Homilies on John 39.4

Greek text: PG 59.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889).

Show

Chapter 39

39.4PG 59:232

᾿Αλλ᾽ ὅμως τοσαῦτα καὶ εἰπὼν καὶ ποιήσας, ἐπειδὴ τέως ἀσθενέστεροι ἧσαν 8, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δι᾿ ὧν ἐπάγει ῥημάτων αὐτῶν καταστέλλει τὴν φιλονεικίαν », λέγων" Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐσεὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἐπειδὴ γὰρ ξένα τινὰ καὶ παρηλλαγμένα παρὰ τοὺς προφήτας ἐδόκει λέγειν (ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ Θεός ἐστιν ὁ κρίνων τὴν γῆν ἅπασαν, τουτέστι, τὸ ἀνθρώπινον γένος " καὶ τοῦτο ὁ Δαυῖδ πανταχοῦ ἀνακηρύττων ἔλεγε, Κριγεῖ λαοὺς ἐν εὐθύτητι" καὶ, Ὃ Θοὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος" καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωῦσῆς ' ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδέγα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ" ἱκανὸν δὲ τοῦτο ἦν θορυδῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρασκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγχαταθαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπήτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν " Ἐγὼ οὐ δύγάμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν" τουτέατιν, οὐδὲν ξένον, οὐδὲ παρνλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ᾽ ἐμοῦ γινόμενον ὄψεσθε, ἣ λεγόμενον ἀκούσεσθε. Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπὠπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. “Ὥσπερ οὖν ε ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν" καὶ ὁ Ἰωάννης, “Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμδάνει" περὶ ἀκριθδοῦς δὲ ἀμφότερα εἴρηται γνώσεως, οὐκ ἀπλῶς περὶ ἀκοῆς καὶ ὄψεως" οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαΐίνῖι, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. ᾿Αλλ' οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἃ ἀκούοντες)" ἀλλὰ πῶς; Συγχαθατιχῶς καὶ ἀνθρωπίνως σφόδρα " Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσχομαι, ἀλλὰ, Καϑὼς ἀκούω), ἀλλ' οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φῆσιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἧν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἔστιν" Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρίνων. Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα : Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν" καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας " Δὸς αἰτοῖς, καὶ αὑτοὶ ἐν ἡμῖν ἕν ὦσι" τουτέστιν, ἐν τῇ περ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν " ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐτοῦ" ἀλλ᾽ ὥσπερ μιᾶς διανοίας ἕν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός ο. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύτὴν εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων " Τίς γὰρ οἷδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ αγεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰμὴ τὸ Πνευματοῦ Θεοῦ. Οὐδὲν οὖν ἄλλο ἣ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἔτερον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς ἴ, ἀλλ᾽ εἴ τι ἐκεῖνος βούλεται. τοῦτο καὶ ἐγώ" καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖνος. Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγχαλέσειε κρίνοντι, οὕτως οὐδὲ ἐμοί " ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. ΓΑνθρωπὸν γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. Διὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐχείνην εἰρημένων ὑπόνοιαν" ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει γάρ" Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀποδέον. καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ᾽ οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμθαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ανθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελήματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα " σὺ δὲ τίνος ἕνεκεν τοῦτο φὴς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί; Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἡἠκχριδωμένου καὶ ἔσταυρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦλος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, πῶς ὁ πάντων Δεσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός μὲ, ὡς ἑτέρου ὄντος ἐχείνου; Τι οὖν ἔστιν ὅ φησιν; Ὡς ἐπ᾽ ἀνθρώπου προσ» άγειε τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροιυμένων φθέγγεται. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἔμπροσθεν ἀπέδειξε τὰ λεγόμενα, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διαλεχθεὶς, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ λέγει, ὅτι Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί. Καὶ πόθεν δῆλον; Ὅτι οὗ ζητῶ τὸ θέ- Ἴημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμγαντός με. “Ὥσπερ γὰρ ἐπ᾽ ἀνθρώπων ὁ φιλαυτίας ἀπηλλαγμένος, οὐκ ἂν ἔχοι δικαίως ἐγχαλεῖσθα: ὡς παρὰ τὸ δέον διχάσας " οὕτως οὐδὲ ἐμοὶ νῦν δυνήσεσθε ἐπιτιμᾷν. Ὁ μὲν γὰρ θέλων τὰ ἑαυτοῦ στῆσαι, ἴσως ὑποπτευθείη ἂν παρὰ πολλῶν ταύτῃ παραφθείρειν τὸ δίκαιον ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίσασθαι; Τοῦτον τοίνυν τὸν λογισμὸν καὶ ἐπ᾽ ἐμοῦ ἃ ἐξετάζετε. Εἰ μὲν γὰρ “ἔλεγον μὴ ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, μηδὲ εἰς ἐκεῖνον τὴν δόξαν τῶν γινομένων ἀνέφερον, ἴσως ἄν τις ὑμῶν ὑπενόησεν, ὅτι βουλόμενος ἐμαυτὸν ποιῆσαι λαμπρὸν, οὐ λέγω τὰ ὄντα᾽ εἰ δὲ ἑτέρῳ λογίζομαι καὶ ἀνατίθημι τὰ γινόμενα, τίνος ἕνεκεν, ἢ τόθεν ἂν ἔχοιτε ὑποπτεύειν τὰ λεγόμενα; Ὁρᾷς οἷ τὸν ' λόγον χατεθίδασε, καὶ πόθεν τὴν κρίσιν τὴν ἑαυτοῦ δικαίαν εἶναι ἔφησεν, ὅθεν ἂν καὶ τῶν πολλῶν εἷς ἀπολογούμενος εἶπεν; ὁρᾷς, ὃ πολλάκις εἶπον, πῶς διαλάμπει σαφῶς; Τί δέ ἐστιν ὃ εἶπον; Ὅτι ἡ ὑπερθολὴ τῆς ταπεινότητος τῶν λέξεων, αὕτη μάλιστα πείθει τοὺς νοῦν ἔχοντας, μὴ ἐκ προχείρου δεχομένους τὰ λεγόμενα καταπίπτειν, ἀλλὰ παρασχευάξειν μᾶλλον ἐπὶ τὸ ὕψος τῶν νοημάτων ἐλθεῖν’ αὕτη καὶ τοὺς χαμαὶ συρομένους τότε μετὰ πολλῆς κατὰ μικρὸν ἀνίστησι τῆς εὐκολίας. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, παρακαλῶ, μὴ παρατρέχωμεν ἁπλῶς τὰ εἰρημένα, ἀλλὰ μετὰ ἀχριθΞξας ἐξετάζωμεν ἅπαντα, καὶ τὴν αἰτίαν τῶν λεγομένων πανταχοῦ σκοπῶμεν κ " μηδὲ νομίζωμεν ἀρχεῖν ἡμῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν καὶ τὴν ἁπλότητα, Οὐ γὰρ ἀκεραίους ἐκέλευσε μόνον εἶναι, ἀλλὰ καὶ φρονίμους. ᾿Ασχῶμεν τοίνυν μετὰ τῆς ἁπλότητος καὶ πἣν φρόνησιν, καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπὶ τῶν τοῦ βίου κατορθωμάτων " καὶ διχάξζωμεν ἑαυτοῖς ἐνταῦθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν τότε, καὶ τοιοῦτοι γινώμεθα περὶ τοὺς δούλους, οἷον βουλόμεθα περὶ ἡμᾶς γενέσθαι τὸν Δεσπότην ἡμῶν. “Αφες γὰρ ἡμῖν τὰ ὁὀρειϊήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὁφρδιλέταις ἡμῶν. Καὶ οἷδα μὲν, ὅτι οὐ φέρει πράως πληττομένη ἡ ψυχή " ἀλλ' ἐὰν ἐννοήσωμεν ὅτι οὐκὶ τῷ λελυπηχότι, ἀλλ᾽ ἑαυτοῖς χαριζόμεθα, ταχέως ἀφἦσημεν τὸν ἰὸν τῆς ὀργῆς. Καὶ γὰρ ὁ τὰ ἑκατὸν δηνάρια μὴ συγχωρήσας τῷ πεπλημμεληχότι, οὐ τὸν ὁμόδουλον ᾿δίχησεν, ἀλλ᾽ ἑαυτὸν τοῖς μυρίοις τα» λάντοις ὑπεύθυνον ἐποίησεν, ὧν πρότερον τὴν ἄφεσιν ἕλαδεν. “Ὅταν οὖν ἑτέροις μὴ ἀφῶμεν, ἑαντοῖς οὐκ ἀφίεμεν. Μὴ τοίνυν τῷ Θεῷ λέγωμεν μόνον, Μὴ μνησθῇς τῶν ἀμαρτημάτων ἡμῶν " ἀλλὰ καὶ πρὸς ἑαυτοὺς ἕκαστοι λέγοντες, μὴ μνησθῶμεν τῶν ἁμαρτημάτῶν τῶν συνδούλων τῶν εἰς ἡμᾶς γεγενημένων. Καὶ γὰρ σὺ πρότερον δικάζξεις τοῖς σοῖς, καὶ τότε ἕπεται ὁ Θεός " σὺ τὸν νόμον γράφεις τὸν περὶ ἀφέσεως καὶ τιμωρίας, καὶ τὴν περὶ τῶν τοιούτων ἐχφέρεις ψῆφον. Οὐκοῦν καὶ τοῦ μνησθᾶναι καὶ τοῦ μὴ μνησθῆναι τὸν Θεὸν σὺ κύριος εἶ, Διὰ τοῦτο καὶ ὁ Παῦλος ἀφεῖναι χελεύξι, ἐάν τις πρός τινα ἔχῃ μομφήν᾽ καὶ οὐκ ἀπλῶς ἀφεῖναι, ἀλλ᾽ ὥστε μηδὲ λείψανα μένειν. Ἐπεὶ καὶ ὁ Χριστὸς οὐ μόνον οὐκ ἤνεγκεν εἰς μέσον ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ᾽ οὐδὲ ἡμᾶς αὐτοὺς πεπλημμεληχότας ἀνέμνησεν, οὐδὲ εἶπε, Τὰ καὶ τὰ ἥμαρτες " ἀλλὰ καὶ ἀφῆκε καὶ ἐξήλειψε τὸ χειρόγραφον, μηδὲ λογισάμενος τὰ παραπτώματα, καθὼς καὶ τοῦτο Παῦλος ἐδήλωσε. Τοῦτο δὴ ποιῶμεν καὶ ἡμεῖς, καὶ ἀπὸ «ἧς διανοίας ἐξαλείφωμεν ἅπαντα. Κἂν μὲν ἀγαθόν τι γεγενημένον ἧ παρὰ τοῦ λελυπηχότος, τοῦτο λογισώμεθα μόνον" ἂν δὲ λυπηρὸν καὶ ἐπαχθὲς, ἐχδάλωμεν οὕτω καὶ ἐξαλείψωμεν, ὥσες μηδὲ ἴχνος ἐναπομένειν. Εἰ δὲ μηδὲν ἀγαθὸν ἡμῖν γέγονε παρὰ τούτου, πάλιν ὁ μισθὸς μείζων συγχωροῦσιν ἡμῖν, καὶ πλείων ἡ εὐδοχίμησις. Αλλοι δι᾽ ἀγρυπνίας καὶ χαμευνίας καὶ μυρίας ταλαιπωρίας ἐξαλείφουσι τὰ ἁμαρτήματα" σοὶ! διὰ τῆς εὐχολωτέρας ὁδοῦ, τοῦ ἡ μνησικακεῖν λέγω, πάντα ἔξεστιν ἀφανίσαι τὰ πλημμεληθέντα. Τί τοίνυν κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, ὡς οἱ μαινόμενοι καὶ παραπαίοντες, καὶ τῆς μελλούσης σεαυτὸν ἐκβάλλει; ζωῆς, δέον πάντα πράττειν, ὥστε αὐτῆς ἐπιτυχεῖν; Εἰ γὰρ ἡ παροῦσα οὕτω ποθεινὴ, τί ἂν εἴποι τις περὶ ἐκείνης, ἔνθα ἀπέδρα ὁδύνη καὶ λύπη καὶ στεναγμό;; Ἐκεῖ δεῖσαι θάνατον οὐκ ἔστιν, οὐδὲ πέρας ἐχείνων ὑποπτεύσαι τῶν ἀγαθῶν. Μακάριοι καὶ τρισμαχάριοι καὶ πολλάκις τοῦτο, οἱ τῆς μακαρίας ἐκείνης ἀπολαύοντες λήξεως "ὥσπερ οὖν ἄθλιοι καὶ τρισ άθλιοι καὶ μυριάκις τοῦτο,οἱ τῆς μακαριότητος ἐκείνης ἑαυτοὺς ἐχδάλλοντες. Καὶ τὶ ποτέ ἐστι, φησὶ, τὸ ποιοῦν ἡμᾶς ἀπολαῦσαι τῆς ζωῆς ἐκείνης;“Ἄκουσον αὐτοῦ τοῦ δικάζοντος, νεανίσκῳ τινὶ διαλεγομένον περὶ τούτων. Ἐπειδὴ γὰρ ἠρώτησεν ἐκεῖνος, Τί ποιήσας ζωὴν --σ...-αἰώνιον χληρογομήσω; εἰπὸν ὁ Χριστὸς αὐτῷ τὰς ἄλλας ἐντολὰς, κατέληξεν εἰς τὴν τοῦ πλησίον ἀγάπηῆν. Καὶ τάχα ἐρεῖ τις τῶν ἀκουόντων, κατὰ τὸν πλούσιον ἐκεῖνον, ὅτι Καὶ ἡμεῖς ταῦτα ἐφυλαξάμεθα" σαμεν. ᾿Αλλ᾽ οὐ δήπου καὶ τοῦτο εἰπεῖν δυνήσῃ, ὅτι ἠγάπησας τὸν πλησίον, ὡς ἀγαπῆσαι ἔδει. Ἢ γὰρ ἀδιχουμένῳ, ἢ οὐ μετέδωκε τῶν ὄνιων, οὐδ᾽ ἣγάπησε Ῥ, Νῦν δὲ οὐ τοῦτο μόνον ἐπέταξεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Πώλησόν σου τὰ ὑπάρχοντα, φησὶ, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκχοιμλούθει μοι" τὴν διὰ τῶν ἔργων μίμησιν λέγων ἀκολούθησιν. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι τὸν μὴ πάντα ἔχοντα ταῦτα οὐκ ἕνι τῶν πρωτείων ἐπιτυχεῖν τῶν ἐν τῇ λήξει ἐκείνῃ. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτὸν, ὅτι Πάντα ἐποίησα, ὡς καταλέγει" Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Πρῶτον μὲν οὖν τοῦτο ἔστι μαθεῖν " δεύτερον δὲ, ὅτι καὶ αὐτὸν ἐκεῖνον διήλεγξεν εἰκῆ χομπάζοντα. Ὁ γὰρ ἐν περιουσίᾳ τοσαύτῃ ζῶν, καὶ τοὺς ἄλλους περιορῶν ἕν πενίᾳ, πῶς ἂν τὸν πλησίον ἠγάπησεν; Οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθῶς εἶπεν. ᾿Αλλ᾽ ἡμεῖς κἀκεῖνο καὶ ταῦτα ποιῶμεν, καὶ σπουδάζωμεν τὰ ὄντα κενῶσαι, καὶ τὸν οὐρανὸν πρίασθαι. Εἰ γὰρ ὑπὲρ ἀξιώματός τις βιωτιχοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωχεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν. οὐδὲ πολὺν ὁ παραμένοντος χρόνον (πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην ἐζημιώθησαν καὶ τὴν. ζωὴν αὐτὴν πολλάκις" ἀλλ᾽ ὅμως καὶ ταῦτα εἰδότες, πάντα χενοῦσιν ὑπὲρ αὐτῇ)" εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσιν, ὑπὲρ τῆς μενούσης ἐκείνης, καὶ ἀναφαιρέτου, τί γένοιτ᾽ ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων ἃ χρὶ μικρὸν ὕστερον ὄντες ἐνταῦθα ἃ ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ὄἄχοντες ταῦτα παρὸν ἑχόντας δοῦναι γκαὶ μεθ᾽ ἑαυτῶν λαθεῖν μὴ βουληλῆναι; ᾿Αλλ’ εἰ μὲν ἐπὶ θάνατόν τις ἤγετα, εἶτα προὔκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνομίσαμεν" νῦν δὲ παρὸν τὴν ἐπὶ γέενναν ἀγομένους ὁδὸν, τὰ ἡ μίση δόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ μὴ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι. Τίνα οὖν ἕξομεν ἀπολογίαν; ποίαν συγγνώμήν, οὕτως εὐχόλου τετμημένης ἡμῖν ὁδοῦ πρὸς ζωὴν, κατὰ κρημνῶν φερόμενοι, καὶ τὴν ἄκαρπον βαδίζονπες ὁδὸν, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἕαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα καρπώσασθαι μετὰ ἀδείας; ᾿Αλλ᾽ εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἀνενέγκωμεν, καὶ ἡμῶν αὐτῶν γενόμενοι τὰ παρόντα «διαθῶμεν εἰς δέον, ἵνα καὶ τὰ μέλλοντα μετ᾽ εὐκολίας λάδωμεν, χάριτ: καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

᾿All᾽ homōs tosauta kai eipōn kai poiēsas, epeidē teōs asthenesteroi hēsan 8, ouk arkeitai toutois, alla kai di᾿ hōn epagei rhēmatōn autōn katastellei tēn philoneikian », legōn" Ou dynamai egō poiein ap᾿ emautou ouden. Kathōs akouō, krinō, kai hē krisis hē emē dikaia esein, hoti ou zētō to thelēma to emon, alla to thelēma tou pempsantos me. Epeidē gar xena tina kai parēllagmena para tous prophētas edokei legein (ekeinoi men gar elegon, hoti ho Theos estin ho krinōn tēn gēn hapasan, toutesti, to anthrōpinon genos " kai touto ho Dauid pantachou anakēryttōn elege, Krigei laous en euthytēti" kai, Ho Thoos kritēs dikaios kai ischyros kai makrothymos" kai hoi prophētai de pantes kai ho Mōysēs ' ho de Christos elegen, Ho Patēr ou krinei oudega, alla tēn krisin dedōke tǭ Huiǭ" hikanon de touto ēn thorydēsai ton akouonta tote Ioudaion, kai paraskeuasai palin antitheon auton hypopteuein), sphodra entautha synchatathainei tǭ logǭ, kai tosouton, hoson apētei autōn hē astheneia, hōste tēn olethrian tautēn hypopsian prorrhizon anelein, kai phēsin " Egō ou dygamai ap' emautou poiein ouden" touteatin, ouden xenon, oude parnllagmenon, oude ho mē bouletai ho Patēr, par᾽ emou ginomenon opsesthe, hē legomenon akousesthe. Kai proteron eipōn, hoti Huios anthrōpou estin, kai deixas hoti anthrōpon auton teōs hypōpteuon, houtō kai entautha prostithēsin. “Hōsper oun e anōterō eipōn, Ho akēkoamen, kai ho heōrakamen, martyroumen" kai ho Iōannēs, “Ho heōrake, martyrei, kai tēn martyrian autou oudeis lamdanei" peri akrithdous de amphotera eirētai gnōseōs, ouk aplōs peri akoēs kai opseōs" houtō kai entautha akoēn eipōn, ouden allo emphaïinii, ē hoti adynaton allo ti thelēsai auton, ē hoper ho Patēr. ᾿All' ouk eipen houtō saphōs (ou gar an edexanto ex eutheias teōs houtōs ha akouontes)" alla pōs? Synchathatichōs kai anthrōpinōs sphodra " Kathōs akouō, krinō. Palin ou didaskalian legōn entautha (ou gar eipe, Kathōs didaschomai, alla, Kaϑōs akouō), all' oude hōs deomenos akroaseōs tauta phēsin (ou gar monon tou didaskesthai anendeēs hēn, alla kai tou deisthai akouein), tēn de homonoian dēlōn kai to aparallakton tēs psēphou. Ho de legei, touto estin" Houtō krinō, hōs an ei autos ho Patēr ēn ho krinōn. Eita epagei, Kai oida hoti hē krisis hē emē dikaia estin, hoti ou zētō to thelēma to emon, to thelēma tou pempsantos me. Ti legeis? echeis gar thelēma heteron para ton Patera : Kai mēn allachou eipas, Kathōs egō kai sy hen esmen" kai palin, epi thelēmatos legōn kai homonoias " Dos aitois, kai hautoi en hēmin hen ōsi" toutestin, en tę̄ per hēmōn pistei. Horąs hoti ta malista dokounta einai tapeina, tauta estin haper echei enkekrymmenon to hypsēlon noēma? Ho gar ainittetai, toiouton estin " hoti ouk allo men tou Patros to thelēma, allo de to autou" all᾽ hōsper mias dianoias hen thelēma, houtōs emou kai tou Patros o. Kai mē thaumasę̄s, ei tosautēn eipe synapheian. Kai gar epi tou Pneumatos toutǭ kechrētai tǭ hypodeigmati ho Paulos, legōn " Tis gar hoiden anthrōpōn ta tou anthrōpou, ei mē to ageuma tou anthrōpou, to en autǭ? Houtō kai ta tou Theou oudeis oiden, eimē to Pneumatou Theou. Ouden oun allo hē touto phēsin, hoti Ouk esti moi thelēma eteron kai idion para tou Patros i, all᾽ ei ti ekeinos bouletai. touto kai egō" kai ei ti egō, touto kai ekeinos. Hōsper oun tǭ Patri oudeis an enchaleseie krinonti, houtōs oude emoi " apo gar tēs autēs gnōmēs hekatera hē psēphos pheretai. Ei de anthrōpinōteron tauta dialegetai, mē thaumasę̄s. GAnthrōpon gar auton eti enomizon einai psilon. Dio chrē malista en tois toioutois mē ta legomena exetazein monon, alla kai tēn hyponoian tōn akroōmenōn prostithenai, kai houtō tōn legomenōn akouein, hōs pros echeinēn eirēmenōn hyponoian" epei polla hepsetai ta atopa. Skopei gar" Eipen, Ou zētō to thelēma to emon. Oukoun heteron esti to autou thelēma, kai sphodra apodeon. kai oude haplōs apodeon, all᾽ oude ōphelimon houtōs. Epei ei sōtēriōdes ēn kai symthainon tǭ tou Patros, tinos heneken auto ou zēteis? Anthrōpoi men gar eikotōs an touto legoien, hōs polla thelēmata echontes para ta tǭ Theǭ dokounta " sy de tinos heneken touto phēs, kata panta eoikōs tǭ Patri? Touto gar oude andros hēēkchridōmenou kai estaurōmenou eipoi tis an einai to rhēma. Ei gar ho Paulos houtōs heauton ekerase tǭ thelēmati tou Theou, hōs eipein, Zō de ouk eti egō, zę̄ de en emoi Christos, pōs ho pantōn Despotēs eipen an, hoti Ou zētō to thelēma to emon, alla to thelēma tou pempsantos me, hōs heterou ontos echeinou? Ti oun estin ho phēsin? Hōs ep᾽ anthrōpou pros» ageie ton logon, kai pros tēn hyponoian tōn akroiymenōn phthengetai. Epeidē gar apo tōn emprosthen apedeixe ta legomena, ta men theoprepōs, ta de anthrōpinōs dialechtheis, palin hōs anthrōpos kataskeuazei ta auta, kai legei, hoti Hē krisis hē emē dikaia esti. Kai pothen dēlon? Hoti hou zētō to the- Iēma to emon, alla to thelēma tou pemgantos me. “Hōsper gar ep᾽ anthrōpōn ho philautias apēllagmenos, ouk an echoi dikaiōs enchaleistha: hōs para to deon dichasas " houtōs oude emoi nyn dynēsesthe epitimąn. Ho men gar thelōn ta heautou stēsai, isōs hypopteutheiē an para pollōn tautę̄ paraphtheirein to dikaion ho de mē ta heautou skopōn, tina an echoi prophasin tou mē ta dikaia psēphisasthai? Touton toinyn ton logismon kai ep᾽ emou ha exetazete. Ei men gar “elegon mē apestalthai para tou Patros, mēde eis ekeinon tēn doxan tōn ginomenōn anepheron, isōs an tis hymōn hypenoēsen, hoti boulomenos emauton poiēsai lampron, ou legō ta onta᾽ ei de heterǭ logizomai kai anatithēmi ta ginomena, tinos heneken, ē tothen an echoite hypopteuein ta legomena? Horąs hoi ton ' logon chatethidase, kai pothen tēn krisin tēn heautou dikaian einai ephēsen, hothen an kai tōn pollōn heis apologoumenos eipen? horąs, ho pollakis eipon, pōs dialampei saphōs? Ti de estin ho eipon? Hoti hē hypertholē tēs tapeinotētos tōn lexeōn, hautē malista peithei tous noun echontas, mē ek procheirou dechomenous ta legomena katapiptein, alla parascheuaxein mallon epi to hypsos tōn noēmatōn elthein’ hautē kai tous chamai syromenous tote meta pollēs kata mikron anistēsi tēs eukolias. Tauta oun hapanta ennoountes, parakalō, mē paratrechōmen haplōs ta eirēmena, alla meta achrithXxas exetazōmen hapanta, kai tēn aitian tōn legomenōn pantachou skopōmen k " mēde nomizōmen archein hēmin eis apologian tēn agnoian kai tēn haplotēta, Ou gar akeraious ekeleuse monon einai, alla kai phronimous. ᾿Aschōmen toinyn meta tēs haplotētos kai pēn phronēsin, kai epi tōn dogmatōn kai epi tōn tou biou katorthōmatōn " kai dichaxzōmen heautois entautha, hina mē syn tǭ kosmǭ katakrithōmen tote, kai toioutoi ginōmetha peri tous doulous, hoion boulometha peri hēmas genesthai ton Despotēn hēmōn. “Aphes gar hēmin ta hooreiïēmata hēmōn, hōs kai hēmeis aphiemen tois hophrdiletais hēmōn. Kai hoida men, hoti ou pherei praōs plēttomenē hē psychē " all' ean ennoēsōmen hoti ouki tǭ lelypēchoti, all᾽ heautois charizometha, tacheōs aphēsēmen ton ion tēs orgēs. Kai gar ho ta hekaton dēnaria mē synchōrēsas tǭ peplēmmelēchoti, ou ton homodoulon ᾿dichēsen, all᾽ heauton tois myriois ta» lantois hypeuthynon epoiēsen, hōn proteron tēn aphesin heladen. “Hotan oun heterois mē aphōmen, heantois ouk aphiemen. Mē toinyn tǭ Theǭ legōmen monon, Mē mnēsthę̄s tōn amartēmatōn hēmōn " alla kai pros heautous hekastoi legontes, mē mnēsthōmen tōn hamartēmatōn tōn syndoulōn tōn eis hēmas gegenēmenōn. Kai gar sy proteron dikazxeis tois sois, kai tote hepetai ho Theos " sy ton nomon grapheis ton peri apheseōs kai timōrias, kai tēn peri tōn toioutōn echphereis psēphon. Oukoun kai tou mnēsthanai kai tou mē mnēsthēnai ton Theon sy kyrios ei, Dia touto kai ho Paulos apheinai cheleuxi, ean tis pros tina echę̄ momphēn᾽ kai ouk aplōs apheinai, all᾽ hōste mēde leipsana menein. Epei kai ho Christos ou monon ouk ēnenken eis meson hēmōn ta hamartēmata, all᾽ oude hēmas autous peplēmmelēchotas anemnēsen, oude eipe, Ta kai ta hēmartes " alla kai aphēke kai exēleipse to cheirographon, mēde logisamenos ta paraptōmata, kathōs kai touto Paulos edēlōse. Touto dē poiōmen kai hēmeis, kai apo «hēs dianoias exaleiphōmen hapanta. Kan men agathon ti gegenēmenon hē para tou lelypēchotos, touto logisōmetha monon" an de lypēron kai epachthes, echdalōmen houtō kai exaleipsōmen, hōses mēde ichnos enapomenein. Ei de mēden agathon hēmin gegone para toutou, palin ho misthos meizōn synchōrousin hēmin, kai pleiōn hē eudochimēsis. Alloi di᾽ agrypnias kai chameunias kai myrias talaipōrias exaleiphousi ta hamartēmata" soi! dia tēs eucholōteras hodou, tou hē mnēsikakein legō, panta exestin aphanisai ta plēmmelēthenta. Ti toinyn kata sautou to xiphos ōtheis, hōs hoi mainomenoi kai parapaiontes, kai tēs mellousēs seauton ekballei? zōēs, deon panta prattein, hōste autēs epitychein? Ei gar hē parousa houtō potheinē, ti an eipoi tis peri ekeinēs, entha apedra hodynē kai lypē kai stenagmo?? Ekei deisai thanaton ouk estin, oude peras echeinōn hypopteusai tōn agathōn. Makarioi kai trismacharioi kai pollakis touto, hoi tēs makarias ekeinēs apolauontes lēxeōs "hōsper oun athlioi kai tris athlioi kai myriakis touto,hoi tēs makariotētos ekeinēs heautous echdallontes. Kai ti pote esti, phēsi, to poioun hēmas apolausai tēs zōēs ekeinēs?“Akouson autou tou dikazontos, neaniskǭ tini dialegomenon peri toutōn. Epeidē gar ērōtēsen ekeinos, Ti poiēsas zōēn --s...-aiōnion chlērogomēsō? eipon ho Christos autǭ tas allas entolas, katelēxen eis tēn tou plēsion agapēēn. Kai tacha erei tis tōn akouontōn, kata ton plousion ekeinon, hoti Kai hēmeis tauta ephylaxametha" samen. ᾿All᾽ ou dēpou kai touto eipein dynēsę̄, hoti ēgapēsas ton plēsion, hōs agapēsai edei. Ē gar adichoumenǭ, ē ou metedōke tōn oniōn, oud᾽ hēgapēse Rh, Nyn de ou touto monon epetaxen ho Christos, alla kai heteron. Poion dē touto? Pōlēson sou ta hyparchonta, phēsi, kai dos ptōchois, kai deuro akchoimlouthei moi" tēn dia tōn ergōn mimēsin legōn akolouthēsin. Ti toinyn enteuthen manthanomen? Prōton men, hoti ton mē panta echonta tauta ouk heni tōn prōteiōn epitychein tōn en tę̄ lēxei ekeinę̄. Meta gar to eipein auton, hoti Panta epoiēsa, hōs katalegei" Ei theleis teleios einai, pōlēson sou ta hyparchonta, kai dos ptōchois, kai deuro akolouthei moi. Prōton men oun touto esti mathein " deuteron de, hoti kai auton ekeinon diēlenxen eikē chompazonta. Ho gar en periousią tosautę̄ zōn, kai tous allous periorōn hen penią, pōs an ton plēsion ēgapēsen? Ou toinyn oude ekeino alēthōs eipen. ᾿All᾽ hēmeis kakeino kai tauta poiōmen, kai spoudazōmen ta onta kenōsai, kai ton ouranon priasthai. Ei gar hyper axiōmatos tis biōtichou holēn pollakis tēn ousian epedōchen, axiōmatos tou mellontos entautha menein. oude polyn ho paramenontos chronon (polloi gar kai pro pollou tēs teleutēs tautēn apedysanto tēn archēn, heteroi de dia tautēn ezēmiōthēsan kai tēn. zōēn autēn pollakis" all᾽ homōs kai tauta eidotes, panta chenousin hyper autę̄)" ei toinyn hyper tautēs tosauta poiousin, hyper tēs menousēs ekeinēs, kai anaphairetou, ti genoit᾽ an hēmōn athliōteron, mēde oliga proïemenōn, mēde tauta parechontōn ha chri mikron hysteron ontes entautha ha aphēsomen? Poias oun tauta ouk an eiē manias, haper oachontes tauta paron hechontas dounai nkai meth᾽ heautōn lathein mē boulēlēnai? ᾿All’ ei men epi thanaton tis ēgeta, eita proukeito panta ta onta proemenon apallagēnai, kai charin an to pragma enomisamen" nyn de paron tēn epi geennan agomenous hodon, ta hē misē dontas eleutherōthēnai, hairoumetha kai kolazesthai kai katechein eikē ta mē hēmetera, hōste ta hēmetera proesthai. Tina oun hexomen apologian? poian syngnōmēn, houtōs eucholou tetmēmenēs hēmin hodou pros zōēn, kata krēmnōn pheromenoi, kai tēn akarpon badizonpes hodon, kai tōn entautha kai tōn ekei pantōn heautous aposterountes, paron amphotera karpōsasthai meta adeias? ᾿All᾽ ei kai mē proteron, kan nyn goun anenenkōmen, kai hēmōn autōn genomenoi ta paronta «diathōmen eis deon, hina kai ta mellonta met᾽ eukolias ladōmen, charit: kai philanthrōpią tou Kyriou hēmōn Iēsou Christou, meth᾽ hou tǭ Patri hē doxa, hama tǭ hagiǭ Pneumati, eis tous aiōnas tōn aiōnōn. ᾿Amēn.

[4] Yet though he had said and done so much, since they were still weak, he is not content with this, but by the words he adds he also checks their contentiousness, saying, “I can do nothing of myself. As I hear, I judge; and my judgment is just, because I do not seek my own will but the will of him who sent me.” For he seemed to be saying strange things, different from the prophets. They said that God is the one who judges the whole earth, that is, the human race; David proclaims this everywhere, saying, “He will judge the peoples with uprightness,” and “God is a just judge, strong and patient”; and so do all the prophets and Moses. But Christ said, “The Father judges no one, but has given judgment to the Son”; and this was enough to disturb the Jew who heard it then, and to make him suspect again that he was an enemy of God. So he condescends greatly here in his speech, as much as their weakness demanded, so as to pull this ruinous suspicion up by the roots, and says, “I can do nothing of myself”; that is, you will see nothing strange, nothing different, nothing that the Father does not will, done by me, or hear it said. And having said before that he is Son of Man, and having shown that they still suspected he was a man, so here too he adds this. As, then, above he said, “What we have heard and what we have seen we testify,” and John said, “What he has seen he testifies, and no one receives his testimony,” and both are said of exact knowledge, not simply of hearing and sight, so here too, by speaking of hearing he shows nothing else than that it is impossible for him to will anything other than what the Father wills. But he did not say it so plainly (for they would not yet have received it if they had heard it so directly); but how? In a very condescending and human way: “As I hear, I judge.” Again, he is not speaking of teaching here (for he did not say “as I am taught,” but “as I hear”), nor does he say this as needing to hear (for not only had he no need of being taught; he did not even need to hear), but he is showing the agreement and the exact sameness of the verdict. What he says is this: I judge as if the Father himself were the one judging. Then he adds, “And I know that my judgment is just, because I do not seek my own will, but the will of him who sent me.” What do you say? Do you have a will different from the Father's? And yet elsewhere you said, “As I and you are one”; and again, speaking of will and agreement, “Grant to them that they too may be one in us,” that is, in faith in us. Do you see that the expressions that seem most humble are the very ones that have the lofty meaning hidden in them? For what he hints at is this: that the Father's will is not one thing and his another, but as one mind has one will, so mine and the Father's is one. And do not marvel if he spoke of so close a union. For Paul too uses this example in the case of the Spirit, saying, “For who among men knows the things of a man except the spirit of the man that is in him? So too no one knows the things of God except the Spirit of God.” He says nothing else, then, than this: I have no will different from the Father's and my own; whatever he wills, I too will; and whatever I will, he too wills. As, then, no one would accuse the Father when he judges, so neither me; for each verdict proceeds from the same mind. And if he speaks these things in a rather human way, do not marvel; for they still thought him a mere man. That is why in such passages one must above all not only examine what is said, but also take into account the supposition of the hearers, and so hear what is said as spoken in view of that supposition; otherwise many absurdities will follow. For consider: he said, “I do not seek my own will.” So his will is different and greatly inferior; and not merely inferior, but in that case not even beneficial. For if it were saving and agreed with the Father's, why do you not seek it? Men might reasonably say this, since they have many wills contrary to what seems good to God; but why do you say this, who are like the Father in all things? One would not call this the language even of a perfected and crucified man. For if Paul so blended himself with the will of God as to say, “It is no longer I who live, but Christ lives in me,” how would the Lord of all have said, “I do not seek my own will, but the will of him who sent me,” as though that were another's? What then does he mean? He brings his discourse forward as in the case of a man, and speaks in view of his hearers' supposition. For since he had shown from what preceded what he was saying, speaking sometimes as befits God and sometimes humanly, he again establishes the same things as a man, and says, “My judgment is just.” And how is this clear? “Because I do not seek my own will, but the will of him who sent me.” For as among men one free from self-love could not justly be accused of having judged wrongly, so neither will you now be able to find fault with me. One who wishes to establish his own interests might perhaps be suspected by many of corrupting justice for that reason; but one who does not look to his own interests—what pretext would he have for not voting justly? Examine this reasoning in my case too. If I said I had not been sent by the Father, and did not refer the glory of what is done to him, perhaps one of you might suspect that, wishing to make myself illustrious, I do not speak the truth; but if I credit and ascribe what is done to another, why, or from what, could you suspect what is said? Do you see to what level he brought the discourse down, and that he said his judgment was just on grounds which any ordinary man might also have used in his defense? Do you see what I have often said shining out clearly? And what is it that I said? That the very excess of humility in the expressions most of all persuades people of sense not to take what is said at face value and fall down, but rather prepares them to come to the height of the meanings; and this too then raised up little by little, with great ease, those who were crawling on the ground.

[5] Considering all these things, then, I urge you, let us not simply pass over what is said, but examine everything with exactness, and look everywhere for the reason of what is said; and let us not think that ignorance and simplicity are enough for our defense. For he commanded us to be not only innocent but also wise. Let us then practice wisdom along with simplicity, both in doctrines and in good deeds of life; let us judge ourselves here, so that we may not be condemned with the world then; and let us be such toward our servants as we wish our Master to be toward us. “For forgive us our debts, as we also forgive our debtors.” I know that the soul does not bear it meekly when struck; but if we consider that we are doing a favor not to the one who has hurt us but to ourselves, we shall quickly let go the poison of anger. For the one who did not forgive the hundred denarii to the one who had offended him did not wrong his fellow servant, but made himself liable for the ten thousand talents of which he had earlier received forgiveness. When, then, we do not forgive others, we do not forgive ourselves. Let us then not only say to God, “Do not remember our sins,” but let each also say to himself: let us not remember the sins of our fellow servants committed against us. For you judge your own case first, and then God follows; you write the law of forgiveness and punishment, and you pronounce the verdict in such matters. So you are master of God's remembering and not remembering. That is why Paul too commands us to forgive if anyone has a complaint against another; and not simply to forgive, but so that not even traces remain. For Christ too not only did not bring our sins into the open, but did not even remind us that we had offended, nor say, “You sinned in this and that,” but he both forgave and blotted out the bond, not reckoning the trespasses, as Paul too showed. Let us too do this, and blot out everything from our mind. If something good has been done by the one who has hurt us, let us reckon that alone; but if something painful and grievous, let us cast it out and blot it out so that not even a trace remains. And if nothing good has been done to us by him, the reward is again greater for us who forgive, and the approval fuller. Others blot out their sins by vigils, sleeping on the ground and countless hardships; but you are able to wipe out all your offenses by the easier road—not bearing grudges, I mean. Why then do you thrust the sword against yourself, like madmen and lunatics, and cast yourself out of the life to come, when you ought to do everything to obtain it? For if the present life is so desirable, what would one say of that one, where pain and grief and groaning have fled away? There one cannot fear death, nor suspect an end of those good things. Blessed and thrice blessed, and many times over, are those who enjoy that blessed lot; just as wretched and thrice wretched, countless times over, are those who cast themselves out of that blessedness. “And what is it,” someone says, “that makes us enjoy that life?” Hear the judge himself, speaking about this to a certain young man. For when he asked, “What shall I do to inherit eternal life?” Christ, having told him the other commandments, ended with love of neighbor. And perhaps one of the hearers will say, like that rich man, “We too have kept these; [we have not robbed or murdered].” But surely you will not be able to say this, that you have loved your neighbor as you ought to have loved. For one who [envied, or did not help] someone wronged, or did not share his possessions, did not love. But now Christ commanded not only this, but something else too. What is that? “Sell your possessions,” he says, “and give to the poor, and come, follow me,” calling imitation through deeds following. What then do we learn from this? First, that one who does not have all these things cannot obtain the first places in that lot. For after he said, “I have done everything,” he concludes, “If you wish to be perfect, sell your possessions and give to the poor, and come, follow me.” This, then, one can learn first; second, that he exposed that man as boasting idly. For one who lives in such abundance and overlooks others in poverty, how could he have loved his neighbor? So he did not speak that truly either. But let us do both that and these, and be eager to empty out our possessions and buy heaven. For if someone has often spent his whole substance for a worldly dignity, a dignity that will remain here, and not even remain long with its holder (for many have been stripped of this office long before their death, and others have often lost even their life because of it; and yet, knowing these things, they empty out everything for it)—if, then, they do so much for this, what could be more wretched than we, if for that lasting and inalienable dignity we give up not even a little, nor offer even those things which we shall leave a little later while still here? What madness would it not be, then, not to wish to give willingly now, and take with us, what we shall leave unwillingly? If someone were being led to death, and it were proposed that he go free by giving up all his possessions, we would even think the thing a favor; but now, when it is possible for us who are being led on the road to Gehenna to be freed by giving half, we choose both to be punished and to hold uselessly what is not ours, so as to lose what is ours. What defense, then, shall we have? What pardon, when so easy a road to life has been cut for us, if we rush down cliffs and walk the fruitless road, depriving ourselves of everything both here and there, when it is possible to enjoy both securely? But if not before, then at least now let us recover ourselves, and, coming to our senses, dispose of present things as we ought, so that we may receive the future ones with ease, by the grace and love for humankind of our Lord Jesus Christ, with whom be glory to the Father, together with the Holy Spirit, to the ages of ages. Amen.

Textual problem in this passage: see the notes.

John 5:30 (quotation, high confidence) · Ps 96:10 (95:10 LXX) (quotation, high confidence) · Ps 7:11 (7:12 LXX) (quotation, high confidence) · John 5:22 (quotation, high confidence) · John 5:27 (allusion, medium confidence) · John 3:11 (quotation, high confidence) · John 3:32 (quotation, high confidence) · John 17:21 (quotation, medium confidence) · John 17:22 (allusion, medium confidence) · 1 Cor 2:11 (quotation, high confidence) · Gal 2:20 (quotation, high confidence) · Matt 10:16 (allusion, high confidence) · 1 Cor 11:32 (allusion, high confidence) · Matt 6:12 (quotation, high confidence) · Matt 18:28 (allusion, high confidence) · Matt 18:24 (allusion, high confidence) · Col 3:13 (allusion, high confidence) · Col 2:14 (allusion, high confidence) · 2 Cor 5:19 (allusion, medium confidence) · Isa 35:10 (allusion, high confidence) · Matt 19:16 (quotation, high confidence) · Matt 19:20 (allusion, high confidence) · Matt 19:21 (quotation, high confidence)

Notes and citation

Summary: Christ's humble words about judging as he hears show the unity of his will with the Father's, spoken to suit his hearers; we should forgive others, love our neighbor, and give our goods to buy heaven.

  • Quotations: John 5:30; Ps 96:10 (LXX 95:10); Ps 7:11 (LXX 7:12); John 5:22; John 3:11, 32; John 17:21–22 (paraphrased); 1 Cor 2:11; Gal 2:20; Matt 10:16; 1 Cor 11:32; Matt 6:12; Matt 18:23–35; Col 3:13; Col 2:14; Isa 35:10; Matt 19:16–21. Words lost in the scan in the exchange with the rich young man are supplied in brackets. Leaked apparatus and Migne's Latin removed by logged corrections.

Notes on the original text

  • Digital text corrected (leaked apparatus; leaked apparatus and Latin column; leaked apparatus inside a word): αὖὁ Μοτεῖ. ἐπειδὴ καὶ οὕτω παχύτεροι ἦσαν, » τὴν ἀναισχυντίαν. “ Μοτεῖ. ἐστὶ, διότι ἐκεῖνοι ἄνθρωπον αὐτὸν τέως ὑπώπτενον, οὕτω τότε ταῦτα προστίθησιν. Ὥσπερ οὖν. δΔνΠ 05 πιο 105, Παρ) δοαυίπιατ, ἀ ἐξ θείας αὐτὸ οὕτως. ν» τοῦ" → αὐτοῦ"; τεται, τοῦτό ἐστι. Δείκνυσι γὰρ οὐκ ἄλλο ὃν τοῦ τὸ θέλημα παρὰ τὸ αὐτοῦ, ἀλλ᾽ οὕτως ἕν εἶναι τὸ αὐτοῦ χα τοῦ Πατρὸς, ὡς εἰ καὶ μιᾶς ἂν διανοίας ἕν ἦν θέλημα. ΓΑΙΗ παρὰ τὸ τοῦ Πατρός. 5. 84ν}}. προάγει. Β ΑΙ ἐπ᾽ ἐποί, 1 δανῇ!. ὁρᾷς οὖν πῶς τόν. οχ (65ι15 ογ θα τοι ά!!. Ἵκδίαηι εἰ. Ἐλ ἀμ ἀ6 "οα Πηυδὲ Ὁ Ο μα ἤθη φμῶτο Τα. άπ" φορά Βρα ἀἰϊχὶ, φιοπιοάο οἰῶ γθ μ ἡ πος πον 8 ἰἰπηοῦ., πο υ}}08 θοιλογυῦιϊ πὶ πιὸδ,. δὶ ἐ60 (οεἰϊηιονΐμης μετ δέο ἐδ Ἰνοῖμδο, Εἰϊυ5 68, βοη αἱ! εκ ἰδεῖ. Ὑογυπι ἤθη ἢος 501.πὶ ἀυοιϊ δὰ φοίιειιπαπὶ, οἱ αἰπιάϊαγυπι [ποι]! Δῖ ἢ ---- ὁ - Ἢ Ι → ; τέδωχε τὰν στῶν, οὐκ ἠγάπησε. “ ὅϑ4Υ!. οἱ σά. πολύν. Μοτοῖ. τοῦ δὴ μθλοῦτος θα μένειν, οὐδὲ τῷ κεκτημένῳ πολύν. Θροηάυπι ρυϊαὶ ϑανί υ5 ἄκοντες ἐν- → .

Topics: Christology, Trinity, Ethics

Cite (SBL): Chrysostom, Hom. Jo. 39.4 (PG 59:232; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/chrysostom-hom-ioannem/39-4). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-chrysostom-hom-ioannem-39-4) · Report an error

Translation: Translated by Claude from the Greek of Migne's Patrologia Graeca 59 (archive.org OCR; homily starts checked against Gaume 1834; corrections logged); compared afterwards with NPNF¹ 14.