Homilies on Jeremiah 18.6–18.10
Greek text: Klostermann, GCS 6 (Greek text: E. Klostermann, Origenes Werke 3 (GCS 6, 1901), digitized by the First Thousand Years of Greek project (Open Greek and Latin), CC BY-SA 4.0).English: Claude (claude-opus-5-5), public domain (CC0).
Chapter 18
18.6Klostermann 3:157–160
»Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν«. δόξει ἁπλῶς τὸ πέρας εἰρῆσθαι. εἴρηται δὲ τοιοῦτον. ἐν τῷ >λαλήσω ἐπʼ ἔθνος ἢ βασιλείαν<, τὸ πέρας τοιοῦτόν ἐστι· κατασκάψω λέγεται τῷ προτέρῳ ἔθνει τὸ πέρας, τῷ δευτέρῳ ἔθνει· ἀνοικοδομήσω ὑμᾶς. καὶ πάλιν ἐκριζώσω τοῖς προτέροις λέγεται, καὶ καταφυτεύσω τοῖς δευτέροις. ἆρʼ οὖν ἐπεὶ εἴρηται τὸ πέρας, δεῖ γενέσθαι τὸ πέρας; ὁ θεὸς μὴ μετανοῶν μετανοεῖν λέγεται κατὰ τὴν γραφήν. καὶ πρόσχωμεν τῇ λέξει, ἵνα ἐὰν δυνηθῶμεν ἀπολογήσασθαι, πῶς ταῦτα λέγεται, [εἰ] παραδεξώμεθα τὸν λόγον. »πέρας λαλήσω« φησὶν »ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν, καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα ἐπʼ αὐτό, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον ἐμοῦ τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. περὶ τῆς μετανοίας τοῦ θεοῦ ἀπαιτούμεθα ἀπολογήσασθαι· δοκεῖ γὰρ ἐπίληπτον εἶναι καὶ ἀνάξιον, οὐ μόνον τοῦ θεοῦ ἀλλὰ καὶ τοῦ σοφοῦ, τὸ μετανοεῖν. οὐκ ἐπινοῶ γὰρ σοφὸν μετανοοῦντα, ἀλλʼ ὁ μετανοῶν, ὅσον ἐπὶ τῇ συνηθείᾳ τῆς χρήσεως τῆς λέξεως, ἐπὶ τῷ μὴ καλῶς βεβουλεῦσθαι μετανοεῖ. ὁ θεὸς δέ, προγνώστης ὢν τῶν μελλόντων, οὐ δύναται μὴ καλῶς βεβουλεῦσθαι, καὶ παρὰ τοῦτο μετανοεῖν. πῶς οὖν ἡ γραφὴ αὐτὸν εἰσήγαγε λέγοντα »μετανοήσω«, οὔπω λέγω, καὶ ἐν ταῖς Βασιλείαις εἴρηται ἐν τῷ »μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα«, καὶ καθολικῶς περὶ αὐτοῦ λέλεκται· »καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις«. Ἀλλʼ ὅρα τί περὶ θεοῦ διδασκόμεθα καθολικῶς. ὅπου μὲν »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι«, καὶ μανθάνομεν διὰ ταύτης τῆς λέξεως ὅτι ὁ θεὸς οὐχ ὡς ἄνθρωπος· διὰ δὲ ἄλλης ὅτι ὁ θεὸς ὡς ἄνθρωπος φασκούσης· »ὅτι ἐπαίδευσέ σε κύριος ὁ θεός σου, ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ« καὶ πάλιν >ἐτροποφόρησεν ὡς ἀνθρωπος τὸν υἱὸν αὐτοῦ<. οὐκοῦν ὅταν μὲν αἱ γραφαὶ θεολογῶσι τὸν θεὸν καθʼ αὑτὸν καὶ μὴ ἐπιπλέκωσιν αὐτοῦ τὴν οἰκονομίαν τοῖς ἀνθρωπίνοις πράγμασι, λέγουσιν αὐτὸν εἶναι οὐχ ὡς ἄνθρωπος. »τῆς« γὰρ »μεγαλωσύνης αὐτοῦ οὐκ ἔσται πέρας«, καὶ »φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς«, καὶ »αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι θεοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς«. καὶ ἄλλα μυρία ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων εὕροις ἄν, οἷς ἐφαρμόσεις τὸ »οὐχ ὡς ἄνθρωπος ὁ θεός«. ὅταν δὲ ἐπιπλέκηται ἀνθρωπίνοις πράγμασιν ἡ θεία οἰκονομία, φέρει τὸν ἀνθρώπινον νοῦν καὶ τρόπον καὶ λέξιν. καὶ ὥσπερ ἡμεῖς ἐὰν διετεῖ παιδίῳ διαλεγώμεθα, ψελλίζομεν διὰ τὸ παιδίον· οὐ γὰρ οἷόν τέ ἐστι τηροῦντας ἡμᾶς τὸ ἀξίωμα τῆς τελείου ἀνδρὸς ἡλικίας καὶ λαλοῦντας τοῖς παιδίοις μὴ συγκαταβαίνοντας αὐ- τῶν τῇ διαλέκτῳ νοῆσαι τὰ παιδία — τοιοῦτόν τί μοι νόει καὶ περὶ τὸν θεόν, ὅταν τὸ τῶν ἀνθρώπων γένος, καὶ μάλιστα τὸ τῶν ἔτι νηπίων οἰκονομῇ. ὅρα πῶς καὶ μεταποιοῦμεν τὰ ὀνόματα οἱ τέλειοι ἄνδρες πρὸς τὰ βρέφη, καὶ τὸν μὲν ἄρτον ἰδίως ὀνομάζομεν αὐτοῖς, τὸ δὲ πιεῖν ἄλλῃ λέξει ὀνομάζομεν, τελείων οὐ χρώμενοι διαλέκτῳ ᾗ χρώμεθα πρὸς τοὺς τελείους ὁμήλικας, ἀλλὰ ἄλλῃ λέξει τινὶ παιδικῇ καὶ βρεφώδει. καὶ τὰ ἐνδύματα ἐὰν ὀνομάζωμεν τοῖς παιδίοις, ἄλλα ὀνόματα ἐπιτίθεμεν αὐτοῖς, οἱονεὶ ὄνομα παιδικὸν πλάσσοντες. ἆρʼ οὖν τότε ἀτελεῖς ἐσμεν; καὶ εἴ τις ἡμῶν ἀκούοι παιδίοις διαλεγομένων, ἐρεῖ ὅτι ἀνόητος γέγονεν ὁ γέρων οὗτος, ὁ ἀνὴρ οὗτος ἐπιλέλησται τοῦ γενείου αὐτοῦ, τῆς ἡλικίας τοῦ ἀνδρός; ἢ δέδοται κατὰ συμπεριφορὰν παιδίῳ ὁμιλοῦντα μὴ λαλῆσαι διαλέκτῳ πρεσβυτικῇ μηδὲ ἐντελεῖ, ἀλλὰ παιδικῇ; Καὶ ὁ θεὸς δὴ λαλεῖ παιδίοις· »ἰδού« φησὶ καὶ ὁ σωτὴρ »ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός«. λέγοιτο ἂν τῷ γέροντι τῷ λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ τὸν τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας. οὕτως οὖν νόει μοι καὶ τὴν γραφὴν λέγουσαν· »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. καὶ ἐοίκασιν οἱ ἀπὸ ἑβραϊσμοῦ ἑρμηνεύσαντες, μὴ εὑρόντες τὴν λέξιν κειμένην παρʼ Ἕλλησιν, ἀναπεπλακέναι ὡς ἐπʼ ἄλλων πολλῶν καὶ ταύτην καὶ πεποιηκέναι τὴν »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου (τουτέστι τοὺς τρόπους σου ἐφόρεσεν), ὡς εἴ τις τροποφορήσει ἄνθρωπος (κατὰ τὸ παράδειγμα τοῦτο ὃ εἴρηκα) τὸν υἱὸν αὐτοῦ«. ἐπεὶ τοίνυν ἡμεῖς μετανοοῦμεν, ὅταν ἡμῖν διαλέγηται μετανοοῦσιν ὁ θεὸς λέγει· μετανοῶ, καὶ ἀπειλῶν ἡμῖν οὐ προσποιεῖται προγνώστης εἶναι, ἀλλʼ ὡς βρέφεσι λαλῶν ἀπειλεῖ. οὐ προσποιεῖται ὅτι προέγνω »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«, ἀλλʼ ὡς, ἵνʼ οὕτως ὀνομάσω, ὑποκρινόμενος τὸ βρέφος προσποιεῖται μηδὲ εἰδέναι τὰ μέλλοντα. καὶ ἀπειλεῖ γοῦν ἔθνει διὰ τὰς ἁμαρτίας αὐτοῦ καὶ λέγει· »ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετανοήσω«. ὦ θεέ· ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει; τί δέ; ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ; ἀλλʼ οὐ προσποιεῖται. Καὶ τοιαῦτα πολλὰ εὕροις ἂν ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ »λάλησον τοῖς υἱοῖς Ἰσραήλ· ἴσως ἀκούσονται καὶ μετανοήσουσι«. τοῦτο οὐχ ὡς διστάζων ὁ θεὸς εἴρηκε τὸ »ἴσως ἀκούσονται«· οὐ γὰρ διστάζει ὁ θεός, ἵνα λέγῃ τὸ »ἴσως ἀκούσονται καὶ μετανοήσουσιν«, ἀλλʼ ἵνα ἐπὶ πολὺ ἐμφήνῃ σου τὸ αὐτεξούσιον καὶ μὴ εἴπῃς· εἰ προέγνω με ἀπολλύμενον ἀπολέσθαι με δεῖ, εἰ προέγνω με σωθησόμενον σωθήσεσθαι πάντως με χρή. οὐ προσποιεῖται οὖν τὸ περὶ τοῦ ἐπὶ σοὶ μέλλοντος εἰδέναι, ἵνα τηρήσῃ σου τὸ αὐτεξούσιον τῷ μὴ προειληφέναι μηδὲ προεγνωκέναι, πότερον μετανοήσεις ἢ μή. καὶ λέγει πρὸς τὸν προφήτην· »λάλησον, ἴσως μετανοήσουσι«. τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον. ἐὰν ἀκούσῃς θυμὸν θεοῦ καὶ ὀργὴν αὐτοῦ, μὴ νόμιζε τὴν ὀργὴν καὶ τὸν θυμὸν πάθη εἶναι θεοῦ. οἰκονομίαι χρήσεως λέξεών εἰσι πρὸς τὸ βρέφος ἐπιστρέψαι καὶ βελτιωθῆναι· ἐπεὶ καὶ ἡμεῖς τοῖς παιδίοις πρόσωπον ποιοῦμεν οὐκ ἀπὸ διαθέσεως ἀλλὰ κατʼ οἰκονομίαν φοβερόν. ἐὰν τηρήσωμεν τὸ ἵλεων τῆς ψυχῆς πρὸς τὸ βρέφος ἐν τῷ προσώπῳ ἡμῶν, καὶ τὴν φιλοστοργίαν ἣν ἔχομεν πρὸς αὐτὸ ἐμφή- νωμεν, μὴ διαστρέψαντες ἑαυτοὺς μηδὲ οἱονεὶ μεταβαλόντες πρὸς τὴν ἐκείνου ἐπιστροφήν, ἀπόλλυμεν αὐτὸ καὶ χεῖρον ποιοῦμεν. οὕτως οὖν ὁ θεὸς καὶ ὀργίζεσθαι λέγεται καὶ θυμοῦσθαί φησιν, ἵνα ἐπιστρέψῃς καὶ βελτιωθῇς. καὶ ἀληθῶς οὐκ ὀργίζεται μὲν οὐδὲ θυμοῦται· σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ.
»Peras lalēsō epi ethnos ē kai epi basileian«. doxei haplōs to peras eirēsthai. eirētai de toiouton. en tǭ >lalēsō epʼ ethnos ē basileian<, to peras toiouton esti; kataskapsō legetai tǭ proterǭ ethnei to peras, tǭ deuterǭ ethnei; anoikodomēsō hymas. kai palin ekrizōsō tois proterois legetai, kai kataphyteusō tois deuterois. arʼ oun epei eirētai to peras, dei genesthai to peras? ho theos mē metanoōn metanoein legetai kata tēn graphēn. kai proschōmen tę̄ lexei, hina ean dynēthōmen apologēsasthai, pōs tauta legetai, [ei] paradexōmetha ton logon. »peras lalēsō« phēsin »epi ethnos ē epi basileian tou exarai autous kai apollyein, kai ean epistrepsę̄ to ethnos ekeino apo tōn kakōn autōn hōn elalēsa epʼ auto, kai metanoēsō peri tōn kakōn, hōn elogisamēn tou poiēsai autois. kai peras lalēsō epi ethnos ē epi basileian tou anoikodomeisthai kai tou kataphyteuesthai, kai poiēsousi ta ponēra enantion emou tou mē akousai tēs phōnēs mou, kai metanoēsō peri tōn agathōn hōn elalēsa tou poiēsai autois«. peri tēs metanoias tou theou apaitoumetha apologēsasthai; dokei gar epilēpton einai kai anaxion, ou monon tou theou alla kai tou sophou, to metanoein. ouk epinoō gar sophon metanoounta, allʼ ho metanoōn, hoson epi tę̄ synētheią tēs chrēseōs tēs lexeōs, epi tǭ mē kalōs bebouleusthai metanoei. ho theos de, prognōstēs ōn tōn mellontōn, ou dynatai mē kalōs bebouleusthai, kai para touto metanoein. pōs oun hē graphē auton eisēgage legonta »metanoēsō«, oupō legō, kai en tais Basileiais eirētai en tǭ »metamemelēmai hoti echrisa ton Saoul eis basilea«, kai katholikōs peri autou lelektai; »kai metanoōn epi tais kakiais«. Allʼ hora ti peri theou didaskometha katholikōs. hopou men »ouch hōs anthrōpos ho theos diartēthēnai, oude hōs huios anthrōpou apeilēthēnai«, kai manthanomen dia tautēs tēs lexeōs hoti ho theos ouch hōs anthrōpos; dia de allēs hoti ho theos hōs anthrōpos phaskousēs; »hoti epaideuse se kyrios ho theos sou, hōs ei tis paideusai anthrōpos ton huion autou« kai palin >etropophorēsen hōs anthrōpos ton huion autou<. oukoun hotan men hai graphai theologōsi ton theon kathʼ hauton kai mē epiplekōsin autou tēn oikonomian tois anthrōpinois pragmasi, legousin auton einai ouch hōs anthrōpos. »tēs« gar »megalōsynēs autou ouk estai peras«, kai »phoberos estin epi pantas tous theous«, kai »aineite auton, pantes angeloi theou; aineite auton, pasai hai dynameis autou; aineite auton, hēlios kai selēnē; aineite auton, panta ta astra kai to phōs«. kai alla myria analegomenos apo tōn hierōn grammatōn heurois an, hois epharmoseis to »ouch hōs anthrōpos ho theos«. hotan de epiplekētai anthrōpinois pragmasin hē theia oikonomia, pherei ton anthrōpinon noun kai tropon kai lexin. kai hōsper hēmeis ean dietei paidiǭ dialegōmetha, psellizomen dia to paidion; ou gar hoion te esti tērountas hēmas to axiōma tēs teleiou andros hēlikias kai lalountas tois paidiois mē synkatabainontas au- tōn tę̄ dialektǭ noēsai ta paidia — toiouton ti moi noei kai peri ton theon, hotan to tōn anthrōpōn genos, kai malista to tōn eti nēpiōn oikonomę̄. hora pōs kai metapoioumen ta onomata hoi teleioi andres pros ta brephē, kai ton men arton idiōs onomazomen autois, to de piein allę̄ lexei onomazomen, teleiōn ou chrōmenoi dialektǭ hę̄ chrōmetha pros tous teleious homēlikas, alla allę̄ lexei tini paidikę̄ kai brephōdei. kai ta endymata ean onomazōmen tois paidiois, alla onomata epitithemen autois, hoionei onoma paidikon plassontes. arʼ oun tote ateleis esmen? kai ei tis hēmōn akouoi paidiois dialegomenōn, erei hoti anoētos gegonen ho gerōn houtos, ho anēr houtos epilelēstai tou geneiou autou, tēs hēlikias tou andros? ē dedotai kata symperiphoran paidiǭ homilounta mē lalēsai dialektǭ presbytikę̄ mēde entelei, alla paidikę̄? Kai ho theos dē lalei paidiois; »idou« phēsi kai ho sōtēr »egō kai ta paidia ha moi edōken ho theos«. legoito an tǭ geronti tǭ lalounti pros to paidion paidikōs, ē hina emphatikōteron eipō brephōdōs, hoti etropophorēsas ton huion sou kai ton tropon ephoresas tou brephous kai tēn katastasin autou aneilēphas. houtōs oun noei moi kai tēn graphēn legousan; »etropophorēsen se kyrios ho theos sou, hōs ei tis tropophorēsei anthrōpos ton huion autou«. kai eoikasin hoi apo hebraïsmou hermēneusantes, mē heurontes tēn lexin keimenēn parʼ Hellēsin, anapeplakenai hōs epʼ allōn pollōn kai tautēn kai pepoiēkenai tēn »etropophorēsen se kyrios ho theos sou (toutesti tous tropous sou ephoresen), hōs ei tis tropophorēsei anthrōpos (kata to paradeigma touto ho eirēka) ton huion autou«. epei toinyn hēmeis metanooumen, hotan hēmin dialegētai metanoousin ho theos legei; metanoō, kai apeilōn hēmin ou prospoieitai prognōstēs einai, allʼ hōs brephesi lalōn apeilei. ou prospoieitai hoti proegnō »ta panta prin geneseōs autōn«, allʼ hōs, hinʼ houtōs onomasō, hypokrinomenos to brephos prospoieitai mēde eidenai ta mellonta. kai apeilei goun ethnei dia tas hamartias autou kai legei; »ean metanoēsę̄ to ethnos, kagō metanoēsō«. ō thee; ara hote ēpeileis, ouk ę̄deis poteron metanoēsei to ethnos ē ou metanoēsei? ti de? hote epēngeilō, ouk ę̄deis poteron menei axios tōn epangeliōn ho anthrōpos, ē to ethnos, pros hon ho logos, ē ou menei? allʼ ou prospoieitai. Kai toiauta polla heurois an anthrōpika en tę̄ graphę̄, hōs kai to »lalēson tois huiois Israēl; isōs akousontai kai metanoēsousi«. touto ouch hōs distazōn ho theos eirēke to »isōs akousontai«; ou gar distazei ho theos, hina legę̄ to »isōs akousontai kai metanoēsousin«, allʼ hina epi poly emphēnę̄ sou to autexousion kai mē eipę̄s; ei proegnō me apollymenon apolesthai me dei, ei proegnō me sōthēsomenon sōthēsesthai pantōs me chrē. ou prospoieitai oun to peri tou epi soi mellontos eidenai, hina tērēsę̄ sou to autexousion tǭ mē proeilēphenai mēde proegnōkenai, poteron metanoēseis ē mē. kai legei pros ton prophētēn; »lalēson, isōs metanoēsousi«. toiauta gar alla myria heurēseis legomena peri tou theou tropophorountos ton anthrōpon. ean akousę̄s thymon theou kai orgēn autou, mē nomize tēn orgēn kai ton thymon pathē einai theou. oikonomiai chrēseōs lexeōn eisi pros to brephos epistrepsai kai beltiōthēnai; epei kai hēmeis tois paidiois prosōpon poioumen ouk apo diatheseōs alla katʼ oikonomian phoberon. ean tērēsōmen to hileōn tēs psychēs pros to brephos en tǭ prosōpǭ hēmōn, kai tēn philostorgian hēn echomen pros auto emphē- nōmen, mē diastrepsantes heautous mēde hoionei metabalontes pros tēn ekeinou epistrophēn, apollymen auto kai cheiron poioumen. houtōs oun ho theos kai orgizesthai legetai kai thymousthai phēsin, hina epistrepsę̄s kai beltiōthę̄s. kai alēthōs ouk orgizetai men oude thymoutai; sy de peisę̄ ta tēs orgēs kai ta tou thymou, genomenos en dysypomonētois dia tēn kakian ponois, epan paideuę̄ tę̄ legomenę̄ orgę̄ tou theou.
“At last I will speak against a nation or against a kingdom.” The “at last” will seem to be said simply. But it is said in this sense: in “I will speak against a nation or a kingdom,” the “at last” is of this kind: “I will raze” is said to the first nation as the last word; to the second nation, “I will build you up.” And again “I will uproot” is said to the first, and “I will plant” to the second. Must the end, then, come about because the end has been spoken? God, who does not repent, is said in Scripture to repent. And let us attend to the text, so that, if we can defend how these things are said, we may accept the word. “At last,” he says, “I will speak against a nation or against a kingdom, to remove them and to destroy; and if that nation turns from their evils about which I spoke against it, I too will repent of the evils I planned to do to them. And at last I will speak about a nation or a kingdom, to build it up and to plant it; and if they do evil before me so as not to hear my voice, I too will repent of the good things I spoke of doing to them.” We are required to give a defense concerning God's repentance; for repenting seems blameworthy and unworthy not only of God but even of a wise man. For I do not conceive of a wise man repenting; the one who repents, as far as customary use of the word goes, repents of having planned badly. But God, foreknowing the future, cannot have planned badly and so repent. How, then, did Scripture introduce him saying “I will repent,” not to speak yet of what is said in the books of Kingdoms, “I repent that I anointed Saul king,” and of what is said generally about him, “and repenting of evils”? But see what we are taught about God in general. In one place, “God is not like a man, to waver, nor like a son of man, to be threatened,” and we learn through this text that God is not like a man; but through another, that God is like a man, which says, “For the Lord your God has disciplined you, as a man disciplines his son,” and again, “he bore with your ways, as a man bears with his son.” So when the Scriptures speak of God in himself, and do not intertwine his dispensation with human affairs, they say he is not like a man. For “of his greatness there will be no end,” and “he is to be feared above all gods,” and “Praise him, all his angels; praise him, all his hosts; praise him, sun and moon; praise him, all you stars and light.” And gathering ten thousand other things from the sacred writings you might find things to which you will apply “God is not like a man.” But when the divine dispensation is intertwined with human affairs, it takes on the human mind and manner and speech. And just as we, if we talk with a two-year-old child, lisp for the child's sake (for it is not possible, if we keep the dignity of a grown man's age and speak to children without coming down to their language, for the children to understand), understand something of this kind about God too, when he dispenses the affairs of the human race, and especially of those who are still infants. See how we grown men even change words for babies, and name bread for them in a special way, and name drinking with another word, not using the language of grown men which we use with grown men of our own age, but some other childish and babyish word. And if we name clothes for children, we give them other names, as it were inventing a child's name. Are we then imperfect? And if anyone hears us talking with children, will he say, “This old man has become foolish; this man has forgotten his beard, his manhood”? Or is it granted, by way of accommodation, that one who talks with a child should speak not in an old man's or a grown man's language, but in a child's? And God speaks to children: “Behold,” says the Savior too, “I and the children God has given me.” It might be said to the old man who speaks to the child childishly, or, to put it more expressively, babyishly, “You have borne with your son's ways; you have taken on the ways of the baby and put on his condition.” So understand for me the Scripture too that says: “The Lord your God bore with your ways, as a man bears with the ways of his son.” And it seems that those who translated from the Hebrew, not finding the word current among the Greeks, coined this one too, as in many other cases, and made “The Lord your God tropophorēsen you (that is, bore your ways), as a man bears with (according to this example I have given) his son.” Since, then, we repent, when God speaks with us who repent he says “I repent”; and when he threatens us, he does not pretend to be foreknowing, but threatens as one speaking to babies. He does not pretend that he has foreknown “all things before they come to be,” but, if I may so put it, playing the part of the baby, he pretends not even to know the future. And so he threatens a nation for its sins and says: “If the nation repents, I too will repent.” O God, when you threatened, did you not know whether the nation would repent or not? What then? When you promised, did you not know whether the man, or the nation to whom the word was spoken, would remain worthy of the promises or not? But he does not make a show of it. And you might find many such human expressions in Scripture, such as “Speak to the sons of Israel; perhaps they will hear and repent.” God did not say “perhaps they will hear” as though in doubt; for God does not doubt, so as to say, “perhaps they will hear and repent”; but to show your free will fully and so that you may not say, “If he foreknew that I would perish, I must perish; if he foreknew that I would be saved, I must certainly be saved.” So he does not make a show of knowing what depends on you, so as to preserve your free will by not having anticipated or foreknown whether you will repent or not. And he says to the prophet: “Speak; perhaps they will repent.” You will find ten thousand other such things said of God bearing with the ways of man. If you hear of God's wrath and anger, do not think that wrath and anger are passions of God. They are accommodations in the use of words, to turn and improve the baby; since we too put on a frightening face for children, not from our disposition but by way of accommodation. If we keep a gracious expression toward the baby on our face and show the tender affection we have for it, not altering ourselves or, as it were, changing for its correction, we ruin it and make it worse. So God is said to be angry and says he is wrathful, so that you may turn and be improved. And truly he is neither angry nor wrathful; but you will suffer the effects of wrath and anger, coming into pains hard to bear because of wickedness, when he disciplines you with what is called God's wrath.
Jer 18:7 (quotation, high confidence) · Jer 18:8 (quotation, high confidence) · Jer 18:9 (quotation, high confidence) · Jer 18:10 (quotation, high confidence) · 1 Sam 15:11 (quotation, high confidence) · Joel 2:13 (quotation, high confidence) · Num 23:19 (quotation, high confidence) · Deut 8:5 (quotation, high confidence) · Deut 1:31 (quotation, high confidence) · Ps 145:3 (144:3 LXX) (quotation, high confidence) · Ps 96:4 (95:4 LXX) (quotation, high confidence) · Ps 148:2 (quotation, high confidence) · Ps 148:3 (quotation, high confidence) · Heb 2:13 (quotation, high confidence) · Jer 26:3 (33:3 LXX) (quotation, medium confidence)
Notes and citation
Summary: Scripture's talk of God “repenting” or being angry is accommodation, like adults speaking baby talk to children: God neither changes his mind nor feels passion, but speaks so as to preserve our free will and correct us.
- The quotations are Jer 18:7–10 (LXX), 1 Sam 15:11, Joel 2:13, Num 23:19 (LXX), Deut 8:5, Deut 1:31 (LXX ἐτροποφόρησεν, “bore with your ways”; compare Acts 13:18), Ps 145:3 (144:3 LXX), Ps 96:4 (95:4 LXX), Ps 148:2–3, Heb 2:13 (Isa 8:18), Sus 42, and Jer 26:3 (33:3 LXX; compare Ezek 2:5). The passage is a key statement of Origen's doctrine of divine accommodation and of free will.
Notes on the original text
- Digital text corrected (OCR slip; missing space in the digital text; repeated word in the digital text): διστάζωνὁ → διστάζων ὁ; προέγνωμε → προέγνω με; σωθήσεσθαι πάντων με → σωθήσεσθαι πάντως με; πρὸς τὸ τὸ βρέφος → πρὸς τὸ βρέφος; φιλοστορλίαν → φιλοστοργίαν.
Extrabiblical texts: Sus 42 (Susanna [in RC, EO, ETH canons]; quotation)
Topics: Scripture and canon
Cite (SBL): Origen, Hom. Jer. 18.6 (Klostermann 3:157–160; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/origen-ieremiam/18-6/#p-18-6).
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-origen-ieremiam-18-6) · Report an error
Translation: Translated by Claude from the Greek text of Klostermann, GCS 6; made independently of existing English translations. No public-domain English translation exists; reviewed against the Greek.
18.7Klostermann 3:160–161
Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ ἡ ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)· »καὶ νῦν εἶπον πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτως λέγει κύριος· ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακά«. ὅτι ἐν τῇ χειρί μου ταῦτά ἐστιν ἃ πλάσσω ἐφʼ ὑμᾶς, δύναται διαπεσεῖν. ποιήσατε ταῦτα διαπεσεῖν ἀπὸ τῆς χειρός μου, ἵνα ἃ πλάσσω ἐφʼ ὑμᾶς κακὰ μεταβάλω καὶ ποιήσω ἀγαθά. οὐκ ἂν εὕροις· >ἰδοὺ πλάσσω ἐφʼ ὑμᾶς ἀγαθά< καὶ τὰ ἀνὰ λόγον αὐτῶν λεγόμενα ἑξῆς, ἵνα μετὰ τοῦτο ἐμφήνῃ ὅτι ἃ πλάσσει ἀγαθὰ ἀπολύει ἀπὸ τῶν χειρῶν, ἵνα ποιήσῃ αὐτὰ κακά. ἀλλὰ πλάσσει κακὰ κατὰ τὸ εἰρημένον παράδειγμα, καὶ πλάσσων κακὰ οἰκονομεῖ (χωρὶς τῆς ἑρμηνείας τῆς ἀποδεδομένης εἰς τὸ »ἔπεσεν ἀπὸ τῶν χειρῶν μου«), ἵνα ἐὰν πέσῃ, καὶ τὸ τέλος τῶν πλασσομένων κακῶν οὐκ οἶδα ποταπὸν γένηται.
Hexēs meta ton peri tōn dyo ethnōn logon, tou proterou hǭ hē apeilē didotai, kai tou deuterou hǭ hē epangelia didotai, phēsin (eipe dēlonoti tois proterois); »kai nyn eipon pros andras Iouda kai pros tous katoikountas Hierousalēm; houtōs legei kyrios; idou egō plassō ephʼ hymas kaka«. hoti en tę̄ cheiri mou tauta estin ha plassō ephʼ hymas, dynatai diapesein. poiēsate tauta diapesein apo tēs cheiros mou, hina ha plassō ephʼ hymas kaka metabalō kai poiēsō agatha. ouk an heurois; >idou plassō ephʼ hymas agatha< kai ta ana logon autōn legomena hexēs, hina meta touto emphēnę̄ hoti ha plassei agatha apolyei apo tōn cheirōn, hina poiēsę̄ auta kaka. alla plassei kaka kata to eirēmenon paradeigma, kai plassōn kaka oikonomei (chōris tēs hermēneias tēs apodedomenēs eis to »epesen apo tōn cheirōn mou«), hina ean pesę̄, kai to telos tōn plassomenōn kakōn ouk oida potapon genētai.
Next, after the word about the two nations, the first to which the threat is given, and the second to which the promise is given, he says (clearly to the first): “And now say to the men of Judah and to those who dwell in Jerusalem: Thus says the Lord: Behold, I am forming evils against you.” Because these evils I am forming against you are in my hand, they can fall. Make them fall from my hand, so that I may change the evils I am forming against you and make them good. You would not find, “Behold, I am forming good things for you,” and what corresponds to it said next, so that he might then show that he lets fall from his hands the good things he forms so as to make them evil. But he forms evils, according to the example given, and in forming evils he arranges (apart from the interpretation given of “it fell from my hands”) that, if it falls, the end of the evils being formed may turn out, I know not how, different.
Jer 18:11 (quotation, high confidence) · Jer 18:4 (allusion, high confidence)
Notes and citation
Summary: God “forms evils” against Judah like a potter shaping clay, so that by repenting they may make those evils fall from his hand and be remade as good.
- The quotation is Jer 18:11 (LXX). The last sentence is somewhat obscure in the Greek.
Notes on the original text
- Digital text corrected (OCR slip): ἐφʼ ὐμᾶς → ἐφʼ ὑμᾶς.
Cite (SBL): Origen, Hom. Jer. 18.7 (Klostermann 3:160–161; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/origen-ieremiam/18-6/#p-18-7).
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-origen-ieremiam-18-7) · Report an error
Translation: Translated by Claude from the Greek text of Klostermann, GCS 6; made independently of existing English translations. No public-domain English translation exists; reviewed against the Greek.
18.8Klostermann 3:161–162
»Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἔσθʼ ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· »καὶ ἐλάλησεν αὐτοῖς κύριος«. καὶ πρὸς ἡμᾶς λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ »ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς«· αὐτὸς ὀ κύριος διαλέγεταί σοι φάσκων· »καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἀλλʼ ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρηνται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. τί δὲ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα«; οἱ ἀρξάμενοι βάλλειν >ἐπʼ ἄροτρον τὴν χεῖρα< καὶ >τοῖς ἔμθανόμενοι< ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν >ἐπʼ ἄροτρον τὴν χεῖρα< στραφῇ εἰς τὰ ὀπίσω, »ὀπίσω τῶν ἀποστροφῶν« αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ παλινδρομεῖ ἐπʼ ἐκεῖνα ἃ καταλέλοιπεν ἁμαρτήματα. καὶ τῶν ἀκουόντων οὖν ταῦτα, εἴτε κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι<, εἰ ὁ βίος γεγένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ« οὐχ ἁπλῶς, ἀλλὰ »τῆς πονηρᾶς ποιήσομεν«. ἔστι γὰρ καρδία πονηρὰ καὶ ἔστι καρδία ἀγαθή. μηδεὶς οὖν »ὀπίσω τῶν ἀποστροφῶν« ἑαυτοῦ πορευέσθω μηδὲ »τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς« ποιείτω. »Διὰ τοῦτο« πρὸς τοὺς ταῦτα ἀποκρινομένους »λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;« δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλʼ ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε θεόν, λεχθήσεται· "ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ.< βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι »τὸν κύριον τῆς δόξης« ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέστρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπʼ ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. »ἐρωτήσατε« οὖν »ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ«;
»Apostraphētō dē hekastos apo tēs hodou autou tēs ponēras, kai kalliona poiēsate ta epitēdeumata hymōn«. esthʼ hote hoi akeraioteroi legousi; makarioi hoi palaioteroi anthrōpoi, hoti ēkousan tou kyriou dia tou prophētou legontos; »kai elalēsen autois kyrios«. kai pros hēmas legei nyn kyrios dia tōn gegrammenōn to »apostraphētōsan hekastos apo tēs hodou autou tēs ponēras«; autos o kyrios dialegetai soi phaskōn; »kai kalliona poiēsate ta epitēdeumata hymōn«. allʼ apekrinanto houtoi pros hous hoi protreptikoi peri metanoias eirēntai logoi, kai idōmen ti apekrinanto, hina mē kai hēmeis toiauta apokrinōmetha. ti oun apokrinomenoi legousin? »andreioumetha, hoti opisō tōn apostrophōn hēmōn poreusometha, kai hekastos ta aresta tēs kardias autou tēs ponēras poiēsomen«. kai an mē tais lexesin eipēte, ho de bios hymōn toioutos ę̄ hōs hamartanein, dynamei legete kai hymeis dia tōn ponērōn praxeōn meta tous protreptikous logous to »andreioumetha, hoti opisō tōn apostrophōn hēmōn poreusometha, kai hekastos ta aresta tēs kardias autou tēs ponēras poiēsomen«. ti de to »opisō tōn apostrophōn hēmōn poreusometha«? hoi arxamenoi ballein >epʼ arotron tēn cheira< kai >tois emthanomenoi< apestraphēsan ta phaula. epan oun tis balōn >epʼ arotron tēn cheira< straphę̄ eis ta opisō, »opisō tōn apostrophōn« autou poreusetai; opisō gar poreusetai ekeinōn ha apestraphē, kai palindromei epʼ ekeina ha kataleloipen hamartēmata. kai tōn akouontōn oun tauta, eite katēchoumenōn katalipontōn ton ethnikon bion eite pistōn ēdē prokekophotōn en tǭ tois emprosthen epekteinesthai<, ei ho bios gegenētai mochthēros, ouden allo legousin ē kai to »opisō tōn apostrophōn hēmōn poreusometha, kai hekastos ta aresta tēs kardias autou« ouch haplōs, alla »tēs ponēras poiēsomen«. esti gar kardia ponēra kai esti kardia agathē. mēdeis oun »opisō tōn apostrophōn« heautou poreuesthō mēde »ta aresta tēs kardias autou tēs ponēras« poieitō. »Dia touto« pros tous tauta apokrinomenous »legei kyrios; erōtēsate dē en ethnesi; tis ēkouse toiauta phrikta ha epoiēse sphodra parthenos Israēl?« doxei de kai tauta haplōs eirēsthai. allʼ ean hē apo tōn ethnōn ekklēsia dē en ethnesin; akousate ha epoiēse theon, lechthēsetai; "erōtēsate dē en ethnesin; akousate ha epoiēse phrikta sphodra parthenos Israēl.< bion gar synkrinōmen ekeinōn tōn hēmartēkotōn tǭ biǭ tōn epistrepsantōn kai pisteusantōn, kai eisometha hoti ekeinoi men phrikta pepoiēkasi »ton kyrion tēs doxēs« apokteinantes, houtoi de, ekeinōn phrikta poiēsantōn, epestrepsan pros auton, hyper tōn hamartēmatōn tou kosmou hypʼ ekeinōn anairethenta kai apothanonta. »erōtēsate« oun »en ethnesi; tis ēkouse toiauta phrikta ha epoiēse sphodra parthenos Israēl«?
“Let each turn now from his evil way, and make your practices better.” Sometimes the simpler folk say: “Blessed were the people of old, because they heard the Lord speaking through the prophet: ‘And the Lord spoke to them.’” The Lord speaks to us too now through what is written: “Let each turn from his evil way”; the Lord himself converses with you, saying: “And make your practices better.” But those to whom the words exhorting to repentance were spoken answered; and let us see what they answered, so that we may not answer the same. What, then, do they say in answer? “We will be bold, for we will go after our turnings away, and we will each do what pleases his evil heart.” Even if you do not say it in words, but your life is such as to sin, you too in effect say by your evil deeds, after the words of exhortation: “We will be bold, for we will go after our turnings away, and we will each do what pleases his evil heart.” What is “we will go after our turnings away”? Those who have begun to put their “hand to the plough” and [to strain forward to what lies ahead] have turned away from evil things. So when someone who has put his “hand to the plough” turns back, he will go “after his turnings away”; for he will go after the things he turned away from, and runs back to the sins he left. So of those who hear these things, whether catechumens who have left the pagan life, or believers who have already made progress in “straining forward to what lies ahead,” if their life has become wicked, they say nothing else than “we will go after our turnings away, and we will each do what pleases his heart,” not simply, but “his evil heart.” For there is an evil heart and there is a good heart. So let no one go “after his turnings away,” nor do “what pleases his evil heart.” “Therefore” to those who answer thus “the Lord says: Ask now among the nations: who has heard such horrible things as the virgin of Israel has done exceedingly?” This too will seem to be said simply. But if the church from the nations [is meant] … it will be said: “Ask now among the nations: hear the horrible things the virgin of Israel has done exceedingly.” For let us compare the life of those who sinned with the life of those who turned and believed, and we shall know that those did horrible things in killing “the Lord of glory,” while these, when those had done horrible things, turned to him who was put to death by them and died for the sins of the world. “Ask,” then, “among the nations: who has heard such horrible things as the virgin of Israel has done exceedingly?”
Jer 18:11 (quotation, high confidence) · Jer 18:12 (quotation, high confidence) · Jer 18:13 (quotation, high confidence) · Luke 9:62 (quotation, high confidence) · Phil 3:13 (quotation, high confidence) · 1 Cor 2:8 (quotation, high confidence)
Notes and citation
Summary: Christians who return to their old sins after conversion say in deed what Judah said in word, “we will go after our turnings away”; the “horrible things” done by Israel are the killing of Christ, to whom the nations turned.
- The quotations are Jer 18:11–13 (LXX), Luke 9:62, Phil 3:13, and 1 Cor 2:8. The digital text is garbled in two places: after “plough” (the words in brackets, from Phil 3:13, are supplied from the parallel phrase later in the section) and in the sentence about the church from the nations (marked “…”). The statement about Israel killing “the Lord of glory” is Origen's own polemic, given as he wrote it.
Notes on the original text
- Digital text corrected (stray characters in the digital text; stray punctuation in the digital text): εἴτε· κατηχουμένων → εἴτε κατηχουμένων; ἐν τῷ #> τοῖς → ἐν τῷ τοῖς.
Cite (SBL): Origen, Hom. Jer. 18.8 (Klostermann 3:161–162; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/origen-ieremiam/18-6/#p-18-8).
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-origen-ieremiam-18-8) · Report an error
Translation: Translated by Claude from the Greek text of Klostermann, GCS 6; made independently of existing English translations. No public-domain English translation exists; reviewed against the Greek.
18.9Klostermann 3:162–164
»Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον«. διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ »μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;« δεύτερον δέ ἐν τῷ »ἢ χιὼν ἀπὸ Λιβάνου;« τρίτον δὲ ἐν τῷ »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό- μενον;« ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῷ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστʼ ἂν ἕκαστον εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου; τίς οὕτως ἐδίψησε θεὸν ὥστʼ ἂν εἰπεῖν· »ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα«; τίς οὕτως ἐδίψησε τοὺς μαστοὺς τῆς πέτρας; »ἡ πέτρα δὲ ἦν ὁ Χριστός«. τίς οὕτως ἐδίψησεν ἁγίου πνεύματος ὥστʼ ἂν εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἠ ψυχή μου πρὸς σέ, ὁ θεός«; ἐὰν μὴ τὰς τρεῖς πηγὰς τῶν ὑδάτων διψήσωμεν, οὐδὲ μίαν πηγὴν τῶν ὑδάτων εὑρήσομεν. ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ, Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰησοῦν· ἀλλʼ ἐπεὶ οὐκ ἐδίψησαν τὸν πατέρα, ὄντα νόμου καὶ προφητῶν θεόν, διὰ τοῦτο οὐ πίνουσιν οὐδὲ ἀπὸ Ἰησοῦ Χριστοῦ. οἱ δὲ ἕνα μὲν τηροῦντες θεόν, ἐξουδενοῦντες δὲ τὰς προφητείας οὐκ ἐδίψησαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς προφήταις, διὰ τοῦτο οὐ πίονται οὐδὲ ἀπὸ τῆς πηγῆς τῆς πατρικῆς, οὐδὲ ἀπὸ τοῦ κεκραγότος ἐν τῷ ἱερῷ καὶ εἰρηκότος· »ἐάν τις διψῇ, ἐρχέσθω πρός με καὶ πινέτω«. Οὐκ ἐκλείπουσιν οὖν »ἀπὸ πέτρας μαστοί«. ἀλλʼ ἐκεῖνοι »ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς«, οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπʼ οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλʼ >οἱ μακρύνοντες ἑαυτοὺς ἀπʼ αὐτοῦ ἀπολοῦνται<· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ καταφαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· »ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν«. »θεὸς« γάρ φησιν »ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος«. οὐκ »ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί«, τὰ ὕδατα τοῦ Ἰησοῦ, »ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου«, τὰ ὕδατα τὰ πατρικά. καὶ λίβανος γὰρ τὸ θυμίαμα ἱερόν ἐστι κατὰ τὸν νόμον τοῦ θεοῦ, καὶ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον >λίβανος διαφανής, ἴσος ἴσῳ<. καὶ ὁμώνυμον τὸ ὄρος τούτῳ τῷ λιβάνῳ, καὶ ἔστι χιὼν ἀπὸ τοῦ Λιβάνου κατερχομένη, ὃν τρόπον τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, περὶ οὗ λέγεται· »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;« καὶ γὰρ ἀνέμῳ φέρεται. οὐκ »ἐκκλίνει«, οὐ φεύγει τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, ἀλλὰ ἕκαστος ἡμῶν ἁμαρτάνων αὐτὸς φυγὰς γίνεται τοῦ πιεῖν ἀπὸ τοῦ ἁγίου πνεύματος.
»Mē ekleipsousin apo petras mastoi, ē chiōn apo tou Libanou? ē ekklinei hydōr biaiōs anemǭ pheromenon? hoti epelatheto mou ho laos mou, eis kenon ethymiasan, kai asthenēsousin en tais hodois autōn schoinous aiōnious tou epibēnai tribous ouk echontas hodon eis poreian, tou taxai tēn gēn autōn eis aphanismon kai syrigma aiōnion«. diaphoras hydatōn entautha eirēke; prōton men en tǭ »mē ekleipsousin apo petras mastoi?« deuteron de en tǭ »ē chiōn apo Libanou?« triton de en tǭ »mē ekklinei hydōr biaiōs anemǭ phero- menon?« tauta ta tria eidē tōn hydatōn hai pēgai eisi tōn hydatōn, has epipothei hē hōmoiōmenē tǭ elaphǭ psychē tōn dikaiōn, hōstʼ an hekaston eipein; »hon tropon epipothei hē elaphos epi tas pēgas tōn hydatōn, houtōs epipothei hē psychē mou pros se, ho theos«. tis oun elaphos gegenētai polemios tǭ tōn opheōn genei, mēden paschōn hypo tou iou autōn, hōs historeitai peri tēs elaphou? tis houtōs edipsēse theon hōstʼ an eipein; »edipsēsen hē psychē mou pros ton theon ton zōnta«? tis houtōs edipsēse tous mastous tēs petras? »hē petra de ēn ho Christos«. tis houtōs edipsēsen hagiou pneumatos hōstʼ an eipein; »hon tropon epipothei hē elaphos epi tas pēgas tōn hydatōn, houtōs epipothei ē psychē mou pros se, ho theos«? ean mē tas treis pēgas tōn hydatōn dipsēsōmen, oude mian pēgēn tōn hydatōn heurēsomen. edoxan dedipsēkenai mias pēgēs tōn hydatōn, tou theou, Ioudaioi; epeidē de ouk edipsēsan ton Christon kai to hagion pneuma, ouk echousi piein oude apo tou theou. edoxan dedipsēkenai hoi apo tōn haireseōn Christon Iēsoun; allʼ epei ouk edipsēsan ton patera, onta nomou kai prophētōn theon, dia touto ou pinousin oude apo Iēsou Christou. hoi de hena men tērountes theon, exoudenountes de tas prophēteias ouk edipsēsan to pneuma to hagion to en tois prophētais, dia touto ou piontai oude apo tēs pēgēs tēs patrikēs, oude apo tou kekragotos en tǭ hierǭ kai eirēkotos; »ean tis dipsę̄, erchesthō pros me kai pinetō«. Ouk ekleipousin oun »apo petras mastoi«. allʼ ekeinoi »enkatelipon pēgēn hydatos zōēs«, ou pēgē hydatos zōēs enkatelipen autous; kai gar apʼ oudenos ho theos makrynei heauton, allʼ >hoi makrynontes heautous apʼ autou apolountai<; engizei mallon ho theos tinōn kai apantą tǭ erchomenǭ pros auton. hēnika goun ho huios ho kataphagōn tēn ousian epanēlthen, apēntēsen autǭ ho patēr. kai epangelletai dia tōn prophētōn legōn; »engiō autois ē ho chitōn tou chrōtos autōn«. »theos« gar phēsin »engizōn egō eimi, kai ouchi theos porrōthen, legei kyrios«. ouk »ekleipsousin oun apo petras mastoi«, ta hydata tou Iēsou, »ē chiōn apo tou Libanou«, ta hydata ta patrika. kai libanos gar to thymiama hieron esti kata ton nomon tou theou, kai prospheretai epi to thysiastērion >libanos diaphanēs, isos isǭ<. kai homōnymon to oros toutǭ tǭ libanǭ, kai esti chiōn apo tou Libanou katerchomenē, hon tropon to hydōr tou hagiou pneumatos, peri hou legetai; »mē ekklinei hydōr biaiōs anemǭ pheromenon?« kai gar anemǭ pheretai. ouk »ekklinei«, ou pheugei to hydōr tou hagiou pneumatos, alla hekastos hēmōn hamartanōn autos phygas ginetai tou piein apo tou hagiou pneumatos.
“Will the breasts fail from the rock, or the snow from Lebanon? Or will the water turn aside, violently driven by the wind? For my people have forgotten me; they have burned incense to vanity, and they will grow weak in their ways, on the everlasting paths, to walk on tracks that have no way to travel, to make their land a desolation and an everlasting hissing.” He has spoken here of differences of waters: first in “Will the breasts fail from the rock?”; second in “or the snow from Lebanon?”; third in “Will the water turn aside, violently driven by the wind?” These three kinds of waters are the springs of waters which the soul of the righteous, likened to the deer, longs for, so that each could say: “As the deer longs for the springs of water, so my soul longs for you, O God.” Who, then, has become a deer, an enemy to the race of serpents, suffering nothing from their venom, as is told of the deer? Who has so thirsted for God as to say, “My soul has thirsted for the living God”? Who has so thirsted for the breasts of the rock? “And the rock was Christ.” Who has so thirsted for the Holy Spirit as to say, “As the deer longs for the springs of water, so my soul longs for you, O God”? Unless we thirst for the three springs of water, we shall not find even one spring of water. The Jews seemed to thirst for one spring of water, God; but since they did not thirst for Christ and the Holy Spirit, they cannot drink even from God. Those from the heresies seemed to thirst for Christ Jesus; but since they did not thirst for the Father, who is the God of the law and the prophets, for this reason they do not drink even from Jesus Christ. And those who keep one God but despise the prophecies did not thirst for the Holy Spirit who is in the prophets; for this reason they will not drink either from the Father's spring, or from him who cried out in the temple and said, “If anyone thirsts, let him come to me and drink.” So “the breasts do not fail from the rock.” But those “forsook the fountain of the water of life”; the fountain of the water of life did not forsake them. For God does not distance himself from anyone, but “those who distance themselves from him will perish”; rather God draws near to some and meets the one who comes to him. When the son who had devoured his property returned, at any rate, the father met him. And he promises through the prophets, saying: “I will draw near to them, closer than the tunic of their skin.” For “I am a God who draws near,” he says, “and not a God far off, says the Lord.” So “the breasts will not fail from the rock,” the waters of Jesus, “or the snow from Lebanon,” the Father's waters. For frankincense (libanos) is the sacred incense according to the law of God, and there is offered on the altar “clear frankincense, equal with equal.” And the mountain has the same name as this frankincense, and there is snow coming down from Lebanon, just as the water of the Holy Spirit, about which it is said, “Will the water turn aside, violently driven by the wind?” For it is carried by the wind. The water of the Holy Spirit does not “turn aside,” does not flee; but each of us, when he sins, himself becomes a fugitive from drinking of the Holy Spirit.
Jer 18:14 (quotation, high confidence) · Jer 18:15 (quotation, high confidence) · Jer 18:16 (quotation, high confidence) · Ps 42:1 (41:2 LXX) (quotation, high confidence) · Ps 42:2 (41:3 LXX) (quotation, high confidence) · 1 Cor 10:4 (quotation, high confidence) · John 7:37 (quotation, high confidence) · Jer 2:13 (quotation, high confidence) · Ps 73:27 (72:27 LXX) (quotation, high confidence) · Luke 15:20 (allusion, high confidence) · Jer 23:23 (quotation, high confidence) · Exod 30:34 (quotation, high confidence)
Notes and citation
Summary: The three waters of the text, from the rock, from Lebanon, and driven by the wind, are Christ, the Father, and the Holy Spirit; Jews, heretics, and despisers of prophecy each fail to drink because they thirst for only one or two, and God never withdraws from us, but we from him.
- The quotations are Jer 18:14–16 (LXX), Ps 42:1–2 (41:2–3 LXX), 1 Cor 10:4, John 7:37, Jer 2:13, Ps 73:27 (72:27 LXX), Luke 15:20, Jer 23:23, and Exod 30:34 (LXX). The source of “I will draw near to them, closer than the tunic of their skin” is uncertain. The enmity of deer and serpents is ancient natural lore. Lebanon (Λίβανος) and frankincense (λίβανος) share a name in Greek.
Notes on the original text
- Digital text corrected (OCR slip; repeated syllables in the digital text): αἰώνιον«. νιον«. → αἰώνιον«.; ἀπὰ τοῦ θεοῦ → ἀπὸ τοῦ θεοῦ.
Cite (SBL): Origen, Hom. Jer. 18.9 (Klostermann 3:162–164; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/origen-ieremiam/18-6/#p-18-9).
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-origen-ieremiam-18-9) · Report an error
Translation: Translated by Claude from the Greek text of Klostermann, GCS 6; made independently of existing English translations. No public-domain English translation exists; reviewed against the Greek.
18.10Klostermann 3:164–165
»Ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν«. πᾶς μὲν ὁ ἁμαρτάνων ἐπιλέλησται τοῦ θεοῦ, ὁ δὲ δίκαιος λέγει· »ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, οὐδὲ ἠδικήσαμεν καὶ εἰς κενὸν ἐθυμίασε. τί δὲ τὸ »εἰς κενὸν ἐθυμίασαν« κατανοητέον. τὰ πρώην εἰρημένα εἰς τὸν ἑκατοστὸν τεσσαρακοστὸν Ψαλμὸν ἐὰν ἀναλάβωμεν, νοήσομεν τί ἐστι τὸ »εἰς κενὸν ἐθυμίασαν«. ἦν δὲ ἐν τῷ Ψαλμῷ τοιοῦτόν τι εἰρημένον· »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«. οὐκοῦν ἡ προσευχή μου σύνθετος... λεπτῆς καρδίας, ὅτε μὴ παχύνεται ἡ καρδία ἡμῶν, ἀναπεμπομένη γίνεται ὡς θυμίαμα ἐνώπιον τοῦ θεοῦ. εἰ οὖν ἡ τοῦ δικαίου προσευχὴ θυμίαμά ἐστιν ἐνώπιον τοῦ θεοῦ, ἡ τοῦ ἀδίκου προσευχὴ θυμίαμα μέν, τοιοῦτον δὲ θυμίαμα ὥστʼ ἂν λεχθῆναι περὶ αὐτοῦ καὶ τοῦ εὐχομένου ἀδίκου· »εἰς κενὸν ἐθυμίασαν«· οἷον περὶ Ἰούδα γέγραπται· »γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν«. ἐκεῖνος κατὰ τὸ προσεύχεσθαι εἰς κενὸν ἐθυμίασε. τίς δὲ ὁ εἰς κενὸν θυμιῶν, ἔτι μᾶλλον οὕτως κατανοήσωμεν. »τρὶς τοῦ ἐνιαυτοῦ« φησὶν »ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ᾧ εὐθέως ἐπιφέρεται· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«. οὐκοῦν τῶν ἐρχομένων ὀφθη …
»Hoti epelatheto mou ho laos mou, eis kenon ethymiasan«. pas men ho hamartanōn epilelēstai tou theou, ho de dikaios legei; »tauta panta ēlthen ephʼ hēmas, kai ouk epelathometha sou, oude ēdikēsamen kai eis kenon ethymiase. ti de to »eis kenon ethymiasan« katanoēteon. ta prōēn eirēmena eis ton hekatoston tessarakoston Psalmon ean analabōmen, noēsomen ti esti to »eis kenon ethymiasan«. ēn de en tǭ Psalmǭ toiouton ti eirēmenon; »genēthētō hē proseuchē mou hōs thymiama enōpion sou«. oukoun hē proseuchē mou synthetos... leptēs kardias, hote mē pachynetai hē kardia hēmōn, anapempomenē ginetai hōs thymiama enōpion tou theou. ei oun hē tou dikaiou proseuchē thymiama estin enōpion tou theou, hē tou adikou proseuchē thymiama men, toiouton de thymiama hōstʼ an lechthēnai peri autou kai tou euchomenou adikou; »eis kenon ethymiasan«; hoion peri Iouda gegraptai; »genēthētō hē proseuchē autou eis hamartian«. ekeinos kata to proseuchesthai eis kenon ethymiase. tis de ho eis kenon thymiōn, eti mallon houtōs katanoēsōmen. »tris tou eniautou« phēsin »ophthēsetai pan arsenikon sou enōpion kyriou tou theou sou«, hǭ eutheōs epipheretai; »ouk ophthēsę̄ enōpion mou kenos«. oukoun tōn erchomenōn ophthē …
“For my people have forgotten me; they have burned incense to vanity.” Everyone who sins has forgotten God; but the righteous man says: “All these things have come upon us, and we have not forgotten you, nor done wrong.” And we must consider what “they have burned incense to vanity” is. If we take up what was said recently on the hundred and fortieth Psalm, we shall understand what “they have burned incense to vanity” is. Something of this kind was said in the Psalm: “Let my prayer be set forth as incense before you.” So my prayer, compounded … of a subtle heart, when our heart is not grown fat, when it is sent up, becomes like incense before God. If, then, the prayer of the righteous man is incense before God, the prayer of the unrighteous is incense, but such incense that it could be said of it and of the unrighteous man who prays: “They have burned incense to vanity”; as it is written of Judas: “Let his prayer become sin.” He, in praying, burned incense to vanity. And who is the one who burns incense to vanity? Let us consider it still more in this way. “Three times a year,” he says, “all your males shall appear before the Lord your God,” to which is immediately added: “You shall not appear before me empty.” So of those who come to appear …
Textual problem in this passage: see the notes.
Jer 18:15 (quotation, high confidence) · Ps 44:17 (43:18 LXX) (quotation, high confidence) · Ps 141:2 (140:2 LXX) (quotation, high confidence) · Ps 109:7 (108:7 LXX) (quotation, high confidence) · Exod 23:17 (quotation, high confidence) · Exod 23:15 (quotation, high confidence)
Notes and citation
Summary: The prayer of the righteous rises like incense to God, but the prayer of the wicked is incense “burned to vanity,” like Judas's prayer that became sin. [The rest of the homily is lost.]
- The quotations are Jer 18:15 (LXX), Ps 44:17 (43:18 LXX), Ps 141:2 (140:2 LXX; Origen cites it as the hundred and fortieth Psalm, the LXX number), Ps 109:7 (108:7 LXX), and Exod 23:17, 15. The digital text has a gap in the sentence on prayer (“…”); the end of Homily 18 and the beginning of Homily 19 are lost in the manuscript tradition (a lacuna), so the section breaks off.
Topics: Prayer
Cite (SBL): Origen, Hom. Jer. 18.10 (Klostermann 3:164–165; trans. Sophia Scriptura, https://sophiascriptura.com/fathers/origen-ieremiam/18-6/#p-18-10).
BibTeX · RIS (whole work; this passage's key: sophiascriptura-origen-ieremiam-18-10) · Report an error
Translation: Translated by Claude from the Greek text of Klostermann, GCS 6; made independently of existing English translations. No public-domain English translation exists; reviewed against the Greek.