ θεοῦ φύσις οὔτε φεύγει ὁ θεὸς δειλίαν, ὥσπερ οὐδὲ ἐπιθυμήσει, ἵνα καὶ ἄρξῃ ἐπιθυμίας. μυστικῶς οὖν ἐφʼ ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.

And the courage of man, who is subject to passion, they say, makes the one who shares in it fearless and invincible in substance; and anger is the mind's bodyguard in endurance, perseverance, and the like; while self-restraint and saving prudence are set over desire. But God is without passion, without anger and without desire; and he is not fearless in the sense that he does not avoid dangers, nor self-restrained in the sense that he rules over desires; for neither could the nature of God fall into any danger, nor does God flee cowardice, just as he will not desire, so as to rule over desire. Mystically, then, the Pythagorean saying was applied to us too, that man too must become one; since the high priest himself is one, God being one, according to the unchangeable state of always running toward good things.

4.23.152Stählin 2:315–316

αὐτίκα ὁ σωτὴρ διὰ τῆς ἐπιθυμίας συνανῄρει καὶ τὸν θυμόν, τιμωρίας ὄντα ἐπιθυμίαν· καθόλου γὰρ τὸ παθητικὸν παντὶ γένει ἐπιθυμίας, εἰς δὲ τὴν ἀπάθειαν θεούμενος ἄνθρωπος ἀχράντως μοναδικὸς γίνεται. καθάπερ οὖν οἱ ἐν θαλάττῃ ἀπὸ ἀγκύρας τονούμενοι ἕλκουσι μὲν τὴν ἄγκυραν, οὐκ ἐκείνην δὲ ἐπισπῶνται, ἀλλʼ ἑαυτοὺς ἐπὶ τὴν ἄγκυραν, οὕτως οἱ κατὰ τὸν γνωστικὸν βίον ἐπισπώμενοι τὸν θεὸν ἑαυτοὺς ἔλαθον προσαγόμενοι πρὸς τὸν θεόν· θεὸν γὰρ ὁ θεραπεύων ἑαυτὸν θεραπεύει. ἐν οὖν τῷ θεωρητικῷ βίῳ ἑαυτοῦ τις ἐπιμελεῖται θρῃσκεύων τὸν θεὸν καὶ διὰ τῆς ἰδίας εἰλικρινοῦς καθάρσεως ἐποπτεύει τὸν θεὸν ἅγιον ἁγίως· ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.

For example, the Savior, in doing away with desire, did away with anger too, which is a desire for revenge; for in general the passionate belongs to every kind of desire; and a man deified into freedom from passion becomes undefiled and one. As those at sea held by an anchor pull on the anchor, but do not draw it to them, but draw themselves to the anchor, so those who, according to the life of knowledge, draw God to themselves, without knowing it bring themselves to God. For the one who serves God serves himself. In the contemplative life, then, one cares for oneself while worshiping God, and through one's own pure purification beholds God holily; for self-restraint, understood as self-possession, observing and contemplating itself unceasingly, is made like God as far as possible.

Miscellanies 4, chapter 24

4.24.153Stählin 2:316

Αὐτίκα τὸ ἐφʼ ἡμῖν ἐστιν οὗπερ ἐπʼ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπʼ ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφʼ ἡμῖν. καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφʼ ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τʼ αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπʼ αὐτοῖς μόνοις κολάζονται· παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτʼ ἄν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἱ πρὸ τῆς πίστεως ἁμαρτίαι, οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλʼ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί, μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλʼ οὐ θεοῦ τὴν τοσαύτην παρεχομένου δωρεάν. τούτῳ φησὶν ἡ γραφή· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἀλλʼ εἰ καὶ ἐπὶ ταῖς ἑκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλʼ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλʼ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.

For example, what rests with us is that of which we are equally master, both of it and of its opposite, as philosophizing or not, and believing or disbelieving. Because we are equally masters of each of the opposites, what rests with us is found to be possible. And indeed the commandments can be done or not done by us, and praise and blame reasonably follow them; and those punished for their sins are punished for them alone; for what has happened has passed, and what has happened could never become unhappened. The sins before faith, then, are forgiven by the Lord, not so that they have not happened, but as though they had not happened. Yet Basilides says that not all are forgiven, but only the involuntary ones done in ignorance; as though some man, and not God, were providing so great a gift. To him Scripture says: “You supposed, lawless one, that I would be like you.” But even if we are punished for voluntary sins, we are punished not so that they may become undone, but because they happened. And punishment does not benefit the sinner toward not having done it, but toward sinning no more, and toward no one else falling into similar things.

4.24.154Stählin 2:316–317

ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίας· πρῶτον μὲν τὴν ἵνʼ αὐτὸς ἀμείνων αὑτοῦ γένηται ὁ παιδευόμενος, ἔπειτα ὅπως οἱ διʼ ὑποδειγμάτων σωθῆναι δυνάμενοι προανακρούωνται νουθετούμενοι, καὶ τρίτον ὡς μὴ ὁ ἀδικούμενος εὐκαταφρόνητος ᾖ καὶ ἐπιτήδειος ἀδικεῖσθαι. δύο δὲ καὶ οἱ τρόποι τῆς ἐπανορθώσεως, ὃ μὲν διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παιδευτικὸν εἰρήκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένους· τὰ μὲν γὰρ προενεργηθέντα ἀφείθη, τὰ δὲ ἐπιγινόμενα ἐκκαθαίρεται. περὶ τῶν ἀπίστων εἴρηται λελογίσθαι τούτους ὡς χνοῦν, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.

Here, then, the good God trains for these three reasons: first, so that the one trained may become better than himself; then, so that those who can be saved through examples may be warned and turned back beforehand; and third, so that the one wronged may not be easily despised and apt to be wronged. There are also two ways of correction: the one instructive, the other punitive, which we have also called educative. It must be known, however, that those who fall into sins after the washing are the ones who are trained; for what was done before has been forgiven, but what follows is cleansed. About unbelievers it is said that they have been reckoned “as chaff which the wind drives away from the face of the earth,” and “as a drop from a bucket.”

Miscellanies 4, chapter 25

4.25.155Stählin 2:317

Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτʼ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλʼ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτʼ αἰσχρῶν ἔργων μελέτημα προσίζει. εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν οὖν ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν ἐπιφοιτῶντας τοῖς ἄστεσιν. ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθʼ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ τε ἔσται, θεωρητικὸς ὢν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἷος πεπνυμένος, τοὶ δʼ ὡς σκιαὶ ἀίσσουσιν· νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει· πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.

“Blessed is he who has gained learning in inquiry, not rushing to the harm of citizens or to unjust deeds, but beholding the ageless order of immortal nature, where and … how and in what way it was composed. To such men the practice of shameful deeds never clings.” Fittingly, then, Plato too says that the one who contemplates the Ideas will live as a god among men; and mind is the place of the Ideas, and God is mind. He has said, then, that the one who contemplates the invisible God lives as a god among men. And in the Sophist Socrates called the Eleatic stranger, being a dialectician, a god, such as the gods “who, like strangers from abroad, visit the cities.” For when the soul, rising above becoming, is by itself and associates with the forms, like the leader of the chorus in the Theaetetus, having become already like an angel, it will be with Christ, being contemplative, always looking to the will of God; truly “he alone has understanding, while the others flit like shadows.” For “the dead bury their own dead.” That is why Jeremiah says: “I will fill it with earthborn dead, whom my anger struck.”

4.25.156Stählin 2:317–318

ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον. πᾶσαι δὲ αἱ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἕν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας. καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλʼ ὡς πάντα ἕν. ἔνθεν καὶ πάντα· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλουμένων καὶ ἑνουμένων.

God, then, being indemonstrable, is not an object of scientific knowledge; but the Son is wisdom, knowledge, truth, and whatever else is akin to these; and indeed he admits demonstration and exposition. All the powers of the Spirit, becoming collectively one thing, contribute to the same, the Son; but he is not fully expressed by the concept of each of his powers. And the Son does not become simply one as one, nor many as parts, but as all one. Hence he is also all things; for he is the circle of all the powers rolled and united into one.

4.25.157Stählin 2:318

διὰ τοῦτο ἄλφα καὶ ὦ ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών. διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ διʼ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι, ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶ καὶ διαστῆναι καὶ μερισθῆναι. διὰ τοῦτο τάδε λέγει κύριος· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος ἐστι σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλʼ ἢ οἱ Λευῖται. ἀλλογενεῖς δὲ εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλʼ ἀπιστεῖν ἐθέλοντας.

That is why the Word is called Alpha and Omega, of whom alone the end becomes the beginning and ends again at the original beginning, nowhere admitting a break. That is why believing in him and through him is to become one, being united in him without distraction; while disbelieving is to be in doubt, to stand apart, and to be divided. That is why the Lord says this: “Every foreign son, uncircumcised in heart and uncircumcised in flesh,” that is, unclean in body and spirit, “shall not enter the holy places among the foreigners in the midst of the house of Israel, but only the Levites.” And he called foreigners those who did not wish to believe but chose to disbelieve.

4.25.158Stählin 2:318

μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἐλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδʼ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλʼ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρʼ ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἑπτὰ διʼ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδόμῃ γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλασμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, καθʼ ὃν ἱλασμὸν ἔστι λαβεῖν τὴν ἐπαγγελίαν.

Only those who live purely, then, are truly priests of God. That is why, though all the tribes were circumcised, those anointing high priests, kings, and prophets were counted holier. For this reason he commands them not to touch the dead nor to go in to the departed; not as though the body were polluted, but because sin and disobedience are fleshly, bodily, dead, and therefore abominable. Only to father and mother, son and daughter, when they have died, is the priest allowed to go in, because these alone are kin of flesh and seed, from whom the priest has received the immediate cause of his entry into life. And these are purified for seven days, the days through which creation is completed; for on the seventh the rest is celebrated, and on the eighth he brings a propitiation, as is written in Ezekiel, according to which propitiation one may receive the promise.

4.25.159Stählin 2:318–319

τέλειος δʼ, οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις· ἱλασμὸς δὲ ἡ διʼ ὑπακοῆς πάσης ἁγνεία σὺν καὶ τῇ ἀποθέσει τῶν κοσμικῶν εἰς τὴν ἐκ τῆς ἀπολύσεως τῆς ψυχῆς εὐχάριστον τοῦ σκήνους ἀπόδοσιν. εἴτʼ οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατʼ ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν. ἐπὶ γοῦν ταῖς ἑπτὰ ἡμέραις τὰ ἱερεῖα ὑπὲρ ἁμαρτιῶν θύεται, ἔτι γὰρ τροπῆς εὐλάβεια καὶ τῆς ἑβδόμης ἅπτεται περιφορᾶς.

Perfect purification, I think, is faith through the law and the prophets into the gospel; and propitiation is purity through all obedience, together with laying aside worldly things, up to the thankful surrender of the tent at the release of the soul. Whether, then, it is time which, through the seven numbered periods, restores to the highest rest, or seven heavens, which some count by ascent, or whether the fixed region, which borders on the intelligible world, is called the eighth, he says that the one who knows must rise out of becoming and sin. At any rate, after the seven days the victims are sacrificed for sins; for there is still caution about change, and it touches the seventh cycle.

4.25.160Stählin 2:319

Ἰὼβ δὲ ὁ δίκαιος αὐτὸς φησὶ γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ, οὐ κτημάτων γυμνός (τοῦτο μὲν γὰρ μικρόν τε καὶ κοινόν), ἀλλʼ ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ ἁμαρτίας καὶ τοῦ ἑπομένου τοῖς ἀδίκως βιώσασιν ἀειδοῦς εἰδώλου· τοῦτο γὰρ ἦν τὸ εἰρημένον ἐὰν μὴ στραφέντες γένησθε ὡς τὰ παιδία, καθαροὶ μὲν τὴν σάρκα, ἅγιοι δὲ τὴν ψυχὴν κατὰ ἀποχὴν κακῶν ἔργων, δεικνύντος τοῦ θεοῦ ὅτι τοιούτους ἡμᾶς εἶναι βούλεται, οἵους καὶ γεγέννηκεν ἐκ μήτρας ὕδατος· γένεσις γὰρ γένεσιν διαδεχομένη κατὰ προκοπὴν ἀπαθανατίζειν βούλεται, τῶν δὲ ἀσεβῶν ὁ λύχνος σβεσθήσεται.

Job the righteous himself says: “Naked I came out of my mother's womb, naked I shall also depart there”; not naked of possessions (for this is small and common), but as a righteous man he departs naked of vice and sin and of the formless image that follows those who have lived unjustly. For this was the meaning of what was said, “Unless you turn and become like children,” pure in flesh and holy in soul by abstaining from evil deeds; God showing that he wishes us to be such as he has also begotten us from the womb of water. For birth succeeding birth by progress wishes to make immortal; “but the lamp of the ungodly will be quenched.”

4.25.161Stählin 2:319–320

ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως· ἡ δὲ παρθένος ἦν καλή, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ῥεβέκκα δὲ ἑρμηνεύεται θεοῦ δόξα, θεοῦ δὲ δόξα ἀφθαρσία. αὕτη ἡ τῷ ὄντι δικαιοσύνη, μὴ πλεονεκτεῖν ἐν θατέρῳ, ὅλον δὲ εἶναι ἡγιασμένον νεὼν τοῦ κυρίου. δικαιοσύνη οὖν ἐστιν εἰρήνη βίου καὶ εὐστάθεια, ἐφʼ ἣν ὁ κύριος ἀπέλυε λέγων· ἄπελθε εἰς εἰρήνην· Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὃν φησι Μωυσῆς, Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας. καὶ δὴ ἑρμηνεύεται ὁ Μελχισεδὲκ βασιλεὺς δίκαιος, συνωνυμία δέ ἐστι δικαιοσύνης καὶ εἰρήνης.

Indeed the all-wise Moses, using repetition strikingly, has indicated the purity in both body and soul which the one who knows pursues, describing the incorruption of both body and soul in the case of Rebecca thus: “The virgin was beautiful; she was a virgin; no man had known her.” And Rebecca is interpreted “glory of God,” and the glory of God is incorruption. This is true righteousness: not to be greedy in either, but to be wholly a sanctified temple of the Lord. Righteousness, then, is peace and stability of life, to which the Lord dismissed, saying, “Go in peace.” For Salem is interpreted “peace,” of which our Savior is recorded as king, as Moses says: “Melchizedek king of Salem, the priest of God Most High,” who gave the wine and the bread as sanctified food, as a type of the Eucharist. And indeed Melchizedek is interpreted “righteous king”; and righteousness and peace are synonymous.

4.25.162Stählin 2:320

Βασιλείδης δὲ ὑποστατὰς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας. Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα τὰ ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγματείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ, ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια. κἂν πύθῃ· τὰ δὲ ὄργια ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι; ἀκούσῃ πάλιν· ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν, κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω· οὐ θέμις ἀκοῦσαί σε, ἔστιν δʼ ἄξιʼ εἰδέναι· ἀσέβειαν ἀσκοῦντα ὄργιʼ ἐχθαίρει θεοῦ· ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός. ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικοῦ τόπου· καθʼ ὅσον ἐστὶν τἀγαθόν, τοῦ ἠθικοῦ· ᾗ δʼ αὖ ἐστι νοῦς, τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος, υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.

Basilides supposes that Righteousness and her daughter Peace, as existing beings, remain arranged in the Ogdoad. But we must pass from the more natural matters to the plainer ethical ones; for the account of those will follow after the treatise in hand. The Savior himself, then, simply, as in the tragedy, initiates us, “seeing those who see, and he gives the rites.” And if you ask, “What form do these rites have for you?” you will hear again: “It is not permitted for the uninitiated among mortals to know.” And if someone busies himself about what they are, let him hear again: “It is not lawful for you to hear, but they are worth knowing; the god's rites hate the one who practices impiety.” But God is without beginning, the perfect beginning of all things, maker of the beginning. Insofar as he is being, he is the beginning of the physical field; insofar as he is the Good, of the ethical; insofar as he is mind, of the logical and critical field. That is why the Word alone is teacher, the Son of the Father, who is Mind, who educates man.

Miscellanies 4, chapter 26

4.26.163Stählin 2:320–321

Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην καὶ τὴν τῶν αἰσθήσεων ὀργανοποιίαν πρὸς γνῶσιν συντείνουσαν τά τε μέλη καὶ μέρη πρὸς τὸ καλόν, οὐ πρὸς ἡδονὴν εὔθετα. ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ σωτῆρος καταρτισμῷ τελειούμενον. καὶ δὴ ἡ ἀντακολουθία τῶν τριῶν ἀρετῶν περὶ τὸν ἄνθρωπον εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς τε καὶ φυσικῶς καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενον. σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ. εἰ δέ τις διαβάλλεσθαι τὴν σάρκα καὶ διʼ αὐτῆς τὴν γένεσιν φάσκοι παραθεὶς Ἡσαΐαν λέγοντα πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα, ἀκουσάτω ἑρμηνεύοντος τὸ ζητούμενον διὰ Ἱερεμίου τοῦ πνεύματος· καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα πετώμενα ὑπὸ ἀνέμου εἰς ἔρημον.

Unreasonably, then, do those run down the formation of man and speak ill of the body, not seeing that man's structure was made upright for the contemplation of heaven, that the organs of the senses contribute to knowledge, and that the limbs and parts are fitted for the good, not for pleasure. Hence this dwelling becomes able to receive the soul, most precious to God, and is counted worthy of the Holy Spirit through the sanctification of soul and body, perfected by the Savior's equipping. And indeed the mutual implication of the three virtues is found in the man who knows, dealing with the divine ethically, physically, and logically. For wisdom is knowledge of divine and human things, justice the harmony of the parts of the soul, and holiness the service of God. And if someone should say that the flesh, and through it birth, is slandered, citing Isaiah: “All flesh is grass, and all the glory of man as the flower of grass; the grass withered and the flower fell; but the word of the Lord remains forever,” let him hear the Spirit interpreting the question through Jeremiah: “And I scattered them like brushwood blown by the wind into the desert.

4.26.164Stählin 2:321

οὗτος ὁ κλῆρος καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, μοιχεία σου καὶ χρεμετισμός σου καὶ τὰ ἑξῆς. τοῦτο γὰρ τὸ ἄνθος τοῦ χόρτου, καὶ τὸ κατὰ σάρκα περιπατεῖν καὶ σαρκικοὺς εἶναι κατὰ τὸν ἀπόστολον, ἐν ἁμαρτίαις ὄντας. κρεῖττον μὲν τοῦ ἀνθρώπου ὡμολόγηται ἡ ψυχή, ἧττον δὲ τὸ σῶμα, ἀλλʼ οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ σῶμα οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν. εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς μέσοις. ἐχρῆν δὴ οὖν τὴν σύνθεσιν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλʼ οὐκ ἐξ ἐναντίων, σώματός τε καὶ ψυχῆς.

This is the lot and portion of your disobedience, says the Lord. As you forgot me and hoped in lies, I too will uncover your back parts before your face, and your dishonor will be seen, your adultery and your neighing,” and so on. For this is the flower of grass: walking according to the flesh and being fleshly, according to the apostle, being in sins. The soul is admitted to be the better part of man and the body the lesser; but neither is the soul good by nature nor the body evil by nature; nor is what is not good at once evil. For there are intermediate things, and among the intermediate, things preferred and things not preferred. The composition of man, being in the sensible world, had to consist of things different, but not opposed: body and soul.

4.26.165Stählin 2:321

ἀεὶ τοίνυν αἱ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἱ δὲ φιλήδονοι καὶ ἁμαρτητικαὶ τῷ ἥττονι τῷ ἁμαρτητικῷ περιτίθενται. αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικῶς προσφέρεται, οὐ προσπαθῶς, ὅσον οὐδέπω, ἐὰν ὁ καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος. πάροικος, φησίν, ἐν τῇ γῇ καὶ παρεπίδημος ἐγώ εἰμι μεθʼ ὑμῶν. καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς ἂν ὑπερκόσμιον φύσει οὖσαν. τὸ δʼ οὐχ οὕτως ἔχει. ἑνὸς γὰρ τὰ πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλʼ ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.

So good actions, as better, are always attached to the better, spiritual part, while pleasure-loving and sinful ones are ascribed to the lesser, sinful part. For example, the soul of the wise man and the one who knows, as though lodging as a guest in the body, behaves toward it with dignity and respect, not with passion, ready to leave the tent whenever the time of departure calls. “I am a sojourner on the earth and a stranger with you,” it says. And from this Basilides has taken occasion to say that the elect is foreign to the world, as though being supramundane by nature. But this is not so. For all things belong to one God, and no one could be foreign to the world by nature, since the substance is one and God is one; but the elect lives as a stranger, knowing that all things are to be acquired and to be relinquished.

4.26.166Stählin 2:322

Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρʼ ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατʼ οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ. οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους, ὡς ὁ ἀπόστολός φησιν. εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν. ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθʼ ὁμοίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος.

The three kinds of goods the Peripatetics speak of he uses, and the body too, as someone setting out on a long journey uses inns and lodgings along the road, caring for and adorning the place where he stays, but leaving the dwelling and the possession, as also the use, without passion, following gladly the one who leads him out of life, never turning back for any reason, having given thanks for his sojourn, and blessing his departure, welcoming the dwelling in heaven. “For we know that if our earthly house, the tent, is dissolved, we have a building from God, a house not made with hands, eternal in the heavens. For in this we groan, longing to put on our dwelling from heaven, if indeed, having put it on, we will not be found naked. For we walk by faith, not by sight,” as the apostle says. “And we are well pleased rather to be away from the body and at home with God.” “Rather” is in comparison; and comparison is of things falling under likeness, as the braver of the brave is braver, but the bravest of cowards.

4.26.167Stählin 2:322–323

ὅθεν ἐπήγαγεν· διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κʼ οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατʼ οὐρανόν· καὶ τὸν μελοποιὸν ᾄδοντα· ψυχαὶ δʼ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδουσʼ ἐν ὕμνοις· οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλʼ ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.

That is why he added: “Therefore we make it our aim, whether away or at home, to be pleasing to him,” clearly to the one God, whose work and creation all things are, both the world and what is above the world. I admire Epicharmus, who says clearly: “Being pious in mind, you would suffer no evil when you die; the spirit remains above in heaven.” And the lyric poet, who sings: “The souls of the ungodly flit under heaven on earth in murderous pains under inescapable yokes of evils; but those of the pious, dwelling in heaven, sing the great Blessed One in songs and hymns.” So the soul is not sent down here from heaven to worse things, for God works all things toward the better; but the soul that has chosen the best life from God and righteousness exchanges earth for heaven.

4.26.168Stählin 2:323

Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος νῦν οἶδα εἶπεν ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. τίς γὰρ ἀπαγγέλλει μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; ἐγὼ δὲ ἐφαύλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτὸν εἶναι γῆν καὶ σποδόν. ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δʼ ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λέγων· γῆ γῆ, ἄκουε λόγον κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.

Fittingly, then, Job, having attained knowledge, said: “Now I know that you can do all things, and nothing is impossible for you. For who tells me what I did not know, great and marvelous things that I did not understand? And I despised myself, considering myself earth and ashes.” For the one in ignorance is sinful and earth and ashes; but the one established in knowledge, being made like God as far as he can, is already spiritual and so elect. And that Scripture calls the foolish and disobedient “earth,” the prophet Jeremiah will make clear, speaking against Joachim and his brothers: “Earth, earth, hear the word of the Lord; write this man down as an outcast man.”

4.26.169Stählin 2:323

ἄλλος δʼ αὖ προφήτης φησίν· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι· ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ ἐνωτίζου ἀπὸ τῶν ὀργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικὰ τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας. οὗτοί εἰσι περὶ ὧν Μιχαίας ὁ προφήτης λέγει· ἀκούσατε λαοὶ λόγον κυρίου οἱ συνοικοῦντες ὀδύναις. καὶ ὁ Ἀβραὰμ μηδαμῶς, εἶπεν, κύριε, ὁ κρίνων τὴν γῆν, ἐπεὶ ὁ ἀπιστήσας κατὰ τὴν σωτήριον φωνὴν ἤδη κέκριται.

And another prophet says: “Hear, O heaven, and give ear, O earth,” calling understanding “hearing,” and “heaven” the soul of the one who knows, who has taken up the contemplation of heaven and divine things and so has become an Israelite; while conversely he called “earth” the one who has chosen ignorance and hardness of heart, and named “give ear” from the organs of hearing, the ears, assigning fleshly things to those devoted to sensible things. These are the ones of whom the prophet Micah says: “Hear, peoples, the word of the Lord, you who dwell with pains.” And Abraham said, “By no means, Lord, you who judge the earth”; since the one who has disbelieved, according to the saving word, “has already been judged.”

4.26.170Stählin 2:323–324

γέγραπται δὲ κἀν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσα· δικαίων εἰσακούει ὁ θεός, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν· ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ. τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; οὗτος γάρ ἐστι, φησίν, ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων· οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλὴν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλʼ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; τοῦτο αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν.

And in the Kingdoms the judgment and sentence of the Lord is written thus: “God hears the righteous, but does not save the ungodly,” because they do not wish to know God; “for the Almighty will not do what is wrong.” What do the heresies still say against this saying, when Scripture proclaims the Almighty to be a good God and not responsible for vice and injustice, if ignorance arises from not knowing, and God does nothing wrong? “For this is our God,” it says, “and there is no savior besides him.” “For there is no injustice with God,” according to the apostle. And the prophet teaches still more clearly the will of God and the progress of knowledge in these words: “And now, Israel, what does the Lord your God ask of you, but to fear the Lord your God, walk in all his ways, love him, and serve him alone?” This he asks of you, who have the power to choose salvation.

4.26.171Stählin 2:324

Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν; ἐμοὶ δοκεῖ οὐχ ὅτι τὸ θεῖον ᾤοντο μὴ δύνασθαι τῶν ἡσυχῇ φθεγγομένων ἐπαΐειν, ἀλλʼ ὅτι δικαίας ἐβούλοντο εἶναι τὰς εὐχάς, οἵας οὐκ ἄν τις αἰδεσθείη ποιεῖσθαι πολλῶν συνειδότων. ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχῆς κατὰ καιρὸν προϊόντος τοῦ λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν ὡς ἐν ἡμέρᾳ περιπατοῦντες. λαμψάτω γάρ σου τὰ ἔργα. καὶ ἰδοὺ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ἰδοὺ γὰρ ὁ θεὸς καὶ τὰ ἔργα αὐτοῦ. θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῷ. ἐμοὶ δὲ καὶ οἱ ποιηταὶ τοὺς ἐκλεκτοὺς παρὰ σφίσι θεοειδέας προσαγορεύειν δοκοῦσι καὶ δίους καὶ ἀντιθέους καὶ Διὶ μῆτιν ἀταλάντους καὶ θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντας καὶ θεοεικέλους, τὸ κατʼ εἰκόνα καὶ ὁμοίωσιν περιτρώγοντες.

Why, then, do the Pythagoreans command that one pray aloud? It seems to me not because they thought the divine could not hear those who speak quietly, but because they wished prayers to be just, such as no one would be ashamed to make with many knowing. We will treat of prayer at the proper time as the discussion proceeds; but we ought to have works that cry aloud, as walking in the day. “For let your works shine.” “And behold a man and his works before his face.” “For behold God and his works.” The one who knows must imitate God as far as he can. And the poets too seem to me to call the elect among them “godlike,” “divine,” “equal to gods,” “equal to Zeus in counsel,” “having counsels like the gods,” and “godlike,” nibbling at the “image and likeness.”

4.26.172Stählin 2:324–326

ὁ μὲν οὖν Εὐριπίδης χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ φησὶ καὶ τὰ Σειρήνων ἐρόεντα πέδιλα ἁρμόζεται, βάσομαί τʼ ἐς αἰθέρα πολὺν ἀερθεὶς Ζηνὶ προσμίξων. ἐγὼ δὲ ἂν εὐξαίμην τὸ πνεῦμα τοῦ Χριστοῦ πτερῶσαί με εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐμήν· λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις· λέγεσθαι μὲν γάρ, οὐκ εἶναι δέ· σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ. εἰκόνας τῆσδε τῆς πόλεως καὶ οἱ ποιηταὶ κτίζουσι γράφοντες· αἱ γὰρ Ὑπερβόρεοι καὶ Ἀριμάσπειοι πόλεις καὶ τὰ Ἠλύσια πεδία δικαίων πολιτεύματα· ἴσμεν δὲ καὶ τὴν Πλάτωνος πόλιν παράδειγμα ἐν οὐρανῷ κειμένην.

Euripides says: “Golden wings are about my back, and the lovely sandals of the Sirens are fitted on; I will go into the wide ether, lifted up, to join Zeus.” But I would pray that the Spirit of Christ would give me wings to my Jerusalem. For the Stoics too say that heaven is properly a city, but the things here on earth are no longer cities; for they are called so, but are not. For a city is something good, and the people a refined body and multitude of men governed by law, as the church is by the Word, a city on earth impregnable and free from tyranny, the divine will on earth as in heaven. The poets too build images of this city in their writings; for the Hyperborean and Arimaspian cities and the Elysian fields are commonwealths of the righteous. And we know Plato's city too, laid up as a pattern in heaven.

Miscellanies 5, chapter 1

5.1.1Stählin 2:327

Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν μὲν πίστιν ἡμῶν περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθʼ ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ· ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ, υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος. καὶ ἵνα τις πιστεύσῃ τῷ υἱῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ ὁ υἱός. αὖθίς τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι ὁ τοῦ θεοῦ υἱὸς διδάσκει· ἐκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρ· γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας. ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί· γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλʼ αὐτῇ τῇ θεωρίᾳ.

So much, in outline, about the one who knows; let us now go on to what follows, and consider faith again. For there are some who distinguish, saying that our faith concerns the Son, while knowledge concerns the Father. But they fail to notice that we must truly believe in the Son, that he is the Son, that he came, how and why, and about his passion; and we must know who the Son of God is. And neither is there knowledge without faith, nor faith without knowledge; nor indeed the Father without the Son; for as soon as he is Father, he is Father of the Son, and the Son is the true teacher about the Father. And for someone to believe in the Son, he must know the Father, to whom the Son also belongs. Again, in order to come to know the Father, we must believe in the Son, because the Son of God teaches; for from faith to knowledge, through the Son to the Father. And the knowledge of the Son and the Father, according to the rule of true knowledge, is the grasp and comprehension of truth through the truth. We, then, are those who are faithful in what is disbelieved, and knowers in what is unknown; that is, knowers in what is unknown and disbelieved by all, but believed and known by few; knowers not in word, recording works, but in contemplation itself.

5.1.2Stählin 2:327

Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει. ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος μάλιστα δέ τʼ ἔκλυον αὐτοὶ γράφει· τὸ γὰρ ὅλον ἡ συνῳδία καὶ ἡ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἓν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. καὶ πάλιν ὑποβὰς ἐπάγει· δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένην· ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις ἐπέλεγεν· ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφʼ ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται.

“Blessed is he who speaks into the ears of those who hear”; and faith is the ears of the soul. The Lord hints at this faith when he says, “Let the one who has ears to hear, hear,” so that, having believed, he may understand what he says, as he says it. Homer too, the oldest of the poets, using “hearing” for perceiving, the specific for the general, writes: “And most of all they themselves heard.” For in general the harmony and concord of the faith of both comes to one end, salvation. The apostle is our unerring witness, saying: “For I long to see you, that I may impart to you some spiritual gift to strengthen you; that is, that we may be encouraged together among you through our mutual faith, both yours and mine.” And again, going on, he adds: “For in it the righteousness of God is revealed from faith to faith.” The apostle, then, appears to proclaim a twofold faith, or rather one that admits growth and perfection. For the common faith underlies as a foundation (at any rate to those who longed to be healed, moved by faith, the Lord said, “Your faith has saved you”); but the excellent faith, built on it, is perfected together with the believer, and is completed by what comes from learning and from fulfilling the commandments of the Word; such were the apostles, of whose faith it is said that it could move mountains and transplant trees.

5.1.3Stählin 2:327–328

ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς κόκκον σινάπεως ἐπιδάκνουσαν ὠφελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους. εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλʼ οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει τὴν πίστιν. παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει. ἦν δʼ ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ ἀναλάμψαι δύνασθαι τὴν φύσιν. εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλʼ οὐ φύσει σῳζομένης τῆς ἐκλογῆς.

That is why, perceiving the greatness of its power, they asked that faith be added to them, faith like a grain of mustard seed that bites the soul beneficially and grows mightily in it, so that the words about heavenly things may rest on it. For if someone knows God by nature, as Basilides thinks, … calling the excellent intellection faith and kingship, and creation of good things, … a substance worthy of the maker, near to him, interpreting it as substance, not authority, and nature and reality, an indefinable beauty of an unsurpassable creation; he does not call faith the rational assent of a soul with free will. So the commandments, both of the old and the new covenant, are superfluous, if someone is saved by nature, as Valentinus would have it, and is faithful and elect by nature, as Basilides thinks. Nature could then shine forth in time even without the Savior's coming. But if they say that the Lord's coming was necessary, the peculiarities of nature are gone for them, the elect being saved by learning, purification, and good works, not by nature.

5.1.4Stählin 2:328

ὁ γοῦν Ἀβραὰμ διʼ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῇ ἐπαγγειλαμένῃ σοὶ δίδωμι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου ἤτοι ἐκλεκτὸς ἦν ἢ οὔ; ἀλλʼ εἰ μὲν οὐκ ἦν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ἡ ὑπόθεσις, εὑρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης· ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνην. ἐὰν γάρ τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπʼ αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει ἢ καὶ μιμήσει τούτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατʼ αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ. καὶ πῶς ἔτι ἀγαθὸς ὁ οὕτως καὶ ὕστερος; εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλʼ ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.

Abraham, at any rate, who believed through hearing the voice that promised under the oak in Mamre, “To you I give this land and to your seed,” was he elect or not? If he was not, how did he believe at once, as though by nature? But if he was elect, their hypothesis is undone, since an election is found even before the Lord's coming, and indeed a saved one: “for it was counted to him as righteousness.” For if someone should dare to say, following Marcion, that the Creator saves the one who believes in him even before the Lord's coming, his own salvation, the power of the Good One will be surpassed by him, attempting to save late and after the Creator they praise, and that by learning from him or imitating him. But even if, being so, the Good One saves according to them, he undertakes salvation neither of his own nor with the consent of the one who made the creation, but by force or by deceit. And how is one who is so, and later, still good? And if the place differs and the dwelling of the Almighty falls short of the dwelling of the good God, yet the will of the one who saves does not fall short of the good, since it came first.

5.1.5Stählin 2:328–329

Ἀνόητοι ἄρα οἱ ἄπιστοι ἐκ τῶν προδιηνυσμένων ἡμῖν δείκνυνται· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην φησὶν ὁ προφήτης· τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτεῖσθαι ὁ θεσπέσιος παρῄνεσε Παῦλος, ὅτι γεννῶσι μάχας· ὅ τε Αἰσχύλος κέκραγε· τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. τὴν μὲν γὰρ μετὰ πίστεως συνιοῦσαν ζήτησιν, ἐποικοδομοῦσαν τῷ θεμελίῳ τῆς πίστεως τὴν μεγαλοπρεπῆ τῆς ἀληθείας γνῶσιν, ἀρίστην ἴσμεν. ἴσμεν δὲ ὡς ἄρα οὔτε τὰ φανερὰ ζητεῖται (οἷον εἰ ἡμέρα ἐστὶν ἡμέρας οὔσης), οὔτε τὰ ἄδηλα καὶ οὐδέποτε γενησόμενα φανερά (ὡς τὸ εἰ ἄρτιοί εἰσιν οἱ ἀστέρες ἢ περιττοί), ἀλλʼ οὐδὲ τὰ ἀντιστρέφοντα (ἀντιστρέφει δὲ ἃ καὶ τοῖς τὸν ἐναντίον χειρίζουσι λόγον ἐπʼ ἴσης ἔστιν εἰπεῖν, ὡς τὸ εἰ ζῷον τὸ κατὰ γαστρὸς ἢ οὐ ζῷον)· τέταρτός ἐστι τρόπος, ὅταν ἐκ θατέρου τούτων μέρους ἀναντίρρητον καὶ ἄλυτον ἐνθύμημα προτείνηται. εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται· προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.

From what we have gone through, unbelievers are shown to be foolish; “for their paths are crooked and they do not know peace,” says the prophet. And the divine Paul exhorted us to refuse foolish and uninstructed questionings, because they breed quarrels. And Aeschylus cries out: “Do not toil in vain at what brings no profit.” The inquiry that understands with faith, building on the foundation of faith the magnificent knowledge of the truth, we know is best. And we know that neither are plain things inquired into (as whether it is day when it is day), nor things obscure and never to become plain (such as whether the stars are even or odd in number), nor indeed things that can be turned around (those are turned around which can be said equally by those who argue the opposite, as whether the embryo is a living being or not); a fourth kind is when an irrefutable and indissoluble argument is put forward from one side of these. If, then, the cause of inquiry is removed in all these ways, faith is established. For we put forward to them that irrefutable thing: that it is God who speaks and sets out in writing about each thing I inquire into.

5.1.6Stählin 2:329

τίς οὖν οὕτως ἄθεος ὡς ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ; πάλιν τῶν ζητημάτων ἃ μὲν αἰσθήσεως δεῖται, οἷον ἐὰν ζητῇ τις, εἰ τὸ πῦρ θερμὸν ἢ ἡ χιὼν λευκή· τινὰ δὲ νουθεσίας καὶ ἐπιπλήξεως, ὥς φησιν Ἀριστοτέλης, ὡς τὸ ἐρώτημα ἐκεῖνο, εἰ χρὴ γονεῖς τιμᾶν. ἔστιν δὲ ἃ καὶ κολάσεως ἄξια, ὁποῖόν ἐστι τὸ αἰτεῖν ἀποδείξεις, εἰ πρόνοιά ἐστι. προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων· ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς· ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.

Who, then, is so godless as to disbelieve God and demand proofs from God as from men? Again, of questions, some need sense perception, as if someone asks whether fire is hot or snow white; some need admonition and rebuke, as Aristotle says, like that question whether one should honor one's parents. And there are some that deserve even punishment, such as demanding proofs whether there is providence. Since providence exists, then, it is unholy to think that all prophecy and the arrangement concerning the Savior did not come about according to providence; and perhaps one should not even try to prove such things, since divine providence is plain from the sight of all things seen, works of art and wisdom, some coming about in order, others revealed in order. And the one who gave us a share in being and living has given us a share in reason too, wishing us to live rationally and well. For the Word of the Father of the universe is not the uttered word, but the most manifest wisdom and goodness of God, and his almighty and truly divine power, not incomprehensible even to those who do not confess him, the almighty will.

5.1.7Stählin 2:329–330

Ἐπεὶ δὲ οἳ μὲν ἄπιστοι, οἳ δὲ ἐριστικοί, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ. οὔτε γὰρ ἄνευ προαιρέσεως τυχεῖν οἷόν τε, οὐ μὴν οὐδὲ τὸ πᾶν ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται, οἷον τὸ ἀποβησόμενον. χάριτι γὰρ σῳζόμεθα, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν τινα περιποιήσασθαι πρὸς αὐτό· δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐμαθείας ἁγνῆς καὶ τῆς τοῦ πατρὸς πρὸς αὑτὸν ὁλκῆς· ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, τῶν δὲ νοητῶν διʼ αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως. ἐὰν δέ τις αἰσθητῶς τὰ πάντα καταλήψεσθαι προσδοκήσῃ, πόρρωθεν τῆς ἀληθείας πέπτωκεν· πνευματικῶς γοῦν ὁ ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει· βλέπομεν γὰρ νῦν ὡς διʼ ἐσόπτρου, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ὀλίγοις γὰρ ἡ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γίνεσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων. τὰ ἴσα τούτοις βούλεται τὰ παρὰ Μωυσεῖ· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται· δῆλον γὰρ μηδένα ποτὲ δύνασθαι παρὰ τὸν τῆς ζωῆς χρόνον τὸν θεὸν ἐναργῶς καταλαβέσθαι· οἱ καθαροὶ δὲ τῇ καρδίᾳ τὸν θεὸν ὄψονται, ἐπὰν εἰς τὴν ἐσχάτην ἀφίκωνται τελείωσιν. ἐπεὶ γὰρ ἠσθένει πρὸς κατάληψιν τῶν ὄντων ἡ ψυχή, θείου διδασκάλου ἐδεήθημεν· καταπέμπεται ὁ σωτήρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλός τε καὶ χορηγός, τὸ ἀπόρρητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα.

Since some are unbelieving and others contentious, not all attain the perfection of the good. For it is not possible to attain it without choice, nor does everything rest on our intention, such as the outcome. “For by grace we are saved,” not, however, without good works; but those born for the good must acquire some zeal for it; and we must also have a sound and unrepentant intention in the pursuit of the good, for which we most need divine grace, right teaching, pure docility, and the Father's drawing to himself. For, bound to an earthly body, we grasp sensible things through the body, but lay hold of intelligible things through the rational power itself. And if someone expects to grasp everything by the senses, he has fallen far from the truth. At any rate the apostle writes spiritually about the knowledge of God: “For now we see as through a mirror, but then face to face.” For the vision of the truth has been given to few. Plato too says in the Epinomis: “I do not say that it is possible for all men to become blessed and happy, except a few; as long as we live, this I define; but there is a fair hope that after death one may obtain everything.” The words of Moses mean the same: “No one will see my face and live.” For it is clear that no one can ever clearly grasp God during the time of life; but “the pure in heart will see God” when they arrive at the final perfection. For since the soul was too weak to grasp what is, we needed a divine teacher; the Savior is sent down, teacher and provider of the good possession, the holy token of the great providence, not to be spoken.

5.1.8Stählin 2:330–331

ποῦ τοίνυν γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; φησί. καὶ πάλιν· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, τῶν δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι. παγκάλως γοῦν Ἱερεμίας φησί· τάδε λέγει κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους αἰωνίας, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ἐρωτήσατε, φησί, καὶ πύθεσθε παρὰ τῶν εἰδότων ἀφιλονίκως καὶ ἀδηρίτως. μαθόντες δὲ ἄρα τῆς ἀληθείας τὴν ὁδὸν εὐθεῖαν βαδίζωμεν ἀμεταστρεπτί, ἄχρις ἂν περιτύχωμεν τῷ ποθουμένῳ. εἰκότως ἄρα ὁ μὲν βασιλεὺς Ῥωμαίων (Νουμᾶς ὄνομα αὐτῷ) Πυθαγόρειος ὢν πρῶτος ἀνθρώπων ἁπάντων Πίστεως καὶ Εἰρήνης ἱερὸν ἱδρύσατο. τῷ δὲ Ἀβραὰμ πιστεύσαντι δικαιοσύνη ἐλογίσθη. οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται πατὴρ μετέωρος· ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον, εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς καὶ φιλόθεος γενόμενος. ἑρμηνεύεται μὲν γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς· ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς, ἐξειλεγμένος δὲ ὁ τοῦ σπουδαίου νοῦς.

“Where, then, is the scribe? Where is the debater of this age? Has not God made foolish the wisdom of this world?” it says. And again: “I will destroy the wisdom of the wise, and the understanding of the understanding I will set aside,” clearly of these who are wise in their own conceit and contentious. Very finely, then, Jeremiah says: “Thus says the Lord: Stand on the roads and ask for the eternal paths, which is the good way, and walk in it, and you will find purification for your souls.” Ask, he says, and inquire of those who know, without contention and dispute. Having learned the way of truth, let us walk straight without turning, until we come upon what we long for. Fittingly, then, the king of the Romans (his name was Numa), being a Pythagorean, was the first of all men to found a temple of Faith and Peace. And to Abraham, who believed, “it was counted as righteousness.” He, pursuing the lofty philosophy of what happens in the air and the elevated philosophy of what moves in the heavens, was called Abram, which is interpreted “elevated father.” But later, looking up to heaven, whether seeing the Son in the Spirit, as some explain, or a glorious angel, or otherwise recognizing a God greater than creation and all its order, he received the alpha, the knowledge of the one and only God, and was called Abraham, becoming, instead of a natural philosopher, wise and a lover of God. For it is interpreted “elect father of sound”; for the uttered word sounds, and its father is the mind, and the mind of the good man is chosen.

5.1.9Stählin 2:331–332

Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως· ὦ φίλοι, οἶδα μὲν οὕνεκʼ ἀληθείη παρὰ μύθοις, οὓς ἐγὼ ἐξερέω· μάλα δʼ ἀργαλέη ἥ γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή. διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων τῶν πείθειν ἐπαγγελλομένων, ἀλλʼ ἐν δυνάμει θεοῦ, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως σῴζειν δυναμένῃ. † δοκεόντων γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσειν· καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας, ὁ Ἐφέσιός φησιν. οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωικοί· καθʼ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι, τοῦτʼ ἐκεῖνο τὴν ἀνάστασιν περιέποντες. ὁ δὲ Πλάτων τὴν γῆν χρόνοις τισὶ διὰ πυρὸς καθαίρεσθαι καὶ ὕδατος ὧδέ πώς φησι· πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ καὶ ἄλλοις ἕτεραι βραχύτεραι. καὶ μετʼ ὀλίγα ἐπιφέρει· τὸ δʼ ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατʼ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά. ἔπειτα περὶ τοῦ κατακλυσμοῦ ἐποίσει· ὅταν δʼ αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δʼ ἐν ταῖς παρʼ ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.

And I am inclined greatly to praise the poet of Acragas, who hymns faith thus: “O friends, I know that truth is in the words I will speak; but very hard for men, and grudged, is the rush of faith upon the mind.” That is why the apostle too exhorts that our faith be not in the wisdom of men who profess to persuade, but in the power of God, which alone can save even without proofs, by bare faith. “For the most reputable man knows and guards … opinions; and justice will surely catch the fabricators of lies and their witnesses,” says the Ephesian. For he too, having learned from the barbarian philosophy, knows the purification through fire of those who have lived badly, which the Stoics later called the conflagration; according to which they also teach that the individual will rise again, thereby embracing the resurrection. And Plato says that the earth is purified at certain times by fire and water, thus: “There have been and will be many destructions of men in many ways, the greatest by fire and water, and other lesser ones by countless other means.” And a little later he adds: “The truth is that there is a deviation of the bodies moving around the earth and in the heavens, and at long intervals a destruction of things on earth by much fire.” Then he adds about the flood: “And when again the gods purify the earth with waters and flood it, the herdsmen and shepherds in the mountains are saved, while those in our cities are carried by the rivers into the sea.”

5.1.10Stählin 2:332

Παρεστήσαμεν δʼ ἐν τῷ πρώτῳ Στρωματεῖ κλέπτας λέγεσθαι τοὺς τῶν Ἑλλήνων φιλοσόφους, παρὰ Μωυσέως καὶ τῶν προφητῶν τὰ κυριώτατα τῶν δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κἀκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ ἀπόρρητα ταῖς γυναιξίν, ὅσα γε εἰς γνῶσιν αὐτῶν ἀφῖκτο, κρυπτόντων τῶν ἄλλων ἀγγέλων, μᾶλλον δὲ τηρούντων εἰς τὴν τοῦ κυρίου παρουσίαν. ἐκεῖθεν ἡ τῆς προνοίας διδασκαλία ἐρρύη καὶ ἡ τῶν μετεώρων ἀποκάλυψις. τῆς προφητείας δὲ ἤδη εἰς τοὺς τῶν Ἑλλήνων ποιητὰς διαδοθείσης ἡ δογματικὴ πραγματεία τοῖς φιλοσόφοις πῇ μὲν ἀληθὴς κατὰ στοχασμὸν ἐπιβαλλομένοις, πῇ δὲ πεπλανημένη τὸ ἐπικεκρυμμένον τῆς προφητικῆς ἀλληγορίας μὴ συνιέντων γέγονεν, ὃ καὶ παρασημήνασθαι πρόκειται διὰ βραχέων ἐπιδραμοῦσι τὰ κατεπείγοντα.

We showed in the first Miscellany that the philosophers of the Greeks are called thieves, having taken the chief doctrines from Moses and the prophets without gratitude. To this we will add that those angels who had obtained the upper lot, slipping down into pleasures, told the secrets to women, as much as had come to their knowledge, while the other angels concealed them, or rather kept them for the Lord's coming. From there flowed the teaching of providence and the revelation of heavenly things. And prophecy having now been passed on to the Greek poets, the dogmatic treatment by the philosophers became partly true, when they hit the mark by conjecture, and partly mistaken, when they did not understand the hidden meaning of the prophetic allegory; which it is our purpose to note, running briefly over what is pressing.

5.1.11Stählin 2:332–333

Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν. οὐ γὰρ τοῦτο λέγω μηδʼ ὅλως ζητεῖν· ζήτει γάρ, καὶ εὑρήσεις λέγει. τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον, κατὰ τὸν Σοφοκλέα. τὰ δʼ ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει· πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι. ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον. παγκάλως γὰρ ὁ Φλειάσιος Τίμων γράφει· φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα, Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος· ἥ τʼ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. ἔπειτα ὀλίγον ὑποβὰς ἐπιφέρει· τίς γὰρ τούσδʼ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπʼ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.

We say, then, that faith must advance not idle and alone, but with inquiry. For I do not say that one should not inquire at all; for “Seek and you will find,” it says. “What is sought is caught, but what is neglected escapes,” according to Sophocles. And Menander the comic poet says similar things: “All that is sought,” say the wisest, “needs care.” But we must stretch the soul's discernment toward discovery and clear away what hinders, and cast out entirely rivalry, envy, and strife itself, which will perish most miserably from among men. For very finely Timon of Phlius writes: “Man-destroying Strife goes about, crying emptily, sister and fellow worker of murderous Quarrel; she rolls about wandering over everything, and then she has fixed her head in a mortal and casts it into hope.” Then, a little further on, he adds: “For who set these to fight in destructive strife? A crowd running with Echo; for, angry at those silent, he stirred up a chattering disease on men, and many perished,” about the lying argument, the horned, the hidden one, the crocodile, the heap, and the veiled one, and about ambiguities and sophisms.

5.1.12Stählin 2:334

Τὸ δὲ ἄρα ζητεῖν περὶ θεοῦ, ἂν μὴ εἰς ἔριν, ἀλλὰ εἰς εὕρεσιν τείνῃ, σωτήριόν ἐστι. γέγραπται γὰρ ἐν τῷ Δαβίδ· φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν· καρδία γὰρ ἡ ψυχὴ ἀλληγορεῖται ἡ τὴν ζωὴν χορηγήσασα, ὅτι διʼ υἱοῦ ὁ πατὴρ γνωρίζεται. οὐδὲ μὴν πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα τὰ ὦτα παρέχειν χρή, ἐπεὶ καὶ αἱ κύλικες πρὸς πολλῶν λαμβανόμεναι τῶν ὤτων καταρυπανθεῖσαι ἀποβάλλουσι μὲν τὰ ὦτα, πρὸς δὲ τούτοις ἀποπίπτουσαι κατάγνυνται καὶ αὐταί. τὸν αὐτὸν γὰρ τρόπον καὶ οἱ ταῖς πολλαῖς φλυαρίαις καταρυπάναντες τὴν ἁγνὴν τῆς πίστεως ἀκοὴν τέλος ἤδη ἐκκωφούμενοι πρὸς τὴν ἀλήθειαν ἀχρεῖοί τε γίγνονται καὶ εἰς γῆν ἀποπίπτουσιν.

To inquire about God, then, if it tends not to strife but to discovery, is saving. For it is written in David: “The poor will eat and be satisfied, and those who seek him will praise the Lord; their heart will live forever and ever.” For those who seek according to true inquiry, praising the Lord, will be filled with the gift from God, that is, with knowledge; and their soul will live; for the heart is allegorized as the soul, which has supplied life, because the Father is made known through the Son. Nor must we offer our ears freely to all who speak and write, since cups too, when handled by many by the ears and soiled, lose their ears, and besides, falling, are themselves broken. In the same way those who have soiled the pure hearing of faith with much babbling, at last deafened to the truth, become useless and fall to the ground.

5.1.13Stählin 2:334–335

οὔκουν εἰκῇ τοῖς παιδίοις παρακελευόμεθα τῶν ὤτων λαμβανομένοις φιλεῖν τοὺς προσήκοντας, τοῦτο δήπου αἰνιττόμενοι διʼ ἀκοῆς ἐγγίγνεσθαι τῆς ἀγάπης τὴν συναίσθησιν, ἀγάπη δὲ ὁ θεὸς ὁ τοῖς ἀγαπῶσι γνωστός, ὡς πιστὸς ὁ θεὸς ὁ τοῖς πιστοῖς παραδιδόμενος διὰ τῆς μαθήσεως. καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ διʼ ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν πειθομένων ἡμῖν παίδων. καὶ τοῦτο ἦν ὃ ᾐνίξατο ὅστις ἄρα ἦν ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδαύρῳ νεώ· ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δʼ ἐστὶ φρονεῖν ὅσια. κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐνταῦθα γὰρ ὁ νεὼς τοῦ θεοῦ, τρισὶν ἡδρασμένος θεμελίοις, πίστει, ἐλπίδι, ἀγάπῃ, φαίνεται.

Not without reason, then, do we bid children, taken by the ears, to kiss their relatives, hinting, no doubt, that the perception of love comes through hearing; and God is love, known to those who love, as God is faithful, handed down to the faithful through learning. And we must make ourselves his own through divine love, so that we may behold like by like, listening to the word of truth guilelessly and purely, like children obedient to us. And this is what was hinted by whoever it was that inscribed at the entrance of the temple in Epidaurus: “Pure must he be who goes within the fragrant temple; and purity is to think holy things.” “And unless you become like these children, you will not enter,” he says, “into the kingdom of heaven.” For there the temple of God appears, established on three foundations, faith, hope, and love.

Miscellanies 5, chapter 2

5.2.14Stählin 2:335

Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρʼ Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθʼ αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου ἀιδίου ἀρχὴν λαμβάνειν.

About faith, then, we have set out sufficient testimonies from the writings of the Greeks; but so as not to go on too long by striving to collect a great deal about hope and love too, it is enough to say only this: that in the Crito Socrates, placing living well and dying well before living, thinks he has some hope of another life after death. And in the Phaedrus too, saying that the soul alone, when by itself, can share in true wisdom and in what is greater than human power, when love from here gives it wings to heaven, he says that, having arrived through philosophic love at the goal of hope, it takes the beginning of another, eternal life.

5.2.15Stählin 2:335–336

ἐν δὲ τῷ Συμποσίῳ πᾶσι μὲν ἔρωτα φυσικὸν ἐγκεκρᾶσθαι λέγει τῆς τοῦ ὁμοίου γενέσεως, καὶ τοῖς μὲν ἀνθρώποις ἀνθρώπων μόνον, τῷ δὲ σπουδαίῳ τοῦ παραπλησίου. ἀδύνατον δʼ ἐστὶ τοῦτο ποιῆσαι τὸν σπουδαῖον μὴ ἔχοντα τελείους τὰς ἀρετάς, καθʼ ἃς παιδεύσει τοὺς προσιόντας νέους καί, ὡς ἐν Θεαιτήτῳ φησί, γεννήσει καὶ ἀνθρώπους ἀποτελέσει· κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχῆσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ ὁ καλός που λέγει ἀπόστολος. ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τινα ἀγάπην νοῶν, ἣν σὺ νόῳ δέρκευ μηδʼ ὄμμασιν ἧσο τεθηπώς. ἀλλὰ καὶ Παρμενίδης ἐν τῷ αὐτοῦ ποιήματι περὶ τῆς Ἐλπίδος αἰνισσόμενος τὰ τοιαῦτα λέγει· λεῦσσε δʼ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως· οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον οὔτε συνιστάμενον·

In the Symposium he says that a natural love for the begetting of what is like has been mixed into all, in men of men only, but in the good man of what is similar to him. And it is impossible for the good man to do this without having the virtues perfect, by which he will train the young who come to him, and, as he says in the Theaetetus, will beget and make them men; for some are pregnant in body and others in soul; since among the barbarian philosophers too, to instruct and enlighten is called to beget again; and “I begot you in Christ Jesus,” says the noble apostle somewhere. And Empedocles counts Love among the first principles, understanding it as a uniting love, “which you must see with the mind, and not sit amazed with your eyes.” And Parmenides too, in his poem, hinting at such things about Hope, says: “Behold things absent as firmly present to the mind; for you will not cut off what is from holding to what is, neither scattered everywhere in every way throughout the world, nor gathered together.”

Miscellanies 5, chapter 3

5.3.16Stählin 2:336

ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλʼ ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια· νῷ ἄρα θεωρητὸς ὁ λόγος. τοὺς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δʼ ἐγώ, φιλοθεάμονας. ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει. ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ, ὅπερ οἱ βάρβαροι λόγον εἰρήκασι τοῦ θεοῦ· ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα· ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή. προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτὸν γεννᾷ, ὅταν ὁ λόγος σὰρξ γένηται, ἵνα καὶ θεαθῇ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ· τῷ κρούοντι, γάρ φησιν, ἀνοιγήσεται· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπηλειφότες κηλῖδας. τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῷ δʼ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει. οὐ γὰρ ἐν μέσοισι κεῖται δῶρα δυσμάχητα Μοισᾶν τὠπιτυχόντι φέρειν.

For the one who hopes, like the one who believes, sees intelligible and future things with the mind. If, then, we say that something is just, and say that something is beautiful, and speak of truth too, yet have never seen any such thing with our eyes, but only with the mind; and the Word of God says, “I am the truth”; then the Word is contemplated by the mind. “Whom do you call the true philosophers?” he said. “Those who love the sight of truth,” said I. And in the Phaedrus Plato will show it, speaking of truth as an Idea. And the Idea is a thought of God, which the barbarians have called the Word of God. The words run thus: “For one must dare to speak the truth, especially when speaking about truth; for the colorless, shapeless, intangible substance that truly is, is visible only to the mind, the soul's pilot.” And the Word, coming forth, is the cause of creation; then also he begets himself, when the Word becomes flesh, so that he may also be seen. The righteous man, then, will seek a loving discovery, and hastening toward it is fortunate; for “to the one who knocks,” it says, “it will be opened; ask and it will be given to you.” For “the violent who seize the kingdom” are said to take it by force not with contentious words, but by the perseverance of a right life and unceasing prayers, having wiped away the stains of their former sins. “Vice can be chosen in abundance.” “And God helps the one who toils.” “For the hard-won gifts of the Muses do not lie in the middle for anyone who happens by to carry off.”

5.3.17Stählin 2:336–337

ἡ γοῦν τῆς ἀγνοίας ἐπίστασις τὸ πρῶτόν ἐστι μάθημα τῷ κατὰ λόγον βαδίζοντι. ἀγνοήσας τις ἐζήτησεν, καὶ ζητήσας εὑρίσκει τὸν διδάσκαλον εὑρών τε ἐπίστευσεν καὶ πιστεύσας ἤλπισεν ἀγαπήσας τε ἐντεῦθεν ἐξομοιοῦται τῷ ἠγαπημένῳ, τοῦτʼ εἶναι σπεύδων ὃ φθάσας ἠγάπησεν. τοιαύτην τινὰ μέθοδον Σωκράτης ὑποδείκνυσιν Ἀλκιβιάδῃ ὧδε πυνθανομένῳ· Οὐκ ἂν οἴει ἄλλως εἰδέναι με περὶ τῶν δικαίων; — Ναί, εἴ γε εὕροις. — Ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ; — Καὶ μάλα γε, εἰ ζητήσαις. — Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; — Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. ταύτῃ τοι καὶ αἱ τῶν φρονίμων παρθένων λαμπάδες αἱ νύκτωρ ἀνημμέναι ἐν πολλῷ τῆς ἀγνοίας σκότει, ἣν νύκτα ᾐνίξατο ἡ γραφή· φρόνιμοι ψυχαί, καθαραὶ ὡς παρθένοι, συνεῖσαι σφᾶς αὐτὰς ἐν ἀγνοίᾳ καθεστώσας κοσμικῇ, τὸ φῶς ἀνάπτουσι καὶ τὸν νοῦν ἐγείρουσι καὶ φωτίζουσι τὸ σκότος καὶ τὴν ἄγνοιαν ἐξελαύνουσι καὶ ζητοῦσι τὴν ἀλήθειαν καὶ τοῦ διδασκάλου τὴν ἐπιφάνειαν ἀναμένουσι. φιλόσοφον μὲν οὖν, ἦν δʼ ἐγώ, πλῆθος ἀδύνατον γενέσθαι. ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι κατὰ τὸν Πλάτωνα. πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις. προσεύχεσθε δὲ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. καὶ ἡ Κλεάνθους δὲ τοῦ Στωϊκοῦ φιλόσοφος ποιητικὴ ὧδέ πως τὰ ὅμοια γράφει· μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι, μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν. οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν οὔτε δικαίων οὔτε καλῶν, ὀλίγοις δὲ παρʼ ἀνδράσι τοῦτό κεν εὕροις.

The recognition of ignorance, then, is the first lesson for the one walking according to reason. Someone, being ignorant, sought; and seeking, finds the teacher; and finding, believed; and believing, hoped; and loving, is then made like the one he loved, hastening to be what he loved first. Socrates shows some such method to Alcibiades, who asks thus: “Do you not think I could know about just things otherwise?” “Yes, if you found out.” “But do you not think I could find out?” “Very much so, if you sought.” “Then do you not think I would seek?” “I do, if you thought you did not know.” In this way too the lamps of the wise virgins, lit at night in the great darkness of ignorance, which Scripture hinted at by night: wise souls, pure as virgins, understanding that they stand in worldly ignorance, light the light, rouse the mind, illuminate the darkness, drive out ignorance, seek the truth, and await the appearing of the Teacher. “For it is impossible,” said I, “for the multitude to be philosophic.” “For many are the thyrsus-bearers, but few the Bacchants,” according to Plato. “For many are called, but few chosen.” “And not in all,” says the apostle, “is knowledge.” “And pray that we may be delivered from absurd and wicked men; for not all have faith.” And the philosophical poetry of Cleanthes the Stoic writes similar things thus: “Do not look to opinion, wishing to be wise quickly, nor fear the undiscerning and shameless opinion of the many. For the multitude does not have understanding judgment, neither of just nor of beautiful things; you would find this among few men.”

5.3.18Stählin 2:337–338

γνωμικώτερον δὲ ὁ κωμικὸς ἐν βραχεῖ· αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ. ἀκηκόασι γάρ, οἶμαι, τῆς καλῆς ἐκείνης λεγούσης ἡμῖν σοφίας· εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. καὶ πάλιν· σοφοὶ κρύψουσιν αἴσθησιν· ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἱ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτηρίᾳ. ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὡς δὲ παρʼ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο. τοῖς μὲν γὰρ κακοῖς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν. ὅτι δέ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἑπομένων· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα. ὅτι ἀποκρίνου φησὶν ὁ Σολομὼν τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ. διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρʼ αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας εἰκότως ἀφίκοιντο· τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους καὶ ἀδίκους καταπέμπεται· ἢ Ἰουδαίων μόνων ἐστὶν ὁ θεός; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἶς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.

More sententiously the comic poet says briefly: “It is shameful to judge fine things by the great noise.” For they have heard, I think, that fine Wisdom saying to us: “In the midst of the foolish watch your time, but in the midst of the thoughtful persevere.” And again: “The wise will hide perception.” For the many demand proof as a pledge of truth, not content with the bare salvation that comes from faith. “But for the wicked it is very much their way to distrust the powerful; but as the pledges of our Muse bid, know, the word having been divided within your heart.” For it is customary for the wicked, says Empedocles, to wish to master the truth by disbelieving. That our doctrines are reputable and worthy of belief the Greeks will know when the account is examined more fully in what follows; for we are taught like by like. For Solomon says, “Answer the fool according to his folly.” That is why we must hold out their own to those who ask for the wisdom that is theirs, so that through their own they may most easily and fittingly come to faith in the truth. “For I became all things to all,” he says, “that I might win all”; since the rain of divine grace too is sent down on just and unjust. “Or is God the God of the Jews only? Is he not also of the Gentiles? Yes, of the Gentiles too, since God is one,” cries the noble apostle.

Miscellanies 5, chapter 4

5.4.19Stählin 2:338–339

Ἀλλʼ ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρʼ ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι· τὸ γὰρ συνετὸν ἤτοι τὸ δίκαιον ὁ πολὺς οὗτος ὄχλος οὐκ ἐκ τῆς ἀληθείας, ἀλλʼ ἐξ ὧν ἂν ἡσθῇ, δοκιμάζει. ἥδοιτο δʼ ἂν οὐχ ἑτέροις μᾶλλον ἢ τοῖς ὁμοίοις αὐτοῦ· ὅσον γὰρ τυφλὸν ἔτι καὶ κωφόν, οὐ ξύνεσιν ἔχον οὐδὲ φιλοθεάμονος ψυχῆς ὄψιν ἀθαμβῆ τε καὶ ὀξυδερκῆ, ἣν ὁ σωτὴρ ἐντίθησι μόνος, ὥσπερ ἐν τελεταῖς ἀμύητον ἢ ἐν χορείαις ἄμουσον, οὔπω καθαρὸν ὂν οὐδὲ ἄξιον ἁγνῆς ἀληθείας, ἐκμελὲς δὲ καὶ ἄτακτον καὶ ὑλικόν, ἔτι ἔξω θείου χοροῦ ἵστασθαι δεῖ· πνευματικοῖς τε γὰρ πνευματικὰ συγκρίνομεν. διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν διὰ τὸν ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρʼ αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπετάσματος ᾐνίξαντο, διʼ οὗ μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην· οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτὸν εἶναι συνεδόκει καὶ Πλάτωνι.

But since they are unwilling to believe the good justly, or knowledge for salvation, we ourselves, considering their things our own, because all things are God's, and especially since good things have gone forth from us to the Greeks, will deal with them as they are naturally able to hear. For this great crowd judges what is intelligent or just not by the truth but by what pleases it; and it would be pleased by nothing more than by what is like itself. For whatever is still blind and deaf, without understanding or the fearless and keen-sighted vision of a soul that loves contemplation, which the Savior alone implants, like the uninitiated at the mysteries or the unmusical at the dances, not yet pure nor worthy of pure truth, but discordant, disorderly, and material, must still stand outside the divine chorus. “For we compare spiritual things with spiritual.” That is why the Egyptians, through what they call their sanctuaries, and the Hebrews, through the veil, hinted at the manner of concealment, which is truly divine and most necessary for us because of the sacred word stored up in the sanctuary of truth; through which only those consecrated were allowed to enter, that is, those dedicated to God, circumcised in the desires of the passions for love of the divine alone. For Plato too thought it unlawful for the impure to touch the pure.

5.4.20Stählin 2:339

ἐντεῦθεν αἱ προφητεῖαι οἵ τε χρησμοὶ λέγονται διʼ αἰνιγμάτων καὶ αἱ τελεταὶ τοῖς ἐντυγχάνουσιν ἀνέδην οὐ δείκνυνται, ἀλλὰ μετά τινων καθαρμῶν καὶ προρρήσεων· ἁ Μοῦσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις· οὐδʼ ἐπέρναντο γλυκεῖαι μελίφθογγοι ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. Αὐτίκα οἱ παρʼ Αἰγυπτίοις παιδευόμενοι πρῶτον μὲν πάντων τὴν Αἰγυπτίων γραμμάτων μέθοδον ἐκμανθάνουσι, τὴν ἐπιστολογραφικὴν καλουμένην· δευτέραν δὲ τὴν ἱερατικήν, ᾗ χρῶνται οἱ ἱερογραμματεῖς· ὑστάτην δὲ καὶ τελευταίαν τὴν ἱερογλυφικήν, ἧς ἣ μέν ἐστι διὰ τῶν πρώτων στοιχείων κυριολογική, ἣ δὲ συμβολική. τῆς δὲ συμβολικῆς ἣ μὲν κυριολογεῖται κατὰ μίμησιν, ἣ δʼ ὥσπερ τροπικῶς γράφεται, ἣ δὲ ἄντικρυς ἀλληγορεῖται κατά τινας αἰνιγμούς. Ἥλιον γοῦν γράψαι βουλόμενοι κύκλον ποιοῦσι, σελήνην δὲ σχῆμα μηνοειδὲς κατὰ τὸ κυριολογούμενον εἶδος. Τροπικῶς δὲ κατʼ οἰκειότητα μετάγοντες καὶ μετατιθέντες, τὰ δʼ ἐξαλλάττοντες, τὰ δὲ πολλαχῶς μετασχηματίζοντες χαράττουσιν.

From this, prophecies and oracles are spoken in riddles, and the mysteries are not shown freely to all who come, but with certain purifications and preliminary instructions. “For the Muse was not yet greedy for gain nor a hireling; nor were the sweet, honey-voiced, soft-sounding songs sold by Terpsichore, their faces silvered.” For example, those educated among the Egyptians first of all learn the method of Egyptian letters called epistolographic; second, the hieratic, which the sacred scribes use; and last and final, the hieroglyphic, of which one kind is literal, by the first letters, and another symbolic. Of the symbolic, one kind is literal by imitation, another is written as it were figuratively, and another is plainly allegorized by certain riddles. When they wish to write “sun,” at any rate, they make a circle, and for “moon” a crescent shape, according to the literal form. Figuratively, they engrave by transferring and transposing according to affinity, sometimes altering, sometimes transforming in many ways.

5.4.21Stählin 2:339–340

τοὺς γοῦν τῶν βασιλέων ἐπαίνους, θεολογουμένοις μύθοις παραδιδόντες, ἀναγράφουσι διὰ τῶν ἀναγλύφων. Τοῦ δὲ κατὰ τοὺς αἰνιγμοὺς τρίτου εἴδους δεῖγμα ἔστω τόδε· τὰ μὲν γὰρ τῶν ἄλλων ἄστρων διὰ τὴν πορείαν τὴν λοξὴν ὄφεων σώμασιν ἀπείκαζον, τὸν δὲ ἥλιον τῷ τοῦ κανθάρου, ἐπειδὴ κυκλοτερὲς ἐκ τῆς βοείας ὄνθου σχῆμα πλασάμενος ἀντιπρόσωπος κυλίνδει. φασὶ δὲ καὶ ἑξάμηνον μὲν ὑπὸ γῆς, θάτερον δὲ τοῦ ἔτους τμῆμα τὸ ζῷον τοῦτο ὑπὲρ γῆς διαιτᾶσθαι σπερμαίνειν τε εἰς τὴν σφαῖραν καὶ γεννᾶν καὶ θῆλυν κάνθαρον μὴ γίνεσθαι. Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρʼ Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.

At any rate they record the praises of kings, handing them down in theological myths, through reliefs. Let this be an example of the third kind, by riddles: they likened the other stars to the bodies of snakes because of their oblique course, and the sun to that of the beetle, since it forms a round shape from ox dung and rolls it, facing backward. They say too that this creature lives six months under the earth and the other part of the year above the earth, and sows its seed into the ball and begets, and that there is no female beetle. All, then, so to speak, both barbarians and Greeks, who have treated of divine things have hidden the first principles of things, and handed down the truth in riddles and symbols, allegories and metaphors, and such figures; such too are the oracles among the Greeks, and Pythian Apollo is called Loxias (“the oblique”).

5.4.22Stählin 2:340

Ναὶ μὴν καὶ τῶν παρʼ Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖν τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατʼ ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.

Indeed the sayings of those called the wise men among the Greeks show, in a few words, the expression of something greater; for example, “Spare time,” either because life is short and we must not spend this time in vain; or, conversely, spare your private expenses, so that, even if you live many years, it says, you may not lack necessities.

5.4.23Stählin 2:340

ὡσαύτως καὶ τὸ γνῶθι σαυτὸν πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἶ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχὰς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἢ πλούσιον, ἢ τοὐναντίον, ὅτι πλούσιος ὢν καὶ ἔνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματι· καὶ εἰς τί γέγονας, γνῶθι, φησί, καὶ τίνος εἰκὼν ὑπάρχεις, τίς τέ σου ἡ οὐσία καὶ τίς ἡ δημιουργία καὶ ἡ πρὸς τὸ θεῖον οἰκείωσις τίς, καὶ τὰ τούτοις ὅμοια. λέγει δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου τὸ πνεῦμα· δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους. θησαυροὶ δὲ τοῦ θεοῦ καὶ πλοῦτος ἀνεκλιπὴς ἡ δυσθήρατός ἐστι σοφία.

Likewise “Know yourself” indicates many things: both that you are mortal and that you were born a human being; and also, by comparison with the other eminences of life, that you are of no account, even if called glorious or rich; or, conversely, that being rich and glorious you should not pride yourself on an advantage that does not last. And know, it says, for what you were born, whose image you are, what your substance is, what your creation, and what your kinship to the divine, and the like. And the Spirit says through the prophet Isaiah: “I will give you dark, hidden treasures.” And the treasures of God and his unfailing wealth are wisdom, hard to hunt down.

5.4.24Stählin 2:340–341

Ἀλλὰ καὶ οἱ παρὰ τούτων τῶν προφητῶν τὴν θεολογίαν δεδιδαγμένοι ποιηταὶ διʼ ὑπονοίας πολλὰ φιλοσοφοῦσι, τὸν Ὀρφέα λέγω, τὸν Λίνον, τὸν Μουσαῖον, τὸν Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς ταύτῃ σοφούς. παραπέτασμα δὲ αὐτοῖς πρὸς τοὺς πολλοὺς ἡ ποιητικὴ ψυχαγωγία· ὄνειροί τε καὶ σύμβολα ἀφανέστερα πάντα τοῖς ἀνθρώποις οὐ φθόνῳ (οὐ γὰρ θέμις ἐμπαθῆ νοεῖν τὸν θεόν), ἀλλʼ ὅπως εἰς τὴν τῶν αἰνιγμάτων ἔννοιαν ἡ ζήτησις παρεισδύουσα ἐπὶ τὴν εὕρεσιν τῆς ἀληθείας ἀναδράμῃ. ταύτῃ τοι Σοφοκλῆς, ὁ τῆς τραγῳδίας ποιητής, φησί που· καὶ τὸν θεὸν τοιοῦτον ἐξεπίσταμαι· σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί, σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον, τὸ φαῦλον ἐπὶ τοῦ ἁπλοῦ τάσσων.

And the poets too, who learned theology from these prophets, philosophize much by hidden meaning: I mean Orpheus, Linus, Musaeus, Homer, Hesiod, and those wise in this way. The charm of poetry is a veil for them against the many; and dreams and symbols are all more obscure to men, not from envy (for it is not lawful to think of God as subject to passion), but so that inquiry, slipping into the meaning of the riddles, may run up to the discovery of the truth. So Sophocles, the tragic poet, says somewhere: “And I know the god to be such: to the wise always a riddler of oracles, but to the foolish a poor teacher, and in brief,” using “poor” for “simple.”

5.4.25Stählin 2:341–342

ἄντικρυς γοῦν περὶ πάσης γραφῆς τῆς καθʼ ἡμᾶς ἐν τοῖς ψαλμοῖς γέγραπται ὡς ἐν παραβολῇ εἰρημένης· ἀκούσατε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπʼ ἀρχῆς. καὶ ὁ γενναῖος ἀπόστολος τὰ ὅμοια ὧδέ πως λέγει· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. οἱ φιλόσοφοι δὲ οὐκ ἐνηργήθησαν ἐνυβρίσαι τὴν παρουσίαν τοῦ κυρίου· ἀπόκειται τοίνυν τὴν οἴησιν τῶν ἐν Ἰουδαίοις σοφῶν ἐπιραπίζειν τὸν ἀπόστολον· διὸ καὶ ἐπιφέρει· ἀλλὰ κηρύσσομεν καθὼς γέγραπται, φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν.

Plainly, at any rate, it is written in the Psalms about all our Scripture, as spoken in parable: “Hear, my people, my law; incline your ear to the words of my mouth; I will open my mouth in parables; I will utter riddles from the beginning.” And the noble apostle says similar things thus: “We speak wisdom among the perfect, but a wisdom not of this age nor of the rulers of this age, who are passing away; but we speak God's wisdom in a mystery, the hidden wisdom, which God predestined before the ages for our glory; which none of the rulers of this age has known; for if they had known it, they would not have crucified the Lord of glory.” The philosophers were not moved to insult the Lord's coming; it remains, then, that the apostle rebukes the conceit of the wise among the Jews. That is why he adds: “But we preach, as it is written, what eye has not seen and ear has not heard and has not entered the heart of man, what God has prepared for those who love him. For God has revealed it to us through the Spirit; for the Spirit searches all things, even the depths of God.” For he knows as spiritual and knowing the disciple of the Holy Spirit supplied from God, which is the mind of Christ. “But the psychic man does not receive the things of the Spirit; for they are foolishness to him.”

5.4.26Stählin 2:342

αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον· ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλʼ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; τὰ αἱρετὰ τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων, οἱ δὲ τούτων ἀπεσχημένοι τὰ θεῖα φρονοῦσι καὶ βρώματος γνωστικοῦ μεταλαμβάνουσιν. κατὰ τὴν χάριν, φησί, τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ χρυσίον καὶ ἀργύριον, λίθους τιμίους. ταῦτα γνωστικὰ ἐποικοδομήματα τῇ κρηπῖδι τῆς πίστεως τῆς εἰς Ἰησοῦν Χριστόν, καλάμη δὲ τὰ τῶν αἱρέσεων ἐπαναθήματα καὶ ξύλα καὶ χόρτος. ὁποῖον δὲ ἑκάστου τὸ ἔργον, τὸ πῦρ δοκιμάσει. τὴν γνωστικὴν οἰκοδομὴν κἀν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ αἰνισσόμενός φησιν· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. ἀποκεκαλυμμένως δὲ οὐχ οἷόν τε ἦν τὰ τοιαῦτα τῶν χαρισμάτων ἐπιστέλλειν.

For example, the apostle, in contrast to the perfection of knowledge, calls the common faith sometimes a foundation and sometimes milk, writing in this way: “Brothers, I could not speak to you as spiritual, but as fleshly, as infants in Christ. I gave you milk to drink, not solid food; for you were not yet able. But not even now are you able; for you are still fleshly. For where there is jealousy and strife among you, are you not fleshly and walking according to man?” These are the choices of sinful men; but those who have abstained from them think divine things and partake of knowing food. “According to the grace given me,” he says, “as a wise master builder I have laid a foundation, and another builds on it gold and silver, precious stones.” These are the knowing structures built on the foundation of faith in Jesus Christ; but “stubble” and “wood and hay” are the additions of the heresies. “And the fire will test what sort each one's work is.” Hinting at the knowing structure in the letter to the Romans too, he says: “For I long to see you, that I may impart to you some spiritual gift to strengthen you.” But it was not possible to write such gifts openly in a letter.

Miscellanies 5, chapter 5

5.5.27Stählin 2:342–343

Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λάλον καὶ ψιθυρὸν καὶ πρόγλωσσον ἄνθρωπον, μὴ δυνάμενον στέγειν ὧν ἂν μετάσχῃ, μὴ δέχεσθαι. χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, φησὶν ἡ γραφή, καὶ οὐ χρή ποτε φλυαρίᾳ συνοικεῖν. ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται· ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ἡ χελιδὼν δέ, ᾗ τὸν μῦθον αἰνίττεται τὸν Πανδίονος, ἀφοσιοῦσθαι ἀξία διὰ τὰ ἐπʼ ἐκείνῃ θρυλούμενα πάθη, ἐξ ὧν τὸν Τηρέα τὰ μὲν παθεῖν, τὰ δὲ καὶ δρᾶσαι παρειλήφαμεν. διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου. ναὶ τὰν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἥραν ἔστι μοι πιστὸν ταμιεῖον ἐπὶ γλώσσας, ἡ ποιητική φησιν. ὅ τε Αἰσχύλος· ἀλλʼ ἔστι κἀμοὶ κλεὶς ἐπὶ γλώσσῃ φύλαξ. Πάλιν ὁ Πυθαγόρας τῆς χύτρας ἀρθείσης ἀπὸ τοῦ πυρὸς τὸν ἐν τῇ σποδῷ τύπον μὴ ἀπολιπεῖν, ἀλλὰ συγχεῖν προσέταττεν καὶ ταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα· οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν ἀπαλείφειν μνησικακίαν. ἥλιος δὲ ὑμῖν τῇ ὀργῇ, φησὶν ἡ γραφή, μὴ ἐπιδυέτω· καὶ ὁ εἰπὼν οὐκ ἐπιθυμήσεις πᾶσαν ἀφεῖλεν μνησικακίαν· θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατʼ ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.

For example, the Pythagorean symbols depend very closely and in a very hidden way on barbarian philosophy. The Samian advises not to have a swallow in the house; that is, not to receive a talkative, whispering, loose-tongued man, unable to keep what he shares. “For the swallow and the turtledove, birds of the field, have known the times of their coming,” says Scripture; and one should never live with chatter. Indeed the turtledove, which murmurs, showing ungrateful slander and complaint, is fittingly driven out: “Let none of you sit by and mutter, one here and another there.” And the swallow, by which the myth of Pandion is hinted at, deserves to be shunned because of the sufferings told of it, from which we have received what Tereus suffered and what he did. It also hunts the musical cicadas; so the persecutor of the Word deserves to be driven away. “By Hera, scepter-bearer, who looks down on Olympus, I have a faithful storeroom on my tongue,” the poetry says. And Aeschylus: “But I too have a key as guard upon my tongue.” Again, Pythagoras commanded that, when the pot is taken off the fire, one should not leave its mark in the ashes, but confuse it, and, on rising from bed, disturb the bedclothes; for he hinted that one must not only destroy pride, but leave no trace of anger either, and when it has boiled up and ceased, calm it and wipe away all resentment. “Let not the sun go down on your anger,” says Scripture; and the one who said, “You shall not desire,” removed all resentment. For anger is found to be an impulse of desire of a tame soul, seeking revenge irrationally in excess.

5.5.28Stählin 2:343–344

τῷ ὁμοίῳ τρόπῳ καὶ ἡ κοίτη ταράσσεσθαι παραινεῖται, ὡς μήτε ὀνειρωγμοῦ τινος μηδὲ μὴν ὕπνου μεθʼ ἡμέραν, ἀλλὰ μηδὲ τῆς ἐν νυκτὶ ἡδονῆς ἐπιμεμνῆσθαι ἔτι. τάχα δὲ καὶ φαντασίαν τὴν ζοφερὰν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο· ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε, ὁ Δαβὶδ λέγει, μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργὴν χρῆναι διδάσκων. Πάλιν ἐπὶ γῆς μὴ πλεῖν Πυθαγόρειόν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἄστατα ὄντα παραιτεῖσθαι δεῖν. διὰ τοῦτό τοι ὁ λόγος τοὺς τελώνας λέγει δυσκόλως σωθήσεσθαι. Πάλιν δʼ αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν· ἐξευτελίζει γὰρ τὴν τοῦ θείου σεμνότητα ἡ ἐν ἑτοίμῳ τῆς ὄψεως συνήθεια, καὶ τὴν νοητὴν οὐσίαν διʼ ὕλης σεβάζεσθαι ἀτιμάζειν ἐστὶν αὐτὴν διʼ αἰσθήσεως. διὸ καὶ τῶν Αἰγυπτίων ἱερέων οἱ σοφώτατοι τὸ τῆς Ἀθηνᾶς ἕδος ὕπαιθρον ἀφώρισαν, ὡς Ἑβραῖοι τὸν νεὼν ἄνευ ἀγάλματος εἱσάμενοι. εἰσὶ δὲ οἳ τὸν θεὸν σέβοντες οὐρανοῦ μίμημα ποιησάμενοι περιέχον τὰ ἄστρα προσκυνοῦσιν.

In the same way the bed is advised to be disturbed, so that one may no longer remember any nocturnal emission, nor sleep by day, nor the pleasure of the night. Perhaps too he hinted that one must confuse the dark imagination by the light of truth. “Be angry and do not sin,” David says, teaching that one must not assent to the imagination nor carry out the deed confirming the anger. Again, “Do not sail on land” is a Pythagorean symbol, and it shows that one must refuse taxes and such hirings, being troublesome and unstable. That is why the Word says tax collectors will hardly be saved. Again, Pythagoras enjoins not to wear a ring, nor to engrave images of gods on them, as Moses long before expressly legislated that no carved, molten, molded, or painted image or likeness should be made, so that we may not attend to sensible things but pass to intelligible ones. For familiarity with the ready sight cheapens the dignity of the divine, and to worship intelligible substance through matter is to dishonor it through sense. That is why the wisest of the Egyptian priests set apart the shrine of Athena open to the sky, as the Hebrews built their temple without an image. And there are some who, worshiping God, make an image of heaven containing the stars and bow to it.

5.5.29Stählin 2:344–345

ναὶ μὴν λεγούσης τῆς γραφῆς ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ἄξιον ἡγοῦμαι καὶ τὴν Εὐρύσου τοῦ Πυθαγορείου παραθέσθαι φωνὴν οὕτως ἔχουσαν, ὃς ἐν τῷ Περὶ τύχας τὸν δημιουργὸν φήσας αὑτῷ χρώμενον παραδείγματι ποιῆσαι τὸν ἄνθρωπον ἐπήγαγεν· τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ. καὶ ὅλως ὁ Πυθαγόρας καὶ οἱ ἀπʼ αὐτοῦ σὺν καὶ Πλάτωνι μάλιστα τῶν ἄλλων φιλοσόφων σφόδρα τῷ νομοθέτῃ ὡμίλησαν, ὡς ἔστιν ἐξ αὐτῶν συμβαλέσθαι τῶν δογμάτων. καὶ κατά τινα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλήθειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν, τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες. ὅθεν ἡ μὲν Ἑλληνικὴ φιλοσοφία τῇ ἐκ τῆς θρυαλλίδος ἔοικεν λαμπηδόνι, ἣν ἀνάπτουσιν ἄνθρωποι, παρʼ ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς· κηρυχθέντος δὲ τοῦ λόγου πᾶν ἐκεῖνο τὸ ἅγιον ἐξέλαμψεν φῶς. εἶτα κατὰ μὲν τὰς οἰκίας νύκτωρ χρησιμεύει τὸ κλέμμα, ἡμέρας δὲ καταυγάζεται τὸ πῦρ καὶ πᾶσα ἡ νὺξ ἐκφωτίζεται τῷ τοσούτῳ τοῦ νοητοῦ φωτὸς ἡλίῳ.

Indeed, since Scripture says, “Let us make man according to our image and likeness,” I think it worth setting out the saying of Eurysus the Pythagorean, which runs thus: in his work On Fortune, having said that the Creator made man using himself as a model, he added: “And the tent is like the rest, as having come from the same matter, but worked by the best craftsman, who crafted it using himself as the archetype.” And in general Pythagoras and his followers, together with Plato, most of all the philosophers, associated closely with the lawgiver, as can be gathered from their doctrines themselves. And by a certain happy report of divination, running together not without God into some prophetic sayings, grasping the truth in parts and kinds, they honored it with names not obscure nor going beyond the expression of the things, having received an impression of kinship with the truth. Hence Greek philosophy is like the light from a wick, which men kindle, skillfully stealing light from the sun; but when the Word was proclaimed, all that holy light shone out. Then in houses the stolen light is useful at night, but by day the fire is outshone, and the whole night is lit up by so great a sun of intelligible light.

5.5.30Stählin 2:345–346

Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δʼ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται κατὰ τὴν ποιητικὴν χάριν. διὰ τοῦτο ὁ κύριος ἄρατε τὸν ζυγόν μου φησίν, ὅτι χρηστός ἐστι καὶ ἀβαρής. καὶ τοῖς περὶ πρωτείων φιλονικοῦσι γνωρίμοις μετὰ ἁπλότητος τὴν ἰσότητα παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν. ὡσαύτως καὶ ὁ ἀπόστολος μηδένα εἶναι ἐν Χριστῷ δοῦλον ἢ ἐλεύθερον γράφει ἢ Ἕλληνα ἢ Ἰουδαῖον· καινὴ γὰρ ἡ κτίσις ἡ ἐν Χριστῷ ἀφιλόνικος καὶ ἀπλεονέκτητος καὶ ἰσότης δικαία· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται καρδίαν ἐσθίειν ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν. ἄθλιος γοῦν ἐκεῖνος, ὃν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὅν θυμὸν κατέδειν.

For example, Pythagoras made a summary of what Moses said about justice, saying, “Do not step over the balance,” that is, do not transgress equality in distributions, honoring justice, “which always binds friends to friends, cities to cities, and allies to allies; for equality is by nature lawful for men, but the lesser is always hostile to the greater and begins the day of enmity,” as the poet gracefully says. That is why the Lord says, “Take my yoke,” because it is kind and light. And to his disciples contending for first place he enjoins equality with simplicity, saying that they must become like children. Likewise the apostle writes that in Christ no one is slave or free, Greek or Jew. For the new creation in Christ is without rivalry and greed, and is just equality; for envy, jealousy, and grief stand outside the divine chorus; for which reason the initiates too forbid eating the heart, teaching that one must never bite and devour the soul with heaviness and pains over what happens against one's will. Wretched, at any rate, was that man whom Homer too describes as wandering alone, “eating his own heart.”

5.5.31Stählin 2:346

Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις. Ἀριστόκριτος δʼ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. μὴ βλάπτετε προσόδους ἐμάς, ἵνα μὴ ἐμαὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι. συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. ὁμοίως καὶ Εὐφορίων ὁ ποιητὴς τὸν Νέστορα παράγει λέγοντα· οἱ δʼ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους. Διὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις. θηρίου γὰρ ὁμοῦ καὶ ἀνθρώπου ἡ σφὶγξ αἰνίσσεται τὴν εἰκόνα.

Again, since the gospel and the apostles, like all the prophets, set forth two ways, and call the one narrow and hard, hedged in by commandments and prohibitions, and the opposite, leading to destruction, broad and spacious, unhindered by pleasures and anger, and say, “Blessed is the man who has not walked in the counsel of the ungodly and has not stood in the way of sinners,” the fable of Prodicus of Ceos about Virtue and Vice follows; and Pythagoras does not hesitate to forbid walking on the public roads, commanding that one must not follow the opinions of the many, which are undiscerning and discordant. And Aristocritus, in the first book of his Refutations against Heracleodorus, mentions a letter running thus: “Atoias, king of the Scythians, to the people of Byzantium: Do not harm my revenues, lest my mares drink your water.” For the barbarian symbolically indicated the war he was going to bring on them. Likewise the poet Euphorion brings in Nestor saying: “We have not yet watered the Achaean horses at the Simoeis.” For this reason too the Egyptians set up sphinxes before their temples, as the account of God is enigmatic and obscure; and perhaps too because the divine must be both loved and feared: loved as gentle and kind to the holy, feared as inexorably just to the unholy. For the sphinx hints at the image of a beast and a man together.

Miscellanies 5, chapter 6

5.6.32Stählin 2:346–347

Μακρὸν δʼ ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ διʼ αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχρη δʼ, οἶμαι, τῷ γε νοῦν κεκτημένῳ εἰς ἔνδειξιν τοῦ προκειμένου ὀλίγα τινὰ ἐκτεθέντα παραδείγματα. αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρʼ Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπʼ οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην. τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δʼ ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει τὴν ἀποκάλυψιν τοῦ θεοῦ· ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρί.

It would be long to go through all the prophetic and legal sayings spoken in riddles, picking them out; for almost all Scripture is uttered in this way. It is enough, I think, for one who has sense, to set out a few examples to show what is proposed. For example, the reference of the seven enclosures around the old temple, recorded among the Hebrews, confesses concealment, as does the arrangement of the long robe, hinting by various symbols of the phenomena at the connection from heaven to earth. And the covering and the veil were embroidered with blue and purple, scarlet and linen, and hinted that the nature of the elements contains the revelation of God; for purple is from water, linen from the earth, blue, being dark, is like the air, as scarlet is like fire.

5.6.33Stählin 2:347–348

ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον τε ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας τῆς πᾶσιν ἀνειμένης Ἑβραίοις· διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς· ἄλλοι δὲ κόσμου τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο κιόνων, εἶργον τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οὖσι προσανέχων. ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ. εἰσὶ δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ τοῖν χειροῖν λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει· τοιοῦτοι γὰρ οἱ τῇ πεντάδι τῶν αἰσθήσεων προσανέχοντες μόνῃ. ἄβατον δὲ ἀκοαῖς καὶ τοῖς ὁμογενέσιν ἡ νόησις τοῦ θεοῦ.

Between the covering and the veil, where the priests were allowed to enter, lay the altar of incense, a symbol of the earth set in the middle of this world, from which the exhalations come. And that place was in the middle between the area inside the veil, where only the high priest was allowed to enter on set days, and the outer court all around, open to all the Hebrews; that is why they say it is the very middle of heaven and earth; others say it is a symbol of the intelligible and the sensible world. The covering (kalymma), then, a barrier (kōlyma) to popular unbelief, was stretched before the five pillars, keeping out those in the enclosure. For this reason, most mystically, five loaves are broken by the Savior and multiply for the crowd of hearers. For many attend to sensible things as though they alone exist. “Look around,” says Plato, “lest any of the uninitiated overhear.” These are those who think nothing exists but what they can grasp tightly with their two hands, and do not accept actions, becomings, and all the invisible as part of being. For such are those who attend only to the five senses. But the understanding of God is inaccessible to the ears and the like.

5.6.34Stählin 2:348–349

ἐντεῦθεν πρόσωπον εἴρηται τοῦ πατρὸς ὁ υἱός, αἰσθήσεων πεντάδι σαρκοφόρος γενόμενος, ὁ λόγος ὁ τοῦ πατρῴου μηνυτὴς ἰδιώματος. εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, ὁ καλὸς ἀπόστολος λέγει. ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω εἴργει. πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι, ἁγίας μήνυμα τετράδος διαθηκῶν παλαιῶν, ἀτὰρ καὶ τὸ τετράγραμμον ὄνομα τὸ μυστικόν, ὃ περιέκειντο οἷς μόνοις τὸ ἄδυτον βάσιμον ἦν· λέγεται δὲ Ἰαουε, ὃ μεθερμηνεύεται ὁ ὢν καὶ ὁ ἐσόμενος. καὶ μὴν καὶ καθʼ Ἕλληνας θεὸς τὸ ὄνομα τετράδα περιέχει γραμμάτων. εἰς δὲ τὸν νοητὸν κόσμον μόνος ὁ κύριος ἀρχιερεὺς γενόμενος εἴσεισι, διὰ τῶν παθῶν εἰς τὴν τοῦ ἀρρήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ πᾶν ὄνομα ἐξαναχωρῶν, ὃ φωνῇ γνωρίζεται. ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, διʼ ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπʼ αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπʼ αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός.

Hence the Son is called the Face of the Father, having become flesh-bearing through the five senses, the Word who makes known the Father's character. “And if we live by the Spirit, let us also walk by the Spirit.” “We walk by faith, not by sight,” says the noble apostle. Inside the covering, then, the priestly ministry is hidden, and it keeps those laboring in it far from those outside. Again, the veil at the entrance into the holy of holies; four pillars there, a sign of the holy tetrad of the ancient covenants; and also the mystic four-lettered name, which those alone to whom the sanctuary was accessible wore; it is pronounced Iaoue, which is interpreted “he who is and will be.” And indeed among the Greeks too the name theos contains four letters. And into the intelligible world the Lord alone, having become high priest, enters, penetrating through his sufferings into the knowledge of the unspeakable, withdrawing above every name known by voice. Indeed the lampstand lay to the south of the altar of incense, by which the motions of the seven light-bearers are shown, which make their circuits to the south. For three branches grew on each side of the lampstand, with the lamps on them; since the sun too, like the lampstand, set in the middle of the other planets, gives light, by a kind of divine music, to those above it and those below it.

5.6.35Stählin 2:349–350

ἔχει δέ τι καὶ ἄλλο αἴνιγμα ἡ λυχνία ἡ χρυσῆ τοῦ σημείου τοῦ Χριστοῦ, οὐ τῷ σχήματι μόνῳ, ἀλλὰ καὶ τῷ φωτεμβολεῖν πολυτρόπως καὶ πολυμερῶς τοὺς εἰς αὐτὸν πιστεύοντας ἐλπίζοντάς τε καὶ βλέποντας διὰ τῆς τῶν πρωτοκτίστων διακονίας. φασὶ δʼ εἶναι ἑπτὰ ὀφθαλμοὺς κυρίου τὰ ἑπτὰ πνεύματα, τὰ ἐπαναπαυόμενα τῇ ῥάβδῳ τῇ ἀνθούσῃ ἐκ τῆς ῥίζης Ἰεσσαί. πρὸς δὲ τοῖς βορείοις τοῦ θυμιατηρίου τράπεζα εἶχε τὴν θέσιν, ἐφʼ ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τὰ βόρεια. εἶεν δʼ ἂν μοναί τινες εἰς ἓν σῶμα καὶ σύνοδον μίαν συμπνεουσῶν ἐκκλησιῶν. τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζῳδιακοῦ κύκλου καὶ τοῦ κατʼ αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ.

The golden lampstand has another riddle too, of the sign of Christ, not only in its shape, but in shedding light in many ways and in many parts on those who believe in him, hope, and see, through the ministry of the first-created. They say that the seven eyes of the Lord are the seven spirits resting on the rod that flowers from the root of Jesse. To the north of the altar of incense the table was placed, on which the loaves were set out, because the north winds are the most nourishing. They might also be certain dwelling places of churches breathing together into one body and one assembly. And what is recorded about the holy ark signifies the things of the intelligible world, hidden and closed to the many. Indeed, those golden figures, each with six wings, show either the two Bears, as some would have it, or, rather, the two hemispheres; and the name Cherubim means much knowledge. But both together have twelve wings, and through the zodiac and the time carried with it they signify the sensible world.

5.6.36Stählin 2:350–351

περὶ τούτων οἶμαι καὶ ἡ τραγῳδία φυσιολογοῦσά φησιν· ἀκάμας τε χρόνος περί τʼ ἀενάῳ ῥεύματι πλήρης φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τʼ ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον. Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. ἄμεινον δʼ ἡγοῦμαι τὴν κιβωτὸν ἐκ τοῦ Ἑβραϊκοῦ ὀνόματος θηβωθὰ καλουμένην ἄλλο τι σημαίνειν. ἑρμηνεύεται μὲν ἓν ἀνθʼ ἑνὸς πάντων τόπων. εἴτʼ οὖν ὀγδοὰς καὶ ὁ νοητὸς κόσμος εἴτε καὶ ὁ περὶ πάντων περιεκτικὸς ἀσχημάτιστός τε καὶ ἀόρατος δηλοῦται θεός, τὰ νῦν ὑπερκείσθω λέγειν· πλὴν ἀνάπαυσιν μηνύει τὴν μετὰ τῶν δοξολόγων πνευμάτων, ἃ αἰνίσσεται Χερουβίμ· οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδʼ ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δʼ ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ.

About these, I think, the tragedy too, speaking of nature, says: “Unwearied Time goes around, full, in ever-flowing stream, begetting itself; and the twin Bears, with swift-wandering beats of their wings, guard the Atlantean pole.” Atlas, the pole that does not suffer, can also be the fixed sphere; but perhaps it is better understood as motionless eternity. But I think it better that the ark, called by the Hebrew name thēbōtha, signifies something else. It is interpreted “one in place of one of all places.” Whether, then, the Ogdoad and the intelligible world, or God who contains all things, shapeless and invisible, is indicated, let it be put off for now; except that it signifies the rest with the glorifying spirits, which the Cherubim hint at. For the one who bade us not even to fashion a carved image would never himself have made a likeness of holy things; nor is there at all any composite and sensible living being in heaven like this; but the face is a symbol of the rational soul, the wings of the lofty ministries and activities of powers on the right and left, and the voice is thankful glory in unceasing contemplation.

5.6.37Stählin 2:351

Ἀπόχρη μέχρι τοῦδε προχωρῆσαι τὴν μυστικὴν ἑρμηνείαν· τοῦ δὲ ἀρχιερέως ὁ ποδήρης κόσμου ἐστὶν αἰσθητοῦ σύμβολον, τῶν μὲν ἑπτὰ πλανητῶν οἱ πέντε λίθοι καὶ οἱ δύο ἄνθρακες διά τε τὸν Κρόνον καὶ τὴν Σελήνην· ὃ μὲν γὰρ μεσημβρινὸς καὶ ὑγρὸς καὶ γεώδης καὶ βαρύς, ἣ δὲ ἀερώδης· διὸ Ἄρτεμις πρός τινων εἴρηται ἀεροτόμος τις οὖσα, ζοφερὸς δὲ ὁ ἀήρ. συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπί τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει, διʼ ὧν ἡ πρᾶξις ἡ ἐπιγενεσιουργός, ἡ ἑβδομὰς ἡ πρώτη· στῆθος δʼ οἰκητήριον καρδίας τε καὶ ψυχῆς. εἶεν δʼ ἂν καὶ ἄλλως λίθοι ποικίλοι σωτηρίας τρόποι, οἳ μὲν ἐν τοῖς ὑπεραναβεβηκόσιν, οἳ δʼ ἐν τοῖς ὑποβεβηκόσιν ἱδρυμένοι παντὸς τοῦ σῳζομένου σώματος. οἵ τε τριακόσιοι ἑξήκοντα κώδωνες οἱ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, ἐνιαυτὸς κυρίου δεκτός, κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ σωτῆρος ἐπιφάνειαν. ἀλλὰ καὶ ὁ πῖλος ὁ χρυσοῦς ὁ ἀνατεταμένος τὴν ἐξουσίαν μηνύει τὴν βασιλικὴν τοῦ κυρίου, εἴ γε ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ σωτήρ.

It is enough to have gone this far with the mystical interpretation. The long robe of the high priest is a symbol of the sensible world; the five stones and the two carbuncles, of the seven planets, for Saturn and the Moon; for the one is southern, moist, earthy, and heavy, the other airy; that is why she is called by some Artemis, as “air-cutter” (aerotomos), and air is dark. And those set over the planets, cooperating according to divine providence in the begetting of things here, he fittingly describes as set on the breast and shoulders, through which comes the activity that produces generation, the first seven; and the breast is the dwelling place of heart and soul. The stones might also otherwise be various ways of salvation, some set in the upper, others in the lower parts of the whole body being saved. And the three hundred and sixty bells hanging from the long robe are the time of a year, “the acceptable year of the Lord,” proclaiming and resounding the greatest appearing of the Savior. And the golden headdress raised up shows the royal authority of the Lord, since the Savior is the head of the church.

5.6.38Stählin 2:351–353

σημεῖον γοῦν ἡγεμονικωτάτης ἀρχῆς ὁ πῖλος ὁ ὑπὲρ αὐτήν· ἄλλως τε ἀκηκόαμεν, ὡς εἴρηται· καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου (τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) ᾧ συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινουμένου. οἱ οὖν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοὶ λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως. χειρὸς δέ, οἶμαι, ὦμος ἀρχή. οἱ δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῳδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς. ἄλλως τε ἐχρῆν τῇ κεφαλῇ τῇ κυριακῇ νόμον μὲν καὶ προφήτας ὑποκεῖσθαι, διʼ ὧν οἱ δίκαιοι μηνύονται καθʼ ἑκατέρας τὰς διαθήκας· προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ πάντων ἁγίου πνεύματος. ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας εἶναι ἠξίωται, ἔγγραπτον δὲ διά τε τὰς ἐντολὰς τὰς ἐγγράφους διά τε τὴν αἰσθητὴν παρουσίαν. ὄνομα δὲ εἴρηται θεοῦ, ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθʼ ἑαυτὴν ἅπαντα γενόμενα.

The headdress above it, at any rate, is a sign of the most sovereign rule; besides, we have heard, as it has been said, “And the head of Christ is God,” the Father of our Lord Jesus Christ. Indeed the breastpiece, made up of the ephod, which is a symbol of work, and the oracle (this hints at the Word), is also an image of heaven, which came to be by the Word, subject to Christ, the head of all things, and moving in the same way and likewise. The shining emerald stones on the ephod, then, signify the sun and moon, the helpers of nature. And the shoulder, I think, is the beginning of the hand. The twelve set on the breast in four rows describe for us the zodiac according to the four turnings of the year. Besides, the law and the prophets had to be set under the Lord's head, through which the righteous are indicated in each of the covenants; for we would say well that the apostles are both prophets and righteous, the one and the same Holy Spirit working through all. And as the Lord is above the whole world, or rather beyond the intelligible, so the name inscribed on the plate has been thought worthy to be above every rule and authority; and it is inscribed because of the written commandments and because of the sensible coming. And it is called the name of God, since the Son, as he sees the goodness of the Father, works, having been called God the Savior, the beginning of all things, which was imaged first from the invisible God before the ages, and has shaped all things that came after itself.

5.6.39Stählin 2:353

ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτός ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα. φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν οἰκονομίαν, διʼ ἣν προσεχέστερον εἰς κόσμον ὤφθη. ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατʼ ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν ἐντασσόμενος φυλήν, ἀλλʼ ἤδη τῷ γνωστικῷ λόγῳ.

Indeed the oracle signifies prophecy, which cries out by the Word and proclaims, and the judgment to come, since the same Word prophesies, judges, and discerns each thing. They say too that the garment, the long robe, prophesies the arrangement according to the flesh, by which he was seen more closely in the world. So the high priest, taking off the consecrated tunic (for the world and creation in the world have been consecrated by the one who approved the things that came to be as good), washes and puts on the other tunic, holy of holy, so to speak, which enters the sanctuary with him; showing, it seems to me, the Levite and knowing man as leader of the other priests, those washed in water and clothed only in faith and awaiting their own dwelling; he himself, having distinguished intelligible things from sensible, hastening by ascent beyond the other priests to the passage to the intelligible, washed from things here no longer with water, as he was purified before when enrolled in the tribe of Levi, but now by the knowing Word.

5.6.40Stählin 2:353–354

καθαρὸς μὲν οὖν τὴν καρδίαν πᾶσαν, κατορθώσας δʼ εὖ μάλα καὶ τὴν πολιτείαν ἐπʼ ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας. οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου, πλείονα τὸν νοῦν διὰ τῆς γραφῆς ἐνδιδόντος. λέγει γὰρ ὧδε· καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνδεδύκει εἰσπορευόμενος εἰς τὰ ἅγια, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ. ἄλλως δʼ, οἶμαι, ὁ κύριος ἀποδύεταί τε καὶ ἐνδύεται κατιὼν εἰς αἴσθησιν, ἄλλως ὁ διʼ αὐτοῦ πιστεύσας ἀποδύεταί τε καὶ ἐπενδύεται, ὡς καὶ ὁ ἀπόστολος ἐμήνυσεν, τὴν ἡγιασμένην στολήν. ἐντεῦθεν κατʼ εἰκόνα τοῦ κυρίου ἀρχιερεῖς ἀπὸ τῆς ἁγιασθείσης ᾑροῦντο φυλῆς οἱ δοκιμώτατοι καὶ οἱ εἰς βασιλείαν καὶ οἱ εἰς προφητείαν ἐκλεκτοὶ ἐχρίοντο.

Pure, then, in all his heart, having brought his conduct too very well to its height, having grown beyond the priest to something greater, simply purified in word and life, having put on the brightness of glory, having received the unspeakable inheritance of that spiritual and perfect man, “which eye has not seen and ear has not heard and has not entered the heart of man,” having become son and friend, he is now filled face to face with insatiable contemplation. Nothing is like hearing the Word himself, who gives more understanding through Scripture. For he says thus: “And he will take off the linen robe which he had put on when entering the holy place, and lay it aside there. And he will wash his body with water in a holy place and put on his robe.” In one way, I think, the Lord takes off and puts on, coming down into sense; in another way the one who has believed through him takes off and puts on, as the apostle too indicated, the consecrated robe. Hence, in the image of the Lord, high priests were chosen from the consecrated tribe, the most approved, and those chosen for kingship and for prophecy were anointed.

Miscellanies 5, chapter 7

5.7.41Stählin 2:354

Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλʼ ἢ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους. Ὅμοια γοῦν τοῖς Ἑβραϊκοῖς κατά γε τὴν ἐπίκρυψιν καὶ τὰ τῶν Αἰγυπτίων αἰνίγματα. Αἰγυπτίων οἳ μὲν ἐπὶ πλοίου, οἳ δὲ ἐπὶ κροκοδείλου τὸν ἥλιον δεικνύουσι. σημαίνουσι δὲ ὅτι ὁ ἥλιος, διʼ ἀέρος γλυκεροῦ καὶ ὑγροῦ τὴν πορείαν ποιούμενος, γεννᾷ τὸν χρόνον, ὃν αἰνίσσεται ὁ κροκόδειλος διά τινα ἄλλην ἱερατικὴν ἱστορίαν. ναὶ μὴν καὶ ἐν Διοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλῶνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ, ὡς ὁ ἰχθὺς μίσους, καὶ κατʼ ἄλλο πάλιν σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας.

Hence the Egyptians too did not entrust their mysteries to anyone at all, nor reveal the knowledge of divine things to the profane, but only to those who were going to proceed to kingship and to those of the priests judged most approved by nurture, education, and birth. The riddles of the Egyptians, at any rate, are like those of the Hebrews in concealment. Some of the Egyptians show the sun on a ship, others on a crocodile. And they signify that the sun, making its journey through sweet and moist air, begets time, which the crocodile hints at because of some other sacred story. Indeed in Diospolis in Egypt, on the gateway of the temple called the sacred one, there are carved a child, a symbol of birth, and an old man, of decay, and a hawk, of God, as the fish is of hatred; and, with another meaning again, the crocodile of shamelessness.

5.7.42Stählin 2:354

φαίνεται τοίνυν συντιθέμενον τὸ πᾶν σύμβολον δηλωτικὸν εἶναι τοῦδε· ὦ γινόμενοι καὶ ἀπογινόμενοι, θεὸς μισεῖ ἀναίδειαν. τά τε ὦτα καὶ τοὺς ὀφθαλμοὺς οἱ δημιουργοῦντες ἐξ ὕλης τιμίας καθιεροῦσιν τοῖς θεοῖς ἀνατιθέντες εἰς τοὺς νεώς, τοῦτο δήπου αἰνισσόμενοι ὡς πάντα θεὸς ὁρᾷ καὶ ἀκούει. πρὸς τοῖσδε ἀλκῆς μὲν καὶ ῥώμης σύμβολον αὐτοῖς ὁ λέων· ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα. ὁμοίως τε τούτοις σύνεσιν καὶ μνήμην καὶ κράτος καὶ τέχνην ὁ ἄνθρωπος αἰνισσόμενος τοῖς ἱεροῖς πρὸς αὐτῶν ἐγγλύφεται.

The whole symbol, then, put together, appears to mean this: “O you who come into being and pass away, God hates shamelessness.” And those who fashion ears and eyes from precious material consecrate them to the gods, dedicating them in the temples, hinting no doubt that God sees and hears all things. Besides these, the lion is for them a symbol of strength and might; as the ox, of course, of the earth itself, of farming, and of food; the horse of courage and boldness; and the sphinx of strength with intelligence, having the whole body of a lion and the face of a man. Likewise with these, man is carved on their temples, hinting at intelligence, memory, power, and art.

5.7.43Stählin 2:354–355

ἤδη δὲ κἀν ταῖς καλουμέναις παρʼ αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ τέσσαρα τῶν ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα. εἰσὶ γοῦν οἱ μὲν κύνες σύμβολα τῶν δυεῖν ἡμισφαιρίων, οἷον περιπολούντων καὶ φυλασσόντων· ὁ δὲ ἱέραξ ἡλίου· πυρώδης γὰρ καὶ ἀναιρετικός· αὐτίκα τὰς λοιμικὰς νόσους ἡλίῳ ἀνατιθέασιν· ἡ δὲ ἶβις σελήνης, τὰ μὲν σκιερὰ τῷ μέλανι, τὰ δὲ φωτεινὰ τῷ λευκῷ τῶν πτίλων εἰκαζόντων. εἰσὶν δʼ οἳ τοὺς μὲν τροπικοὺς πρὸς τῶν κυνῶν μηνύεσθαι βούλονται, οἳ δὴ διαφυλάσσουσι καὶ πυλωροῦσι τὴν ἐπὶ νότον καὶ ἄρκτον πάροδον τοῦ ἡλίου· τὸν δʼ ἰσημερινόν, ὑψηλὸν ὄντα καὶ διακεκαυμένον, ὁ ἱέραξ δηλοῖ, καθάπερ ἡ ἶβις τὸν λοξόν· ἀριθμοῦ γὰρ ἐπινοίας καὶ μέτρου μάλιστα τῶν ζῴων ἡ ἶβις ἀρχὴν παρεσχῆσθαι τοῖς Αἰγυπτίοις δοκεῖ, ὡς τῶν κύκλων ὁ λοξός.

Indeed, in what they call the processions of the gods, they carry about golden images, two dogs, one hawk, and one ibis, and call the four images four letters. The dogs are symbols of the two hemispheres, as though going around and guarding; the hawk of the sun, for it is fiery and destructive (indeed they attribute pestilential diseases to the sun); and the ibis of the moon, likening its shadowy parts to the black and its bright parts to the white of its feathers. Some would have the tropics indicated by the dogs, which guard and keep the gates of the sun's passage south and north; the hawk shows the equator, being high and burning, as the ibis shows the ecliptic; for the ibis, of all animals, seems to have given the Egyptians the beginning of the conception of number and measure, as the oblique circle among the circles.

Miscellanies 5, chapter 8

5.8.44Stählin 2:355

Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογικώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων μῦν, βάτραχον, ὄρνιθα, ὀιστόν, ἄροτρον. ἀπορίας δὲ οὔσης, οἷα εἰκός, ἐπὶ τούτοις Ὀροντοπάτας μὲν ὁ χιλίαρχος ἔλεγεν παραδώσειν αὐτοὺς τὴν ἀρχήν, τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς τὰς οἰκήσεις, ἀπὸ δὲ τοῦ βατράχου τὰ ὕδατα τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος καὶ ἀπὸ τοῦ ὀιστοῦ τὰ ὅπλα, ἀπὸ δὲ τοῦ ἀρότρου τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσεν· ἔφασκεν γάρ· ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθʼ ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη, τῆς γὰρ χώρας οὐκ ἐσμὲν κύριοι. Ἀνάχαρσίν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς.

Not only the most rational of the Egyptians, but also as many of the other barbarians as desired philosophy, emulated the symbolic form. They say, at any rate, that Idanthyrsus too, king of the Scythians, as Pherecydes of Syros relates, threatening war on Darius when he had crossed the Ister, sent a symbol instead of letters: a mouse, a frog, a bird, an arrow, a plow. There being perplexity about these, as was to be expected, Orontopatas the commander of a thousand said that they would surrender the rule, inferring the dwellings from the mouse, the waters from the frog, the air from the bird, the weapons from the arrow, and the land from the plow. But Xiphodres interpreted it the opposite way; for he said: “Unless we fly up like birds, or dive into the earth like mice, or into the water like frogs, we will not escape their arrows; for we are not masters of the land.” And they say that Anacharsis the Scythian, when sleeping, held his genitals with his left hand and his mouth with his right, hinting that one must master both, but that it is greater to master the tongue than pleasure.

5.8.45Stählin 2:355–357

Καὶ τί μοι περὶ τοὺς βαρβάρους ἐνδιατρίβειν, ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστῆσαι; Ἀνδροκύδης γοῦν ὁ Πυθαγορικὸς τὰ Ἐφέσια καλούμενα γράμματα ἐν πολλοῖς δὴ πολυθρύλητα ὄντα συμβόλων ἔχειν φησὶ τάξιν, σημαίνειν δὲ Ἄσκιον μὲν τὸ σκότος, μὴ γὰρ ἔχειν τοῦτο σκιάν· φῶς δὲ Κατάσκιον, ἐπεὶ καταυγάζει τὴν σκιάν· Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, Δαμναμενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή. σημαίνει δʼ ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν. Ἀλλὰ καὶ Διονύσιος ὁ Θρᾷξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξιν· ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα Δελφικὰ παραγγέλματα, τὸ ›μηδὲν ἄγαν‹ καὶ τὸ ›γνῶθι σαυτὸν‹ καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν διδομένων τοῖς προσκυνοῦσι. φησὶ γὰρ Ὀρφεὺς ὁ Θρᾴκιος· † θαλλῶν δʼ ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν, οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται πάντα πέριξ, στῆναι δὲ καθʼ ἓν μέρος οὐ θέμις ἐστίν, ἀλλʼ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος. οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς διʼ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι αὖ καίονται, οὕτως καὶ αὐτοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.

And why dwell on the barbarians, when it is possible to show that the Greeks themselves made great use of concealment? Androcydes the Pythagorean, at any rate, says that the so-called Ephesian letters, famous among many, have the order of symbols, and that Askion means darkness, for it has no shadow; Kataskion light, since it illuminates the shadow; Lix is the earth by an ancient name, Tetrax the year because of the seasons, Damnameneus the sun that subdues, and ta Aisia the true voice. The symbol signifies, then, how divine things are ordered: as darkness to light, the sun to the year, and the earth to every kind of natural birth. Dionysius Thrax the grammarian too, in his work On Expression, says word for word about the symbol of the little wheels: “Some signified actions not only by speech but also by symbols: by speech, as the so-called Delphic precepts, ‘Nothing in excess’ and ‘Know yourself’ and the like; by symbols, as the wheel turning in the precincts of the gods, drawn from the Egyptians, and that of the branches given to worshipers.” For Orpheus the Thracian says: “Of all the works that concern mortals on earth, … none has one fixed lot in the mind, but all things circle around, and it is not lawful to stand in one place; but each keeps, as they began, an equal share of the course.” The branches are either a symbol of the first food, or, so that the many may know that the fruits flourish and grow throughout, lasting a very long time, while they themselves have received a short span of life, for this reason they wish the branches to be given; and perhaps also so that they may know that, as these are burned, so they too must quickly leave this life and become the work of fire.

5.8.46Stählin 2:357

Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλὰ καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ἔνδειξιν· σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς, φησὶν ὁ γραμματικὸς Δίδυμος, καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον. Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τεττάρων στοιχείων περιείληφεν ἑρμηνείαν. βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν, καθὰ καὶ Ὀρφεύς· καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ. ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφων· καὶ βέδυ λαβὼν κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου. ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκει· ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον.

Most useful, then, is the form of symbolic interpretation for many things, contributing to right theology, to piety, to the display of intelligence, to the practice of brevity, and to the showing of wisdom. “For it belongs to the wise man,” says Didymus the grammarian, “to use symbolic expression skillfully, and to recognize what is indicated by it.” Indeed the elementary teaching of children has included the interpretation of the four elements. For it says the Phrygians call water bedy, as Orpheus too: “And bedy, the bright water of the nymphs, is poured down.” And Dion the sacrificer also clearly writes: “And taking bedy, pour it over your hands and turn to the inspection of the victims.” Conversely the comic poet Philyllius understands bedy as the air, being life-giving (biodōros), in these words: “I pray to draw in the saving bedy,” which is the greatest part of health, to draw in pure air, not polluted.

5.8.47Stählin 2:357–358

συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα. ζὰψ δὲ τὸ πῦρ οἳ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντο· καλεῖται δʼ οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς· ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει. Διονύσιός τε ὁ Ἴαμβος ὁμοίως· πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ. ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικός· καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια. καὶ Σιμμίας ὁ Ῥόδιος· ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ. χθὼν δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη. καὶ πλῆκτρον οἳ μὲν τὸν πόλον, οἳ δὲ τὸν ἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν τε καὶ αὔξησιν ἢ τὸν πάντων πληρωτικόν.

Neanthes of Cyzicus too agrees with this opinion, writing that the priests of the Macedonians in their prayers invoke bedy to be propitious to them and their children, which they interpret as air. Some have ignorantly taken zaps for fire, from zesis (“boiling”); but the sea is so called, as Euphorion says in his Replies to Theodoridas: “And zaps, destroyer of ships, rages by the rocks.” Likewise Dionysius Iambus: “The briny zaps of the raging sea groans around.” And likewise Cratinus the younger comic poet: “The zaps brings out shrimps and little fish.” And Simmias of Rhodes: “The briny zaps was the mother of the Ignetes and the Telchines.” Chthōn is the earth, spread out in size. And plēktron some take as the pole, others as the air, which strikes (plēssōn) and moves all things to nature and growth, or as what fills (plērōtikon) all things.

5.8.48Stählin 2:358–360

οὐκ ἀνέγνωσαν δʼ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει· ἐκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα. σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν· ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησιν· εἰ δʼ ἄγε τοι λέξω πρῶθʼ † ἥλιον ἀρχήν, ἐξ ὧν δῆλʼ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδʼ ὑγρὸς ἀὴρ Τιτὰν ἠδʼ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. Ἀπολλόδωρος δʼ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ. ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως· μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν· ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός· βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ· κναξζβίχ, θύπτης, φλεγμό, δρώψ. μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων· ἴδε σοι σπένδω κναξζβὶχ τὸ λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν· ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων. ἴδε σοι Βρομίου αἴθοπα φλεγμὸν λείβω. αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθʼ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει. δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, εἰς μέτρον ἡλικίας, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.

But these have not read Cleanthes the philosopher, who plainly calls the sun plēktron; for, striking its rays at its rising, as though striking the world, it leads the light on its harmonious course; and from the sun he indicates the other stars too. And sphinx is not the binding together of the universe and the revolution of the world, according to the poet Aratus, but perhaps it would be the spiritual tension that pervades and holds together the world; better to take it as the ether, which holds together and binds (sphingōn) all things, as Empedocles too says: “Come, I will tell you first … the beginning, from which all things now seen became clear, earth and the many-waved sea and moist air, Titan and ether binding all things round in a circle.” And Apollodorus of Corcyra says that these lines were chanted by Branchus the seer when purifying the Milesians from plague. For he, sprinkling the crowd with laurel branches, began the hymn thus: “Sing, O children, of the Far-Darter and the Far-Darting goddess”; and the people, so to speak, sang in response: “Bedy, zaps, chthōn, plēktron, sphinx; knaxzbich, thyptēs, phlegmo, drōps.” Callimachus too mentions the story in his Iambi. Knaxzbich is disease, by derivation from knaiein (“to wear away”) and destroy; and thypsai is to burn with a thunderbolt. Thespis the tragic poet, however, says that something else is signified by these, writing thus: “See, I pour for you knaxzbich, pressing the white from the nursing goats; see, mixing thyptēs, cheese, with red honey, I set it for you, two-horned Pan, on your holy altars; see, I pour for you the fiery phlegmos of Bromius.” He hints, I think, at the first, milky food of the soul from the twenty-four letters, after which comes solid milk, the food, and last the blood of the vine of the Word, the fiery wine, the joy that perfects the training. And drōps is the active Word, who from the first instruction to growth into a man, to the measure of stature, kindles and enlightens the man.

5.8.49Stählin 2:360

Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός· μάρπτε, σφίγξ, κλώψ, ζβυχθηδόν· σημαίνει δʼ, οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας· μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ. Τί δʼ; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρʼ Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι· μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ δάκρυα Διὸς τὸν ὄμβρον δηλοῦν, Μοίρας τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθʼ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ.

A third children's copy line is handed down too: “Marpte, sphinx, klōps, zbychthēdon.” It signifies, I think, that through the ordering of the elements and the world our way must go to the knowledge of more perfect things, eternal salvation being won by force and toil; for marpsai is to grasp, sphinx the harmony of the world, zbychthēdon indicates difficulty, and klōps the hidden knowledge of the Lord and the day. What then? Does not Epigenes too, in his work On the Poetry of Orpheus, setting out Orpheus's peculiar expressions, say that by “curved shuttles” plows are meant, by “warp threads” furrows; that “thread” allegorizes seed, and “tears of Zeus” means rain; that the “Fates” are the parts of the moon, the thirtieth day, the fifteenth, and the new moon, which is why Orpheus calls them “white-robed,” being parts of light; again, that “flowery” is spring, from its nature, “white” is night, from its rest, “Gorgonian” is the moon, from the face in it, and Aphrodite is the time when one must sow, in the theologian's language?

5.8.50Stählin 2:360–361

Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες. καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου περὶ φύσεως, ὃς καὶ διʼ αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται. ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου. Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.

The Pythagoreans hinted at such things too, allegorizing the planets as the dogs of Persephone and the sea as the tear of Cronus. And we would find countless things upon countless spoken enigmatically by philosophers and poets, since whole books too display the writer's intention concealed, such as that of Heraclitus On Nature, who for this very reason is called “the Obscure.” Like this book is the theology of Pherecydes of Syros too. For Euphorion the poet, the Aetia of Callimachus, Lycophron's Alexandra, and the like are set before the children of grammarians as an exercise in interpretation.

5.8.51Stählin 2:361

Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἔν τισιν, ὡς ἀποδέδεικται. τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινὰ δὴ ταῦτα· οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα. ὁ μὲν γὰρ χοῖρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει, ἀεὶ κνηστιῶσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφαγὴν καὶ ἀπώλειαν πιαινομένην. ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται. εἶτα ἐπιφέρει· βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς. ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος. διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.

It is not unlikely, then, that the barbarian philosophy too, of which we propose to speak, prophesies in some places hiddenly and through symbols, as has been shown. Such, at any rate, are Moses' exhortations, these familiar ones: “You shall not eat the pig, nor the eagle, nor the hawk, nor the raven.” For the pig indicates pleasure-loving and unclean desire for food and sex, greedy and polluted licentiousness, always itching, material, lying in mud, fattened for slaughter and destruction. Conversely he permits eating what parts the hoof and chews the cud, showing, says Barnabas, that one must “cling to those who fear the Lord, and to those who meditate in their heart on the distinction of the word they have received, to those who speak the Lord's ordinances and keep them, to those who know that meditation is a work of gladness and who ruminate on the word of the Lord. And what is parting the hoof? That the righteous man both walks in this world and awaits the holy age.” Then he adds: “See how well Moses legislated. But how could they understand or grasp these things? We, rightly understanding the commandments, speak as the Lord wished. That is why he circumcised our hearing and our hearts, so that we might understand these things.”

5.8.52Stählin 2:361–362

ναὶ μὴν ὅταν λέγῃ οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα, οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλʼ ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ βιοῦσιν· ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονεξίαν ὁ κόραξ μηνύει. γέγραπται δέ· μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται. ἐντεῦθεν ὁ Θέογνις γράφει· ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς κοσμικὰς ἀταξίας ἀποβαλών.

Indeed, when it says, “You shall not eat the eagle, the hawk, the kite, and the raven,” it says, “You shall not cling to or become like such men, who do not know how to provide their food by toil and sweat, but live by plunder and lawlessness.” For the eagle indicates plunder, the hawk injustice, and the raven greed. And it is written: “With the innocent man you will be innocent, and with the chosen you will be chosen, and with the crooked you will be perverse.” It is fitting, then, to cling to the saints, because “those who cling to them will be sanctified.” From this Theognis writes: “From the good you will learn good things; but if you mix with the bad, you will lose even the mind you have.” And when again it says in the song, “For he has gloriously triumphed; horse and rider he threw into the sea,” the many-legged, beastly, and impetuous passion, desire, together with the charioteer mounted on it who has given the reins to pleasures, he threw into the sea, casting them into the disorders of the world.

5.8.53Stählin 2:362

οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν) καταπίπτειν φησίν. ᾗ καὶ τὸν Φαέθοντα διʼ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται. Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε· τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός. κατʼ ἄλλο σημαινόμενον εἴη δʼ ἂν ἐπιθυμία τὸ ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ, φησί, καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δʼ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.

So Plato too, in his work On the Soul, says that the charioteer and the horse that rebelled (the irrational part, which is divided in two, into anger and desire) fall down. For this reason the myth too hints that Phaethon fell through the unruliness of his horses. Indeed, in the case of Joseph too: his brothers, jealous of him as young and foreseeing more in knowledge, stripped him of his many-colored tunic, took him, and threw him into a pit; “and the pit was empty; it had no water”: casting away the good man's varied knowledge from love of learning, or, using bare faith according to the law, they threw him into the pit empty of water, to sell him into Egypt, empty of the divine word. And the pit was empty of knowledge, into which the wise man, thrown and stripped of his knowledge, seemed like his brothers, bare of knowledge, escaping notice. In another sense the many-colored garment would be desire, leading into a yawning chasm. “And if anyone opens a pit or digs one,” it says, “and does not cover it, and a calf or a donkey falls in there, the owner of the pit shall pay silver and give it to his neighbor, and the dead animal shall be his.”

5.8.54Stählin 2:362–363

ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν. ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκροατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν. ἐπικρυπτόμενος δʼ οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ βάθος τῆς γνώσεως κατακάλυπτε τὸν λάκκον. ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. ἀργύριον δὲ δώσει, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας.

Here apply to me that prophecy: “The ox knew its owner and the donkey its lord's manger; but Israel has not understood me.” So that none of these, falling into the knowledge taught by you and becoming a hearer of the truth, may mishear and fall away, be careful, it says, in the use of the word; and shut off from those who approach irrationally the living spring in the depth, but hold out drink to those who thirst for the truth. Hiding it, then, from those not able to receive the depth of knowledge, cover the pit. The owner of the pit, then, the knower himself, will be penalized, it says, bearing the blame for the one who stumbled or was swallowed by the greatness of the word, being still small-minded; or for having moved the worker to contemplation and drawn him away by the pretext of an improvised faith. And he will give silver, rendering account and reckoning to the almighty will.

5.8.55Stählin 2:363–364

Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὐκ εἰμὶ φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι κυρίου· μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα. τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι· ὁ γὰρ διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόρρωθεν ὁδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας, ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων. Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἴληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις, τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δʼ ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἑστὼς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ.

This, then, is the type of the law and the prophets up to John. And he, though he spoke more plainly, as no longer prophesying but now showing present the one proclaimed symbolically from the beginning, nevertheless says: “I am not worthy to loose the strap of the Lord's sandal.” For he confesses that he is not worthy to baptize so great a power; for those who purify must release the soul from the body and its sins, as the foot from its binding. Perhaps too he means the Savior's final, immediate activity toward us, that by his coming, hidden in the riddle of prophecy; for he who by his own sight showed the one prophesied, indicating that the coming long on its way into the open had arrived, truly loosed the end of the oracles of the arrangement, uncovering the meaning of the symbols. The practices of the Romans in wills too have their place: the scales and copper coins because of justice, the manumissions, and the touching of the ears; the first so that it may be done justly, the second for the division of the value, and the last so that whoever is present, as though a burden were laid on him, may stand and hear and take the place of a mediator.

Miscellanies 5, chapter 9

5.9.56Stählin 2:364

Ἀλλʼ, ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρατιθέμενον. μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί. τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατά τε τὴν πίστιν κατά τε τὸν βίον ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως οὖσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν. ναὶ μὴν ἐξηγητοῦ τινος καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονται· οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἀξίους αὐτῶν διελάμβανον καὶ ἀνεξαπατήτους τούτους ἔσεσθαι, παρὰ τῶν εὖ εἰδότων παραλαμβάνοντας. ἄλλως τε καὶ πάνθʼ, ὅσα διά τινος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν. καθάπερ τὰ μὲν ὥρια διαφαίνοντα τοῦ ὕδατος, αἱ μορφαὶ δὲ διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων. ἐλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως κατανοεῖσθαι.

But, it seems, I have unawares digressed further than necessary through eagerness to prove. For life would fail me in setting out the multitude of those who philosophized symbolically. For the sake of memory, then, and brevity, and of being drawn up toward the truth, such are the writings of the barbarian philosophy. For they wish the truly existing philosophy and true theology to belong only to those who have often associated with them and given proof both in faith and in their whole life. Indeed they wish us to need an interpreter and guide; for so, they judged, they would be studied more eagerly and benefit those worthy of them, and these would be undeceived, receiving them from those who know well. Besides, all things that appear through some veil show the truth greater and more dignified, as fruits seen through water and forms through veils, which lend them further suggestions. For full light exposes, besides making plain things understood in one way only.

5.9.57Stählin 2:364–365

συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν, ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετʼ ἐπικρύψεως εἰρημένων. ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει δὲ ὁ γνωστικός. ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδʼ ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις· οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου μυστήρια διηγεῖσθαι. φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς διατριβῆς καὶ στήλην ἐπʼ αὐτῷ γενέσθαι οἷα νεκρῷ. διὸ καὶ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, κατὰ τὸν θεῖον ἀπόστολον, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; δίχα γὰρ Ὀλυμπίων καὶ φθιμένων τιμαί. διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας.

It is possible, then, to take several meanings, as indeed we do, from what is said with concealment. This being so, the inexperienced and ignorant go astray, but the one who knows grasps it. Indeed they did not wish all things to be set out freely for anyone who happens by, nor the good things of wisdom to be shared with those whose soul has not been purified even in a dream; for it is not lawful to hold out to all comers what was acquired with so many struggles, nor to recount the mysteries of the Word to the profane. They say, at any rate, that Hipparchus the Pythagorean, accused of writing out the teachings of Pythagoras plainly, was expelled from the school, and a monument was set up for him as for a dead man. That is why in the barbarian philosophy too those who fall away from the doctrines and subject their mind to the passions of the soul are called dead. “For what partnership has righteousness with lawlessness,” according to the divine apostle, “or what fellowship has light with darkness? What agreement has Christ with Beliar? Or what portion has a believer with an unbeliever?” “For the honors of the Olympians and of the dead are separate.” “That is why come out from their midst and be separate, says the Lord, and touch nothing unclean; and I will receive you, and I will be a father to you, and you will be my sons and daughters.”

5.9.58Stählin 2:365

Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρʼ αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν. ἀλλὰ καὶ οἱ Στωϊκοὶ λέγουσι Ζήνωνι τῷ πρώτῳ γεγράφθαι τινά, ἃ μὴ ῥᾳδίως ἐπιτρέπουσι τοῖς μαθηταῖς ἀναγινώσκειν, μὴ οὐχὶ πεῖραν δεδωκόσι πρότερον, εἰ γνησίως φιλοσοφοῖεν. λέγουσι δὲ καὶ οἱ Ἀριστοτέλους τὰ μὲν ἐσωτερικὰ εἶναι τῶν συγγραμμάτων αὐτοῦ, τὰ δὲ κοινά τε καὶ ἐξωτερικά. ἀλλὰ καὶ οἱ τὰ μυστήρια θέμενοι, φιλόσοφοι ὄντες, τὰ αὑτῶν δόγματα τοῖς μύθοις κατέχωσαν, ὥστε μὴ εἶναι ἅπασι δῆλα· εἶθʼ οἳ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντως ἁγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν; πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθʼ οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλʼ οὐδʼ οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλʼ ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.

Not only, then, did the Pythagoreans and Plato conceal many things, but the Epicureans too say that they have some secrets from Epicurus, and do not allow everyone to read those writings. The Stoics too say that some things were written by Zeno the first which they do not readily allow students to read, unless they have first given proof whether they philosophize genuinely. And the followers of Aristotle say that some of his writings are esoteric, others common and exoteric. And those who established the mysteries, being philosophers, buried their own doctrines in myths so that they would not be plain to all. Then, if some, having concealed human opinions, prevented the ignorant from reading them, was it not more fitting above all that the truly holy and blessed contemplation of what really is should be concealed? However, neither the things of the barbarian philosophy, nor the Pythagorean myths, nor those in Plato, of Er the Armenian in the Republic, of Aeacus and Rhadamanthus in the Gorgias, of Tartarus in the Phaedo, of Prometheus and Epimetheus in the Protagoras, and besides these of the war of the Atlanteans and the Athenians in the Atlanticus, are to be allegorized simply in every word, but only in what signifies the general meaning; and these we would find indicated through symbols under the veil of allegory.

5.9.59Stählin 2:365–366

Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι πρὸς τοὺς πολλοὺς ᾐνίσσετο. ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται τοῦ διαιρεῖν δόξαν ἀπό τε εὐκλείας καὶ ἀληθείας. μηδέ σέ γʼ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφʼ ᾧ θʼ ὁσίης πλέον εἰπεῖν. αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί· τοὺς ἀρίστους δὲ τὸ κλέος μεταδιώκειν. αἱρεῦνται γάρ, φησίν, ἓν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα, γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαιμονίαν· ὅ τʼ Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πως γράφων· ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.

Yes, and the school of Pythagoras too, with its twofold fellowship with its disciples, calling the many “hearers” and certain others “mathematicians,” those who genuinely laid hold of philosophy, hinted that one part was spoken openly and the other was hidden from the many. And perhaps that twofold kind of teaching of the Peripatetics as well, the one called in their discourses “probable” and the other “scientific,” is not far from distinguishing opinion, which rests on reputation, from truth. “Nor shall the flowers of glorious honor force you to take them up from mortals, on condition that you say more than is holy.” The Ionian Muses, at any rate, say expressly that the many, who think themselves wise, follow the singers of the peoples and use their customs, knowing that “many are bad, and few good,” while the best pursue glory. “For the best,” it says, “choose one thing in place of all, ever-flowing glory among mortals; but the many are glutted like cattle,” measuring happiness by the belly and the genitals and the most shameful things in us. And the great Parmenides of Elea introduces the teaching of two ways, writing something like this: “both the unshaken heart of persuasive Truth, and the opinions of mortals, in which there is no true trust.”

Miscellanies 5, chapter 10

5.10.60Stählin 2:366–367

Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις. ἔστιν γάρ τις καὶ τελείων μάθησις, περὶ ἧς πρὸς τοὺς Κολοσσαεῖς γράφων φησίν· οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἐν πάσῃ δυνάμει ἐνδυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.

Fittingly, then, the inspired apostle says: “By revelation the mystery was made known to me, as I wrote before briefly, by which, when you read, you can perceive my understanding in the mystery of Christ, which in other generations was not made known to the sons of men as it has now been revealed to his holy apostles and prophets.” For there is also a learning of the perfect, about which he says, writing to the Colossians: “We do not cease praying for you and asking that you may be filled with the knowledge of his will in all wisdom and spiritual understanding, to walk worthily of the Lord, pleasing him in all things, bearing fruit in every good work and growing in the knowledge of God, strengthened with all power according to the might of his glory.” And again he says: “According to the stewardship of God given to me for you, to fulfill the word of God, the mystery hidden from the ages and from the generations, which has now been made manifest to his saints, to whom God willed to make known what is the riches of the glory of this mystery among the Gentiles.”

5.10.61Stählin 2:367

ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπʼ αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν. καὶ πάλιν οἷον φιλοτιμούμενος ἐμφῆναι τὴν γνῶσιν ὧδέ πως γράφει· νουθετοῦντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, διαρρήδην ἐπιφέρει· συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ τῶν τοῦ σώματος ἀγαθῶν.

So the mysteries hidden until the apostles and handed down by them as they received them from the Lord (hidden, that is, in the old covenant), which “have now been made manifest to the saints,” are one thing; and another is “the riches of the glory of the mystery among the Gentiles,” which is faith and hope in Christ, whom elsewhere he has called the “foundation.” And again, as if eager to display knowledge, he writes thus: “admonishing every person in all wisdom, that we may present every person perfect in Christ.” Not every person without qualification, since then no one would be an unbeliever; nor does he say that everyone who believes is perfect in Christ; but he says “every person” as if to say the whole person, purified, as it were, in body and soul. For he adds expressly, because knowledge does not belong to all: “knit together in love and into all the riches of the full assurance of understanding, to the knowledge of the mystery of God in Christ, in whom are hidden all the treasures of wisdom and knowledge.” “Continue steadfastly in prayer, watching in it with thanksgiving.” And thanksgiving is made not only for the soul and spiritual goods, but also for the body and the goods of the body.

5.10.62Stählin 2:367–368

καὶ ἔτι σαφέστερον ἐκκαλύπτει τὸ μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπιλέγων· προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. ἦν γάρ τινα ἀγράφως παραδιδόμενα. αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι, τὰ πρῶτα μαθήματα πεπιστευμένος· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα.

And he reveals still more clearly that knowledge does not belong to all, adding: “praying at the same time for us too, that God may open to us a door to speak the mystery of Christ, on account of which I am also in bonds, that I may make it manifest as I ought to speak.” For there were certain things handed down without writing. So, to the Hebrews he says: “For though by this time you ought to be teachers” (as having grown old in the old covenant), “you again have need that someone teach you what are the elements of the beginning of the oracles of God, and you have become such as need milk and not solid food. For everyone who partakes of milk is unskilled in the word of righteousness, for he is an infant,” having believed only the first lessons; “but solid food belongs to the perfect, who through practice have their senses trained to distinguish good and evil. Therefore, leaving the word of the beginning of Christ, let us press on to perfection.”

5.10.63Stählin 2:368–369

Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον ἁπλούστερον φησὶν ὑμῖν γράφω, ἵνα συνιῆτε. εἶθʼ ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει· τί λέγει ὁ ἄλλος προφήτης Μωυσῆς αὐτοῖς; ›ἰδοὺ τάδε λέγει κύριος ὁ θεός· εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος ὁ θεός, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι. τί λέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν· ἄνθρωπος γὰρ γῆ ἐστι πάσχουσα· ἀπὸ προσώπου γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο· τί οὖν λέγει· ›εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι‹; εὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ. λέγει γὰρ ὁ προφήτης· παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;‹ ἐπεὶ ὀλίγων ἐστὶ ταῦτα χωρῆσαι. οὐ γὰρ φθονῶν, φησί, παρήγγειλεν ὁ κύριος ἔν τινι εὐαγγελίῳ· μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου, ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἵνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται· ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ· τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατός ἐστιν, ὡς τὸ γνῶναι ζωὴ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως. καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστί, φθορὰν δὲ ἡ ἀπὸ τῆς τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει.

But Barnabas too, who himself preached the word together with the apostle in the ministry to the Gentiles, says: “I write to you more simply, so that you may understand.” Then, going on, and now setting out more clearly a trace of the tradition of knowledge, he says: “What does the other prophet, Moses, say to them? ‘Behold, thus says the Lord God: Enter into the good land which the Lord God swore, the God of Abraham and Isaac and Jacob, and inherit it, a land flowing with milk and honey.’ What does knowledge say? Learn. Hope, it says, in Jesus, who is to be manifested to you in the flesh. For a human being is earth that suffers; for the forming of Adam came from the face of the earth. What then does it mean, ‘into the good land, a land flowing with milk and honey’? Blessed be our Lord, brothers, who has put in us wisdom and understanding of his secrets. For the prophet says: ‘Who will understand the parable of the Lord, except one who is wise and knowing and loves his Lord?’” For it belongs to few to grasp these things. For it was not out of jealousy, it says, that the Lord commanded in a certain gospel: “My mystery is for me and for the sons of my house,” making the election in safety and freedom from care, so that the election, receiving what belongs to those whom he chose, might be beyond envy. For the one who does not have knowledge of the good is evil, since one is good, the Father; and not to know the Father is death, as to know him is eternal life, by sharing in the power of the incorruptible. And not to be corrupted is to share in divinity, while departure from the knowledge of God brings corruption.

5.10.64Stählin 2:369

πάλιν ὁ προφήτης· καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, σκοτεινούς, ἀοράτους, ἵνα γνῶσιν ὅτι ἐγὼ κύριος ὁ θεός. τὰ εἰκότα τούτοις καὶ ὁ Δαβὶδ ψάλλει· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ τῷ φήσαντι· ποιήσει τις κρύφα, καὶ οὐχὶ ἐπόψομαι αὐτόν; διὰ τοῦτο φωτισμὸς ἡ μαθητεία κέκληται ἡ τὰ κεκρυμμένα φανερώσασα, ἀποκαλύψαντος μόνου τοῦ διδασκάλου τὸ πῶμα τῆς κιβωτοῦ, ἔμπαλιν ἢ οἱ ποιηταὶ τὸν Δία φασὶ τὸν μὲν τῶν ἀγαθῶν πίθον ἐπιλαβεῖν, ἀνοῖξαι δὲ τὸν τῶν φαύλων. οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ διʼ ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν· ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι τὰ ἐν μυστηρίῳ, δείκνυται.

Again the prophet: “And I will give you treasures hidden, dark, unseen, that they may know that I am the Lord God.” David too sings things like these: “For behold, you have loved truth; the unclear and hidden things of your wisdom you have shown to me.” “For day to day pours forth speech” (what is written plainly), “and night to night proclaims knowledge” (what is hidden mystically), “and there are no words or speech whose voices are not heard” by God, who said: “Will anyone do something in secret, and I not see him?” For this reason discipleship, which has made manifest what was hidden, has been called illumination, since the Teacher alone has uncovered the lid of the ark; the opposite of what the poets say, that Zeus closed the jar of good things and opened that of evil ones. “I know that when I come to you,” says the apostle, “I shall come in the fullness of the blessing of Christ,” calling the spiritual gift and the tradition of knowledge, which he longs to impart to them when he is present with them (for these things could not be disclosed through a letter), “the fullness of Christ”: “according to the revelation of the mystery kept silent through eternal ages, but now made manifest through the prophetic Scriptures, according to the command of the eternal God, made known to all the nations for the obedience of faith,” that is, to those of the nations who believe that it is; but to a few of these it is shown also what the things in the mystery are.

5.10.65Stählin 2:369–370

Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ διʼ αἰνιγμάτων, ἵνʼ ἤν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἄν ποτε γραφῇ παραδοθείη, ἄρρητος ὢν δυνάμει τῇ αὑτοῦ. ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων· πρὸς ταῦτʼ οὖν σκοπῶν εὐλαβοῦ, μή ποτέ σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων· μεγίστη δὲ φυλακὴ τὸ μὴ γράφειν, ἀλλʼ ἐκμανθάνειν· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν. ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν σῴζων ἐπίκρυψιν, ἀφʼ ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.

Fittingly, then, Plato too, dealing with God in his Letters, says: “I must speak to you in riddles, so that, if the tablet should suffer anything in the folds of sea or land, the one who reads it may not understand.” For the God of the universe, who is above every word and every thought and every conception, could never be handed down in writing, being ineffable in his power. Plato himself has shown this very thing, saying: “Considering these things, then, take care that you never regret what has now been let out unworthily. The greatest safeguard is not to write but to learn by heart; for it is not possible, it is not possible, that what is written should not get out.” Akin to these things, the holy apostle Paul says, preserving the prophetic and truly ancient concealment from which the fine doctrines flowed to the Greeks: “But we speak wisdom among the perfect, yet not the wisdom of this age, nor of the rulers of this age, who are being brought to nothing; but we speak the wisdom of God in a mystery, the hidden wisdom.”

5.10.66Stählin 2:370

ἔπειτα ὑποβὰς τὸ εὐλαβὲς τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πως διδάσκει· κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλʼ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλʼ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σαρκικοί. εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία· σάρκες αὗται καὶ αἷμα τοῦ λόγου, τουτέστι κατάληψις τῆς θείας δυνάμεως καὶ οὐσίας. γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος, φησίν· οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα· βρῶσις γὰρ καὶ πόσις τοῦ θείου λόγου ἡ γνῶσίς ἐστι τῆς θείας οὐσίας. διὸ καί φησιν ἐν δευτέρῳ Πολιτείας ὁ Πλάτων· θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, οὕτω χρῆναι ζητεῖν περὶ θεοῦ. ὁ δὲ ἀπόστολος καὶ τὸ πάσχα ἡμῶν ἐτύθη γράφει Χριστός, ἄπορον ὡς ἀληθῶς θῦμα, υἱὸς θεοῦ ὑπὲρ ἡμῶν ἁγιαζόμενος.

Then, going on, he teaches in this way the caution to be used in letting words out to the many: “And I, brothers, could not speak to you as to spiritual people, but as to people of flesh, as to infants in Christ. I gave you milk to drink, not solid food; for you were not yet able; and even now you are not yet able; for you are still fleshly.” If, then, milk has been called by the apostle the food of infants, and solid food that of the perfect, milk will be understood as elementary instruction, the first food, as it were, of the soul, and solid food as the contemplation of the highest mysteries: these are the flesh and blood of the Word, that is, the apprehension of the divine power and essence. “Taste and see that the Lord is good,” it says; for in this way he imparts himself to those who partake of such food more spiritually, when indeed the soul now nourishes itself, according to the truth-loving Plato; for the eating and drinking of the divine Word is knowledge of the divine essence. That is why Plato also says in the second book of the Republic: “having sacrificed not a pig but some great and hard-to-obtain victim,” so one ought to inquire about God. And the apostle writes: “For Christ, our Passover, was sacrificed,” truly a victim hard to obtain, the Son of God consecrated for us.

Miscellanies 5, chapter 11

5.11.67Stählin 2:370–371

Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ τοῦτο εἴρηται τῷ Σωκράτει ἡ φιλοσοφία· ὁ γὰρ μήτε τὴν ὄψιν παρατιθέμενος ἐν τῷ διανοεῖσθαι μήτε τινὰ τῶν ἄλλων αἰσθήσεων ἐφελκόμενος, ἀλλʼ αὐτῷ καθαρῷ τῷ νῷ τοῖς πράγμασιν ἐντυγχάνων τὴν ἀληθῆ φιλοσοφίαν μέτεισιν. τοῦτο ἄρα βούλεται καὶ τῷ Πυθαγόρᾳ ἡ τῆς πενταετίας σιωπή, ἣν τοῖς γνωρίμοις παρεγγυᾷ, ὡς δὴ ἀποστραφέντες τῶν αἰσθητῶν ψιλῷ τῷ νῷ τὸ θεῖον ἐποπτεύοιεν. παρὰ Μωυσέως τοιαῦτα φιλοσοφήσαντες οἱ τῶν Ἑλλήνων ἄκροι. προστάσσει γὰρ τὰ ὁλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι, ἐπειδὴ γυμνὴν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικὰς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθῆναι ἀνάγκη.

The sacrifice acceptable to God is an unswerving separation from the body and its passions. This is true piety indeed. And is it not fittingly for this reason that philosophy was called by Socrates a practice of death? For the one who neither sets sight alongside his thinking nor drags in any of the other senses, but meets things with pure mind itself, pursues the true philosophy. This, then, is what Pythagoras too means by the five years' silence that he prescribes for his pupils: that, turned away from sensible things, they might contemplate the divine with the mind alone. It was from Moses that the foremost of the Greeks learned to philosophize in this way. For he commands that the whole burnt offerings be flayed and divided into their limbs, since the soul that knows must be stripped of its material hide, without the body's triviality and all the passions that empty and false suppositions produce, and, having put off the fleshly desires, must be consecrated to the light.

5.11.68Stählin 2:371–372

οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὸ θνητὸν ἐνδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ τὰς αὑτῶν ἀκρασίας ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου θεοῦ τοιαῦτα οἷα καὶ περὶ αὑτῶν δοξάζουσιν. λέληθεν δʼ αὐτούς, κἂν πλησίον ἡμῶν τύχωσιν, ὡς μυρία ὅσα δεδώρηται ἡμῖν ὁ θεός, ὧν αὐτὸς ἀμέτοχος, γένεσιν μὲν ἀγένητος ὤν, τροφὴν δὲ ἀνενδεὴς ὤν, καὶ αὔξησιν ἐν ἰσότητι ὤν, εὐγηρίαν τε καὶ εὐθανασίαν ἀθάνατός τε καὶ ἀγήρως ὑπάρχων. διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργὰς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι, μηδαμῶς, ἀλληγορεῖσθαι δέ τινα ἐκ τούτων τῶν ὀνομάτων ὁσιώτερον, ἃ δὴ καὶ προϊόντος τοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν διασαφήσομεν. ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία, Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι γράφει· ἕτερος (δὲ) ἐξ ἑτέρου σοφὸς τό τε πάλαι τό τε νῦν, φησὶ Βακχυλίδης ἐν τοῖς Παιᾶσιν· οὐδὲ γὰρ ῥᾷστον ἀρρήτων ἐπέων πύλας ἐξευρεῖν·

But most people, clothing themselves in what is mortal like snails, and rolled up in a ball around their own lack of self-control like hedgehogs, hold such opinions about the blessed and incorruptible God as they hold about themselves. It has escaped them, even though they happen to be near us, that God has given us countless things in which he himself has no share: birth, though he is unbegotten; food, though he has no need; growth, though he is always the same; a good old age and an easy death, though he is immortal and ageless. Therefore let no one suppose that hands and feet and mouth and eyes and comings in and goings out and angers and threats are spoken of among the Hebrews as passions of God. By no means; rather, certain things are expressed allegorically, more reverently, by these names, which we shall explain as the discussion proceeds, at the proper time. “Truly wisdom is a remedy that cures all things,” writes Callimachus in his Epigrams. “One is wise from another, both of old and now,” says Bacchylides in his Paeans; “for it is not easiest to find the gates of unspoken words.”

5.11.69Stählin 2:372

καλῶς ἄρα Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τίνας οὖν καλῶ πεπαιδευμένους; προθεὶς ἐπιφέρει· πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντος· ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας ἀεὶ τοῖς πλησιάζουσι καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δʼ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς ξυνοῦσι παρέχοντας· ἔτι δὲ τοὺς τῶν μὲν ἡδονῶν κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλʼ ἀνδρωδῶς ἐν αὐταῖς ἀναστρεφομένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν· τέταρτον, ὅπερ μέγιστόν ἐστι, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδʼ ἐξισταμένους αὑτῶν μηδὲ ὑπερηφάνους γινομένους, ἀλλʼ ἐμμένοντας τῇ τάξει τῶν εὖ φρονούντων. εἶτα ἐπιφέρει τὸν κολοφῶνα τοῦ λόγου· τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς. ὁρᾷς πῶς τὸν γνωστικὸν βίον καὶ Ἕλληνες, καίτοι μὴ εἰδότες ὡς ἐπίστασθαι χρή, ἐκθειάζουσι; τίς δʼ ἔστιν ἡ γνῶσις, οὐδὲ ὄναρ ἴσασιν.

Well, then, did Isocrates in the Panathenaicus, having first asked, “Whom, then, do I call educated?”, continue: “First, those who deal well with the affairs that befall them each day, and who have a judgment that hits the right moment and is able for the most part to aim at what is advantageous; next, those who always behave fittingly and justly toward those who come near them, bearing the unpleasantness and harshness of others with good temper and ease, while showing themselves as light and moderate as possible to their companions; further, those who master their pleasures and are not overly defeated by misfortunes, but conduct themselves bravely in them and worthily of the nature we happen to share; fourth, and this is the greatest, those who are not corrupted by success, nor put out of themselves, nor made arrogant, but remain in the ranks of the sensible.” Then he adds the finishing touch to his discourse: “Those who have the disposition of their soul well attuned not to one only of these but to all of them, these I declare to be wise and perfect men, possessing all the virtues.” Do you see how even the Greeks extol the life of the one who knows, although they do not know it as one ought to understand it? What knowledge is, they do not know even in a dream.

5.11.70Stählin 2:373

Εἰ τοίνυν λογικὸν ἡμῖν βρῶμα ἡ γνῶσις εἶναι συμπεφώνηται, μακάριοι τῷ ὄντι κατὰ τὴν γραφὴν οἱ πεινῶντες καὶ διψῶντες τὴν ἀλήθειαν, ὅτι πλησθήσονται τροφῆς ἀιδίου. πάνυ θαυμαστῶς ὁ ἐπὶ τῆς σκηνῆς φιλόσοφος Εὐριπίδης τοῖς προειρημένοις ἡμῖν συνῳδὸς διὰ τούτων εὑρίσκεται, πατέρα καὶ υἱὸν ἅμα οὐκ οἶδʼ ὅπως αἰνισσόμενος· σοὶ τῷ πάντων μεδέοντι χοὴν πέλανόν τε φέρω, Ζεὺς εἴτʼ Ἀίδης ὀνομαζόμενος στέργεις· σὺ δέ μοι θυσίαν ἄπυρον παγκαρπείας δέξαι πλήρη προχυτίαν. ὁλοκάρπωμα γὰρ ὑπὲρ ἡμῶν ἄπυρον θῦμα ὁ Χριστός. καὶ ὅτι τὸν σωτῆρα αὐτὸν οὐκ εἰδὼς λέγει, σαφὲς ποιήσει ἐπάγων· σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις σκῆπτρον τὸ Διὸς μεταχειρίζεις χθονίων τʼ Ἀίδῃ μετέχεις ἀρχῆς. ἔπειτα ἄντικρυς λέγει· πέμψον δʼ ἐς φῶς ψυχὰς ἐνέρων τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους εὑρεῖν μοχθῶν ἀνάπαυλαν. οὐκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρʼ Ἕλλησιν ἄρχει μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν.

If, then, it has been agreed that knowledge is our rational food, truly “blessed,” according to the Scripture, “are those who hunger and thirst” for the truth, “for they shall be filled” with everlasting food. Quite wonderfully Euripides, the philosopher of the stage, is found in harmony with what we have said, in these lines, in which he hints, I know not how, at the Father and the Son together: “To you, the ruler of all, I bring a libation and a cake, whether you love to be named Zeus or Hades; but you, receive from me a fireless sacrifice of all fruits, a full offering poured out.” For Christ is a whole offering of all fruits for us, a fireless victim. And that he speaks of the Savior himself without knowing it, he will make clear by adding: “For you, among the heavenly gods, wield the scepter of Zeus, and share with Hades the rule of those beneath the earth.” Then he says outright: “And send into the light the souls of the dead, for those who wish to learn beforehand of the struggles: whence they sprang, what is the root of evils, which of the blessed ones they must appease with sacrifice to find respite from toils.” Not unreasonably, then, among the mysteries of the Greeks too, purifications come first, as the washing does among the barbarians.

5.11.71Stählin 2:373–374

μετὰ ταῦτα δʼ ἐστὶ τὰ μικρὰ μυστήρια διδασκαλίας τινὰ ὑπόθεσιν ἔχοντα καὶ προπαρασκευῆς τῶν μελλόντων, τὰ δὲ μεγάλα περὶ τῶν συμπάντων, οὗ μανθάνειν οὐκέτι ὑπολείπεται, ἐποπτεύειν δὲ καὶ περινοεῖν τήν τε φύσιν καὶ τὰ πράγματα. λάβοιμεν δʼ ἂν τὸν μὲν καθαρτικὸν τρόπον ὁμολογίᾳ, τὸν δὲ ἐποπτικὸν ἀναλύσει ἐπὶ τὴν πρώτην νόησιν προχωροῦντες, διʼ ἀναλύσεως ἐκ τῶν ὑποκειμένων αὐτῷ τὴν ἀρχὴν ποιούμενοι, ἀφελόντες μὲν τοῦ σώματος τὰς φυσικὰς ποιότητας, περιελόντες δὲ τὴν εἰς τὸ βάθος διάστασιν, εἶτα τὴν εἰς τὸ πλάτος, καὶ ἐπὶ τούτοις τὴν εἰς τὸ μῆκος· τὸ γὰρ ὑπολειφθὲν σημεῖόν ἐστι μονὰς ὡς εἰπεῖν θέσιν ἔχουσα, ἧς ἐὰν περιέλωμεν τὴν θέσιν, νοεῖται μονάς. εἰ τοίνυν, ἀφελόντες πάντα ὅσα πρόσεστι τοῖς σώμασιν καὶ τοῖς λεγομένοις ἀσωμάτοις, ἐπιρρίψαιμεν ἑαυτοὺς εἰς τὸ μέγεθος τοῦ Χριστοῦ κἀκεῖθεν εἰς τὸ ἀχανὲς ἁγιότητι προΐοιμεν, τῇ νοήσει τοῦ παντοκράτορος ἁμῇ γέ πῃ προσάγοιμεν ἄν, οὐχ ὅ ἐστιν, ὃ δὲ μή ἐστι γνωρίσαντες· σχῆμα δὲ καὶ κίνησιν ἢ στάσιν ἢ θρόνον ἢ τόπον ἢ δεξιὰ ἢ ἀριστερὰ τοῦ τῶν ὅλων πατρὸς οὐδʼ ὅλως ἐννοητέον, καίτοι καὶ ταῦτα γέγραπται· ἀλλʼ ὃ βούλεται δηλοῦν αὐτῶν ἕκαστον, κατὰ τὸν οἰκεῖον ἐπιδειχθήσεται τόπον. οὔκουν ἐν τόπῳ τὸ πρῶτον αἴτιον, ἀλλʼ ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ ὀνόματος καὶ νοήσεως. διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν ἐμφάνισόν μοι σαυτόν, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλʼ ἢ μόνῃ τῇ παρʼ αὐτοῦ δυνάμει γνωστόν. ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος, ἡ χάρις δὲ τῆς γνώσεως παρʼ αὐτοῦ διὰ τοῦ υἱοῦ.

After these come the lesser mysteries, which have a certain foundation of teaching and of preparation for what is to come; and then the great mysteries, which concern the whole universe, where nothing more remains to be learned, but only to contemplate and comprehend nature and things. We may take the purifying mode through confession, and the contemplative mode through analysis, advancing to the first conception: we make our beginning by analysis from the things that underlie it, abstracting from the body its physical qualities, taking away the dimension of depth, then that of breadth, and after these that of length. For the point that remains is a unit, so to speak, having position; and if we take away its position, it is conceived as a unit. If, then, having abstracted all that belongs to bodies and to the things called incorporeal, we cast ourselves into the greatness of Christ, and from there advance in holiness into the immensity, we might in some way approach the conception of the Almighty, knowing not what he is, but what he is not. And form and motion, or standing, or a throne, or a place, or right or left, are not to be conceived at all of the Father of the universe, although these too are written; but what each of them is meant to show will be demonstrated in its proper place. The first cause, then, is not in a place, but above place and time and name and thought. For this reason Moses too says, “Show yourself to me,” most clearly hinting that God cannot be taught by human beings or expressed in words, but is known only by the power that comes from him. For the search is formless and invisible, but the grace of knowledge comes from him through the Son.

5.11.72Stählin 2:374–375

σαφέστατα δὲ ὁ Σολομὼν μαρτυρήσει ἡμῖν ὧδέ πως λέγων· φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί, θεὸς δὲ δίδωσί μοι σοφίαν· ἅγια δὲ ἐπίσταμαι. αὐτίκα τὴν φρόνησιν θείαν ἀλληγορῶν ὁ Μωυσῆς ξύλον ζωῆς ὠνόμασεν ἐν τῷ παραδείσῳ πεφυτευμένον, ὃς δὴ παράδεισος καὶ κόσμος εἶναι δύναται, ἐν ᾧ πέφυκεν τὰ ἐκ δημιουργίας ἅπαντα. ἐν τούτῳ καὶ ὁ λόγος ἤνθησέν τε καὶ ἐκαρποφόρησεν σὰρξ γενόμενος καὶ τοὺς γευσαμένους τῆς χρηστότητος αὐτοῦ ἐζωοποίησεν, ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν ἀφῖκται· ἐκρεμάσθη γὰρ ἡ ζωὴ ἡμῶν εἰς πίστιν ἡμῶν. καὶ ὅ γε Σολομὼν πάλιν φησίν· δένδρον ἀθανασίας ἐστὶ τοῖς ἀντεχομένοις αὐτῆς. διὰ τοῦτο λέγει· ἰδοὺ δίδωμι πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαπᾶν κύριον τὸν θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ τῆς φωνῆς αὐτοῦ ἀκούειν καὶ πιστεύειν τῇ ζωῇ· ἐὰν δὲ παραβῆτε τὰ δικαιώματα καὶ τὰ κρίματα ἅ δέδωκα ὑμῖν, ἀπωλείᾳ ἀπολεῖσθε· τοῦτο γὰρ ἡ ζωὴ καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, τὸ ἀγαπᾶν κύριον τὸν θεόν σου.

Solomon will bear us witness most clearly, speaking thus: “Human prudence is not in me, but God gives me wisdom, and I know holy things.” So Moses, speaking allegorically of divine prudence, named it the tree of life planted in paradise; and this paradise may also be the world, in which all the things of creation have grown. In it the Word too blossomed and bore fruit, having become flesh, and gave life to those who had tasted his goodness; for not without the tree did he come to our knowledge either, since our life was hung up for our faith. And Solomon again says: “She is a tree of immortality to those who lay hold of her.” For this reason it says: “Behold, I set before your face life and death: to love the Lord God, and to walk in his ways, and to hear his voice, and to believe in life. But if you transgress the ordinances and the judgments that I have given you, you shall utterly perish. For this is life and the length of your days: to love the Lord your God.”

5.11.73Stählin 2:375

πάλιν· ὁ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν· πρώτη μὲν γὰρ ὁ διʼ ὄψεως τῶν καλῶν ἵμερος, δευτέρα δὲ ἡ ψυχῆς τῶν ἀρίστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικὰ διορᾷ, διοιχθέντων τῶν τῆς διανοίας ὀμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου. εἶεν δʼ ἂν καὶ αἱ τρεῖς ἡμέραι τῆς σφραγῖδος μυστήριον, διʼ ἧς ὁ τῷ ὄντι πιστεύεται θεός. μακρόθεν οὖν ἀκολούθως ὁρᾷ τὸν τόπον· δυσάλωτος γὰρ ἡ χώρα τοῦ θεοῦ, ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν, ὡς τῶν ἁπάντων καὶ τῶν ὅλων περιεκτικόν. ἀτὰρ εἰκότως πόρρωθεν ὁρᾶται τῷ Ἀβραὰμ διὰ τὸ ἐν γενέσει εἶναι, καὶ διʼ ἀγγέλου προσεχῶς μυσταγωγεῖται.

Again: “Abraham, coming to the place which God had told him, on the third day, looking up, sees the place from afar.” For the first day is the longing for beautiful things that comes through sight; the second is the soul's desire for the best things; on the third the mind discerns spiritual things, the eyes of the understanding having been opened by the Teacher who rose on the third day. The three days might also be the mystery of the seal, through which the true God is believed in. It is consistent, then, that he sees the place from afar; for the region of God is hard to reach, the region Plato called the region of ideas, having learned from Moses that God is a place, as containing all things and the universe. But fittingly it is seen by Abraham from afar, because he is in the realm of becoming, and he is initiated at once through an angel.

5.11.74Stählin 2:375–376

ἐντεῦθεν ὁ ἀπόστολος βλέπομεν νῦν ὡς διʼ ἐσόπτρου φησί, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, κατὰ μόνας ἐκείνας τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς διανοίας ἐπιβολάς. δυνατὸν δὲ κἀν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπʼ αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὄντων, πρὶν ἄν, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ, ἐπʼ αὐτῷ γινόμενος τῷ τοῦ νοητοῦ τέλει κατὰ Πλάτωνα. πάλιν ὁ Μωυσῆς οὐκ ἐπιτρέπων βωμοὺς καὶ τεμένη πολλαχοῦ κατασκευάζεσθαι, ἕνα δʼ οὖν νεὼν ἱδρυσάμενος τοῦ θεοῦ, μονογενῆ τε κόσμον, ὥς φησιν ὁ Βασιλείδης, καὶ τὸν ἕνα, ὡς οὐκέτι τῷ Βασιλείδῃ δοκεῖ, κατήγγελλε θεόν. καὶ ὅτι οὐ περιλαμβάνει τόπῳ τὸ ἀπερίληπτον ὁ γνωστικὸς Μωυσῆς, ἀφίδρυμα οὐδὲν ἀνέθηκεν εἰς τὸν νεών, σεβάσμιον ἀόρατον καὶ ἀπερίγραφον δηλῶν εἶναι τὸν θεόν, προσάγων δὲ ἁμῇ γέ πῃ εἰς ἔννοιαν τοῦ θεοῦ τοὺς Ἑβραίους διὰ τῆς τιμῆς τοῦ κατὰ τὸν νεὼν ὀνόματος. ἀλλὰ γοῦν κωλύων ὁ λόγος τάς τε τῶν ἱερῶν κατασκευὰς καὶ τὰς θυσίας ἁπάσας τὸ μὴ ἔν τινι εἶναι τὸν παντοκράτορα αἰνίσσεται διʼ ὧν φησι· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος. ὁ οὐρανός μοι θρόνος καὶ τὰ ἑξῆς. περί τε τῶν θυσιῶν ὁμοίως· αἷμα ταύρων καὶ στέαρ ἀρνῶν οὐ βούλομαι, καὶ ὅσα ἐπὶ τούτοις διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπαγορεύει.

Hence the apostle says: “We see now as through a mirror, but then face to face,” by means only of those pure and incorporeal apprehensions of the understanding. It is possible also in dialectic to divine something of God, if one attempts, without any of the senses, to press on through reason to what each thing is in itself, and does not stand back from the things that are until, climbing up to what lies above, he grasps by thought itself what the good is in itself, arriving at the very end of the intelligible, according to Plato. Again Moses, not allowing altars and sacred precincts to be built in many places, but establishing one temple of God, proclaimed both the only-begotten world, as Basilides says, and the one God, as Basilides no longer thinks. And because Moses, the one who knows, does not enclose the unenclosable in a place, he set up no image in the temple, showing that God is to be worshiped as invisible and uncircumscribed, while leading the Hebrews in some way to a conception of God through the honor given to the name in the temple. Moreover the Word, forbidding the building of temples and all sacrifices, hints that the Almighty is not contained in anything, by these words: “What house will you build for me? says the Lord. Heaven is my throne,” and so on. And likewise about sacrifices: “The blood of bulls and the fat of lambs I do not want,” and whatever else besides the Holy Spirit forbids through the prophet.

5.11.75Stählin 2:376–377

παγκάλως τοίνυν καὶ ὁ Εὐριπίδης συνᾴδει τούτοις γράφων· ποῖος δʼ ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς; καὶ ἐπὶ τῶν θυσιῶν ὡσαύτως λέγει· δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας. διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ τὰ πάντα.

Most beautifully, then, Euripides too agrees with these things, writing: “What house fashioned by builders could enclose the divine form within the folds of its walls?” And about sacrifices he says likewise: “For God, if he is truly God, needs nothing; these are the wretched tales of singers.” For God did not make the world out of need, so that he might reap honors from human beings and from the other gods and daemons, as Plato says, exacting, as it were, a kind of revenue from creation: from us smoke, from gods and daemons their proper services. Most instructively, then, Paul says in the Acts of the Apostles: “The God who made the world and all things in it, he, being Lord of heaven and earth, does not dwell in temples made with hands, nor is he served by human hands as if he needed anything, since he himself gives to all breath and life and all things.”

5.11.76Stählin 2:377

λέγει δὲ καὶ Ζήνων ὁ τῆς Στωϊκῆς κτίστης αἱρέσεως ἐν τῷ τῆς πολιτείας βιβλίῳ μήτε ναοὺς δεῖν ποιεῖν μήτε ἀγάλματα· μηδὲν γὰρ εἶναι τῶν θεῶν ἄξιον κατασκεύασμα, καὶ γράφειν οὐ δέδιεν αὐταῖς λέξεσι τάδε· ἱερά τε οἰκοδομεῖν οὐδὲν δεήσει· ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐδὲν χρὴ νομίζειν· οὐδὲν δὲ πολλοῦ ἄξιον καὶ ἅγιον οἰκοδόμων ἔργον καὶ βαναύσων. εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα. μηδεὶς οὖν ἑτέρως, φησίν, ἱερὰ καθιερούτω θεοῖς· χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἐν ἄλλαις τε πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα· ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλου δὲ μονόξυλον, ὅ τι ἂν θέλῃ τις, ἀνατιθέτω, ὡσαύτως καὶ λίθου πρὸς τὰ κοινὰ ἱερά.

And Zeno too, the founder of the Stoic school, says in his book the Republic that one should make neither temples nor statues, for no construction is worthy of the gods; and he is not afraid to write these very words: “There will be no need to build temples; for one must not consider anything a temple that is not of great worth and holy; and nothing that is the work of builders and craftsmen is of great worth and holy.” Fittingly, then, Plato too, knowing the world to be God's temple, assigned to the citizens a place in the city where their images were to be set up, but forbade anyone to possess images of gods privately. “Let no one, then,” he says, “dedicate sacred things to the gods in any other way. For gold and silver, in other cities, both in private and in temples, is a possession that provokes envy; ivory, from a body that the soul has left, is not a pure offering; iron and bronze are instruments of war; but of wood let anyone dedicate whatever he wishes, provided it is made of a single piece, and likewise of stone, for the common temples.”

5.11.77Stählin 2:377

εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλʼ ἐκ πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. ἆρʼ οὐχ ὅμοια ταῦτα τοῖς ὑπὸ Σοφονία λεχθεῖσι τοῦ προφήτου; καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἀνήνεγκέν με εἰς οὐρανὸν πέμπτον καὶ ἐθεώρουν ἀγγέλους καλουμένους κυρίους, καὶ τὸ διάδημα αὐτῶν ἐπικείμενον ἐν πνεύματι ἁγίῳ καὶ ἦν ἑκάστου αὐτῶν ὁ θρόνος ἑπταπλασίων φωτὸς ἡλίου ἀνατέλλοντος, οἰκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄρρητον ὕψιστον.

Fittingly, then, in the long letter he says: “For it can in no way be put into words like other lessons, but after long association with the matter itself, and living with it, suddenly, like a light kindled from a leaping fire, it comes to be in the soul and from then on nourishes itself.” Are not these things like what was said by the prophet Zephaniah? “And the Spirit took me up and carried me up into the fifth heaven, and I beheld angels called lords, and their diadem was set on them in the Holy Spirit; and the throne of each of them was seven times brighter than the light of the rising sun; they dwelt in temples of salvation and hymned the ineffable God Most High.”

Miscellanies 5, chapter 12

5.12.78Stählin 2:377–378

Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλαλήθης λέγει Πλάτων. ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὄρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως διαστέλλεται μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ· καὶ ὅταν λέγῃ ἡ γραφὴ εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς ὁ θεὸς ἀόρατός ἐστι καὶ ἄρρητος, γνόφος δὲ ὡς ἀληθῶς ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται. Ὀρφεύς τε αὖ ὁ θεολόγος ἐντεῦθεν ὠφελημένος εἰπών· εἷς ἔστʼ, αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται (ἢ πέφυκεν, γράφεται γὰρ καὶ οὕτως), ἐπιφέρει· οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. σαφέστερον δὲ ἐπιλέγει· αὐτὸν δʼ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφυῖα ἐμπεφύασιν.

“For to find the Father and Maker of this universe is a task, and, having found him, to declare him to all is impossible. For it can in no way be put into words like other lessons,” says the truth-loving Plato. For he had heard very well how the all-wise Moses, going up the mountain (for holy contemplation, to the summit of the intelligible), necessarily gives orders that the whole people should not go up with him. And when the Scripture says, “And Moses entered into the thick darkness where God was,” this shows to those who can understand that God is invisible and ineffable, and that the unbelief and ignorance of the many is truly a thick darkness set before the radiance of the truth. And again Orpheus the theologian, having profited from this, says: “He is one, complete in himself; all things have been made as offspring of the one” (or “are born,” for it is written this way too), and he adds: “Nor does any mortal behold him, but he beholds all.” And more clearly he says further: “But him I do not see; for a cloud is fixed around him. For all mortals have mortal pupils in their eyes, small, since flesh and bones have grown in them.”

5.12.79Stählin 2:378–379

μαρτυρήσει τοῖς εἰρημένοις ὁ ἀπόστολος, οἶδα λέγων ἄνθρωπον ἐν Χριστῷ ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, κἀκεῖθεν εἰς τὸν παράδεισον, ὃς ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τὸ ἄρρητον τοῦ θεοῦ οὕτως αἰνισσόμενος, οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς, δυνάμει δὲ ἀνθρωπείᾳ ἄφθεγκτον εἶναι τὸ θεῖον μηνύων, εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις, τοῖς ἐκεῖ μυσταγωγοῦσιν τὰς ἐξειλεγμένας ψυχάς. οἶδα γὰρ ἐγὼ καὶ παρὰ Πλάτωνι (τὰ γὰρ ἐκ τῆς βαρβάρου φιλοσοφίας παραδείγματα πολλὰ ὄντα ὑπερτίθεταί μοι νῦν ἡ γραφή, κατὰ τὰς πρώτας ὑποσχέσεις τὸν καιρὸν ἀναμένουσα) πολλοὺς οὐρανοὺς νοουμένους. ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους ἢ τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, συνωνύμως κόσμον τε καὶ οὐρανὸν ἀποκαλῶν· τὰ δὲ τῆς λέξεως ὧδε ἔχει· πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα ἔσται δεδημιουργημένος.

The apostle will bear witness to what has been said, saying: “I know a man in Christ caught up to the third heaven, and from there into paradise, who heard unspeakable words, which it is not permitted for a man to speak.” In this way he hints at the ineffability of God, adding “not permitted” not because of a law or fear of some commandment, but showing that the divine cannot be uttered by human power, if indeed it begins to be spoken, as is right, above the third heaven, by those who there initiate the chosen souls into the mysteries. For I know that in Plato too (for my writing now puts off the many examples from the barbarian philosophy, awaiting the proper time according to my first promises) many heavens are thought of. At any rate, in the Timaeus, when he is in doubt whether one should think there are more worlds or only this one, he makes no difference between the names, calling it world and heaven synonymously. The wording is as follows: “Have we, then, rightly spoken of one heaven, or would it have been more correct to speak of many, even infinite? One, if it is to have been made according to the pattern.”

5.12.80Stählin 2:379–380

Ἀλλὰ κἀν τῇ πρὸς Κορινθίους Ῥωμαίων ἐπιστολῇ ὠκεανὸς ἀπέραντος ἀνθρώποις γέγραπται καὶ οἱ μετʼ αὐτὸν κόσμοι. ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ ὁ γενναῖος ἀπόστολος. καὶ μή τι τοῦτʼ ἦν ὃ ᾐνίσσετο ὁ προφήτης, ἐγκρυφίας κελεύων ποιεῖν ἀζύμους, μηνύων ὅτι τὸν ἱερὸν ὡς ἀληθῶς περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον ἐπικεκρύφθαι δεῖ. βεβαιῶν ταῦτα ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος ἀναφανδὸν εἴρηκεν· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην. καὶ πάλιν ἀλλαχοῦ λέγει· εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. ἐπισφραγίζεται ταῦτα ὁ σωτὴρ ἡμῶν αὐτὸς ὧδέ πως λέγων· ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τῶν οὐρανῶν. καὶ πάλιν φησὶ τὸ εὐαγγέλιον, ὡς ὁ σωτὴρ ἡμῶν ἔλεγεν τοῖς ἀποστόλοις τὸν λόγον ἐν μυστηρίῳ· καὶ γὰρ ἡ προφητεία περὶ αὐτοῦ φησιν· ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα αὐτοῦ καὶ ἐξερεύξεται τὰ ἀπὸ καταβολῆς κόσμου κεκρυμμένα. ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν ὁ κύριος δηλοῖ· φησὶ γάρ· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. ἤτοι γὰρ ἡ τριμερὴς καθʼ ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.

But in the Letter of the Romans to the Corinthians too it is written: “an ocean boundless to human beings, and the worlds beyond it.” Consistently, then, the noble apostle again exclaims: “O the depth of the riches and wisdom and knowledge of God!” And was not this what the prophet hinted at when he ordered cakes of unleavened bread to be made hidden in the ashes, showing that the truly sacred word, initiated into the mysteries of the Unbegotten and his powers, must be kept hidden? Confirming this, the apostle said openly in the letter to the Corinthians: “But we speak wisdom among the perfect, yet not the wisdom of this age, nor of the rulers of this age, who are being brought to nothing; but we speak the wisdom of God in a mystery, the hidden wisdom.” And again elsewhere he says: “to the knowledge of the mystery of God in Christ, in whom are hidden all the treasures of wisdom and knowledge.” Our Savior himself sets his seal on these things, saying: “To you it has been given to know the mystery of the kingdom of heaven.” And again the Gospel says that our Savior spoke the word to the apostles in a mystery; for the prophecy too says of him: “He will open his mouth in parables and will utter things hidden from the foundation of the world.” And the Lord also shows the concealment through the parable of the leaven; for he says: “The kingdom of heaven is like leaven, which a woman took and hid in three measures of meal, until the whole was leavened.” For either the three-part soul is saved through obedience, by the spiritual power hidden in it through faith; or the strength of the Word given to us, being intense and powerful, draws to itself, secretly and invisibly, everyone who has received it and taken it within himself, and gathers his whole being into unity.

5.12.81Stählin 2:380

σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ θεοῦ· γνωμοσύνης δʼ ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει. τὸ γάρ τοι θεῖον, ὁ Ἀκραγαντῖνός φησι ποιητής, οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν, ᾗπέρ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει. καὶ Ἰωάννης ὁ ἀπόστολος· θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο, τὸ δʼ ἀόρατον καὶ ἄρρητον κόλπον ὀνομάσας θεοῦ· βυθὸν δʼ αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς ὡς ἂν περιειληφότα καὶ ἐγκολπισάμενον τὰ πάντα ἀνέφικτόν τε καὶ ἀπέραντον. ναὶ μὴν ὁ δυσμεταχειριστότατος περὶ θεοῦ λόγος οὗτός ἐστιν. ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που ἡ πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι. πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστὶ μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός, ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι. οὐκ ἂν δὲ ὅλον εἴποι τις αὐτὸν ὀρθῶς· ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον καὶ ἔστι τῶν ὅλων πατήρ. οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέον· ἀδιαίρετον γὰρ τὸ ἕν, διὰ τοῦτο δὲ καὶ ἄπειρον, οὐ κατὰ τὸ ἀδιεξίτητον νοούμενον, ἀλλὰ κατὰ τὸ ἀδιάστατον καὶ μὴ ἔχον πέρας, καὶ τοίνυν ἀσχημάτιστον καὶ ἀνωνόμαστον.

Most wisely, then, Solon has written this about God: “Hardest of all to perceive is the unseen measure of judgment, which alone holds the limits of all things.” “For the divine,” says the poet of Acragas, “cannot be approached so as to be reached by our eyes, or grasped with our hands, which is the greatest highway of persuasion falling into human minds.” And John the apostle: “No one has ever seen God; the only-begotten God, who is in the bosom of the Father, he has made him known,” calling the invisible and ineffable the bosom of God. From this some have called him the Depth, as having encompassed and embosomed all things, unreachable and boundless. Yes, indeed, this is the most difficult of all discussions, the one about God. For since the first principle of every matter is hard to discover, surely the first and oldest principle is hard to demonstrate, which is the cause of all other things coming to be and, once they have come to be, of their being. For how could that be expressed which is neither genus, nor difference, nor species, nor individual, nor number, nor even an accident, nor that to which an accident belongs? Nor would anyone rightly call him a whole; for “whole” belongs to the category of magnitude, and he is the Father of the whole. Nor indeed are any parts of him to be spoken of; for the One is indivisible, and for this reason also infinite, not in the sense of being impossible to traverse, but in the sense of being without dimension and without limit, and therefore without form and without name.

5.12.82Stählin 2:380–381

κἂν ὀνομάζωμεν αὐτό ποτε, οὐ κυρίως καλοῦντες ἤτοι ἓν ἢ τἀγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὂν ἢ πατέρα ἢ θεὸν ἢ δημιουργὸν ἢ κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἵνʼ ἔχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλανωμένη, ἐπερείδεσθαι τούτοις. οὐ γὰρ τὸ καθʼ ἕκαστον μηνυτικὸν τοῦ θεοῦ, ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικὰ τῆς τοῦ παντοκράτορος δυνάμεως· τὰ γὰρ λεγόμενα ἢ ἐκ τῶν προσόντων αὐτοῖς ῥητά ἐστιν ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως, οὐδὲν δὲ τούτων λαβεῖν οἷόν τε περὶ τοῦ θεοῦ. ἀλλʼ οὐδὲ ἐπιστήμῃ λαμβάνεται τῇ ἀποδεικτικῇ· αὕτη γὰρ ἐκ προτέρων καὶ γνωριμωτέρων συνίσταται, τοῦ δὲ ἀγεννήτου οὐδὲν προϋπάρχει. λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρʼ αὐτοῦ λόγῳ τὸ ἄγνωστον νοεῖν, καθὸ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. περιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ›ἀγνώστῳ θεῷ.‹ ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.

And if we sometimes name it, calling it, though not properly, the One, or the Good, or Mind, or Being itself, or Father, or God, or Maker, or Lord, we do not speak as though uttering his name; but for lack of anything better we use fair names, so that the mind may have these to lean on and not wander about among other things. For none of them singly shows what God is, but all of them together indicate the power of the Almighty. For the things we say of anything are said either from what belongs to it or from its relation to other things, and none of these can be applied to God. Nor is he grasped by demonstrative knowledge; for that is built from what is prior and better known, and nothing exists before the Unbegotten. It remains, then, that we understand the Unknown by divine grace and by the Word alone that comes from him, as Luke too records in the Acts of the Apostles, where Paul says: “Men of Athens, I see that in every way you are very religious. For as I went about and looked at the objects of your worship, I found also an altar on which was inscribed, ‘To an unknown god.’ What therefore you worship in ignorance, this I proclaim to you.”

Miscellanies 5, chapter 13

5.13.83Stählin 2:381

Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτʼ οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰς ἔννοιαν τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως κεχωρηκότα, εἴτε τὸ ἐν ἡμῖν αὐτεξούσιον εἰς γνῶσιν ἀφικόμενον τἀγαθοῦ σκιρτᾷ τε καὶ πηδᾷ ὑπὲρ τὰ ἐσκαμμένα, ᾗ φασιν οἱ γυμνασταί, πλὴν οὐ χάριτος ἄνευ τῆς ἐξαιρέτου πτεροῦταί τε καὶ ἀνίσταται καὶ ἄνω τῶν ὑπερκειμένων αἴρεται ἡ ψυχή, πᾶν τὸ βρῖθον ἀποτιθεμένη καὶ ἀποδιδοῦσα τῷ συγγενεῖ. λέγει δὲ καὶ ὁ Πλάτων ἐν τῷ Μένωνι θεόσδοτον τὴν ἀρετήν, ὡς δηλοῦσιν αἱ λέξεις αἵδε· ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ ἡμῖν φαίνεται μοίρᾳ παραγινομένη ἡ ἀρετὴ οἷς παραγίνεται. ἆρʼ οὐ δοκεῖ σοι τὴν οὐκ εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν ᾐνίχθαι; σαφέστερον δὲ ἐπιφέρει· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται. θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.

Everything, then, that falls under a name is begotten, whether they like it or not. Whether, then, the Father himself draws to himself everyone who has lived purely and has advanced to the conception of the blessed and incorruptible nature, or whether our free will, having come to the knowledge of the good, leaps and bounds beyond the pit, as the trainers say, yet it is not without special grace that the soul grows wings and rises and is lifted above the things that lie above, laying aside all that weighs it down and giving it back to what is akin to it. Plato too says in the Meno that virtue is given by God, as these words show: “From this reasoning, then, Meno, virtue appears to come by divine dispensation to those to whom it comes.” Does it not seem to you that he hinted that the disposition of knowledge, which does not come to all, is a divine dispensation? And he adds more clearly: “But if we have inquired well in this whole discussion, virtue would be neither by nature nor taught, but comes by divine dispensation, not without intelligence, to those to whom it comes.” Wisdom, then, given by God, being the power of the Father, stirs our free will, receives faith, and rewards the attentiveness of the elect with the highest fellowship.

5.13.84Stählin 2:381–382

καὶ δὴ αὐτόν σοι Πλάτωνα παραστήσω ἄντικρυς ἤδη θεοῦ παισὶ πιστεύειν ἀξιοῦντα· περὶ γὰρ θεῶν ὁρατῶν τε καὶ γενητῶν ποιησάμενος τὸν λόγον ἐν τῷ Τιμαίῳ περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν φησὶ μεῖζον ἢ καθʼ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν. οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους, τοὺς μὲν παῖδας θεοῦ ἀνηγορευμένους, τὸν δὲ κύριον υἱὸν ὄντα γνήσιον, ἀληθεῖς εἶναι περὶ τῶν θείων μάρτυρας· διὸ καὶ δεῖν πιστεύειν αὐτοῖς ἐνθέοις οὖσι προσέθηκε. κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, ἀλλʼ ἴστω αὐτὸν τὸν θεὸν διὰ τοῦ υἱοῦ τὰς γραφὰς κηρύξαντα. πιστὸς δὲ ὁ τὰ οἰκεῖα καταγγέλλων, ἐπεὶ μηδεὶς φησὶν ὁ κύριος τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

And now I will present Plato himself to you, plainly requiring belief in the children of God. For after discussing the visible and generated gods in the Timaeus, he says: “To speak about the other daemons and to know their origin is beyond us; but we must trust those who have spoken before, who were, as they said, offspring of gods, and surely knew their own ancestors. It is impossible, then, to disbelieve the children of gods, even though they speak without probable or necessary demonstrations.” I do not think that the Greeks could more clearly bear witness to our Savior, and to those anointed for prophecy (these proclaimed children of God, and the Lord being his true Son), that they are true witnesses about divine things; that is why he added that we must believe them, as being inspired. And if someone should say, rather in the manner of tragedy, that he does not believe (“for it was not Zeus who proclaimed these things to me”), let him know that it was God himself who proclaimed the Scriptures through the Son. And the one who announces what is his own is trustworthy, since “no one,” says the Lord, “has known the Father except the Son, and the one to whom the Son reveals him.”

5.13.85Stählin 2:382

πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται. ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν ὁ κύριος, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἔμπαλιν δέ· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ. πλεῖόν ἐστι τῆς πίστεως τὸ πεποιθέναι· ὅταν γὰρ ἐπίστηταί τις ὅτι ὁ υἱός ἐστι τοῦ θεοῦ ὁ διδάσκαλος ἡμῶν, πέποιθεν ἀληθῆ εἶναι τὴν διδασκαλίαν αὐτοῦ. ὡς δὲ ἡ μάθησις κατʼ Ἐμπεδοκλέα τὰς φρένας αὔξει, οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔξει τὴν πίστιν. τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατʼ ἐπιθυμίαν βίον εὐδαιμονίζειν.

He must be believed, then, even according to Plato, even if he is proclaimed and spoken of through the old and the new covenant without probable and necessary demonstrations. “For if you do not believe,” says the Lord, “you will die in your sins”; and conversely: “He who believes has eternal life.” “Blessed, then, are all who trust in him.” Trust is more than faith; for when someone understands that the Son of God is our teacher, he trusts that his teaching is true. And as learning, according to Empedocles, increases the mind, so trust in the Lord increases faith. At any rate we say that it belongs to the same people to find fault with philosophy and to disparage faith, to praise injustice, and to call the life of desire happy.

5.13.86Stählin 2:383

Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἑκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος. κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τῶν ὅλων τὸν θεόν. τὸ δὲ πρακτὸν ἢ ὡς ἀγαθὸν ἢ ὡς ἀναγκαῖόν φησι. τὸ τοίνυν ἀδικεῖν ἀγαθὸν οὐκ ἔστιν (οὐδεὶς γὰρ εἰ μὴ διά τι ἕτερον ἀδικεῖ), τῶν δὲ ἀναγκαίων οὐδὲν ἑκούσιον· τὸ τοίνυν ἀδικεῖν ἑκούσιον, ὥστε οὐδὲ ἀναγκαῖον. τῶν δὲ φαύλων οἱ σπουδαῖοι μάλιστα ταῖς τε αἱρέσεσι καὶ ταῖς ἀστείαις ἐπιθυμίαις διαφέρουσιν. πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστίν, καὶ ὁ διὰ πάθος πράττων διʼ ἀκρασίαν πράττει καὶ μοχθηρίαν. ἔπεισιν οὖν μοι παρʼ ἕκαστα θαυμάζειν τὴν θείαν ἐκείνην φωνήν· ἀμὴν ἀμήν, λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλήν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων· τούτῳ ὁ θυρωρὸς ἀνοίγει. εἶτα ἐπεξηγούμενος ὁ κύριος λέγει· ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.

Now faith, even if it is a voluntary assent of the soul, is nevertheless a worker of good things and the foundation of right conduct. And if Aristotle draws a technical distinction, teaching that “making” is said also of irrational animals and of lifeless things, while “doing” belongs to humans alone, let him correct those who call God the Maker of the universe. What is done, he says, is done either as good or as necessary. Now doing wrong is not good (for no one does wrong except for the sake of something else), and nothing necessary is voluntary; doing wrong, then, is voluntary, and so it is not necessary either. The good differ from the bad most of all in their choices and their noble desires. For all wickedness of soul goes with lack of self-control, and the one who acts through passion acts through lack of self-control and wickedness. It comes over me, then, at every point to wonder at that divine saying: “Truly, truly, I say to you, he who does not enter by the door into the sheepfold, but climbs in by another way, that one is a thief and a robber; but he who enters by the door is the shepherd of the sheep; to him the doorkeeper opens.” Then the Lord explains and says: “I am the door of the sheep.”

5.13.87Stählin 2:383–384

δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν· νῦν γὰρ ἐδείχθη ἐναργῶς, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, νῦν ἀπεκαλύφθη· θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν. καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, Δημόκριτος δέ, κἂν μὴ θέλῃ, ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτων· τὰ γὰρ αὐτὰ πεποίηκεν εἴδωλα τοῖς ἀνθρώποις προσπίπτοντα καὶ τοῖς ἀλόγοις ζῴοις ἀπὸ τῆς θείας οὐσίας. πολλοῦ γε δεῖ ἄμοιρον εἶναι θείας ἐννοίας τὸν ἄνθρωπον, ὅς γε καὶ τοῦ ἐμφυσήματος ἐν τῇ γενέσει μεταλαβεῖν ἀναγέγραπται, καθαρωτέρας οὐσίας παρὰ τὰ ἄλλα ζῷα μετασχών.

It is, then, by learning the truth through Christ that people must be saved, even if they happen to have practiced Greek philosophy. For now it has been shown clearly: “what was not made known to the sons of men in other generations has now been revealed.” For there was always a natural perception of the one God, the Almighty, among all right-thinking people, and most people, those who had not entirely lost their shame before the truth, laid hold of his everlasting beneficence according to divine providence. At any rate, Xenocrates of Chalcedon does not wholly despair of a conception of the divine even in irrational animals; and Democritus, even if unwilling, will admit it by the consequence of his doctrines; for he has made the same images, coming from the divine being, fall upon human beings and upon irrational animals. Far indeed is man from having no share in the conception of the divine, since he is recorded in Genesis to have received the in-breathing as well, partaking of a purer essence than the other animals.

5.13.88Stählin 2:384

ἐντεῦθεν οἱ ἀμφὶ τὸν Πυθαγόραν θείᾳ μοίρᾳ τὸν νοῦν εἰς ἀνθρώπους ἥκειν φασί, καθάπερ Πλάτων καὶ Ἀριστοτέλης ὁμολογοῦσιν. ἀλλʼ ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἳ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόρροιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν· ἀναφανδὸν γὰρ διὰ Ἰωὴλ ἑνὸς τῶν δώδεκα προφητῶν εἴρηται· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν προφητεύσουσιν. ἀλλʼ οὐχ ὡς μέρος θεοῦ ἐν ἑκάστῳ ἡμῶν τὸ πνεῦμα. ὅπως δὲ ἡ διανομὴ αὕτη καὶ ὅ τί ποτέ ἐστι τὸ ἅγιον πνεῦμα, ἐν τοῖς Περὶ προφητείας κἀν τοῖς Περὶ ψυχῆς ἐπιδειχθήσεται ἡμῖν. ἀλλὰ τὰ μὲν τῆς γνώσεως βάθη κρύπτειν ἀπιστίη ἀγαθὴ καθʼ Ἡράκλειτον, ἀπιστίῃ γὰρ διαφυγγάνει μὴ γιγνώσκεσθαι.

Hence the Pythagoreans say that mind comes to human beings by divine dispensation, as Plato and Aristotle also agree. But we say that the Holy Spirit is breathed in besides upon the one who has believed, while the Platonists place mind in the soul as an emanation of divine dispensation, and the soul in the body. For it has been said openly through Joel, one of the twelve prophets: “And it shall be after these things that I will pour out of my Spirit on all flesh, and your sons and your daughters shall prophesy.” But the Spirit is not in each of us as a part of God. How this distribution takes place, and what the Holy Spirit is, will be shown by us in the works On Prophecy and On the Soul. But “to hide the depths of knowledge is a good distrust,” according to Heraclitus; “for through distrust it escapes being known.”

Miscellanies 5, chapter 14

5.14.89Stählin 2:384–385

XIV. τὰ δʼ ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατʼ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλʼ οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητήν. παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν, ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ τολμηρότερον ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι. καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν· νῦν δʼ οὖν τὸ παρʼ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ πάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, διʼ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.

(Chapter 14.) What follows must now be added, and the Greek theft from the barbarian philosophy must now be set out more clearly. For the Stoics say that God is a body, and spirit in essence, just as, of course, the soul is. All these things you will find plainly in the Scriptures. For do not think, for now, of the allegorical senses of the Scriptures as the true tradition of knowledge hands them down, in case, like skilled wrestlers, they show one thing and mean another. But the Stoics say that God pervades all being, whereas we call him Maker only, and Maker by the Word. What misled them was the saying in Wisdom: “It pervades and passes through all things because of its purity,” since they did not understand that this is said of Wisdom, the first created by God. “Yes,” they say, “but the philosophers, the Stoics and Plato and Pythagoras, and Aristotle the Peripatetic too, posit matter among the first principles, and not one principle.” Let them know, then, that what is called matter is said by them to be without quality and without form, and was said by Plato, more boldly still, to be non-being. And did he not, most mystically, knowing the one principle that truly is, say in the Timaeus in these very words: “Now let our view be put thus: the principle of all things, or principles, or whatever one thinks about them, must not be spoken of now, for no other reason than that it is difficult, in the present manner of exposition, to make plain what we think.”

5.14.90Stählin 2:385–386

ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. οὐδέπω γὰρ ἀποκεκάλυπτο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας. Τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπʼ ἀσπαλάθων κνάπτοντες. οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν· ὁ ποιῶν, φησί, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.

Moreover, that prophetic saying, “And the earth was invisible and unformed,” gave them their starting points for a material substance. Yes, and Epicurus' introduction of chance arose from this, because he did not follow the saying: “Vanity of vanities, all is vanity.” And it occurred to Aristotle to bring providence down only as far as the moon from this psalm: “Lord, your mercy is in heaven, and your truth reaches to the clouds.” For the disclosure of the prophetic mysteries had not yet been revealed before the coming of the Lord. Again, the punishments after death and the retribution by fire were stolen from the barbarian philosophy by all the poetic Muse, and by Greek philosophy as well. Plato, at any rate, in the last book of the Republic, says in these very words: “Then wild men, fiery to look at, standing by and understanding the sound, took some away separately; but Aridaeus and the others they bound hand and foot and head, threw them down and flayed them, and dragged them along the road outside, carding them on thorns.” For by the fiery men he means to indicate angels, who seize and punish the unjust: “who makes,” it says, “his angels spirits and his ministers flaming fire.”

5.14.91Stählin 2:386

ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δʼ; οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν μικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς διʼ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο.

From these things it follows that the soul is immortal. For what is punished or corrected, being in a state of perception, lives, even if it is said to suffer. What then? Does not Plato know of rivers of fire and of the depth of the earth, calling poetically Tartarus what the barbarians call Gehenna, and bringing in Cocytus and Acheron and Pyriphlegethon and other such places of punishment that correct and bring people to their senses? And pointing to the angels of the little and least ones, according to the Scripture, who behold God, and also to the oversight that reaches us through the angels set over us, he does not hesitate to write: “When all the souls had chosen their lives, in the order of their lots they went up to Lachesis; and she sent with each the daemon he had chosen, as guardian of his life and fulfiller of what had been chosen.” Perhaps Socrates' daemon too hinted at something of this kind.

5.14.92Stählin 2:386–387

Ναὶ μὴν γενετὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν· πότερον ἦν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς τε γὰρ ὢν ἁπτός ἐστιν ἁπτός τε ὢν καὶ σῶμα ἔχει. αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν τε ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσιν· ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; τί μήν; μίαν ἢ πλείους; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.

Yes, and the philosophers took over from Moses the teaching that the world has come into being. And Plato said plainly: “Was it always, having no beginning of coming to be, or has it come to be, having begun from some beginning? It has come to be; for it is visible and tangible, and being tangible it has a body.” And again, when he says, “Now, the Maker and Father of this universe it is a task to find,” he not only showed that the world came into being, but also indicates that it came into being from him as a son, and that he is called its Father, since it came into being from him alone and came to exist from what was not. The Stoics too hold that the world came into being. And the devil, so much spoken of by the barbarian philosophy, the ruler of the demons, Plato in the tenth book of the Laws calls an evil-working soul, in these words: “Since soul governs and dwells in all things that move in any way, must we not say that it governs heaven too? Certainly. One soul or more? More, I shall answer for you both. Let us assume no fewer than two: the one that does good, and the one able to work the opposite.”

5.14.93Stählin 2:387–388

ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ ταῦτα γράφει· ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν. ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς, ὧδέ πως γράφων· ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθʼ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν, τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλουμένου παραδείγματος· καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἀειδῆ καὶ φῶς νοητόν· ἐν ἀρχῇ γάρ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.

Similarly he writes this in the Phaedrus too: “There are indeed other evils, but some daemon has mixed with most of them a pleasure of the moment.” And in the tenth book of the Laws he plainly shows that apostolic saying, “Our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the spiritual forces in the heavenly places,” writing thus: “For since we have agreed among ourselves that heaven is full of many good things, and also of their opposites, but more of those that are not good, such a battle, we say, is undying and needs wonderful vigilance.” Again, the barbarian philosophy knows one world as intelligible and another as sensible, the one the archetype, the other the image of what is called the pattern; and it assigns the one, as intelligible, to the monad, and the sensible to the hexad; for among the Pythagoreans the hexad is called marriage, as a generative number. And in the monad it establishes an invisible heaven and an unformed earth and intelligible light; for it says: “In the beginning God made the heaven and the earth; and the earth was invisible.”

5.14.94Stählin 2:388

εἶτʼ ἐπιφέρει· καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρʼ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπείσοδον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δʼ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δʼ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωυσεῖ τὴν ἀκολουθίαν ὀνομαζομένην θείαν· φησὶ γάρ· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε. ἀκόλουθοι δʼ, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.

Then it adds: “And God said, Let there be light; and there was light.” And in the creation of the sensible world he makes a solid heaven (and what is solid is sensible), a visible earth, and light that is seen. Does it not seem to you that it is from here that Plato leaves ideas of living beings in the intelligible world, and makes the sensible species according to the intelligible kinds? Fittingly, then, Moses says that the body was formed from the earth, what Plato calls the “earthly tent,” but that the rational soul was breathed in from above by God into the face. For there, they say, the ruling faculty is seated, and they interpret the entrance of the soul through the sense organs in the first-formed man as its entry; for this reason also man is said to have come into being “according to the image and likeness.” For the image of God is the divine and royal Word, the man free from passion, and the image of the image is the human mind. And if you wish to take up “likeness” under another name, you would find it called in Moses “following” God; for he says: “Walk after the Lord your God and keep his commandments.” And all the virtuous, I think, are followers and servants of God.

5.14.95Stählin 2:388–389

ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)· Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὃ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι οὐδʼ ἀγαθὸν ἀγαθῷ μὴ φίλον, ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις.

Hence the Stoics have said that the end of philosophy is to live following nature, and Plato, likeness to God (as we showed in the second Miscellany); and Zeno the Stoic, taking it from Plato, as Plato took it from the barbarian philosophy, says that all good people are friends of one another. For Socrates says in the Phaedrus that it is not fated for a bad man to be a friend to a bad man, nor for a good man not to be a friend to a good man; and he showed this sufficiently in the Lysis too, that friendship could never be preserved in injustice and wickedness. And the Athenian Stranger likewise says that the action that is dear to God and follows him is one, and has one ancient principle: that like is dear to like when it is measured, but things without measure are dear neither to the unmeasured nor to the measured.

5.14.96Stählin 2:389

ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη. εἶτα ὑποβὰς ἐπάγει πάλιν· πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ. ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον. ἴσον γὰρ τούτοις ἐκεῖνα δύναται· οὐ παύσεται ὁ ζητῶν, ἕως ἂν εὕρῃ· εὑρὼν δὲ θαμβηθήσεται, θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαήσεται. Τί δʼ; οὐχὶ κἀκεῖνα τοῦ Θάλητος ἐκ τῶνδε ἤρτηται; τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων δοξάζεσθαι τὸν θεὸν καὶ τὸ καρδιογνώστην λέγεσθαι πρὸς ἡμῶν ἄντικρυς ἑρμηνεύει. ἐρωτηθεὶς γέ τοι ὁ Θάλης, τί ἐστι τὸ θεῖον, τὸ μήτε ἀρχήν, ἔφη, μήτε τέλος ἔχον. πυθομένου δὲ ἑτέρου, εἰ λανθάνει τὸ θεῖον πράσσων τι ἄνθρωπος, καὶ πῶς, εἶπεν, ὅς γε οὐδὲ διανοούμενος; Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃ· ἰδού, δέδωκα πρὸ ὀφθαλμῶν σου τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν ζωὴν καὶ τὸν θάνατον· ἔκλεξαι τὴν ζωήν. τὸ μὲν γὰρ ἀγαθὸν ζωὴν καλεῖ καὶ καλὸν τὴν τούτου ἐκλογήν, κακὸν δὲ τὴν τοῦ ἐναντίου αἵρεσιν. ἀγαθοῦ δὲ καὶ ζωῆς ἓν τέλος τὸ φιλόθεον γενέσθαι· αὕτη γὰρ ἡ ζωή σου καὶ τὸ πολυήμερον, ἀγαπᾶν τὸ πρὸς ἀλήθειαν.

“And God would be for us the measure of all things.” Then, a little further on, he adds again: “For every good man is like a good man, and in this way, being like God, he is a friend both to every good man and to God.” Having got this far, I remembered that too: at the end of the Timaeus he says that one must make the thinking part like what it thinks, according to its ancient nature, and having made it like, attain the end of the best life set before humanity by the gods, both for the present and for the time to come. For those words have the same force as these: “He who seeks will not stop until he finds; and having found, he will be amazed; and having been amazed, he will reign; and having reigned, he will rest.” What then? Do not those sayings of Thales also depend on these? He plainly interprets what we say, that God is glorified to the ages of ages and is called the Knower of hearts. When Thales was asked what the divine is, he said, “That which has neither beginning nor end.” And when another asked whether a man escapes the notice of the divine when he does something, he said, “How could he, when he does not even when he is thinking?” Yes, and the barbarian philosophy knows that only the noble is good, and that virtue is sufficient for happiness, when it says: “Behold, I have set before your eyes good and evil, life and death; choose life.” For it calls the good “life,” and the choice of it noble, and the choosing of the opposite evil. And the one end of good and of life is to become a lover of God; for “this is your life and length of days,” to love what is in accord with truth.

5.14.97Stählin 2:390

Σαφέστερον δὲ ἐκεῖνα ἔχει. ὁ γὰρ σωτήρ, ἀγαπᾶν παραγγείλας τὸν θεὸν καὶ τὸν πλησίον, ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαι. ταῦτα θρυλοῦσιν οἱ Στωϊκοὶ τὰ δόγματα καὶ πρὸ τούτων ὁ Σωκράτης ἐν Φαίδρῳ εὐχόμενος· ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τἄνδον εἶναι καλῷ. ἐν δὲ τῷ Θεαιτήτῳ διαρρήδην φησίν· ὁ γὰρ καλῶς λέγων καλός τε κἀγαθός. κἀν τῷ Πρωταγόρᾳ καλλίονι Ἀλκιβιάδου ἐντυχεῖν ὁμολογεῖ τοῖς ἑταίροις Πρωταγόρου, εἴ γε τὸ σοφώτατον κάλλιστόν ἐστιν· τὴν γὰρ ἀρετὴν τὸ κάλλος τῆς ψυχῆς ἔφη εἶναι, κατὰ δὲ τὸ ἐναντίον τὴν κακίαν αἶσχος ψυχῆς. Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατʼ αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα τοῖς Στωϊκοῖς. Ἀριστοβούλῳ δὲ τῷ κατὰ Πτολεμαῖον γεγονότι τὸν Φιλομήτορα, οὗ μέμνηται ὁ συνταξάμενος τὴν τῶν Μακκαβαϊκῶν ἐπιτομήν, βιβλία γέγονεν ἱκανά, διʼ ὧν ἀποδείκνυσι τὴν Περιπατητικὴν φιλοσοφίαν ἔκ τε τοῦ κατὰ Μωυσέα νόμου καὶ τῶν ἄλλων ἠρτῆσθαι προφητῶν.

Those words are still clearer. For the Savior, having commanded us to love God and our neighbor, says that on these two commandments hang the whole Law and the Prophets. The Stoics keep repeating these doctrines, and before them Socrates in the Phaedrus, praying: “O Pan and you other gods, grant me to be beautiful within.” And in the Theaetetus he says expressly: “For he who speaks beautifully is beautiful and good.” And in the Protagoras he admits to Protagoras' companions that he has met someone more beautiful than Alcibiades, if indeed what is wisest is most beautiful; for he said that virtue is the beauty of the soul, and conversely vice is the ugliness of the soul. Antipater the Stoic, then, who wrote three books on the thesis that according to Plato only the noble is good, shows that according to Plato too virtue is sufficient for happiness, and he cites many other doctrines in agreement with the Stoics. And Aristobulus, who lived in the time of Ptolemy Philometor, and whom the author of the epitome of the Maccabean history mentions, wrote books enough to show that the Peripatetic philosophy depended on the law of Moses and the other prophets.

5.14.98Stählin 2:390–391

Καὶ τὰ μὲν τῇδε ἐχέτω· ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλʼ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. ὅθεν ἀνάγκη φησὶ γεγονέναι ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφʼ οἷς γνῶσις, ἐκείνους δὲ ἐφʼ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, ᾗ ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα· τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· λέγωμεν δὴ περὶ τῶν κορυφαίων. τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι καὶ οἱ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτʼ οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰς τε γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνώμενος.

Let these things stand so. That we are brothers, as belonging to the one God and one Teacher, Plato too seems to say, calling us so in these words: “For you are all brothers in the city,” as we shall say to them in telling the myth, “but God, in fashioning you, mixed gold into the birth of those of you who are fit to rule, which is why they are most honored; silver into the auxiliaries; and iron and bronze into the farmers and the other craftsmen.” Hence, he says, it must be that the first welcome and love the things in which there is knowledge, and the others the things in which there is opinion. For perhaps he divines this chosen nature that longs for knowledge; unless, positing three natures, he describes three polities, as some have supposed: the silver one of the Jews, the third of the Greeks, and that of the Christians, into which the royal gold has been mixed, the Holy Spirit. And depicting the life of the Christians he writes word for word in the Theaetetus: “Let us speak, then, of the leaders; for why would anyone speak of those who spend their time in philosophy poorly? These, I suppose, do not know the way to the marketplace, nor where the law court is, or the council chamber, or any other public assembly of the city; written laws and decrees they neither see nor hear. The eager pursuits of political clubs, and meetings, and revels with flute girls, do not occur to them to engage in even in a dream. Whether anyone in the city is well or badly born, or what evil has come to anyone from his ancestors, escapes them more than, as the saying goes, the pints of the sea. And he does not even know that he does not know these things; but in truth only his body lies and resides in the city, while he himself flies, according to Pindar, measuring the stars beneath the earth and above the heaven, and searching out every nature everywhere.”

5.14.99Stählin 2:391–392

Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἐκεῖνο ἀπεικαστέον· ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις· τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς ἀπέστω. καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυσέως λέγοντος ›εἶπεν, καὶ ἐγένετο‹, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον μὲν οἱ φιλόσοφοι παρʼ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν· Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει θέσθαι τό· ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἡσαΐας, καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν.

Again, with the Lord's saying, “Let your yes be yes and your no no,” this is to be compared: “But it is by no means lawful for me to concede a falsehood and to suppress the truth.” And with the prohibition of swearing this passage in the tenth book of the Laws agrees: “Let praise and oath be absent in every matter.” And, in general, Pythagoras, Socrates, and Plato, when they say that they hear the voice of God as they contemplate the structure of the universe, made precisely by God and held together unceasingly, had heard Moses saying, “He spoke, and it came to be,” describing the Word of God as a deed. And dwelling on the forming of man from dust, the philosophers at every turn proclaim the body earthly; and Homer does not hesitate to put it in the form of a curse: “But may all of you become water and earth,” as Isaiah too says, “And trample them like clay.”

5.14.100Stählin 2:392–393

Καλλίμαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγετο ὡς ὁ πηλὸς ὁ Προμήθειος. πάλιν τε αὖ ὁ αὐτός τε εἴ σε (ἔφη) ὁ Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει· Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον. Πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. Τί δʼ; οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς, ἐπί τε τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος. Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρʼ Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γιγνώσκειν σε δεῖ, αὐτός ἐσθʼ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δὲ οὐδὲν θεός,

And Callimachus writes expressly: “That was the year in which the winged creature, and the one in the sea, and the four-footed spoke just like the clay of Prometheus.” And again the same poet: “If Prometheus fashioned you, and you are not from some other clay.” And Hesiod says of Pandora: “And he commanded famous Hephaestus as quickly as possible to mix earth with water, and to put into it the voice and mind of a human being.” The Stoics define nature as a craftsmanlike fire proceeding methodically to generation; and God and his Word are called fire and light allegorically by the Scripture. What then? Does not Homer too, paraphrasing the separation of the water from the earth and the visible uncovering of the dry land, say of Tethys and Ocean: “For already for a long time they have kept apart from each other's bed and love.” Again, the most learned among the Greeks ascribe power over all things to God: Epicharmus (he was a Pythagorean) saying: “Nothing escapes the divine; this you must know; he himself is our overseer, and for God nothing is impossible.”

5.14.101Stählin 2:393–394

ὁ μελοποιὸς δέ· θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας (ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος ποιῆσαι, φησίν, θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, ἐκ Διὸς ἀρχώμεσθα εἰπών, τὸν οὐδέποτʼ, ἄνδρες, ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες· ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργία, ὁ δʼ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργα ἀγείρει· αὐτὰρ τάδε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν Ὡράων, ὄφρʼ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται· χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωυσέα ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.

and the lyric poet: “But it is possible for God to raise up undefiled light out of black night, and to cover the pure radiance of day with dark-clouded darkness” (he alone who can make night while it is day, he says, is God). And Aratus, in the work entitled Phaenomena, having said, “From Zeus let us begin, whom we men never leave unspoken; full of Zeus are all the streets, all the marketplaces of men, and full the sea and the harbors; and everywhere we all have need of Zeus,” adds: “For we are also his offspring” (that is, by creation), “and he, kindly to men, gives favorable signs and rouses the peoples to work. … For he himself fixed these signs in heaven, distinguishing the constellations, and planned for the year stars that would most of all give men well-ordered signs of the seasons, so that all things might grow steadily. Therefore they always propitiate him first and last: Hail, Father, great wonder, great blessing to men.” And before him Homer, on the shield made by Hephaestus, describing the making of the world as Moses does, says: “On it he made the earth, on it the heaven, on it the sea, and on it all the constellations with which heaven is crowned.” For the Zeus celebrated in poems and prose writings lifts the thought up to God.

5.14.102Stählin 2:394–395

Ἤδη δὲ ὡς εἰπεῖν ὑπʼ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Ζεὺς μυθέεται καὶ πάνθʼ οὗτος οἶδε καὶ διδοῖ πάντα καὶ ἀφαιρέεται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, ὃν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατʼ ἀξίαν εἰς θειότητα παρεσχημένον. σιωπῶ γὰρ Πλάτωνα. ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἔραστον καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδʼ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν· ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφήσητε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα καλεῖ τὸν δημιουργὸν λέγουσα ὧδέ πως· θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργός τε ἔργων.

And now, so to speak, in broad daylight, Democritus writes that there are a few men who, stretching out their hands toward what we Greeks now call air, say: “Zeus speaks all things, and he knows all things, and gives all things and takes them away, and he is king of all.” And more mystically the Boeotian Pindar, since he was a Pythagorean, teaches that “one is the race of men, one of gods, and from one mother we both breathe” (that is, matter), and that there is one Maker of these, whom he calls “father, supreme artificer,” who also granted advances toward divinity according to merit. I say nothing of Plato. He plainly, in the letter to Erastus and Coriscus, appears to indicate the Father and the Son, from the Hebrew Scriptures, I do not know how, exhorting them in these words: “swearing, with an earnestness that is not unrefined and with learning, the sister of earnestness, by the God of all, the cause, and by the Lord, the Father of the leader and cause, whom, if you philosophize rightly, you will know.” And the speech in the Timaeus calls the Maker Father, speaking thus: “Gods of gods, of whom I am Father and Maker of works.”

5.14.103Stählin 2:395–396

ὥστε καὶ ἐπὰν εἴπῃ περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα, οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι· τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δὲ δεύτερον, διʼ οὗ πάντα ἐγένετο κατὰ βούλησιν τοῦ πατρός. ὁ δʼ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωροάστρης· αὐτὸς γοῦν ὁ Ζωροάστρης γράφει· τάδε συνέγραψα Ζωροάστρης ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν. τὸν δὴ Ζωροάστρην τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει· τάχα μὲν οὖν τὴν ἀνάστασιν, τάχα δὲ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίγνεσθαι κάθοδον. ταύτῃ ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέους ἆθλα γενέσθαι δώδεκα, μεθʼ ἃ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα, ὃς φυσικῶς οὕτως τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.

So that when he says, “Around the king of all are all things, and for his sake are all things, and he is the cause of all good things; and the second around the second things, and the third around the third,” I understand nothing else than that the holy Trinity is indicated; for the third is the Holy Spirit, and the Son is the second, through whom all things came to be according to the will of the Father. The same Plato, in the tenth book of the Republic, mentions Er the son of Armenius, a Pamphylian by race, who is Zoroaster. At any rate Zoroaster himself writes: “These things I, Zoroaster son of Armenius, a Pamphylian by race, having died in war, wrote, whatever I learned from the gods when I was in Hades.” This Zoroaster, Plato says, came back to life on the twelfth day as he lay on the pyre. Perhaps, then, he hints at the resurrection; or perhaps at this, that the way for souls to their ascent is through the twelve signs of the zodiac, and he himself says that the descent into birth takes place by the same way. In this sense we must understand that the labors of Heracles were twelve, after which the soul attains release from this whole world. I do not pass over Empedocles either, who, speaking as a natural philosopher, mentions the taking up of all things, as there is to be at some time a change into the substance of fire.

5.14.104Stählin 2:396

σαφέστατα δʼ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλʼ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως· κόσμον τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλʼ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα. ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμενα· πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα διʼ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ. ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.

Most clearly Heraclitus of Ephesus holds this opinion, judging that there is one world that is everlasting and another that perishes, and knowing that the world in its ordered arrangement is not other than that one when it is in a certain state. But that he knew the world composed of the whole substance, with its individual character, to be everlasting, he makes plain by saying this: “This world, the same for all, no one of gods or men made; but it always was and is and will be: ever-living fire, kindled in measures and quenched in measures.” And that he also taught that it is generated and perishable is shown by what follows: “The turnings of fire: first sea; and of sea, half is earth, half fiery whirlwind.” For he says in effect that fire, by the Word and God who governs all things, is turned through air into moisture, the seed, as it were, of the world's ordering, which he calls sea; and from this in turn come earth and heaven and what they contain. How it is taken up again and set on fire he shows clearly in these words: “Sea is poured out and measured to the same proportion as it was before it became earth.” And the same holds likewise for the other elements.

5.14.105Stählin 2:396–397

παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπισεν τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον· ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου. οὐ γὰρ τὴν ἀνάστασιν μόνην τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ.

Much like this the most distinguished of the Stoics also teach, in their treatment of the conflagration and of the governance of the world, of the individual character of the world and of man, and of the survival of our souls. And again Plato, in the seventh book of the Republic, has called the day here “nocturnal” (because of the world-rulers of this darkness, I think), and the descent of the soul into the body sleep and death, in the same way as Heraclitus. And did not the Spirit foretell this of the Savior, saying through David: “I lay down and slept; I awoke, for the Lord will help me”? For it speaks allegorically not only of the resurrection of Christ as waking from sleep, but also of the Lord's descent into flesh as sleep.

5.14.106Stählin 2:397

αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· γρηγορεῖτε, οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους. λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον, ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν. ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν. τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.

So the Savior himself exhorts: “Watch”; that is, practice how to live, and try to separate the soul from the body. And Plato, in the tenth book of the Republic, divines the Lord's day in these words: “When seven days had passed for each of those in the meadow, they must rise up from there on the eighth and set out, and arrive on the fourth day.” The meadow, then, is to be understood as the fixed sphere, a gentle and pleasant place and the region of the holy; and the seven days as each motion of the seven planets, and all the working art hastening toward its end in rest. And the journey beyond the wandering stars leads to heaven, that is, to the eighth motion and day. And he says that the souls depart on the fourth day, indicating the journey through the four elements.

5.14.107Stählin 2:397–398

Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθʼ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτως περὶ αὐτῆς λέγει· πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν· ἑβδομάτῃ δʼ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καί· ἑβδόμη ἦν ἱερή. καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις· ἑβδομάτῃ δʼ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δʼ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖσι καὶ ἑβδόμη ἐστὶ γενέθλη. καί· ἑβδόμη ἐν πρώτοισιν καὶ ἑβδόμη ἐστὶ τελείη. καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.

But not only the Hebrews but the Greeks too know that the seventh day is holy, the day by which the whole world of all living and growing things revolves. Hesiod speaks of it thus: “First the new moon, the fourth, and the seventh, a holy day.” And again: “And on the seventh again the bright light of the sun.” And Homer: “And then on the seventh came the holy day.” And: “The seventh was holy.” And again: “It was the seventh day, and by it all things had been completed.” And again: “On the seventh dawn we left the stream from Acheron.” Yes, and the poet Callimachus writes: “On the seventh dawn all things had been made for him.” And again: “The seventh is among the good things, and the seventh is the birth.” And: “The seventh is among the first, and the seventh is perfect.” And: “All seven were made in the starry heaven, appearing in their circles as the years come round.”

5.14.108Stählin 2:398–399

ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσιν. Τί δʼ; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφʼ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησιν· οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται. ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν τίνι με ὡμοιώσατε; λέγει κύριος, θεὸν οὐδενὶ ἐοικέναι φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δʼ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δʼ ἐστὶν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδʼ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλʼ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλʼ οὐδʼ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, προεῖπεν ἡ Σίβυλλα.

And the elegies of Solon too greatly exalt the number seven. What then? Is not Plato, all but prophesying the saving dispensation, saying something very like the Scripture that says, “Let us take away the righteous one from among us, for he is troublesome to us,” when he speaks thus in the second book of the Republic: “Being so disposed, the righteous man will be scourged, racked, bound, will have his eyes put out, and finally, after suffering every evil, will be impaled”? And Antisthenes the Socratic, paraphrasing that prophetic saying, “To whom have you likened me? says the Lord,” says that God is like no one; therefore no one can come to know him from an image. And Xenophon the Athenian says similar things word for word: “At any rate he who shakes all things and keeps them still is manifest as someone great and mighty; but what he is like in form is unseen. Nor does the sun, which seems all-bright, allow itself to be seen; but if anyone gazes at it shamelessly, it takes away his sight.” “For what flesh can see with eyes the heavenly and true God, the immortal, who dwells in the heavens? Not even against the rays of the sun can men stand, born mortal as they are,” the Sibyl foretold.

5.14.109Stählin 2:399–400

Εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει· εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. καὶ πάλιν· ἀλλʼ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δὲ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν· ἀλλʼ εἴ τοι χεῖρας γʼ εἶχον βόες ἠὲ λέοντες, ὡς γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θʼ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματʼ ἐποίουν τοιαῦθʼ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὁμοῖον.

Well, too, does Xenophanes of Colophon, teaching that God is one and incorporeal, add: “One God, greatest among gods and men, not at all like mortals in body or in thought.” And again: “But mortals suppose that gods are born, and have their own clothing, voice, and body.” And again: “But if oxen or lions had hands, so as to draw with their hands and make works as men do, horses would draw the forms of the gods like horses, and oxen like oxen, and would make their bodies such as each of them had.”

5.14.110Stählin 2:400

Ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἳ μὲν ἀδμῆτες ἀεικελιᾶν νούσων εἰσὶν καὶ ἄνατοι, οὐδὲν ἀνθρώποις ἴκελοι· Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος· τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστʼ; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.

Let us hear again Bacchylides the lyric poet speaking about the divine: “They are unsubdued by shameful diseases and unharmed, in no way like men.” And Cleanthes the Stoic, who wrote this about God in a certain poem: “You ask me what the good is like? Listen, then: ordered, just, holy, pious, master of itself, useful, noble, fitting, austere, straightforward, always advantageous, fearless, painless, profitable, without grief, helpful, well-pleasing, safe, friendly, honored, consistent, glorious, without conceit, caring, gentle, strong, enduring, blameless, ever-abiding.”

5.14.111Stählin 2:401–402

ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρείαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρʼ ἐκείνης τευξόμενος καλοῦ τινος. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον. οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματʼ ἐκμιμούμενον σοὶ Ζῆνʼ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν, Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδʼ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλʼ ὁλοσχερὴς ἀνήρ. εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγεν· ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός. ἐφʼ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὃ δʼ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος· ὅλην δʼ ἐκείνην εὐφρόνην ἐθόρνυτο. ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις· ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδʼ ἐόντος αἰεὶ φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.

And the same poet, by implication finding fault with the idolatry of the many, adds: “Unfree is everyone who looks to opinion, as if he would obtain something good from it.” We must no longer, then, think of the divine according to the opinion of the many. “For I do not think that Zeus, imitating the form of an evil-doing man, came secretly to your bed like a human being,” says Amphion to Antiope. And Sophocles writes outright: “For it was this man's mother that Zeus married, not in the form of gold, nor clothed in swan's plumage, as when he got the Pleuronian girl with child, but wholly a man.” Then, going on, he added: “And swiftly the adulterer stood at the bridal steps.” And after this he relates the incontinence of the Zeus of the myths still more plainly, thus: “He, touching neither feast nor water for washing, went to bed, his heart stung; and all that night he mounted her.” Let these things be left to the follies of the theaters. But Heraclitus says plainly: “Though this word is always, men are without understanding, both before they hear it and when they have first heard it.”

5.14.112Stählin 2:402

Ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησίν· κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλʼ, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδʼ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος αὐτὸς γὰρ πάντων φησὶ βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων· σέο δʼ οὔτις ἐρήρισται κράτος ἄλλος. Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.

And the lyric poet Melanippides says in song: “Hear me, O father, wonder of mortals, ruler of the ever-living soul.” And the great Parmenides, as Plato calls him in the Sophist, writes about the divine thus: “Very many are the signs that, being unbegotten, it is also imperishable, whole, only-begotten, unshaken, and without beginning.” And Hesiod too says: “For he himself is king and lord of all the immortals; no other has vied with your might.” Yes, and tragedy too, drawing people away from idols, teaches them to look up to heaven.

5.14.113Stählin 2:402–403

Ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ Κατʼ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.

Sophocles, as Hecataeus, who composed the histories, says in his work On Abraham and the Egyptians, cries out plainly on the stage: “One in truth, one is God, who made the heaven and the long earth, and the sea's gleaming swell, and the might of the winds. But we many mortals, straying in heart, set up as a comfort for our woes images of gods of stone, or figures of bronze, or wrought of gold, or of ivory; and crowning these with sacrifices and evil festivals, we think that so we are pious.”

5.14.114Stählin 2:403

Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν ὁρᾷς φησὶ τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν. ἐν δὲ τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα, ὃν πέρι μὲν φῶς, πέρι δʼ ὀρφναία νύξ αἰολόχρως ἄκριτός τʼ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δʼ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησίν· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δʼ οὐρανός· Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε τοι ὑπέρτερον.

And Euripides, writing tragedy on the same stage, says: “Do you see this boundless ether on high, holding the earth around in its moist embraces? Consider this Zeus, hold this to be God.” And in the drama Pirithous the same poet also writes this tragic passage: “You, the self-begotten, who in the whirl of the ether have woven the nature of all things, around whom light, and around whom dark, spangled night and the countless throng of stars dance unceasingly.” For here he has called the Maker, Mind, the self-begotten, while what follows applies to the world, in which there are also the opposites of light and darkness. And Aeschylus, son of Euphorion, says very solemnly of God: “Zeus is ether, Zeus is earth, Zeus is heaven; Zeus is all things, and whatever is higher than these.”

5.14.115Stählin 2:404

οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. καὶ πάλιν· νόμος καὶ βουλῇ πείθεσθαι ἑνός. κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. Ἀλλʼ ἄντικρυς καὶ μίαν ἀρχὴν καὶ παρʼ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλʼ ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθής· ἄκουε, φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα.

I know that Plato too bears witness to Heraclitus, who writes: “The one thing that alone is wise is unwilling and willing to be called by the name of Zeus.” And again: “It is law too to obey the counsel of one.” And if you wish to refer that saying, “He who has ears to hear, let him hear,” you would find it expressed by the Ephesian thus: “Hearing without understanding, they are like the deaf; the saying bears witness to them: present, they are absent.” But do you long to hear plainly of one first principle from the Greeks too? Timaeus of Locri, in his work on nature, will bear witness for me word for word thus: “There is one principle of all things, unbegotten; for if it had come into being, it would no longer be a principle, but that would be from which the principle came to be.” For the true opinion flowed from there: “Hear, O Israel, the Lord your God is one, and him only shall you serve.” “Behold, he is clear to all, unerring,” as the Sibyl says.

5.14.116Stählin 2:404–405

Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστόχου, λέγων· εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δʼ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν. καὶ πρὸ τούτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοιο. Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδʼ οὕτως αἰδεῖται Ἐπίκουρος.

And now Homer too appears to speak of the Father and the Son in these words, as if hitting on a well-aimed divination: “If, then, no one is harming you, alone as you are, there is no way to escape sickness from great Zeus.” “For the Cyclopes do not care for aegis-bearing Zeus.” And before him Orpheus, carried toward the same subject, has said: “Son of great Zeus, father of aegis-bearing Zeus.” And Xenocrates of Chalcedon, calling one Zeus the highest and another the lowest, leaves an indication of Father and Son. And, most paradoxical of all, Homer, who brings in gods with human passions, appears to know the divine; and even so Epicurus does not respect him.

5.14.117Stählin 2:405

φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδʼ ὅλως τῷ σώματι δεδήλωκεν. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις.

At any rate he says: “Why, son of Peleus, do you pursue me with swift feet, being yourself a mortal, me an immortal god? Not yet have you recognized that I am a god.” For he has shown that the divine cannot be caught or grasped by a mortal, not by feet or hands or eyes, nor by the body at all. “To whom have you likened the Lord? Or with what likeness have you likened him?” says the Scripture. “Has a craftsman made an image, or has a goldsmith melted gold and gilded him over?” and what follows.

5.14.118Stählin 2:405–406

Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς· εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἶτα, εἰ ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρεν· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.

And the comic poet Epicharmus speaks clearly about the Word in the Republic, thus: “Human life needs reckoning and number very much; we live by number and reckoning; for these save mortals.” Then he adds expressly: “Reason steers human beings and duly saves them.” Then: “If man has reckoning, there is also a divine Reason. The one is born in man to deal with the turns of life; but the divine Reason accompanies all the arts, itself always teaching them what they must do that is profitable. For it was not man who discovered art; it is God who brings it. And the reason of man is born from the divine Reason.”

5.14.119Stählin 2:406

Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετʼ ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ διʼ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν· ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν.

Yes, and when the Spirit cried out through Isaiah, “What is the multitude of your sacrifices to me? says the Lord. I am full of whole burnt offerings of rams, and the fat of lambs and the blood of bulls I do not want,” and a little later adds, “Wash yourselves, become clean, remove the wickedness from your souls,” and what follows, Menander the comic poet writes in these very words: “If anyone, Pamphilus, offering sacrifice, a multitude of bulls or kids, or, by Zeus, other such things, or works of craft, making golden or purple cloaks, or figures of ivory or emerald, thinks he is making God kindly, he is mistaken and has a light mind. For a man must be useful, not seducing virgins and committing adultery, stealing and killing for money. Do not covet even the thread of a needle, Pamphilus; for God sees you, being near.” “I am a God near at hand and not a God far off. Will a man do anything in secret places and I not see him?” he says through Jeremiah.

5.14.120Stählin 2:406–407

Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ· ἰδοὺ πάρειμι.

And again Menander, paraphrasing that Scripture, “Offer a sacrifice of righteousness and hope in the Lord,” writes thus: “Do not ever, dearest friend, covet even a needle belonging to another; for God delights in just works and not in unjust ones, and he lets the one who toils raise up his own livelihood, plowing the land night and day. Sacrifice to God by being just throughout, bright not in your cloaks so much as in your heart. … If you hear thunder, do not flee, if you are conscious of nothing against yourself, master; for God sees you, being near.” “While you are still speaking,” says the Scripture, “I will say: Behold, I am here.”

5.14.121Stählin 2:407–408

Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθʼ Ἅιδην δύο τρίβους νομίζομεν· μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν. καί· εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις· ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδʼ ἂν ὀνομάσαιμι ἐγώ· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφʼ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. συνᾴδει δὲ τούτοις ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα.

Again Diphilus the comic poet discusses the judgment in terms like these: “Do you think, Niceratus, that the dead, who have partaken of every luxury in life, have escaped the divine as though unnoticed? There is an eye of Justice, which sees all things. For in Hades too we think there are two paths, one the way of the righteous, the other the way of the ungodly.” And: “If the earth will cover both for all time, go off, snatch, steal, rob, make trouble. Do not be deceived; there is judgment in Hades too, which God, the master of all, will execute, whose name is fearful, and I would not name him; who grants to sinners a long life. But if any mortal thinks that, doing some evil day by day, he escapes the notice of the gods, he thinks wickedly, and in thinking so he is caught, when Justice happens to have leisure. Look, you who think there is no God. For there is, there is. And if anyone who is by nature bad fares well, let him make the most of the time; for in time he will pay the penalty later.” And tragedy agrees with these in these words: “For there shall come, there shall come that season of time, when the golden-faced ether shall let loose its treasure full of fire, and the flame, fed full, shall rage and burn all things on earth and on high.”

5.14.122Stählin 2:408–409

καὶ μετʼ ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδʼ ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, κἄπειτα σώσει πάντα ἃ πρόσθεν ἀπώλεσεν. τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· πάντας γὰρ κρύψας καὶ αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων. ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτω τις μέγας ἔσται καὶ καθʼ Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.

And a little later he adds again: “And when the whole universe fails, the whole depth of the waves will be gone, and the earth empty of dwellings; nor will the air, set on fire, bear the winged tribes any longer; and then it will save all that it destroyed before.” We shall find things like these in the Orphic writings too, written thus: “For having hidden all, he brought them up again into the joyful light from his holy heart, doing mighty deeds.” And if we live holily and justly, we are blessed here, and more blessed after our departure from here, not having happiness for a time, but able to rest in eternity, “sharing hearth with the other immortals, at table with them, free from human woes, unwearied,” as the philosophic poetry of Empedocles says. No one, even according to the Greeks, will be so great as to be above justice, nor so small as to escape its notice.

5.14.123Stählin 2:409–410

ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δʼ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δʼ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης, καὶ σφαίρης κίνημʼ ἀμφὶ χθόνα θʼ ὡς περιτέλλει κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα, πνεύματα δʼ ἡνιοχεῖ περί τʼ ἠέρα καὶ περὶ χεῦμα.

And the same Orpheus also says this: “Looking to the divine Word, attend closely to it, directing the intelligent vessel of your heart; walk well upon the path, and look only to the immortal king of the world.” And again, about God, saying that he is invisible, he says that he was known only to one, a Chaldean by race, meaning either Abraham or his son, in these words: “except a certain only-begotten one, an offshoot of the race of the Chaldeans from of old; for he was skilled in the course of the star, and how the motion of the sphere goes round the earth in a circle, evenly, on its own axis; and he guides the winds around the air and the stream of water.”

5.14.124Stählin 2:410

εἶτα οἷον παραφράζων τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· αὐτὸς δʼ αὖ μέγαν αὖτις ἐπʼ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δʼ ὑπὸ ποσσὶ βέβηκεν. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα ἐν νόῳ. ἐξ ὑπάτου κραίνει, καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·

Then, as if paraphrasing “Heaven is my throne, and the earth the footstool of my feet,” he adds: “But he himself again is firmly set above the great heaven on a golden throne, and the earth stands beneath his feet. His right hand he has stretched out around the ends of the ocean; the foundation of the mountains trembles within at his wrath, and cannot bear his mighty strength. He is everywhere heavenly himself, and on earth he brings all things to their end, having himself the beginning, the middle, and the end. Otherwise it is not lawful for you to speak; and I tremble in my limbs, in my mind. From on high he rules,” and what follows. For through these words he has indicated all those prophetic sayings: “If you open heaven, trembling will seize the mountains from you, and they will melt, as wax melts before fire”;

5.14.125Stählin 2:410–411

καὶ τὰ διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδʼ Ἀίδου, πόντου γαίης τε τύραννε, ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο· δαίμονες ὃν φρίσσουσιν, θεῶν δὲ δέδοικεν ὅμιλος· ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται· ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν· σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν· σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας.

and the words through Isaiah, “Who has measured the heaven with a span and all the earth with a handful?” Again, when he says: “Ruler of ether and of Hades, of sea and of earth, who with thunders shake the strong house of Olympus; before whom daemons shudder, and the throng of gods is afraid; whom the Fates obey, relentless though they are; imperishable, mother-father, by whose wrath all things are shaken; who move the winds, and cover all things with clouds, splitting the broad ether with lightning-blasts; yours is the order among the stars, running by unchangeable commands; beside your fiery throne stand angels of many labors, whose care it is how all things are accomplished for mortals; yours is the spring, shining new with purple flowers; yours the winter, coming on with cold clouds; yours are the autumn fruits that Bromius the reveler once distributed.”

5.14.126Stählin 2:411–412

εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηὲ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν, καὶ τὴν διὰ Μωυσέως· ἴδετε· ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα κατὰ τὸν Ὀρφέα.

Then he adds, expressly naming God the Almighty: “imperishable, immortal, speakable only to immortals. Come, greatest of all the gods, with mighty necessity, dread, invincible, great, imperishable, whom the ether crowns.” By “mother-father” he has not only indicated coming into being from what is not, but has also given occasion to those who introduce emanations to think perhaps of a consort of God as well. And he paraphrases those prophetic Scriptures: the one through Hosea, “I am he who makes the thunder firm and creates the wind,” whose hands founded the host of heaven; and the one through Moses: “See, see that I am, and there is no other god besides me; I will kill and I will make alive; I will strike and I will heal; and there is none who will deliver out of my hands.” “And he himself, from good, plants evil for mortals, and chilling war and tearful pains,” according to Orpheus.

5.14.127Stählin 2:412

Τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δʼ ἔργα ἐπʼ ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα. πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο πάντοθεν ἐκτέτακεν, γαίη δʼ ὑπὸ ποσσὶ βέβηκεν. ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· ὁ κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νεοσσιάν· κύριος ὁ ποιήσας τὴν γῆν ἐν ἰσχύι τῇ αὑτοῦ, ὥς φησιν Ἱερεμίας, καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· ἀλλʼ ἄρα δαίμονές εἰσιν ἐπʼ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι.

Archilochus of Paros too says such things: “O Zeus, father Zeus, yours is the power of heaven, and you see the deeds of men, wicked and lawless.” Again let the Thracian Orpheus sing to us: “His right hand he has stretched out on every side over the end of the ocean, and the earth stands beneath his feet.” These things have plainly been taken from there: “The Lord will save inhabited cities, and will take hold of the whole inhabited world in his hand like a nest”; “the Lord who made the earth by his strength,” as Jeremiah says, “and set up the inhabited world by his wisdom.” Besides these, Phocylides, calling the angels daemons, shows that some of them are good and others bad, in these words (for we too have received that some are apostates): “But there are daemons over men, at one time some, at another others; some to set men free from coming evil.”

5.14.128Stählin 2:412–413

καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχεν ἑκάστῳ, προσαγορεύεται τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς οὐδὲ θεοῖς, λέγει, αὐθαίρετα πάντα πέλονται, νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.

Well, then, does Philemon the comic poet too cut down idolatry in these words: “For us there is no god Fortune, no; but what happens by itself, as it falls out for each, is called fortune.” And Sophocles the tragic poet says: “Not even for the gods do all things happen by their own choice, apart from Zeus; for he holds the end and the beginning.”

5.14.129Stählin 2:413–414

ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα, καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών· τί θεός; ὅ τι τὸ πᾶν. καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει. τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δʼ ἀπὸ ματρὸς ἔφυ, ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος διʼ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δʼ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δʼ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.

And Orpheus: “One might, one god arose, the great heaven blazing; and one thing all things have become, in which all these things revolve, fire and water and earth,” and what follows. And Pindar the lyric poet, as though in Bacchic frenzy, says plainly: “What is God? What the All is.” And again: “God, who makes all things for mortals.” And when he says, “Why do you expect wisdom? Little does one man have beyond another. It is hard to search out the counsels of the gods with a mortal mind; one is born of a mortal mother,” he has drawn his thought from there: “Who has known the mind of the Lord? Or who has been his counselor?” And Hesiod too, in what he writes, agrees with what has been said: “There is no seer among men on earth who could know the mind of aegis-bearing Zeus.” Fittingly, then, Solon the Athenian in his elegies, himself following Hesiod, writes: “Everywhere the mind of the immortals is hidden from men.”

5.14.130Stählin 2:414

Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτʼ ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἔτι Ὅμηρος μέν, εἰπὼν αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, δίκαιον τὸν θεὸν μηνύει· Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἑρμηνεύων τὸν θεόν, φησίν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν. εἶτα ἐπιφέρει· ἅπαντα δʼ ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.

Again, when Moses had prophesied that because of the transgression the woman would give birth in toil and pain, a poet of no small note writes: “Never by day will they cease from labor and woe, nor at night, worn down as they are; and the gods will give them grievous cares.” Further, Homer, saying, “And the Father himself stretched out the golden scales,” indicates that God is just; and Menander the comic poet, interpreting God as good, says: “A daemon stands beside every man as soon as he is born, a good guide into the mysteries of life; for one must not think that there is an evil daemon, harming a good life.” Then he adds: “that God is good in all respects,” saying either that every god is good, or, which is more likely, that God is good in all things.

5.14.131Stählin 2:415

Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δʼ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ δὲ γνόφος· καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δʼ ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἀρʼ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;

Again, Aeschylus the tragic poet, setting out the power of God, does not hesitate to call him Most High, in these words: “Distinguish God from mortals, and do not think that he is made of flesh like yourself. You do not know him: at one time he appears as fire, an unapproachable rush, at another as water, at another as thick darkness; and he becomes like wild beasts, like wind, and cloud, and lightning, thunder, rain. Sea serves him, and rocks, and every spring and gathering of waters. Mountains tremble, and earth, and the monstrous deep of the sea, and the great height of mountains, whenever the fierce eye of the Master looks upon them. For all-powerful is the glory of the Most High God.” Does it not seem to you that he is paraphrasing the saying, “The earth trembles before the face of the Lord”?

5.14.132Stählin 2:415

Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· πολλοὺς δʼ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις.

Besides these, most prophetic Apollo, bearing witness to the glory of God, is compelled to say of Athena, when the Medes were marching against Greece, how she begged and entreated Zeus for Attica. The oracle runs thus: “Pallas cannot appease Olympian Zeus, though she entreats him with many words and close-woven counsel; many temples of immortals he will give to raging fire, which now stand, I think, streaming with sweat, trembling with fear,” and what follows.

5.14.133Stählin 2:416–417

Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, οὐδέ τις ἔσθʼ ἕτερος χωρὶς μεγάλου βασιλῆος, Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἐστὲ μὲν δὴ πάντες ἀδελφοί λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους κρίνειν ἀκριβέστατα καὶ πάντῃ. Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθʼ ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι. γένος δʼ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὐδὲ νομάδων, ἀλλʼ οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῴων, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπʼ ἴσης πάντα·

Thearidas, in his work On Nature, writes: “The first principle of beings, the truly true principle, is one; for it is in the beginning one and alone.” “Nor is there any other apart from the great King,” says Orpheus. Persuaded by him, the comic poet Diphilus says most sententiously: “Him who is the Father of all, honor him alone continually, the discoverer and creator of so many good things.” Fittingly, then, Plato too trains the best natures to arrive at the study that we said before is the greatest, to see the Good and to make that ascent. “And this, it seems, would not be the turning of a shell, but the turning around of a soul from a day that is a kind of night to the true ascent to being, which we shall say is true philosophy.” And he judges those who share in this to be of the golden race, saying, “You are all brothers,” but that those of the golden race are to judge most accurately and in every respect. All things, then, of every kind, lay hold of the Father and Maker of the universe, innately and untaught: lifeless things by sympathy with the living; of living things, those that are already immortal, working day by day; of those still mortal, some in fear, even while still carried in their mother's womb, and others by free will; and of human beings, all, Greeks and barbarians. And no race anywhere, whether of farmers, or of nomads, or of city-dwellers, can live without being possessed beforehand by faith in the higher power. Therefore every nation of the east, and every nation touching the western shores, the north, and all toward the south, has one and the same preconception about the one who established the rule of the world, since the most universal of his activities have passed equally through all things.

5.14.134Stählin 2:417

πολὺ δὲ πλέον οἱ παρʼ Ἕλλησι πολυπράγμονες οἱ φιλόσοφοι ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλʼ οὐδʼ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δʼ, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός· οὔτε γὰρ ὅ ἐστιν οὔθʼ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.

Much more did the inquisitive philosophers among the Greeks, starting from the barbarian philosophy, give first place to the invisible, the only, the most powerful, the most skillful, and the highest cause of the most beautiful things; though they did not know what follows from these things unless they were instructed by us, nor indeed how God is by nature to be conceived, but only, as we have often said, by true periphrasis. Fittingly, then, the apostle says: “Or is God the God of Jews only? Is he not also of Greeks?” not only saying prophetically that those of the Greeks who believe would know God, but also indicating that in power the Lord is God of all and truly Almighty, but in knowledge he is not the God of all. For they do not know what he is, nor how he is Lord and Father and Maker, nor the rest of the dispensation of the truth, unless they are taught by the truth itself.

5.14.135Stählin 2:417–418

Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν. Ἡσαΐας μὲν γάρ φησιν· εἰ δὲ λέγετε· ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν· νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων. καὶ ἐπιφέρει· καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην τοῦ πολεμῆσαι αὐτήν; Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται διʼ ὧν φησιν· καὶ εἰσῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα. τὸ μὲν γὰρ ὁ θεός σου τῷ κατʼ ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ ὅπως διασώσῃ ἡμᾶς ὁ θεὸς τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβαλόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων. καὶ πάλιν ὁ αὐτός· καὶ εἶπεν πρὸς αὐτούς· δοῦλος κυρίου ἐγώ εἰμι καὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι.

Likewise the prophetic words have the same force as the apostle's saying. For Isaiah says: “But if you say, We have trusted in the Lord our God, now join yourselves to my lord the king of the Assyrians.” And he adds: “And now, have we come up against this land to make war on it without the Lord?” And Jonah, himself also a prophet, hints at the same thing in these words: “And the captain came to him and said to him: Why are you snoring? Get up, call upon your God, that God may save us and we may not perish.” For he said “your God” to one who knew him with full knowledge, and by “that God may save us” he showed the awareness of the nations who had directed their mind to the Almighty but had not yet believed. And again the same: “And he said to them: I am a servant of the Lord, and I fear the Lord, the God of heaven.”

5.14.136Stählin 2:418

αὖθίς τε ὁ αὐτός· καὶ εἶπαν· μηδαμῶς, κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου. Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγοντα· θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπʼ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται. καὶ πάλιν· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν. ποῖον ὄνομα; ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ θεὸς ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος. κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος. Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων· ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς θέμιδος· ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον.

And again the same: “And they said: By no means, Lord; let us not perish on account of the life of this man.” And the prophet Malachi plainly shows God saying: “I will not accept sacrifice from your hands; for from the rising of the sun to its setting my name has been glorified among the nations, and in every place sacrifice is offered to me.” And again: “For I am a great king, says the Lord Almighty, and my name is manifest among the nations.” What name? Among those who have believed, the Son, who reveals the Father; among the Greeks, “God the Maker.” And Plato indicates free will in these words: “Virtue has no master; each will have more or less of it as he honors or dishonors it. The responsibility is the chooser's; God is not responsible.” For God is never the cause of evils. “O Trojans dear to Ares,” says the lyric poet, “Zeus who rules on high, who sees all things, is not the cause of great woes for mortals; but in the midst lies, for all men to reach, holy Justice, the attendant of pure Good Order and of wise Law; happy are the children of those who have found her to share their house.”

5.14.137Stählin 2:418–419

Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα Δία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἑρμηνεύων ὧδέ πως· πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν, χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθʼ ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν· ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας. ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δʼ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα.

And Pindar plainly brings in Zeus the Savior living with Themis, interpreting him as King, a righteous Savior, thus: “First the Fates led heavenly Themis of good counsel, with golden horses, from the springs of Ocean up the holy stair along the shining road of Olympus, to be the ancient wife of Zeus the Savior; and she bore the golden-crowned, glorious-fruited, truthful Seasons.” He, then, who does not obey the truth, but is puffed up by human teaching, is ill-fated and wretched, and, according to Euripides, is one “who, seeing these things, does not perceive God and cast far away the crooked deceits of the star-gazers, whose baneful tongue shoots at random about things unseen, having no share of understanding.”

5.14.138Stählin 2:419–420

Ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεάτου ὑπισχνουμένου· εἴσῃ δʼ αἰθερίαν τε φύσιν τά τʼ ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργʼ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατʼ ἔχειν ἄστρων, Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος· μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν τῶν πραγμάτων κατεῖδες καὶ ›τὰ ἐσσόμενα πρό τʼ ἐόντα‹. ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν. ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετʼ ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.

Whoever wishes, then, having arrived at true learning, let him hear Parmenides of Elea promising: “You will know the nature of the ether, and all the signs in the ether, and the unseen works of the pure, holy torch of the sun, and whence they came to be; and you will learn the wandering works of the round-eyed moon and its nature; and you will know also the heaven that holds them around, whence it sprang, and how Necessity led and bound it to keep the limits of the stars.” And let him hear Metrodorus, who, though he became an Epicurean, said this at least as if inspired: “Remember, Menestratus, that, being born mortal and having received a limited life, you went up in soul as far as eternity and the infinity of things, and saw ‘what will be and what was before.’” Then, with a happy chorus, according to Plato, we shall behold a blessed sight and spectacle, we following with Zeus, others with other gods, being initiated into the most blessed of mysteries, as is right to say, which we celebrate, ourselves whole and untouched by the evils that awaited us in later time, being initiated into and beholding whole and unshaken visions in pure light, pure ourselves and without the mark of this which we now carry about and call the body, bound to it like an oyster to its shell.

5.14.139Stählin 2:420

Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφʼ ἧς γῆς διʼ Ἱερεμίου· τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς. Καὶ μυρία ἐπὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δʼ οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί· τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι, τὸ δʼ ἔργον ὡς πάρεργον ἐκπονούμενοι.

The Pythagoreans call heaven the “counter-earth,” the earth of which it is said through Jeremiah: “I will place you among the children, and I will give you a chosen land, an inheritance of God Almighty,” which those who inherit it will reign over the earth. And thousands upon thousands upon thousands of things flow in for me to cite; but for the sake of due proportion the discussion must now be brought to a stop, so that we too may not suffer what the tragic poet Agathon describes, “treating the side-work as though it were the work, and laboring at the work as though it were a side-work.”

5.14.140Stählin 2:420–421

Δεδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ τῶν φιλοσόφων δόγματα. εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρʼ Ἕλλησιν ἐνδεικνύμενοι σοφίαν. ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρʼ Ἕλλησι φερομένας ἀναλεγώμεθα. πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις. ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δʼ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν. γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδήλωσεν. χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθʼ Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.

Now that it has been clearly shown, I think, how we are to understand the Lord's calling the Greeks thieves, I willingly pass over the doctrines of the philosophers. For if we were to go through their very words, we would never finish, collecting a vast mass of notes to show that all the wisdom current among the Greeks came from the barbarian philosophy. We shall nonetheless take up this study again as far as necessary, when we collect the opinions on first principles current among the Greeks. But this too quietly presents itself to us for consideration from what has been said: how the books of the Greeks should be approached by one who is able to swim through the waves in them. “Happy,” then, it seems, according to Empedocles, “is he who has gained the wealth of divine understanding; wretched he whose care is a dark opinion about the gods.” He divinely showed that knowledge and ignorance are the boundaries of happiness and unhappiness. For “men who love wisdom must be inquirers into very many things,” according to Heraclitus; and truly “one who seeks to be good must wander much.”

5.14.141Stählin 2:421

ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατʼ ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ ἀρξαμένη ποτέ· οὐ γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὢν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεταί ποτε ἀγαθοποιῶν, κἂν εἰς τέλος ἀγάγῃ ἕκαστα. μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὃ βούλεται, ἐπεὶ τὴν διαφορὰν τῆς ἐκλογῆς ἀξία γενομένη ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν. Ὧδε μὲν οὖν καὶ ὁ πέμπτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς περαιούσθω.

It is already clear to us from what has been said that God's beneficence is everlasting, and that his natural justice is, from a beginning without beginning, simply equal toward all, given according to the worth of each race, never having begun. For God did not take a beginning of being Lord and good, being always what he is; nor will he ever cease doing good, even though he brings each thing to its end. And each of us partakes of his beneficence as far as he wills, since it is the choice and the diligent practice of a soul that has become worthy that has made the difference in election. Here, then, let the fifth Miscellany of our notes of knowledge according to the true philosophy be brought to an end.

Miscellanies 8, chapter 1

8.1.1Stählin 2

ἀλλʼ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο, ἦ πού γʼ ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γὰρ νεώτεροι τῶν παρʼ Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα »ζητεῖτε« εἶπεν »καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν«. κρούει μὲν οὖν κατὰ τὴν ζήτησιν ὁ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν λόγος τὴν θύραν τῆς ἀληθείας κατὰ τὸ φαινόμενον, διοιχθέντος δὲ τοῦ ἐμποδὼν κατὰ τὴν ἔρευναν ἐπιστημονικὴ ἐγγίνεται θεωρία.

But not even the most ancient of the philosophers were inclined to dispute and to raise difficulties; much less, surely, should we, who hold to the truly true philosophy, whom Scripture expressly urges to inquire, so as to search things out, for the sake of finding. For the more recent of the Greek philosophers, out of empty and fruitless ambition, are carried away into useless chatter, refuting and wrangling at once; the barbarian philosophy, on the contrary, casting out all strife, said: “Seek and you will find; knock and it will be opened; ask and it will be given to you.” The argument that proceeds by question and answer, then, knocks in its inquiry at the door of truth, as it seems; and when what stood in the way has been opened by investigation, a contemplation grounded in scientific knowledge arises.

8.1.2Stählin 2

τοῖς οὕτως, οἶμαι, κρούουσιν ἀνοίγνυται τὸ ζητούμενον καὶ τοῖς οὕτως αἰτοῦσιν τὰς πεύσεις κατὰ τὰς γραφὰς ἐφʼ ὃ βαίνουσιν ἐκ τοῦ θεοῦ γίνεται, ἡ δόσις τῆς θεοδωρήτου γνώσεως καταληπτικῶς διὰ τῆς λογικῆς ὄντως ἐκλαμπούσης ζητήσεως. οὐ γὰρ εὑρεῖν μὲν οἷόν τε. μὴ ζητῆσαι δέ· οὐδὲ ζητῆσαι μέν, οὐχὶ δὲ ἐρευνήσασθαι· οὐδὲ διερευνήσασθαι μέν, οὐχὶ δὲ διαπτύξαι καὶ ἀναπετάσαι διʼ ἐρωτήσεως εἰς σαφήνειαν ἄγοντα τὸ ζητούμενον, οὐδʼ αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν, τὴν ἐπιστήμην τοῦ ζητουμένου. ἀλλʼ ἔστι μὲν εὑρεῖν τὸν ζητήσαντα, ζητήσει δέ, εἰ οἰηθείη πρότερον μὴ εἰδέναι. πόθῳ δὴ ἐντεῦθεν ἀγόμενος πρὸς τὴν εὕρεσιν τοῦ καλοῦ εὐγνωμόνως ζητεῖ, ἀφιλονίκως, ἀφιλοδόξως ἐρωτῶν μὲν καὶ ἀποκρινόμενος, πρὸς δὲ καὶ αὐτὰ ἐπισκεπτόμενος τὰ λεγόμενα. ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι εἴς τι πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης. ἐκδέχεται γὰρ ἄλλος τόπος τε καὶ ὄχλος τοὺς ταραχώδεις τῶν ἀνθρώπων καὶ τὰς ἀγοραίους εὑρησιλογίας, τὸν δὲ τῆς ἀληθείας ἐραστήν τε ἅμα καὶ γνώριμον εἰρηνικὸν εἶναι κἀν ταῖς ζητήσεσι προσῆκεν, διʼ ἀποδείξεως ἐπιστημονικῆς ἀφιλαύτως καὶ φιλαλήθως εἰς γνῶσιν προσιόντα καταληπτικήν.

To those who knock in this way, I think, what is sought is opened; and to those who thus ask their questions according to the Scriptures, the goal toward which they are moving comes from God: the gift of God-given knowledge, firmly grasped through inquiry that truly shines out by reason. For it is not possible to find without seeking; nor to seek without searching; nor to search thoroughly without unfolding and laying open what is sought by questioning, bringing it to clarity; nor, again, having gone through every examination, not then to receive the prize, the scientific knowledge of what was sought. But the one who has sought can find; and he will seek if he first thinks that he does not know. Drawn on from there by longing toward the discovery of the good, he seeks with good sense, without love of contention or of glory, asking and answering, and in addition examining the things said themselves. For it is fitting that those who hold not only to the divine Scriptures but also to the common notions should conduct their inquiries so that the finding ends in some useful goal. Another place and another crowd await the turbulent among men and the quibbles of the marketplace; but the lover of truth, who is also its disciple, ought to be peaceable even in inquiries, advancing without self-love and with love of truth, by scientific demonstration, toward knowledge that firmly grasps its object.

Miscellanies 8, chapter 2

8.2.3Stählin 2

Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη [ἂν] διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους; ἆρʼ οὖν τοιοῦτόν ἐστι τὸ ὄνομα τῆς ἀποδείξεως, οἷόν περ τὸ βλίτυρι, φωνὴ μόνον οὐδὲν σημαίνουσα; καὶ πῶς οὔθʼ ὁ φιλόσοφος οὔθʼ ὁ ῥήτωρ. ἀλλʼ οὐδὲ ὁ δικαστὴς ὡς ἄσημον ὄνομα προφέρεται τὴν ἀπόδειξιν, οὔτε τις τῶν δικαζομένων ἀγνοεῖ τὸ σημαινόμενον, ὅτι οὐχ ὑπάρχει; αὐτίκα ὡς ὑποστατὸν πορίζονται τὴν ἀπόδειξιν οἱ φιλόσοφοι, ἄλλος ἄλλως. περὶ παντὸς τοίνυν τοῦ ζητουμένου εἴ τις ὀρθῶς διαλαμβάνοι, οὐκ ἂν ἐφʼ ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς προσηγορίας ὁμολογούμενον σημαίνεσθαι. εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη, εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο περὶ οὗ ὁ λόγος εἴτε καὶ μή· ἐφεξῆς δέ, εἴπερ ὑπάρχειν δειχθείη, ζητητέον τούτου τὴν φύσιν ἀκριβῶς, ὁποία τίς ἐστιν καὶ μή ποτε ὑπερβαίνει τὴν δοθεῖσαν τάξιν.

What other method, then, could be better or clearer for the beginning of such teaching than to go through the term proposed by an account so clear that all who speak the same language follow? Is the name “demonstration,” then, like “blityri,” a mere sound signifying nothing? And how is it that neither the philosopher nor the orator, nor even the judge, brings forward demonstration as a name without meaning, and none of the litigants is ignorant of what it signifies, as though nothing answered to it? Indeed, the philosophers supply demonstration as something that really exists, each in his own way. Concerning everything under inquiry, then, if one would judge rightly, one would lead the argument back to no other agreed starting point than what all who share the same nation and language agree is signified by the term. Then, setting out from there, one must inquire whether the thing signified, which the argument concerns, exists or not; and next, if it should be shown to exist, one must inquire precisely into its nature, what sort it is, and whether it perhaps oversteps the order assigned to it.

8.2.4Stählin 2

Ἐπεὶ δʼ οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπʼ ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν. εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δʼ εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ μὴ ὁμολογουμένου πίστις ἀναφέροιτο. ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας ποιητέον. πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον. ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων εὕρεσιν. φέρε οὖν προβεβλήσθω ὁ ἥλιος τοὔνομα. φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτʼ εἶναι »ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων«. ἆρʼ οὐκ ἀσαφέστερος ὁ λόγος αὐτοῦ τοῦ ὀνόματος. ἄλλης ἀποδείξεως δεόμενος εἰ ἀληθής ἐστιν; ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι »τὸ λαμπρότατον τῶν κατʼ οὐρανὸν ἰόντων«· πιστότερος γάρ. οἶμαι, καὶ σαφέστερος καὶ πᾶσιν ὁμοίως ὁμολογούμενος ὁ λόγος οὗτος.

But since it is not enough simply to state one's opinion about what is under inquiry (for the opponent may equally declare in reply whatever he wishes), what is said must be confirmed. If its judgment is referred to something equally disputed, and that again likewise to another disputed thing, it will go on to infinity and be undemonstrable; but if the confirmation of what is not agreed is referred to something agreed by all, that must be made the starting point of the teaching. Every term put forward, then, must be translated into an account that is agreed and clear to those who share in the inquiry, which will be the beginning of the teaching and will guide the discovery of what is sought. Let the name “sun,” then, be put forward. The Stoics say that it is “an intelligent kindling from the waters of the sea.” Is not this account more obscure than the name itself, needing another demonstration to show whether it is true? It is better, then, to say in a common and clear account that the sun is so named as “the brightest of the bodies that move in the heavens”; for this account, I think, is more credible and clearer, and agreed by all alike.

Miscellanies 8, chapter 3

8.3.5Stählin 2

Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν ἂν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις. ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, ἄλλη δὲ μόνον ἐλπιστική. κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος. ὃ δὲ ἄγριος καὶ θηριώδης. οὕτω τοι καὶ ὁ κωμικὸς ἔλεγεν· ὡς χαρίεν ἐστὶ[ν] ἄνθρωπος, [ἔστ᾿] ἂν ἄνθρωπος ᾖ. καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ κυνὸς ὁ αὐτὸς λόγος παρὰ τὴν ἀρετὴν τοῦ ζῴου ἢ κακίαν. εἰς γὰρ τὴν τοῦ γένους τελειότητα βλέποντες ἐπὶ τὰ κυριώτατα τῶν σημαινομένων ἐρχόμεθα. αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.

In the same way all people would agree that demonstration is an account that supplies conviction about disputed matters from agreed ones. Not only demonstration, conviction, and knowledge, but also foreknowledge is spoken of in two ways: one scientific and secure, the other merely hopeful. Demonstration in the most proper sense, then, is that which plants scientific conviction in the souls of learners; the other kind rests on opinion. So too with a human being: one is truly a human being, the one who possesses common sense, another is wild and bestial. Thus the comic poet said: “How charming a thing is a human being, when he is a human being.” And of an ox, a horse, and a dog the same account holds, according to the animal's excellence or badness. For looking to the perfection of the kind, we come to the most proper of the meanings. So we understand a physician to be one who lacks nothing of the power of medicine, and the one who knows to be one who lacks nothing of scientific knowledge.

8.3.6Stählin 2

Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, εἰ οὕτως ἔτυχεν. οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά. καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστʼ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι. εἰ δʼ ἤτοι μὴ ὑπάρχοι τὸ πρότερον ἢ μὴ ἕποιτο αὐτῷ τὸ δεύτερον, οὐκ ἀπέδειξεν μέν, συνελογίσατο δέ. τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι. περαίνειν δʼ ἐστίν, ὡς καὶ ἐκ τοῦ ὀνόματος δῆλον, τὸ ἄγειν ἐπὶ τὸ πέρας. ἔστι δὲ δήπου πέρας ἐν ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται. οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλʼ ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος. Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι πιστά.

Indication differs from syllogism in that what is indicated is a sign of one thing, being itself also one, as we say that pregnancy is an indication that a woman is no longer a virgin; but what is taken by syllogism, being one, follows from several things, as in the case of Python's betraying the Byzantines, if that is how it happened: not one sign but several are taken. And to conclude from agreed premises is to syllogize; but to conclude something from true premises is to demonstrate. So the benefit of demonstration is compound: it comes from taking premises that are true with respect to what is sought, and from drawing the conclusion that follows from them. If either the first is lacking or the second does not follow from it, one has not demonstrated, though one has syllogized. For to draw the proper conclusion from the premises is only to syllogize; but that each of the premises is also true is not only to have syllogized but also to have demonstrated. To conclude (περαίνειν) is, as is clear from the word itself, to bring to the end (πέρας); and the end in every argument is what is sought, which is also called the conclusion (συμπέρασμα). No single, primary statement is called a syllogism, even if it is true; it is compounded of at least three such statements, two as premises and one as conclusion. Either all things need demonstration, or some are credible of themselves.

8.3.7Stählin 2

ἀλλʼ εἰ μὲν τὸ πρότερον, ἑκάστης ἀποδείξεως ἀπόδειξιν αἰτοῦντες εἰς ἄπειρον ἐκβησόμεθα καὶ οὕτως ἀνατραπήσεται ἡ ἀπόδειξις· εἰ δὲ τὸ δεύτερον. ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς. ὥστʼ εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ. ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται. ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις ἀνάγεται. εἶεν δʼ ἂν καὶ ἄλλαι τῶν ἀποδείξεων ἀρχαὶ μετὰ τὴν ἐκ πίστεως πηγήν. τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα. τὰ μὲν γὰρ πρὸς αἴσθησιν συμβάντα ἐστὶν ἁπλᾶ τε καὶ ἄλυτα. τὰ δὲ πρὸς νόησιν ἁπλᾶ τε καὶ λογικὰ πρῶτα. τὰ δὲ ἐξ αὐτῶν γεννώμενα σύνθετα μέν, οὐδὲν δʼ ἧττον ἐναργῆ καὶ πιστὰ καὶ λογικώτερα τῶν πρώτων. ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει. ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον εἶναι φήσομεν οὐσίαν ἀποδείξεως. εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς τῶν ἀκουόντων. τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον. εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις. κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δʼ ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε. τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δʼ οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.

But if the former, then by asking for a demonstration of each demonstration we shall go on to infinity, and so demonstration will be overturned; but if the latter, these very things that are credible of themselves will become the starting points of demonstrations. Indeed, the philosophers agree that the first principles of all things are undemonstrable. So if there is demonstration at all, there must of all necessity first be something credible of itself, which is called first and undemonstrable. All demonstration, then, is traced back to undemonstrated faith. There may also be other starting points of demonstrations after the source that springs from faith: the things plainly evident to sense and to thought. For the things that present themselves to sense are simple and not further analyzable; those that present themselves to thought are simple, rational, and first; and the compound things generated from them are no less evident and credible, and more rational than the first. Of what follows and what conflicts, then, … is the power proper to reason, which we all have by nature. If, then, an account is found such that it can supply conviction to what is not yet credible from what is already credible, we shall say that this very thing is the essence of demonstration. It has been said that the kind that belongs to conviction and the kind that belongs to demonstration are both twofold: the one produces only persuasion in the souls of the hearers, the other produces scientific knowledge. If, then, one begins from what is evident to sense and thought, and then draws the proper conclusion, one truly demonstrates; but if one begins only from reputable opinions, and not from first things, that is, from things evident neither to sense nor to thought, then if one draws the proper conclusion one will syllogize, but will not make the demonstration scientific; and if not the proper conclusion, one will not even syllogize at all.

8.3.8Stählin 2

Διαφέρει δʼ ἀναλύσεως ἀπόδειξις· ἕκαστον μὲν γὰρ τῶν ἀποδεικνυμένων διά τινων ἀποδεικνυμένων ἀποδείκνυται, προαποδεδειγμένων κἀκείνων ὑφʼ ἑτέρων, ἄχρις ἂν εἰς τὰ ἐξ ἑαυτῶν πιστὰ ἀναδράμωμεν ἢ εἰς τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ, ὅπερ ἀνάλυσις ὀνομάζεται· ἀπόδειξις δέ ἐστιν. ὅταν ἀπὸ τῶν πρώτων τις εἰς τὸ ζητούμενον ἀφικνῆται διὰ πάντων τῶν ἐν μέσῳ. χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας [ὡς] τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματα τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα. ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν. δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δʼ αὐτοῖς ἐπιφέρειν τὸ συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν. τὸ ἐπιφερόμενον τοῖς λήμμασιν. Περὶ παντὸς τοῦ ζητουμένου καθʼ ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ τὸ προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον. τόν τε λόγον τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει· τῶν δὲ λημμάτων μὴ οἰκείων τῷ προβλήματι λαμβανομένων οὐκ ἐνδέχεται καλῶς * * οὐδὲν αὐτῷ ἐξευρεῖν ἀγνοουμένης ὅλου τοῦ προβλήματος. ὃ καὶ ζήτημα καλεῖται, τῆς φύσεως. ἐν πᾶσιν οὖν τοῖς ζητουμένοις ἔστι τι προγινωσκόμενον (ὃ πάντως ἐξ ἑαυτοῦ πιστὸν ὂν ἀναποδείκτως πιστεύεται). ὃ χρὴ ποιεῖσθαι τῆς ζητήσεως αὐτῶν ὁρμητήριον καὶ τῶν εὑρῆσθαι δοκούντων κριτήριον.

Demonstration differs from analysis. For each thing demonstrated is demonstrated through certain other things demonstrated, these too having been demonstrated beforehand by others, until we run back to things credible of themselves or to things evident to sense and thought; this is called analysis. Demonstration, on the other hand, is when one arrives from first things at what is sought through all the intermediate steps. The man skilled in demonstration, then, must take great care for the truth of the premises, but give no thought to the names, whether one chooses to call them axioms or propositions or premises. Likewise he must take equally great care about what is concluded from what is laid down, and trouble himself very little whether one chooses to call the argument concluding, conclusive, or syllogistic. For I say that in every case the demonstrator must keep these two things: to take true premises, and to draw from them the conclusion that follows, which some also call the inference (ἐπιφορά), that which is brought upon the premises. Concerning everything sought, in each problem there is need of various premises, but ones proper to the problem put forward; and the thing put forward must itself be translated into an account, and this account should be agreed by all. If the premises taken are not proper to the problem, it is not possible rightly … to find out anything about it, since the nature of the whole problem, which is also called the question, is unknown. In all matters under inquiry, then, there is something known beforehand (which, being entirely credible of itself, is believed without demonstration), and this must be made the starting point of the inquiry into them and the criterion of what seems to have been found.

Miscellanies 8, chapter 4

8.4.9Stählin 2

Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων [δὲ] τῶν ἔργων αὐτῆς. οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ δυνάμεων ἢ ἁπλῶς εἰπεῖν [ἓν] τῶν ὑπαρχόντων τοῖς οὖσιν· ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ ζητεῖσθαι τὴν οὐσίαν· ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι. τίνι τῶν οὐσιῶν ἂν οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν ἐρχόμεθα. ἔστιν δὲ ὧν καὶ τὰς ἐνεργείας εἰδότες ἅμα ταῖς οὐσίαις ἀγνοοῦμεν τὰ παθήματα. Ἔστιν οὖν ἡ μέθοδος τῆς εὑρέσεως τοιαύτη· ἀρκτέον γὰρ ἐξ αὐτοῦ τοῦ γνωρίζειν τὰ προβλήματα. πολλάκις γοῦν ἐξαπατᾷ τὸ τῆς λέξεως σχῆμα καὶ συγχεῖ καὶ ταράττει τὴν διάνοιαν, ὥστε μὴ ῥᾳδίως εὑρίσκειν ἐκ ποίας ἐστὶ διαφορᾶς, οἷον εἰ [μὴ] ζῷον τὸ κυούμενον· ἔχοντες γὰρ καὶ ζῴου τι νόημα καὶ κυουμένου ζητοῦμεν εἰ τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δʼ ἐστίν, εἰ τῇ κυουμένῃ οὐσίᾳ τό τε κινεῖσθαι δύνασθαι καὶ ἔτι τὸ αἰσθάνεσθαι ὑπάρχει. ὥστε ἐνεργειῶν ἐστι καὶ παθῶν ἡ ζήτησις ἐπὶ προγινωσκομένης οὐσίας.

For every inquiry finds its answer on the basis of knowledge that already exists; and the knowledge that exists beforehand of any object of inquiry may sometimes be of the substance alone, while its works are unknown, as with stones, plants, and animals whose activities we do not know, or their affections or powers, or, in a word, the attributes that belong to beings; sometimes one of these powers or affections, or some of them, is known, as the desires and passions of the soul, while the substance is unknown and is the object of inquiry; and in many cases, when our own thought sets all these before itself, the inquiry is to which of the substances it might belong in this way. For having taken the notions of both, the substance and the activity, into the mind, we thus come to the inquiry. And there are cases in which, knowing the activities together with the substances, we are ignorant of the affections. The method of discovery, then, is as follows: we must begin by recognizing the problems themselves. For often the form of the expression deceives, confuses, and disturbs the mind, so that it does not easily find to what kind the problem belongs; for example, whether what is conceived in the womb is an animal. For, having some notion both of “animal” and of “what is conceived,” we inquire whether being an animal belongs to what is conceived, that is, whether the power to move, and further to perceive, belongs to the conceived substance. So the inquiry concerns activities and affections, the substance being known beforehand.

8.4.10Stählin 2

εὐθέως οὖν τὸν προβάλλοντα ἀντερωτητέον τί ποτε καλεῖ ζῷον· μάλιστα γὰρ τοῦτο ποιητέον, ἐπειδὰν εἰς διαφόρους χρήσεις ἠγμένον ἴδωμεν τοὔνομα· καὶ διερευνητέον εἴτε ἀμφισβητούμενόν ἐστι τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας εἴθʼ ὁμολογούμενον ἅπασιν. εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ [τι] τὸ κυούμενον αὐξανόμενόν τε καὶ τρεφόμενον. Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ »τοῦ τρίτου τῆς ψυχῆς εἴδους«. τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά. ζῷα δʼ ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ· τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον. οὐ μὴν οἵ γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν. ἀποφήσαντος δὲ τοῦ προβαλόντος εἶναι ζῷα καὶ τὰ φυτά, δείξομεν ἑαυτῷ μαχόμενα λέγειν. τῷ γὰρ τρέφεσθαί τε καὶ αὐξάνεσθαι τὸ ζῷον ὁρισάμενος. ἀλλὰ καὶ τὸ φυτὸν οὐκ εἶναι ζῷον ἀποφηνάμενος, οὐδὲν ἄλλο ἔοικεν λέγειν ἢ ὅτι τὸ τρεφόμενόν τε καὶ αὐξανόμενον καὶ ζῷόν ἐστι καὶ οὐ ζῷον. τί οὖν βούλεται μαθεῖν, εἰπάτω, ἆρά γε εἰ αὔξεται καὶ τρέφεται τὸ κατὰ γαστρὸς ἢ εἰ αἰσθήσεώς τινος ἢ καὶ τῆς καθʼ ὁρμὴν κινήσεως αὐτῷ μέτεστιν. κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη· ἔστι γοῦν αὐτῷ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική· κατὰ δὲ τοὺς Στωϊκοὺς οὔτε ἔμψυχον οὔτε ζῷόν ἐστι τὸ φυτόν· ἔμψυχος γὰρ οὐσία τὸ ζῷον.

We must therefore at once ask the one who poses the question in turn what he calls an animal; this must be done especially when we see the name carried into different uses; and we must investigate whether what the term signifies is disputed or agreed by all. For if he should say that he calls an animal whatever grows and is nourished, we shall ask him further whether he also considers plants to be animals; and then, if he says so, one must next show that what is conceived grows and is nourished. For Plato calls plants too animals, sharing only in “the third form of soul,” the appetitive; Aristotle thinks that plants share in the vegetative and nutritive soul, but does not think fit to call them animals, for he thinks that only what shares in the other soul, the perceptive, deserves to be called an animal; and the Stoics do not even call the vegetative power a soul. But if the questioner denies that plants too are animals, we shall show that he contradicts himself. For having defined the animal by being nourished and growing, and yet declaring that the plant is not an animal, he seems to say nothing other than that what is nourished and grows both is and is not an animal. Let him say, then, what he wants to learn: whether what is in the womb grows and is nourished, or whether it has some share in perception or also in motion by impulse. For according to Plato the plant is ensouled and an animal; according to Aristotle it is not yet an animal, since it lacks the perceptive faculty, but it is already ensouled (for him, at any rate, the animal is an ensouled, perceptive substance); according to the Stoics the plant is neither ensouled nor an animal, for the animal is an ensouled substance.

8.4.11Stählin 2

εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική. δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον. Εἰ μὲν οὖν ἀντερωτηθεὶς ὁ ζητήσας, εἰ ζῷον τὸ κατὰ γαστρός, εἴποι καλεῖν ζῷον [ἐπὶ] τὸ τρεφόμενον καὶ αὖξον, ἔχει τὴν ἀπόκρισιν· εἰ δὲ φάσκοι τοῦτʼ εἶναι ὃ ζητεῖ, πότερον αἰσθητικὸν ἤδη τὸ κυούμενον ἢ καὶ καθʼ ὁρμήν τινά ἐστι κινητικὸν ἑαυτοῦ, ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος. οὐ μενούσης ἔτι τῆς περὶ τοὔνομα ἀπάτης· μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρότασιν ἐποιήσατο, κελεύων δʼ ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων ἂν γνωρισθείη. εἰ δὲ δυοῖν τρόποιν ὑπαρχόντοιν, ἑτέρου μὲν τοῦ κατʼ ἐρώτησίν τε καὶ ἀπόκρισιν, ἑτέρου δὲ τοῦ κατὰ διέξοδον, ἤρνηται τὸ ἕτερον, ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν· εἶτʼ ἐπειδὰν τελεώσωμεν, ἐξέσται αὐτῷ τότε περὶ ἑνὸς ἑκάστου ἐν μέρει διαλαμβάνειν.

If, then, the animal is ensouled, and soul is a perceptive nature, it is clear that what is ensouled is already perceptive. If, then, the questioner, asked in return whether what is in the womb is an animal, should say that he calls an animal what is nourished and grows, he has his answer; but if he should say that what he is asking is whether what is conceived is already perceptive, or also capable of moving itself by some impulse, then the investigation of the matter becomes clear, since the deception about the name no longer remains. But if he does not answer what he was asked in return, and is unwilling to say what he has in mind, or of what thing he predicates the name “animal” when he made his proposition, but bids us make the distinctions ourselves, he would be recognized as contentious. And if, there being two methods, one by question and answer and the other by continuous exposition, he has refused the one, let him listen while we go through everything bearing on the problem; then, when we have finished, he will be free to take up each point in turn.

8.4.12Stählin 2

εἰ δὲ διακόπτειν ἐπιχειροίη τὴν ἐξέτασιν πυνθανόμενος, δῆλός ἐστιν οὐδὲ ἀκούειν βουλόμενος. Ἀλλʼ εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφʼ ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ μὴ διαπεπλασμένα ἤδη [καὶ τὰ ζῷα] καὶ τὸ σπέρμα αὐτὸ τὸ καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ ἔμβρυα καλούμενα. ἀποκριναμένου δὲ καὶ πρὸς τοῦτο περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή. Εἰ δὲ ἡμᾶς λέγειν βούλοιτο αὐτὸς μὴ ἀποκρινάμενος, ἀκουσάτω· ἐπεὶ σὺ μὴ βούλει λέγειν καθʼ ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλʼ ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων. εἰκότως γὰρ ἂν εἴποιμι· ποίου κυνός; ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατʼ οὐρανὸν ἄστρου, ἀλλὰ καὶ Διογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν. οὐ γὰρ ἂν μαντευσαίμην πότερον ὑπὲρ πάντων ἐρωτᾷς ἢ τινός. ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτʼ ἤδη μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ. εἰ δὲ περὶ ὀνόματα στρέφῃ, τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα παντὶ δῆλον ὅτι μήτε ζῷόν ἐστι μήτε φυτόν, ἀλλʼ ὄνομά τε καὶ φωνὴ καὶ σῶμα καὶ ὂν καὶ τὶ καὶ πάντα μᾶλλον ἢ ζῷον. καὶ εἴπερ τοῦτο προὔβαλες, ἔχεις τὴν ἀπόκρισιν.

But if he tries to cut the examination short by asking questions, it is clear that he does not even want to listen. But if he chooses to answer, first of all we must ask him to what thing he applies the name “animal”; and when he has answered this, we must ask again what “what is conceived” or “what is in the womb” signifies to him: whether by “what is in the womb” he means also the things not yet formed and the seed itself that has been deposited, or only what is already articulated and formed, the so-called embryos. When he has answered this too, one must then conclude and teach the matter at hand in order. But if he wants us to speak without answering himself, let him hear: “Since you are unwilling to say of what signified thing you are speaking in what you proposed (for then I would not be arguing about meanings but would already be examining the things themselves), know that you have done something like this: as if you had proposed whether the dog is an animal. For I might reasonably say, ‘What sort of dog?’ For I will go through the land dog and the sea dog and the star in the heavens, and also Diogenes and the other dogs in turn. For I could not divine whether you are asking about all or about one. What you will do later, then, do now: say clearly which one you are inquiring about. But if you are twisting about names, then the very name ‘what is conceived’ is plainly, to everyone, neither an animal nor a plant, but a name and a sound and a body and a being and a something, and anything rather than an animal. And if this is what you proposed, you have your answer.”

8.4.13Stählin 2

Οὐ μὴν οὐδὲ τὸ σημαινόμενον ἐκ τοῦ ›κυούμενον‹ ὀνόματός ἐστι ζῷον, ἀλλʼ ἐκεῖνο μὲν ἀσώματόν τέ ἐστι καὶ λεκτὸν καὶ πρᾶγμα καὶ νόημα καὶ πάντα μᾶλλον ἢ ζῷον. ἄλλη δέ τις ἂν εἴη τοῦ ζῴου φύσις· ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου. λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν, ἕτερον ὑπάρχον πρόβλημα τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος. λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθʼ ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθʼ ὁρμὴν καὶ αἰσθανόμενον· δύναται γὰρ καὶ κοιμᾶσθαι ἢ μὴ παρόντων τῶν αἰσθητῶν μὴ αἰσθάνεσθαι, τὸ δὲ δυνάμενον ἤτοι ὁρμᾶν ἢ καὶ αἰσθάνεσθαι πεφυκὸς ζῴου γνώρισμα. τοιοῦτον γάρ τι σημαίνεται ἐκ τούτων. πρῶτον μέν, εἰ τὸ κυούμενον ἤδη αἰσθάνεσθαι ἢ καθʼ ὁρμὴν κινεῖσθαι δύναται. ὅπερ πρόκειται σκοπεῖσθαι. ἕτερον δέ, εἰ τὸ κυούμενον αἰσθέσθαι ποτὲ ἢ κινηθῆναι δυνήσεται καθʼ ὁρμήν. καθʼ ὃ σημαινόμενον οὐδεὶς ζητεῖ ἐναργὲς ὄν. ἐζήτητο δὲ πότερον ζῷόν ἐστιν ἤδη τὸ ἔμβρυον ἢ φυτὸν ἔτι. κἄπειτα μετελήφθη τοῦ ζῴου τοὔνομα εἰς λόγον. ἵνʼ ᾖ σαφές. αἰσθήσει σὴ καὶ κινήσει τῇ καθʼ ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου. πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον. ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον. ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατʼ ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον. τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν. τὸ δὲ ἐνεργεῖν μὲν δυνάμενον. ἡσυχάζον δὲ ἢ κοιμώμενον. τοῦτο δέ ἐστι τὸ ζητούμενον. οὐ γὰρ ἐκ τοῦ τρέφεσθαι τὸ ἔμβρυον ζῷον εἶναι λεκτέον, ὃ τῆς οὐσίας ἐστὶν ἀποχωρούντων τοῦ ζητουμένου, τοῖς δʼ ἄλλως συμβεβηκόσιν προσεχόντων τὸν νοῦν.

Nor, indeed, is what is signified by the name “what is conceived” an animal; that is incorporeal, a sayable, a matter, a thought, and anything rather than an animal. The nature of the animal would be something else; for it was clearly shown to belong to the very thing under inquiry, I mean the nature of the embryo, what sort it is, while the question about what is signified by the name “animal” is a different problem. I say, then: if you call an animal that which can perceive and move by impulse, an animal is not simply what is moving by impulse and perceiving (for it can also sleep, or not perceive when objects of sense are not present); rather, what is naturally able to exercise impulse or also to perceive is the mark of an animal. For something of this sort is signified by these words. First, whether what is conceived can already perceive or move by impulse, which is what is proposed for examination. Second, whether what is conceived will at some time be able to perceive or move by impulse, a sense in which no one inquires, since it is evident. The question was whether the embryo is already an animal or still a plant. And then the name “animal” was translated into an account, so that it might be clear, since we found that it differs from what is not an animal by perception and by motion according to impulse. Again, we distinguished this from the things adjacent to it, saying that one thing is what is such potentially, which is not yet perceiving and moving but will at some time be such, and another is what is already such in actuality; and of the latter, one is already active, while another can be active but is at rest or asleep. It is this that is under inquiry. For the embryo is not to be called an animal because it is nourished; that is the view of those who depart from the essence of what is sought and turn their attention to what is otherwise incidental.

8.4.14Stählin 2

Κοινὴ δʼ ἐπὶ πᾶσι τοῖς εὑρίσκεσθαι λεγομένοις τέτακται ἡ ἀπόδειξις, ἥτις ἐστὶ λόγος ἐξ ἑτέρων ἕτερόν τι πιστούμενος. ἐξ ὧν δὲ χρὴ πιστοῦσθαι τὸ ζητούμενον, ὁμολογεῖσθαί τε καὶ γινώσκεσθαι δεῖ τῷ μανθάνοντι. ἀρχὴ δὲ τούτων ἁπάντων ἐστὶ τὸ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργές. ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων [ἁπάντων] σύγκειται, ἡ δʼ ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδʼ ἐκ πρώτων περαίνεται προτάσεων. τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δʼ ἦν διαφορὰ προβλημάτων ἐφʼ οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.

Demonstration is appointed as common to all things said to be found: it is an account that confirms one thing from others. The things from which what is sought is to be confirmed must be agreed upon and known by the learner; and the starting point of all these is what is evident to sense and thought. The first demonstration, then, is composed of these; while one that, from things already demonstrated, concludes something further by means of the first is no less credible than the former, but cannot be called first, because it is not concluded from first propositions. Of the three kinds of difference among the things sought, then, the first has been shown: I mean that, while the substance is known, some of its works or affections are unknown. The second kind of problem was that in which we all know the works and affections but are ignorant of the substance, for example, in what part of the body the ruling faculty of the soul is.

Miscellanies 8, chapter 5

8.5.15Stählin 2

ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον. Πρὸς τοὺς Πυρρωνείους. Εἰ φησιν ἡ ἐποχὴ βέβαιον εἶναι μηδέν, δῆλον ὅτι ἀφʼ ἑαυτῆς ἀρξαμένη πρῶτον ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀληθὲς λέγουσα, καὶ δῆλον ὅτι οὐδʼ αὐτὴ πρότερον ἀληθεύσει. ἤτοι γὰρ αὐτὴ ἀληθεύει ἢ οὐκ ἀληθεύει. ἀλλʼ εἰ μὲν ἀληθεύει, δίδωσιν ἄκουσά τι εἶναι ἀληθές, εἰ δὲ μὴ ἀληθεύει, ἀληθῆ ἀπολείπει ἅπερ ἀνελεῖν ἐβούλετο. ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή. ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι πάντας τοὺς ὀνείρους. ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική. καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφʼ ἑαυτῆς ποιήσεται τὴν ἀρχήν, οὐκ ἄλλου τινὸς οὖσα ἐποχή, ἀλλʼ ἑαυτῆς πρῶτον. Ἔπειτα εἰ καταλαμβάνει τις ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι ἐπέχει. δῆλός ἐστι μὴ ἐπέχων. πῶς δʼ ἂν καὶ τὴν ἀρχὴν εἰς τὴν ἀμφισβήτησιν ἀφίκετο περὶ πάντων ἐπέχων; πῶς δʼ ἂν καὶ ἀπεκρίνετο πρὸς τὸ ἐρωτηθέν; περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων. ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, διʼ ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν. περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν. εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.

The same attempt at demonstration applies to the third problem as well. Some say, then, that one animal cannot have several ruling principles. Now several principles of the same kind cannot belong to one animal, but there is nothing absurd in its having principles that differ in kind. Against the Pyrrhonists. If suspension of judgment says that nothing is certain, it is clear that it will begin with itself and first invalidate itself. Either, then, it grants that something is true and that one need not suspend judgment about everything, or it persists in saying that nothing is true, and then clearly it will not itself be true in the first place. For either it speaks truly or it does not. If it speaks truly, it grants, against its will, that something is true; if it does not speak truly, it leaves true the things it wished to abolish. For insofar as the suspension that abolishes is shown to be false, in that very respect the things abolished are shown to be true, like the dream that says all dreams are false. For being destructive of itself, it becomes confirmatory of the others. And in general, if it is true, it will make its beginning with itself, being a suspension not of anything else but first of itself. Then, if someone apprehends that he is a man, or that he is suspending judgment, he is plainly not suspending judgment. And how could he have entered into the dispute at all, if he suspends judgment about everything? And how could he answer what was asked? For about this very thing he is plainly not suspending judgment. Indeed he even declares that he suspends judgment. Therefore, if we must obey them and suspend judgment about everything, we shall first suspend judgment about suspension itself, whether it is to be believed or not.

8.5.16Stählin 2

Ἔτι εἰ τοῦτο αὐτό ἐστι τὸ ἀληθὲς τὸ μὴ εἰδέναι τὸ ἀληθές, οὐδὲ τὴν ἀρχὴν ἀληθές τι παρʼ ἐκείνου δίδοται. εἰ δὲ καὶ τοῦτο ἀμφισβητήσιμον ἐρεῖ τὸ ἀγνοεῖν τἀληθές, ἐν αὐτῷ τούτῳ δίδωσιν εἶναι τὸ ἀληθὲς γνώριμον, ἐν ᾧ τὴν περὶ αὐτοῦ ἐποχὴν φαίνεται μὴ βεβαιῶν. Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα. καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική. κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας. Οὐ μόνον οἱ ἐφεκτικοί. ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν. Αἱ τῶν ζητήσεων ἔφοδοι καὶ ἀρχαὶ περὶ ταῦτα καὶ ἐν τούτοις εἰσίν.

Further, if the truth is just this, not to know the truth, then from the start nothing true is granted by him. But if he says that this too, ignorance of the truth, is disputable, in this very thing he grants that the truth is knowable, in that he evidently does not affirm his suspension about it. A school is an inclination toward doctrines, or, as some say, an inclination toward many doctrines that have coherence with one another and with appearances, tending toward living well. And a doctrine is a rational apprehension; and apprehension is a state and an assent of the mind. Not only those who suspend judgment, but every dogmatist too is accustomed to suspend judgment on some matters, either from weakness of mind, or from the obscurity of the things, or from the equal force of the arguments. The approaches to inquiries and their starting points concern these things and are found in them.

Miscellanies 8, chapter 6

8.6.17Stählin 2

Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κατὰ τὰς σημασίας. ἔπειτα ζητητέον εἰ τῶν πρὸς ἕτερα θεωρουμένων ἐστὶν τὸ προκείμενον ἢ καθʼ αὑτὸ λαμβάνεται. ἐπὶ τούτοις. εἰ ἔστι, τί ἐστι, τί αὐτῷ συμβέβηκεν, ἢ καὶ οὕτως. εἰ ἔστι. τί ἐστι. διότι ἐστίν. πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθʼ ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς [αἱ] διαιρέσεις αὐτῶν. ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατʼ αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ. ἐκ πάντων δὲ ἐπιστήμη τε παρίσταται καὶ ἀλήθεια. πάλιν τὸ κεφαλαιωθὲν ἐκ τῆς διαιρέσεως ὅρος γίνεται· λαμβάνεται γὰρ καὶ πρότερος τῆς διαιρέσεως καὶ ὕστερος ὁ διορισμός· πρότερος μὲν ὅταν συγχωρηθῇ ἢ προτεθῇ. ὕστερος δὲ ὅταν ἀποδειχθῇ. καὶ κατὰ τὴν αἴσθησιν δὲ ἐκ τοῦ καθʼ ἕκαστα κεφαλαιοῦται τὸ καθόλου. ἀρχὴ γὰρ τῆς ἐπαγωγῆς ἡ αἴσθησις. πέρας δὲ τὸ καθόλου. ἡ μὲν οὖν ἐπαγωγὴ οὐ τὸ τί ἐστι δείκνυσιν. ἀλλʼ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν. ἡ διαίρεσις δὲ ὅ τι ἐστὶ παρίστησιν. ὅ τε διορισμὸς ὁμοίως τῇ διαιρέσει τὴν οὐσίαν καὶ τὸ τί ἐστι διδάσκει, οὐχὶ δὲ τὸ εἰ ἔστιν, ἥ τε ἀπόδειξις τὰ τρία, τό τε εἰ ἔστιν καὶ τὸ τί ἐστιν καὶ τὸ διὰ τί ἐστιν, σαφηνίζει. εἰσὶ δὲ ἔνιοι καὶ τῆς αἰτίας ἐμπεριεκτικοὶ ὅροι.

Before definitions, demonstrations, and divisions, one must first set out in how many ways the thing sought is spoken of; homonyms must be dealt with, and synonyms arranged distinctly according to their meanings. Then one must inquire whether the thing proposed is among those considered in relation to others or is taken by itself. After this: whether it is, what it is, what belongs to it incidentally; or also thus: whether it is, what it is, why it is. Toward the study of these, knowledge of particulars and of universals contributes, as do prior things and the divisions of them according to their differences. Induction, then, yields the universal and the definition; divisions yield the species, the essence, and the individual; the study of the number of meanings yields the grasp of the proper sense; and the working through of difficulties increases the differences in them and the demonstrations, and in general the study and what follows from it. From all of these, scientific knowledge and truth are established. Again, what is summed up from division becomes a definition; for the definition is taken both before division and after: before, when it is conceded or laid down; after, when it is demonstrated. And in perception the universal is summed up from the particular; for perception is the starting point of induction, and the universal is its end. Induction, then, does not show what a thing is, but that it is or is not; division presents what it is; and definition, like division, teaches the substance and what it is, but not whether it is; while demonstration makes clear all three: whether it is, what it is, and why it is. Some definitions also include the cause.

8.6.18Stählin 2

Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ διορισμός. ληπτέον οὖν πρῶτον τὸ γένος, ἐν ᾧ ἐστι τῶν ἐπάνω τὰ ἐγγύτατα, μετὰ τοῦτο τὴν προσεχῆ διαφοράν. ἡ δὲ συνέχεια τῶν διαφορῶν τεμνομένη καὶ ἀποδιαιρουμένη τὸ τί ἦν εἶναι ἐκπληροῖ. οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς εἰδοποιούσας. ἡ γεωμετρικὴ ἀνάλυσις καὶ σύνθεσις τῇ διαλεκτικῇ διαιρέσει καὶ ὁρισμῷ ἔοικεν, καὶ ἀπὸ μὲν τῆς διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν. τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα. τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν. καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος. ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει. πάλιν γὰρ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον διαιρούμεθα. κἄπειτα τὰ προσεχῆ τῶν ἐκ τῆς διαιρέσεως λαμβανομένων εἰδῶν τῷ ἀνθρώπῳ ἐκλεγόμενοι καὶ ἐπισυνθέντες εἰς ἕνα λόγον τὸν ὅρον τοῦ ἀνθρώπου ἀποδίδομεν, ὅς ἐστι ζῷον θνητόν, χερσαῖον, πεζόν. λογικόν.

Since we have scientific knowledge when we see the cause, and there are four causes (the matter, the mover, the form, the end), definition will be fourfold. First, then, one must take the genus, in which are the nearest of the higher terms, and after this the proximate differentia. The continuous series of differentiae, cut and divided off, fills out the essence. It is not necessary to state all the differentiae of each thing, but only those that make the species. Geometrical analysis and synthesis resemble dialectical division and definition; and from division we run back to what is simpler and more fundamental. We divide the genus of the thing sought into the species contained in it; for example, in the case of man, we divide “animal,” which is the genus, into the species that appear in it, mortal and immortal; and so, always cutting the genera that seem compound into simpler species, we arrive at what is sought and no longer admits division. For having divided animal into mortal and immortal, and then the mortal into land-dwelling and water-dwelling, and again the land-dwelling into winged and walking, and so dividing the species proximate to what is sought, which also contains what is sought, we shall come by cutting to the simplest species, which contains nothing else but only what is sought. For again we divide the walking into rational and irrational. And then, selecting the species taken from the division that are proximate to man, and putting them together into one account, we give the definition of man, which is: a mortal, land-dwelling, walking, rational animal.

8.6.19Stählin 2

Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτʼ αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφʼ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.

Hence division holds the place of matter for definition, seeking out the simplicity of the name, while definition holds the place of the craftsman and maker, putting together, constructing, and presenting the knowledge of what is. Definitions are neither of the things themselves nor of the Ideas; rather, of the things of which we have universal concepts, we say that definitions are the accounts that express these concepts; for divisions too are made of these concepts. Of divisions, one divides what is divided into species, as a genus; another into parts, as a whole; another into accidents. The division of a whole into parts is conceived for the most part in terms of magnitude; the division into accidents can never be comprehended entire, since every being must certainly have a substance. Hence both these divisions are not approved, and only the cutting of the genus into species is approved, by which both sameness in genus and difference in specific differentiae are marked. The species is always seen in some part, but not conversely: if something is a part of something, it will not therefore also be a species. For the hand is a part of the man, but it is not a species. And the genus is present in the species, for “animal” is in both man and ox; but the whole is not present in the parts, for the man is not in his feet. Therefore the species is more proper than the part. And whatever is predicated of the genus will all be predicated of the species too.

8.6.20Stählin 2

Ἄριστον μὲν οὖν εἰς δύο διαιρεῖν εἴδη τὸ γένος, εἰ δὲ μή, εἰς τρία. τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων διαιρούμενα χαρακτηρίζεται. ἕκαστον γὰρ τῶν εἰδῶν ἤτοι οὐσία ἐστὶν (ὥσπερ ὅταν λέγωμεν· τῶν ὄντων τὰ μὲν σώματά ἐστι. τὰ δὲ ἀσώματα) ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ πότε ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει, ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ ὁρίσασθαι ὁτιοῦν. τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη. ἐκ δὲ τῆς τοῦ ὅρου ἀγνοίας καὶ τὰς πολλὰς ἀμφισβητήσεις γίνεσθαι καὶ τὰς ἀπάτας συμβαίνει. εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν. ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.

It is best, then, to divide the genus into two species, or if not, into three. The species, when divided more generally, are characterized by the same and the other; and then, when divided through the things signified generically, they are characterized by these. For each of the species is either substance (as when we say, “of beings, some are bodies, others incorporeal”), or quantity, or quality, or relation, or place, or time, or position, or having, or acting, or being acted upon. Whoever has scientific knowledge of anything whatever will also give its definition; so that one who cannot comprehend in an account and define anything whatever could never have scientific knowledge of it. And it is from ignorance of definition that the many disputes and deceptions arise. For if the one who knows the thing has knowledge of it in his mind, and can also make clear in an account what he thinks, and the expression of the thought is a definition, then it is necessary that the one who knows the thing can also give its definition.

8.6.21Stählin 2

Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν. σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν. ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.

The differentia too is added to definitions, holding the place of a sign for the definition. At any rate, when “capable of laughter” is added to the definition of man, it makes the whole: a rational, mortal, land-dwelling, walking animal, capable of laughter. For the things added to the definition by way of differentia are signs of the things proper to it, but do not indicate the nature of the things themselves. Indeed, they say that the differentia is the rendering of a property; and insofar as what has the differentia differs from all others, a differentia that belongs to it alone and is convertible with the thing in definitions, one must necessarily take the first genus as primary and subsisting. In the longer definitions, then, the multitude of species found through the ten categories is taken; in the shortest, the leading ones among the proximate species, taken together, signify the substance and nature of the thing; and the shortest consists of three, the genus and two of the most necessary species. This is done for brevity. We say, then: “Man is the rational animal capable of laughter.” And one must also take in what belongs peculiarly to the thing defined, either its own excellence or its own work, and some other such things. Definition, then, though it explains the substance of a thing, cannot comprehend the nature of the thing exactly, but it makes the substance plain through the most proper species; and definition holds the substance, as it were, in the manner of a quality.

Miscellanies 8, chapter 7

8.7.22Stählin 2

Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης. ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς. μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις μήτε τισὶ μὲν πιστεύειν, τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν. τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως καὶ φυγῆς, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοσθένειαν μετοκλαζούσης τεκμήρια. πλήρεις δʼ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.

The causes that produce suspension of judgment are, at the highest level, two: one is the changeable and unstable character of human judgment, which by nature produces disagreement, whether of people with one another or of each with himself; the second is the disagreement in things, which reasonably is productive of suspension. For since we were able neither to trust all impressions, because of their conflict, nor to distrust them all, because the one that says all are untrustworthy, being one of them all, is included together with them all, nor to trust some and distrust others, because of their equality, we have been brought to suspension. Of these very chief causes of suspension, the instability of the mind produces disagreement, and disagreement is the proximate cause of suspension. Hence life is full of lawcourts and councils and assemblies, and in general of choosing and avoiding the things called good and bad, which are marks of a mind in perplexity and wavering before the equal force of opposing things. And the book-chests are full of the treatises and works of those who disagree in their doctrines and have persuaded themselves that they know the truth in things.

Miscellanies 8, chapter 8

8.8.23Stählin 2

Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατʼ ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων. δεύτερον δὲ τὰ νοήματα ὁμοιώματα καὶ ἐκτυπώματα τῶν ὑποκειμένων ὄντα (ὅθεν ἅπασι καὶ τὰ νοήματα τὰ αὐτά ἐστι διὰ τὸ τὴν αὐτὴν ἀπὸ τῶν ὑποκειμένων ἅπασιν ἐγγίνεσθαι τύπωσιν. οὐκέτι δὲ καὶ τὰ ὀνόματα διὰ τὰς διαλέκτους τὰς διαφόρους)· τρίτον δὲ τὰ ὑποκείμενα πράγματα, ἀφʼ ὧν ἡμῖν τὰ νοήματα ἐντυποῦνται. τὰ μὲν οὖν ὀνόματα τῇ γραμματικῇ εἰς τὰ καθολικὰ στοιχεῖα κδʼ ἀνάγεται· ὡρισμένα γὰρ χρὴ εἶναι τὰ στοιχεῖα· τῶν γὰρ καθʼ ἕκαστα ἀπείρων ὄντων μὴ εἶναι ἐπιστήμην, ἴδιον δὲ ἐπιστήμης καθολικοῖς ἐπερείδεσθαι θεωρήμασι καὶ ὡρισμένοις. ὅθεν τὰ καθʼ ἕκαστα εἰς τὰ καθόλου ἀνάγεται. ἡ δὲ τῶν φιλοσόφων πραγματεία περὶ τε τὰ νοήματα καὶ τὰ ὑποκείμενα καταγίνεται. ἐπεὶ δὲ τούτων τὰ καθʼ ἕκαστα ἄπειρα, στοιχεῖά τινα καὶ τούτων εὑρέθη. ὑφʼ ἃ πᾶν τὸ ζητούμενον ὑπάγεται. καὶ εἰ μὲν φαίνοιτο ὑφʼ ἕν τι ὑποδεδυκὸς τῶν στοιχείων ἢ καὶ πλείω, ἀποφανούμεθα αὐτὸ εἶναι, εἰ δὲ πάντα διαφύγοι, μηδαμῇ εἶναι. τῶν λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος τρέχει«, τὰ δὲ ἄνευ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος« καὶ ὡς τὸ »τρέχει« καὶ ὅσα λόγον οὐκ ἀποτελεῖ οὐδὲ τἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. τῶν δὲ μὴ μετὰ συμπλοκῆς λεγομένων τὰ μὲν οὐσίαν σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποῦ, τὰ δὲ ποτέ, τὰ δὲ κεῖσθαι, τὰ δὲ ἔχειν, τὰ δὲ ποιεῖν, τὰ δὲ πάσχειν, ἃ δὴ καὶ στοιχεῖα τῶν ὄντων φαμὲν τῶν ἐν ὕλῃ καὶ μετὰ τὰς ἀρχάς. ἔστι γὰρ λόγῳ θεωρητὰ ταῦτα, τὰ δὲ ἄυλα νῷ μόνῳ ληπτά ἐστι κατὰ τὴν πρώτην ἐπιβολήν.

There are three things involved in speech: names, which are symbols of thoughts primarily, and consequentially also of the underlying things; second, the thoughts, which are likenesses and impressions of the underlying things (hence the thoughts are the same for all, because the same impression from the underlying things arises in all; but not so the names, because of the different languages); and third, the underlying things, from which the thoughts are impressed on us. Names, then, are reduced by grammar to the twenty-four universal elements, the letters; for the elements must be definite, since there is no scientific knowledge of particulars, which are infinite, and it is proper to scientific knowledge to rest on universal and definite principles. Hence particulars are reduced to universals. The work of the philosophers is concerned with thoughts and underlying things; and since the particulars of these are infinite, certain elements of these too have been found, under which everything sought is brought. If it appears to fall under one of the elements, or several, we shall declare that it exists; if it escapes them all, that it does not exist at all. Of things said, some are said with combination, as “man runs,” others without combination, as “man” and “runs,” and whatever does not complete a statement nor has truth or falsehood. Of things said without combination, some signify substance, some quality, some quantity, some relation, some place, some time, some position, some having, some acting, some being acted upon; these we call the elements of the beings that are in matter and come after the first principles. For these can be observed by reason, but immaterial things are grasped by mind alone, by its first direct apprehension.

8.8.24Stählin 2

Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθʼ αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι. καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, [τουτέστιν] οὐσία ἔμψυχος· ἑτερώνυμα δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις· ὁδὸς γὰρ ἡ αὐτή, ἤτοι εἰς τὸ ἄνω ἢ εἰς τὸ κάτω· τὸ δʼ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα. πολυώνυμα δὲ τὰ τὸν μὲν λόγον τὸν αὐτὸν ἔχοντα, ὄνομα δὲ διάφορον ὡς ἄορ, ξίφος, φάσγανον. παρώνυμα δʼ ἐστὶ τὰ παρά τι ἕτερον ὠνομασμένα, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. τὰ δὲ ὁμώνυμα τῷ αὐτῷ ὀνόματι χρώμενα, λόγον δὲ οὐ τὸν αὐτὸν ἔχοντα, οἷον ἄνθρωπος τό τε ζῷον καὶ γεγραμμένος. τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθʼ ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς »πόδες Ἴδης« καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατʼ ἐνέργειαν, ὡς ποὺς πλοίου, διʼ οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ ἡμέτερος, διʼ οὗ κινούμεθα. λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό, ὡς [ἀπὸ] τοῦ ἰατροῦ τὸ βιβλίον καὶ τὸ σμιλίον ἰατρικὰ ἀπό τε τοῦ χρωμένου ἰατροῦ καὶ πρὸς τὸν αὐτὸν λόγον τὸν ἰατρικόν.

Of the things ranged under the ten categories, some are said by themselves, as the nine categories, others in relation to something. And again, of the things under these ten categories, some are synonyms, as ox and man, insofar as each is an animal; for synonyms are those whose name is common to both, “animal,” and whose account is the same, that is, the definition, “ensouled substance.” Heteronyms are those that concern the same underlying thing under different names, for example ascent and descent: for the road is the same, whether upward or downward. The other kind of heteronyms is like horse and black, which have both a name and an account different from each other and do not share an underlying thing; these should be called different, not heteronyms. Polyonyms are those that have the same account but a different name, as ἄορ, ξίφος, φάσγανον (all words for “sword”). Paronyms are those named from something else, as the brave man from bravery. Homonyms use the same name but do not have the same account, as “man” for both the living creature and a painted one. Of homonyms, some are homonymous by chance, as Ajax the Locrian and Ajax of Salamis; others by design, and of these some by likeness, as “man” for both the living creature and the painted one; others by analogy, as “the feet of Ida” and our feet, because they are lower down; others by function, as the “foot” of a ship, by which the ship sails, and our foot, by which we move. Things are also called homonyms from the same thing and toward the same thing, as the physician's book and scalpel are called “medical,” both from the physician who uses them and with reference to the same medical account.

Miscellanies 8, chapter 9

8.9.25Stählin 2

Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι, καθάπερ τὸ κάλλος τοῖς ἀκολάστοις τοῦ ἔρωτος· ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ μόνον, οὐ μὴν κατηναγκασμένως. συνεκτικὰ δὲ ἅπερ συνωνύμως καὶ αὐτοτελῆ καλεῖται, ἐπειδήπερ αὐτάρκως διʼ αὑτῶν ποιητικά ἐστι τοῦ ἀποτελέσματος. ἑξῆς δὲ πάντα τὰ αἴτια ἐπὶ τοῦ μανθάνοντος δεικτέον. ὁ μὲν πατὴρ αἴτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν. ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει καὶ τὸ ἤδη ἐνεργοῦν καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.

Of causes, some are initiating, some sustaining, some cooperating, and some are those without which a thing does not happen. Initiating causes are those that first give the occasion for something to come about, as beauty is of love for the licentious; for when seen, it merely produces the amorous disposition in them, but not of necessity. Sustaining causes are those also called, synonymously, self-sufficient, since they are sufficiently productive of the effect by themselves. All the causes should be shown in order in the case of a learner. The father is the initiating cause of learning, the teacher the sustaining cause, the learner's nature the cooperating cause, and time holds the place of the cause without which it does not happen. Cause, in the proper sense, is said of what is productive of something actively; for we say that iron is capable of cutting not only while it cuts but also when it does not cut. So then “productive” signifies both: what is already active, and what is not yet active but possesses the power to act.

8.9.26Stählin 2

Οἳ μὲν οὖν σωμάτων, οἳ δʼ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια· οἳ δὲ τὸ μὲν σῶμα κυρίως αἴτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς καὶ οἷον αἰτιωδῶς· ἄλλοι δʼ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν. Τὸ ›τινῶν ἐστιν αἴτιον‹ λέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον. οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, οἷον τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ· τῷ χαλκῷ γὰρ αἴτιός ἐστι τοῦ γίνεσθαι τὸν ἀνδριάντα. τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν. Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) αἴτια τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσεται, οἷον τοῦ ›τέμνεται‹, οὗ πτῶσις τὸ τέμνεσθαι, τὰ δʼ ἀξιωμάτων, ὡς τοῦ ›ναῦς γίνεται‹, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι· Ἀριστοτέλης δὲ προσηγοριῶν, οἷον τῶν τοιούτων, οἰκίας, νεώς, καύσεως, τομῆς. ἡ πτῶσις δὲ ἀσώματος εἶναι ὁμολογεῖται· διὸ καὶ τὸ σόφισμα ἐκεῖνο οὕτως λύεται· ›ὃ λέγεις, διέρχεταί σου διὰ τοῦ στόματος‹, ὅπερ ἀληθές, ›οἰκίαν δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου διέρχεται‹, ὅπερ ψεῦδος· οὐδὲ γὰρ τὴν οἰκίαν λέγομεν σῶμα οὖσαν, ἀλλὰ τὴν πτῶσιν ἀσώματον οὖσαν, ἧς οἰκία τυγχάνει.

Some say that causes are of bodies, others of incorporeal things; some say that the body is a cause in the proper sense and the incorporeal by extension and in a quasi-causal way; others turn it around, saying that incorporeal things are causes in the proper sense and bodies by extension: for example, that the cut, being an activity, is incorporeal and is the cause of cutting, which is an activity and incorporeal, and likewise of being cut, for both the knife and what is cut, which are bodies. “Of what things it is a cause” is said in three ways: that which is the cause, as the sculptor; that of which it is the cause, as of the statue's coming to be; and that for which it is the cause, as for the matter, for the sculptor is cause for the bronze of the statue's coming to be. Coming to be and being cut, then, the things of which it is a cause, are incorporeal, since they are activities. On this account causes are causes of predicates, or, as some say, of sayables (for Cleanthes and Archedemus call predicates sayables); or rather, and this is better, some will be called causes of predicates, for example of “is cut,” whose case is “being cut,” and others of propositions, as of “a ship comes to be,” whose case again is “a ship's coming to be”; but Aristotle says causes are of appellatives, such as house, ship, burning, cutting. The case is agreed to be incorporeal. Hence that sophism too is solved in this way: “What you say passes through your mouth,” which is true; “but you say ‘house’; therefore a house passes through your mouth,” which is false. For we do not say the house, which is a body, but the case, which is incorporeal, of which the house is the bearer.

8.9.27Stählin 2

Καὶ τὸν οἰκοδόμον οἰκοδομεὶν λέγομεν κατὰ τὴν ἐπὶ τὸ γενησόμενον ἀναφοράν. οὕτως φαμὲν χλαμύδα ὑφαίνεσθαι **· τὸ γὰρ ποιοῦν ἐνεργείας δηλωτικὸν ὑπάρχει. οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ [τῆς χλαμύδος καὶ τῆς οἰκίας]· καθʼ ὃ γὰρ αἴτιος τοῦ γίνεσθαι, κατὰ τοῦτο καὶ ποιητικός ἐστι τοῦ γίνεσθαι. τὸ [δὲ] αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν [καὶ διʼ ὅ]. καὶ εἰ μέν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ διʼ ὅ, εἰ δέ τί ἐστι διʼ ὅ, οὐ πάντως τοῦτο καὶ αἴτιον. πολλὰ γοῦν ἐφʼ ἓν ἀποτέλεσμα συντρέχει, διʼ ἃ γίνεται τὸ τέλος, ἀλλʼ οὐκ ἔστι πάντα αἴτια. οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη, οὐδʼ ἂν ὠργίσθη. εἰ μὴ ἐζήλωσεν, οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη, οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους, οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη. οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη. ἐν τούτοις γὰρ ἅπασιν τοῦ ›διʼ ὃ‹ τυγχάνοντος οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια. [Διὸ] τὸ μὴ κωλῦον ἀνενέργητόν ἐστιν, διὸ οὐκ ἔστιν αἴτιον τὸ μὴ κωλῦον, ἀλλὰ τὸ κωλῦον. ἐν γὰρ τῷ ἐνεργεῖν καὶ δρᾶν τι τὸ αἴτιον νοεῖται.

And we say that the builder builds, with reference to what will come to be. So we say that a cloak is being woven … ; for “making” indicates activity. The maker and the cause are not of different things, but of the same; for insofar as he is the cause of coming to be, in that respect he is also productive of coming to be. The cause and the productive, then, are the same. And if something is a cause and productive, it is certainly also that through which; but if something is that through which, it is not certainly also a cause. Many things, at any rate, concur toward one effect, and through them the end comes about, but not all are causes. For Medea would not have killed her children if she had not been angry, nor been angry if she had not been jealous, nor this if she had not loved, nor this if Jason had not sailed to Colchis, nor this if the Argo had not been built, nor this if the timbers had not been cut from Pelion. In all these, though each is a “that through which,” not all are causes of the killing of the children, but only Medea. What does not hinder is inactive; therefore what does not hinder is not a cause, but what hinders is. For the cause is understood in acting and doing something.

8.9.28Stählin 2

ἔτι τὸ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου (διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ δυνάμενον κωλύειν οὐ πάρεστιν), τὸ δὲ αἴτιον πρὸς τὸ γινόμενον· οὐκ ἂν οὖν εἴη αἴτιον τὸ μὴ κωλῦον. Τετραχῶς τὸ αἴτιον λέγεται τὸ ποιοῦν ὡς ὁ ἀνδριαντοποιός. καὶ ἡ ὕλη ὡς ὁ χαλκός, καὶ τὸ εἶδος ὡς ὁ χαρακτήρ, καὶ τὸ τέλος ὡς ἡ τιμὴ τοῦ γυμνασιάρχου. τῶν ὧν οὐκ ἄνευ λόγον ὁ χαλκὸς ἐπέχει πρὸς τὸ γενέσθαι τὸν ἀνδριάντα καὶ ὁμοίως ἐστὶν αἴτιον. πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς. οὐ γάρ ἐστι συνεκτικὸν τὸ οὗ μὴ ἄνευ. συνεργὸν δέ. πᾶν τὸ ἐνεργοῦν παρέχει τὸ ἀποτέλεσμα μετʼ ἐπιτηδειότητος τοῦ πάσχοντος· διατίθησι μὲν γὰρ τὸ αἴτιον, πάσχει δὲ ἕκαστον εἰς ὃ πέφυκέν τι. παρεκτικῆς τῆς ἐπιτηδειότητος οὔσης καὶ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπεχούσης. ἄπρακτον οὖν τὸ αἴτιον ἄνευ τῆς ἐπιτηδειότητος, οὐκ ἔστιν δὲ αἰτία, ἀλλὰ συνεργός, ἐπεὶ πᾶν αἴτιον ἐν τῷ δρᾶν νοεῖται. αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ. ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς. καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα. μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν. Τὸ συνεκτικὸν αἴτιον οὐ δεῖται χρόνου· τὸ γὰρ καυτήριον ἅμα τῷ κατὰ τῆς σαρκὸς ἐπερεισθῆναι τὴν ἀλγηδόνα παρέχει. τῶν προκαταρκτικῶν τὰ μὲν χρόνου δεῖται, ἄχρις ἂν γένηται τὸ ἀποτέλεσμα, τὰ δὲ οὐ δεῖται, ὡς ἡ πτῶσις τοῦ κατάγματος. μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν, ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.

Further, what does not hinder is separate from what comes about (it is accomplished precisely because what could hinder is not present), whereas the cause is related to what comes about; so what does not hinder would not be a cause. Cause is spoken of in four ways: the maker, as the sculptor; the matter, as the bronze; the form, as the shape; and the end, as the honor of the gymnasiarch. The bronze holds the place of a cause without which the statue does not come to be, and is likewise a cause. For everything without which the effect cannot come about is a cause of necessity, but not a cause simply; for the cause without which a thing does not happen is not sustaining, but cooperating. Everything active produces the effect together with the suitability of what is acted upon; for the cause disposes, and each thing is affected in the way it is naturally fitted to be. The suitability is productive, and holds the place of the cause without which a thing does not happen. The cause, then, is ineffective without suitability; yet suitability is not a cause, but cooperating, since every cause is understood in acting. And the earth would not make itself, so that it would not be its own cause either. It is ridiculous to say that not the fire is the cause of burning but the wood, nor the knife of cutting but the flesh, nor the opponent's strength of the athlete's being thrown but his own weakness. The sustaining cause does not need time; for the cautery produces pain at the moment it is pressed on the flesh. Of initiating causes, some need time until the effect comes about, others do not, as a fall for a fracture. Perhaps, then, these are called timeless not by privation of time but by its reduction, as with “suddenly,” which too does not come about without time.

8.9.29Stählin 2

Πᾶν αἴτιον ὡς αἴτιον διπλῇ διανοίᾳ ληπτὸν τυγχάνει. ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ. [καθάπερ] τῷ ἐπιτηδείως ἔχοντι, καθάπερ τὸ πῦρ τῷ ξύλῳ· τὸν ἀδάμαντα γὰρ οὐ καύσει. τὸ αἴτιον τῶν πρός τι· κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν. Ὁ αὐτὸς καὶ περὶ τοῦ δημιουργοῦ καὶ ποιητοῦ λόγος καὶ πατρός. οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον· τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται. οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτὸ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι. οὐδὲ υἱὸς εἶναι καὶ πατήρ. καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπʼ αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς. οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ. καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας ἐστὶν ἔργον. διαφέρει τε τὸ εἶναι τοῦ γίνεσθαι· οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ. οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι. οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.

Every cause, as a cause, is to be grasped by a twofold thought, since it is understood as “of something” and “in relation to something”: of something, namely the effect, as the knife is of cutting; in relation to something, namely what is suitably disposed, as fire is in relation to wood, for it will not burn adamant. The cause is among relatives, for it is understood by its relation to something else, so that we direct our minds to two things in order to understand the cause as a cause. The same account holds of the maker, the creator, and the father. Nothing is its own cause, nor is anyone his own father, since the first would become second. The cause acts and disposes; what comes about by the cause is acted upon and disposed. The same thing, taken in relation to itself, cannot at once act and be disposed, nor be son and father. And besides, the cause precedes in time, in respect of its being, what comes about by it, as the knife precedes the cutting. The same thing cannot in the same respect both precede in time in respect of matter, insofar as it is a cause, and at the same time come after and be later in time, insofar as it is the work of the cause. Being also differs from becoming; so too the cause is cause of what comes to be, and the father is father of a son. For it is not possible for the same thing, in the same respect, both to be and to become at once. Nothing, then, is its own cause.

8.9.30Stählin 2

Ἀλλήλων οὐκ ἔστι τὰ αἴτια, ἀλλήλοις δὲ αἴτια. ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος. ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν, καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι, καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν, ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἣ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαχαίρᾳ τοῦ τέμνειν. Τὸ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ« καὶ »ψυχὴν ἀντὶ ψυχῆς«. Ὁ μὲν γὰρ πλήξας τινὰ θανασίμως αἴτιός ἐστιν αὐτῷ τοῦ θανάτου ἢ τοῦ γίνεσθαι τὸν θάνατον, ἀντιπληγεὶς δὲ ὑπʼ αὐτοῦ θανασίμως ἔσχεν αὐτὸν ἀνταίτιον, οὐ καθὸ ἐγένετο αὐτῷ αἴτιος, καθʼ ἕτερον δέ. αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλʼ αὐτὸς ὁ τρωθείς, ὥστʼ ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος. ἄλλον δὲ ἔσχεν αἴτιον. καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ ἀντιτιμωρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας. ὥστε οὐκ ἀλλήλων τὰ αἴτια ὡς αἴτια, ἀλλήλοις δέ ἐστιν αἴτια.

Causes are not causes of one another, but causes to one another. For a pre-existing condition of the spleen is not the cause of fever, but of the fever's coming about; and a pre-existing fever is not the cause of the spleen, but of the condition's increasing. So also the virtues are causes to one another of not being separated, because they imply one another; and the stones in an arch are causes to one another of the predicate “remaining in place,” but are not causes of one another; and the teacher and the learner are causes to one another of the predicate “making progress.” Things are said to be causes to one another sometimes of the same thing, as the merchant and the retailer are causes to one another of making a profit, and sometimes of different things, as the knife and the flesh: the one is cause to the flesh of being cut, the flesh to the knife of cutting. “Eye for eye” and “life for life.” For one who has struck another a mortal blow is the cause to him of death, or of death's coming about; and being struck back mortally by him, he has him as a cause in return, not in the respect in which he became a cause to him, but in another. For he became a cause of death to him; but it was not the death that in turn inflicted the mortal blow on him, but the wounded man himself; so that he became the cause of one thing and had another as his cause. And the one who has done wrong becomes the cause to another of being wronged; but the law that commands retaliation is not the cause of a wrong, but of vengeance for the one, and of correction for the other. So causes are not causes of one another as causes, but they are causes to one another.

8.9.31Stählin 2

Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται αἴτια πολλά. οἱ γὰρ ἄνθρωποι οἱ συνελθόντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν· ἀλλʼ οὐχ ἕκαστος κατʼ ἰδίαν αἴτιος, ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατʼ ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται. τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι, καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατʼ εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατʼ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατʼ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἴτια [κατʼ εἶδος], οἷον λιβανωτός. ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.

It is further asked whether many things that are causes of one thing by their coming together become many causes. For the men who come together are causes of the ship's being hauled down to the sea; but each is not a cause individually, only with the others, unless the joint cause too is a cause. Others say that if there are many causes, each individually becomes the cause of one thing. Of being happy, at any rate, which is one, the virtues are causes, though they are many; and likewise there are many causes of being warmed and of feeling pain. Perhaps, then, the many virtues are one in power, and so too the things that warm and the things that pain. And the multitude of the virtues, being one in genus, becomes the cause of one thing, being happy. In reality, initiating causes of one thing become several both in genus and in species: in genus, of being ill in any way at all, such as chill, heat-stroke, fatigue, indigestion, drunkenness; in species, of fever. But sustaining causes are several in genus only, no longer in species. For of being fragrant, which is one in genus, there are many causes, such as frankincense, rose, saffron, storax, myrrh, perfume; for the rose would not be fragrant in the same way as myrrh.

8.9.32Stählin 2

Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν. ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος. παρὰ μὲν τὴν ποιὰν δύναμιν· ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον. παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων· τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας, καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει, καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν. Τῶν οὖν αἰτίων τὰ μέν ἐστι πρόδηλα, τὰ [δὲ] ἐπιλογισμῷ λαμβανόμενα, τὰ δὲ ἄδηλα, τὰ [δὲ] ἀναλογισμῷ. καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, τὰ κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα καιρὸν πρόδηλα γενέσθαι δυνάμενα. καὶ τῶν μὲν φύσει τὰ μέν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται. Καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. καὶ τὰ μὲν τοῦ κατὰ φύσιν, τὰ δὲ τοῦ παρὰ φύσιν, τὰ δὲ νόσου, καὶ κατὰ τὸ ὑποβεβηκὸς τὰ μὲν παθῶν, τὰ δὲ τοῦ μεγέθους αὐτῶν, τὰ δὲ χρόνων καὶ καιρῶν.

The same thing becomes the cause of contrary effects, sometimes because of the magnitude and power of the cause, sometimes because of the suitability of what is acted upon. Because of a certain power: the same string, according to its tightening or loosening, gives a high or a low note. Because of the suitability of those acted upon: honey tastes sweet to the healthy but bitter to those with fever; one and the same wine leads some to anger, others to good cheer; and the same sun melts wax but dries clay. Of causes, then, some are evident, grasped by observation; others are non-evident, grasped by analogical reasoning. And of the non-evident, some are non-evident for a time, hidden at one time but seen plainly again at another; others are non-evident by nature, which can at no time become evident. And of those non-evident by nature, some are apprehensible, which some used to call not non-evident, being grasped analogically through signs, like the proportion of the pores that are observable by reason; others are inapprehensible, which can in no way fall under apprehension, and these are called non-evident absolutely. And some causes are initiating, some sustaining, some joint causes, some cooperating. And some are causes of what is according to nature, some of what is contrary to nature, some of disease; and at a lower level, some of affections, some of their magnitude, some of times and seasons.

8.9.33Stählin 2

Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐτάρκως διʼ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αὐτοτελὲς αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν. εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ διʼ αὐτοῦ γινομένου. ἔστιν οὖν συνεργὸν οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα, προδήλῳ μὲν οὖν παρόντος προδήλου, ἀδήλῳ δὲ ἀδήλου. καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπʼ αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν. κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδʼ αὐτῷ δυναμένῳ κατʼ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα. αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον μεθʼ ἑτέρου κατʼ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν [ἐν τῷ] κατʼ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατʼ ἰδίαν ποιοῦντι συνεργεῖν αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι πρὸς τὸ συνεργὸν τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.

When initiating causes are removed, the effect remains; but a sustaining cause is one whose presence keeps the effect in being and whose removal removes it. They call the sustaining cause, synonymously, self-sufficient, since it is sufficiently productive of the effect by itself. If the self-sufficient cause indicates a self-sufficient activity, the cooperating cause signifies service and ministry together with another. If, then, it provides nothing, it will not even be called cooperating; but if it provides something, it certainly becomes the cause of what it provides, that is, of what comes about through it. The cooperating cause, then, is that in whose presence the effect came about: an evident one with an evident effect, a non-evident one with a non-evident effect. The joint cause too belongs to the genus of causes, as a fellow soldier is a soldier and a fellow ephebe an ephebe. The cooperating cause helps the sustaining cause toward intensifying what comes about by it; but the joint cause does not fall under the same concept, for something can be a joint cause even if it is not a sustaining cause. For the joint cause is understood together with another that also cannot produce the effect by itself, being a cause together with a cause. The cooperating cause differs from the joint cause in this: the joint cause produces the effect together with another that does not produce it by itself, while the cooperating cause does not produce it by itself, but, joining another that does produce it by itself, cooperates with it so that the effect comes about more intensely. Most of all, the fact that what was cooperating came about from an initiating cause shows that the cooperating cause can extend the power of the cause.