Poems 1.2.9
Greek text: Migne, PG 37 (Greek text: Migne, PG 37, read from the Bavarian State Library scan (OCR)).English: Claude (claude-opus-5-5), public domain (CC0).
Poem 1, chapter 2
1.2.9PG 37:667–680
Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ' οὐκ ἐδίδαξεν, Ἥτις δὴ τελέθει, καὶ ὁππόθεν ἴξετ' ἔμοιγε, Καὶ μάλα περ ποθέοντι. Πόθος δ᾽ ἀτέλεστος, ἀνίη. Εἰ μὲν δὴ καθαρὸς τελέθει ῥόος, οὐκ ἐπίμικτος Ὕδασι χειμερίοισι, χαραδραίοισί τ᾽ ἀναύροις, Δίζημ᾽ ὅς μιν ἔτετμεν ἐπὶ χθονός. Ἢ γὰρ ἀνέσχε Βόρβορον ἐκ κραδίης, ἢ δέξατο, σάρκα βαρεῖαν Ἕλκων, καὶ ζοφόεντι θολούμενος ἔκτοθεν ἐχθρῶ Ζωῆς ἡμετέρης, καὶ ἰλυόεντι βερέθρῳ. Οὐδὲ γὰρ ἦεν ἐοικὸς, ἐπεὶ οὐσις εἰμὶ παγεῖσα, ο Καὶ ῥευστοῦ βιότοιο διεκρέω, ἔμμεν᾿ ἄρευστον. Εἰ δ' οὐκ ἀργύρεος πάντη ῥόος, ἀλλ' ἐπίμικτος Ἔστι χειροτέροις ἀρετὴ, καὶ μίξις ἄκοσμος, Πῶς ἀρετὴ τελέθει, τάδε φράζεο. Καὶ γὰρ ἔγωγε Τῇ καὶ τῇ νόον ὠκὺν ἐπὶ στήθεσσιν ἑλίσσω. Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο, ἀργυρέη τε· Ξανθὴ δ᾽ αὖ θερμή τε πυρὸς φύσις, οὐδ᾽ ἐπίμικτα Ταῦτα πέλει. Ἐλύθη δὲ βίη πάρος, ἢ ἀνεμίχθη. Τῇ δ᾽ ἀρετῇ πῶς αἶσχος ἐπήλυθεν εἰκόν᾿ ἀτίζον, Εἰκόνα τὴν μεγάλοιο Θεοῦ, κακόχαρτος ἁμαρτὰς, Εἰ ἐτεὸν Θεὸς εἰμι, λάχος δὲ σὸν εὔχομαι εἶναι. Πυνθάνομ' ᾿Αλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς Ἔρχεθ᾽ ἀλὸς, μέγα θαῦμα, γλυκὺς ῥόος, οὐδ᾽ ἐπί- Ἡ λώβη τελέθει. Λώβη δέ τε ἠέρος ἀχλὺς, Καὶ νοῦσος μελέων· ἀρετῆς δέ τε, ἡμετέρη νύξ. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα, καί με βαρεία Τηκεδανή τε μέριμνα χαμαὶ βάλε· πολλάκι δ᾽ αὖτε Αὐγασάμην θεότητος ἁγνὸν φάος, ἀλλὰ μέσον τι Ἦλθε νέφος, κρύφθη δὲ σέλας μέγα, καί μ' ἐδάϊξεν, Ὡς φύγεν ἐγγὺς ἐόντα. Τίς ὁ φθόνος; ἢ ποθέεσθαι Αἰὲν ἐμοὶ ποθέει θνητοῦ νόμος, ἢ τόδ᾽ ἄμεινον Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὁ νοῦς κάμε. Πολλάκι δ᾽ αὖτε Ἐσθλοῦ τ᾽ ἡδὲ κακοῖο διάκρισιν ἐχθρὸς ἄμερσεν, Ἔστιν ἐμοὶ, μόχθῳ μὲν ἐλεῖν, μόχθῳ δὲ φυλάξαι, Ὡς θὴρ κερδαλέος τις ἐπ᾽ ἴχνεσιν ἴχνια βάλλων, Ως κεν θηρητῆρα καλοῦ πλάξειε δόλοισιν. ῎Αλλο τι σάρξ μὲν ἄνωξεν ἐμοὶ φίλον, ἄλλο δ᾽ ἐφετμή, ῎ΑλλοΘεὸς, φθόνος ἄλλο, χρόνος τὸ μὲν, ἄλλο τι δ' αἰών, Ἔρδω δ', ὃ στυγέω, καὶ ἀμφιγέγηθα κακοῖσι. Καὶ γελόω μόρον αἰνὸν ἐνὶ σπλάγχνοισιν ἐμοῖσι, Σαρδάνιον, κακόχαρτον, ἐπεὶ καὶ τερπνὸς ὅλεθρος. Νῦν χθαμαλὸς, νῦν αὖτε μετήορος· ὕβριν ἀτίζων Σήμερον, ὑβριστὴς δ᾽ ἄρ᾽ ἐς αὔριον· ἄλλος ἐν ἄλλοις Καιροῖς, πουλυπόδης τις ἐειδόμενος χρόα πέτραις· Δάκρυα θερμὰ χέων, ἡ δ᾽ οὐ συνέρευσεν ἁμαρ- Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ᾽ ἔνδοθεν αὖθις ἀγείρω ῎Αλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ῥίψα. Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα. Αἰδὼς ὄμμ᾽ ἐκάλυψε, νόος δ᾽ ἀνένευσεν ἀναιδής, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δὲ τ' ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιος πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· εἰ δὲ ἄρ᾽ ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι Κύμασιν, οὐδ᾽ ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγαθαῦμα. Πολλάκι δ' εὐδρομέοντα αὖν ἐλπωρῇσιν ἀρίσταις, "Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα, Ὡς τε κατὰ ψαμάθοιο φέρων πόδα λοίγιος ἐχθρὸς, Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, Κλεπτομένης προπάροιθεν ὑπ᾽ ἴχνεσιν ἀστα- Αὖθις ἀνέρχομ᾽ ἔγωγε, καὶ ἔμπαλιν ἔρχομ᾽ ὀπίσσω, Πλεῖον ἔτ' ἢ τοπάροιθε δυσάμμορος, αἰὲν ὁδεύων, Αἰὲν ἔχων μέγα τάρβος, ἔβην μόγις, ὧκα δ᾽ ὅλισθον. Μακρός μοι βίος ἐστὶ, καὶ οὐκ ἐθέλω βιότοιο Λύσιν, ἄκος ποθέων, ἄκος δέ τε τῆλ᾽ ἀπ᾿ ἐμεῖο, Ἤμασι πλειοτέροισι πλέον κακότητος ἀγείρων. Τοῦνεκεν ἡμετέρῃ γενεῇ τόδε δόγμα πεπήχθω· Πρώτη μὲν Τριάδος καθαρὴ φύσις· αὐτὰρ ἔπειτα, ᾿Αγγελική· τριτάτηδ᾽ ἄρ᾽ ἐγὼ βροτὸς, ἀμφιταλαντος, Μεσσηγὺ ζωῆς τε καὶ ἀργαλέου θανάτοιο Ἑστηὼς, ἐρίδωρον ἔχων τέλος, ἀλλ᾽ ἐπίμοχθον, Εἰ καὶ μικρὸν ἔῳξα κακοῦ βιότοιο θύρετρα. Ωδε Θεὸς γὰρ ἄνωξεν ἐμῆς φρενὸς ἔμμεν᾿ ἄεθλον. Κεῖνος δ' ἐστὶν ἄριστος, ὃς ἐν πλεόνεσσι κακοῖσι Βαιὰ φέρει κακίης ἰνδάλματα, καὶ πρὸς ἄναντες Σπεύδει σὺν μεγάλοιο Θεοῦ χερὶ, θερμὸν ἔρωτα Τῆς ἀρετῆς φορέων, κακίης δέ τε νῶτα διώκων. Ως τε ῥόος ποταμοῖο βιώμενος ἄλλο ῥέεθρον Τρηχαλέον, θολερόν τε καὶ ἄγριον, εἰ δὲ μιγείη, Κρύπτων πλειοτέρῳ καθαρῷ ῥόον ἰλυόεντα· "Ηδ' ἀρετὴ πλεκτοῖο, τὸ δὲ πλέον οὐρανιώνων. Εἰ δὲ τις ἐνθάδ' ἐὼν Θεὸν ἔδρακεν, ἢ πρὸς ἄνακτα Ἔδραμε σάρκα βαρεῖαν ἐς οὐρανὸν ἔνθεν ἀείρας, Τοῦτο Θεοῦ γέρας ἐστί. Βροτοῖς δὲ τε μέτρ᾽ ἐπι- Εἰδ' ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι, Ἡ μούνη καθαρῷ καθαρὸν θύος. Οὐ μὲν ὅἴω Ἐνθάδε. Πουλύχοος γὰρ ἐπ᾿ ὄμμασιν ἐνθάδε καπνός· Στέργω δ', εἴ κεν ἔπειτα λίπω κακὰ δακρυόεντα. Οὐκ οἷον μεγάλοιο Θεοῦ τότε δῶρον ἐτύχθη, Εἰκόνα περ τίοντος, ἐπεὶ καὶ σεῖο μενοινῆς, Οὔτε σέο φρενὸς οἷον, ἐπεὶ καὶ κρείσσονος ἀλκῆς, Ὡς οὐδ᾽ ὄψις ἔμοιγε μόνη θηήσατο λευστά, Καὶ μάλα δερκομένη περ, ἐκὰς μεγάλου Φαέθοντος · Αὐτὸς δ' ὄμματ' ἔλαμψε, καὶ ὄμμασιν αὐτὸς Δοιαὶ μὲν μεγάλοιο Θεοῦ πρὸς κρείσσονα μοῖραι, Πρώτη θ' ὑστατίη τε, ἴη δέ τε καὶ παρ᾿ ἐμοῖο. Κεῖνος δεκτὸν ἔθηκε καλοῦ, καὶ κάρτος ὁπάζει Αὐτὸς δ᾽ ἐν μεσάτῳ σταδιηδρόμος οὐ μάλ᾽ ἐλαφρὸς Ἔρχομαι, οὐκ ἀγέραστος, ἐν ἄλμασι κῶλα Χριστὸν ἔχων πνοιὴν, Χριστὸν σθένος, ὄλβον ἀγητὸν, Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα τίθησι. Κείνου δ' ἐκτὸς, ἅπαντες ἐτώσια παίγνια θνητοί, Καὶ νέκυες ζώοντες, ὀδωδότες ἀμπλακίῃσιν. Οὐδὲ γὰρ ἡέρος ἐκτὸς ἴδες πωτώμενον ὄρνιν, Οὐδὲ μὲν ὕδατος ἐκτὸς ἀἁλίδρομος ἔπτατο δελφίς. Ὡς οὐδὲ Χριστοῖο δίχα βροτὸς ἔχνος ἀείρει. Τῷ μὴ μοι λίην μεγαλίζεο, μηδ' ἐπὶ σεῖο Κάρτος ἔχειν πραπίδεσσι, καὶ εἰ μάλα πάνσοφος Μηδέ τιν' εἰσορέων χθαμαλώτερον ὑψόσ' Ὡς πάντων κρατέων, ων, καὶ τέρματος ασσον ἐλαύνων. Τέρματος ἐντὸς ἔμεινεν, ὃς οὐκ ἴδε τέρμα πορείης. Λίην μὴ τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Εἰς γῆν ὕψος ἔθηκεν, ἐς οὐρανὸν ἐλπὶς ἄειρε, Καί ρ' ὑπεροπλίῃσι Θεὸς κοτέει μεγάλῃσι. Μάρπτε τὸ μὲν χείρεσσι, τὸ δ' ἔλπεο, τῷ δ᾽ ὑπόεικε Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέ- Καὶ τὸ σαοφροσύνης, μέτρ᾽ ἴδμεναι ἧς βιοτῆτος. Ἰσόν τι κακόν ἐστιν ἀπ᾿ ἐλπίδος ἐσθλὰ τίθεσθαι, Καὶ μέγα θάρσος ἔχειν, ὡς εὐπετὲς ἔμμεν᾿ ἄριστον. ᾿Αμφοτέρως κεν ὁδοῖο κακὴν στάσιν ἐν φρεσὶ Αἰει σοι τὸ βέλεμνον ἐπίσκοπον ἐν χερὶ κείσθω· Μηδὲν ὑπερπέμπειν Χριστοῦ μεγάλοιο ἐφετμῆς, Μηδὲ μὲν ἐντὸς ἄγειν· ἀβλὴς σκοπὸς ἀμφοτέρωθεν. Πολλάκι καὶ τὸ περισσὸν ἀχρήϊον, εὔτε νέοιο Κύδεος ἱμείροντες, ὑπέρτονα τοξεύοιμεν. Τίς μὲν ἔης τοπάροιθε, τίς ἐν σπλάγχνοισιν ἐκεύθου, Τις δ᾽ ἄρ᾽ ἔσῃ μετέπειτα, κόνις, καὶ σητὸς ἐδωδή, Μηδὲν ἀκιδνοτάτοιο φέρων πλέον ἐν νεκύεσσιν. Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων. Τούνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δὲ τε λῴονα τεύχειν. Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὄνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ὁδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα. Μὴ ναῦν μιλτοπάρῃον, ἐὔχροον, ἢ παρασήμοις Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης ᾿Αλλ' ἐσθλὴν γόμφοισιν, ἐὔπλοον, εὖ ἀραρυῖαν Χείρεσι ναυπηγοῖο, δι' οἴδματος ὧκα φέρουσαν. Πᾶς μὲν ἴοι προπάροιθε, Θεοῦ δὲ τε πάντες Ὃς σοφὸς, ὃς σθεναρὸς, ὃς πλούσιος, ὃς τ᾽ ἐπιδευὴς, Ἕρματος ἀψεύστοιο. Πρυμνήσια κεῖθεν ἀνήφθω Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, ὃς ἔζομαι ὑψιθόωκος, Λαὸν ἄγων θυέεσσι πρὸς οὐρανὸν, ᾧ τόσον ἄχθος Χριστὸν ἀτιμάζοντι μελαινομέναις πραπίδεσ- Ὁσσάτιον κλέος ἐσθλὸν ἐπὴν θεότητι πελάζω. Καὶ γὰρ δὴ μέτροισι Θεοῦ καὶ μέτρα βίοιο Ἔσπεται, ὡς δὲ μέτροισι βίου καὶ μέτρα Θεοῖο. Ωδ' ἄν μοι φρονέων, βίον ἔμπεδον ἐνθάδ' ἐλαύνοις Ἐνθάδε καὶ μετέπειτα Θεοῦ σὺν ἀρείονε Λυθέντος σκιόεντος ἐν ἤματι τοῦδε βίοιο.
Tēn aretēn potheō men, atar tode m' ouk edidaxen, Hētis dē telethei, kai hoppothen ixet' emoige, Kai mala per potheonti. Pothos d᾽ atelestos, aniē. Ei men dē katharos telethei rhoos, ouk epimiktos Hydasi cheimerioisi, charadraioisi t᾽ anaurois, Dizēm᾽ hos min etetmen epi chthonos. Ē gar anesche Borboron ek kradiēs, ē dexato, sarka bareian Helkōn, kai zophoenti tholoumenos ektothen echthrō Zōēs hēmeterēs, kai ilyoenti berethrǭ. Oude gar ēen eoikos, epei ousis eimi pageisa, o Kai rheustou biotoio diekreō, emmen᾿ areuston. Ei d' ouk argyreos pantē rhoos, all' epimiktos Esti cheiroterois aretē, kai mixis akosmos, Pōs aretē telethei, tade phrazeo. Kai gar egōge Tę̄ kai tę̄ noon ōkyn epi stēthessin helissō. Psychrē men chionos physis epleto, argyreē te; Xanthē d᾽ au thermē te pyros physis, oud᾽ epimikta Tauta pelei. Elythē de biē paros, ē anemichthē. Tę̄ d᾽ aretę̄ pōs aischos epēlythen eikon᾿ atizon, Eikona tēn megaloio Theou, kakochartos hamartas, Ei eteon Theos eimi, lachos de son euchomai einai. Pynthanom' ᾿Alpheioio kalon rhoon, hōs dia pikrēs Ercheth᾽ alos, mega thauma, glykys rhoos, oud᾽ epi- Hē lōbē telethei. Lōbē de te ēeros achlys, Kai nousos meleōn; aretēs de te, hēmeterē nyx. Pollaki tarson aeira pros aithera, kai me bareia Tēkedanē te merimna chamai bale; pollaki d᾽ aute Augasamēn theotētos hagnon phaos, alla meson ti Ēlthe nephos, kryphthē de selas mega, kai m' edaïxen, Hōs phygen engys eonta. Tis ho phthonos? ē potheesthai Aien emoi potheei thnētou nomos, ē tod᾽ ameinon Touto gar empedon estin, ho nous kame. Pollaki d᾽ aute Esthlou t᾽ hēde kakoio diakrisin echthros amersen, Estin emoi, mochthǭ men elein, mochthǭ de phylaxai, Hōs thēr kerdaleos tis ep᾽ ichnesin ichnia ballōn, Ōs ken thērētēra kalou plaxeie doloisin. ᾿Allo ti sarx men anōxen emoi philon, allo d᾽ ephetmē, ᾿AlloTheos, phthonos allo, chronos to men, allo ti d' aiōn, Erdō d', ho stygeō, kai amphigegētha kakoisi. Kai geloō moron ainon eni splanchnoisin emoisi, Sardanion, kakocharton, epei kai terpnos holethros. Nyn chthamalos, nyn aute metēoros; hybrin atizōn Sēmeron, hybristēs d᾽ ar᾽ es aurion; allos en allois Kairois, poulypodēs tis eeidomenos chroa petrais; Dakrya therma cheōn, hē d᾽ ou synereusen hamar- Kai ta men exekenōsa, ta d᾽ endothen authis ageirō ᾿Allais amplakię̄sin, akous de te pharmaka rhipsa. Sarkesi parthenos eimi, kai ei phresin, ou sapha oida. Aidōs omm᾽ ekalypse, noos d᾽ aneneusen anaidēs, Oxyphaēs xeinoisi kakois, idiois de t' aphengēs. Ouranios mythoisin, epichthonios prapidessin Eimi, galēnioōn te, kai eudios; ei de ar᾽ aētēs Kai tytthos pneuseien, anistamai oidaleoisi Kymasin, oud᾽ apelēxe rhothos paros, ēe genesthai Nēnemiēn. Tēmos de pesein cholon, ou megathauma. Pollaki d' eudromeonta aun elpōrę̄sin aristais, "Ēdē kai mesatēs aretēs hyperekteinonta, Hōs te kata psamathoio pherōn poda loigios echthros, Exapinēs palinorson hypo propodessin ethēken, Kleptomenēs proparoithen hyp᾽ ichnesin asta- Authis anerchom᾽ egōge, kai empalin erchom᾽ opissō, Pleion et' ē toparoithe dysammoros, aien hodeuōn, Aien echōn mega tarbos, ebēn mogis, hōka d᾽ holisthon. Makros moi bios esti, kai ouk ethelō biotoio Lysin, akos potheōn, akos de te tēl᾽ ap᾿ emeio, Ēmasi pleioteroisi pleon kakotētos ageirōn. Touneken hēmeterę̄ geneę̄ tode dogma pepēchthō; Prōtē men Triados katharē physis; autar epeita, ᾿Angelikē; tritatēd᾽ ar᾽ egō brotos, amphitalantos, Messēgy zōēs te kai argaleou thanatoio Hestēōs, eridōron echōn telos, all᾽ epimochthon, Ei kai mikron eǭxa kakou biotoio thyretra. Ōde Theos gar anōxen emēs phrenos emmen᾿ aethlon. Keinos d' estin aristos, hos en pleonessi kakoisi Baia pherei kakiēs indalmata, kai pros anantes Speudei syn megaloio Theou cheri, thermon erōta Tēs aretēs phoreōn, kakiēs de te nōta diōkōn. Ōs te rhoos potamoio biōmenos allo rheethron Trēchaleon, tholeron te kai agrion, ei de migeiē, Kryptōn pleioterǭ katharǭ rhoon ilyoenta; "Ēd' aretē plektoio, to de pleon ouraniōnōn. Ei de tis enthad' eōn Theon edraken, ē pros anakta Edrame sarka bareian es ouranon enthen aeiras, Touto Theou geras esti. Brotois de te metr᾽ epi- Eid' age toi kai touton egō logon en phresi Pōs ken tēs megalēs aretēs epi telson hikēai, Hē mounē katharǭ katharon thyos. Ou men hoiō Enthade. Poulychoos gar ep᾿ ommasin enthade kapnos; Stergō d', ei ken epeita lipō kaka dakryoenta. Ouk hoion megaloio Theou tote dōron etychthē, Eikona per tiontos, epei kai seio menoinēs, Oute seo phrenos hoion, epei kai kreissonos alkēs, Hōs oud᾽ opsis emoige monē thēēsato leusta, Kai mala derkomenē per, ekas megalou Phaethontos ; Autos d' ommat' elampse, kai ommasin autos Doiai men megaloio Theou pros kreissona moirai, Prōtē th' hystatiē te, iē de te kai par᾿ emoio. Keinos dekton ethēke kalou, kai kartos hopazei Autos d᾽ en mesatǭ stadiēdromos ou mal᾽ elaphros Erchomai, ouk agerastos, en almasi kōla Christon echōn pnoiēn, Christon sthenos, olbon agēton, Hos me kai ōpēenta kai eudromeonta tithēsi. Keinou d' ektos, hapantes etōsia paignia thnētoi, Kai nekyes zōontes, odōdotes amplakię̄sin. Oude gar hēeros ektos ides pōtōmenon ornin, Oude men hydatos ektos haalidromos eptato delphis. Hōs oude Christoio dicha brotos echnos aeirei. Tǭ mē moi liēn megalizeo, mēd' epi seio Kartos echein prapidessi, kai ei mala pansophos Mēde tin' eisoreōn chthamalōteron hypsos' Hōs pantōn krateōn, ōn, kai termatos asson elaunōn. Termatos entos emeinen, hos ouk ide terma poreiēs. Liēn mē tromeein, liēn de te mē blemeainein. Eis gēn hypsos ethēken, es ouranon elpis aeire, Kai r' hyperoplię̄si Theos koteei megalę̄si. Marpte to men cheiressi, to d' elpeo, tǭ d᾽ hypoeike Ēn chthamalophroneę̄s, plasma Christoio te- Kai to saophrosynēs, metr᾽ idmenai hēs biotētos. Ison ti kakon estin ap᾿ elpidos esthla tithesthai, Kai mega tharsos echein, hōs eupetes emmen᾿ ariston. ᾿Amphoterōs ken hodoio kakēn stasin en phresi Aiei soi to belemnon episkopon en cheri keisthō; Mēden hyperpempein Christou megaloio ephetmēs, Mēde men entos agein; ablēs skopos amphoterōthen. Pollaki kai to perisson achrēïon, eute neoio Kydeos himeirontes, hypertona toxeuoimen. Tis men eēs toparoithe, tis en splanchnoisin ekeuthou, Tis d᾽ ar᾽ esę̄ metepeita, konis, kai sētos edōdē, Mēden akidnotatoio pherōn pleon en nekyessin. Kai pnoē, moirē te sebasmios, enthen epēchthēs, Ouranios, chthonios, tyktos Theos, ergon alēston, Tois Christou patheessin es aphthiton euchos hodeuōn. Touneka mē sarkessi charizeo, mē ta perissa Toude biou phileein, nēon de te lǭona teuchein. Nēos gar megaloio Theou brotos, onper eteuxe Kinymenos gaiēthen, es ouranon aien hodeuōn. Ton per egō kelomai se thyōdea pasi phylassein Ergmasin ēde logoisin, aei Theon entos echonta, Aien ariston eonta, etētymon, ou dokeonta. Mē naun miltoparę̄on, euchroon, ē parasēmois Kallesin astraptousan agein epi nōta thalassēs ᾿All' esthlēn gomphoisin, euploon, eu araruian Cheiresi naupēgoio, di' oidmatos hōka pherousan. Pas men ioi proparoithe, Theou de te pantes Hos sophos, hos sthenaros, hos plousios, hos t᾽ epideuēs, Hermatos apseustoio. Prymnēsia keithen anēphthō Pasin, emoi de malista, hos ezomai hypsithoōkos, Laon agōn thyeessi pros ouranon, hǭ toson achthos Christon atimazonti melainomenais prapides- Hossation kleos esthlon epēn theotēti pelazō. Kai gar dē metroisi Theou kai metra bioio Espetai, hōs de metroisi biou kai metra Theoio. Ōd' an moi phroneōn, bion empedon enthad' elaunois Enthade kai metepeita Theou syn areione Lythentos skioentos en ēmati toude bioio.
On Virtue I long for virtue, but this it has not taught me: what it is, and from where it will come to me, though I long for it greatly. And longing unfulfilled is pain. If its stream is pure, not mixed with wintry waters and the torrents of ravines, I seek the man who has found it on earth. For either he has sent up mud from his heart, or received it, dragging heavy flesh, and muddied from outside by the gloomy enemy of our life, and by a slimy pit. For it was not fitting, since I am a compounded nature and flow through a flowing life, that I should be unflowing. But if virtue is not a silver stream throughout, but mixed with worse things, a disorderly mixture, consider how it is virtue. For I too turn my swift mind this way and that in my breast. Cold is the nature of snow, and silvery; yellow and hot the nature of fire; and these are not mixed. Force destroyed the one first, or they were mingled. How did shame come upon virtue, dishonoring the image, the image of the great God, sin that delights in evil, if I am truly God, and pray to be your portion? I learn of the fair stream of the Alpheus, how it goes through the bitter sea, a great wonder, a sweet stream, and not mixed … Wickedness is the blight. And blight is the mist of the air, and the disease of the limbs; and the blight of virtue is our night. Often I have lifted my foot toward heaven, and heavy, wasting care has thrown me to the ground; and often again I have seen the pure light of the Godhead, but in between came a cloud, and the great radiance was hidden, and it tore me that it fled when it was near. What envy is this? Either the law of mortals wishes me to long forever, or this is better … For this is steadfast, for which the mind has toiled. And often again the enemy has robbed me of the discernment of good and evil; it is mine to win with toil and to guard with toil; like some crafty beast setting tracks upon tracks, so that he might mislead the hunter of the good by his tricks. The flesh has bidden me love one thing, the commandment another, God one thing, envy another; time one thing, eternity another. I do what I hate, and rejoice in evils. And I laugh at a dreadful death in my own entrails, a sardonic laugh, delighting in evil, since destruction is pleasant. Now low, now again lifted up; despising insolence today, and tomorrow insolent; another man at other times, like an octopus taking the color of the rocks; shedding hot tears, though sin did not flow out with them; and some sins I have emptied out, others I gather again within by other faults, and I have thrown away the medicines of cure. I am a virgin in the flesh; whether in mind too, I do not clearly know. Modesty has covered my eyes, but my shameless mind has looked up, sharp-sighted for others’ evils, but blind to its own. Heavenly in words, earthly in heart I am, and calm and serene; but if a breeze blows even slightly, I rise up in swelling waves, and the surge does not cease before a calm comes. Then, for anger to fall is no great wonder. Often, when I was running well in the best hopes, already reaching beyond the middle of virtue, the destructive enemy, as if I were setting my foot on sand, suddenly turned me back under my forefeet, the unstable ground being stolen away before me under my tracks. I go up again, and come back again, more ill-fated than before, always traveling, always in great fear: I went with difficulty, and slipped quickly. My life is long, and I do not want release from life, longing for a cure; but the cure is far from me, and in more days I gather more wickedness. Therefore let this doctrine be fixed for our race: first is the pure nature of the Triad; and next, the angelic; and third, I, a mortal, evenly balanced, standing between life and grievous death, having an end rich in gifts, but toilsome, if I open even a little the doors of evil life. For thus God bade me have a contest for my mind. That man is best who among many evils bears few images of wickedness, and presses on uphill with the hand of the great God, carrying a warm love of virtue, and driving wickedness to flight. As the stream of a river, forced by another stream, rough, muddy and wild, if it mingles with it, hides the muddy stream in its greater purity, such is the virtue of a composite being; the greater belongs to the heavenly. But if anyone, being here, has seen God, or run to the King, lifting heavy flesh from here to heaven, that is God’s gift. Mortals have measures set on them. Come, let me set this word too in your mind: how would you reach the goal of great virtue, which alone is a pure sacrifice to the Pure One? I do not think it is reached here. For here there is much smoke before the eyes; but I am content if afterward I leave behind tearful evils. Not only was it then a gift of the great God, who honors his image, since it is also of your will, nor of your mind alone, since it needs a stronger power, just as my sight alone has not seen what is visible, even looking hard, far from the great Shining One; but he himself shines on the eyes, and with the eyes he himself … There are two shares of the great God toward the better, the first and the last, and one also from me. He has made me receptive of the good, and grants strength; and I myself, in the middle, a runner of the stadium, not very nimble, come on, not without prize, in leaps of my limbs, having Christ as breath, Christ as strength, a wealth to be admired, who makes me both clear-sighted and a good runner. Apart from him all mortals are vain toys, and living corpses, reeking with sins. For you have not seen a bird flying outside the air, nor has a sea-running dolphin flown outside the water; so neither does a mortal lift a foot without Christ. So do not be too proud, nor think that the power lies in your own mind, even if you are very wise; nor, looking at someone lower, lift yourself on high, as one prevailing over all, and driving nearer the goal. He has stayed inside the goal who has not seen the goal of the course. Do not tremble too much, nor be too proud. Height has set men on the ground, hope has lifted them to heaven, and God is angry at great arrogance. Grasp one thing with your hands, hope for another, yield to another; if you are humble-minded, a creature of Christ … And this too belongs to self-control: to know the measures of one’s life. It is an equal evil to set good things outside of hope, and to have great boldness, as though the best were easy. Either way you would set an evil halt on the road in your mind. Let the watchful arrow always lie in your hand; send nothing beyond the command of great Christ, nor bring it short of the mark: the mark is missed on both sides. Often even the excess is useless, when, longing for new glory, we shoot beyond the mark. Who were you before, who were hidden in the womb, and who will you be afterward: dust, and food for the moth, bearing nothing more among the dead than the feeblest. And you are breath, and a venerable portion, from which you were fixed, heavenly, earthly, a God made, an unforgettable work, journeying by Christ’s sufferings to imperishable glory. Therefore do not gratify the flesh, nor love the superfluities of this life, but build a better temple. For a mortal is the temple of the great God, which he built, moving from earth, ever journeying to heaven. This I bid you keep fragrant in all deeds and words, always having God within, being always best, truly, not in seeming. Do not bring onto the back of the sea a ship red-cheeked, well-colored, or flashing with distinguishing beauties, but one good in its bolts, sailing well, well fitted by the shipwright’s hands, carrying swiftly through the swell. Let each go before, but all be God’s, whoever is wise, whoever strong, whoever rich, whoever needy, God’s, the unfailing anchorage. Let the stern-cables be fastened there for all, but for me most of all, who sit enthroned on high, leading the people by sacrifices to heaven, for whom it is as great a burden to dishonor Christ with a blackened heart as the good glory is great when I draw near to the Godhead. For the measures of life follow the measures of God, as the measures of God follow the measures of life. Thinking thus, you would drive a steadfast life here, here and hereafter with God, with a better life, when the shadowy bond of this life is loosed on that day.
Rom 7:15–19 (allusion, high confidence) · 1 Cor 3:16–17 (allusion, medium confidence) · 1 Cor 6:19 (allusion, medium confidence) · Matt 6:19–20 (echo, low confidence) · 1 Cor 9:24–26 (allusion, medium confidence) · Phil 3:13–14 (allusion, medium confidence) · John 15:5 (allusion, medium confidence) · Jas 4:6 (allusion, medium confidence) · Gen 1:26–27 (allusion, medium confidence)
Notes and citation
Summary: Gregory confesses that virtue in a composite human being is always mixed and unstable, describes his own struggles, and teaches that a mortal stands between life and death, reaching virtue only by God’s gift joined with his own effort, with Christ as breath and strength.
- Several lines are cut off or displaced in the scan (for example after “a sweet stream, and not mixed …” and “or this is better …”), and some are obscure; they are translated where they stand. Margin numbers are removed. “I do what I hate” recalls Rom 7:15–19; the temple of God, 1 Cor 3:16–17 and 6:19; the moth, Matt 6:19–20; the runner, 1 Cor 9:24–26 and Phil 3:13–14; “apart from him”, John 15:5; God angry at arrogance, Jas 4:6 and 1 Pet 5:5. The Alpheus, a river in the Peloponnese, was believed to flow under the sea to Sicily without mixing with the salt water. In the last lines Gregory speaks as a bishop (“who sit enthroned on high, leading the people by sacrifices to heaven”).
Notes on the original text
- Digital text corrected (margin letter; margin letter and line number; margin line number): 75΄ Βαιὰ → Βαιὰ; Α 105 Οὐδὲ → Οὐδὲ; Α΄ Ὁσσάτιον → Ὁσσάτιον.
Topics: Ethics
Cite (SBL): Gregory of Nazianzus, Carm. 1.2.9 (PG 37:667–680; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-9). (abbreviation not yet checked)
Permanent link: https://sophiascriptura.com/p/gregory-nazianzen-carmina/1-2-9
BibTeX · RIS · CSL-JSON (whole work; this passage's key: sophiascriptura-gregory-nazianzen-carmina-1-2-9) · Report an error
Translation: Translated by Claude (Opus) from the Greek of Migne PG 37 (Bavarian State Library OCR); no public-domain English or FOTC volume exists, so every line was re-read against the Greek.