{"ign-philadelphians/0":{"o":"Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας, ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος, μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ Ἰησοῦ Χριστοῦ, οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ ἁγίῳ αὐτοῦ πνεύματι.","t":"Ignatius, who is also called Theophorus, to the church of God the Father and of the Lord Jesus Christ that is in Philadelphia in Asia, which has received mercy and is established in godly concord, and rejoices without wavering in the suffering of our Lord and is fully convinced of his resurrection in all mercy. I greet it in the blood of Jesus Christ, which is eternal and abiding joy, especially if they are at one with the bishop and with the presbyters and deacons who are with him, appointed in the mind of Jesus Christ, whom he has established in firmness by his Holy Spirit according to his own will."},"ign-philadelphians/1.1":{"o":"Ὃν ἐπίσκοπον ἔγνων οὐκ ἀφʼ ἑαυτοῦ οὐδὲ διʼ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν οὐδὲ κατὰ κενοδοξίαν, ἀλλʼ ἐν ἀγάπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλείονα δύναται τῶν μάταια λαλούντων.","t":"I know that your bishop obtained the ministry that serves the community not from himself nor through human beings nor out of vanity, but in the love of God the Father and the Lord Jesus Christ. I am amazed at his gentleness; by keeping silent he can do more than those who talk emptily."},"ign-philadelphians/1.2":{"o":"συνευρύθμισται γὰρ ταῖς ἐντολαῖς ὡς χορδαῖς κιθάρα. διὸ μακαρίζει μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον αὐτοῦ ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.","t":"For he is attuned to the commandments as a lyre to its strings. Therefore my soul blesses his mind toward God, knowing it to be virtuous and perfect, his steadfastness and his freedom from anger, in all the gentleness of the living God."},"ign-philadelphians/10.1":{"o":"Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα.","t":"Since, in answer to your prayer and to the compassion that you have in Christ Jesus, it has been reported to me that the church in Antioch of Syria is at peace, it is fitting for you, as a church of God, to appoint a deacon to go there as God's ambassador, to rejoice with them when they are assembled together and to glorify the Name."},"ign-philadelphians/10.2":{"o":"μακάριος ἐν Ἰησοῦ Χριστῷ, ὃς καταξιωθήσεται τῆς τοιαύτης διακονίας, καὶ ὑμεῖς δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.","t":"Blessed in Jesus Christ is the one who will be counted worthy of such a ministry, and you will be glorified. If you are willing, it is not impossible for you to do this for the name of God, just as the nearest churches have sent bishops, and others presbyters and deacons."},"ign-philadelphians/11.1":{"o":"Περὶ δὲ Φίλωνος τοῦ διακόνου ἀπὸ Κιλικίας, ἀνδρὸς μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ θεοῦ ὑπηρετεῖ μοι ἅμα Ῥέῳ Ἀγαθόποδι, ἀνδρὶ ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ ἀποταξάμενος τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, ὅτι ἐδέξασθε αὐτούς, ὡς καὶ ὑμᾶς ὁ κύριος· οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι τοῦ Ἰησοῦ Χριστοῦ.","t":"Now about Philo the deacon from Cilicia, a man of good report, who is even now serving me in the word of God together with Rheus Agathopus, a chosen man who has followed me from Syria, having renounced this life: they also testify about you, and I thank God on your behalf that you received them, as the Lord also received you. But may those who dishonored them be redeemed by the grace of Jesus Christ."},"ign-philadelphians/11.2":{"o":"ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι· ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου πεμφθέντος ἅμα ἐμοὶ ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς. τιμήσει αὐτοὺς ὁ κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίστει, ἀγάπῃ, ὁμονοίᾳ. ἔρρωσθε ἐν Χριστῷ Ἰησοῦ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.","t":"The love of the brothers in Troas greets you; from there I am also writing to you through Burrhus, who was sent with me by the Ephesians and Smyrnaeans as a mark of honor. The Lord Jesus Christ will honor them, in whom they hope in flesh, soul, spirit, faith, love, and concord. Farewell in Christ Jesus, our common hope."},"ign-philadelphians/2.1":{"o":"Τέκνα οὖν φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας· ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε.","t":"Children, then, of the light of truth, flee division and wrong teaching; where the shepherd is, follow there as sheep."},"ign-philadelphians/2.2":{"o":"πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους· ἀλλʼ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον.","t":"For many plausible wolves, with wicked pleasure, take captive those who run God's race; but in your unity they will have no place."},"ign-philadelphians/3.1":{"o":"Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ἅστινας οὐ γεωργεῖ Ἰησοῦς Χριστός, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός· οὐχ ὅτι παρʼ ὑμῖν μερισμὸν εὗρον, ἀλλʼ ἀποδιυλισμόν.","t":"Keep away from evil plants, which Jesus Christ does not cultivate, because they are not the Father's planting. Not that I found division among you, but rather a filtering."},"ign-philadelphians/3.2":{"o":"ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ Χριστοῦ, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν. καὶ ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, καὶ οὗτοι θεοῦ ἔσονται, ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες.","t":"For all who belong to God and Jesus Christ are with the bishop. And all who repent and come to the unity of the church will also belong to God, so that they may be living according to Jesus Christ."},"ign-philadelphians/3.3":{"o":"μὴ πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομεῖ· εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος τῷ πάθει οὐ συγκατατίθεται.","t":"Do not be deceived, my brothers: if anyone follows one who makes a schism, he will not inherit the kingdom of God. If anyone walks in an alien opinion, he has no part in the Passion."},"ign-philadelphians/4.1":{"o":"Σπουδάσατε οὖν μιᾷ εὐχαριστίᾳ χρῆσθαι· μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕνωσιν τοῦ αἵματος αὐτοῦ, ἓν θυσιαστήριον, ὡς εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου· ἵνα, ὃ ἐὰν πράσσητε, κατὰ θεὸν πράσσητε.","t":"Be eager, then, to use one Eucharist; for there is one flesh of our Lord Jesus Christ and one cup for union with his blood, one altar, just as there is one bishop together with the council of presbyters and the deacons, my fellow servants; so that whatever you do, you do according to God."},"ign-philadelphians/5.1":{"o":"Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλʼ Ἰησοῦς Χριστός, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος· ἀλλʼ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας.","t":"My brothers, I am overflowing with love for you, and rejoicing greatly I try to make you secure; not I, but Jesus Christ, in whom I am in chains and am the more afraid, since I am not yet perfected. But your prayer to God will make me perfect, so that I may attain the lot in which I have received mercy, taking refuge in the gospel as in the flesh of Jesus, and in the apostles as in the council of presbyters of the church."},"ign-philadelphians/5.2":{"o":"καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες, ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος.","t":"And let us love the prophets too, because they also proclaimed the gospel and hoped in him and waited for him. By believing in him they were saved, being in the unity of Jesus Christ, saints worthy of love and admiration, attested by Jesus Christ and counted together in the gospel of our common hope."},"ign-philadelphians/6.1":{"o":"Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, ἢ παρὰ ἀκροβύστου ἰουδαϊσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφʼ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων.","t":"But if anyone expounds Judaism to you, do not listen to him. For it is better to hear Christianity from a man who is circumcised than Judaism from one who is uncircumcised. But if either of them does not speak about Jesus Christ, they are to me tombstones and graves of the dead, on which only the names of men are written."},"ign-philadelphians/6.2":{"o":"φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ· ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ.","t":"Flee, then, the wicked arts and snares of the ruler of this age, lest, worn down by his purpose, you grow weak in love. But all of you come together with an undivided heart."},"ign-philadelphians/6.3":{"o":"εὐχαριστῶ δὲ τῷ θεῷ μου, ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἐν μικρῷ ἢ ἐν μεγάλῳ. καὶ πᾶσι δέ, ἐν οἷς ἐλάλησα, εὔχομαι, ἵνα μὴ εἰς μαρτύριον αὐτὸ κτήσωνται.","t":"I thank my God that I have a good conscience about you, and no one can boast, either in secret or openly, that I burdened anyone in small matters or in great. And I pray for all among whom I spoke, that they may not have it as a testimony against them."},"ign-philadelphians/7.1":{"o":"Εἰ γὰρ καὶ κατὰ σάρκα μέ τινες ἠθέλησαν πλανῆσαι, ἀλλὰ τὸ πνεῦμα οὐ πλανᾶται ἀπὸ θεοῦ ὄν. οἶδεν γάρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει, καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ, θεοῦ φωνῇ· Τῷ ἐπισκόπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ διακόνοις.","t":"For even if some wanted to deceive me according to the flesh, yet the Spirit is not deceived, since it is from God. For it knows where it comes from and where it is going, and it exposes hidden things. I cried out while I was among you; I spoke with a loud voice, with God's voice: “Pay attention to the bishop and to the council of presbyters and to the deacons.”"},"ign-philadelphians/7.2":{"o":"οἱ δὲ ὑποπτεύσαντές με ὡς προειδότα τὸν μερισμόν τινων λέγειν ταῦτα· μάρτυς δέ μοι, ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυσσεν λέγον τάδε· Χωρὶς τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε, τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς καὶ αὐτὸς τοῦ πατρὸς αὐτοῦ.","t":"But some suspected that I said this because I knew in advance of the division caused by certain people. But he for whom I am in chains is my witness that I did not learn it from any human being. It was the Spirit who was preaching, saying this: “Do nothing without the bishop; keep your flesh as the temple of God; love unity; flee divisions; be imitators of Jesus Christ, as he is of his Father.”"},"ign-philadelphians/8.1":{"o":"Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν καὶ ὀργή, θεὸς οὐ κατοικεῖ. πᾶσιν οὖν μετανοοῦσιν ἀφίει ὁ κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφʼ ὑμῶν πάντα δεσμόν.","t":"So I was doing my part, as a man set on unity. But where there is division and anger, God does not dwell. The Lord forgives all who repent, if they repent and return to the unity of God and the council of the bishop. I trust in the grace of Jesus Christ, who will free you from every bond."},"ign-philadelphians/8.2":{"o":"παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατʼ ἐριθείαν πράσσειν, ἀλλὰ κατὰ χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ εὐαγγελίῳ οὐ πιστεύω· καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ, ἐν οἷς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι.","t":"I urge you to do nothing out of selfish ambition, but according to the teaching of Christ. For I heard some saying, “If I do not find it in the archives, I do not believe it in the gospel.” And when I said to them, “It is written,” they answered me, “That is the question.” But for me the archives are Jesus Christ; the inviolable archives are his cross and death and his resurrection and the faith that comes through him. In these I want to be justified through your prayer."},"ign-philadelphians/9.1":{"o":"Καλοὶ καὶ οἱ ἱερεῖς, κρεῖσσον δὲ ὁ ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ· αὐτὸς ὢν θύρα τοῦ πατρός, διʼ ἧς εἰσέρχονται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται καὶ ἀπόστολοι καὶ ἡ ἐκκλησία. πάντα ταῦτα εἰς ἑνότητα θεοῦ.","t":"The priests too are good, but better is the High Priest who has been entrusted with the Holy of Holies, who alone has been entrusted with the hidden things of God. He is the door of the Father, through which Abraham and Isaac and Jacob and the prophets and the apostles and the church enter. All these are for the unity of God."},"ign-philadelphians/9.2":{"o":"ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ σωτῆρος, κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος αὐτοῦ, καὶ τὴν ἀνάστασιν. οἱ γὰρ ἀγαπητοὶ προφῆται κατήγγειλαν εἰς αὐτόν· τὸ δὲ εὐαγγέλιον ἀπάρτισμά ἐστιν ἀφθαρσίας. πάντα ὁμοῦ καλά ἐστιν, ἐὰν ἐν ἀγάπῃ πιστεύητε.","t":"But the gospel has something distinctive: the coming of the Savior, our Lord Jesus Christ, his suffering, and the resurrection. For the beloved prophets proclaimed him in advance, but the gospel is the completion of incorruptibility. All things together are good, if you believe in love."}}