Iambics to Seleucus
The whole work on one page. Select a passage number to open that passage with its notes, Scripture references, and citation.
Chapter 1
1PG 37:1577–1600
Χαίρειν κελεύω τὸν καλόν τε κἀγαθὸν Υἱὸν Σέλευκον, εὐγενοῦς ῥίζης κλάδον · Χαίρειν δὲ καὐτὸς εὔχομαι τῷ σῷ βίῳ, Μαθήμασί τε καὶ τρόποις φρονεῖν μέγα. Πρῶτον μὲν οὖν φόβον τε καὶ πόθον ἔχε Θεοῦ. Θεὸς γὰρ, πᾶσιν ἀρχὴ καὶ τέλος, Τοῖς εὖ φρονοῦσι, γίγνεται παντὸς βίου. Τὸ δεύτερον δὲ, τὸν τρόπον ἄσκει, τέκνον, Πρᾶον, ταπεινὸν, ἐγκρατῆ, στεῤῥὸν, γλυκὺν, ᾿Αβάσκανον, δίκαιον, ἀνδρεῖον, σοφὸν, Σεμνὸν, φιλεργὸν, εὐσταθῆ, καὶ σώφρονα. Κόσμος γὰρ οὗτος καὶ νέοις καὶ πρεσβύταις, Μὴ χρήμασι τοσοῦτον, ἀλλὰ τῷ τρόπῳ Πλουτεῖν. Τὸ σὸν γὰρ τοῦτο. Τὰ δὲ χρήματα Παίζει πλανῶντα τὴν φιλόπλουτον νόσον, ῎Ἄλλοις ἀπ᾿ ἄλλων προσγελᾷν πεφυκότα, Πόρνης ἀπίστου τὸν τρόπον μιμούμενα, Πολλοὺς ἐραστὰς ποικίλως μωκωμένης, Συνόντα, καὶ φεύγοντα, καὶ κολλώμενα, Τούτοις, ἐκείνοις, οὐδενὶ δὲ γνησίως. Τὸ γὰρ βέβαιον οὐκ ἔχει πλούτου φύσις, Λάβροις θαλάσσης κύμασιν εἰκασμένη, Κυρτουμένοις, πιπτουσιν, ἀστάτῳ φορᾷ. Σὺ τοίνυν, ὦ παῖ, τοῖς τρόποις πλουτῶν ἀεὶ, Θησαυρὸν ἕξεις, οὐ κλοπαῖς συλούμενον, Οὐ συκοφάνταις ἐν μέσῳ προκείμενον, Οὐδ᾽ αὖ τυράννων χερσὶν ἐξαντλούμενον, Η βαρβάρων ὅπλοισιν ἐκπορθούμενον, Μένοντα δ᾽ ἔνδον τῶν ἀσωμάτων δόμων, Ψυχῆς ταμείοις ἀσφαλῶς τηρούμενον, Ὃν οὔτε λάβρον ἐσθίει πυρὸς μένος, Οὐδ᾽ αὖ καλύψει κῦμα ποντίου σάλου. Τοῦτον μὲν ὄντως ὄντα σὸν καὶ γνήσιον Πλοῦτον φυλάττων, σμῆχε τοῖς μαθήμασι, Βίβλοις ποιητῶν, ἱστορικῶν συγγράμμασι, Καὶ ταῖς τρεχούσαις ῥητόρων εὐγλωττίαις, Λεπταῖς τε μερίμναις φιλοσόφων ἀσκούμενος. Τούτοις δ᾽ ἅπασιν ἐμφρόνῶς ἐντύγχανε, Σοφῶς ἁπάντων συλλέγων τὸ χρήσιμον, Φεύγων δ᾽ ἑκάστου τὴν βλάβην κεκριμένως, Σοφῆς μελίττης ἔργον ἐκμιμούμενος, Ἥτις ἐφ᾽ ἅπασιν ἄνθεσι καθιζάνει, Τρυγᾷ δ᾽ ἑκάστου πανσόφως τὸ χρήσιμον, Αὐτὴν ἔχουσα τὴν φύσιν διδάσκαλον. Σὺ δ᾽ ἐκ λογισμοῦ, τῶν μὲν ἀφθόνως δρέπου Τῶν ὠφελούντων· εἰ δὲ τι βλάβην φέρει, Συνεὶς τὸ φαῦλον, ὀξέως ἀφίπτασο. Ὠκύπτερος γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. Ὥσθ᾽ ὅσα μὲν αὐτοῖς εἰς ἀρετὴν ἐγκώμια Ὑμνοῦσιν αὐτὴν ἐγγράφῃ, καὶ τοῦμπαλιν Κακίαν ψέγουσι, ταῦτα σὺ σπουδῇ μαθὼν, Καὶ νοῦν φύλασσε, καὶ χάριν τῆς λέξεως. "Α δ' εἰς θεοὺς ἔγραψαν ἐν λήρῳ πλατεῖ, Μύθους ἀσέμνους, δαιμόνων διδάγματα, Μύθους γέλωτος ἀξίους καὶ δακρύων, Ταῦθ᾽ ὡς βρόχους τε καὶ πάγας ἀποστρέφου. "Ἄμφω δ᾽ ἀναγνοὺς, τοὺς θεοὺς, καὶ τοὺς λόγους, Θεοὺς γελοίους, καὶ λόγους ἐρασμίους, Καταφρόνει μὲν τῶν φιληδόνων θεῶν, Λόγους δὲ τιμῶν, ὥσπερ ἐξ ἑνὸς φυτοῦ, Καὶ τὰς ἀκάνθας φεῦγε, καὶ ῥόδον δρέπου. Καὶ τῶν μὲν ἔξω σοι λόγων οὗτος νόμος ῎Αριστος. Οἷς δὲ πᾶσαν ἁρμόττει νέμειν Σπουδὴν, ἐροῦμεν, ἀλλὰ μικρὸν ὕστερον. Ἐκεῖνο γάρ σοι πρῶτον εἰπεῖν βούλομαι· Φεύγειν κατάκρον τῶν κακῶν ὁμιλίας, Καὶ τὰς ἐν αὐταῖς ἡδονὰς, χρὴ τὸν νέον. Πολλοὶ γάρ εἰσιν, ὡσπερεὶ βοσκήματα, Ψώρας γέμοντα καὶ νοσήματός τινος, Οἱ τοὺς νέους πειρῶσι τοὺς ἁπλουστέρους Παρατριβόμενοί τ᾽ ἐν δόλῳ πανουργίας, Ὥσπερ νόσου θέλουσι τῆς πονηρίας Αὐτοὺς ἀναπιμπλᾷν, ὥστε τῇ τῶν πλειόνων Κοινωνίᾳ, σφῶν τοῖς κακοῖς ἐπισκοτεῖν. Τούτους φυλάττου· καὶ γὰρ, ὡς Παύλῳ δοκεῖ, Φθείρουσιν ἤθη χρήσθ' όμιλίαι κακαί. Ναὶ μὴν ἐκεῖνο σφόδρα σοι τηρητέον· Μίσει θεάτρων, θηρίων, ἱπποδρόμων ῎Ἄσεμνον ᾠδὴν, δύσεριν κακῶν θέαν, Βίου ματαιότητας, ὕδραν ἡδονῶν, ᾿Ανδρῶν ἀσελγῶν ἀπρεπῆ μαθήματα, Οἷς οὐδὲν ἐστιν αἰσχρὸν, ἢ τὸ σωφρονεῖν. Οἱ μὲν γὰρ αὐτῶν, αἰσχύνης ὑπηρέται, Τέχνην ἔχουσι, τὸ φρονεῖν ταῖς ὕβρεσι, Μίμοι γελοίων, κονδύλοις εἰθισμένοι, Αἰδὼ τεμόντες τοῖς ξυροῖς πρὸ τῶν τριχῶν, Ασελγὲς αἰσχρότητος ἐργαστήριον, Οἷς πάντα πάσχειν καὶ ποεῖν, ἃ μὴ θέμις, Ἐν ταῖς ἁπάντων ὄψεσι, τέχνης μέρος. "Αλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, Τῶν ἀῤῥένων τὴν δόξαν ἐξορχούμενοι, Μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν, ῎Ανδρες, γυναῖκες, ἄῤῥενες θηλυδρίαι, Οὐκ ἄνδρες, οὐ γυναῖκες, ἀψευδεῖ λόγῳ. Τὸ μὲν γὰρ, οὐ μένουσι· τὸ δ᾽, οὐκ ἔφθασαν. Ὃ μὲν γὰρ ἐστιν, οὐ μένουσι τῷ τρόπῳ· Ὁ δ' αὖ κακῶς θέλουσιν, οὐκ εἰσὶν φύσει. ᾿Ασωτίας αἴνιγμα, καὶ γρίφος παθῶν, "Ανδρες γυναιξὶ, καὶ γυναῖκες ἀνδράσιν. Τί δ' ἂν λέγοι τις ἀσμάτων αἰσχρῶν νόσους, Μέλη τε θηλύνοντα καρδίας τόνον, Αὐλοὺς, χορείας πορνικῶν βακχευμάτων, Οἷς καὶ γέρας νέμουσιν οἱ τρισάθλιοι; Ταῦτ᾽ οὖν ἐπαίνων, καὶ θέας, καὶ τέρψεως, Η δακρύων τε καὶ στεναγμῶν ἄξια ; Γέλως τυραννεῖ, καὶ φύσις μοιχεύεται, Καὶ ποικίλη φλὸξ ἡδονῶν ἐξάπτεται. Καὶ κτίζεται θέατρα ταῖς ἀτιμίαις, Ὡς μηδὲ λάθρα τὰς νόσους ἀσχημονεῖν, ᾿Αλλ᾿ ἄθλα κεῖσθαι τῶν κακῶν μαθημάτων. Σὺ δὲ βδελύττου ταῦτα, μὴ χράνῃς κόρας, Φεύγων ἁπάσας ὀμμάτων διαφθοράς, Ὡς δ᾽ ἂν φυλάττῃς τὰς κόρας μοι παρθένους. Πλέον δὲ φεῦγε τὰς μιαιφόνους θέας Τῶν γαστριμάργων, ὧν θεὸς ἡ κοιλία. Δοῦλοι γὰρ ὄντες γαστρὸς, αἰσχίστης νόσου Ὑπηρετοῦσι τοῖς κακοῖς προστάγμασιν. Ἡ δ', ὡς πικρὰ δέσποινα τῶν λοιπῶν μελῶν, Ἔνδον κάθηται, θηρσὶ πωλοῦσα μέλη, Λάβρως κατεσθίουσα τὰ τιμήματα · Γαστὴρ ἄσωτος θηρίων εἰς γαστέρας Τυραννικῶς ὠθοῦσα συγγενῆ μέλη. Τούτων κάθηνται τῶν παθῶν ἀγνώμονες ῎Ανδρες θεαταί· κἂν μὲν ἄνθρωπος φύγῃ Θῆρας, στένουσιν, ὡς πλεῖον τῶν θηρίων Παιχθέντες αὐτοὶ, καὶ μάτην καθήμενοι. ᾿Ανδρὸς δ᾽ ἁλόντος, καὶ στόνον μυκωμένου, Πικρὸν βοῶντος, καὶ κόνιν ἀμωμένου, Πάσης θεατῶν ὄψεως οἶκτος ἅπας Ἐδραπέτευσε, καὶ σὺν ἡδονῇ κρότος Μέγιστος, ἣν ἴδωσιν αἵματος ῥοάς. Χαίρουσι γὰρ βλέποντες, ἃ θρηνεῖν ἔδει, Καὶ θηρίοις νέμουσιν εὐνοίας ῥοπὴν, Καὶ τοῖς ἑλοῦσιν ἐγκελεύονται πλέον, Θήγοντες ὀργὰς, ὥσπερ ἐμφορούμενοι, Καὶ σάρκας ἀνδρῶν θηρσὶ συμμασσώμενοι. Χ᾽ οἱ μὲν κακοὶ πρατῆρες οἰκείων μελῶν, Τροφῆς τε δοῦλοι, καὶ πάλιν θηρῶν τροφή, Ζῶντες στυγητοὶ, καὶ θανόντες ἄθλιοι, Τοιοῦτον ἔσχον τοῦ βίου πικρὸν τέλος. Μελῶν δὲ τὰ μὲν ἐντέθαπται θηρίοις, Τὰ δ᾽ ὑπ᾿ ὁδοῦσι νηλεῶς δαρδάπτεται, Ἡμισπάρακτα δ᾽ ἄλλα ποικίλαις στροφαῖς "Αττει παρασπαίροντα, καὶ φυγῆς ἔτι Καιρὸν νομίζει, καὶ δρόμον φαντάζεται. Μὴ δὴ μιαίνῃς ὅμμα σὸν θεαμάτων Ὠμῶν μολυσμοῖς, μηδὲ γυμνοὺς εἰσορᾶς ῎Ανδρας θανόντας, θηρία πεπλησμένα, Τάφους τρέχοντας, συγγενεῖς δ᾽ ἐγκειμένους. Καὶ μὴν, τὸ πολλοῖς μᾶλλον ἡμερώτερον Δοκοῦν, θέαμα πωλικῶν ἱπποδρόμων, Καὶ τοῦτο λοιμός ἐστι καὶ ψυχῶν νόσος. Πόλεις διασπᾷ, δῆμον εἰς στάσιν φέρει, Μάχας διδάσκει, λοίδορον θήγει στόμα, Τέμνει πολιτῶν φίλτρα, συγκρούει γένη, Καταισχύνει γέροντας, ἐκμαίνει νέους. Ἔχθρας ἀνάπτει φιλτάτων, πατεῖ νόμους. Κακῶν δὲ τούτων ἄλγιον τολμᾷ κακόν· Κινεῖ γόητας τοῖς μανεῖσι συμμάχους, Νίκης βοηθοὺς, καὶ τρέφει νόσῳ νόσον. Ἐπὰν γὰρ ἐκκαυθῶσιν εἰς θερμὴν ἔριν, Πρὸς τοὺς γόητας εὐθὺς αὐτοῖς ὁ δρόμος. Οἱ δ᾽ αὖ καλοῦσι δαιμόνων πονηρίαν Συνεργὸν αὐτοῖς πτωμάτων, συντριμμάτων, Φόνων · κακοῖς γὰρ δαιμόνων χαίρει στρατός. Οὐκοῦν ἐναργῶς, καὶ τὸ δόξαν ἡμερον, Ἐριστικὸν θέαμα τῶν ἱπποδρόμων, Ψυχῶν ὅλεθρός ἐστι, σωμάτων μάχη, Καὶ πρός γε τούτοις χρημάτων σαφὴς βλάβη. Πόσους μὲν οἴκους ἀθρόως κατέσπασε! Πόσους προσαιτεῖν πλουσίους ἠνάγκασε ! Πόσας δὲ τὸ πρὶν εὐνομουμένας πόλεις ῎Αρδην καθεῖλεν! Ὡς γὰρ ἡβῶσα στάσις, Φόνοις δυναστῶν ἔχρανε δήμου χέρας, Χήρωσεν ἀνδρῶν τὰς πόλεις νόμῳ ξίφους, Πῦρ καὶ σίδηρος τὰς πόλεις ἐνείματο, Σφαγαῖς κολάζων τὰς σφαγὰς, φόνοις φόνους. Τίς οὖν θεᾶσθαι σωφρόνων ἀνέξεται Γοητείας ἅμιλλαν, οὐχ ἵππων τάχος, Στάσιν φόνον τίκτουσαν, ἀστέων νόσον; Σὺ δ᾽ ἀντὶ τούτων, χαῖρε τοῖς μαθήμασιν, Ἐξ ὧν ὅτι κράτιστον ἀσκήσεις τρόπον. Ἑπὰν δὲ τὸν νοῦν μετρίως προγυμνάσῃς, Ὡς ἐν παλαίστρα, ποικίλοις συγγράμμασιν, Αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις Γραφαῖς, Διττῶν Διαθηκῶν συλλέγων πλοῦτον μέγαν, Τῆς μὲν Παλαιᾶς, τῆς δὲ καὶ Καινῆς ἀεί. Καινὴ γάρ ἐστιν δεύτερον γεγραμμένη, Καὶ τὴν μετ᾿ αὐτὴν μηκέθ᾽ ἕξουσα τρίτην. Ταύταις ἅπασαν ἀσμένως σπουδὴν νέμε, Παρ' ὧν μαθήσῃ χρηστὸν ἐξασκεῖν τρόπον, Καὶ τὸν γ᾽ ἀληθῆ, καὶ μόνον Θεὸν σέβειν. Μονὰς γάρ ἐστι καὶ Τριὰς ἀΐδιος, Πατὴρ σὺν Υἱῷ καὶ πανάγνῳ Πνεύματι, Τριὰς προσώποις εὐκρινής, Μονὰς φύσει. Μήτ' οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις, Μήτ᾽ αὖ Θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν. Μία Τριὰς γὰρ, εἷς Θεὸς παντοκράτωρ. Τοῦτ᾽ ἐστὶ λεπτὸν εὐσεβὲς μυστήριον. Στενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδὸς, ᾿Ατραπὸς, ἀμφίκρημνος, ἐκτεθλιμμένη, Κατεῤῥάγησαν εἰς βαθύκρημνον πλάνην, Σαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων, Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Εἰδωλολάτρας δ' "Αρειος μιμούμενος· Ὁ μὲν προσώπων συγχέων ὑπόστασιν, Ὁ δ᾽ αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν. Σὺ δ᾽ ἀκλινῶς φύλασσε τὴν μέσην ὁδὸν, Ὡς χρὴ, διαιρῶν, καὶ συνάπτων ὡς θέμις. Συνάπτεται γὰρ ἡ Τριὰς ἀσυγχύτως, Ὥσπερ κ᾿ ἀτμήτως ἡ Μονὰς χωρίζεται · Ἡ γὰρ φύσις, ἄτμητος, αἱ δ᾽ ὑποστάσεις ᾿Αεὶ μένουσι παντελῶς ἀσύγχυτοι. Τούτων φύλαξ μοι διαμένοις τῶν δογμάτων, Καὶ γνήσιος μὲν ἐργάτης τῶν ἐντολῶν, Σοφὸς δ᾽ ἁπάσαις μυστικαῖς θεωρίαις, ᾿Αεὶ προκόπτων, μήποτ' ἐκφυσώμενος · Μείζων ἐπανθήσει γὰρ οὕτως ἡ χάρις. Ὁρᾶς ὁ πιστὸς Μωϋσῆς, ὁ τοῦ Θεοῦ ῎Ανθρωπος, εἰκὼν τοῦ κατ᾿ ἀρετὴν βίου, Ὅπως ἅπασαν ἐκμαθὼν Αἰγυπτίων Σοφίαν τὰ πρῶτα, κἂν βαθεῖ πλούτῳ τραφεὶς, Ἑκὼν φυγάς τε καὶ πένης ἐγίγνετο, Κὰν ταῖς ἐρήμοις τῆς ἐν Αἰγύπτῳ τρυφῆς Θῆσσαν τράπεζαν ποιμένων ἠλλάξατο, Δόξης τυράννων προκρίνας σκληρὸν βίον, Ἕως τελείων ἄξιος θεαμάτων Κριθεὶς, μέγιστον ἀγγέλου μυστήριον Εἶδε, φανέντος ἐν πυρὶ φλογὸς βάτου. Εἶτ᾿ ἀξιωθεὶς καὶ Θεοῦ πρῶτον τότε Φωνῆς ἀκοῦσαι, καὶ λαβὼν ἐξουσίαν, Λαῷ στένοντι δούλειον λύει ζυγόν, ῎Αρχει τε παντὸς τοῦ γένους, ψήφῳ Θεοῦ. Λαβὼν τοσοῦτον ὕψος οὐκ ἐπαίρεται· ᾿Αλλ᾿ ἰσχνόφωνον καὶ βραδύγλωσσόν τινα Φησὶν ἑαυτὸν, ἀσθενῆ τ' εἶναι λέγων, Ὡς ἂν φρονῶν ταπεινὸν, ἰσχυρὸς μένῃ. Τούτου φύλαττε τοῦ βίου τὴν εἰκόνα, Μορφῶν σεαυτὸν τῷ τρόπῳ τοῦ Μωσέως. Καὶ τὴν μάθησιν τῶν παρ' "Ἕλλησι λόγων, Ὥσπερ δικαστής, ἔννομον ψῆφον φέρων, Ὑπηρετεῖσθαι τάξον, ὡς ἔστι πρέπον, Τῇ τῶν ἀληθῶν δογμάτων παῤῥησίᾳ, Τῇ πανσόφῳ τε τῶν Γραφῶν θεωρία. Καὶ γὰρ δίκαιον τὴν σοφίαν τοῦ Πνεύματος, ῎Ανωθεν οὖσαν, ἐκ Θεοῦ τ' ἀφιγμένην, Δέσποιναν εἶναι τῆς κάτω παιδεύσεως, Ὥσπερ θεραπαίνης, μὴ μάτην φυσωμένης, Ὑπηρετεῖν δὲ κοσμίως εἰθισμένης. Τῇ τοῦ Θεοῦ γὰρ ἡ κάτω δουλευέτω. Πλὴν ἀλλ᾽ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι Προσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλής, Ἡ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσὶν γὰρ, εἰσὶν ἔσθ᾽ ὅτε ψευδώνυμοι Βίβλοι · τινὲς μὲν ἔμμεσοι, καὶ γείτονες, Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων · Ψαλμῶν τε βίβλον, ἐμμελὲς ψυχῆς ἄκος, Τρεῖς δ᾽ αὖ Σολομῶντος τοῦ σοφοῦ, Παροιμίας, Ἐκκλησιαστὴν, Ασμά τε τῶν ἀσμάτων. Ταύταις προφήτας προστίθει τοὺς δώδεκα, Ὠσηὲ πρῶτον, εἶτ᾿ ᾿Αμὼς τὸν δεύτερον, Μιχαίαν, Ἰωὴλ, ᾿Αβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους Ναούμ μετ' αὐτοὺς, ᾿Αββακούμ, εἶτ᾽ ἔννατον Σοφονίαν, ᾿Αγγαῖόν τε καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν. Μεθ᾽ οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, Παρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον. Τούτοις προσεγκρίνουσι τὴν Ἐσθήρ τινες. Καινῆς Διαθήκης ὥρα μοι βίβλους λέγειν. Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους, Ματθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον Προσθεὶς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων. Βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ, Μέγιστον ἠχήσαντα τῷ Θεοῦ Λόγῳ. Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν, Τὴν τῶν καθολικῶν Πράξεων ἀποστόλων. Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς Ἐκκλησίαις Ἐπιστολὰς δὶς ἑπτὰ, Ῥωμαίων μίαν, Η χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας τε, καὶ τὴν πρὸς Ἐφεσίους, μεθ᾽ ἣν Τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο, Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι, Μίαν ἑκατέρῳ, καὶ πρὸς Ἑβραίους μίαν. Τινὲς δὲ φασι τὴν πρὸς Ἑβραίους νόθον, Οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις. Εἶεν, τί λοιπόν ; Καθολικῶν Ἐπιστολῶν Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας Χρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν, Μίαν δὲ Πέτρου, τήν τ' Ἰωάννου μίαν. Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο Πέτρου δέχονται, τὴν Ἰούδα δ᾽ ἑβδόμην. Τὴν δ᾽ Ἀποκάλυψιν τὴν Ἰωάννου πάλιν Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε Κανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφῶν, Αἷς εἰ σὺ πεισθῇς, ἐκφυγεῖς κόσμου πάγας, Ματαιότητα δ᾽ ἐλπίδων ῥίψεις κάτω, Πλοῦτον δὲ τὸν φεύγοντα δαψιλεῖ χερὶ Σπείραις πένησιν, ἀσφαλὲς μένων θέρος. Ἐν οὐρανοῖς γὰρ τὸ σπαρὲν θησαυριεῖς. Χριστῷ δ' ἔποιο τῷ σοφῷ Θεοῦ Λόγῳ. Ὦ τρισμακάριστος, ὦ τρισόλβιος σύ γε, Πολλοῖς γέρουσι καὶ νέοις ἀστὴρ φανείς· Λάμπει γὰρ ἄστρων μᾶλλον εὐσεβὴς βίος. Καί σε προφητῶν, μαρτύρων, ἀποστόλων Χορὸς περιστὰς, ὥσπερ οἰκεῖον μέλος, Στέψει προπέμπων ἐπινίκιον κρότον. Τρυγῶν δ᾽ ἄπαυστον δόξαν, ἡσθήσῃ τότε, Μέσος χορεύων ἀγγέλων στεφηφόρος. Ἔῤῥωσο, καὶ μέμνησο τῶν γεγραμμένων. Τὴν σεμνότητος, ἀγνείας τ' ἀσκήσεως Εμψυχον εἰκόνα, πίστεώς τε σφραγίδα, Ὀλυμπιάδα πρόσειπε τὴν θείαν τεήν. Τρεῖς ἑκατοντάδας ἴσθι, τόσας δεκάδας, μονάδας τρεῖς. Αἰεὶ γάρ σε, τέκος, Τριάδος φίλον εὔχομαι εἶναι.
Chairein keleuō ton kalon te kagathon Huion Seleukon, eugenous rhizēs kladon ; Chairein de kautos euchomai tǭ sǭ biǭ, Mathēmasi te kai tropois phronein mega. Prōton men oun phobon te kai pothon eche Theou. Theos gar, pasin archē kai telos, Tois eu phronousi, gignetai pantos biou. To deuteron de, ton tropon askei, teknon, Praon, tapeinon, enkratē, sterrhon, glykyn, ᾿Abaskanon, dikaion, andreion, sophon, Semnon, philergon, eustathē, kai sōphrona. Kosmos gar houtos kai neois kai presbytais, Mē chrēmasi tosouton, alla tǭ tropǭ Ploutein. To son gar touto. Ta de chrēmata Paizei planōnta tēn philoplouton noson, ᾿Allois ap᾿ allōn prosgeląn pephykota, Pornēs apistou ton tropon mimoumena, Pollous erastas poikilōs mōkōmenēs, Synonta, kai pheugonta, kai kollōmena, Toutois, ekeinois, oudeni de gnēsiōs. To gar bebaion ouk echei ploutou physis, Labrois thalassēs kymasin eikasmenē, Kyrtoumenois, piptousin, astatǭ phorą. Sy toinyn, ō pai, tois tropois ploutōn aei, Thēsauron hexeis, ou klopais syloumenon, Ou sykophantais en mesǭ prokeimenon, Oud᾽ au tyrannōn chersin exantloumenon, Ē barbarōn hoploisin ekporthoumenon, Menonta d᾽ endon tōn asōmatōn domōn, Psychēs tameiois asphalōs tēroumenon, Hon oute labron esthiei pyros menos, Oud᾽ au kalypsei kyma pontiou salou. Touton men ontōs onta son kai gnēsion Plouton phylattōn, smēche tois mathēmasi, Biblois poiētōn, historikōn syngrammasi, Kai tais trechousais rhētorōn euglōttiais, Leptais te merimnais philosophōn askoumenos. Toutois d᾽ hapasin emphronōs entynchane, Sophōs hapantōn syllegōn to chrēsimon, Pheugōn d᾽ hekastou tēn blabēn kekrimenōs, Sophēs melittēs ergon ekmimoumenos, Hētis eph᾽ hapasin anthesi kathizanei, Trygą d᾽ hekastou pansophōs to chrēsimon, Autēn echousa tēn physin didaskalon. Sy d᾽ ek logismou, tōn men aphthonōs drepou Tōn ōphelountōn; ei de ti blabēn pherei, Syneis to phaulon, oxeōs aphiptaso. Ōkypteros gar estin anthrōpois ho nous. Hōsth᾽ hosa men autois eis aretēn enkōmia Hymnousin autēn engraphę̄, kai toumpalin Kakian psegousi, tauta sy spoudę̄ mathōn, Kai noun phylasse, kai charin tēs lexeōs. "A d' eis theous egrapsan en lērǭ platei, Mythous asemnous, daimonōn didagmata, Mythous gelōtos axious kai dakryōn, Tauth᾽ hōs brochous te kai pagas apostrephou. "Amphō d᾽ anagnous, tous theous, kai tous logous, Theous geloious, kai logous erasmious, Kataphronei men tōn philēdonōn theōn, Logous de timōn, hōsper ex henos phytou, Kai tas akanthas pheuge, kai rhodon drepou. Kai tōn men exō soi logōn houtos nomos ᾿Aristos. Hois de pasan harmottei nemein Spoudēn, eroumen, alla mikron hysteron. Ekeino gar soi prōton eipein boulomai; Pheugein katakron tōn kakōn homilias, Kai tas en autais hēdonas, chrē ton neon. Polloi gar eisin, hōsperei boskēmata, Psōras gemonta kai nosēmatos tinos, Hoi tous neous peirōsi tous haplousterous Paratribomenoi t᾽ en dolǭ panourgias, Hōsper nosou thelousi tēs ponērias Autous anapimpląn, hōste tę̄ tōn pleionōn Koinōnią, sphōn tois kakois episkotein. Toutous phylattou; kai gar, hōs Paulǭ dokei, Phtheirousin ēthē chrēsth' omiliai kakai. Nai mēn ekeino sphodra soi tērēteon; Misei theatrōn, thēriōn, hippodromōn ᾿Asemnon ǭdēn, dyserin kakōn thean, Biou mataiotētas, hydran hēdonōn, ᾿Andrōn aselgōn aprepē mathēmata, Hois ouden estin aischron, ē to sōphronein. Hoi men gar autōn, aischynēs hypēretai, Technēn echousi, to phronein tais hybresi, Mimoi geloiōn, kondylois eithismenoi, Aidō temontes tois xyrois pro tōn trichōn, Aselges aischrotētos ergastērion, Hois panta paschein kai poein, ha mē themis, En tais hapantōn opsesi, technēs meros. "Alloi d', ekeinōn ethnos athliōteron, Tōn arrhenōn tēn doxan exorchoumenoi, Melōn lygismois synkataklōntes physin, ᾿Andres, gynaikes, arrhenes thēlydriai, Ouk andres, ou gynaikes, apseudei logǭ. To men gar, ou menousi; to d᾽, ouk ephthasan. Ho men gar estin, ou menousi tǭ tropǭ; Ho d' au kakōs thelousin, ouk eisin physei. ᾿Asōtias ainigma, kai griphos pathōn, "Andres gynaixi, kai gynaikes andrasin. Ti d' an legoi tis asmatōn aischrōn nosous, Melē te thēlynonta kardias tonon, Aulous, choreias pornikōn bakcheumatōn, Hois kai geras nemousin hoi trisathlioi? Taut᾽ oun epainōn, kai theas, kai terpseōs, Ē dakryōn te kai stenagmōn axia ? Gelōs tyrannei, kai physis moicheuetai, Kai poikilē phlox hēdonōn exaptetai. Kai ktizetai theatra tais atimiais, Hōs mēde lathra tas nosous aschēmonein, ᾿All᾿ athla keisthai tōn kakōn mathēmatōn. Sy de bdelyttou tauta, mē chranę̄s koras, Pheugōn hapasas ommatōn diaphthoras, Hōs d᾽ an phylattę̄s tas koras moi parthenous. Pleon de pheuge tas miaiphonous theas Tōn gastrimargōn, hōn theos hē koilia. Douloi gar ontes gastros, aischistēs nosou Hypēretousi tois kakois prostagmasin. Hē d', hōs pikra despoina tōn loipōn melōn, Endon kathētai, thērsi pōlousa melē, Labrōs katesthiousa ta timēmata ; Gastēr asōtos thēriōn eis gasteras Tyrannikōs ōthousa syngenē melē. Toutōn kathēntai tōn pathōn agnōmones ᾿Andres theatai; kan men anthrōpos phygę̄ Thēras, stenousin, hōs pleion tōn thēriōn Paichthentes autoi, kai matēn kathēmenoi. ᾿Andros d᾽ halontos, kai stonon mykōmenou, Pikron boōntos, kai konin amōmenou, Pasēs theatōn opseōs oiktos hapas Edrapeteuse, kai syn hēdonę̄ krotos Megistos, hēn idōsin haimatos rhoas. Chairousi gar blepontes, ha thrēnein edei, Kai thēriois nemousin eunoias rhopēn, Kai tois helousin enkeleuontai pleon, Thēgontes orgas, hōsper emphoroumenoi, Kai sarkas andrōn thērsi symmassōmenoi. Ch᾽ hoi men kakoi pratēres oikeiōn melōn, Trophēs te douloi, kai palin thērōn trophē, Zōntes stygētoi, kai thanontes athlioi, Toiouton eschon tou biou pikron telos. Melōn de ta men entethaptai thēriois, Ta d᾽ hyp᾿ hodousi nēleōs dardaptetai, Hēmisparakta d᾽ alla poikilais strophais "Attei paraspaironta, kai phygēs eti Kairon nomizei, kai dromon phantazetai. Mē dē miainę̄s homma son theamatōn Ōmōn molysmois, mēde gymnous eisoras ᾿Andras thanontas, thēria peplēsmena, Taphous trechontas, syngeneis d᾽ enkeimenous. Kai mēn, to pollois mallon hēmerōteron Dokoun, theama pōlikōn hippodromōn, Kai touto loimos esti kai psychōn nosos. Poleis diaspą, dēmon eis stasin pherei, Machas didaskei, loidoron thēgei stoma, Temnei politōn philtra, synkrouei genē, Kataischynei gerontas, ekmainei neous. Echthras anaptei philtatōn, patei nomous. Kakōn de toutōn algion tolmą kakon; Kinei goētas tois maneisi symmachous, Nikēs boēthous, kai trephei nosǭ noson. Epan gar ekkauthōsin eis thermēn erin, Pros tous goētas euthys autois ho dromos. Hoi d᾽ au kalousi daimonōn ponērian Synergon autois ptōmatōn, syntrimmatōn, Phonōn ; kakois gar daimonōn chairei stratos. Oukoun enargōs, kai to doxan hēmeron, Eristikon theama tōn hippodromōn, Psychōn holethros esti, sōmatōn machē, Kai pros ge toutois chrēmatōn saphēs blabē. Posous men oikous athroōs katespase! Posous prosaitein plousious ēnankase ! Posas de to prin eunomoumenas poleis ᾿Ardēn katheilen! Hōs gar hēbōsa stasis, Phonois dynastōn echrane dēmou cheras, Chērōsen andrōn tas poleis nomǭ xiphous, Pyr kai sidēros tas poleis eneimato, Sphagais kolazōn tas sphagas, phonois phonous. Tis oun theasthai sōphronōn anexetai Goēteias hamillan, ouch hippōn tachos, Stasin phonon tiktousan, asteōn noson? Sy d᾽ anti toutōn, chaire tois mathēmasin, Ex hōn hoti kratiston askēseis tropon. Hepan de ton noun metriōs progymnasę̄s, Hōs en palaistra, poikilois syngrammasin, Autais enathlei tais theopneustois Graphais, Dittōn Diathēkōn syllegōn plouton megan, Tēs men Palaias, tēs de kai Kainēs aei. Kainē gar estin deuteron gegrammenē, Kai tēn met᾿ autēn mēketh᾽ hexousa tritēn. Tautais hapasan asmenōs spoudēn neme, Par' hōn mathēsę̄ chrēston exaskein tropon, Kai ton g᾽ alēthē, kai monon Theon sebein. Monas gar esti kai Trias aïdios, Patēr syn Huiǭ kai panagnǭ Pneumati, Trias prosōpois eukrinēs, Monas physei. Mēt' oun arithmǭ syncheę̄s hypostaseis, Mēt᾽ au Theon sy proskynōn temę̄s physin. Mia Trias gar, heis Theos pantokratōr. Tout᾽ esti lepton eusebes mystērion. Stenē gar ontōs tēs alētheias hodos, ᾿Atrapos, amphikrēmnos, ektethlimmenē, Katerrhagēsan eis bathykrēmnon planēn, Sabellios men pros Ioudaious blepōn, Nothon legousin. Houtos apseudestatos Eidōlolatras d' "Areios mimoumenos; Ho men prosōpōn syncheōn hypostasin, Ho d᾽ au merizōn dyssebōs tēn ousian. Sy d᾽ aklinōs phylasse tēn mesēn hodon, Hōs chrē, diairōn, kai synaptōn hōs themis. Synaptetai gar hē Trias asynchytōs, Hōsper k᾿ atmētōs hē Monas chōrizetai ; Hē gar physis, atmētos, hai d᾽ hypostaseis ᾿Aei menousi pantelōs asynchytoi. Toutōn phylax moi diamenois tōn dogmatōn, Kai gnēsios men ergatēs tōn entolōn, Sophos d᾽ hapasais mystikais theōriais, ᾿Aei prokoptōn, mēpot' ekphysōmenos ; Meizōn epanthēsei gar houtōs hē charis. Horas ho pistos Mōÿsēs, ho tou Theou ᾿Anthrōpos, eikōn tou kat᾿ aretēn biou, Hopōs hapasan ekmathōn Aigyptiōn Sophian ta prōta, kan bathei ploutǭ trapheis, Hekōn phygas te kai penēs egigneto, Kan tais erēmois tēs en Aigyptǭ tryphēs Thēssan trapezan poimenōn ēllaxato, Doxēs tyrannōn prokrinas sklēron bion, Heōs teleiōn axios theamatōn Kritheis, megiston angelou mystērion Eide, phanentos en pyri phlogos batou. Eit᾿ axiōtheis kai Theou prōton tote Phōnēs akousai, kai labōn exousian, Laǭ stenonti douleion lyei zygon, ᾿Archei te pantos tou genous, psēphǭ Theou. Labōn tosouton hypsos ouk epairetai; ᾿All᾿ ischnophōnon kai bradyglōsson tina Phēsin heauton, asthenē t' einai legōn, Hōs an phronōn tapeinon, ischyros menę̄. Toutou phylatte tou biou tēn eikona, Morphōn seauton tǭ tropǭ tou Mōseōs. Kai tēn mathēsin tōn par' "Hellēsi logōn, Hōsper dikastēs, ennomon psēphon pherōn, Hypēreteisthai taxon, hōs esti prepon, Tę̄ tōn alēthōn dogmatōn parrhēsią, Tę̄ pansophǭ te tōn Graphōn theōria. Kai gar dikaion tēn sophian tou Pneumatos, ᾿Anōthen ousan, ek Theou t' aphigmenēn, Despoinan einai tēs katō paideuseōs, Hōsper therapainēs, mē matēn physōmenēs, Hypēretein de kosmiōs eithismenēs. Tę̄ tou Theou gar hē katō douleuetō. Plēn all᾽ ekeino prosmathein malista soi Prosēkon; ouch hapasa biblos asphalēs, Hē semnon onoma tēs Graphēs kektēmenē. Eisin gar, eisin esth᾽ hote pseudōnymoi Bibloi ; tines men emmesoi, kai geitones, Hōs an tis eipoi, tōn alētheias logōn ; Psalmōn te biblon, emmeles psychēs akos, Treis d᾽ au Solomōntos tou sophou, Paroimias, Ekklēsiastēn, Asma te tōn asmatōn. Tautais prophētas prostithei tous dōdeka, Ōsēe prōton, eit᾿ ᾿Amōs ton deuteron, Michaian, Iōēl, ᾿Abdian, kai ton typon Iōnan autou tou triēmerou pathous Naoum met' autous, ᾿Abbakoum, eit᾽ ennaton Sophonian, ᾿Angaion te kai Zacharian, Diōnymon te angelon Malachian. Meth᾽ hous prophētas manthane tous tessaras, Parrēsiastēn ton megan Hēsaïan, Hieremian te sympathē, kai mystikon Iezekiēl, eschaton de Daniēl, Ton auton ergois kai logois sophōtaton. Toutois prosenkrinousi tēn Esthēr tines. Kainēs Diathēkēs hōra moi biblous legein. Euangelistas tessaras dechou monous, Matthaion, eita Markon, hǭ Loukan triton Prostheis, arithmei ton Iōannēn chronǭ Tetarton, alla prōton hypsei dogmatōn. Brontēs gar huion touton eikotōs kalō, Megiston ēchēsanta tǭ Theou Logǭ. Dechou de biblon Louka kai tēn deuteran, Tēn tōn katholikōn Praxeōn apostolōn. To skeuos hexēs prostithei tēs eklogēs, Ton tōn ethnōn kēryka, ton apostolon Paulon, sophōs grapsanta tais Ekklēsiais Epistolas dis hepta, Rhōmaiōn mian, Ē chrē synaptein pros Korinthious dyo, Tēn pros Galatas te, kai tēn pros Ephesious, meth᾽ hēn Tēn en Philippois, eita tēn gegrammenēn Kolossaeusi, Thessalonikeusi dyo, Dyo Timotheǭ, Titǭ de kai Philēmoni, Mian hekaterǭ, kai pros Hebraious mian. Tines de phasi tēn pros Hebraious nothon, Ouk eu legontes; gnēsia gar hē charis. Eien, ti loipon ? Katholikōn Epistolōn Tines men hepta phasin, hoi de treis monas Chrēnai dechesthai, tēn Iakōbou mian, Mian de Petrou, tēn t' Iōannou mian. Tines de tas treis, kai pros autais tas dyo Petrou dechontai, tēn Iouda d᾽ hebdomēn. Tēn d᾽ Apokalypsin tēn Iōannou palin Tines men enkrinousin, hoi pleious de ge Kanōn an eiē tōn theopneustōn Graphōn, Hais ei sy peisthę̄s, ekphygeis kosmou pagas, Mataiotēta d᾽ elpidōn rhipseis katō, Plouton de ton pheugonta dapsilei cheri Speirais penēsin, asphales menōn theros. En ouranois gar to sparen thēsaurieis. Christǭ d' epoio tǭ sophǭ Theou Logǭ. Ō trismakaristos, ō trisolbios sy ge, Pollois gerousi kai neois astēr phaneis; Lampei gar astrōn mallon eusebēs bios. Kai se prophētōn, martyrōn, apostolōn Choros peristas, hōsper oikeion melos, Stepsei propempōn epinikion kroton. Trygōn d᾽ apauston doxan, hēsthēsę̄ tote, Mesos choreuōn angelōn stephēphoros. Errhōso, kai memnēso tōn gegrammenōn. Tēn semnotētos, agneias t' askēseōs Empsychon eikona, pisteōs te sphragida, Olympiada proseipe tēn theian teēn. Treis hekatontadas isthi, tosas dekadas, monadas treis. Aiei gar se, tekos, Triados philon euchomai einai.
Iambics to Seleucus I bid greeting to the fine and good son Seleucus, branch of a noble root; and I myself pray joy for your life, and that you may think high in learning and in character. First, then, have fear and longing for God. For God, the beginning and end of all things, becomes, for those who think rightly, the beginning and end of their whole life. Second, practise your character, child: gentle, humble, self-controlled, firm, sweet, without envy, just, brave, wise, dignified, industrious, steady, and temperate. For this is an adornment for young and old: to be rich, not so much in money, as in character. For this is yours. But money plays with the disease of the lover of wealth, leading it astray, by nature smiling on one man after another, imitating the ways of a faithless harlot, who mocks many lovers in many ways, being with them, fleeing them, and clinging to these, to those, but to none truly. For the nature of wealth has nothing firm, likened to the violent waves of the sea, swelling, falling, in an unstable motion. You then, child, being always rich in character, will have a treasure not stripped by thefts, not laid out in the midst for false accusers, nor drained by the hands of tyrants, nor plundered by the weapons of barbarians, but remaining within the bodiless house, kept safely in the storerooms of the soul, which neither the violent might of fire devours, nor will the wave of the sea's surge cover. Guarding this wealth, which is truly yours and genuine, polish it with learning, training yourself in the books of poets, the writings of historians, and the running eloquence of orators, and in the subtle cares of philosophers. Meet with all these sensibly, wisely gathering from all what is useful, and fleeing with discernment the harm of each, imitating the work of the wise bee, which settles on all flowers, and most wisely gathers from each what is useful, having nature itself as its teacher. And you, by reasoning, pluck ungrudgingly from those that benefit; but if anything brings harm, understanding what is base, fly away quickly. For the mind is swift-winged in human beings. So whatever praises of virtue they write, hymning it, and conversely whatever they write censuring vice, learn these diligently, and keep both the sense and the grace of the expression. But what they wrote about gods in broad nonsense, unseemly myths, the teachings of demons, myths worthy of laughter and of tears, turn away from these as from nooses and snares. Having read both, the gods and the words, ridiculous gods and lovely words, despise the pleasure-loving gods, but, honoring the words, as from a single plant flee the thorns and pluck the rose. And for outside learning this law is the best for you. To what it is fitting to give all your zeal we shall say, but a little later. For this I wish to tell you first: the young man must flee utterly the company of the wicked and the pleasures that go with it. For there are many who, like cattle full of mange and some disease, try the simpler young men, and rubbing against them in the guile of villainy, wish to fill them with wickedness as with a disease, so that by the company of the many they may cast a shadow over their own evils. Guard against these; for, as Paul holds, "Bad company corrupts good morals." Yes, and this you must observe strictly: hate the unseemly song of the theatres, of the beast-fights, of the hippodromes, the quarrelsome watching of evils, the vanities of life, the hydra of pleasures, the unseemly lessons of licentious men, to whom nothing is shameful except temperance. For some of them, servants of shame, have as their art to take pride in outrages, mimes of buffoonery, accustomed to blows of the fist, who have cut off modesty with their razors before their hair, a licentious workshop of shamefulness, for whom to suffer and to do all that is unlawful in the sight of all is part of their art. Others, a race more wretched than these, dancing away the glory of males, breaking nature with the twistings of their limbs, men, women, effeminate males, neither men nor women, to speak truly. For the one they do not remain, the other they have not attained: what they are, they do not remain in their manners; what they wickedly wish to be, they are not by nature. A riddle of profligacy and a puzzle of passions, men to women and women to men. What would one say of the diseases of shameful songs, and melodies that make the tone of the heart womanish, flutes, dances of harlots' Bacchic revels, to which the thrice-wretched even award prizes? Are these, then, worthy of praise, of watching, of delight, or of tears and groans? Laughter is tyrant, and nature is adulterated, and a varied flame of pleasures is kindled. And theatres are built for dishonors, so that men may not even practise their diseases shamefully in secret, but prizes may be set for evil lessons. But you, loathe these things, do not stain your eyes, fleeing every corruption of the eyes, so that you may keep the pupils of your eyes virgin for me. And flee still more the bloodstained spectacles of the gluttons, whose god is the belly. For, being slaves of the belly, a most shameful disease, they serve its wicked commands. And it, as a bitter mistress of the other limbs, sits within, selling the limbs to beasts, greedily devouring the price, the profligate belly, thrusting its kindred limbs tyrannically into the bellies of beasts. At these sufferings sit, as spectators, senseless men; and if a man escapes the beasts, they groan, as if they themselves had been mocked more than the beasts, and had sat there in vain. But when a man is caught, and bellows out a groan, crying bitterly and clutching the dust, all pity has fled from every eye of the spectators, and the applause, with pleasure, is greatest, if they see streams of blood. For they rejoice to see what they ought to lament, and give the weight of their goodwill to the beasts, and urge on the victors more, whetting their fury, as if they were glutting themselves, and chewing men's flesh along with the beasts. And these wicked sellers of their own limbs, slaves of food, and then food for beasts, hateful in life and wretched in death, have such a bitter end of life. Of their limbs some are buried in beasts, others are pitilessly devoured beneath their teeth, and others, half torn, with varied twistings leap up, quivering, and still think there is a chance of flight, and imagine running. Do not defile your eye with the pollutions of savage spectacles, nor look upon naked dead men, beasts glutted, tombs that run, with kinsmen lying within them. And indeed what to many seems gentler, the spectacle of the horse-races, this too is a plague and a disease of souls. It tears cities apart, brings the people to faction, teaches battles, whets a reviling mouth, cuts the bonds of affection between citizens, sets families at odds, shames old men, maddens the young. It kindles enmities among the dearest, tramples laws. And it dares an evil more grievous than these evils: it moves sorcerers as allies of the frenzied, helpers to victory, and feeds disease with disease. For when they are inflamed to hot strife, at once their course is to the sorcerers. And these call on the wickedness of demons as their helper in falls, smashings, murders; for the army of demons rejoices in evils. Clearly, then, even what seemed gentle, the contentious spectacle of the horse-races, is the ruin of souls, a battle of bodies, and besides these a plain loss of money. How many houses it has pulled down all at once! How many rich men it has forced to beg! How many cities once well governed it has utterly destroyed! For faction, in its prime, has stained the people's hands with the murders of the powerful, widowed cities of their men by the law of the sword; fire and iron have shared out the cities, punishing slaughters with slaughters, murders with murders. Who of the temperate, then, will bear to watch a contest of sorcery, not the speed of horses, a faction that breeds murder, the disease of cities? But you, instead of these, rejoice in learning, from which you will practise the best character. And when you have trained your mind moderately beforehand, as in a wrestling-school, in various writings, contend in the God-inspired Scriptures themselves, gathering the great wealth of the two Testaments, the Old, and the New always. For the New is written second, and will have no third after it. To these give all your zeal gladly, from which you will learn to practise good character, and to worship the true and only God. For there is a Monad and an eternal Triad, Father with Son and the all-holy Spirit, a Triad distinct in persons, a Monad in nature. Do not, then, confound the hypostases by number, nor, worshipping God, divide the nature. For one Triad, one God almighty. This is the subtle, pious mystery. For truly narrow is the way of truth, a path with cliffs on both sides, hemmed in; … they fell headlong into precipitous error, Sabellius looking to the Jews, [A misplaced line:] they call it spurious. This would be the most truthful and Arius imitating the idolaters; the one confounding the hypostasis of the persons, the other impiously dividing the substance. But you, keep unswervingly to the middle way, dividing as you must, and joining as is right. For the Triad is joined without confusion, as the Monad is distinguished without division; for the nature is undivided, and the hypostases always remain wholly unconfounded. May you remain for me a guardian of these doctrines, and a true worker of the commandments, wise in all mystical contemplations, always advancing, never puffed up; for so the grace will blossom the greater. You see how faithful Moses, the man of God, the image of the life of virtue, having first learned all the wisdom of the Egyptians, though reared in deep wealth, became willingly an exile and a poor man, and in the deserts, in place of the luxury of Egypt, took the servile table of shepherds, preferring a hard life to the glory of tyrants, until, judged worthy of perfect visions, he saw the very great mystery of the angel who appeared in the fire of the flame of the bush. Then, counted worthy for the first time to hear the voice of God, and receiving authority, he looses the yoke of slavery for the groaning people, and rules the whole race by God's vote. Having received so great a height, he is not lifted up, but calls himself weak of voice and slow of tongue, saying that he is weak, so that, thinking lowly, he might remain strong. Keep the image of this life, shaping yourself by the character of Moses. And the learning of the words of the Greeks, like a judge bringing a lawful verdict, appoint to serve, as is fitting, the frankness of true doctrines and the all-wise contemplation of the Scriptures. For it is just that the wisdom of the Spirit, being from above, and come from God, should be mistress of the learning below, which, like a maidservant, should not be vainly puffed up, but accustomed to serve decorously. For let the learning below serve that of God. But this above all it is fitting for you to learn besides: not every book is safe that has acquired the venerable name of Scripture. For there are, there are at times falsely named books; some intermediate and neighbors, as one might say, of the words of truth; … the book of Psalms, a melodious remedy for the soul, and three of Solomon the wise: Proverbs, Ecclesiastes, and the Song of Songs. To these add the twelve prophets, Hosea first, then Amos second, Micah, Joel, Obadiah, and the type of the three-day passion itself, Jonah, Nahum after them, Habakkuk, then ninth Zephaniah, Haggai and Zechariah, and the angel of double name, Malachi. After whom learn the four prophets: the great and outspoken Isaiah, the compassionate Jeremiah, and the mystical Ezekiel, and last Daniel, the same most wise in deeds and in words. To these some add Esther. It is time for me to tell the books of the New Testament. Accept four evangelists only, Matthew, then Mark, to whom add Luke as third, and count John in time fourth, but first in the loftiness of his doctrines. For I rightly call him a son of thunder, who sounded out the greatest note with the Word of God. Accept also the second book of Luke, that of the catholic Acts of the apostles. Next add the vessel of election, the herald of the nations, the apostle Paul, who wrote wisely to the churches twice seven epistles: one to the Romans, to which one must join two to the Corinthians, that to the Galatians, and that to the Ephesians, after which that to the Philippians, then that written to the Colossians, two to the Thessalonians, two to Timothy, and to Titus and to Philemon one each, and one to the Hebrews. Some call that to the Hebrews spurious, not speaking well; for its grace is genuine. Well, what remains? Of the catholic epistles some say seven, but others that only three should be accepted, one of James, one of Peter, and one of John. Some accept the three, and besides them the two of Peter, and that of Jude as the seventh. The Revelation of John, again, some approve, but the majority would be the canon of the God-inspired Scriptures, to which, if you are obedient, you will escape the snares of the world, and cast down the vanity of hopes, and the wealth that flees you would sow with lavish hand for the poor, while the harvest remains secure. For you will treasure up in heaven what is sown. And may you follow Christ, the wise Word of God. O thrice-blessed, O thrice-fortunate you, appearing as a star to many old and young; for a pious life shines more than the stars. And the choir of prophets, martyrs, apostles, standing around you as their own member, will crown you, escorting you with the applause of victory. Reaping unceasing glory, you will rejoice then, dancing, crowned, in the midst of the angels. Farewell, and remember what has been written. The living image of dignity and of pure ascesis, the seal of faith, greet your aunt Olympias from me. Know: three hundreds, as many tens, three units. For I always pray, child, that you may be a friend of the Triad.