# To Those Who Take Reproof Badly

- Author: [Gregory of Nyssa](https://sophiascriptura.com/fathers/authors/gregory-of-nyssa/)
- Latin title: *Adversus eos qui castigationes aegre ferunt*
- Date: ca. 372–394 (approximate)
- Source: J.-P. Migne, ed., Patrologiae cursus completus, Series Graeca 46 (Paris: Migne, 1863), cols. 308–316 (OCR by the Internet Archive; lines extracted for this site)

- Translation: Claude, from the original text, unless a passage says otherwise; each passage below gives the translator
- Editions and translations: Gregorii Nysseni Opera (Leiden: Brill) (cited only; not reproduced; volume to be checked)
- Work page: https://sophiascriptura.com/fathers/gregory-nyssa-castigationes/
- Passages: 4

## To Those Who Take Reproof Badly, part 1

- URL: https://sophiascriptura.com/fathers/gregory-nyssa-castigationes/1/#p-1
- Source: PG 46
- Translation: Claude (claude-opus-5-5), 2026-09-27

Summary: Reason, God's gift that makes man ruler of creation and master of arts and sciences, is neglected by those who care nothing for their salvation, as yesterday's neglect of the Sabbath assembly showed.

### Greek text

θεῖον ἁληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος θεοῦ, κτῆμα ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγχεχραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον παρὰ τοῦ δημιουργήσαντος εἰς αὐτὸν ἐλθόν. Διὸ καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ἔχει καὶ πρὸς τὰ ἄλλα ξῶα τὴν διαφορὰν, καὶ τῷ πλεονεχτήματι ἰδιαζόντως χαρακτηρίζεται, σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς τὰ βοσκήματα. Ὀφθαλμῶν γὰρ τύπος, καὶ σαρκῶν διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ἐν γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπον· ἐπειδὴ καὶ ἐν χερπαίοις, καὶ ἐνύδροις, καὶ πτηνοῖς, καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται. Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν ἀποδείκνυσιν· ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνωρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν οὕτως ἡμᾶς καλῶς τῇ ἰδίᾳ καταχοσμήσαντι χάριτι. Διὰ λόγους ἰσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς ὃνπες τὸ σῶμα, καὶ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέραις ὑπηρετεῖσθαι χρείαις χελεύομεν. Οὕτω ταύρους δαμάξομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις ἀνατέμνειν παρασχευάζομεν, καὶ ἵππον ταχὺν τοῖς ψαλίοις χατάγχοντες ἔχομεν εὐπειθῆ, καὶ τὸν βραδὺν ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον, καὶ τὰς σκληρὰς ἡμιόνους ὀχήματα ἕλκειν καὶ ἀχθοφορεῖν ἀναγχάζομεν· ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην πολυσαρχίαν, καὶ καμήλων τὸ μέγεθος εὐμηχάνως πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ χυδερνητιχῆς ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας ἐκείνης οὐκ ἔχοντες σύμθδολα, ὅταν γῆν ἀποχρύψωμὲν, τοῖς κατ᾽ οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγού μεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τοὺς Μάγους ἀστήρ. Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος ἀστέρων, καὶ ὅπως ἕκαστας μεγέθους ἔχει, καὶ διαστήματος, καὶ τῆς σελήνης σημείωσις, καὶ τί πάσχων ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα χαλύπτετα:· ἤδη δὲ καὶ κατὰ γῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε ἀναδράσσεται, καὶ τοὺς ἐποίχους μετὰ τῶν ἐπικειμένων χλοκαὶ τοῖς ἐκ γῆς φυομένοις τὸν λόγον προσάγοντες, τὰς φύσεις τῶν βοτανῶν ἐξετάζομεν, καὶ τὴν μὲν τῷ σωτήριον ἀποφαίνομεν, ἄλλην ἐπιτήδειον πρὸς ὕπνον τῷ μὴ καθεύδοντι, ἑτέραν ἥπατος ἰατιχὴν, καὶ ἄλλην τὰς ἐπαναστάσεις τοῦ σπληνὸς χαταστέλλουσαν. Ἐῶ τὰς ἐπιστήμας, ἀφίημι τὰς τέχνας τὰς ἀναγκαίας, τὰς πρὸς τροφὴν πᾶσαν, τὴν ποικίλὴν τῶν ἐπιτηδευμάτων περίοδον. Τὸ δὲ τοιοῦτον ξῶον, τὸ σοφὸν, τὸ πρακτικὸν, τὸ δραστήριον, τὸ ϑνημονιχὸν, τὸ ἐνταῦθα ὃν καὶ τὰ ἀλλαχοῦ βλέπον, διὰ τὸ ποικίλαις ἡδοναῖς καὶ διαφόροις πάθεσι περιἔλχεσθαι, ἑνὸς ὀλιγώρως ἔχει, τῆς ἀληθοῦς ζωῇς καὶ τῆς οἰκείας σωτηρίας. Καὶ ὁ προδλέπων τροπὰς ἀέρων, τὴν ἀνάστασιν οὐκ ὁρᾷς· ὁ τὰς μεταθολὰς τῶν ἐνιαυτῶν εἰδὼς, τὴν μεταθολὴν οὐ βλέπεις τοῦ βίου· ὁ τὸν ἴδιον δοῦλον ἀπαιτῶν τὰς εὐθύνας ὧν διαπράττεται, τοῦ σοῦ κριτοῦ καὶ Κυρίου τῆς ἐξουσίας Ταῦτα οὐκ ἔστι τοῦ λογικοῦ, ἀλλ᾽ εἰς μωρίαν τὸ λογικὸν παρατρέποντος. Δικαιοσύνην οὐκ ἀσχεῖς, τὴν ἀρετὴν οὐ μανθάνεις, εὐχῆς ἀμελεῖς. Καὶ τοῦτο ἐδήλωσεν ἡ χθιζὴ ἡμέρα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν Κυριακὴν ὁρᾷς, ὁ ἀτιμάσας τὸ Σάθδατον; Ἦ οὐκ οἶδας ὡς ἀδελφαὶ αὗται αἱ ἡμέραι ; κἂν εἰς τὴν ἐτέραν ἐξυδρίσῃς, τῇ ἑτέρᾳ προσχρούεις;·Ἔχων νοῦν καὶ λόγον, οὐ προορᾷς τὸ πρέπον καὶ συμφέρον, οὐδὲ ἐμμελῶς ποιῇ τῆς σαυτοῦ ἀθανασίας τὴν ἐπιμέλειαν, οὐδὲ δια σἸχέπτῃ τὴν σαυτοῦ φύσιν ὅστις εἶ, καὶ τί γεγέσθαι δύνασαι· γαστρὶ δὲ καὶ λαγνείαις, καὶ ἀργίᾳ, καὶ ὕπνῳ τοῦ Θεοῦ καὶ εὐεργέτου προδίδως τὸ δῶρον, ἵνα σοι ἀχρεῖον. καὶ ἀνωφελὲς καὶ μάταιον γένηται.

### English translation (Claude)

Reason is a truly divine and sacred thing, an exceptional possession from God, not acquired from elsewhere but blended with our nature, the most precious gift that came to man from the one who created him. That is why he is said to have been made after the likeness of God. By this he differs from the other animals and is distinctively marked out by this advantage, though in other respects he has very much in common with the beasts. For the shape of the eyes and the formation of the flesh, both on the surface and hidden in the belly, give man no dignity, since a share in these is seen in land animals, water animals, birds and simply all animals. But reason makes him ruler of all and shows him blessed. God, who possesses it richly, granted it to us in a small measure, so that we might first look to him and recognize the Word as the giver of reason, and so worship him who has adorned us so finely with his own grace. Through reason we are stronger than the strong, though weaker in body; we enslave all things and command them to serve our needs. So we tame bulls and put them under the yoke, and make them cut the earth with ploughs; we hold the swift horse obedient by choking it with the bit; we make the slow ass quicker by urging it with cudgels; we compel the stubborn mules to draw carriages and carry burdens; and we cleverly handle as we please the vast, spreading bulk of elephants and the size of camels. Hence we also cross the deep, and on a small piece of wood we traverse by the helmsman's art the unspeakable expanses of the seas; and though we have no landmarks on that journey once we have lost sight of land, we are guided safely by the signs in the heaven, and a star guides the sailor as it guided the Magi. The breadths and shapes of heaven have been discovered, the multitude of the stars, how great each is and its distance, the marking of the moon, and what happens to the sun when at certain times its ray is covered. Already we philosophize even about the earth when it quakes, how, loosed from its natural supports, it is itself shaken and [throws down] its inhabitants together with what stands upon it ...; and bringing reason to bear on what grows from the earth, we examine the natures of plants, declaring one to be saving for this person, another suited to bring sleep to the sleepless, another to cure the liver, and another to subdue the swellings of the spleen. I pass over the sciences, I leave aside the necessary arts, those for every kind of nourishment, the whole varied round of occupations. Yet such a living being, wise, practical, active, mindful, here and seeing what is elsewhere, because it is dragged about by various pleasures and different passions, neglects one thing only: true life and its own salvation. You who foresee changes of weather do not see the resurrection; you who know the changes of the seasons do not see the change of life; you who demand of your own slave an account of what he does [do not consider] the authority of your judge and Lord. These things do not belong to a rational being, but to one who turns reason into folly. You do not practise righteousness, you do not learn virtue, you neglect prayer. And yesterday showed this. With what eyes do you look upon the Lord's day, you who dishonoured the Sabbath? Or do you not know that these days are sisters, and that if you insult the one you offend the other? Having mind and reason, you do not foresee what is fitting and profitable, nor do you take proper care of your immortality, nor do you consider your own nature, who you are and what you can become; but to the belly and lusts, to idleness and sleep, you betray the gift of God your benefactor, so that it becomes useless, unprofitable and vain for you.

### Scripture references

- Gen 1:26: allusion, high confidence
- Matt 2:9: allusion, high confidence

### Translation notes

- References: Gen 1:26; Matt 2:9 (the star of the Magi). The rebuke about the Sabbath and the Lord's day refers to the church's assembly on Saturday as well as on Sunday, as was customary in Cappadocia; Gregory calls the two days "sisters". The text has lost some words after the earthquake clause (marked ...) and a verb in the sentence on the judge and Lord (supplied in brackets).

### Citation (SBL)

Gregory of Nyssa, Castig. 1 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-castigationes/1).

## To Those Who Take Reproof Badly, part 2

- URL: https://sophiascriptura.com/fathers/gregory-nyssa-castigationes/1/#p-2
- Source: PG 46
- Translation: Claude (claude-opus-5-5), 2026-09-27

Summary: Christians who resent rebuke and excommunication should learn from a schoolchild's docility; whoever is excluded from the church should return by repentance, for the bishops hold the keys given through Peter.

### Greek text

Αἴσχιστον τοῦτο, καὶ νηπίας φρενὸς, καὶ τῆς ἐπαχθοῦς κατηγορίας ἄξιον. Ἧττον δ᾽ ἂν ἦν κακὸν, εἰ μὴ νοοῦντες οἴκοθεν καὶ παρ᾽ ἑαυτῶν τὸ συμφέρον, ἄλλου γοῦν εἰσηγουμένου τὸ χρήσιμον, ἐπειθόμεθα. Τὸ δὲ οὐκ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα τοῖς διδασκάλοις ἀχθόμεθα, καὶ χαλεπῶς αὐτῶν τὴν νουθεσίαν φέρομεν, τὴν παιδείαν τῶν καλῶν, ὡς οἱ χαχόσιτοι τῶν ἀῤῥώστων πρὸς τὰ ὄψα τὰ παρὰ τῶν ἰατρῶν αὑτοῖς ὀρεγόμενα. Κἂν ἐπίπληξις γένηται, χαλεπαίνομεν· κἂν κἂν ἀπόχλεισθῶσιν ἡμῖν ἀφορισμῷ αἱ θύραι τῆς ἐκ- Ὁ κλησίας, βλασφημοῦμεν. Οὗτος δὲ οὐκ ἔστι μανθανόντων τρόπος, οὐδὲ ὑπακοὴ μαθητῶν, ἀλλὰ στασιαστῶν καὶ μαχομένων φιλονεικία. Παιδίου γὰρ τάξιν ὁ μαθητὴς ἐπέχειν ὀφείλει, ὃς τέχνης ἣ ἐπιστήμης ἐπιθυμήσει μιᾶς τῶν ἔξωθεν· ὁ δὲ εὐσέθειαν ἀσκούμενος, μετὰ πλείονος τῆς προσθήκης εἶναι βρέφος ὀφείλει:· ἐπειδὴ καὶ ὁ Κύριος ἐκείνην τὴν ἡλικίαν ὡς εὐπειθῆ τοῖς παρ᾽ ἑαυτοῦ ἐπαίνοις ἐσέμνυνε. Τὸ παιδίον τοίνυν οὐκ ἐμθαίνει τοὺς χαραχτῆῇρας καὶ τὰς γραμμὰς ἄσπερ ἂν ὁ διδάσκαλος τῷ κηρῷ ἐνσημήνῆται᾽ οὐδὲ στοιχεῖα καινοτομεῖ, ὑπ᾽ ἐξουσίας ἐμπλήτου νεωτερίζον περὶ τὰ γράμματα· ἀλλὰ πρώτην μὲν τῇ γραφίδι τοῖς τοῦ διδασκάλου τύποις ἐνασχεῖ τὴν χεῖρα· ὀνόματα δὲ οὐκ ἄλλα τοῖς στοιχείοις ἐπιποίίς λέγει, ἀλλʼ ἅπερ ἤκουσε· παντὶ δὲ τρόπῳ καὶ λόγῳ καὶ ἔργῳ μιμεῖται τοῦ καθηγητοῦ τὴν παράδοσιν. τει, οὐ θρασύνεται τῇ πληγῇ, οὐδὲ τὰς δέλτους τῷ διδασκάλῳ περιῤῥῆξαν ἀποφοιτᾷ· ἀλλ᾽ ἐπ᾽ ὀλίγον τῇ ἀλγηδόνι πικρὸν ἐπιστάξαν τὸ δάχουον, ἔχεται τῶν μαθημάτων, καὶ συντονώτερον περὶ τὴν μελέτην, ἀλλ᾽ οὐκ ἀμελέστερον γίνεται,·Αλλοτε πάλιν ὀλιγωρήσας ὡς νέος, κελεύεται μένειν ἀπόσιτος, καὶ τῷ λιμῷ τὴν ῥᾳθυμίαν καταδιχάξεται. Παραμένει δὲ τῷ διδασκαλείῳ καὶ μόνος, τῶν ἄλλων παίδων ἀναχωρησάντων ἐπ᾽ ἄριστον, τηρῶν τὸ πρόσταγμα σὺν εὐλαθείᾳ πολλῇ. Ὁ Χριστιανὸς δὲ οὐκ οὕτως, ὁ ἀκούσας,·Ἂν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν· ἀλλ᾽ ὅταν αὐστηρότερον ἴδῃ τὸν ἱερέα σχήματι καὶ φωνῇ τὸ πλημμέλημα, προφανῶς ἀντιλέγει, καὶ ὑπ᾽ ὀδόντα γογγύζει, καὶ περινοστῶν τὴν ἀγορὰν καὶ τὰ ἄμφοδα λοιδορεῖται, Κἂν τῆς ἐκκλησίας ἀποχλεισθῇ, καταφρονεῖ τῆς εὐχῆς, ἀπροσποιήτως τοῦ λαοῦ καὶ τῶν μυστηρίων ἀποτεμνόμενος· ἣ τυχὸν οὐδὲ ὑποδληθεὶς ταύτῃ τῇ τιμωρίᾳ, ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγει, διὰ τὴν ὀργὴν τὴν πρὸς τὸν ἐπίσκοπον, καὶ τὸν Θεὸν καὶ Δεσπότην ἀποστρεφόμενος. Λεκτέον δὲ τῷ τοιούτῳ τὸ πρὸς Παῦλον λεχθὲν, ἡνίκα ἔτι Σαῦλος ἐτύγχανε· ε Σκληρόν σοι, ἄνθρωπε, πρὸς κέντρα λαχτίξειν. Εἴτε ἀπὸ σαυτοῦ τὸν Θεὸν ἀφῆκας, λόγισαι ὅτι ὁ τοῦ ἡλίου χωριζόμενος, ἐν σκότει καὶ ζόφῳ διάγει τὸν βίον· εἴτε ἀπεδλήθης τῶν εὐχῶν ὡς ἀνάξιος, ἀναχάλεσαι τῇ μετανοίᾳ τὴ πρώτην Οὐδὲν ψεῦδος ἐν Εὐαγγελίοις γέγραπται, οὐδὲ πρόῤῥησις τοῦ Χριστοῦ ἐσφαλμένην ἔχει τὴν ἔχδασιν. Διὰ Πέτρου ἔδωκε τοῖς ἐπισκόποις τὴν κλεῖδα τῶν ἐπουρανίων τιμῶν· γίνωσκε ὅτι λυθεὶς λέλυσαι, καὶ δεθεὶς τοῖς ἀοράτοις δεσμοῖς χατασφίγγῃ.

### English translation (Claude)

This is most shameful, the mark of a childish mind and deserving of a heavy charge. It would be a lesser evil if, though we do not perceive what is profitable from within ourselves, we at least obeyed another who proposes what is useful. But it is not so: we are greatly annoyed with our teachers and bear their admonition hard, the training in what is good, as sick people with poor appetite treat the dishes the doctors offer them. If there is a rebuke, we are angry; if the doors of the church are shut to us by excommunication, we blaspheme. This is not the manner of learners or the obedience of disciples, but the contentiousness of rebels and fighters. For the learner who desires one of the outside arts or sciences ought to hold the rank of a child; and the one who practises piety ought all the more to be an infant, since the Lord too honoured that age with his praise as being docile. The child does not overstep the characters and lines which the teacher marks on the wax, nor does it invent new letters, making changes in them on its own wanton authority; but first it trains its hand with the stylus on the teacher's patterns, and it gives the letters no other names than those it has heard; in every way, in word and deed, it imitates what its teacher hands on. [If it is beaten,] it is not insolent at the blow, nor does it break the tablets over the teacher's head and quit school; but after shedding a bitter tear for a little while in its pain, it holds to its lessons and becomes more intent on its study, not more negligent. Another time, having been negligent as the young are, it is ordered to stay without food, and its laziness is punished with hunger. It remains in the schoolroom even alone, when the other boys have gone off to lunch, keeping the order with great reverence. Not so the Christian, who has heard, "Unless you turn and become like children, you will not enter the kingdom of heaven"; but when he sees the priest [rebuking] his fault rather sternly in look and voice, he openly contradicts him, grumbles under his breath, and goes about the marketplace and the streets abusing him. And if he is shut out of the church, he despises prayer, cutting himself off without pretence from the people and the mysteries; or perhaps, even without having been subjected to this punishment, he takes himself away from the church because of his anger at the bishop, turning away from God and Master as well. To such a one we must say what was said to Paul when he was still Saul: "It is hard for you, man, to kick against the goads." If you have sent God away from you, consider that one who is separated from the sun spends his life in darkness and gloom; if you have been excluded from the prayers as unworthy, recall your first state by repentance. Nothing false is written in the Gospels, nor does a prediction of Christ have a mistaken outcome. Through Peter he gave the bishops the key of the heavenly honours. Know that, if loosed, you are loosed, and if bound, you are tied tight with invisible bonds.

### Scripture references

- Matt 18:3: quotation, high confidence
- Matt 19:14: allusion, medium confidence
- Acts 26:14: quotation, high confidence
- Matt 16:19: allusion, high confidence
- Matt 18:18: allusion, medium confidence

### Translation notes

- References: Matt 18:3-4 and 19:14 (children); Acts 26:14; Matt 16:19 and 18:18 (binding and loosing). The statement that Christ gave the bishops the keys through Peter is translated as written. "If it is beaten" is supplied by sense where words are lost in the scan.

### Citation (SBL)

Gregory of Nyssa, Castig. 2 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-castigationes/2).

## To Those Who Take Reproof Badly, part 3

- URL: https://sophiascriptura.com/fathers/gregory-nyssa-castigationes/1/#p-3
- Source: PG 46
- Translation: Claude (claude-opus-5-5), 2026-09-27

Summary: The excommunicated soul is bound and, if it dies unreconciled, is shut out of the kingdom; excommunication is an ancient discipline, applied by Paul, and the bishop's word must vary with the character of each, as even Moses met resentment.

### Greek text

ὀφθαλμοὺς εἶχες πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, ἔδειξα τάτοις δεσμοῖς τὸν αὐχένα πιεζομένου, οὐδὲν τῶν μελῶν ἐλεύθερον ἣ ἄνετον ἔχοντος. Καὶ εἴθε τῷ βίῳ ἡ τιμωρία περιωρίζετο! νυνὶ δὲ [ἃν] ἀνθρώπινόν τι συμθῇ, καὶ ἀθρόον παραστῇ ἡ τελευτὴ, ὡς κλέπτης ἐν νυκτὲ, Ὁ γίνωσκε χεχλεῖζαθαί σοι τὰ ἐχεῖ. Ἐπιμελεῖς εἰσι καὶ παιξόμενοι οἱ τῆς βασιλείας θυρωροί· ὁρῶσι τὴν ψυχὴν τὰ τοῦ ἀφορισμοῦ φέρουσαν σύμθολα. Ὥς τινα τοῦ δεσμωτηρίου τῇ κόμῃ καὶ τῷ ῥύπῳ χατηγορούβένον, ἀπελαύνουσιν αὐτὴν τῆς ἐπὶ τὰ καλὰ φερούσὴς ὁδοῦ· οὐ συγχωρήσουσιν ἰδεῖν τὰ τάγματα δικαίων, καὶ ἀγγελικὴν εὐφροσύνην. Ἡ δὲ ἀθλία τότε πολλὰ τῆς ἀδουλίας ἑαυτὴν χαταμεμφομένη, οἰμώζουσα δὲ καὶ ὀδυρομένη, καὶ στένουσα, καὶ σχυθρωπῷ τινι τόπῳ, οἷον γωνίᾳ προσεῤῥιμμένη διατελέσει, τὸν ἄληκτον ὀδυρμὸν καὶ ἀπαραμύθητον εἰς αἰῶνας ἐχτίνουσα. ε Μὴ γίνεσθε, ν φησὶν, ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις - ἐν κημῷ καὶ χαλινῷ ἃς σιαγόνας αὑτῶν ἄγξεις. Τὸν σκληρὸν ὁ ψαλμὸς ἀπαλύνων ταῦτά φησι, καὶ οἷον ἐλαίῳ ἐχμαλάσσων καῖς παραινέσεσι. Κάμψον οὖν τὸν αὐχένα, εἶξον ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται, τὸ εἶχον καὶ χαμπτόμενον ὀρθοῦται καὶ διδάσκει σε τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδακὼν ὁρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον. ἀλλὰ περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναδάτου, ἐπὶ τὴν σώζουσαν ὁδὸν χατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ, εἰπὲ ἀπὸ εὐλαδοῦς ψυχῆς τὸ Δαδιτιχὸν, ε ᾿Αγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ διχαιώτά σου. Μὴ ἐπισκοπικῆς αὐθαδέίας εἶναι τὸν ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς Ἐκκλησίας κανὼν ἀπὸ τοῦ νόμου ἀρξάμενος καὶ χρατυνθεὶς ἐν τῇ χάριτι. Θεώρησον τὸν ἅγιον δι᾽ ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν ὑπευθύνων ἐχπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ ε Ὃν γὰρ ἀγαπᾷ Κύριος καιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται. Οὐ γάρ εἶσιν αἱ ῥίξαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί· δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ρον. Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσχουμένῳ τοῦ μοχθεῖν, τῷ δὲ ἀσχοῦντι καὶ πληγῆς καὶ τραχύτητος. Καὶ τῷ μὲν Μωσαϊχῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέχρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ ἕλεος, καὶ ῥάδδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ γὰρ τὐπτομέν σε ὡς οἰκέτην, ἀλλὰ ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ γένος, οὐκ ἐκ τῆς ΓΑγαρ τῆς δούλης. Αἰδούμεθά ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα τῆς παιδίσκης. Διὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ ψυχὴν ἀνιῶντες.·Ἂν δὲ καὶ τούτου φειδώμεθα, πῶς σε παιδεύσομεν ; Δυσμεταχείριστός ἔστιν ὁ διδασκαλικὸς λόγος, καὶ ἣ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑποκειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἔστι τις εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος ; τούτῳ ὁ πρᾶος καὶ ἀπαλὸς ἁρμόζει λόγος. ΓΑλλος σκληρὸς καὶ ἀνάγωγος ; μαστίγων χρήζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ ἀπρονόητον; Οὐκ οὕτως. ᾿Αλλὰ τὸν αὐτὸν λόγον μεταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ κατάλληλον᾽· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾷ προσθέσει τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας διαμείθεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ τοῦ γλυκέος εἰς τὸ στύφον μεταδαλλόμενα᾽ οὕτως καὶ ὁ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς διαφόρους χρείας μετατυποῦται, ἵν᾽ ἐπινοηθῇ ἑκάστου Μὴ οὖν ἐν ταῖς γωνίαις μου καταλάλει, τραχὺ ὀνομάξζων τὸ διδασκαλικὸν, μηδὲ τοὺς κοινωνοὺς τῶν ἁμαρτημάτων κοινωνοὺς τῶν κατ᾽ ἐμοῦ ποιούμενος μέμψεων, καθέζῃ κρίνων ἐπίσκοπον μετὰ τοῦ συντῆς ματαιότητος. Ἐγὼ δὲ οὐ … τὴν ψυχὴν καινόν τι πάσχων, εἰ ἄχθονταί μου τῶν μαθητῶν οἱ σχληρότεροι. Πάθος γάρ ἐστι τοῦτο ἀνθρώπινον ἐξ ἀρχῆς εἰς τέλος τῷ βίῳ παρακχόλουθον· καὶ βαρὺς μὲν ὁ ἄρχων ὡς ἐπὶ πᾶν τοῖς ἀρχομένοις· τοῖς δὲ μιαροῖς καὶ παρανόμοις καὶ μίσους ἄξιος. Λυπεῖ γὰρ τὴν ἁμαρτίαν κωλύων· καί με τοῦτο μετὰ τῶν ἔξωθεν πραγμάτων ἱκανῶς καὶ ἡ ἐκκλησιαστικῇ ἱστορία διδάσκει. Τίς κρείττων ποιμὴν Μωσέως ; τίς δὲ ἄρχων ἐμμελὴς οὕτω καὶ ἥπιος, πάντα γινόμενος τῷ λαῷ, τροφεὺς, στρατηγὸς, ἱερεὺς, αὐτοπατὴρ, Ζολέμοις σώζων, ἐν ἐρήμῳ ἄσπαρτα καὶ ἀνήροτα χορηγῶν ἀγαθὰ, δικάζων ἐμμελῶς, ἀπλανῶς ὁδηγῶν;

### English translation (Claude)

If you had eyes for the substance of the soul, I would show you [your soul] with its neck pressed down by invisible bonds, with none of its members free or loose. And would that the punishment were confined to this life! But as it is, if something human should happen and death should come suddenly, like a thief in the night, know that the things there are shut to you. The doorkeepers of the kingdom are careful and unbending; they see the soul bearing the marks of excommunication. Like someone from prison betrayed by his long hair and filth, they drive it away from the road that leads to good things; they will not allow it to see the ranks of the righteous and the gladness of the angels. Then the wretched soul, blaming itself bitterly for its folly, wailing, lamenting and groaning, will remain cast into some gloomy place, as into a corner, paying out unceasing and inconsolable lamentation for ages. "Do not be," he says, "like horse and mule, which have no understanding; you will bind their jaws with muzzle and bridle." The psalm says this to soften the hard man, softening him as with oil by its counsels. Bend your neck, then; yield to the yoke of the commandments. What is hard breaks off; what yields and bends is set straight; experience with plants teaches you this. Do not take the bit in your teeth and rush toward the cliff or the pit; but, with your neck turned by the rider's hand, be guided onto the road that saves. When you receive a rebuke, say from a reverent soul the word of David: "It is good for me that you humbled me, that I might learn your statutes." Do not think that excommunication comes from episcopal arrogance. The law is ancestral, an ancient canon of the church, which began from the Law and was confirmed under grace. Consider the saint sending out by letter sentences of excommunication against those liable to them, and healing the young man of Corinth with such a medicine, the one who ... "For the Lord disciplines the one he loves, and scourges every son whom he receives." The roots of discipline are not sweet but bitter; but later they sprout what is sweeter than honeycombs. And so the one being trained needs to toil, and the one who trains needs blows and sternness. Under the Mosaic law the legal forty stripes still remain to this day, but not in the life of the Gospel; for the word is all things: mercy and rod, exhortation and blow. We do not beat you as a slave but as one who is free; for your descent is from Sarah the free woman, not from Hagar the slave. We respect you as a son of the free woman; we do not dishonour you as the offspring of the maidservant. That is why, when you sin, we grieve you with rebukes befitting the free, not tearing the body but paining the soul. And if we spare you this too, how shall we discipline you? The teacher's word is hard to handle, and so is the training in virtue; it calls for a varied management in oversight, adapting itself to the characters it deals with. Is someone obedient and docile in mind? To him the gentle and soft word is suited. Is another hard and unruly? He needs the whip. What then shall we do, since this cannot be foreseen? Not so: we shall reshape the same word into another form suited to the need at hand; and just as dishes are changed into the opposite qualities by a small addition of seasonings, from astringent to sweet and from sweet to astringent, so our word too is reshaped by the addition of different forms for different needs, so that what suits each may be found. Do not, then, slander me in corners, calling the teacher's office harsh, nor make those who share your sins sharers in your complaints against me, sitting in judgment on the bishop with your companion in vanity. I am not ... in soul as though I were suffering something new, if the harsher of my disciples are annoyed with me. For this is a human experience that accompanies life from beginning to end: the ruler is generally burdensome to those he rules, and to the wicked and lawless he is even worthy of hatred. For he grieves sin by hindering it; and church history, together with the affairs of the world outside, teaches me this well enough. Who was a better shepherd than Moses? What ruler was so fitting and gentle, becoming all things to the people, nurse, general, priest, father himself, saving them in wars, supplying unsown and unploughed goods in the desert, judging fittingly, guiding without error?

### Scripture references

- 1 Thess 5:2: allusion, high confidence
- Ps 32:9 (31:9 LXX): quotation, high confidence
- Ps 119:71 (118:71 LXX): quotation, high confidence
- 1 Cor 5:1–5: allusion, high confidence
- Heb 12:6: quotation, high confidence
- Deut 25:3: allusion, high confidence
- Gal 4:22–31: allusion, high confidence
- 1 Cor 9:22: allusion, low confidence

### Translation notes

- References: 1 Thess 5:2; Ps 32:9 (LXX 31:9); Ps 119:71 (LXX 118:71); 1 Cor 5:1-5 (the man at Corinth); Heb 12:6; Deut 25:3 (forty stripes); Gal 4:22-31; 1 Cor 9:22 ("all things to the people"). Words are lost in the scan in several places (marked ... or supplied in brackets): the beginning ("[your soul]"), the clause describing the man at Corinth, "what is sweeter" (only the ending ...ρον survives), and the verb in "I am not ... in soul". The word describing the doorkeepers (παιζόμενοι in the scan) is uncertain and is translated "unbending" by sense. The square brackets around ἂν in the printed text are left as printed; the conditional is translated.

### Citation (SBL)

Gregory of Nyssa, Castig. 3 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-castigationes/3).

## To Those Who Take Reproof Badly, part 4

- URL: https://sophiascriptura.com/fathers/gregory-nyssa-castigationes/1/#p-4
- Source: PG 46
- Translation: Claude (claude-opus-5-5), 2026-09-27

Summary: Moses was opposed by Korah's faction and even by Miriam and Aaron, and the prophets, the Lord and the apostles suffered for reproving sin; the bishop, who has suffered nothing comparable, can bear his people's resentment.

### Greek text

καίτοι ἐπὶ τούτων χατεστασιάσθη ὡς ἀδικῶν, ὑδρίσθη ὡς βλάπτων, χατεγογγύσθη ὡς οἱ κλέπτοντες καὶ νοσφιζόμενοι, ἐἑδλασφημήθη ὡς ἀνεπιστήμων στρατηγὸς καὶ προστάτης οὐκ ἀγαθὸς, ἐκινδύνευσε καὶ αὐτῆ; τῆς ἱερωσύνης ἀπελαθῆναι, ἡνίκα Δαθὰν καὶ ᾿Αδειρὼν καὶ υἱοὶ Κορὲ δῆμον στασιώδη μεθ᾽ ἑαυτῶν οὔ λαοῦ ἀποῤῥήξαντες, βέδηλοι τῶν ἁγίων ἱερεῖς ἐφιλονείκουν εἶναι, καὶ τὰς θυμιατρίδας μετεχειρίζοντο, καὶ ὅσον οὐδέπω τῶν ἁγίων ἥπτοντο, καὶ τὸ πῦρ ἀνῆπτον τὸ μυστικὸν, ὃ πρὸ τοῦ θυμιάματος τοὺς θυμιῶντας κατέφλεξε. Καὶ τοσοῦτόν γέ ἔστιν εὐπρόσχρουστον προστασία λαοῦ καὶ τὸ διδασκαλικὸν ἐπιτήδευμα, ὥστε οὐδὲ οἱ ἀδελφοὶ τοῦ Μωῦσέως ἐφείσαντο ἀλλὰ καὶ Μαρία κατελάλει, καὶ ᾿λαρὼν ἐλοιδόρει, καὶ τὸ φορτικὸν τῆς ἀρχῆς τὴν φυσικὴν παρώξυνεν εὔνοιαν, καὶ τοὺς οἰχειοτάτους τῷ πολυμόχθῳ ἀνδρὶ ἐπανέστησεν. ᾿Αλλʼ οὐδὲν περὶ τοῦτο· ὁ ὦ μὲν γὰρ ἦν Μωῦσῆς, καὶ οὐδὲν ἑαυτοῦ χείρων ἐγένετο· οἱ δὲ τῶν εἷς τὸν ἡγεμόνα πλημμελημάτων παρὰ Θεοῦ τὰς δίκας καὶ ἀπητήθησαν, καὶ ἀπέτισαν. μετὰ τοῦτον ; Οὐκ ἸΙσαῖας τὴν εὐσέδειαν διδάσκων ἐπρίσθη; Οὐκ Ἱερεμίας τὴν εἰδωλολατρείαν ἀποχκηρύττων χατεδοήθη, καὶ λάκκοι αὐτὸν καὶ τιμωρίαι καταῤῥακτῶν διεδέξαντο; Οὐ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐπολεμήθη καὶ ἐφονεύθη ; Ὁ Κύριος ἡμῶν [ὁ] αὐτὸς οὐ περὶ τῶν προδάτων, ποιμὴν, ἐσφάγη ; οὐ περὶ τῶν παιδευομένων μισηθεὶς ἐσταυρώθη; Τί Παῦλον τῆς κεφαλῆς ἀπέτεμε ; τί Πέτρον ἐπὶ τὸν σταυρὸν ὕψωσε; τέ τοὺς καθ᾽ ἔκαστον τῶν μαθητῶν ταῖς ποικίλαις τιμωρίαις παρἐδωκεν ; Οὐ τὸ κωλύειν τὴν ἀμαρτίαν, καὶ παιδεύειν δικαιοσύνην; ᾿Αεὶ γὰρ ἐχθροὶ τῶν ἐλεγχομένων μαθητῶν οἱ τῆς ἀληθείας φίλοι τε καὶ διδάσκαλοι. Ἡμεῖς δὲ οὐδέπω ὑπὲρ τῆς ἀληθείας ἐῤῥαπίσθημεν, οὐδέπω τῇ σαρκὶ τὸν κίνδυνον ἐδεξάμεθα. Καὶ τί μέγα οἱ τοῦ σταυρωθέντος διάκονοι πατὴρ ἣ μήτηρ δέχομαί σου τὰς σχληρότητας καὶ

### English translation (Claude)

and yet he was made the object of sedition as unjust, insulted as harmful, murmured against like those who steal and embezzle, slandered as an unskilled general and a bad leader. He was in danger of being driven out of the priesthood itself, when Dathan and Abiram and the sons of Korah broke away a seditious faction of the people with them and, profane as they were, contended to be priests of the holy things, handled the censers, all but touched the holy things, and kindled the mystic fire, which burned up those who offered the incense before the incense itself. So liable to offence are leadership of the people and the calling of a teacher that not even Moses' own brother and sister spared him: Miriam spoke against him and Aaron reviled him, and the burden of rule provoked their natural goodwill and raised up against the much-labouring man those closest to him. But nothing came of it: Moses remained who he was and became no worse than himself, while those who sinned against their leader were made to pay the penalty by God, and paid it. Who came after him? Was not Isaiah sawn asunder for teaching piety? Was not Jeremiah shouted down for denouncing idolatry, and did not pits and the punishments of dungeons follow? Was not Zechariah attacked and murdered between the temple and the altar? Was not our Lord himself, the shepherd, slaughtered for the sheep? Was he not hated and crucified for those he was instructing? What cut off Paul's head? What lifted Peter up on the cross? What handed over each of the disciples to various punishments? Was it not their hindering of sin and teaching of righteousness? For the friends and teachers of truth are always enemies to the disciples they reprove. But we have not yet been struck for the truth, nor yet received danger in the flesh. And what great thing is it if we, the ministers of the Crucified, a father or mother to you, accept your harshness and

### Scripture references

- Num 16:1–35: allusion, high confidence
- Num 12:1: allusion, high confidence
- Heb 11:37: allusion, medium confidence
- Jer 38:6: allusion, high confidence
- Matt 23:35: allusion, high confidence
- John 10:11: allusion, high confidence

### Extrabiblical texts

- Ascen. Isa. 5.1 (Ascension of Isaiah): allusion, medium confidence

### Translation notes

- The text in Migne ends here, mid-sentence. References: Num 16 (Korah, Dathan and Abiram); Num 12:1-15 (Miriam and Aaron); the tradition that Isaiah was sawn asunder (Ascension of Isaiah 5; cf. Heb 11:37); Jer 38:6 (the pit); Matt 23:35 (Zechariah); John 10:11; the traditional deaths of Paul (beheaded) and Peter (crucified).

### Citation (SBL)

Gregory of Nyssa, Castig. 4 (PG 46; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/gregory-nyssa-castigationes/4).
