The Lausiac History 37–45

Greek text: Butler 1904.English: Claude (claude-opus-5-5), public domain (CC0). Compare: W. K. Lowther Clarke, The Lausiac History of Palladius (London: SPCK, 1918).

Show

Chapter 37

37Butler 1904 2:109–116

Ἄλλος Σαραπίων τις γέγονεν, ἐπεκέκλητο δὲ σινδόνιος, παρεκτὸς γὰρ σινδονίου οὐδέποτε οὐδὲν περιεβάλλετο" ὃς πολλὴν ἐξήσκησεν ἀκτημοσύνην, εὐγράμματος δὲ ὧν ἀπεστήθιζε πάσας τὰς γραφάς" καὶ ἀπὸ πολλῆς ἀκτημοσύνης καὶ μελέτης γραφῶν οὐδὲ ἠρεμῆσαι ἴσχυσεν ἐν κελλίῳ, μὴ περισπώμενος ὕλῃ, ἀλλὰ περιερχόμενος τὴν οἰκουμένην ταύτην κατώρθωσε τὴν ἀρετήν' ταύτης γὰρ ἐγεγόνει καὶ τῆς φύσεως" διαφοραὶ γάρ εἰσι φύσεων, οὐκ οὐσιῶν. Διηγοῦντο οὖν οἱ πατέρες ὅτι λαβών τινα συμπαίκτην ἀσκητὴν πέπρακεν ἑαυτὸν μίμοις “Ἕλλησιν ἐν πόλει τινὶ εἴκοσι νομισμάτων. καὶ σφραγίσας τὰ νομίσματα ἐφύλαττε παρ᾽ ἑαυτῷ. ἐπὶ τοσοῦτον οὖν παρέμεινε καὶ ἐδούλευσε τοῖς ἀγοράσασιν αὐτὸν μίμοις μέχρις οὗ καὶ χριστιανοὺς αὐτοὺς ἐποίησε καὶ τοῦ θεάτρου ἀπέστησε, παρεκτὸς ἄρτου καὶ ὕδατος οὐδενὸς λαμβάνων, οὐδὲ ἡσυχάζων τῷ στόματι ἀπὸ μελέτης γραφῶν. τῷ μακρῷ χρόνῳ πρῶτος κατενύγη ὁ ἀνήρ, εἶτα ἡ μιμάς, εἶτα ὁ σύμπας οἶκος αὐτῶν. ἐλέγετο δὲ ὅτι εἰς ὅσον αὐτὸν ἠγνόουν ἀμφοτέρων ἔνιπτε τοὺς πόδας. ἀμφότεροι οὖν βαπτισθέντες ἀπέστησαν τοῦ θεατρίζειν, καὶ ἐπὶ τὸν σεμνὸν καὶ θεοσεβῆ ἐλάσαντες βίον σφόδρα ἠδοῦντο τὸν ἄνδρα καὶ λέγουσιν αὐτῷ: Δεῦρο, ἀδελφέ, ἐλευθερώσωμέν σε, ἐπειδὴ αἰσχρᾶς ἡμᾶς δουλείας ἠλευθέρωσας αὐτός. λέγει αὐτοῖς· Ἐπειδὴ ἐνήργησεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχή, εἴπω ὑμῖν τὸ μυστήριον τοῦ δράματος: ἐγὼ κατοικτειρήσας ὑμῶν τὴν ψυχήν, ἐλεύθερος ὧν ἀσκητὴς τῷ γένει Αἰγύπτιος, τούτου χάριν πέπρακα ἐμαυτὸν ἵνα σώσω ὑμᾶς. ἐπειδὴ δὲ τοῦτο πεποίηκεν ὁ θεὸς καὶ ἐσώθη ὑμῶν ἡ ψυχὴ διὰ τῆς ἐμῆς ταπεινώσεως, λάβετε ὑμῶν τὸν χρυσὸν ἵνα ἀπέλθω καὶ ἄλλοις βοηθήσω. οἱ δὲ πολλὰ παρακαλέσαντες αὐτὸν καὶ διαβεβαιωσάμενοι ὅτι Ὡς πατέρα σε ἕξομεν καὶ δεσπότην, μόνον μεῖνον μεθ᾽ ἡμῶν' οὐκ ἴσχυσαν αὐτὸν πεῖσαι. τότε λέγουσιν αὐτῷ" Δὸς τὸ χρυσίον πτωχοῖς, ἀρραβὼν γὰρ ἡμῖν γέγονε σωτηρίας: ἀλλὰ κἂν δι ἐνιαυτοῦ ἡμᾶς ὅρα. Οὗτος ταῖς συνεχέσιν ἀποδημίαις κατήντησεν εἰς Ελλάδα, καὶ διατρίψας τριῶν ἡμερῶν ἐν ᾿Αθήναις οὐκ ἠξιώθη παρά τινος ἄρτου" οὔτε γὰρ κέρμα ἐβάσταζεν, οὐ πήραν, οὐ μηλωτήν, οὐδὲν τῶν τοιούτων. τετάρτης οὖν ἐπιλαβομένης ἡμέρας σφόδρα ἐπείνασε" δεινὴ γὰρ ἡ ἀκούσιος πεῖνα, συνήγορον ἔχουσα τὴν ἀπιστίαν. καὶ στὰς ἐπὶ γεωλόφου τῆς πόλεως, ἔνθα οἱ ἐν τέλει ἦσαν συναθροιζόμενοι τῆς πόλεως, ἤρξατο ἀποδύρεσθαι βίαν μετὰ κρότου χειρῶν καὶ κράζειν" Ἄνδρες Ἀθηναῖοι, βοηθεῖτε. καὶ προσδραμόντες ἥπαντες ὑφ᾽ ἕν, τριβωνοφόροι τε καὶ βιρροφόροι, λέγουσιν αὐτῷ Τί ἔχεις, ἄνθρωπε; ἢ πόθεν εἶ ; ἢ τί πάσχεις ; λέγει αὐτοῖς: Τῷ μὲν γένει εἰμὶ Αἰγύπτιος" ἀφ᾽ οὗ δὲ τῆς ἀληθινῆς μου πατρίδος ἀπέστην τρισὶ δανεισταῖς περιέπεσα" καὶ οἱ μὲν δύο μον ἀπηλλάγησαν πληρωθέντες τὸ χρέος, οὐκ ἔχοντες ὃ ἐγκαλέσουσιν' ὁ δὲ εἷς μου οὐκ ἀπαλλάττεται. φιλοπραγμονοῦντες οὖν ἐκεῖνοι τοὺς δανειστὰς ἵνα αὐτοὺς πληροφορήσωσιν, ἠρώτων αὐτόν' Ποῦ εἰσί, καὶ τίνες εἰσί ; τίς ἐστιν ὁ ὀχλῶν σοι; δεῖξον ἡμῖν αὐτὸν ἵνα σοι βοηθήσωμεν. τότε λέγει αὐτοῖς: "Ωχλησάν μοι ἐκ νεότητος φιλαργυρία καὶ γαστριμαργία καὶ πορνεία: τῶν δύο ἀπηλλάγην, φιλαργυρίας καὶ πορνείας" οὐκέτι μοι ὀχλόῦσι' γαστριμαργίας δὲ ἀπαλλαγῆναι οὐ δύναμαι. τετάρτην γὰρ ἔχω ἡμέραν μὴ φαγών, καὶ παραμένει μοι ὀχλοῦσα ἡ γαστὴρ καὶ ζητοῦσα τὸ σύνηθες χρέος οὗ ἄνευ ζῆσαι οὐ δύναμαι, τότε τινὲς τῶν φιλοσόφων ὑπονοήσαντες εἶναι αὐτὸ σκηνήν, διδόασιν αὐτῷ νόμισμα" καὶ δεξάμενος ἔθηκεν ἐν ἀρτοπωλείῳ, καὶ λαβὼν ἕνα ἄρτον ἀνεχώρήσε παραχρῆμα ὁδεύσας τῆς πόλεως καὶ μηκέτι ὑποστρέψας εἰς αὐτήν. τότε ἔγνωσαν οἱ φιλόσοφοι ὅτι ἀληθῶς ἐνάρετος ἦν, καὶ δόντες τῷ ἀρτοπώλῃ τὴν τιμὴν τοῦ ἄρτου ἔλαβον τὸ νόμισμα. ἐλθὼν δὲ εἰς τοὺς περὶ Λακεδαίμονας τόπους ἤκουσέ τινα τὸν πρῶτον τῆς πόλεως Μανιχαῖον εἶναι ἅμα παντὶ τῷ οἴκῳ αὐτοῦ, ἐνάρετον ὄντα τὰ ἄλλα. τούτῳ πάλιν πέπρακεν ἑαυτὸν κατὰ τὸ πρῶτον δρᾶμα" καὶ ἐντὸς δύο ἐτῶν ἀποστήσας αὐτὸν τῆς αἱρέσεως καὶ τὴν τούτου ἐλευθέραν προσήγαγε τῇ ἐκκλησίᾳ. τότε αὐτὸν ἀγαπήσαντες οὐκέτι ὡς οἰκέτην ἀλλ᾽ ὡς γνήσιον ἀδελφὸν ἢ πατέρα εἶχον καὶ ἐδόξαζον τὸν θεόν. Οὗτος ἔβαλεν ἑαυτόν ποτε εἰς πλοῖον ὡς ὀφείλοντα πλεῦσαι ἐπὶ τὴν Ῥώμην' οἱ ναυτικοὶ ὑπονοήσαντες ὅτι ἢ δαπάνας τε εἰσήνεγκεν ἢ ἐν χρυσῷ κέκτηται τὰ ἀναλώματα, ἀπεριέργως αὐτὸν ἐδέξαντο, ἄλλος ἄλλον νομίσαντες εἰληφέναι αὐτοῦ τὰ σκεύη. ἐν τῷ ἀποπλεῦσαι αὐτοὺς καὶ γενέσθαι ἀπὸ σταδίων πεντακοσίων ᾿Αλεξανδρείας ἤρξαντο οἱ ἐπιβάται περὶ δυσμὰς ἡλίου ἐσθίειν, τῶν ναυτικῶν προφαγόντων. εἶδον οὖν αὐτὸν ὅτι οὐκ ἐσθίει τὴν πρώτην ἡμέραν, καὶ προσεδόκησαν διὰ τὸν πλοῦν· ὁμοίως καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην, καὶ τὴν τετάρτην. τῇ πέμπτῃ ἡμέρᾳ βλέπουσιν αὐτὸν καθεζόμενον ἡσυχῇ ἐν τῷ πάντας ἐσθίειν, καὶ λέγουσιν αὐτῷ" Διὰ τί οὐκ ἐσθίεις, ἄνθρωπε ; λέγει αὐτοῖς" Ὅτι οὐκ ἔχω. περιειργάσαντο οὖν πρὸς ἀλλήλους: Τίς αὐτοῦ ἔλαβε τὰ σκεύη ἢ τὰ ἀναλώματα; καὶ ὡς εὗρον ὅτι οὐδείς, ἤρξαντο διαμάχεσθαι αὐτῷ καὶ λέγειν' Πῶς εἰσῆλθες ἄνευ ἀναλωμάτων ; πόθεν ἡμῖν ἔχεις δοῦναι τὸ ναῦλον; ἢ πόθεν ἔχεις τραφῆναι; λέγει αὐτοῖς" ᾿Εγὼ πρᾶγμα οὐκ ἔχω" ἀπενέγκατέ με καὶ ῥίψατε ὅπου με εὕρατε. ἐκεῖνοι δὲ οὐδὲ ἑκατὸν χρυσίνων ἡδέως ἂν ἔλυον, ἀλλ᾽ ἤνυον τὸν σκοπὸν αὐτῶν. οὕτως οὖν ἦν ἐν τῷ πλοίῳ καὶ εὑρέθησαν τρέφοντες αὐτὸν ἕως “Ῥώμης. Ἑλθὼν οὖν ἐν τῇ Ῥώμῃ περιειργάζετο τίς εἴη μέγας ἀσκητὴς ἢ ἀσκήτρια ἐν τῇ πόλει. ἐν οἷς περιέτυχε καὶ Δομνίνῳ τινὶ μαθητῇ ᾿Ωριγένους, οὗ ἡ κλίνη μετὰ θάνατον νοσοῦντας ἰάσατο. περιτυχὼν οὖν αὐτῷ καὶ ὠφεληθεὶς παρ᾽ αὐτοῦ, ἀνὴρ γὰρ ἦν τετορνευμένος ἔν τε ἤθει καὶ γνώσει, μαθὼν παρ αὑτοῦ τις ἄλλος εἴη, ἀσκητῆς ἢ ασκήτρια, ἔγνω περὶ ἡσυχαζούσης τινὸς παρθένου ἥτις οὐδενὶ συνετύγχανε. καὶ μαθὼν ποῦ μένει ἀπῆλθε καὶ λέγει τῇ ὑπηρετούσῃ αὐτῇ γραΐδι· Εἶπον τῇ παρθένῳ ὅτι ᾿Αναγκαίως σοι ἔχω συντυχεῖν, ὁ θεὸς γάρ με ἀπέστειλε. παραμείνας οὖν δύο ἢ τρεῖς ἡμέρας ὕστερον αὐτῇ συνέτυχε καὶ λέγει αὐτῇ Τί καθέζῃ ; λέγει αὐτῷ Οὐ καθέζομαι ἀλλὰ ὁδεύω. λέγει αὐτῇ" Ποῦ ὁδεύεις ; λέγει αὐτῷ" Πρὸς τὸν θεόν. λέγει αὐτῇ Ζῇς ἢ ἀπέθανες; λέγει αὐτῷ" Πιστεύω εἰς τὸν θεὸν ὅτι ἀπέθανον" ζῶν γὰρ σαρκί τις οὐ μὴ ὁδεύσῃ. λέγει αὐτῇ Οὐκοῦν ἵνα με πληροφορήσῃς ὅτι ἀπέθανες ποίησον ὃ ποιῶ. λέγει αὐτῷ Δυνατά μοι ἐπίταξον καὶ ποιῶ. ἀπεκρίνατο αὐτῇ Νεκρῷ πάντα ἐστὶ δυνατά, παρεκτὸς τοῦ ἀσεβῆσαι. τότε λέγει αὐτῇ" "Εξελθε καὶ πρόελθε. ἀπεκρίνατο αὐτῷ ἐκείνη" Εἰκοστὸν πέμπτον ἔτος ἔχω καὶ οὐ προῆλθον' καὶ ἵνα τί προέλθω; λέγει αὐτῇ Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσμος, ταὐτόν σοί ἐστι καὶ προελθεῖν καὶ μὴ προελθεῖν· πρόελθε οὖν. προῆλθε" καὶ μετὰ τὸ προελθεῖν αὐτὴν ἔξω καὶ ἐλθεῖν ἕως ἐκκλησίας τινὸς λέγει αὐτῇ ἐν τῇ ἐκκλησίᾳ Οὐκοῦν εἰ θέλεις με πληροφορῆσαι ὅτι ἀπέθανες καὶ οὐκέτι ζῆς ἀνθρώποις ἀρέσκουσα, ποίησον ὃ ποιῶ, καὶ οἶδα ὅτι ἀπέθανες" ἐκδυσαμένη κατ᾽ ἐμὲ πάντα σου τὰ ἱμάτια ἐπὶ τῶν ὥμων θὲς καὶ πάρελθε μέσην τὴν πόλιν ἐμοῦ προλαμβάνοντος τῷ σχήματι τούτῳ. λέγει αὐτῷ ἐκείνη" Σκανδαλίζω πολλοὺς ἐπὶ τῷ ἀσχήμῳ τοῦ πράγματος, καὶ ἔχουσι λέγειν ὅτι ᾿᾽Εξέστη καὶ δαιμονιῶσά ἐστιν. ἀπεκρίθη αὐτῇ Καί σοι τί μέλει ἐὰν εἴπωσιν ὅτι ᾿Ἐξέστη καὶ δαιμονιῶσά ἐστι; σὺ γὰρ αὐτοῖς ἀπέθανες. τότε λέγει αὐτῷ ἐκείνη" Εἴ τι ἄλλο θέλεις ποιῶ" εἰς τοῦτο γὰρ τὸ μέτρον οὐδὲ εὔχόμαι ἐλθεῖν. τότε λέγει αὐτῇ· … οὖν μηκέτι μέγα φρόνει ἐπὶ σεαυτῇ ὡς πάντων εὐλαβεστέρα καὶ ἀποθανοῦσα τῷ κόσμῳ· ἐγὼ γάρ σου νεκρότερός εἰμι, καὶ ἔργῳ δείκνυμι ὅτι ἀπέθανον τῷ κόσμῳ' ἀπαθῶς γὰρ καὶ ἀνεπαισχύντως τοῦτο ποιῶ. τότε καταλείψας αὐτὴν ἐν ταπεινοφροσύνῃ καὶ κλάσας αὐτῆς τὸν τῦφον ἀνεχώρησε. Πολλὰ δέ ἐστι καὶ ἄλλα ἃ πεποίηκε θαυμαστὰ πράγματα τὰ συντείνοντα εἰς ἀπάθειαν. οὗτος τελευτᾷ ἑξηκοστὸν ἄγων ἔτος τῆς ἡλικίας, ἐν αὐτῇ τῇ Ῥώμῃ ταφείς.

Allos Sarapiōn tis gegonen, epekeklēto de sindonios, parektos gar sindoniou oudepote ouden perieballeto" hos pollēn exēskēsen aktēmosynēn, eugrammatos de hōn apestēthize pasas tas graphas" kai apo pollēs aktēmosynēs kai meletēs graphōn oude ēremēsai ischysen en kelliǭ, mē perispōmenos hylę̄, alla perierchomenos tēn oikoumenēn tautēn katōrthōse tēn aretēn' tautēs gar egegonei kai tēs physeōs" diaphorai gar eisi physeōn, ouk ousiōn. Diēgounto oun hoi pateres hoti labōn tina sympaiktēn askētēn pepraken heauton mimois “Hellēsin en polei tini eikosi nomismatōn. kai sphragisas ta nomismata ephylatte par᾽ heautǭ. epi tosouton oun paremeine kai edouleuse tois agorasasin auton mimois mechris hou kai christianous autous epoiēse kai tou theatrou apestēse, parektos artou kai hydatos oudenos lambanōn, oude hēsychazōn tǭ stomati apo meletēs graphōn. tǭ makrǭ chronǭ prōtos katenygē ho anēr, eita hē mimas, eita ho sympas oikos autōn. elegeto de hoti eis hoson auton ēgnooun amphoterōn enipte tous podas. amphoteroi oun baptisthentes apestēsan tou theatrizein, kai epi ton semnon kai theosebē elasantes bion sphodra ēdounto ton andra kai legousin autǭ: Deuro, adelphe, eleutherōsōmen se, epeidē aischras hēmas douleias ēleutherōsas autos. legei autois; Epeidē enērgēsen ho theos kai esōthē hymōn hē psychē, eipō hymin to mystērion tou dramatos: egō katoikteirēsas hymōn tēn psychēn, eleutheros hōn askētēs tǭ genei Aigyptios, toutou charin pepraka emauton hina sōsō hymas. epeidē de touto pepoiēken ho theos kai esōthē hymōn hē psychē dia tēs emēs tapeinōseōs, labete hymōn ton chryson hina apelthō kai allois boēthēsō. hoi de polla parakalesantes auton kai diabebaiōsamenoi hoti Hōs patera se hexomen kai despotēn, monon meinon meth᾽ hēmōn' ouk ischysan auton peisai. tote legousin autǭ" Dos to chrysion ptōchois, arrabōn gar hēmin gegone sōtērias: alla kan di eniautou hēmas hora. Houtos tais synechesin apodēmiais katēntēsen eis Ellada, kai diatripsas triōn hēmerōn en ᾿Athēnais ouk ēxiōthē para tinos artou" oute gar kerma ebastazen, ou pēran, ou mēlōtēn, ouden tōn toioutōn. tetartēs oun epilabomenēs hēmeras sphodra epeinase" deinē gar hē akousios peina, synēgoron echousa tēn apistian. kai stas epi geōlophou tēs poleōs, entha hoi en telei ēsan synathroizomenoi tēs poleōs, ērxato apodyresthai bian meta krotou cheirōn kai krazein" Andres Athēnaioi, boētheite. kai prosdramontes hēpantes hyph᾽ hen, tribōnophoroi te kai birrophoroi, legousin autǭ Ti echeis, anthrōpe? ē pothen ei ? ē ti pascheis ? legei autois: Tǭ men genei eimi Aigyptios" aph᾽ hou de tēs alēthinēs mou patridos apestēn trisi daneistais periepesa" kai hoi men dyo mon apēllagēsan plērōthentes to chreos, ouk echontes ho enkalesousin' ho de heis mou ouk apallattetai. philopragmonountes oun ekeinoi tous daneistas hina autous plērophorēsōsin, ērōtōn auton' Pou eisi, kai tines eisi ? tis estin ho ochlōn soi? deixon hēmin auton hina soi boēthēsōmen. tote legei autois: "Ōchlēsan moi ek neotētos philargyria kai gastrimargia kai porneia: tōn dyo apēllagēn, philargyrias kai porneias" ouketi moi ochlousi' gastrimargias de apallagēnai ou dynamai. tetartēn gar echō hēmeran mē phagōn, kai paramenei moi ochlousa hē gastēr kai zētousa to synēthes chreos hou aneu zēsai ou dynamai, tote tines tōn philosophōn hyponoēsantes einai auto skēnēn, didoasin autǭ nomisma" kai dexamenos ethēken en artopōleiǭ, kai labōn hena arton anechōrēse parachrēma hodeusas tēs poleōs kai mēketi hypostrepsas eis autēn. tote egnōsan hoi philosophoi hoti alēthōs enaretos ēn, kai dontes tǭ artopōlę̄ tēn timēn tou artou elabon to nomisma. elthōn de eis tous peri Lakedaimonas topous ēkouse tina ton prōton tēs poleōs Manichaion einai hama panti tǭ oikǭ autou, enareton onta ta alla. toutǭ palin pepraken heauton kata to prōton drama" kai entos dyo etōn apostēsas auton tēs haireseōs kai tēn toutou eleutheran prosēgage tę̄ ekklēsią. tote auton agapēsantes ouketi hōs oiketēn all᾽ hōs gnēsion adelphon ē patera eichon kai edoxazon ton theon. Houtos ebalen heauton pote eis ploion hōs opheilonta pleusai epi tēn Rhōmēn' hoi nautikoi hyponoēsantes hoti ē dapanas te eisēnenken ē en chrysǭ kektētai ta analōmata, aperiergōs auton edexanto, allos allon nomisantes eilēphenai autou ta skeuē. en tǭ apopleusai autous kai genesthai apo stadiōn pentakosiōn ᾿Alexandreias ērxanto hoi epibatai peri dysmas hēliou esthiein, tōn nautikōn prophagontōn. eidon oun auton hoti ouk esthiei tēn prōtēn hēmeran, kai prosedokēsan dia ton ploun; homoiōs kai tēn deuteran, kai tēn tritēn, kai tēn tetartēn. tę̄ pemptę̄ hēmerą blepousin auton kathezomenon hēsychę̄ en tǭ pantas esthiein, kai legousin autǭ" Dia ti ouk esthieis, anthrōpe ? legei autois" Hoti ouk echō. perieirgasanto oun pros allēlous: Tis autou elabe ta skeuē ē ta analōmata? kai hōs heuron hoti oudeis, ērxanto diamachesthai autǭ kai legein' Pōs eisēlthes aneu analōmatōn ? pothen hēmin echeis dounai to naulon? ē pothen echeis traphēnai? legei autois" ᾿Egō pragma ouk echō" apenenkate me kai rhipsate hopou me heurate. ekeinoi de oude hekaton chrysinōn hēdeōs an elyon, all᾽ ēnyon ton skopon autōn. houtōs oun ēn en tǭ ploiǭ kai heurethēsan trephontes auton heōs “Rhōmēs. Helthōn oun en tę̄ Rhōmę̄ perieirgazeto tis eiē megas askētēs ē askētria en tę̄ polei. en hois perietyche kai Domninǭ tini mathētę̄ ᾿Ōrigenous, hou hē klinē meta thanaton nosountas iasato. peritychōn oun autǭ kai ōphelētheis par᾽ autou, anēr gar ēn tetorneumenos en te ēthei kai gnōsei, mathōn par hautou tis allos eiē, askētēs ē askētria, egnō peri hēsychazousēs tinos parthenou hētis oudeni synetynchane. kai mathōn pou menei apēlthe kai legei tę̄ hypēretousę̄ autę̄ graïdi; Eipon tę̄ parthenǭ hoti ᾿Anankaiōs soi echō syntychein, ho theos gar me apesteile. parameinas oun dyo ē treis hēmeras hysteron autę̄ synetyche kai legei autę̄ Ti kathezę̄ ? legei autǭ Ou kathezomai alla hodeuō. legei autę̄" Pou hodeueis ? legei autǭ" Pros ton theon. legei autę̄ Zę̄s ē apethanes? legei autǭ" Pisteuō eis ton theon hoti apethanon" zōn gar sarki tis ou mē hodeusę̄. legei autę̄ Oukoun hina me plērophorēsę̄s hoti apethanes poiēson ho poiō. legei autǭ Dynata moi epitaxon kai poiō. apekrinato autę̄ Nekrǭ panta esti dynata, parektos tou asebēsai. tote legei autę̄" "Exelthe kai proelthe. apekrinato autǭ ekeinē" Eikoston pempton etos echō kai ou proēlthon' kai hina ti proelthō? legei autę̄ Ei apethanes tǭ kosmǭ kai soi ho kosmos, tauton soi esti kai proelthein kai mē proelthein; proelthe oun. proēlthe" kai meta to proelthein autēn exō kai elthein heōs ekklēsias tinos legei autę̄ en tę̄ ekklēsią Oukoun ei theleis me plērophorēsai hoti apethanes kai ouketi zēs anthrōpois areskousa, poiēson ho poiō, kai oida hoti apethanes" ekdysamenē kat᾽ eme panta sou ta himatia epi tōn hōmōn thes kai parelthe mesēn tēn polin emou prolambanontos tǭ schēmati toutǭ. legei autǭ ekeinē" Skandalizō pollous epi tǭ aschēmǭ tou pragmatos, kai echousi legein hoti ᾿᾽Exestē kai daimoniōsa estin. apekrithē autę̄ Kai soi ti melei ean eipōsin hoti ᾿Exestē kai daimoniōsa esti? sy gar autois apethanes. tote legei autǭ ekeinē" Ei ti allo theleis poiō" eis touto gar to metron oude euchomai elthein. tote legei autę̄; … oun mēketi mega phronei epi seautę̄ hōs pantōn eulabestera kai apothanousa tǭ kosmǭ; egō gar sou nekroteros eimi, kai ergǭ deiknymi hoti apethanon tǭ kosmǭ' apathōs gar kai anepaischyntōs touto poiō. tote kataleipsas autēn en tapeinophrosynę̄ kai klasas autēs ton typhon anechōrēse. Polla de esti kai alla ha pepoiēke thaumasta pragmata ta synteinonta eis apatheian. houtos teleutą hexēkoston agōn etos tēs hēlikias, en autę̄ tę̄ Rhōmę̄ tapheis.

There was another Sarapion, who was surnamed the Sindonite, because he never wore anything but a linen cloth. He practised great poverty, and being well educated he knew all the Scriptures by heart. Because of his great poverty and his study of the Scriptures he could not stay quiet in a cell; not being distracted by possessions, he went about the inhabited world and achieved this virtue. For he was of that nature too; for there are differences of natures, not of substances.

The fathers said that he took a fellow ascetic as a companion and sold himself to some Greek actors in a certain city for twenty pieces of gold, and sealing up the coins he kept them by him. He stayed and served the actors who had bought him until he had made them Christians and drawn them away from the theatre, taking nothing but bread and water and never keeping his mouth quiet from the study of the Scriptures. In the course of time first the man was pricked to the heart, then the actress, then their whole household. It was said that as long as they did not know who he was, he used to wash the feet of both of them. When both had been baptized, they gave up acting, and having taken up the holy and godly life, they revered the man greatly and said to him, “Come, brother, let us set you free, since you yourself have freed us from a shameful slavery.” He said to them, “Since God has worked and your soul has been saved, let me tell you the secret of the play. Taking pity on your soul, I, a free man, an ascetic, an Egyptian by birth, sold myself for this reason, to save you. Since God has done this and your soul has been saved through my humiliation, take your gold, so that I may go away and help others.” They pleaded with him much and assured him, “We will hold you as father and master; only stay with us”; but they could not persuade him. Then they said to him, “Give the gold to the poor, for it has been a pledge of salvation to us; but at least visit us once a year.”

In the course of his continual journeys he came to Greece, and spending three days in Athens he was not given bread by anyone; for he carried neither money nor bag nor sheepskin nor anything of the kind. When the fourth day came, he was very hungry; for involuntary hunger is terrible when it has unbelief for its advocate. Standing on a hill of the city, where the city's magistrates were gathered, he began to lament loudly, clapping his hands and crying, “Men of Athens, help!” All ran up at once, those wearing the philosopher's cloak and those wearing the hooded cloak, and said to him, “What is the matter with you, man? Where are you from? What is wrong?” He said to them, “By birth I am an Egyptian. Since I left my true homeland I have fallen among three creditors. Two of them have let me go, having been paid the debt and having nothing to charge me with; but one will not let me go.” They, inquiring after the creditors in order to satisfy them, asked him, “Where are they, and who are they? Who is the one troubling you? Show him to us so that we may help you.” Then he said to them, “From my youth love of money, gluttony, and sexual immorality troubled me. I have been freed from two, love of money and sexual immorality; they trouble me no longer. But from gluttony I cannot be freed. This is the fourth day I have not eaten, and my stomach goes on troubling me, demanding its usual due, without which I cannot live.” Then some of the philosophers, suspecting that it was an act, gave him a gold coin. He took it, put it down at a baker's, took one loaf, and immediately left the city, never returning to it. Then the philosophers knew that he was truly virtuous, and paying the baker the price of the loaf they took back the coin.

Coming to the region of Lacedaemon, he heard that one of the leading men of the city was a Manichaean with all his household, though virtuous in other respects. To him again he sold himself, as in the first play, and within two years he drew him away from the heresy and brought his wife to the church. Then they loved him and held him no longer as a servant but as a true brother or father, and glorified God.

Once he put himself on board a ship as if he were bound to sail to Rome. The sailors, supposing that he had either brought provisions on board or had his expenses in gold, took him on without inquiry, each thinking that someone else had taken his baggage. When they had set sail and were five hundred stades from Alexandria, the passengers began to eat about sunset, after the sailors had eaten first. They saw that he did not eat on the first day and supposed it was because of the voyage; likewise the second, the third, and the fourth. On the fifth day they saw him sitting quietly while everyone ate and said to him, “Why do you not eat, man?” He said to them, “Because I have nothing.” They inquired among themselves, “Who took his baggage or his provisions?” And when they found that no one had, they began to quarrel with him and say, “How did you come aboard without provisions? Where will you get the fare to give us? Or where will you get food?” He said to them, “I have nothing. Take me back and throw me off where you found me.” They would not have turned back even for a hundred gold pieces, but held to their course. So he stayed on the ship, and they ended up feeding him as far as Rome.

Arriving in Rome, he inquired who was a great ascetic, man or woman, in the city. Among others he met Domninus, a disciple of Origen, whose bed after his death healed the sick. Meeting him and being helped by him (for he was a man finished in character and knowledge), he learned from him who else there was, ascetic man or woman, and heard of a virgin living in seclusion who met no one. Learning where she lived, he went and said to the old woman who served her, “Tell the virgin that I must meet her, for God has sent me.” After waiting two or three days he met her and said to her, “Why are you sitting?” She said to him, “I am not sitting; I am travelling.” He said to her, “Where are you travelling?” She said to him, “To God.” He said to her, “Are you alive or dead?” She said to him, “I believe in God that I am dead; for one who lives in the flesh will not travel.” He said to her, “Then, to convince me that you are dead, do what I do.” She said to him, “Command me what is possible and I will do it.” He answered her, “To the dead all things are possible except impiety.” Then he said to her, “Come out and go forth.” She answered him, “I have been twenty-five years without going out; why should I go out?” He said to her, “If you have died to the world and the world to you, it is the same to you whether you go out or not; so go out.” She went out. And after she had gone out and they had come to a certain church, he said to her in the church, “Now, if you wish to convince me that you are dead and no longer live pleasing men, do what I do, and I will know that you are dead: take off all your clothes as I do, put them on your shoulders, and walk through the middle of the city with me going in front, in this state.” She said to him, “I would scandalize many by the indecency of the thing, and they would say, ‘She is out of her mind and possessed.’” He answered her, “And what does it matter to you if they say, ‘She is out of her mind and possessed’? For you are dead to them.” Then she said to him, “I will do anything else you wish; to this degree I do not even pray to come.” Then he said to her, “… then, no longer think great things of yourself as more devout than everyone and dead to the world; for I am more dead than you, and I show by deed that I have died to the world, for I do this without passion and without shame.” Then, leaving her in humility and having broken her pride, he went away.

There are many other wonderful things he did that tended toward freedom from passion. He died at the age of sixty and was buried in Rome itself.

Textual problem in this passage: see the notes.

Acts 17:22 (echo, low confidence)

Notes and citation

Summary: Sarapion the Sindonite sells himself as a slave to convert actors and a Manichaean, tests the Athenians and sailors with his poverty, and humbles a proud recluse in Rome.

  • “Men of Athens” recalls Acts 17:22. Butler's apparatus (a note on the chapter's sources, and variant forms of the sentence about the voyage to Rome from other recensions) was removed by logged corrections. “Then, no longer…”: a word is lost before “then” in the OCR. Sarapion's proposal to walk naked through the city is a test of the recluse's claim to be dead to the world; it is translated as written.

Notes on the original text

  • Digital text corrected (English note and OCR debris removed; OCR debris; OCR debris (a line partly repeated); OCR doubled letter; OCR slip; OCR slip and stray stop; OCR slips; OCR stray letter; OCR ξ for ζ; apparatus (variants of other recensions) removed; line-break hyphen and stray line number; stray bracket; stray letter; stray letters; stray line number; stray line number; a word lost; stray mark): ἀπεστήθιξε → ἀπεστήθιζε; διαφόραι γάρ εἰσιν. φύσεων → διαφοραὶ γάρ εἰσι φύσεων; οὐσιῶν. το Διηγοῦντο → οὐσιῶν. Διηγοῦντο; συμπαίκτην [ ἀσκητὴν → συμπαίκτην ἀσκητὴν; ἐποίησε τ5. καὶ → ἐποίησε καὶ; ΤΗΐΒ ομαρίον οὗ ] ἰβ ρῥυϊηύθά ἴῃ Βιδῖ. Οαϑίη. 11]. ΕἸογίϊοσ. 806, Ῥ 1ηοἷυᾶοθ ψῃθη ποῦ οὐμθυνβα βίαθθα. Οἱ ϑδγαρίοῃ 866 Νοίβ 68, ’ ν « , “4 » - δὰ έ! δὲ μὴ 3 μὲ → ; ἐπειδὴ . αἰσχρᾶς → ἐπειδὴ αἰσχρᾶς; λέγει αὐτοῖς" Ε ΑἹ 2. » ε Ν ΝΟΣ} , « [ ς ’ ΠΣ Ἐπειδὴ → λέγει αὐτοῖς· Ἐπειδὴ; πεποίηκεν ς- Ν 9 ,ὔ ε -“ ε ΑῚ Ὁ δ κ΄ , ὁ θεὸς → πεποίηκεν ὁ θεὸς; οὐκ τι ἴσχυσαν → οὐκ ἴσχυσαν; ἔΑνδρες ᾿Αθηναῖοι → Ἄνδρες Ἀθηναῖοι; τριβωνοφύροι → τριβωνοφόροι; αὐτοὺς το πληροφορήσωσιν → αὐτοὺς πληροφορήσωσιν; ἸΠοῦ εἰσί → Ποῦ εἰσί; ἀπαλ- ι5 λαγῆναι → ἀπαλλαγῆναι; ξητοῦσα → ζητοῦσα; ἐνάρετος ἦν, Β καὶ → ἐνάρετος ἦν, καὶ; ἥμα παντὶ → ἅμα παντὶ; 18, 14 Οὗτος..... Ῥώμην] Τ' : Παρακαλέσας δὲ αὐτοὺς καὶ παραθέμενος τῷ θεῷ ἔβαλεν ἑαυτὸν εἰς πλοῖον, ἀποδοὺς καὶ ταύτοις τὸ τίμημα καὶ μηδ᾽ ὅλως τι ἐπικομιζόμενος, ἡρήσατο ἐπὶ Ῥώμην πλεῦσαι. 8: Μετ᾿ ὀλίγον πάλιν χρόνον παρακαλέσας πολλὰ τούτους καὶ ἀνοχωρήσας ὁ πνευματικὸς ἀδάμας Σεραπίων, ἔβαλεν ἑαυτὸν εἰς πλοῖον, ἀπε; πολήσας καὶ τούτοις ὁμοίως τοῖς δεσπόταις τὸ τίμημα, μηδ᾽ ὅλως τι ἐπικομιζόμενος, ὡς ὀφείλων ἐπὶ τὴν “Ῥώμην πλεῦσαι. εἶναι αὐτὸ] ῬΊΤ'; αὐτὸ εἶναι Α,; τὸ δρᾶμα εἶναι Υ0 : σκηνὴν εἶναι τὸ πρᾶγμα Β νόμισμα] " ἔν Β](8) 2 ἀρτοκοπείῳ Ῥ (ἰχὶ Ὑ) ἕνα] οὐγὰ ΤΑΥ͂Ο ἀνεχώρησε) → ; τὸν πλοῦν! → τὸν πλοῦν·; ὍΟτε οὐκ ἔχω → Ὅτι οὐκ ἔχω; ἔχεις το δοῦναι → ἔχεις δοῦναι; ἐν τῇ πόλει. ] ἐν οἷς → ἐν τῇ πόλει. ἐν οἷς; αὐτοῦ, , ἊΣ ἀνὴρ → αὐτοῦ, ἀνὴρ; ἔγνω “περ ΄ νΝ ἡσυχαζούσης → ἔγνω περὶ ἡσυχαζούσης; γραΐδι . Εἶπον → γραΐδι· Εἶπον; καθέξζομαι → καθέζομαι; πρόελθες ἀπεκρίνατο → πρόελθε. ἀπεκρίνατο; Ἑϊκοστὸν → Εἰκοστὸν; ἘΠ ἀπέθανες τῷ κόσμῳ καί σοι ρ ; ἢ ᾧ κόσμῳ ὁ κόσμος → Εἰ ἀπέθανες τῷ κόσμῳ καί σοι ὁ κόσμος; προελθεῖν" , Γ ΝΥ με ᾽ ᾿ Η » νὙὕ ν΄ ν' . πρόελθε → προελθεῖν· πρόελθε; Σκανδαλίζω πολλοὺς το ἐπὶ → Σκανδαλίζω πολλοὺς ἐπὶ; αὐτῇ" ι5 ε οὖν μηκέτι → αὐτῇ· … οὖν μηκέτι; κόσμφ' → κόσμῳ·; σον νεκρότερός εἰμε → σου νεκρότερός εἰμι; ταφείς. . → ταφείς..

Topics: Baptism, Heresy

Cite (SBL): Palladius, Hist. Laus. 37 (Butler 1904 2:109–116; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/37). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-37) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 38

38Butler 1904 2:116–123

Τὰ κατὰ Εὐάγριον τὸν ἀοίδιμον διάκονον, ἄνδρα βεβιωκότα κατὰ τοὺς ἀποστόλους, οὐ δίκαιον ἡσυχάσαι, ἀλλὰ ταῦτα γραφῇ παραδοῦναι εἰς οἰκοδομὴν τῶν ἐντυγχανόντων καὶ δόξαν τῆς ἀγαθότητος τοῦ σωτῆρος ἡμῶν, ἄξιον ἡγησάμενος ἄνωθεν ἐκτιθέναι, πῶς τε ἦλθεν ἐπὶ τὸν σκοπόν, καὶ ὅπως αὐτὸν ἐξασκήσας ἀξίως τελευτᾷ πεντήκοντα τεσσάρων ἐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον: Ἔν ὀλίγῳ χρόνῳ ἐπλήρωσεν ἔτη πολλά. Οὗτος τῷ μὲν γένει ἦν Ποντικὸς πόλεως Ἰβόρων, υἱὸς χωρεπισκόπου' ἀναγνώστης κεχειροτόνηται παρὰ τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου τῆς ἐκκλησίας Καισαρέων. μετὰ οὖν τὸν θάνατον τοῦ ἁγίου Βασιλείου προσχὼν αὐτοῦ τῇ ἐπιτηδειότητι ὁ σοφώτατος καὶ ἀπαθέστατος καὶ παιδείᾳ διαλάμπων Γρηγόριος ὁ Ναζιανζηνὸς ἐπίσκοπος προχειρίζεται διάκονον. ἐκεῖθεν ἐν τῇ μεγάλῃ συνόδῳ τῇ κατὰ Κωνσταντινούπολιν καταλιμπάνει αὐτὸν τῷ μακαρίῳ Νεκταρίῳ τῷ ἐπισκόπῳ διαλεκτικώτατον ὄντα κατὰ πασῶν τῶν αἱρέσεων. ἤνθει δὲ ἐν τῇ μεγάλῃ πόλει λόγοις νεανιευόμενος κατὰ πάσης αἱρέσεως. συνέβη οὖν τοῦτον σφοδρῶς παρὰ πάσης τῆς πόλεως τιμώμενον, εἰδώλῳ περιπαγῆναι γυναικικῆς ἐπιθυμίας, ὡς αὐτὸς ἡμῖν διηγήσατο. ὕστερον ἐλευθερωθεὶς τὸ φρονοῦν, ἀντηράσθη τούτου πάλιν τὸ γύναιον" ἦν δὲ τῶν μεγιστάνων. ὁ οὖν Εὐάγριος τὸν θεὸν φοβούμενος καὶ τὸ ἑαυτοῦ αἰδούμενος συνειδός, καὶ πρὸ ὀφθαλμῶν θέμενος τὸ μέγεθος τῆς αἰσχημοσύνης καὶ τὸ ἐπιχαιρεσίκακον τῶν αἱρέσεων, ηὔξατο τὸν θεὸν ἱκετεύων ὅπως παρ᾽ αὐτοῦ ἐμποδισθῇ. τῆς οὖν γυναικὸς ἐπικειμένης καὶ λυττώσης θέλων ἀναχωρῆσαι οὐκ ἴσχυε, δεσμοῖς τῆς θεραπείας ταύτης κατεχόμενος. μετ᾽ οὐ πολὺ δὲ τῆς εὐχῆς αὐτοῦ προκοψάσης πρὸ τῆς τοῦ πράγματος πείρας, ἐπέστη αὐτῷ ἀγγελικὴ ὀπτασία ἐν σχήματι στρατιωτῶν τοῦ ὑπάρχου, καὶ ἁρπάζει αὐτὸν καὶ ἄγει ὡς ἐν δικαστηρίῳ καὶ βάλλει αὐτὸν εἰς τὴν λεγομένην κουστωδίαν, κλοιοῖς σιδηροῖς καὶ ἁλύσεσιν αὐχένα καὶ χεῖρας καταδησάντων, τῶν ἐπ᾽ αὐτὸν ἐλθόντων δῆθεν τὴν αἰτίαν οὐ λεγόντων. αὐτὸς δὲ τῇ συνειδήσει ἤδει ὅτι χάριν ταύτης ὑφίσταται ταῦτα, προσδοκήσας τὸν ἄνδρα αὐτῆς ἐντετυχηκέναι. ἐν τῷ οὖν λίαν αὐτὸν ἀγωνιᾶν ἄλλης δίκης πραττομένης καὶ βασανιζομένων ἑτέρων ἐπὶ ἐγκλήματι, ἔμενε σφόδρα ἀγωνιῶν. μετασχηματίζεται δὲ ὁ ἄγγελος ὁ τὴν ὀπτασίαν παρασχὼν εἰς παρουσίαν γνησίου φίλου, καὶ λέγει αὐτῷ δεδεμένῳ μεταξὺ σειρᾶς τεσσαράκοντα καταδίκων" Τίνος ἕνεκεν κατέχῃ ἐνταῦθα, κῦρι διάκονε; λέγει αὐτῷ Κατὰ μὲν ἀλήθειαν οὐκ ἐπίσταμαι, ὑπόνοια δέ με ἔχει ὅτι ὁ δεῖνα ὁ ἀπὸ ὑπάρχων ἐνέτυχε κατ᾽ ἐμοῦ ἀλόγῳ ζηλοτυπίᾳ πληγείς" καὶ δέδοικα μήποτε χρήμασιν ὁ ἄρχων διαφθαρεὶς τιμωρίᾳ με ὑποβάλλῃ. λέγει αὐτῷ: Εἰ ἀκούεις τοῦ φίλου σου, οὐ συμφέρει σοι ἐν τῇ πόλει ταύτῃ διάγειν. λέγει αὐτῷ ὁ Εὐάγριος" ᾿Εὰν ὁ θεός με ταύτης τῆς συμφορᾶς ἀπαλλάξῃ καὶ ἴδῃς με ἐν Κωνσταντινουπόλει, γνῶθι ὅτι εὐλόγως ὑφίσταμαι ταύτην τὴν τιμωρίαν. λέγει αὐτῷ ἐκεῖνος Φέρω τὸ εὐαγγέλιον καὶ ὄμοσον … τὸ πρᾶγμα σύμπαν. ἡ δὲ λέγει αὐτῷ" Δός μοι λόγον ἐπὶ κυρίου, ὅτι ἔχῃ τοῦ σκοποῦ τοῦ μονήρους βίου" καὶ εἰ καὶ ἁμαρτωλὴ τυγχάνω, προσεύχομαι ἵνα δοθῇ σοι Ἱἱκομίατος ζωῆς. ὁ δὲ συνέθετο. ἐντὸς οὖν ὀλίγων ἡμερῶν ὑγίανε' καὶ ἀναστὰς παρ᾽ αὐτῆς ἐκείνης μετημφιάσθη, καὶ ἐξέρχεται ἐκδημήσας εἰς τὸ ὄρος τῆς Νιτρίας τὸ ἐν Αἰγύπτῳ. Ἔν ᾧ οἰκήσας δεύτερον ἔτος τὸ τρίτον εἰσβάλλει εἰς τὴν ἔρημον. ζήσας οὖν δεκατέσσαρα ἔτη ἐν τοῖς λεγομένοις Κελλίοις ἤσθιε μὲν λίτραν ἄρτου, ἐν τριμηνιαίῳ δὲ ξέστην ἐλαίου, ἀνὴρ ἀπὸ ἁβροτάτου καὶ τρυφηλοῦ βίου καὶ ὑγροτάτου ἠγμένος. ἐποίει δὲ εὐχὰς ἑκατόν, γράφων τοῦ ἔτους τὴν τιμὴν μόνον ὧν ἤσθιεν" εὐφυῶς γὰρ ἔγραφε τὸν ὀξύρυγχον χαρακτῆρα. ἐντὸς οὖν δεκαπέντε ἐτῶν καθαρεύσας εἰς ἄκρον τὸν νοῦν κατηξιώθη χαρίσματος γνώσεως καὶ σοφίας καὶ διακρίσεως πνευμάτων. συντάττει οὖν οὗτος τρία βιβλία ἱερὰ μοναχῶν ἀντιρρητικὰ οὕτω λεγόμενα, πρὸς τοὺς δαίμονας ὑποτιθέμενος τέχνας. τούτῳ ὥχλησεν εἰς βάρος ὁ τῆς πορνείας δαίμων, ὡς καὶ αὐτὸς ἡμῖν διηγεῖτο' καὶ διὰ πάσης νυκτὸς γυμνὸς ἔστη ἐν τῷ φρέατι χειμῶνος ὄντος, ὡς καὶ παγῆναι αὐτοῦ τὰς σάρκας. ἄλλοτε πάλιν ὥχλησεν αὐτῷ πνεῦμα βλασφημίας" καὶ ἐν τεσσαράκοντα ἡμέραις ὑπὸ στέγην οὐκ εἰσῆλθεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο, ὡς καὶ τὸ σῶμα αὐτοῦ καθάπερ τῶν ἀλόγων ζῴων κρότωνας ἐκβράσαι. τούτῳ τρεῖς ἐπέστησαν ἐν ἡμέρᾳ δαίμονες ἐν σχήματι κληρικῶν περὶ πίστεως συζητοῦντες" καὶ ὁ μὲν ἔλεγεν ἑαυτὸν ᾿Αρειανόν, ὁ δὲ Εὐνομιανόν, ὁ δὲ ᾿Απολιναριανόν" καὶ τούτων περιεγένετο τῇ σοφίᾳ αὐτοῦ διὰ βραχέων λόγων. πάλιν μιᾶς τῶν ἡμερῶν τῆς κλειδὸς ἀπολομένης τῆς ἐκκλησίας, σφραγίσας τὸ πρόσωπον τοῦ ἡλχωταρίου καὶ τῇ χειρὶ ὦσας ἤνοιξεν, ἐπικαλεσάμενος τὸν Χριστόν. τοσαῦτα ἐμαστιγώθη οὗτος ὑπὸ δαιμόνων καὶ τοσαύτην ἔλαβε πεῖραν δαιμόνων ὧν ἀριθμὸς οὐκ ἔστιν. ἑνὶ δὲ τῶν ἑαυτοῦ μαθητῶν τὰ μετὰ δεκαοκτὼ ἔτη συμβησόμενα αὐτῷ εἶπε, πάντα κατ᾽ εἶδος προφητεύσας αὐτῷ. ἔλεγε δὲ ὅτι ᾿Αφ᾽ οὗ κατέλαβον τὴν ἔρημον οὐ θριδακίου ἡψάμην, οὐχ ἑτέρου λαχάνου τινὸς χλωροῦ, οὐκ ὀπώρας, οὐ σταφυλῆς, οὐ κρεῶν, οὐ λουτροῦ. ἐς ὕστερον δὲ τῷ ἑκκαιδεκάτῳ ἔτει τῆς πολιτείας τῆς ἄνευ ἑψήματος, χρείαν ἐχούσης αὐτοῦ τῆς σαρκὸς διὰ τὴν ἀσθένειαν τοῦ στομάχου τοῦ μεταλαμβάνειν διὰ πυρός, ἄρτου μὲν ἥψατο οὐκέτι, λαχάνων δὲ μεταλαμβάνων ἢ πτισάνης ἢ ὀσπριδίων ἐπὶ δύο ἔτη, ἐν αὐτοῖς τελευτᾷ, κοινωνήσας εἰς τὰ ᾿Επιφάνια εἰς τὴν ἐκκλησίαν. ἀφηγεῖτο οὖν ἡμῖν περὶ τὸν θάνατον ὅτι Τρίτον ἔτος ἔχω μὴ ὀχλούμενος ὑπὸ ἐπιθυμίας σαρκικῆς,---μετὰ τοσοῦτον βίον καὶ κόπον καὶ πόνον καὶ προσεὐχὴν ἀδιάλειπτον. τούτῳ ἐμηνύθη ἡ τελευτὴ τοῦ πατρὸς καὶ λέγει τῷ ἀναγγείλαντι' Παῦσαι βλασφημῶν: ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν.

Ta kata Euagrion ton aoidimon diakonon, andra bebiōkota kata tous apostolous, ou dikaion hēsychasai, alla tauta graphę̄ paradounai eis oikodomēn tōn entynchanontōn kai doxan tēs agathotētos tou sōtēros hēmōn, axion hēgēsamenos anōthen ektithenai, pōs te ēlthen epi ton skopon, kai hopōs auton exaskēsas axiōs teleutą pentēkonta tessarōn etōn en tę̄ erēmǭ, kata to gegrammenon: En oligǭ chronǭ eplērōsen etē polla. Houtos tǭ men genei ēn Pontikos poleōs Iborōn, huios chōrepiskopou' anagnōstēs kecheirotonētai para tou hagiou Basileiou tou episkopou tēs ekklēsias Kaisareōn. meta oun ton thanaton tou hagiou Basileiou proschōn autou tę̄ epitēdeiotēti ho sophōtatos kai apathestatos kai paideią dialampōn Grēgorios ho Nazianzēnos episkopos procheirizetai diakonon. ekeithen en tę̄ megalę̄ synodǭ tę̄ kata Kōnstantinoupolin katalimpanei auton tǭ makariǭ Nektariǭ tǭ episkopǭ dialektikōtaton onta kata pasōn tōn haireseōn. ēnthei de en tę̄ megalę̄ polei logois neanieuomenos kata pasēs haireseōs. synebē oun touton sphodrōs para pasēs tēs poleōs timōmenon, eidōlǭ peripagēnai gynaikikēs epithymias, hōs autos hēmin diēgēsato. hysteron eleutherōtheis to phronoun, antērasthē toutou palin to gynaion" ēn de tōn megistanōn. ho oun Euagrios ton theon phoboumenos kai to heautou aidoumenos syneidos, kai pro ophthalmōn themenos to megethos tēs aischēmosynēs kai to epichairesikakon tōn haireseōn, ēuxato ton theon hiketeuōn hopōs par᾽ autou empodisthę̄. tēs oun gynaikos epikeimenēs kai lyttōsēs thelōn anachōrēsai ouk ischye, desmois tēs therapeias tautēs katechomenos. met᾽ ou poly de tēs euchēs autou prokopsasēs pro tēs tou pragmatos peiras, epestē autǭ angelikē optasia en schēmati stratiōtōn tou hyparchou, kai harpazei auton kai agei hōs en dikastēriǭ kai ballei auton eis tēn legomenēn koustōdian, kloiois sidērois kai halysesin auchena kai cheiras katadēsantōn, tōn ep᾽ auton elthontōn dēthen tēn aitian ou legontōn. autos de tę̄ syneidēsei ēdei hoti charin tautēs hyphistatai tauta, prosdokēsas ton andra autēs entetychēkenai. en tǭ oun lian auton agōnian allēs dikēs prattomenēs kai basanizomenōn heterōn epi enklēmati, emene sphodra agōniōn. metaschēmatizetai de ho angelos ho tēn optasian paraschōn eis parousian gnēsiou philou, kai legei autǭ dedemenǭ metaxy seiras tessarakonta katadikōn" Tinos heneken katechę̄ entautha, kyri diakone? legei autǭ Kata men alētheian ouk epistamai, hyponoia de me echei hoti ho deina ho apo hyparchōn enetyche kat᾽ emou alogǭ zēlotypią plēgeis" kai dedoika mēpote chrēmasin ho archōn diaphthareis timōrią me hypoballę̄. legei autǭ: Ei akoueis tou philou sou, ou sympherei soi en tę̄ polei tautę̄ diagein. legei autǭ ho Euagrios" ᾿Ean ho theos me tautēs tēs symphoras apallaxę̄ kai idę̄s me en Kōnstantinoupolei, gnōthi hoti eulogōs hyphistamai tautēn tēn timōrian. legei autǭ ekeinos Pherō to euangelion kai omoson … to pragma sympan. hē de legei autǭ" Dos moi logon epi kyriou, hoti echę̄ tou skopou tou monērous biou" kai ei kai hamartōlē tynchanō, proseuchomai hina dothę̄ soi Hiikomiatos zōēs. ho de synetheto. entos oun oligōn hēmerōn hygiane' kai anastas par᾽ autēs ekeinēs metēmphiasthē, kai exerchetai ekdēmēsas eis to oros tēs Nitrias to en Aigyptǭ. En hǭ oikēsas deuteron etos to triton eisballei eis tēn erēmon. zēsas oun dekatessara etē en tois legomenois Kelliois ēsthie men litran artou, en trimēniaiǭ de xestēn elaiou, anēr apo habrotatou kai tryphēlou biou kai hygrotatou ēgmenos. epoiei de euchas hekaton, graphōn tou etous tēn timēn monon hōn ēsthien" euphyōs gar egraphe ton oxyrynchon charaktēra. entos oun dekapente etōn kathareusas eis akron ton noun katēxiōthē charismatos gnōseōs kai sophias kai diakriseōs pneumatōn. syntattei oun houtos tria biblia hiera monachōn antirrētika houtō legomena, pros tous daimonas hypotithemenos technas. toutǭ hōchlēsen eis baros ho tēs porneias daimōn, hōs kai autos hēmin diēgeito' kai dia pasēs nyktos gymnos estē en tǭ phreati cheimōnos ontos, hōs kai pagēnai autou tas sarkas. allote palin hōchlēsen autǭ pneuma blasphēmias" kai en tessarakonta hēmerais hypo stegēn ouk eisēlthen, hōs autos hēmin diēgēsato, hōs kai to sōma autou kathaper tōn alogōn zǭōn krotōnas ekbrasai. toutǭ treis epestēsan en hēmerą daimones en schēmati klērikōn peri pisteōs syzētountes" kai ho men elegen heauton ᾿Areianon, ho de Eunomianon, ho de ᾿Apolinarianon" kai toutōn periegeneto tę̄ sophią autou dia bracheōn logōn. palin mias tōn hēmerōn tēs kleidos apolomenēs tēs ekklēsias, sphragisas to prosōpon tou hēlchōtariou kai tę̄ cheiri ōsas ēnoixen, epikalesamenos ton Christon. tosauta emastigōthē houtos hypo daimonōn kai tosautēn elabe peiran daimonōn hōn arithmos ouk estin. heni de tōn heautou mathētōn ta meta dekaoktō etē symbēsomena autǭ eipe, panta kat᾽ eidos prophēteusas autǭ. elege de hoti ᾿Aph᾽ hou katelabon tēn erēmon ou thridakiou hēpsamēn, ouch heterou lachanou tinos chlōrou, ouk opōras, ou staphylēs, ou kreōn, ou loutrou. es hysteron de tǭ hekkaidekatǭ etei tēs politeias tēs aneu hepsēmatos, chreian echousēs autou tēs sarkos dia tēn astheneian tou stomachou tou metalambanein dia pyros, artou men hēpsato ouketi, lachanōn de metalambanōn ē ptisanēs ē ospridiōn epi dyo etē, en autois teleutą, koinōnēsas eis ta ᾿Epiphania eis tēn ekklēsian. aphēgeito oun hēmin peri ton thanaton hoti Triton etos echō mē ochloumenos hypo epithymias sarkikēs,---meta tosouton bion kai kopon kai ponon kai proseuchēn adialeipton. toutǭ emēnythē hē teleutē tou patros kai legei tǭ anangeilanti' Pausai blasphēmōn: ho gar emos patēr athanatos estin.

It is not right to keep silent about the celebrated deacon Evagrius, a man who lived after the manner of the apostles; rather, these things should be committed to writing for the edification of readers and the glory of the goodness of our Saviour. I have thought it worth while to set out from the beginning how he came to his purpose, and how, having practised it worthily, he died in the desert at the age of fifty-four, as it is written: “In a short time he fulfilled many years.”

By birth he was from Pontus, of the city of Ibora, the son of a chorepiscopus. He was ordained reader by the holy Basil, bishop of the church of Caesarea. After the death of the holy Basil, the most wise and passionless Gregory of Nazianzus, the bishop, brilliant in learning, noticing his aptitude, made him deacon. From there, at the great synod in Constantinople, he left him with the blessed Nectarius the bishop, being a most skilful debater against all the heresies. He flourished in the great city, displaying youthful vigour in discourses against every heresy. It happened that, while he was highly honoured by the whole city, he became entangled in an image of desire for a woman, as he himself told us. Later, when he had freed his mind, the woman fell in love with him in turn; she was one of the great ladies. Evagrius, fearing God and respecting his own conscience, and setting before his eyes the greatness of the disgrace and the malicious joy of the heretics, prayed, entreating God that he might be hindered by him. But as the woman pressed him and raged, though he wished to leave he could not, held fast by the bonds of this courtship.

Not long after, his prayer having gone ahead of the actual deed, an angelic vision appeared to him in the form of soldiers of the prefect. They seized him, brought him as if to a court, and threw him into the so-called custody, binding his neck and hands with iron collars and chains, those who had come for him not stating the charge. But he knew in his conscience that he suffered this because of her, supposing that her husband had made a complaint. While he was in great anguish, another case was being tried and others were being tortured on a charge, and he remained in great anguish. Then the angel who had given the vision transformed himself into the likeness of a true friend and said to him, as he stood bound among a chain of forty condemned men, “Why are you held here, lord deacon?” He said to him, “In truth I do not know; but I suspect that so-and-so, the ex-prefect, has complained against me, struck with irrational jealousy; and I fear that the magistrate, corrupted by money, may subject me to punishment.” He said to him, “If you listen to your friend, it is not good for you to stay in this city.” Evagrius said to him, “If God frees me from this misfortune and you see me in Constantinople, know that I deservedly suffer this punishment.” The other said to him, “I will bring the Gospel book, and swear …” … [he confessed to her] the whole matter. She said to him, “Give me your word before the Lord that you will hold to the aim of the solitary life; and though I am a sinner, I pray that a furlough of life may be granted you.” He agreed. Within a few days he recovered; and rising up, he was clothed by her in different clothes, and he went out and journeyed to the mountain of Nitria in Egypt.

Having lived there for two years, in the third he went into the desert. He lived fourteen years in the place called the Cells, eating a pound of bread and a pint of oil every three months, though he had come from a most delicate, luxurious, and soft life. He said a hundred prayers, and wrote only enough in the year to pay for what he ate; for he wrote the sharp-pointed hand beautifully. Within fifteen years, having purified his mind to the utmost, he was granted the gift of knowledge, wisdom, and the discernment of spirits. He composed three holy books for monks, called Refutations, setting out arts against the demons. The demon of sexual immorality troubled him heavily, as he himself told us, and all night he stood naked in the well, in winter, so that his flesh froze. Another time a spirit of blasphemy troubled him, and for forty days he did not go under a roof, as he himself told us, so that his body broke out in ticks like that of irrational animals. Three demons once came to him by day in the form of clerics, disputing about the faith; one called himself an Arian, another a Eunomian, another an Apollinarian; and he overcame them with his wisdom in a few words. Again, one day when the key of the church was lost, he made the sign of the cross on the face of the lock, pushed it with his hand, and opened it, calling on Christ. He was so scourged by demons and had such experience of demons that it cannot be counted. He told one of his disciples what would happen to him eighteen years later, prophesying everything in detail. He said, “Since I came to the desert I have not touched lettuce, or any other green vegetable, or fruit, or grapes, or meat, or a bath.” Later, in the sixteenth year of his life without cooked food, since his flesh needed to take food prepared by fire because of the weakness of his stomach, he no longer touched bread, but taking vegetables or barley gruel or pulse for two years, he died on that diet, having received Communion in the church at Epiphany. Near his death he told us, “This is the third year that I have not been troubled by carnal desire,” after such a life, such labour and toil and unceasing prayer. When the death of his father was announced to him, he said to the one who brought the news, “Stop blaspheming; for my father is immortal.”

Textual problem in this passage: see the notes.

Notes and citation

Summary: Evagrius of Pontus, a brilliant deacon at Constantinople, flees a dangerous love after an angelic warning, becomes a monk at Nitria and the Cells, and is renowned for asceticism and wisdom.

  • The opening quotation is Wis 4:13, restored from a garbled form. A passage is lost in the OCR after “swear” (“ὄμοσόν … τὸ πρᾶγμα σύμπαν”): Evagrius's oath, his departure for Jerusalem, his stay with Melania, and his illness are missing, and the text resumes with “the whole matter,” which he confessed to Melania; the gap is marked “…”. In Melania's prayer the word rendered “furlough” is garbled in the OCR (Ἱἱκομίατος, apparently κομμεᾶτος, Latin commeatus, “leave”). The “Refutations” are Evagrius's Antirrheticus. The demons' disguise as Arian, Eunomian, and Apollinarian clerics is reported as written.

Notes on the original text

  • Digital text corrected (OCR debris; OCR slip; OCR slip (the city of Ibora); OCR ξ for ζ; line-break hyphen and stray mark; lines lost in the OCR; gap marked; stray bracket; stray letter; stray letters; stray line number; stray mark; stray marker): Τὰ κατὰ Ἐϊάγριον → Τὰ κατὰ Εὐάγριον; ἐπλή- Ρῶσεν ἔτη πολλά. ; → ἐπλήρωσεν ἔτη πολλά.; ἸΔορῶν → Ἰβόρων; Ναξιανζηνὸς → Ναζιανζηνὸς; τὸ ἦν δὲ τῶν μεγιστάνων → ἦν δὲ τῶν μεγιστάνων; ἀναχωρῆσαι τς οὐκ → ἀναχωρῆσαι οὐκ; σχήματι ] στρατιωτῶν → σχήματι στρατιωτῶν; «καὶ ἁλύσεσιν → καὶ ἁλύσεσιν; ὁ ἀπὸ τι ὑπάρχων → ὁ ἀπὸ ὑπάρχων; ξηλοτυπίᾳ → ζηλοτυπίᾳ; μῥπὸτα → μήποτε; Ἐῤ ἀκούεις → Εἰ ἀκούεις; ἐν ο Κωνσταντινουπόλει → ἐν Κωνσταντινουπόλει; ὄμοσόν τὸ πρᾶγμα σύμπαν → ὄμοσον … τὸ πρᾶγμα σύμπαν; Δός μοι] λόγον → Δός μοι λόγον; ξωῆς → ζωῆς; εἰς τὸ ᾿ ὄρος → εἰς τὸ ὄρος; ἄλλοτε ε πάλιν → ἄλλοτε πάλιν; ἔλεγεν το ἑαυτὸν → ἔλεγεν ἑαυτὸν; Ἑὐνομιανόν → Εὐνομιανόν; ὑπὸ ἐ δαιμόνων → ὑπὸ δαιμόνων; ἀριθμὸς : οὐκ → ἀριθμὸς οὐκ; ἑξκαιδεκάτῳ → ἑκκαιδεκάτῳ; Γἡμῖν" → ἡμῖν.

Extrabiblical texts: Wis 4:13 (Wisdom of Solomon [in RC, EO, ETH canons]; quotation)

Topics: Church office, Heresy, Eucharist

Cite (SBL): Palladius, Hist. Laus. 38 (Butler 1904 2:116–123; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/38). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-38) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 39

39Butler 1904 2:123–126

Πίωρ τις Αἰγύπτιος νέος ἀποταξάμενος ἐξῆλθε τοῦ οἴκου τοῦ πατρικοῦ, καὶ λόγον ἔδωκε τῷ θεῷ δι’ ὑπερβολὴν ζήλου μηκέτι ἰδεῖν τινὰ τῶν ἰδίων. μετὰ οὖν πεντήκοντα ἔτη ἡ ἀδελφὴ τούτου γηράσασα καὶ ἀκούσασα ὅτι ζῇ, εἰς ἔκστασιν ἤλαυνεν ἐὰν μὴ αὐτὸν ἴδῃ. ἐλθεῖν δὲ μὴ δυναμένη ἐν τῇ πανερήμῳ, ἱκέτευσε τὸν κατὰ τὸν τόπον ἐπίσκοπον γράψαι τοῖς πατράσι τοῖς ἐν τῇ ἐρήμῳ, ἵνα αὐτὸν ἀποστείλωσι καὶ ἴδῃ αὐτόν. βίας οὖν αὐτῷ πολλῆς περιτεθείσης ἔδοξεν ἄλλον ἕνα παραλαβεῖν καὶ ὑπάγειν. καὶ ἐσήμανεν ἐν τῷ οἴκῳ τῆς ἀδελφῆς ὅτι Ὃ ἀδελφός σου Πίωρ παρεγένετο. στὰς οὖν ἔξω καὶ τοῦ ψόφου τῆς θύρας αἰσθόμενος ὅτι ἐξῆλθεν εἰς συνάντησιν ἡ γραῦς, καμμύσας τοὺς ὀφθαλμοὺς ἐβόησεν πρὸς αὐτήν' Ἢ δεῖνα, ἡ δεῖνα, ἐγώ εἰμι Πίωρ ὁ ἀδελφός σου, ἐγώ εἰμι βλέπε με ὅσον θέλεις. πληροφορηθεῖσα οὖν ἐκείνη καὶ δοξάσασα τὸν θεόν, καὶ μὴ πείσασα αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῆς, ὑπέστρεψεν εἰς τὴν ἰδίαν οἰκίαν" ὁ δὲ εὐχὴν ποιήσας εἰς τὰς φλιὰς ἀπεδήμησε πάλιν ἐν τῇ ἐρήμῳ. Τοῦτο δὲ αὐτοῦ τὸ θαῦμα φέρεται, ὅτι εἰς τὸν τόπον ὃν ᾤκησεν ὀρύξας εὗρεν ὕδωρ πικρότατον" καὶ μέχρις οὗ ἐτελεύτησεν ἐκεῖ παρέμεινε, στοιχήσας τῇ πικρότητι τοῦ ὕδατος ἵνα δείξῃ τὴν ἑαυτοῦ ὑπομονήν. πολλοὶ οὖν τῶν μοναχῶν μετὰ τὸν θάνατον αὐτοῦ φιλονεικήσαντες μεῖναι ἐν τῷ κελλίῳ αὐτοῦ ἐνιαυτὸν οὐκ ἴσχυσαν ἐκτελέσαι" ἔστι γὰρ φοβερὸς ὁ τόπος καὶ ἀπαράκλητος. Μωσῆς ὁ Λίβυς, ἀνὴρ πραότατος λίαν καὶ ἀγαπητικώτατος, κατηξιώθη χαρίσματος ἰαμάτων. οὗτός μοι διηγήσατο ὅτι Ἐν τῷ μοναστηρίῳ ὧν νέος φρέαρ ὠρύξαμεν μέγιστον, εἴκοσι ποδῶν πλάτος" ἐν τούτῳ τρεῖς ἡμέρας ἐκχοΐσαντες ἄνδρες ὀγδοήκοντα καὶ τὴν συνήθη καὶ ὕποπτον φλέβα παρελθόντες ὡς πῆχυν, οὐχ εὕρομεν ὕδωρ. πάνυ οὖν λυπηθέντες ἐσκεπτόμεθα ἀναχωρῆσαι τοῦ ἔργου" καὶ ἐπιστὰς ὁ Πίωρ ἐκ τῆς πανερήμου ἐν αὐτῇ τῇ ἕκτῃ τοῦ καύματος, γέρων περιβεβλημένος τὴν μηλωτήν, ἠσπάσατο ἡμᾶς καὶ λέγει μετὰ τὸν ἀσπασμόν' Τί ἐμικροψυχήσατε, ὀλιγόπιστοι; ἑώρακα γὰρ ὑμᾶς ἀπὸ ἐχθὲς μικροψυχοῦντας. καὶ κατελθὼν ἐν τῇ κλίμακι εἰς τὸ ὄρυγμα τοῦ φρέατος ποιεῖ εὐχὴν σὺν αὐτοῖς" καὶ λαβὼν τὸν ὄρυγα λέγει κατενεγκὼν τρίτην πληγήν: Ὃ θεὸς τῶν ἁγίων πατριαρχῶν, μὴ ἀχρειώσῃς τὸν πόνον τῶν δούλων σου, ἀλλὰ ἀπόστειλον αὐτοῖς τὴν τῶν ὑδάτων χρείαν. καὶ παραχρῆμα ἐξεπήδησεν ὕδωρ ὡς ῥαντισθῆναι ὅλους. πάλιν οὖν προσευξάμενος ὥχετο. ἀναγκαζόντων οὖν αὐτὸν φαγεῖν οὐκ ἠνέσχετο εἰπών" Δι’ ὃ ἀπεστάλην ἠνύσθη" δι᾽ ἐκεῖνο δὲ οὐκ ἀπεστάλην.

Piōr tis Aigyptios neos apotaxamenos exēlthe tou oikou tou patrikou, kai logon edōke tǭ theǭ di’ hyperbolēn zēlou mēketi idein tina tōn idiōn. meta oun pentēkonta etē hē adelphē toutou gērasasa kai akousasa hoti zę̄, eis ekstasin ēlaunen ean mē auton idę̄. elthein de mē dynamenē en tę̄ panerēmǭ, hiketeuse ton kata ton topon episkopon grapsai tois patrasi tois en tę̄ erēmǭ, hina auton aposteilōsi kai idę̄ auton. bias oun autǭ pollēs peritetheisēs edoxen allon hena paralabein kai hypagein. kai esēmanen en tǭ oikǭ tēs adelphēs hoti Ho adelphos sou Piōr paregeneto. stas oun exō kai tou psophou tēs thyras aisthomenos hoti exēlthen eis synantēsin hē graus, kammysas tous ophthalmous eboēsen pros autēn' Ē deina, hē deina, egō eimi Piōr ho adelphos sou, egō eimi blepe me hoson theleis. plērophorētheisa oun ekeinē kai doxasasa ton theon, kai mē peisasa auton eiselthein eis ton oikon autēs, hypestrepsen eis tēn idian oikian" ho de euchēn poiēsas eis tas phlias apedēmēse palin en tę̄ erēmǭ. Touto de autou to thauma pheretai, hoti eis ton topon hon ǭkēsen oryxas heuren hydōr pikrotaton" kai mechris hou eteleutēsen ekei paremeine, stoichēsas tę̄ pikrotēti tou hydatos hina deixę̄ tēn heautou hypomonēn. polloi oun tōn monachōn meta ton thanaton autou philoneikēsantes meinai en tǭ kelliǭ autou eniauton ouk ischysan ektelesai" esti gar phoberos ho topos kai aparaklētos. Mōsēs ho Libys, anēr praotatos lian kai agapētikōtatos, katēxiōthē charismatos iamatōn. houtos moi diēgēsato hoti En tǭ monastēriǭ hōn neos phrear ōryxamen megiston, eikosi podōn platos" en toutǭ treis hēmeras ekchoïsantes andres ogdoēkonta kai tēn synēthē kai hypopton phleba parelthontes hōs pēchyn, ouch heuromen hydōr. pany oun lypēthentes eskeptometha anachōrēsai tou ergou" kai epistas ho Piōr ek tēs panerēmou en autę̄ tę̄ hektę̄ tou kaumatos, gerōn peribeblēmenos tēn mēlōtēn, ēspasato hēmas kai legei meta ton aspasmon' Ti emikropsychēsate, oligopistoi? heōraka gar hymas apo echthes mikropsychountas. kai katelthōn en tę̄ klimaki eis to orygma tou phreatos poiei euchēn syn autois" kai labōn ton oryga legei katenenkōn tritēn plēgēn: Ho theos tōn hagiōn patriarchōn, mē achreiōsę̄s ton ponon tōn doulōn sou, alla aposteilon autois tēn tōn hydatōn chreian. kai parachrēma exepēdēsen hydōr hōs rhantisthēnai holous. palin oun proseuxamenos hōcheto. anankazontōn oun auton phagein ouk ēnescheto eipōn" Di’ ho apestalēn ēnysthē" di᾽ ekeino de ouk apestalēn.

A certain Pior, a young Egyptian, renounced the world and left his father's house, and out of excessive zeal gave his word to God never again to see any of his own people. Fifty years later his sister, grown old and hearing that he was alive, was beside herself with longing to see him. Since she could not go into the great desert, she begged the bishop of the place to write to the fathers in the desert to send him so that she might see him. Under strong pressure he decided to take one other with him and go. He sent word to his sister's house: “Your brother Pior has come.” Standing outside, and hearing from the noise of the door that the old woman had come out to meet him, he shut his eyes and cried out to her, “So-and-so, so-and-so, I am Pior your brother; it is I. Look at me as much as you like.” She was satisfied and glorified God, and not having persuaded him to come into her house, she went back into her own house; and he, having prayed at the doorway, went off again to the desert.

This wonder too is told of him: in the place where he lived he dug and found very bitter water, and until he died he stayed there, putting up with the bitterness of the water to show his endurance. After his death many of the monks vied to stay in his cell, but could not complete a year; for the place is frightful and comfortless.

Moses the Libyan, a very gentle and loving man, was granted the gift of healing. He told me, “When I was young in the monastery, we dug a very large well, twenty feet across. Eighty men dug in it for three days, and we went about a cubit beyond the usual and expected level of the water-vein, but we found no water. Greatly grieved, we were thinking of giving up the work. Then Pior came from the great desert at the very height of the noonday heat, an old man wrapped in his sheepskin. He greeted us and after the greeting said, ‘Why have you lost heart, you of little faith? For I have seen you losing heart since yesterday.’ He went down the ladder into the shaft of the well and prayed with them; then taking the pick, as he struck the third blow he said, ‘God of the holy patriarchs, do not make vain the labour of your servants, but send them the water they need.’ And at once water spurted out, so that they were all drenched. He prayed again and went away. They pressed him to eat, but he would not, saying, ‘What I was sent for has been done; I was not sent for that.’”

Matt 8:26 (echo, low confidence)

Notes and citation

Summary: Pior, vowed never to see his family, visits his aged sister with his eyes shut, endures bitter water, and by prayer brings water into a dry well for Moses the Libyan's monastery.

  • Pior's refusal to look on his sister is reported as written. “You of little faith” echoes Matt 8:26. Butler's apparatus (the parallel account in Sozomen, Hist. eccl. 6.29, and an addition of another recension) is removed by a logged correction. Text in the OCR has “prayed with them” where “with us” would be expected; it is translated as it stands.

Notes on the original text

  • Digital text corrected (OCR debris; OCR doubled letter; OCR slip; apparatus (Sozomen and an addition of another recension) removed; stray bracket; stray letter; stray line number; stray mark; stray marks; stray stop): ἔτη ςον» Ν ’ ’ Ν » ’ φ ΠῚ] 3 ΝΜ ἡ ἀδελφὴ → ἔτη ἡ ἀδελφὴ; ἱκέτευσε. τὸν → ἱκέτευσε τὸν; τοῖς “πατράσι → τοῖς πατράσι; αὐτόν. το βίας → αὐτόν. βίας; σου ]Πίωρ → σου Πίωρ; ἀπεδήμησε ᾿ πάλιν → ἀπεδήμησε πάλιν; τόπον ὃν Ν ᾽ ’ὔ 4 ὕδ Η ΗΜ Ν , φΦ 3 λεύ ᾧκησεν → τόπον ὃν ᾤκησεν; θάνατον". αὐτοῦ → θάνατον αὐτοῦ; τόπος οι καὺ ἀπαράκλητος → τόπος καὶ ἀπαράκλητος; ὅτε Ἔν τῷ μοναστηρίῳ → ὅτι Ἐν τῷ μοναστηρίῳ; ἸΠίωρ → Πίωρ; μηλωτήν, ε ἠσπάσατο → μηλωτήν, ἠσπάσατο; ἀχρειὥὦσῃς → ἀχρειώσῃς; ποτε τὸ φρέαρ ὀρύσσοντας τοὺς ἀμφὶ Μωσέα, μήτε τῆς προσδοκωμένης φλεβὸς μήτε τινὸς βάθους τὸ ὕδωρ ἀναδιδόντος, μέλλειν τὸ ἔργον ἀπαγορεύειν" ἐπιστάντα δὲ αὐτοῖς περὶ μέσην ἡμέραν τὸν Πίωρ, καὶ πρότερον ἀσπασάμενον ὀνειδίσαι δυσπιστίαν καὶ μικροψυχίαν" κατελθόντα δὲ εἰς τὴν τάφρον εὔξασθαι καὶ ὄρυγι τρίτον πλῆξαι τὴν γῆν παραχρῆμα δὲ ἀναβλύσαι τὸ ὕδωρ καὶ τὴν τάφρον πληρῶσαι. ἐπεὶ δὲ εὐξάμενος ἀπήει, δεομένων τῶν ἀμφὶ Μωσέα γεύσασθαι παρ᾽ αὐτοῖς οὐκ ἠνέσχετο, φήσας μὴ ἐπὶ τούτῳ ἀπεστάλθαι, ἠνύσθαι δὲ ἐφ᾽ ᾧ ἦλθεν. 1δ ἀπεστάλην] ΝΟΔΒ δὰ: Ταῦτα τὰ παράδοξα [-Ὁ θαύματα 8]. πράγματα Πίωρ 8] τοῦ γενναίου στύλου τῆς ὑπομονῆς, καὶ τοῦτο τὸ τέλος τῆς ἐκείνου ἀρετῆς ἀντὶ τῆς [- ἰδίας ὙΟ] πικρᾶς πηγῆς [τῆς ἐν τῇ κέλλῃ αὐτοῦ ἀπολαύοντος 0] αἰώνιον νᾶμα γλυκότητος μετὰ μεγάλης πνευματικῆς χαρᾶς ἀπολαῦον διὰ παντύς. → .

Topics: Prayer

Cite (SBL): Palladius, Hist. Laus. 39 (Butler 1904 2:123–126; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/39). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-39) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 40

40Butler 1904 2:126–128

Τὰ κατὰ Ἐφραὶμ τὸν διάκονον τῆς Ἐδεσηνῶν ἐκκλησίας πάντως ἀκήκοας" γέγονε γὰρ εἷς τῶν μνημονεύεσθαι ἀξίων παρὰ τῶν ὁσίων. οὗτος ἀξίως τὴν τοῦ πνεύματος ὁδὸν ἐξανύσας καὶ μὴ ἐκτραπεὶς τῆς εὐθείας κατηξιώθη χαρίσματος γνώσεως φυσικῆς, ἣν διαδέχεται θεολογία καὶ ἐσχάτη μακαριότης. τὸν ἥσυχον οὖν ἀεὶ ἐξασκήσας βίον καὶ τοὺς παρατυγχάνοντας οἰκοδομῶν ἐπὶ ἔτη ἱκανά, ἐς ὕστερον προῆλθε τῆς κέλλης ἐξ αἰτίας τοιᾶσδε λιμοῦ καταλαβόντος μεγάλου τὴν ᾿Ἐδεσηνῶν πόλιν κατοικτειρήσας πᾶσαν τὴν ἀγροικίαν διαφθειρομένην προσῆλθε τοῖς ἁδροῖς ἐν ὕλῃ καὶ λέγει αὐτοῖς" Τίνος ἕνεκεν οὐκ ἐλεᾶτε τὴν ἀνθρωπίνην φύσιν διαφθειρομένην, ἀλλὰ τὸν πλοῦτον ὑμῶν σήπετε εἰς κατάκριμα τῶν ψυχῶν ὑμῶν ; σκεψάμενοι οὖν λέγουσιν αὐτῷ ὅτι Οὐκ ἔχομεν τίνι πιστεύσομεν πρὸς τὸ διακονῆσαι τοῖς λιμώττουσι" πάντες γὰρ καπηλεύουσι τὰ πράγματα. λέγει αὐτοῖς" Τί ὑμῖν δοκῶ ἐγώ ; εἶχε δὲ μεγάλην ὑπόληψιν παρὰ πᾶσιν, οὐ ψευδῶς ἀλλ᾽ ἀληθῶς. λέγουσιν αὐτῷ" "Ανθρωπόν σε οἴδαμεν θεοῦ. Οὐκοῦν ἐμοί, φησίν, ἐμπιστεύσατε" ἰδοὺ δι᾿ ὑμᾶς χειροτονῶ ἐμαυτὸν ξενοδόχον. καὶ λαβὼν ἀργύρια καὶ διαφράξας τοὺς ἐμβόλους καὶ στήσας κλίνας ὡς τριακοσίας ἐνοσοκόμει τοὺς λιμώττοντας, τοὺς μὲν ἐκλιμπάνοντας θάπτων, τοὺς δὲ ἐλπίδα ἔχοντας ζωῆς νοσοκομῶν, καὶ ἁπλῶς πᾶσι τοῖς ἐπιχωριάζουσι τοῦ λιμοῦ ἕνεκεν ξενοδοχίαν καὶ ὑπηρεσίαν καθ᾽ ἡμέραν παρέχων ἐκ τῶν χορηγουμένων αὐτῷ. πληρωθέντος οὖν τοῦ ἐνιαυτοῦ καὶ διαδεξαμένης τῆς εὐθηνίας καὶ πάντων οἴκοι πορευομένων, μηκέτι ἔχων ὃ πράξει εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ κέλλαν καὶ ἐτελεύτησε μετὰ μῆνα, τοῦ θεοῦ παρασχόντος αὐτῷ τὴν ἀφορμὴν ταύτην στεφάνου τρόπον εἰς τὰ ἔσχατα αὐτοῦ. κατέλιπε δὲ καὶ συντάγματα ὧν τὰ πλεῖστα σπουδῆς ἄξια.

Ta kata Ephraim ton diakonon tēs Edesēnōn ekklēsias pantōs akēkoas" gegone gar heis tōn mnēmoneuesthai axiōn para tōn hosiōn. houtos axiōs tēn tou pneumatos hodon exanysas kai mē ektrapeis tēs eutheias katēxiōthē charismatos gnōseōs physikēs, hēn diadechetai theologia kai eschatē makariotēs. ton hēsychon oun aei exaskēsas bion kai tous paratynchanontas oikodomōn epi etē hikana, es hysteron proēlthe tēs kellēs ex aitias toiasde limou katalabontos megalou tēn ᾿Edesēnōn polin katoikteirēsas pasan tēn agroikian diaphtheiromenēn prosēlthe tois hadrois en hylę̄ kai legei autois" Tinos heneken ouk eleate tēn anthrōpinēn physin diaphtheiromenēn, alla ton plouton hymōn sēpete eis katakrima tōn psychōn hymōn ? skepsamenoi oun legousin autǭ hoti Ouk echomen tini pisteusomen pros to diakonēsai tois limōttousi" pantes gar kapēleuousi ta pragmata. legei autois" Ti hymin dokō egō ? eiche de megalēn hypolēpsin para pasin, ou pseudōs all᾽ alēthōs. legousin autǭ" "Anthrōpon se oidamen theou. Oukoun emoi, phēsin, empisteusate" idou di᾿ hymas cheirotonō emauton xenodochon. kai labōn argyria kai diaphraxas tous embolous kai stēsas klinas hōs triakosias enosokomei tous limōttontas, tous men eklimpanontas thaptōn, tous de elpida echontas zōēs nosokomōn, kai haplōs pasi tois epichōriazousi tou limou heneken xenodochian kai hypēresian kath᾽ hēmeran parechōn ek tōn chorēgoumenōn autǭ. plērōthentos oun tou eniautou kai diadexamenēs tēs euthēnias kai pantōn oikoi poreuomenōn, mēketi echōn ho praxei eisēlthen eis tēn heautou kellan kai eteleutēse meta mēna, tou theou paraschontos autǭ tēn aphormēn tautēn stephanou tropon eis ta eschata autou. katelipe de kai syntagmata hōn ta pleista spoudēs axia.

You have surely heard about Ephrem, the deacon of the church of Edessa; for he is one of those worthy to be remembered by the holy. Having worthily completed the way of the Spirit and not turned aside from the straight road, he was granted the gift of natural knowledge, which is followed by theology and final blessedness. He always practised the quiet life and edified those who came to him for many years; but later he came out of his cell for the following reason. A great famine seized the city of Edessa, and pitying the whole countryside as it perished, he went to the wealthy and said to them, “Why do you not have pity on human nature as it perishes, but let your wealth rot, to the condemnation of your souls?” They considered and said to him, “We have no one to trust to minister to the starving; for they all make a trade of things.” He said to them, “What do you think of me?” For he had a great reputation with everyone, not falsely but truly. They said to him, “We know you to be a man of God.” “Then,” he said, “entrust it to me. Look, for your sakes I appoint myself guest-master.” And taking money, he partitioned off the porticoes, set up about three hundred beds, and nursed the starving, burying those who died, nursing those who had hope of life, and in short daily providing lodging and service to all who came in because of the famine, from what was supplied to him. When the year was over and plenty followed, and everyone went home, having nothing more to do, he went into his own cell and died a month later, God having given him this occasion as a kind of crown at the end of his life. He also left writings, most of them worth serious study.

Notes and citation

Summary: Ephrem the Syrian, deacon of Edessa, leaves his cell during a famine to organize relief for the starving and dies a month after it ends.

  • “Natural knowledge … theology” follows Evagrius's terms for the stages of contemplation.

Notes on the original text

  • Digital text corrected (OCR debris; line-break hyphen rejoined; stray letter; stray line number): μακαριό- ᾿ τῆς → μακαριότης; τοὺς μὲν Ι ἐκλιμπάνοντας → τοὺς μὲν ἐκλιμπάνοντας; εἰσῆλθεν το εἰς → εἰσῆλθεν εἰς; ἄξια. ι-ώσωω → ἄξια..

Cite (SBL): Palladius, Hist. Laus. 40 (Butler 1904 2:126–128; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/40). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-40) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 41

41Butler 1904 2:128–129

᾿Αναγκαῖον δέ ἐστι καὶ γυναικῶν ἀνδρείων μνημονεῦσαι ἐν τῷ βιβλίῳ, αἷς καὶ ὁ θεὸς τὰ ἴσα τοῖς ἀνδράσι τῶν ἄθλων ἐχαρίσατο, ὑπὲρ τοῦ μὴ προφασίζεσθαι αὐτὰς ὡς ἀσθενεστέρας οὔσας πρὸς κατόρθωσιν τῆς ἀρετῆς. πολλὰς μὲν οὖν ἑώρακα, καὶ πολλαῖς ἀστείαις συντετύχηκα παρθένοις τε καὶ χήραις· [ἐν αἷς καὶ Παύλῃ τῇ Ῥωμαίᾳ τῇ μητρὶ Τοξοτίου, γυναικὶ εἰς τὴν πνευματικὴν πολιτείαν ἀστειοτάτῃ" ἧς ἐμπόδιον γέγονεν Ἱερώνυμός τις ἀπὸ Δαλματίας: δυναμένην γὰρ αὐτὴν ὑπερπτῆναι πασῶν, εὐφυεστάτη οὖσα, προσενεπόδισε τῇ ἑαυτοῦ βασκανίᾳ ἑλκύσας αὐτὴν πρὸς τὸν ἴδιον αὐτοῦ σκοπόν. ἧς θυγάτηρ ἐστί, καὶ νῦν ἀσκεῖται, Εὐστόχιον ὀνόματι ἐν Βηθλεέμ" ἧς ἐγὼ ἐν συντυχίᾳ οὐ γέγονα, λέγεται δὲ σφόδρα εἶναι σωφρο… εὐλαβῶς τὴν ἀρετὴν ἐξασκήσασαν, καὶ ἐχομένην εἰσέτι καὶ νῦν τῶν ἀγώνων σφοδρῶς" καὶ Φωτεινὴν παρθένον σεμνοτάτην εἰς ἄκρον, θυγατέρα Θεοκτίστου τοῦ πρεσβυτέρου τοῦ κατὰ Λαοδίκειαν. συνέτυχον δὲ καὶ ἐν ᾿Αντιοχείᾳ σεμνοτάτῃ γυναικὶ καὶ τῷ θεῷ προσομιλούσῃ, τῇ διακονίσσῃ Σαβινιανῇ, θείᾳ ᾿Ιωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. εἶδον δὲ καὶ ἐν Ῥώμῃ τὴν καλὴν ᾿Ασέλλαν τὴν παρθένον γεγηρακυῖαν ἐν τῷ μοναστηρίῳ, σφόδρα πραοτάτην γυναῖκα καὶ ἀνεχομένην συνοδίας. ἐν οἷς ἐθεασάμην ἄνδρας τε καὶ γυναῖκας νεοκατηχήτους" ἐθεασάμην καὶ ᾿Αβίταν τὴν τοῦ θεοῦ ἀξίαν σὺν τῷ ταύτης ἀνδρὶ Ἀπρονιανῷ καὶ τῇ τούτων θυγατρὶ Εὐνομίῃ, εὐαρεστοῦντας τῷ θεῷ, ὡς ἄντικρυς μετατεθῆναι ἐπὶ τὴν ἐνάρετον καὶ ἐγκρατῆ πολιτείαν, … ἐν τούτοις καὶ τῆς ἐν Χριστῷ κοιμήσεως, ἐλευθερωθέντες μὲν πάσης ἁμαρτίας, ἐντὸς δὲ καὶ γνώσεως γενόμενοι ἐν μνήμῃ ἀγαθῇ τὸν βίον ἑαυτῶν καταλείψαντες.]

᾿Anankaion de esti kai gynaikōn andreiōn mnēmoneusai en tǭ bibliǭ, hais kai ho theos ta isa tois andrasi tōn athlōn echarisato, hyper tou mē prophasizesthai autas hōs asthenesteras ousas pros katorthōsin tēs aretēs. pollas men oun heōraka, kai pollais asteiais syntetychēka parthenois te kai chērais; [en hais kai Paulę̄ tę̄ Rhōmaią tę̄ mētri Toxotiou, gynaiki eis tēn pneumatikēn politeian asteiotatę̄" hēs empodion gegonen Hierōnymos tis apo Dalmatias: dynamenēn gar autēn hyperptēnai pasōn, euphyestatē ousa, prosenepodise tę̄ heautou baskanią helkysas autēn pros ton idion autou skopon. hēs thygatēr esti, kai nyn askeitai, Eustochion onomati en Bēthleem" hēs egō en syntychią ou gegona, legetai de sphodra einai sōphro… eulabōs tēn aretēn exaskēsasan, kai echomenēn eiseti kai nyn tōn agōnōn sphodrōs" kai Phōteinēn parthenon semnotatēn eis akron, thygatera Theoktistou tou presbyterou tou kata Laodikeian. synetychon de kai en ᾿Antiocheią semnotatę̄ gynaiki kai tǭ theǭ prosomilousę̄, tę̄ diakonissę̄ Sabinianę̄, theią ᾿Iōannou tou episkopou Kōnstantinoupoleōs. eidon de kai en Rhōmę̄ tēn kalēn ᾿Asellan tēn parthenon gegērakuian en tǭ monastēriǭ, sphodra praotatēn gynaika kai anechomenēn synodias. en hois etheasamēn andras te kai gynaikas neokatēchētous" etheasamēn kai ᾿Abitan tēn tou theou axian syn tǭ tautēs andri Apronianǭ kai tę̄ toutōn thygatri Eunomię̄, euarestountas tǭ theǭ, hōs antikrys metatethēnai epi tēn enareton kai enkratē politeian, … en toutois kai tēs en Christǭ koimēseōs, eleutherōthentes men pasēs hamartias, entos de kai gnōseōs genomenoi en mnēmę̄ agathę̄ ton bion heautōn kataleipsantes.]

It is necessary also to mention courageous women in this book, to whom God granted contests equal to those of men, so that they might not make the excuse that they are too weak for the achievement of virtue. I have seen many, and have met many refined women, virgins and widows. [Among them was Paula the Roman, the mother of Toxotius, a woman most refined in the spiritual life. A certain Jerome from Dalmatia became a hindrance to her; for though she was able to surpass all women, being most gifted, he hindered her by his envy, drawing her to his own purpose. Her daughter, named Eustochium, still practises asceticism now in Bethlehem. I have not met her, but she is said to be very chaste … having practised virtue scrupulously, and still holding fast to the contests vigorously. And Photeine, a virgin of the greatest holiness, the daughter of Theoctistus, the presbyter of Laodicea. In Antioch too I met a most holy woman who conversed with God, the deaconess Sabiniana, the aunt of John, bishop of Constantinople. In Rome I saw also the good Asella, the virgin grown old in the monastery, a very gentle woman who sustained a community. Among them I saw both men and women newly instructed in the faith. I saw also Avita, worthy of God, with her husband Apronianus and their daughter Eunomia, pleasing God so well that they openly changed over to the virtuous and continent life, … among these, and to falling asleep in Christ, freed from all sin and having attained knowledge, leaving their lives in good remembrance.]

Textual problem in this passage: see the notes.

Notes and citation

Summary: Palladius introduces his stories of holy women, naming Paula (whom he says Jerome hindered), Eustochium, Photeine, the deaconess Sabiniana, Asella, and the family of Avita.

  • Everything after “virgins and widows” stands in square brackets in the edition, marking it as doubtful (it is not in all witnesses); it is translated in brackets. The remark about Jerome reflects Palladius's hostility to him and is translated exactly as written. Several lines are lost in the OCR after “very chaste” (σωφρο… εὐλαβῶς): in Butler's text, as Lowther Clarke translates it, they describe Eustochium's convent and the women Veneria, Theodora, Hosia, Adolia, and Basianilla, to the last of whom the words “having practised virtue scrupulously…” belong. Also, a few letters before “among these” (ον μετα) cannot be read; both are marked “…”. Sabiniana was aunt of John Chrysostom.

Notes on the original text

  • Digital text corrected (OCR debris; words lost; OCR slip; OCR slips; OCR stray letter and mark; OCR ξ for ζ; lines lost in the OCR; gap marked; stray line number; stray marker; stray numeral): προφασίξεσθαι → προφασίζεσθαι; ἑώρακα, 5. καὶ → ἑώρακα, καὶ; χήραις" : [ἐν → χήραις· [ἐν; καὶ γῦν → καὶ νῦν; ᾿ΙΚωνσταντινουπόλεως." → Κωνσταντινουπόλεως.; σφέδρα πραὔτάτην → σφόδρα πραοτάτην; ᾿Απρονιανῷ το καὶ → Ἀπρονιανῷ καὶ; Ἑϊὐνομίῃ → Εὐνομίῃ; πολιτείαν, ον μετα ἐν τούτοις → πολιτείαν, … ἐν τούτοις; γνώσεῳς → γνώσεως; σωφροεὐλαβῶς → σωφρο… εὐλαβῶς.

Topics: Church office

Cite (SBL): Palladius, Hist. Laus. 41 (Butler 1904 2:128–129; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/41). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-41) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 42

42Butler 1904 2:129–130

Ἀκήκοα περὶ ᾿Ιουλιανοῦ τινὸς ἐν τοῖς μέρεσι τῶν ᾿Εδεσηνῶν, ἀνδρὸς ἀσκητικωτάτου" ὃς καθ᾽ ὑπερβολὴν κατατήξας αὐτοῦ τὸ σαρκίον ὀστέα καὶ δέρμα περιέφερε μόνον. οὗτος εἰς τὰ ἔσχατα τοῦ τέλους κατηξιώθη τιμῆς χαρίσματος ἰαμάτων.

Akēkoa peri ᾿Ioulianou tinos en tois meresi tōn ᾿Edesēnōn, andros askētikōtatou" hos kath᾽ hyperbolēn katatēxas autou to sarkion ostea kai derma periephere monon. houtos eis ta eschata tou telous katēxiōthē timēs charismatos iamatōn.

I have heard of a certain Julian in the region of Edessa, a most ascetic man, who wasted his flesh so excessively that he carried about only bones and skin. At the very end he was granted the honour of the gift of healing.

Notes and citation

Summary: Julian of Edessa, wasted by asceticism to skin and bone, received the gift of healing at the end of his life.

  • Butler's apparatus (a note on Apronianus and Avita, and the parallel text of Sozomen, Hist. eccl. 3.14) was removed by a logged correction.
  • The whole chapter stands in square brackets in Butler's text (as translated by Lowther Clarke), marking it as doubtful; the brackets are not in the OCR.

Notes on the original text

  • Digital text corrected (OCR stray letter; apparatus (Sozomen and English notes) removed; stray stop): ΓΑκήκοα → Ἀκήκοα; εἰς. τὰ ἔσχατα → εἰς τὰ ἔσχατα; Ου Αργοπίδπιυβ δπὰ Ανίία βθὸ Νοίϑ ϑῦ. 16---19 8.02. τπ . 14 (29) Κατ᾽ ἐκεῖνο καιροῦ Ἰουλιανὸς ἀμφὶ τὴν "Ἔδεσαν (Δ)]. -σσ-) ἐφιλοσόφει ἀκριβεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι: καὶ Ἐφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως" ἐπεψηφίζετο δὲ θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος, οὐ φαρμάκοις τισὶν ἀλλ᾽ εὐχῇ κατορθουμένας. (866 Νοίθ 79.) → .

Cite (SBL): Palladius, Hist. Laus. 42 (Butler 1904 2:129–130; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/42). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-42) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 43

43Butler 1904 2:130–131

Ἔγνων τινὰ πάλιν εἰς τὰ “Ἱεροσόλυμα ὀνόματι ᾿Αδόλιον, Ταρσέα τῷ γένει, ὃς παραγενόμενος ἐν τοῖς Ἱεροσολύμοις λίαν τὴν ἄτριπτον ὥδευσεν ὁδόν, οὐχ ἣν οἱ πολλοὶ ἐβαδίσαμεν, ἀλλὰ ξένην τινὰ ἀνατεμὼν ἑαυτῷ πολιτείαν: ὑπὲρ ἄνθρωπον γὰρ ἤσκησεν, ὡς καὶ αὐτοὺς τοὺς δαίμονας φρίξαντας αὐτοῦ τὸ αὐστηρὸν μηδὲ τολμῆσαι αὐτῷ προσεγγίσαι. δι᾽ ὑπερβολὴν γὰρ ἐγκρατείας καὶ ἀγρυπνίας ὑπενοήθη καὶ φάσμα εἶναι. ἐν μὲν γὰρ τῇ τεσσαρακοστῇ ἤσθιε διὰ πέντε, τὸν δὲ ἄλλον ὅλον καιρὸν μίαν παρὰ μίαν. τὸ δὲ μέγα αὐτοῦ τοῦτο ἦν" ἀφ᾽ ἑσπέρας μέχρις ὅτε πάλιν ἡ ἀδελφότης συνήγετο εἰς τοὺς εὐκτηρίους οἴκους, ἐν τῷ ᾿Ελαιῶνει εἰς τὸν τῆς ἀναλήψεως βουνὸν ὅθεν ἀνελήφθη ὁ Ἰησοῦς, ἑστὼς καὶ ψάλλων καὶ προσευχόμενος διετέλει" καὶ εἴτε ἔνιφεν εἴτε ἔβρεχεν εἴτε ἐπάχνιζεν, ἀσάλευτος ἔμενε. πληρώσας οὖν τὸν συνήθη καιρὸν τῷ ἐξυπνιστικῷ σφυρίῳ τὰς πάντων ἔκρουε κέλλας, συνάγων αὐτοὺς εἰς τοὺς εὐκτηρίους οἴκους, καὶ καθ᾽ ἕκαστον οἶκον συμψάλλων αὐτοῖς ἓν ἢ δεύτερον ἀντίφωνον, καὶ συνευχόμενος, οὕτως ἀπήει πρὸ ἡμέρας εἰς τὸ κελλίον ἑαυτοῦ, ὡς ἐπὶ τῆς ἀληθείας πολλάκις ἐκδιδυσκόντων αὐτὸν τῶν ἀδελφῶν καὶ ἀποσφιγγόντων αὐτοῦ τὰ ἱμάτια ὡς ἀπὸ πλύτρας, καὶ ἄλλα περιβαλλόντων. οὕτως οὖν πάλιν ἀναπαεὶς μέχρι τῆς ὥρας τῆς ψαλμῳδίας προσεῖχεν ἕως ἑσπέρας. καὶ αὕτη τοίνυν ἡ ἀρετὴ ᾿Αδολίου τοῦ Ταρσέως τοῦ τελειωθέντος ἐν Ἱεροσολύμοις κἀκεῖ κοιμηθέντος.

Egnōn tina palin eis ta “Hierosolyma onomati ᾿Adolion, Tarsea tǭ genei, hos paragenomenos en tois Hierosolymois lian tēn atripton hōdeusen hodon, ouch hēn hoi polloi ebadisamen, alla xenēn tina anatemōn heautǭ politeian: hyper anthrōpon gar ēskēsen, hōs kai autous tous daimonas phrixantas autou to austēron mēde tolmēsai autǭ prosengisai. di᾽ hyperbolēn gar enkrateias kai agrypnias hypenoēthē kai phasma einai. en men gar tę̄ tessarakostę̄ ēsthie dia pente, ton de allon holon kairon mian para mian. to de mega autou touto ēn" aph᾽ hesperas mechris hote palin hē adelphotēs synēgeto eis tous euktērious oikous, en tǭ ᾿Elaiōnei eis ton tēs analēpseōs bounon hothen anelēphthē ho Iēsous, hestōs kai psallōn kai proseuchomenos dietelei" kai eite eniphen eite ebrechen eite epachnizen, asaleutos emene. plērōsas oun ton synēthē kairon tǭ exypnistikǭ sphyriǭ tas pantōn ekroue kellas, synagōn autous eis tous euktērious oikous, kai kath᾽ hekaston oikon sympsallōn autois hen ē deuteron antiphōnon, kai syneuchomenos, houtōs apēei pro hēmeras eis to kellion heautou, hōs epi tēs alētheias pollakis ekdidyskontōn auton tōn adelphōn kai aposphingontōn autou ta himatia hōs apo plytras, kai alla periballontōn. houtōs oun palin anapaeis mechri tēs hōras tēs psalmǭdias proseichen heōs hesperas. kai hautē toinyn hē aretē ᾿Adoliou tou Tarseōs tou teleiōthentos en Hierosolymois kakei koimēthentos.

I knew another man in Jerusalem named Adolius, a Tarsian by birth, who, coming to Jerusalem, travelled a very untrodden road, not the one most of us have walked, but cutting out for himself a strange way of life. He practised asceticism beyond human measure, so that even the demons, shuddering at his austerity, did not dare to come near him. Because of his excessive self-control and vigils he was even suspected of being a phantom. In Lent he ate every five days, and the rest of the time every other day. His great feat was this: from evening until the brotherhood gathered again in the houses of prayer, he stood on the Mount of Olives, on the hill of the Ascension, from which Jesus was taken up, singing psalms and praying continually; and whether it snowed or rained or froze, he stayed unmoved. When he had completed his usual time, he would knock on everyone's cells with the waking-hammer, gathering them to the houses of prayer; and in each house he sang one or two antiphons with them and prayed with them, and so went off to his own cell before daybreak. Indeed, the brothers often undressed him and wrung out his clothes as if from a wash-tub, and put others on him. So, after resting again until the hour of psalmody, he applied himself to it until evening. This, then, was the virtue of Adolius of Tarsus, who was perfected in Jerusalem and fell asleep there.

Acts 1:9–12 (allusion, medium confidence)

Notes and citation

Summary: Adolius of Tarsus stands all night on the Mount of Olives in all weathers, then wakes the brothers for prayer.

  • The hill of the Ascension: Acts 1:9–12. Butler's running head and an English note were removed by a logged correction.

Notes on the original text

  • Digital text corrected (OCR slip; running head and English note removed; stray marker): "Εγνων → Ἔγνων; παρωγενόμενος → παραγενόμενος; αὐτοῦ : τὸ αὐστηρὸν → αὐτοῦ τὸ αὐστηρὸν; αὐτοῖς ὃν ἢ δεύτερον → αὐτοῖς ἓν ἢ δεύτερον; ἐν ἱἹεροσολύμοις κἀκεῖ → ἐν Ἱεροσολύμοις κἀκεῖ; κοιμηθέντος. ] . ΧΗΠῚ Πα ΧΙΔΝ 816 ἱηγουίθα ἰῃ Ῥ, δπὰ4 {ΠῚ [ΟΠ ΠΟνΒ ΧΙ, ΣΕΥ͂ Ῥοΐπρ οτηϊἐύθα. Ι͂Ὼ Χαμ Ῥ ἰβ Θαυϊναϊθηῦ ἰο ΡΥ ᾿η]688 οὐμουνΐθο βὑδίθά, ΧΙΙΠ (Περὶ ᾿Αλολίογ): ῬΑ ΤΑΙΕ, ΓΛ Δ ῳρ → κοιμηθέντος..

Topics: Prayer, Fasting

Cite (SBL): Palladius, Hist. Laus. 43 (Butler 1904 2:130–131; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/43). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-43) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 44

44Butler 1904 2:131–132

Τὰ κατὰ τὸν μακάριον ᾿Ιννοκέντιον τὸν πρεσβύτερον τοῦ ᾿Ελαιῶνος παρὰ πολλῶν μὲν ἀκήκοας, οὐδὲν δὲ ἧττον καὶ παρ᾽ ἡμῶν τῶν συζησάντων αὐτῷ τρία ἔτη ἀκούσῃ. οὗτος ἁπλούστατος ἦν καθ᾽ ὑπερβολήν" γενόμενος δὲ τῶν ἐπιδόξων ἐν τῷ παλατίῳ ἐν ταῖς ἀρχαῖς Κωνσταντίου τοῦ βασιλέως ἀπετάξατο ὁρμώμενος ἀπὸ γάμου, ἐν οἷς εἶχε καὶ υἱὸν Παῦλον ὀνόματι δομέστικον στρατευόμενον. τούτου ἁμαρτήσαντος πρὸς θυγατέρα πρεσβυτέρου ἐπαράσατο ὁ ᾽᾿Ιννοκέντιος τῷ ἰδίῳ υἱῷ, παρακαλέσας τὸν θεὸν καὶ εἰπὼν ὅτι Κύριε δὸς αὐτῷ τοιοῦτον πνεῦμα ἵνα μηκέτι εὕρῃ καιρὸν τοῦ ἐξαμαρτῆσαι τὸ σαρκίον" ἄμεινον ἡγησάμενος δαιμονίῳ αὐτὸν πυκτεύειν ἢ ἀκολασίᾳ. ὃ δὴ καὶ γεγένηται. ὃς ἔτι καὶ νῦν ἐστὶν εἰς τὸ ὄρος τῶν ᾿Ελαιῶν σιδηροφορῶν καὶ παιδευόμενος ὑπὸ τοῦ πνεύματος. οὗτος ὁ ᾿Ιννοκέντιος οἷος μὲν γέγονεν ἐλεήμων λῆρος ὀφθήσομαι τἀληθῆ διηγούμενος, ὡς πολλάκις κλέπτειν αὐτὸν ἀπὸ τῶν ἀδελφῶν καὶ διδόναι τοῖς δεομένοις. καθ᾽ ὑπερβολὴν δὲ γέγονεν ἄκακος καὶ ἁπλοῦς, καὶ χαρίσματος ἠξιώθη κατὰ δαιμόνων. ἐν οἷς ποτὲ ἠνέχθη αὐτῷ νεανίσκος ὁρώντων ἡμῶν ὑπὸ πνεύματος ληφθεὶς καὶ παρέσεως, ὡς ἐμὲ ᾿θεασάμενον ἄντικρυς θελῆσαι διῶξαι τὴν μητέρα τοῦ ἀχθέντος, ἀπευδοκήσαντα τῆς θεραπείας. συνέβη οὖν ἐν τῷ μεταξὺ ἐλθόντα τὸν γέροντα θεάσασθαι αὐτὴν παρεστῶσαν καὶ κλαίουσαν καὶ ὀδυρομένην ἐπὶ τῇ ἀνεκδιηγήτῳ συμφορᾷ τοῦ υἱοῦ. δακρύσας οὖν ὁ καλόγηρος καὶ ἐπισπλαγχνισθεὶς λαβὼν τὸν νεανίσκον εἰσῆλθεν εἰς τὸ μαρτύριον ἑαυτοῦ ὃ ὠκοδομήκει αὐτός, ἐν ᾧ λείψανα κατακεῖται Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ἐπευξάμενος αὐτῷ μέχρις ἐννάτης ὥρας ἀπὸ τρίτης ὥρας, ὑγιῆ ἀπέδωκε τὸν νεανίσκον τῇ αὐτοῦ μητρὶ τῇ αὐτῇ ἡμέρᾳ, καὶ τὴν πάρεσιν αὐτοῦ καὶ τὸν δαίμονα ἐξελάσας: τοιαύτη δὲ ἦν ἡ πάρεσις αὐτοῦ ὡς πτύοντα τὸν παῖδα ἐπὶ τὸν νῶτον πτύειν, οὕτως ἦν ἐκστραφείς. Πρόβατον ἀπολέσασα γραῦς τις προσῆλθεν αὐτῷ κλαίουσα" καὶ ἀκολουθήσας αὐτῇ λέγει' Δεῖξόν μοι τὸν τόπον ἔνθα ἀπώλεσας. ἀπάγει αὐτὸν εἰς τοὺς περὶ τὸν Λαζάριον τόπους. στὰς οὖν προσηύξατο. οἱ δὲ κλέψαντες νεώτερον προφθάσαντες ἔσφαξαν αὐτό. ἐν τῷ οὖν προσεύξασθαι αὐτὸν μηδενὸς ὁμολογοῦντος, κεκρυμμένον τοῦ κρεαδίου ἐν τῷ ἀμπελῶνι, ποθὲν κόραξ ἐλθὼν ἐπέστη καὶ λαβὼν κόπεον πάλιν ἀπέστη. καὶ προσχὼν ὁ μακάριος εὗρε τὸ θῦμα: καὶ οὕτω προσπεσόντες αὐτῷ οἱ νεώτεροι ὡμολόγησαν οἱ σφάξαντες αὐτό, ἀπαιτηθέντες τὸ ἄξιον τίμημα.

Ta kata ton makarion ᾿Innokention ton presbyteron tou ᾿Elaiōnos para pollōn men akēkoas, ouden de hētton kai par᾽ hēmōn tōn syzēsantōn autǭ tria etē akousę̄. houtos haploustatos ēn kath᾽ hyperbolēn" genomenos de tōn epidoxōn en tǭ palatiǭ en tais archais Kōnstantiou tou basileōs apetaxato hormōmenos apo gamou, en hois eiche kai huion Paulon onomati domestikon strateuomenon. toutou hamartēsantos pros thygatera presbyterou eparasato ho ᾽᾿Innokentios tǭ idiǭ huiǭ, parakalesas ton theon kai eipōn hoti Kyrie dos autǭ toiouton pneuma hina mēketi heurę̄ kairon tou examartēsai to sarkion" ameinon hēgēsamenos daimoniǭ auton pykteuein ē akolasią. ho dē kai gegenētai. hos eti kai nyn estin eis to oros tōn ᾿Elaiōn sidērophorōn kai paideuomenos hypo tou pneumatos. houtos ho ᾿Innokentios hoios men gegonen eleēmōn lēros ophthēsomai talēthē diēgoumenos, hōs pollakis kleptein auton apo tōn adelphōn kai didonai tois deomenois. kath᾽ hyperbolēn de gegonen akakos kai haplous, kai charismatos ēxiōthē kata daimonōn. en hois pote ēnechthē autǭ neaniskos horōntōn hēmōn hypo pneumatos lēphtheis kai pareseōs, hōs eme ᾿theasamenon antikrys thelēsai diōxai tēn mētera tou achthentos, apeudokēsanta tēs therapeias. synebē oun en tǭ metaxy elthonta ton geronta theasasthai autēn parestōsan kai klaiousan kai odyromenēn epi tę̄ anekdiēgētǭ symphorą tou huiou. dakrysas oun ho kalogēros kai episplanchnistheis labōn ton neaniskon eisēlthen eis to martyrion heautou ho ōkodomēkei autos, en hǭ leipsana katakeitai Iōannou tou baptistou. kai epeuxamenos autǭ mechris ennatēs hōras apo tritēs hōras, hygiē apedōke ton neaniskon tę̄ autou mētri tę̄ autę̄ hēmerą, kai tēn paresin autou kai ton daimona exelasas: toiautē de ēn hē paresis autou hōs ptyonta ton paida epi ton nōton ptyein, houtōs ēn ekstrapheis. Probaton apolesasa graus tis prosēlthen autǭ klaiousa" kai akolouthēsas autę̄ legei' Deixon moi ton topon entha apōlesas. apagei auton eis tous peri ton Lazarion topous. stas oun prosēuxato. hoi de klepsantes neōteron prophthasantes esphaxan auto. en tǭ oun proseuxasthai auton mēdenos homologountos, kekrymmenon tou kreadiou en tǭ ampelōni, pothen korax elthōn epestē kai labōn kopeon palin apestē. kai proschōn ho makarios heure to thyma: kai houtō prospesontes autǭ hoi neōteroi hōmologēsan hoi sphaxantes auto, apaitēthentes to axion timēma.

You have heard from many about the blessed Innocent, the presbyter of the Mount of Olives; but you will hear no less from us, who lived with him for three years. He was exceedingly simple. He had been one of the distinguished men at the palace at the beginning of the reign of the emperor Constantius, and he renounced the world after being married; he had a son named Paul, who served as a domesticus in the army. When this son sinned with the daughter of a presbyter, Innocent cursed his own son, entreating God and saying, “Lord, give him such a spirit that his flesh may no longer find occasion to sin,” thinking it better for him to wrestle with a demon than with licentiousness. And so it happened. He is still now on the Mount of Olives, wearing iron and being chastened by the spirit.

As for how merciful this Innocent was, I shall seem to be talking nonsense in telling the truth: he often stole from the brothers and gave to the needy. He was exceedingly guileless and simple, and was granted a gift against demons. Once, while we watched, a young man was brought to him, seized by a spirit and by paralysis, so that I, seeing him, wanted at once to send the mother of the one brought away, despairing of a cure. Meanwhile it happened that the old man came and saw her standing there, weeping and lamenting the indescribable misfortune of her son. The good old man wept, was moved with compassion, took the young man, and went into his martyr's shrine, which he himself had built, in which lie relics of John the Baptist. Having prayed over him from the third hour to the ninth, he gave the young man back healthy to his mother that same day, having driven out both the paralysis and the demon. Such was his paralysis that when the boy spat, he spat onto his back, so twisted round was he.

An old woman who had lost a sheep came to him weeping. He followed her and said, “Show me the place where you lost it.” She led him to the region of Lazarus. He stood and prayed. Some young men who had stolen it had already slaughtered it. As he prayed, no one confessing, and the meat hidden in the vineyard, a raven came from somewhere and settled, took a piece, and flew off again. The blessed man noticed and found the slaughtered animal; and so the young men who had slaughtered it fell down before him and confessed, and were made to pay its proper price.

Notes and citation

Summary: Innocent, presbyter on the Mount of Olives, prays that his sinning son be possessed rather than dissolute, steals for the poor, heals a paralysed demoniac at relics of John the Baptist, and recovers a stolen sheep.

  • Innocent's curse on his son, and the son's possession, are reported as written. “The region of Lazarus” is Bethany. A domesticus was an officer of the imperial guard.

Notes on the original text

  • Digital text corrected (OCR debris; OCR ξ for ζ; line-break hyphen and stray line number; stray line number; stray mark; stray marker; stray marks; stray numeral): ἡγησά- το μενος → ἡγησάμενος; καὶ . παιδευόμενος → καὶ παιδευόμενος; τοῖς τ5 δεομένοις → τοῖς δεομένοις; συνέβη :ο οὖν → συνέβη οὖν; ᾿Ιωάννου τοῦ . [ΕΝ πνίον ὐω βαπτιστοῦ → Ἰωάννου τοῦ βαπτιστοῦ; ἐπὶ τὸν 5. νῶτον → ἐπὶ τὸν νῶτον; ἐκστραφείς. : Πρόβατον → ἐκστραφείς. Πρόβατον; Λαξάριον → Λαζάριον; τίμημα. ι.. → τίμημα..

Topics: Prayer

Cite (SBL): Palladius, Hist. Laus. 44 (Butler 1904 2:131–132; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/44). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-44) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).

Chapter 45

45Butler 1904 2:132–134

[Περιετύχομεν ἐν Γαλατίᾳ καὶ συνεχρονίσαμεν μακρῷ χρόνῳ τῷ πρεσβυτέρῳ Φιλορώμῳ ἀνδρὶ ἀσκητικωτάτῳ καὶ καρτερικωτάτῳ' ὃς ὥρμητο μὲν ἐξ οἰκέτιδος μητρὸς ἐλευθέρου δὲ πατρός" τοσαύτην δὲ εὐγένειαν εἰς τὴν κατὰ Χριστὸν ἐνεδείξατο πολιτείαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνικήτους ἐν γένει αἰδεῖσθαι αὐτοῦ τὴν ζωὴν καὶ τὴν ἀρετήν. οὗτος ἀπετάξατο ἐν ταῖς ἡμέραις ᾿Ιουλιανοῦ τοῦ δυσωνύμου βασιλέως, καὶ μετὰ παρρησίας διελέχθη τούτῳ. ὃν ξυρισθῆναι ἐκέλευσε καὶ ὑπὸ παιδαρίων κοσσισθῆναι' ὃς ἐγκαρτερήσας τῷ πράγματι, καὶ χάριτας αὐτῷ ὡμολόγησεν, ὡς αὐτὸς ἡμῖν διηγήσατο. τούτῳ ἐπέθετο ἐν προοιμίοις ὁ τῆς πορνείας πόλεμος καὶ τῆς γαστριμαργίας" ὃς τὸ πάθος ἐξήλασεν ἐγκλεισμῷ τε καὶ σιδηροφορίᾳ, καὶ ἀποχῇ σιτίνου ἄρτου καὶ πάντων τῶν ἑψομένων διὰ πυρός. διακαρτερήσας ἐν τούτοις ἐπὶ δεκαοκτὼ ἔτεσιν ἦσε τὸν ἐπινίκιον ὕμνον τῷ Χριστῷ. οὗτος ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας διαφόρως πολεμηθεὶς ἐνεκαρτέρησεν ἐν ἑνὶ μοναστηρίῳ τεσσαράκοντα ἔτη. ἀφηγεῖτο δὲ οὗτος ὅτι ᾿Επὶ τριάκοντα καὶ δύο ἔτη οὐδεμιᾶς ὀπώρας ἡψάμην. δειλίας δέ ποτε πολεμησάσης, πρὸς τὸ ταύτης περιγενέσθαι μνήματι ἑαυτὸν καθεῖρξεν ἐπὶ ἔτη ἕξ. τούτου πάνυ ἐκήδετο ὁ μακάριος Βασίλειος ὁ ἐπίσκοπος ἡδόμενος αὐτοῦ τῇ αὐστηρίᾳ καὶ τῇ στυφότητι᾽ ὃς εἰσέτι καὶ νῦν τοῦ καλάμου καὶ τῆς τετράδος τοῦ γράφειν οὐκ ἀνεχώρησεν, ὀγδοηκοστόν που ἄγων ἔτος. οὗτος ἔφησεν ὅτι ᾿Αφ᾽ οὗ ἐμυσταγωγήθην καὶ ἀνεγεννήθην μέχρι τῆς σήμερον ἡμέρας, ἄρτον ἀλλότριον δωρεὰν οὐ βέβρωκα, ἀλλ᾽ ἐκ τῶν ἰδίων πόνων" ὡς ἐπὶ θεοῦ ἡμᾶς ἔπεισεν ὅτι διακόσια πεντήκοντα νομίσματα ἐκ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ λελωβημένοις δέδωκεν, οὐδέποτε ἀδικήσας οὐδένα. ὃς πεζῇ τῇ πορείᾳ καὶ μέχρις αὐτῆς Ῥώμης ἀπῆλθεν εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ μακαρίου Πέτρου· ἔφθασε δὲ καὶ μέχρις ᾿Αλεξανδρείας, εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ Μάρκου. ἦλθε δὲ καὶ δεύτερον εἰς Ἱεροσολύμους, ἰδίοις ἀπελθὼν ποσὶ καὶ ἀναλώμασιν ἑαυτῷ ἐπαρκέσας. ἔλεγεν δὲ οὗτος ὅτι Οὐ μέμνημαί ποτε ἀποστὰς κατὰ νοῦν τοῦ θεοῦ μου.

[Perietychomen en Galatią kai synechronisamen makrǭ chronǭ tǭ presbyterǭ Philorōmǭ andri askētikōtatǭ kai karterikōtatǭ' hos hōrmēto men ex oiketidos mētros eleutherou de patros" tosautēn de eugeneian eis tēn kata Christon enedeixato politeian, hōs kai autous tous anikētous en genei aideisthai autou tēn zōēn kai tēn aretēn. houtos apetaxato en tais hēmerais ᾿Ioulianou tou dysōnymou basileōs, kai meta parrēsias dielechthē toutǭ. hon xyristhēnai ekeleuse kai hypo paidariōn kossisthēnai' hos enkarterēsas tǭ pragmati, kai charitas autǭ hōmologēsen, hōs autos hēmin diēgēsato. toutǭ epetheto en prooimiois ho tēs porneias polemos kai tēs gastrimargias" hos to pathos exēlasen enkleismǭ te kai sidērophorią, kai apochę̄ sitinou artou kai pantōn tōn hepsomenōn dia pyros. diakarterēsas en toutois epi dekaoktō etesin ēse ton epinikion hymnon tǭ Christǭ. houtos hypo tōn pneumatōn tēs ponērias diaphorōs polemētheis enekarterēsen en heni monastēriǭ tessarakonta etē. aphēgeito de houtos hoti ᾿Epi triakonta kai dyo etē oudemias opōras hēpsamēn. deilias de pote polemēsasēs, pros to tautēs perigenesthai mnēmati heauton katheirxen epi etē hex. toutou pany ekēdeto ho makarios Basileios ho episkopos hēdomenos autou tę̄ austērią kai tę̄ styphotēti᾽ hos eiseti kai nyn tou kalamou kai tēs tetrados tou graphein ouk anechōrēsen, ogdoēkoston pou agōn etos. houtos ephēsen hoti ᾿Aph᾽ hou emystagōgēthēn kai anegennēthēn mechri tēs sēmeron hēmeras, arton allotrion dōrean ou bebrōka, all᾽ ek tōn idiōn ponōn" hōs epi theou hēmas epeisen hoti diakosia pentēkonta nomismata ek tou ergou tōn cheirōn autou lelōbēmenois dedōken, oudepote adikēsas oudena. hos pezę̄ tę̄ poreią kai mechris autēs Rhōmēs apēlthen euxomenos eis to martyrion tou makariou Petrou; ephthase de kai mechris ᾿Alexandreias, euxomenos eis to martyrion tou Markou. ēlthe de kai deuteron eis Hierosolymous, idiois apelthōn posi kai analōmasin heautǭ eparkesas. elegen de houtos hoti Ou memnēmai pote apostas kata noun tou theou mou.

[We met in Galatia, and spent a long time with, the presbyter Philoromus, a most ascetic and enduring man. He was born of a slave mother and a free father, but he showed such nobility in the life according to Christ that even those of unconquered nobility by birth revered his life and virtue. He renounced the world in the days of Julian, the emperor of evil name, and spoke boldly to him. Julian ordered him to be shaved and slapped by boys; he endured the thing and even thanked him, as he himself told us. At the beginning the war of sexual immorality and of gluttony attacked him. He drove out the passion by enclosure, by wearing iron, and by abstaining from wheaten bread and from everything cooked by fire. Persevering in these things for eighteen years, he sang the hymn of victory to Christ. Attacked in various ways by the spirits of wickedness, he persevered in one monastery for forty years. He told us, “For thirty-two years I have not touched fruit.” Once, when cowardice attacked him, to overcome it he shut himself up in a tomb for six years. The blessed Basil the bishop cared greatly for him, delighting in his austerity and severity. Even now he has not given up the pen and the quire for writing, though he is about eighty years old. He said, “From the time I was initiated and born again until this day I have not eaten another's bread as a gift, but from my own labours.” He assured us, as before God, that he had given two hundred and fifty gold pieces from the work of his hands to cripples, never having wronged anyone. He went on foot even as far as Rome itself to pray at the martyr's shrine of the blessed Peter, and he reached Alexandria too, to pray at the martyr's shrine of Mark. He went a second time to Jerusalem, travelling on his own feet and providing for himself from his own means. He said, “I do not remember ever departing in mind from my God.”]

Notes and citation

Summary: Philoromus of Galatia, son of a slave woman, defies Julian, conquers his passions by enclosure and abstinence, earns his own bread by copying, and makes pilgrimages to Rome, Alexandria, and Jerusalem.

  • This chapter begins with a square bracket in the edition (marking it as doubtful) that is not closed in the OCR; following Butler's text as translated by Lowther Clarke, the whole chapter is placed in brackets. “Initiated and born again” refers to baptism. Basil is Basil of Caesarea.

Notes on the original text

  • Digital text corrected (OCR debris; OCR slip; OCR slip and stray line number; stray bracket; stray line number; stray marks; stray stop): καρτερικωκάτῳ → καρτερικωτάτῳ; μοναστηρίῳ. τεσσαράκοντα → μοναστηρίῳ τεσσαράκοντα; τριάκοντα "καὶ δύο" ἔτη → τριάκοντα καὶ δύο ἔτη; πολεμησάσης "πρὸς τὸ ταύτης περιγενέσθαι" μνήματι → πολεμησάσης, πρὸς τὸ ταύτης περιγενέσθαι μνήματι; ἐπὶ το ἔτη ἕξ → ἐπὶ ἔτη ἕξ; μακάριος ] Βασίλειος → μακάριος Βασίλειος; ἄρτον τ5 ἀλλότριον → ἄρτον ἀλλότριον; Πέτρον" :ο ἔφθασε → Πέτρου· ἔφθασε; Τήλθεϊ → ἦλθε; μου. ΒΙ ᾿ → μου..

Topics: Baptism, Fasting

Cite (SBL): Palladius, Hist. Laus. 45 (Butler 1904 2:132–134; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/palladius-historia-lausiaca/45). (abbreviation not yet checked)

BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-palladius-historia-lausiaca-45) · Report an error

Translation: Translated by Claude (Opus) from Butler's Greek text (Texts and Studies 6.2, 1904; OCR by this project); every chapter compared afterwards with Lowther Clarke's English (1918).