To Diognetus
The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.
Chapter 1
1.1Lake, LCL 25:350
Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους, καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον· ἀποδέχομαί γε τῆς προθυμίας σε ταύτης καὶ παρὰ τοῦ θεοῦ, τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος, αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως, ὡς μάλιστα ἂν ἀκούσαντά σε βελτίω γενέσθαι, σοί τε οὕτως ἀκοῦσαι, ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα.
Since I see, most excellent Diognetus, that you are exceedingly eager to learn about the religion of the Christians, and are inquiring very clearly and carefully about them: what God they trust in and how they worship him, so that they all disregard the world and despise death, and neither reckon as gods those whom the Greeks consider such nor keep the superstition of the Jews; and what the affection is that they have for one another; and why in the world this new race or way of life has come into the world now and not before: I welcome this zeal of yours, and I ask God, who supplies us with both speaking and hearing, that it may be granted to me to speak in such a way that you may become better by hearing, and to you to hear in such a way that the speaker may not be grieved.
Chapter 2
2.1Lake, LCL 25:350–352
Ἄγε δή, καθάρας σεαυτὸν ἀπὸ πάντων τῶν προκατεχόντων σου τὴν διάνοιαν λογισμῶν καὶ τὴν ἀπατῶσάν σε συνήθειαν ἀποσκευασάμενος καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς ἄνθρωπος, ὡς ἂν καὶ λόγου καινοῦ, καθάπερ καὶ αὐτὸς ὡμολόγησας, ἀκροατὴς ἐσόμενος· ἴδε μὴ μόνον τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγχάνουσιν, οὓς ἐρεῖτε καὶ νομίζετε θεούς.
Come, then, clear yourself of all the reasonings that occupy your mind beforehand, and put away the habit that deceives you, and become, as it were, a new man from the beginning, as one who is to hear, as you yourself admitted, a new word. Look not only with your eyes but also with your understanding at what substance or what form those have whom you call and consider gods.
2.2Lake, LCL 25:352
οὐχ ὁ μέν τις λίθος ἐστίν, ὅμοιος τῷ πατουμένῳ, ὁ δʼ ἐστὶ χαλκός, οὐ κρείσσων τῶν εἰς τὴν χρῆσιν ἡμῖν κεχαλκευμένων σκευῶν, ὁ δὲ ξύλον, ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος, χρῄζων ἀνθρώπου τοῦ φυλάξαντος, ἵνα μὴ κλαπῇ, ὁ δὲ σίδηρος, ὑπὸ ἰοῦ διεφθαρμένος, ὁ δὲ ὄστρακον, οὐδὲν τοῦ κατεσκευασμένου πρὸς τὴν ἀτιμοτάτην ὑπηρεσίαν εὐπρεπέστερον;
Is not one of them a stone, like the one trodden underfoot; another bronze, no better than the vessels forged for our use; another wood, already rotten; another silver, needing a man to guard it so that it is not stolen; another iron, corroded by rust; another earthenware, no more comely than what is made for the most dishonorable service?
2.3Lake, LCL 25:352
οὐ φθαρτῆς ὕλης ταῦτα πάντα; οὐχ ὑπὸ σιδήρου καὶ πυρὸς κεχαλκευμένα; οὐχ ὃ μὲν αὐτῶν λιθοξόος, ὃ δὲ χαλκεύς, ὃ δὲ ἀργυροκόπος, ὃ δὲ κεραμεὺς ἔπλασεν; οὐ πρὶν ἢ ταῖς τέχναις τούτων εἰς τὴν μορφὴν τούτων ἐκτυπωθῆναι, ἦν ἕκαστον αὐτῶν ἑκάστῳ, ἔτι καὶ νῦν, μεταμεμορφωμένον; οὐ τὰ νῦν ἐκ τῆς αὐτῆς ὕλης ὄντα σκεύη γένοιτʼ ἄν, εἰ τύχοι τῶν αὐτῶν τεχνιτῶν, ὅμοια τοιούτοις;
Are not all these of perishable matter? Were they not forged by iron and fire? Did not a stonecutter shape one, a smith another, a silversmith another, a potter another? Before they were molded into their shape by the skills of these men, was not each of them, and is it not still now, capable of being changed into anything else? Could not the vessels now made from the same material become like these, if they met the same craftsmen?
2.4Lake, LCL 25:352
οὐ ταῦτα πάλιν, τὰ νῦν ὑφʼ ὑμῶν προσκυνούμενα, δύναιτʼ ἂν ὑπὸ ἀνθρώπων σκεύη ὅμοια γενέσθαι τοῖς λοιποῖς; οὐ κωφὰ πάντα; οὐ τυφλά; οὐκ ἄψυχα; οὐκ ἀναίσθητα; οὐκ ἀκίνητα; οὐ πάντα σηπόμενα; οὐ πάντα φθειρόμενα;
Could not these again, which are now worshiped by you, be made by men into vessels like the rest? Are they not all deaf? Blind? Lifeless? Senseless? Motionless? Are they not all rotting? All decaying?
2.5Lake, LCL 25:352
ταῦτα θεοὺς καλεῖτε; τούτοις δουλεύετε; τούτοις προσκυνεῖτε, τέλεον δʼ αὐτοῖς ἐξομοιοῦσθε.
These you call gods? These you serve? These you worship, and in the end you become like them.
2.6Lake, LCL 25:352–354
διὰ τοῦτο μισεῖτε Χριστιανούς, ὅτι τούτους οὐχ ἡγοῦνται θεούς;
Is it for this that you hate the Christians, because they do not consider these to be gods?
2.7Lake, LCL 25:354
ὑμεῖς γὰρ αἰνεῖν νομίζοντες καὶ οἰόμενοι, οὐ πολὺ πλέον αὐτῶν καταφρονεῖτε; οὐ πολὺ μᾶλλον αὐτοὺς χλευάζετε καὶ ὑβρίζετε, τοὺς μὲν λιθίνους καὶ ὀστρακίνους σέβοντες ἀφυλάκτους, τοὺς δὲ ἀργυρέους καὶ χρυσοῦς ἐγκλείοντες ταῖς νυξὶ καὶ ταῖς ἡμέραις φύλακας παρακαθιστάντες, ἵνα μὴ κλαπῶσιν;
For do not you yourselves, while thinking and supposing that you praise them, despise them far more? Do you not mock and insult them much more, when you worship the stone and earthenware ones unguarded, but lock up the silver and gold ones at night and post guards beside them by day, so that they may not be stolen?
2.8Lake, LCL 25:354
αἷς δὲ δοκεῖτε τιμαῖς προσφέρειν, εἰ μὲν αἰσθάνονται, κολάζετε μᾶλλον αὐτούς· εἰ δὲ ἀναισθητοῦσιν, ἐλέγχοντες αἵματι καὶ κνίσαις αὐτοὺς θρησκεύετε.
And with the honors you think you offer them, if they have sense, you rather punish them; but if they are senseless, you expose them when you worship them with blood and the smoke of fat.
2.9Lake, LCL 25:354
ταῦθʼ ὑμῶν τις ὑπομεινάτω, ταῦτα ἀνασχέσθω τις ἑαυτῷ γενέσθαι. ἀλλὰ ἄνθρωπος μὲν οὐδὲ εἷς ταύτης τῆς κολάσεως ἑκὼν ἀνέξεται, αἴσθησιν γὰρ ἔχει καὶ λογισμόν· ὁ δὲ λίθος ἀνέχεται, ἀναισθητεῖ γάρ. οὐκ οὖν τὴν αἴσθησιν αὐτοῦ ἐλέγχετε;
Let one of you undergo these things; let him endure to have these things done to himself. But not a single man will willingly endure this punishment, for he has sense and reason; but the stone endures it, for it is senseless. Do you not, then, expose its senselessness?
2.10Lake, LCL 25:354
περὶ μὲν οὖν τοῦ μὴ δεδουλῶσθαι Χριστιανοὺς τοιούτοις θεοῖς πολλὰ μὲν ἂν καὶ ἄλλα εἰπεῖν ἔχοιμι· εἰ δέ τινι μὴ δοκοίη κἂν ταῦτα ἱκανά, περισσὸν ἡγοῦμαι καὶ τὸ πλείω λέγειν.
Concerning the Christians not being enslaved to such gods I could say many other things; but if these things do not seem sufficient to anyone, I think it superfluous to say more.
Chapter 3
3.1Lake, LCL 25:354
Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσεβεῖν αὐτοὺς οἶμαί σε μάλιστα ποθεῖν ἀκοῦσαι.
Next, I suppose that you are especially eager to hear why they do not worship God in the same way as the Jews.
3.2Lake, LCL 25:354
Ἰουδαῖοι τοίνυν, εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατρείας, καλῶς θεὸν ἕνα τῶν πάντων σέβειν καὶ δεσπότην ἀξιοῦσι φρονεῖν· εἰ δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσάγουσιν αὐτῷ ταύτην, διαμαρτάνουσιν.
The Jews, then, insofar as they abstain from the worship described above, rightly claim to reverence one God of all and to regard him as Master; but insofar as they offer this worship to him in the same way as those already mentioned, they are in error.
3.3Lake, LCL 25:354–356
ἃ γὰρ τοῖς ἀναισθήτοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι, ταῦθʼ οὗτοι καθάπερ προσδεομένῳ τῷ θεῷ λογιζόμενοι παρέχειν μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντʼ ἄν, οὐ θεοσέβειαν.
For what the Greeks offer to senseless and deaf things, giving a proof of folly, these people, considering that they offer it to God as though he needed it, might reasonably regard as foolishness rather than religion.
3.4Lake, LCL 25:356
ὁ γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πᾶσιν ἡμῖν χορηγῶν, ὧν προσδεόμεθα, οὐδενὸς ἂν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός.
For he who made heaven and earth and all that is in them, and who supplies all of us with what we need, would himself need none of the things that he himself provides to those who think they are giving them.
3.5Lake, LCL 25:356
οἱ δέ γε θυσίας αὐτῷ διʼ αἵματος καὶ κνίσης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι καὶ ταύταις ταῖς τιμαῖς αὐτὸν γεραίρειν, οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν ἐνδεικνυμένων φιλοτιμίαν· τῶν μὲν μὴ δυναμένοις τῆς τιμῆς μεταλαμβάνειν, τῶν δὲ δοκούντων παρέχειν τῷ μηδενὸς προσδεομένῳ.
But those who think they perform sacrifices to him with blood and the smoke of fat and burnt offerings, and honor him with these honors, seem to me to differ in no way from those who show the same zeal toward deaf things: the one to things unable to share in the honor, the other thinking to offer to him who needs nothing.
Chapter 4
4.1Lake, LCL 25:356
Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεὲς καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν καὶ τὴν τῆς περιτομῆς ἀλαζονείαν καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν, καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου, οὐ νομίζω σε χρῄζειν παρʼ ἐμοῦ μαθεῖν.
But as for their scrupulousness about foods, and their superstition about sabbaths, and their pride in circumcision, and their pretense about fasting and the new moon, which are ridiculous and not worth any discussion, I do not think you need to learn from me.
4.2Lake, LCL 25:356
τό τε γὰρ τῶν ὑπὸ τοῦ θεοῦ κτισθέντων εἰς χρῆσιν ἀνθρώπων ἃ μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι, ἃ δʼ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι, πῶς οὐκ ἀθέμιστον;
For to accept some of the things created by God for human use as well created, and to refuse others as useless and superfluous, how is that not unlawful?
4.3Lake, LCL 25:356
τὸ δὲ καταψεύδεσθαι θεοῦ ὡς κωλύοντος ἐν τῇ τῶν σαββάτων ἡμέρᾳ καλόν τι ποιεῖν, πῶς οὐκ ἀσεβές;
And to lie against God as though he forbade doing anything good on the Sabbath day, how is that not impious?
4.4Lake, LCL 25:356–358
τὸ δὲ καὶ τὴν μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ θεοῦ, πῶς οὐ χλεύης ἄξιον;
And to boast of the mutilation of the flesh as a proof of election, as though for this reason they were especially loved by God, how is that not worthy of mockery?
4.5Lake, LCL 25:358
τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι καὶ τὰς οἰκονομίας θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς καταδιαιρεῖν πρὸς τὰς αὐτῶν ὁρμάς, ἃς μὲν εἰς ἑορτάς, ἃς δὲ εἰς πένθη· τίς ἂν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσαιτο δεῖγμα;
And to watch the stars and the moon closely, observing months and days, and to divide up the arrangements of God and the changes of the seasons according to their own impulses, some for feasts and others for mourning: who would consider this a proof of religion and not much rather of folly?
4.6Lake, LCL 25:358
τῆς μὲν οὖν κοινῆς εἰκαιότητος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας ὡς ὀρθῶς ἀπέχονται Χριστιανοί, ἀρκούντως σε νομίζω μεμαθηκέναι· τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας μυστήριον μὴ προσδοκήσῃς δύνασθαι παρὰ ἀνθρώπου μαθεῖν.
That the Christians rightly abstain from the general foolishness and deceit, and from the fussiness and pride of the Jews, I think you have learned sufficiently; but do not expect to be able to learn the mystery of their own religion from a man.
Chapter 5
5.1Lake, LCL 25:358
Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων.
For Christians are distinguished from other people neither by country nor by language nor by customs.
5.2Lake, LCL 25:358
οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσιν οὔτε διαλέκτῳ τινὶ παρηλλαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν.
For they do not live in cities of their own anywhere, nor use some peculiar dialect, nor practice a conspicuous way of life.
5.3Lake, LCL 25:358
οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοῦτʼ αὐτοῖς ἐστιν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν, ὥσπερ ἔνιοι.
This teaching of theirs was not discovered by some thought or reflection of busy-minded men, nor do they champion a human doctrine, as some do.
5.4Lake, LCL 25:358
κατοικοῦντες δὲ πόλεις ἑλληνίδας τε καὶ βαρβάρους, ὡς ἕκαστος ἐκληρώθη, καὶ τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ θαυμαστὴν καὶ ὁμολογουμένως παράδοξον ἐνδείκνυνται τὴν κατάστασιν τῆς ἑαυτῶν πολιτείας.
But while they live in Greek and barbarian cities, as each one's lot was cast, and follow the local customs in clothing and food and the rest of life, they display the remarkable and admittedly paradoxical character of their own citizenship.
5.5Lake, LCL 25:358–360
πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλʼ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολῖται, καὶ πάνθʼ ὑπομένουσιν ὡς ξένοι· πᾶσα ξένη πατρίς ἐστιν αὐτῶν, καὶ πᾶσα πατρὶς ξένη.
They live in their own homelands, but as sojourners; they share in everything as citizens, and endure everything as foreigners; every foreign land is their homeland, and every homeland a foreign land.
5.6Lake, LCL 25:360
γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν· ἀλλʼ οὐ ῥίπτουσι τὰ γεννώμενα.
They marry like everyone; they have children; but they do not expose their offspring.
5.7Lake, LCL 25:360
τράπεζαν κοινὴν παρατίθενται, ἀλλʼ οὐ κοίτην.
They share a common table, but not a common bed.
5.8Lake, LCL 25:360
ἐν σαρκὶ τυγχάνουσιν, ἀλλʼ οὐ κατὰ σάρκα ζῶσιν.
They are in the flesh, but they do not live according to the flesh.
5.9Lake, LCL 25:360
ἐπὶ γῆς διατρίβουσιν, ἀλλʼ ἐν οὐρανῷ πολιτεύονται.
They pass their time on earth, but they are citizens of heaven.
5.10Lake, LCL 25:360
πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσι τοὺς νόμους.
They obey the established laws, and in their own lives they surpass the laws.
5.11Lake, LCL 25:360
ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται.
They love all, and are persecuted by all.
5.12Lake, LCL 25:360
ἀγνοοῦνται, καὶ κατακρίνονται· θανατοῦνται, καὶ ζωοποιοῦνται.
They are unknown, and they are condemned; they are put to death, and they are made alive.
5.13Lake, LCL 25:360
πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς· πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν.
They are poor, and they make many rich; they lack everything, and they abound in everything.
5.14Lake, LCL 25:360
ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται. βλασφημοῦνται, καὶ δικαιοῦνται.
They are dishonored, and in their dishonor they are glorified; they are slandered, and they are vindicated.
5.15Lake, LCL 25:360
λοιδοροῦνται, καὶ εὐλογοῦσιν· ὑβρίζονται, καὶ τιμῶσιν.
They are reviled, and they bless; they are insulted, and they show honor.
5.16Lake, LCL 25:360
ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται· κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.
Doing good, they are punished as evildoers; being punished, they rejoice as those who are made alive.
5.17Lake, LCL 25:360
ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονται· καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.
They are warred against by the Jews as foreigners, and persecuted by the Greeks; and those who hate them cannot state the cause of their hostility.
Chapter 6
6.1Lake, LCL 25:360
Ἁπλῶς δʼ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτʼ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.
To put it simply: what the soul is in the body, that the Christians are in the world.
6.2Lake, LCL 25:360
ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.
The soul is scattered through all the members of the body, and Christians through the cities of the world.
6.3Lake, LCL 25:360–362
οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος· καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.
The soul dwells in the body, but is not of the body; and Christians dwell in the world, but are not of the world.
6.4Lake, LCL 25:362
ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι· καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει.
The invisible soul is guarded in the visible body; and Christians are known to be in the world, but their religion remains invisible.
6.5Lake, LCL 25:362
μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι· μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται.
The flesh hates the soul and wars against it, though it has suffered no wrong, because it is prevented from indulging in pleasures; the world also hates the Christians, though it has suffered no wrong, because they oppose its pleasures.
6.6Lake, LCL 25:362
ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη· καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν.
The soul loves the flesh that hates it, and the members; and Christians love those who hate them.
6.7Lake, LCL 25:362
ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα· καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.
The soul is enclosed in the body, but it holds the body together; and Christians are held in the world as in a prison, but they hold the world together.
6.8Lake, LCL 25:362
ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ· καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι.
The immortal soul dwells in a mortal tent; and Christians sojourn among perishable things, awaiting the imperishability that is in heaven.
6.9Lake, LCL 25:362
κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται· καὶ Χριστιανοὶ κολαζόμενοι καθʼ ἡμέραν πλεονάζουσι μᾶλλον.
The soul, when poorly treated in food and drink, becomes better; and Christians, when punished, increase day by day all the more.
6.10Lake, LCL 25:362
εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.
God has appointed them to so great a post, which it is not lawful for them to abandon.
Chapter 7
7.1Lake, LCL 25:362
Οὐ γὰρ ἐπίγειον, ὡς ἔφην, εὕρημα τοῦτʼ αὐτοῖς παρεδόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμελῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν μυστηρίων πεπίστευνται.
For it is not, as I said, an earthly discovery that was handed down to them, nor is it a mortal idea that they think it right to guard so carefully, nor have they been entrusted with the administration of human mysteries.
7.2Lake, LCL 25:362–364
ἀλλʼ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντοκτίστης καὶ ἀόρατος θεός, αὐτὸς ἀπʼ οὐρανῶν τὴν ἀλήθειαν καὶ τὸν λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατεστήριξε ταῖς καρδίαις αὐτῶν· οὐ, καθάπερ ἄν τις εἰκάσειεν, ἀνθρώποις ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπιστευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλʼ αὐτὸν τὸν τεχνίτην καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς πάντα φυλάσσει τὰ στοιχεῖα, παρʼ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων ὁ ἥλιος εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ σελήνη νυκτὶ φαίνειν κελεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα· τῷ τῆς σελήνης ἀκολουθοῦντα δρόμῳ· ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς, γῆ καὶ τὰ ἐν τῇ γῇ, θάλασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ, ἀήρ, ἄβυσσος, τὰ ἐν ὕψεσι, τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ· τοῦτον πρὸς αὐτοὺς ἀπέστειλεν.
But truly the Almighty himself, the Creator of all and invisible God, himself established from heaven among men the truth and the holy and incomprehensible Word, and fixed it firmly in their hearts; not, as one might suppose, by sending to men some servant or angel or ruler, or one of those who manage earthly things, or one of those entrusted with the administration of things in heaven, but the very Craftsman and Maker of all things, by whom he created the heavens, by whom he enclosed the sea within its own bounds, whose mysteries all the elements faithfully keep, from whom the sun has received the measures of the day's courses to keep, whom the moon obeys when he commands it to shine by night, whom the stars obey as they follow the course of the moon; by whom all things have been set in order and bounded and made subject: the heavens and the things in the heavens, the earth and the things in the earth, the sea and the things in the sea, fire, air, abyss, the things in the heights, the things in the depths, the things in between: this one he sent to them.
7.3Lake, LCL 25:364
ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει;
Was it, as one of mankind might suppose, to rule by tyranny and fear and terror?
7.4Lake, LCL 25:364
οὐ μὲν οὖν· ἀλλʼ ἐν ἐπιεικείᾳ καὶ πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς ἄνθρωπον πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος· βία γὰρ οὐ πρόσεστι τῷ θεῷ.
Not at all; but in gentleness and meekness, as a king sending his son who is a king, he sent him; as God he sent him; as man to men he sent him; as saving he sent him, as persuading, not compelling; for compulsion is not an attribute of God.
7.5Lake, LCL 25:364
ἔπεμψεν ὡς καλῶν, οὐ διώκων· ἔπεμψεν ὡς ἀγαπῶν, οὐ κρίνων.
He sent him as calling, not pursuing; he sent him as loving, not judging.
7.6Lake, LCL 25:364
πέμψει γὰρ αὐτὸν κρίνοντα· καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται;...
For he will send him as judge; and who will endure his coming? …
7.7Lake, LCL 25:364–366
.. παραβαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους;
… [Do you not see them] thrown to wild beasts so that they may deny the Lord, and not overcome?
7.8Lake, LCL 25:366
οὐχ ὁρᾷς, ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους;
Do you not see that the more of them are punished, the more others increase?
7.9Lake, LCL 25:366
ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα· ταῦτα δύναμίς ἐστι θεοῦ· ταῦτα τῆς παρουσίας αὐτοῦ δείγματα.
These do not seem to be the works of a man; these are the power of God; these are proofs of his presence.
Chapter 8
8.1Lake, LCL 25:366
Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο, τί ποτʼ ἐστὶ θεὸς πρὶν αὐτὸν ἐλθεῖν;
For what man at all knew what God is before he came?
8.2Lake, LCL 25:366
ἢ τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων, ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεὸν ʽοὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόνʼ, οἱ δὲ ὕδωρ, οἱ δʼ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ θεοῦ;
Or do you accept the empty and nonsensical words of those trustworthy philosophers, some of whom said that God is fire (they call God that to which they themselves are going to go), others water, others some other of the elements created by God?
8.3Lake, LCL 25:366
καίτοι γε, εἴ τις τούτων τῶν λόγων ἀποδεκτός ἐστι, δύναιτʼ ἂν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν.
And yet, if any of these words is acceptable, each of the other created things could likewise be declared God.
8.4Lake, LCL 25:366
ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν·
But these things are the quackery and deceit of sorcerers.
8.5Lake, LCL 25:366
ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν, αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν.
No man has either seen or known him, but he himself has revealed himself.
8.6Lake, LCL 25:366
ἐπέδειξε δὲ διὰ πίστεως, ᾗ μόνῃ θεὸν ἰδεῖν συγκεχώρηται.
And he revealed himself through faith, by which alone it is granted to see God.
8.7Lake, LCL 25:366
ὁ γὰρ δεσπότης καὶ δημιουργὸς τῶν ὅλων θεός, ὁ ποιήσας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας, οὐ μόνον φιλάνθρωπος ἐγένετο, ἀλλὰ καὶ μακρόθυμος.
For God, the Master and Creator of all things, who made all things and arranged them in order, not only loved mankind but was also long-suffering.
8.8Lake, LCL 25:366
ἀλλʼ οὗτος ἦν μὲν ἀεὶ τοιοῦτος καὶ ἔστι καὶ ἔσται, χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόργητος καὶ ἀληθής, καὶ μόνος ἀγαθός ἐστιν·
But he was always such, and is, and will be: kind and good and without anger and true; and he alone is good.
8.9Lake, LCL 25:366
ἐννοήσας δὲ μεγάλην καὶ ἄφραστον ἔννοιαν ἀνεκοινώσατο μόνῳ τῷ παιδί.
And having conceived a great and inexpressible plan, he shared it with his Child alone.
8.10Lake, LCL 25:366–368
ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σοφὴν αὐτοῦ βουλήν, ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει·
So as long as he kept his wise counsel in a mystery and guarded it, he seemed to neglect us and to take no thought for us;
8.11Lake, LCL 25:368
ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα, πάνθʼ ἅμα παρέσχεν ἡμῖν καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ νοῆσαι, ἃ τίς ἂν πώποτε προσεδόκησεν ἡμῶν;
but when he revealed it through his beloved Child and made manifest what had been prepared from the beginning, he granted us everything at once: both to share in his benefits and to see and understand them. Which of us would ever have expected these things?
Chapter 9
9.1Lake, LCL 25:368
Πάντʼ οὖν ἤδη παρʼ ἑαυτῷ σὺν τῷ παιδὶ οἰκονομηκώς, μέχρι μὲν τοῦ πρόσθεν χρόνου εἴασεν ἡμᾶς, ὡς ἐβουλόμεθα, ἀτάκτοις φοραῖς φέρεσθαι, ἡδοναῖς καὶ ἐπιθυμίαις ἀπαγομένους. οὐ πάντως ἐφηδόμενος τοῖς ἁμαρτήμασιν ἡμῶν, ἀλλʼ ἀνεχόμενος, οὐδὲ τῷ τότε τῆς ἀδικίας καιρῷ συνευδοκῶν, ἀλλὰ τὸν νῦν τῆς δικαιοσύνης δημιουργῶν, ἵνα ἐν τῷ τότε χρόνῳ ἐλεγχθέντες ἐκ τῶν ἰδίων ἔργων ἀνάξιοι ζωῆς νῦν ὑπὸ τῆς τοῦ θεοῦ χρηστότητος ἀξιωθῶμεν, καὶ τὸ καθʼ ἑαυτοὺς φανερώσαντες ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ τῇ δυνάμει τοῦ θεοῦ δυνατοὶ γενηθῶμεν.
Having, then, already arranged everything with himself together with his Child, he permitted us during the former time to be carried along by disorderly impulses, as we wished, led astray by pleasures and desires. He did not at all delight in our sins, but bore with them; nor did he approve of that time of unrighteousness, but was creating the present time of righteousness, so that we, who in that former time were convicted by our own works as unworthy of life, might now be made worthy by the kindness of God; and that we, having shown that by ourselves we could not enter the kingdom of God, might be made able by the power of God.
9.2Lake, LCL 25:368–370
ἐπεὶ δὲ πεπλήρωτο μὲν ἡ ἡμετέρα ἀδικία καὶ τελείως πεφανέρωτο, ὅτι ὁ μισθὸς αὐτῆς κόλασις καὶ θάνατος προσεδοκᾶτο, ἦλθε δὲ ὁ καιρός, ὃν θεὸς προέθετο λοιπὸν φανερῶσαι τὴν ἑαυτοῦ χρηστότητα καὶ δύναμιν ʽὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας καὶ ἀγάπης τοῦ θεοῦʼ, οὐκ ἐμίσησεν ἡμᾶς οὐδὲ ἀπώσατο οὐδὲ ἐμνησικάκησεν, ἀλλὰ ἐμακροθύμησεν, ἠνέσχετο, ἐλεῶν αὐτὸς τὰς ἡμετέρας ἁμαρτίας ἀνεδέξατο, αὐτὸς τὸν ἴδιον υἱὸν ἀπέδοτο λύτρον ὑπὲρ ἡμῶν, τὸν ἅγιον ὑπὲρ ἀνόμων, τὸν ἄκακον ὑπὲρ τῶν κακῶν, τὸν δίκαιον ὑπὲρ τῶν ἀδίκων, τὸν ἄφθαρτον ὑπὲρ τῶν φθαρτῶν, τὸν ἀθάνατον ὑπὲρ τῶν θνητῶν.
But when our unrighteousness had been fulfilled, and it had been made fully plain that its wages, punishment and death, were to be expected, and the time came that God had appointed to reveal at last his own kindness and power (oh, the surpassing love for mankind and the love of God!), he did not hate us or reject us or bear a grudge against us, but was long-suffering and forbearing; in mercy he himself took up our sins; he himself gave his own Son as a ransom for us: the holy for the lawless, the innocent for the wicked, the righteous for the unrighteous, the incorruptible for the corruptible, the immortal for the mortal.
9.3Lake, LCL 25:370
τί γὰρ ἄλλο τὰς ἁμαρτίας ἡμῶν ἠδυνήθη καλύψαι ἢ ἐκείνου δικαιοσύνη;
For what else could have covered our sins except his righteousness?
9.4Lake, LCL 25:370
ἐν τίνι δικαιωθῆναι δυνατὸν τοὺς ἀνόμους ἡμᾶς καὶ ἀσεβεῖς ἢ ἐν μόνῳ τῷ υἱῷ τοῦ θεοῦ;
In whom could we, the lawless and ungodly, be justified, except in the Son of God alone?
9.5Lake, LCL 25:370
ὢ τῆς γλυκείας ἀνταλλαγῆς, ὢ τῆς ἀνεξιχνιάστου δημιουργίας, ὢ τῶν ἀπροσδοκήτων εὐεργεσιῶν· ἵνα ἀνομία μὲν πολλῶν ἐν δικαίῳ ἑνὶ κρυβῇ, δικαιοσύνη δὲ ἑνὸς πολλοὺς ἀνόμους δικαιώσῃ.
O the sweet exchange, O the inscrutable work, O the unexpected benefits: that the lawlessness of many should be hidden in one righteous man, and the righteousness of one should justify many lawless people!
9.6Lake, LCL 25:370
ἐλέγξας οὖν ἐν μὲν τῷ πρόσθεν χρόνῳ τὸ ἀδύνατον τῆς ἡμετέρας φύσεως εἰς τὸ τυχεῖν ζωῆς, νῦν δὲ τὸν σωτῆρα δείξας δυνατὸν σώζειν καὶ τὰ ἀδύνατα, ἐξ ἀμφοτέρων ἐβουλήθη πιστεύειν ἡμᾶς τῇ χρηστότητι αὐτοῦ, αὐτὸν ἡγεῖσθαι τροφέα, πατέρα, διδάσκαλον, σύμβουλον, ἰατρόν, νοῦν, φῶς, τιμήν, δόξαν, ἰσχύν, ζωήν, περὶ ἐνδύσεως καὶ τροφῆς μὴ μεριμνᾶν.
Having, then, in the former time convicted our nature of its inability to obtain life, and now having shown the Savior able to save even what cannot be saved, by both he willed that we should believe in his kindness, and regard him as nourisher, father, teacher, counselor, physician, mind, light, honor, glory, strength, life, and not be anxious about clothing and food.
Chapter 10
10.1Lake, LCL 25:370
Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς, καὶ λάβῃς πρῶτον μὲν ἐπίγνωσιν πατρός...
If you too long for this faith, and first receive knowledge of the Father …
10.2Lake, LCL 25:370
ὁ γὰρ θεὸς τοὺς ἀνθρώπους ἠγάπησε, διʼ οὓς ἐποίησε τὸν κόσμον, οἷς ὑπέταξε πάντα τὰ ἐν τῇ γῇ, οἷς λόγον ἔδωκεν, οἷς νοῦν, οἷς μόνοις ἄνω πρὸς αὐτὸν ὁρᾶν ἐπέτρεψεν, οὓς ἐκ τῆς ἰδίας εἰκόνος ἔπλασε, πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο, καὶ δώσει τοῖς ἀγαπήσασιν αὐτόν.
For God loved mankind, for whose sake he made the world, to whom he subjected everything on earth, to whom he gave reason, to whom he gave mind, whom alone he allowed to look up to him, whom he formed from his own image, to whom he sent his only-begotten Son, to whom he promised the kingdom in heaven, and will give it to those who have loved him.
10.3Lake, LCL 25:370–372
ἐπιγνοὺς δὲ τίνος οἴει πληρωθήσεσθαι χαρᾶς; ἢ πῶς ἀγαπήσεις τὸ οὕτως προαγαπήσαντά σε;
And when you have come to know him, with what joy do you think you will be filled? Or how will you love him who so loved you first?
10.4Lake, LCL 25:372
ἀγαπήσας δὲ μιμητὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος. καὶ μὴ θαυμάσῃ εἰ δύναται μιμητὴς ἄνθρωπος γενέσθαι θεοῦ· δύναται θέλοντος αὐτοῦ.
And by loving him you will be an imitator of his kindness. And do not be surprised that a man can become an imitator of God; he can, if God wills it.
10.5Lake, LCL 25:372
οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλησίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστιν, οὐδὲ ἐν τούτοις δύναταί τις μιμήσασθαι θεόν, ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγαλειότητος.
For happiness is not in lording it over one's neighbors, nor in wishing to have more than the weaker, nor in being rich and using force against those who are poorer; nor can anyone imitate God in these things; rather, these things are foreign to his majesty.
10.6Lake, LCL 25:372
ἀλλʼ ὅστις τὸ τοῦ πλησίον ἀναδέχεται βάρος, ὃς ἐν ᾧ κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει, ὃς ἃ παρὰ τοῦ θεοῦ λαβὼν ἔχει, ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν θεὸς γίνεται τῶν λαμβανόντων, οὗτος μιμητής ἐστι θεοῦ.
But whoever takes up his neighbor's burden, whoever wishes to benefit another who is worse off in that in which he himself is better off, whoever supplies to those in need what he has received from God, and so becomes a god to those who receive it: this one is an imitator of God.
10.7Lake, LCL 25:372
τότε θεάσῃ τυγχάνων ἐπὶ γῆς, ὅτι θεὸς ἐν οὐρανοῖς πολιτεύεται, τότε μυστήρια θεοῦ λαλεῖν ἄρξῃ, τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις· τότε τῆς ἀπάτης τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ, ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν ἐπιγνῷς, ὅταν τοῦ δοκοῦντος ἐνθάδε θανάτου καταφρονήσῃς, ὅταν τὸν ὄντως θάνατον φοβηθῇς, ὃς φυλάσσεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον, ὃ τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους κολάσει.
Then, while you are on earth, you will see that God rules in heaven; then you will begin to speak the mysteries of God; then you will both love and admire those who are punished because they will not deny God; then you will condemn the deceit and error of the world, when you come to know the true life in heaven, when you despise the apparent death here, when you fear the real death, which is reserved for those who will be condemned to the eternal fire, which will punish those handed over to it to the end.
10.8Lake, LCL 25:372–374
τότε τοὺς ὑπομένοντας ὑπὲρ δικαιοσύνης θαυμάσεις τὸ πῦρ τὸ πρόσκαιρον καὶ μακαρίσεις, ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς.
Then you will admire those who endure the temporary fire for righteousness' sake, and you will call them blessed, when you come to know that fire.
Chapter 11
11.1Lake, LCL 25:374
Οὐ ξένα ὁμιλῶ οὐδὲ παραλόγως ζητῶ, ἀλλὰ ἀποστόλων γενόμενος μαθητὴς γίνομαι διδάσκαλος ἐθνῶν· τὰ παραδοθέντα ἀξίως ὑπηρετῶ γινομένοις ἀληθείας μαθηταῖς.
I do not speak of strange things, nor do I inquire unreasonably; but having become a disciple of apostles I am becoming a teacher of the Gentiles; I minister worthily the things handed down to those who are becoming disciples of the truth.
11.2Lake, LCL 25:374
τίς γὰρ ὀρθῶς διδαχθεὶς καὶ λόγῳ προσφιλὴς γενηθεὶς οὐκ ἐπιζητεῖ σαφῶς μαθεῖν τὰ διὰ λόγου δειχθέντα φανερῶς μαθηταῖς, οἷς ἐφανέρωσεν ὁ λόγος φανείς, παρρησίᾳ λαλῶν, ὑπὸ ἀπίστων μὴ νοούμενος, μαθηταῖς δὲ διηγούμενος, οἳ πιστοὶ λογισθέντες ὑπʼ αὐτοῦ ἔγνωσαν πατρὸς μυστήρια;
For who that has been rightly taught and has become a friend of the Word does not seek to learn clearly what was plainly shown through the Word to disciples, to whom the Word, when he appeared, revealed them, speaking boldly, not understood by unbelievers, but explaining to disciples, who, being reckoned faithful by him, came to know the mysteries of the Father?
11.3Lake, LCL 25:374
οὗ χάριν ἀπέστειλε λόγον, ἵνα κόσμῳ φανῇ, ὃς ὑπὸ λαοῦ ἀτιμασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη.
For this reason he sent the Word, that he might appear to the world; he was dishonored by the people, preached by the apostles, believed by the Gentiles.
11.4Lake, LCL 25:374
οὗτος ὁ ἀπʼ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος.
This is he who was from the beginning, who appeared new and was found to be old, and is ever born young in the hearts of the saints.
11.5Lake, LCL 25:374–376
οὗτος ὁ ἀεί, ὁ σήμερον υἱὸς λογισθείς, διʼ οὗ πλουτίζεται ἡ ἐκκλησία καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλλουσα καιρούς, χαίρουσα ἐπὶ πιστοῖς, ἐπιζητοῦσι δωρουμένη, οἷς ὅρκια πίστεως οὐ θραύεται οὐδὲ ὅρια πατέρων παρορίζεται.
This is he who is eternal, who today is reckoned Son, through whom the church is enriched and grace, unfolded, is multiplied among the saints, giving understanding, revealing mysteries, announcing seasons, rejoicing over the faithful, given to those who seek, by whom the pledges of faith are not broken nor the boundaries of the fathers overstepped.
11.6Lake, LCL 25:376
εἶτα φόβος νόμου ᾅδεται, καὶ προφητῶν χάρις γινώσκεται, καὶ εὐαγγελίων πίστις ἵδρυται, καὶ ἀποστόλων παράδοσις φυλάσσεται, καὶ ἐκκλησίας χάρις σκιρτᾷ.
Then the fear of the law is sung, and the grace of the prophets is known, and the faith of the gospels is established, and the tradition of the apostles is guarded, and the grace of the church leaps for joy.
11.7Lake, LCL 25:376
ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ, ἃ λόγος ὁμιλεῖ διʼ ὧν βούλεται, ὅτε θέλει.
If you do not grieve this grace, you will come to know what the Word speaks, through whom he wills, when he wishes.
11.8Lake, LCL 25:376
ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.
For all the things that we were moved to speak out with labor by the will of the Word who commands us, we share with you out of love for the things revealed to us.
Chapter 12
12.1Lake, LCL 25:376
Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε, ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι.
When you have read and listened to these things with eagerness, you will know what God provides for those who love him rightly, who become a paradise of delight, raising up within themselves a flourishing tree bearing every fruit, adorned with various fruits.
12.2Lake, LCL 25:376
ἐν γὰρ τούτῳ τῷ χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται· ἀλλʼ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλʼ ἡ παρακοὴ ἀναιρεῖ.
For in this place a tree of knowledge and a tree of life have been planted; but it is not the tree of knowledge that kills; it is disobedience that kills.
12.3Lake, LCL 25:376
οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς θεὸς ἀπʼ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς· ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπʼ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται.
For what is written is not without meaning: that God from the beginning planted a tree of knowledge and a tree of life in the midst of paradise, showing life through knowledge; because the first people did not use it purely, they were stripped naked by the deceit of the serpent.
12.4Lake, LCL 25:376
οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς· διὸ πλησίον ἑκάτερον πεφύτευται.
For there is no life without knowledge, nor sure knowledge without true life; therefore each was planted near the other.
12.5Lake, LCL 25:376–378
ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
Seeing this power, the apostle, finding fault with knowledge that is practiced without the truth of the commandment that leads to life, says, “Knowledge puffs up, but love builds up.”
12.6Lake, LCL 25:378
ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς οὐκ ἔγνω, ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν. ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπʼ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν.
For whoever thinks he knows anything without true knowledge that is attested by life does not know; he is led astray by the serpent, not having loved life. But whoever has come to know with fear and seeks life plants in hope, expecting fruit.
12.7Lake, LCL 25:378
ἤτω σοὶ καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθής, χωρούμενος.
Let your heart be knowledge, and your life the true word, received within.
12.8Lake, LCL 25:378
οὗ ξύλον φέρων καὶ καρπὸν αἱρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται· οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πιστεύεται·
If you bear this tree and pick its fruit, you will always gather the things desired by God, which the serpent does not touch and deceit does not defile; nor is Eve corrupted, but she is trusted as a virgin;
12.9Lake, LCL 25:378
καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετίζονται, καὶ τὸ κυρίου πάσχα προέρχεται, καὶ καιροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφραίνεται, διʼ οὗ πατὴρ δοξάζεται· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
and salvation is shown, and apostles are given understanding, and the Passover of the Lord goes forward, and the seasons are gathered and brought into harmony with the world, and the Word rejoices as he teaches the saints, the Word through whom the Father is glorified; to him be the glory forever. Amen.