{"constantine-oratio-sanctorum-coetum/1.1":{"o":"Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ. Τὸ τηλαυγέστερον ἡμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἁρμογὴ δὲ νέα τῶν πονησάντων ποτὲ σωμάτων, ἕρμα θʼὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, φίλοι θʼ οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἐκάστου διʼ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.","t":"Constantine Augustus to the assembly of the saints. The day of the passion is here, brighter than the light of day and of the sun, the prelude of the resurrection, a new joining together of bodies that once laboured, the anchor of the promise, and the path that leads to eternal life, O dearest teachers and all you other friends: a day far more blessed, called upon by the multitude of worshippers and by the very God of worship, by those who hymn him unceasingly with inspired words, through the inner senses of each and through spoken utterances.","f":"Constantine, <i>Or. sanct. coet.</i> 1.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/1-1)."},"constantine-oratio-sanctorum-coetum/1.2":{"o":"σὺ δʼ, ὦ παμμήτειρα φύσις, τί τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποτε; Ποῖον δʼ ὅλως σὸν δημιούργημα, εἴπερ ὁ τῶν πάντων αἴτιος καὶ τῆς σῆς οὐσίας; οὗτος γάρ σε ἐκόσμησεν, ἐπεὶ κόσμος φύσεως ἡ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ μετρίως ἄ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατʼἀξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλʼὠς ἔτυχον ἀτάκτως τε καὶ πλημμελῶς τὰ πάντα συνεστάναι","t":"But you, nature, mother of all, what such thing have you ever accomplished for the world? What work at all is yours, if he is the cause of all things and of your very being? For he adorned you, since life according to nature is the adornment of nature. For what is contrary to nature has prevailed not a little: that no one worships the God of all as he deserves, and that it is thought that all things have come together not by providence but at random, in disorder and confusion,","f":"Constantine, <i>Or. sanct. coet.</i> 1.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/1-2)."},"constantine-oratio-sanctorum-coetum/1.3":{"o":"καὶ ταῦτα ἐξαγγελλούσης καθʼ ἕκαστα θείας ἐπιπνοίας διὰ προφητῶν, οἷς, δέον πείθεσθαι, ἀνθίστατο παντοίαις μηχαναῖς ἀδικία δυσσεβής, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας φῶς, ἀσπαζομένη δὲ τὸ δυσέλεγκτον τοῦ σκότους. ἀλλʼ οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος, ἐξαιρέτως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγείτο. διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος. 4 ἐπιλαμψάσης δὲ παραυτίκα τῆς τοῦ σωτῆρος ἐπιδημίας, δίκη μὲν ἐξ ἀδίκων ἔργων, ἐκ δὲ παντοδαποῦ κλύδωνος γαλήνη συνίστατο, καὶ πάνθʼ ὅσα διὰ προφητῶν προείρητο ἐπληροῦτο. τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν ἑστίαν ἀρθείς, αἰδοῦς καὶ σωφροσύνης ἀγλαΐσμασι τὴν οἰκουμένην περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς τὴν ἐκκλησίαν ἐπὶ τῆς γῆς ἱδρύσατο, ἀίδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ πατρὶ Θεῷ δέοντα τά θʼ ἑαυτῷ καθήκοντα ἐτελεῖτο μετʼεὐσεβείας.","t":"even though divine inspiration was announcing these things in detail through the prophets; whom, though one ought to obey them, impious injustice opposed with every device, hostile to the light of truth and embracing the obscurity of darkness, which is hard to refute. And this was not without violence and cruelty, especially because the judgment of those in power joined in the unforeseen impulse of the vulgar crowds, or rather led their untimely madness. Therefore such a life, strengthened over many generations, became the cause of the greatest evils for those of that time. [4] But when the coming of the Saviour suddenly shone forth, justice arose out of unjust deeds, and calm out of every kind of storm, and all that had been foretold through the prophets was fulfilled. Then, raised on high to his Father's hearth, having surrounded the world with the ornaments of modesty and self-control, he founded on earth the church, a sacred temple of virtue, everlasting and incorruptible, in which what is owed to God the most exalted Father and what befits himself are performed with piety.","f":"Constantine, <i>Or. sanct. coet.</i> 1.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/1-3)."},"constantine-oratio-sanctorum-coetum/1.4":{"o":"τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία;","t":"What then did the senseless wickedness of the nations contrive after this?","f":"Constantine, <i>Or. sanct. coet.</i> 1.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/1-4)."},"constantine-oratio-sanctorum-coetum/1.5":{"o":"ἐπετήδευε τὰς τοῦ Χριστοῦ χάριτας ἐκβάλλουσα καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων συσταθεῖσαν ἐκκλησίαν πορθοῦσα, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν, ὅπως αὖθις στάσεις, πόλεμοι, μάχαι, δυστράπελος βίου παρασκευή, χρημάτων ἔρως, (ὅ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας, ) ποτὲ μὲν ἐλπίσι κεκαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι. ἀλλʼ αὕτη μὲν χαμαὶ κείσθῳ ἡττηθεῖσα ὑπʼ ἀρετῆς, ᾗ θέμις, διαρρηγνυμένη σπαραττομένη τε ὑπὸ μεταμελείας. ἡμῖν νῦν τὰ προσήκοντα τῷ θείῳ λόγῳ ῥητέον.","t":"It set about casting out the graces of Christ and laying waste the church established for the salvation of all, and it overturned its own superstition, so that again factions, wars, battles, a perverse provision for life, love of money (which is not naturally proper to wickedness either) might now charm with adorned hopes, now strike with fear. But let it lie on the ground, defeated by virtue, as is right, torn and rent by remorse. We must now speak of what belongs to the divine Word.","f":"Constantine, <i>Or. sanct. coet.</i> 1.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/1-5)."},"constantine-oratio-sanctorum-coetum/10.1":{"o":"Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βεβλαμμένοι, ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάνωσι, μήτʼ ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουσι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἐώλοις τε καὶ ψευδέσι φήμαις διαβάλλουσιν.","t":"There are, however, some so injured in mind that, when they meet these very teachings, they neither turn nor fear, but despise and mock them as though hearing invented myths; they praise the varied eloquence, but turn away from the solidity of the doctrine; they believe the myths of the poets, and slander all Greece and all the barbarian world with stale and false reports.","f":"Constantine, <i>Or. sanct. coet.</i> 10.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/10-1)."},"constantine-oratio-sanctorum-coetum/10.2":{"o":"οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς ψυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δαιμόνων καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, εἱμαρμένας τε αὐτῶν διαφημίζουσι, καὶ τοῦς μέν τινας φύσει πικρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοῦς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὁδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὄτι γʼ ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεῖν, ἀνθρωποπαθεῖς τʼ αὐτοῦς εἰσάγουσι, πολέμους καὶ τρώσεις χαράς τε καὶ ὁδυρμοὺς ᾄδοντες.","t":"For the poets say that sons of God, men, judge souls after death, singing of judgments and courts and setting overseers over the departed. The same poets tell of battles of demons and of certain laws of war, spread abroad their fates, and declare some of them bitter by nature, others indifferent to the care of men, and others difficult. They also bring them on lamenting the slaughter of their own children, as though unable to help not only strangers but even their dearest ones; and they bring them on as subject to human passions, singing of wars and wounds, joys and lamentations.","f":"Constantine, <i>Or. sanct. coet.</i> 10.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/10-2)."},"constantine-oratio-sanctorum-coetum/10.3":{"o":"καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίᾳ θείᾳ μετέρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλʼ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εἶναι ποιητικῆς, τὸ δʼ ἀληθὲς εῖναι, ἡνίκα ἄν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.","t":"And they are worthy of belief when they speak. For if they pursue poetry by divine inspiration, one ought to believe and obey them about what they say in their inspiration; and they speak of the sufferings of gods and demons. Then the sufferings of these certainly lay hold of the truth. But someone will say that poets may lie; for to charm the souls of the hearers is proper to poetry, while truth is when what is said is not otherwise than as it is said.","f":"Constantine, <i>Or. sanct. coet.</i> 10.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/10-3)."},"constantine-oratio-sanctorum-coetum/10.4":{"o":"ἔστω τοῦτʼ ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἔσθʼ ὅτε ἀφαρπάζειν· ἀλλʼ οἱ τὰ ψευδὴ λέγοντες οὐ μάτην ψεύδονται· ἤ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν συνειδότες ἐαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπικαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας ψεύδεσθαι μηδὲ δυσσεβεῖν.","t":"Let it be proper to poetry sometimes to rob the truth; but those who tell falsehoods do not lie in vain: either they do it for gain and profit, or, conscious of some evil deed, they cover it up because of the danger impending from the laws. For it was possible, I think, for those who tell of the higher nature to tell no lie contrary to the truth and commit no impiety.","f":"Constantine, <i>Or. sanct. coet.</i> 10.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/10-4)."},"constantine-oratio-sanctorum-coetum/11.1":{"o":"Οὐκοῦν εἴ τίς ἐστιν ἀνάξιος χρηστοῦ βίου σύνοιδέν τε ἐαυτῷ πλημμελῶς καὶ ἀτάκτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ τοῦτο τῷ ἐκεῖνον τε σώσαντι καὶ σώζοντι πάντας θεῷ. σώζοιντο δʼ ἄν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τὴν θεραπείαν τῆς ψυχῆς δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὤσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες ἐαυτοῦς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυητοῦς τῶν τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς διανοίας τῶν ὑπηκόων ἡμῖν, εἰ μὲν ἀγαθαὶ τυγχάνοιεν οὖσαι, προτρέψασθαι ἐπὶ τὴν θεοσέβειαν εἰ δὲ καχαὶ καὶ ἀγνώμονες, εἰς τοὐναντίον μεταγαγεῖν, ἀντὶ ἀχρήστων χρησίμους ἐπιτελοῦντας. τούτοις γοῦν αὐτοῖς τε χαίρων τοῖς ἐπιτηδεύμασιν ἀγαθοῦ τʼ ἀνδρὸς ἔργον εἶναι νομίζων ὑμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθʼ ἄσα ἡ χείρων τῆς τύχης κατάστασις ἀλόγως ἐπέσχηψεν ἀγνοίας συμπτώματι, μεγίστην σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὐξάμην δʼ ἄν πάλαι τήνδε μοι τὴν ἀποκάλυψιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων συσταθεὶς καὶ τῇ γνώσει τῶν θείων καὶ τῷ τῆς ἀρετῆς κάλλει κατευφρανθείς. καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ ἀπὸ πρώτης τῆς ἡλικίας μηδʼ ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλʼ ὅμως ἀγαπητόν, εἰ κἄν ἐν τῇ τῆς ἀκμῆς ἡλικίᾳ τὴν σοφίαν εὐτυχῶσιν.","t":"So if anyone is unworthy of a good life and conscious of having lived his life wrongly and disorderly, if he changes and looks to the divine with the eye of the soul, purified and made a stranger to his former most evil way of life, and receives healing from God, he will live for all eternity. And for this he ought to thank God, who saved him and saves all. They would be saved more easily if they received the healing of the soul with pure faith and did not waver, like those who now entrust themselves to the remedies and now run away, but bore steadfastly and nobly the medicine of justice and self-control and the rest. We, at any rate, strive as far as we can to fill those uninitiated in such words with good hope, calling on God as our helper in the undertaking. For it is no small task to turn the minds of our subjects, if they are good, toward godliness, and if they are bad and ungrateful, to bring them over to the opposite, making them useful instead of useless. Rejoicing in these very pursuits, and thinking it the work of a good man to hymn the Saviour, I put away all that the worse condition of my fortune laid on me without reason by the accident of ignorance, counting repentance the greatest salvation. I would have prayed that this revelation had been given me long ago, since blessed is he who from youth has been established and has rejoiced in the knowledge of divine things and the beauty of virtue. But let this be said with moderation; for even if good men do not become wise from their first youth, nor, as they say, from their swaddling clothes, still one should be content if they obtain wisdom in the prime of life.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-1)."},"constantine-oratio-sanctorum-coetum/11.10":{"o":"ἀκόλουθα δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ, ἐντρεπόμενός τε αὐτὸν μετὰ αἰδοῦς ὁ τῶν λουτρῶν πάροχος Ἰορδάνης,","t":"And what followed is consistent with this: after the marriage that was intangible, purer than all chastity and stronger than continence itself, the wisdom of God from his swaddling clothes, and the Jordan, provider of the washing, reverencing him with modesty;","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.10 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-10)."},"constantine-oratio-sanctorum-coetum/11.11":{"o":"πρὸς τούτῳ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοξα κατορθοῦσα καὶ τὰ ἀνίατα ἰωμένη, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις, καὶ ὅλως ὁ σύμπας ὑπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ φρόνησιν ἀλλὰ σοφίαν διδάσκουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς λεγομένας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον ἀτραποὺς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων.","t":"and besides this the royal anointing, of one soul with the understanding of all, a teaching and a marvellous power that accomplished things and healed the incurable, a swift and unhindered fulfilment of human prayers, and in a word the whole life lived for men; a teaching that taught not prudence but wisdom, its disciples learning not the so-called civic virtues but those that lead on the paths to the intelligible world, labouring at the contemplation of the kind that is always the same, and practising the thought of the greatest Father.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.11 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-11)."},"constantine-oratio-sanctorum-coetum/11.12":{"o":"τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεξία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποκατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν.","t":"His benefits were not small: sight in place of blindness, vigour in place of paralysis, and in place of death restoration to life again. I pass over the abundant provision of necessities in the desert, and the plentiful supply, lasting a long time, for great multitudes from a few loaves.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.12 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-12)."},"constantine-oratio-sanctorum-coetum/11.13":{"o":"ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τʼ ἐκ τῶν κακῶν καὶ τὴν μακαριωτάτην διδασκαλίαν διδάσκοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτʼ ἀλλʼ εὐχαριστῶν λέγω.","t":"This thanksgiving we render to you as far as we can, O Christ, God and Saviour, greatest providence of the great Father, who save us from evils and teach the most blessed teaching. For I say these things not as praise but as thanksgiving.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.13 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-13)."},"constantine-oratio-sanctorum-coetum/11.14":{"o":"τίς γὰρ ἄν δε κατʼἀξίαν ὑμνήσειεν ἄνθρωπος; δὲ μὲν γὰρ λόγος ἐξ οὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ φῶς αὐτοῖς ἀνάψαι καὶ τὴν ἄτακτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέτρῳ. τὸ δὲ τῆς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου, κατανοεῖν θʼ ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι τῆς ἐαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τʼ ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἀκολασίας μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἥν ὁ πρὸ τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία μάλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἄν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης κατʼ ἐκεῖνον τὸν βίον ἀδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη.","t":"For what man could hymn you worthily? Of you it is said that you brought into being from what was not the things that are, that you kindled light for them, and ordered the disorderly confusion of the elements with order and measure. And the excellence of your love for humanity lies in making those of men who are well disposed by nature emulators of a divine and blessed life, and in considering how, having become merchants of truly good things, they might share their wisdom and good fortune with more, and themselves gain the eternal fruit of virtue, freed from licentiousness and sharing in love for humanity, keeping pity before their eyes and defending faith, embracing modesty and every virtue, which the former life had cast out of human ways; which was once the cause, or rather the necessity, of the descent of the Saviour, who exercises providence for all. For no worthy physician of so many evils and of the injustice that prevailed in that life could have been found.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.14 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-14)."},"constantine-oratio-sanctorum-coetum/11.15":{"o":"ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα πάνθʼ ὅσα ὑφʼ ὕβρεως καὶ ἀκολασίας ἀκόσμητα ἦν κατεκόσμησε ῥᾷστα. καὶ οὐδὲ τοῦτο ἀποκρύφως. ᾔδει γὰρ τοὺς μὲν τῶν ἀνθρώπων φρονήσει καὶ νῷ τὴν ἐαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασμένους τὴν φύσιν μάλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ φαῦλος, τὴν εὐδαίμονα καὶ θαυμαστὴν θεραπείαν ὑπʼ ὄψιν ἦγεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθήσεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ νηνεμίαν ἐκ χειμῶνος ἐπιτάξαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχειρήσαντα καὶ ἐξ ἀπιστίας τοὺς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκαλεσάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο;","t":"So providence, reaching down to things here, set in order most easily all that was disordered through insolence and licentiousness. Nor was this done in secret. For he knew that some men behold his power with prudence and mind, while others, likened in nature to irrational animals, rely rather on the senses. Therefore openly, so that no one, good or bad, might doubt, he brought before their eyes the happy and wonderful healing, restoring life a second time to those who had ended their life, and commanding those deprived of their senses to perceive soundly again. And to make the sea firm and to command calm out of a storm, and finally, having undertaken wonderful works and called men from unbelief to strong faith, to fly up into heaven: whose work is this but God's and of the most exalted power?","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.15 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-15)."},"constantine-oratio-sanctorum-coetum/11.16":{"o":"οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότριος ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠφάνιζον· κατειλήφει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγμάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἷον τὸ πρὸ τῆς τοῦ κόσμου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικούτου κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον γένοιτο, ἕως ὅτε ἡπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρονήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κατακοσμῶν χορείᾳ. τοιγάρτοι πως καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυθρωπῶσα εἰς τὴν οἰκείαν αὖθις ἀποκαθίστατο φαιδρότητα.","t":"Nor was the time near the passion without those wonderful sights, when night, covering the daylight, made the sun disappear. For fear seized the peoples everywhere that the end of all things had come, and that chaos, like that before the ordering of the world, would prevail again. The cause of so great an evil was sought, and whether men had committed some offence against the divine; until he, with gentle magnanimity disregarding the outrage of the impious, restored the whole heaven, adorning it with the dance of the stars. So the face of the world, which had been gloomy, was restored again to its own brightness.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.16 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-16)."},"constantine-oratio-sanctorum-coetum/11.2":{"o":"ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀνθρώπων οὐδεμία πώποτε συνήρατο, θεοῦ δέ ἐστιν ἄπαντα τὰ δωρήματα, ὅσα ἐν ἤθεσι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν. ἔχω δὲ καὶ οἷον προβέβλημαι δηλητηρίου παντὸς ἄντικρυς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὐ μετρίαν ἀσπίδα τὴν γνῶσιν τῶν ἀρεσκόντων τῷ θεῷ, ἐξ ἧς τὰ πρὸς τὸν προκείμενον λόγον χρήσιμα ἐκλεξάμενος ὑμνήσω τὸν πατέρα τῶν πάντων.","t":"As for us, no education from men has ever helped us; all the gifts that are esteemed in character and conduct among those of good sense are from God. And I have, as it were, held before me against every poison that the evil one devises no small shield, the knowledge of what pleases God; choosing from it what is useful for the present speech, I will hymn the Father of all.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-2)."},"constantine-oratio-sanctorum-coetum/11.3":{"o":"αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπισμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται.","t":"And you yourself, O Christ, Saviour of all, come and help the zeal of my dedication, and adorn the speech about your virtue, guiding the manner of my solemn words. And let no one expect to hear any elegance of ornamented names and phrases; for I know well that loose oratory made for pleasure displeases the sensible, when speakers care more for applause than for sober discourse.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-3)."},"constantine-oratio-sanctorum-coetum/11.4":{"o":"φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν, ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς ὑπʼ ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδʼ ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ ἀνεξίκακον οὔθʼ ὑπὸ ὕβρεως διατρέπεται, οὔθʼ ὑπὸ προπηλακισμοῦ τῆς φυσικῆς στερρότητος ἐξίσταται, ἀλλʼ ἀεὶ... γίγνεται τῶν ἐπεμβαινόντων τὴν ἀγριότητα λογισμοῦ τε καὶ μεγαλοψυχίας φρονήματι θραύουσα.","t":"Some senseless and impious men say that our Christ was justly punished, and that the cause of life for the living was himself deprived of life ... That those who have once dared to be impious, and neither fear nor hide their wickedness, should say this is no wonder; but it passes all folly that they seem to have persuaded themselves that the incorruptible God was overpowered by a man, or that cruelty prevailed over love for humanity; and they do not consider that magnanimity and forbearance are neither turned aside by insult nor moved by abuse from their natural firmness, but always ..., breaking the savagery of those who attack by the mind of reason and magnanimity.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-4)."},"constantine-oratio-sanctorum-coetum/11.5":{"o":"προῄρητο γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία ἀδικίαν μὲν ἐξαλεῖψαι κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοῦς σοφωτάτους τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν συνεστήσατο, ζηλῶσαι τοὺς ἀγαθούς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ περὶ τὰ κοσμικὰ πρόνοιαν· οὗ μεῖζον ἀγαθὸν τί ἄν τις εἴποι, θεοῦ δικαιοσύνην βραβεύοντος καὶ ἐξομοιοῦντος ἑαυτῷ τοὺς ἀξίους τῆς αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος τὸ εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἄπαντα τὸν αἰῶνα περιγένηται;","t":"For God's love for humanity had resolved to wipe out injustice and to exalt good order and justice. Therefore, gathering together the wisest of men, he established a most beautiful and beneficial teaching, so that the good and blessed might emulate his own providence over the affairs of the world. What greater good could one name than this: that God awards righteousness and makes like himself those worthy of his instruction, so that, goodness being shared among all, happiness may come to men for all eternity?","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-5)."},"constantine-oratio-sanctorum-coetum/11.6":{"o":"αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδʼ ἀληθὲς κράτος, τόδε μέγιστον ἔργον καὶ ἁρμόζων τῶν συμπάντων δήμων σωφρονισμός. καὶ τούτων μέν πάντων σοι τὰ νικητήρια δίδομεν εὐφημοῦντες, ὦ σῶτερ τῶν ὅλων, σὺ δʼ, ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷς μὲν νέους, πείθεις δὲ μειράκια καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπάγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δʼ ἀγαλμάτων πλάσματα, οἷς εὔχοιντο καὶ προσκυνοῖεν, ὥστε ἐξαπατηθέντας μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναισθησίας.","t":"This is the venerable victory, this the true power, this the greatest work and fitting chastening of all peoples. For all these we give you the prizes of victory with praises, O Saviour of all. But you, wicked and shameful blasphemy, lifted up by lies, rumours and slanders, you deceive the young and persuade youths and men of youthful character, leading them away from the worship of the true God and setting up fashioned images for them to pray to and worship, so that, deceived, they may await the reward of their folly.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-6)."},"constantine-oratio-sanctorum-coetum/11.7":{"o":"αἰτιῶνται γὰρ τὸν τῶν ἀγαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἆρʼ οὗτος ὁ θεὸς κατʼ ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπειλημμένος πᾶσαν δʼ ἀγαθότητα ὑπερκύπτων, ἐξ οὗ καὶ ὁ ἔπαινος μείζων καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδικίαν τῆς ὕβρεως οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρονοῦσι συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξαμαρτεῖν, αὐτὸς δʼ ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδʼ ὁτιοῦν τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεῖς, (ἐφεῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν) ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς θοίνας τε καὶ ἑορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες δὲ ἡδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκηπτόμενοι ταῖς δʼ ἐαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει καὶ ἐπισκήπτοντος τῷ παιδὶ τὸν τούτων διακυβερνᾶν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες κατὰ τὴν τοῦ παιδὸς κρίσιν δεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν.","t":"For they accuse Christ, the cause of all good things, God and Son of God. Is not this God worshipped as he deserves, possessing every kind of power and surpassing all goodness? From this the praise is greater and the wonder extraordinary, that he did not use the greatness of his power to avenge the outrage, but pardoned men of foolish mind, thinking folly and sin proper to men, while he himself, remaining in his own purpose, diminished nothing of his natural love for humanity. Go then, you impious (for it is allowed you, because of your unpunished sin), to the slaughter of victims, to feasts and festivals and drunkenness, pretending to worship but practising pleasures and licentiousness, making a show of offering sacrifices but serving your own pleasures. For you know nothing good, not even the first command of the great God, who ordained for the human race and charged his Son to govern their life, so that those who lived rightly and soberly might, by the Son's judgment, obtain a second life, blessed and happy.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.7 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-7)."},"constantine-oratio-sanctorum-coetum/11.8":{"o":"ἐγὼ μὲν οὖν τὸ τοῦ θεοῦ δόγμα περὶ τῆς τῶν ἀνθρώπων βιώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῶ, καθάπερ οἱ πολλοί, οὐδὲ ἐξ εἰκασίας παιδός, ποία δὲ γένεσις. εἴπερ εἷς μόνος ὢν θεὸς τυγχάνει, πάσης δὲ μίξεως οὗτός ἐστιν ἀλλότριος; ἀλλὰ τὴν γένεσιν διπλῆν τινα νοεῖσθαι χρή, τὴν ἐξ ἀποχυήσεως τὴν συνεγνωσμένην ταύτην, ἑτέραν δὲ τὴν ἐξ ἀιδίου αἰτίας, ἧς τὸν λόγον θεοῦ προνοίᾳ θεᾶται καὶ ἀνδρῶν ὅς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν ὅλων διακοσμήσεως εἴσεται. ὄντος τοίνυν ἀναιτίου μηδενός, προϋπάρχειν τῶν ὄντων τὴν αἰτίαν αὐτῶν ἀνάγκη. ὄντος ἄρα κόσμου καὶ τῶν ἐν αὐτῷ οὔσης τε αὐτῶν σωτηρίας, τὸν σωτῆρα τῶν πάντων προυπάρχειν ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν τὴν τῆς σωτηρίας αἰτίαν, τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν, καθάπερ αἰτία μὲν υἱοῦ ὁ πατήρ, αἰτιατὸν δʼ ὁ υἱός.","t":"I, then, have set out God's teaching about human life. not in ignorance, like the many, nor by guesswork. [Whence, then,] a Son, and what kind of birth, if God is one alone and foreign to all mixture? Birth must be understood as twofold: the one by bringing forth, which is the familiar one, and the other from an eternal cause, whose reason the providence of God beholds, and of men whoever is his friend; for a wise man will know the cause of the ordering of the universe. Since nothing is without a cause, the cause of things that exist must necessarily pre-exist them. Since, then, the world and the things in it exist, and their preservation exists, the Saviour of all must necessarily pre-exist; so that Christ is the cause of preservation, and the preservation of things that exist is the effect, just as the Father is the cause of the Son, and the Son the effect.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.8 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-8)."},"constantine-oratio-sanctorum-coetum/11.9":{"o":"καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς οἶμαι δεδήλωται. πῶς δʼ εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισαν, κηδεμονία τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργων αὐτοῦ κήδεσθαι. ἐπεὶ δὲ δὴ σώματι κοσμικῷ πλησιάζειν ἔν τε γῇ χρονίζειν ἔμελλεν, τῆς χρείας τοῦτο ἀπαιτούσης νέαν τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρὶς γάρ τοι γάμου σύλληψις, καὶ ἁγνῆς παρθενίας εἰλείθυια καὶ θεοῦ μήτηρ κόρη, καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆν καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος ἀποπταμένη ἐπὶ τοὺς τῆς παρθένου κόλπους κατῆρεν.","t":"That he pre-exists has, I think, been sufficiently shown. But how did he come down to men and to earth? The purpose of the descent, as the prophets foretold, is care for all things; for the creator must care for his works. And since he was about to draw near to a worldly body and to spend time on earth, as need required this, he devised for himself a novel birth: conception without marriage, the childbirth of pure virginity, a girl the mother of God, a temporal beginning of an eternal nature, an intelligible ... and the rest of the vision; a radiant dove, flying from Noah's ark, alighted on the virgin's bosom.","f":"Constantine, <i>Or. sanct. coet.</i> 11.9 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/11-9)."},"constantine-oratio-sanctorum-coetum/12.1":{"o":"Ἀλλʼ ἐρεῖ τις, ᾧ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δεδυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώπων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δʼ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοὺς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐδίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;","t":"But someone who loves to blaspheme will say that, being God, he could have made men's choice better and gentler. What better method, what more effective undertaking for the chastening of the wicked, than his own address? Did he not, present and seen, teach the orderly life? If, then, the command of God when present achieved nothing, what would it have profited when absent and unheard?","f":"Constantine, <i>Or. sanct. coet.</i> 12.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/12-1)."},"constantine-oratio-sanctorum-coetum/12.2":{"o":"τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνωμεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάξεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλʼ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὡς ἀληθῶς βίος· ὁ γάρ τοι μισθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄφθαρτος καὶ ἀίδιος βίος, οὗ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομένοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρημένοις.","t":"What then was the obstacle to the most blessed teaching? The perversity of men. For when we take with anger what is commanded rightly and fittingly, then the sobriety of the mind is darkened. Why was it dear to them to neglect the commands and to offer unwilling ears to the law laid down? For if they had not neglected them, they would have had a worthy reward for their hearing, not only at once but in the life thereafter, which is truly life. For the reward of obeying God is the incorruptible and everlasting life, which those can lay claim to who know God and make their own life worthy of emulation and, as it were, an eternal example to those who choose to live in rivalry.","f":"Constantine, <i>Or. sanct. coet.</i> 12.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/12-2)."},"constantine-oratio-sanctorum-coetum/12.3":{"o":"διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοφοῖς, ἵνʼ ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετʼ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθής τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὑπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς… πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρʼ αὐτοῦ, ᾧ γενναίως ἐμαρτύρησε.","t":"For this reason, then, the teaching was handed down to the wise, so that whatever they command may be carefully kept by those who hear, with a pure soul, and the keeping of God's command may be true and firm. For from it, from pure faith and sincere devotion to God, springs fearlessness in the face of death; it withstands worldly storms, fortified with the invincible ... of divine virtue for martyrdom. Having conquered the greatest fears by magnanimity, it is counted worthy of a crown from him to whom it nobly bore witness.","f":"Constantine, <i>Or. sanct. coet.</i> 12.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/12-3)."},"constantine-oratio-sanctorum-coetum/12.4":{"o":"καὶ οὐδὲν σεμνύνεται· ἐπίσταται γὰρ οἶμαι καὶ τοῦτο θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώνιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυχίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.","t":"And it does not boast; for it knows, I think, that this too was given by God, to endure and to fulfil the divine commands eagerly. This life is followed by lasting remembrance and eternal glory, most fittingly, if the martyr's life is found sober and mindful of the commands, and his end full of magnanimity and nobility. After this come hymns and psalms and praises, and praise to the overseer of all.","f":"Constantine, <i>Or. sanct. coet.</i> 12.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/12-4)."},"constantine-oratio-sanctorum-coetum/12.5":{"o":"καὶ τοιαύτη τις εὐχαριστίας θυσία τοῖς ἀνδράσιν ἀποτελεῖται, ἁγνὴ μὲν αἵματος ἁγνὴ δὲ πάσης βίας, οὐδὲ μὴν ὀσμὴ λιβάνων ἐπιποθεῖται οὐδὲ πυρκαϊά, καθαρὸν δὲ φῶς ὅσον ἐξαρκέσαι τοῖς εὐχομένοις πρὸς ἔκλαμψιν, σωφρονέστατα δὲ πολλῶν καὶ τὰ συμπόσια πρὸς ἔλεον καὶ ἀνάκτησιν τῶν δεομένων ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεσόντων. ἅπερ ἄν τις φορτικὰ εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.","t":"And such a sacrifice of thanksgiving is offered for these men, pure of blood and pure of all violence; nor is the smell of incense desired, nor a pyre, but only pure light, enough to give illumination to those who pray; and the feasts of many are held most soberly, for mercy and the refreshment of those in need and the help of those who have fallen. If anyone thinks these things burdensome, he does not think according to the divine and blessed teaching.","f":"Constantine, <i>Or. sanct. coet.</i> 12.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/12-5)."},"constantine-oratio-sanctorum-coetum/13.1":{"o":"Ἤδη δέ τινες καὶ ἐν τῷ μέμφεσθαι τὸν θεὸν νεανιεύονται. τί δή ποτε βουληθεὶς οὐ μίαν καὶ τὴν αὐτὴν τῶν ὄντων φύσιν ἐτεκτήνατο, ἀλλὰ διάφορα καὶ τὰ πλεῖστα ἐναντία τὴν φύσιν ἐκέλευσεν ἀπογεννᾶν; ὅθεν καὶ ἡ διαφορὰ τῶν ἡμετέρων ἠθῶν τε καὶ προαιρέσεων. ἦν γὰρ ἴσως ἄμεινον, καὶ πρὸς τὸ πειθαρχεῖν τοῖς κελεύσμασι τοῦ θεοῦ καὶ πρὸς τὴν ἀκριβῆ κατάληψιν αὐτοῦ καὶ πρὸς τὸ βεβαιοῦσθαι τὴν καθʼ ἑκάστου πίστιν, ὁμοτρόπους εἶναι πάντας ἀνθρώπους. δυνατὴ δὲ καὶ ἡ πρᾶξις ἅτε δὴ θεοῦ. οἱ ταῦτα λέγοντες ἐοίκασι μέμφεσθαι τῇ διακοσμήσει τῶν ὅλων καὶ τήν τε νυκτερινὴν διαδοχὴν μὴ προσδέχεσθαι, βούλεσθαι δὲ ἀεὶ τὸ ἡμερινὸν φῶς διαρκεῖν, καὶ ταῦτα τῆς ἀναπαύσεως οὔσης ἀναγκαίας, ἀγανακτεῖν τε πρὸς τοὺς ὠκεανοῦ καὶ γῆς ὅρους, μέμφεσθαί τε τὴν γῆν τοσαῦτα πρὸς χρῆσιν τῶν ἐπιγείων δωρουμένην, ἀλλὰ καὶ τὴν θάλασσαν αἰτιᾶσθαι παντοδαπὴν τοῖς πλέουσι παρεχομένην πορείαν, καὶ καθάπαξ πάντας μιᾶς μορφῆς ἀξιοῦν εἶναι, ὕλας δὲ καὶ ὄρη τὸ συνόλον μηδʼ ἀξιοῦν φαίνεσθαι, καὶ ὅλως πάντα τὰ διάφορα τῆς φύσεως ἀποτελέσματα σὺν ταῖς προσηγορίαις αὐτῶν ἀναιρεῖν. καὶ ταῦτα μὲν φανερῶς ἕωλα, τὸ δὲ τοὺς ἀνθρώπους πάντας ὁμοιοτρόπους εἶναι ἀξιοῦν, κομιδῇ γελοῖον, μηδὲ ἐννοεῖν, ὅτι οὐχ ἥπερ ἡ τοῦ κόσμου διάταξις αὕτη καὶ τῶν κοσμικῶν, οὐδὲ τὰ φυσικὰ τοῖς ἠθικοῖς ὁμοούσια, οὐδὲ τὰ τοῦ σώματος παθήματα τοῖς τῆς ψυχῆς πάθεσι τὰ αὐτά; τὸν μὲν γὰρ σύμπαντα κόσμον ἐκ διαφόρων στοιχείων ὁ θεὸς ἐτεκτήνατο. διαφορῶν γὰρ οὐσῶν τῶν σωματικῶν δυνάμεων διάφορα καὶ παντοδαπὰ πρὸς τὴν χρῆσιν τοῦ κόσμου ἐπορίζετο ἐξ ἀνάγκης, εἴπερ πολλὰ καὶ ἀναρίθμητα τῇ φύσει,... πολλὰ δʼ ὑπὸ θαλάσσης καὶ ἀέρος συντελεῖται. τὸν δὲ ἄνθρωπον λογικὸν ἐποίησεν ζῶον γνῶσιν τʼ αὐτῷ κακῶν καὶ ἀγαθῶν ἐδωρήσατο, ὅπως τὰ μὲν φύγοι τὰ δὲ μεταδιώκοι, δούς τʼ αὐτῷ τοιαύτης τινὸς σοφίας ἐπιτηδειότητα αὐτεξούσιον αὐτὸν εἴασεν καὶ τὴν κρίσιν τῆς διατυπώσεως ἐπέτρεψεν τοῦ καθʼ αὐτὸν βίου, καὶ ταῦτα ἐξ ἴσης πᾶσιν ἀνθρώποις. πόθεν οὖν τὸ διάφορον τῶν τρόπων; ὅταν οἶμαι τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς προνοίας ἀγαθοῦ καταμελῶμεν, θυμῷ δὲ εἴξαντες ἢ ἐπιθυμίᾳ ἀντὶ τῶν βελτιόνων τὰ χείρονα αἰρώμεθα. ἐρεθίζει γὰρ οὐ μικρῶς ὁ θυμός, βιάζεται δὲ καὶ ἡ ἐπιθυμία, καὶ τοὺς ἄφρονας ἐκτραχηλιάζουσιν, ὅταν τοῦ λόγου περιγένωνται. ἐπικρατήσαντος δʼ ἐκείνου πᾶς ὁ βίος μέτριος ἐπαίνου τε ἄξιος. συγκροτεῖται δʼ οὖν, ἡνίκα δίκην ἀγαθοῦ τινος ἡνιόχου σπάσῃ τὰς ἡνίας τῆς ἀτάκτου καὶ μανιώδους συνωρίδος, ἐνθένδε ἡ πίστις, καὶ ἡ πρὸς τὸν θεὸν εὐσέβεια δικαιοσύνη τε καὶ σωφροσύνη καὶ παντοίας ἀρετῆς εὐδαιμονία συνέστη. ταῦτα δὴ καὶ τὰ τοιαῦτα τὰ τῶν ψυχῶν κατορθώματα ἄγει πρὸς τὸν ὅσιον δικαστὴν αὐτὰς οὐ κριθησομένας οὐδʼ ἐπὶ τὸν τῶν ἁμαρτημάτων ἔλεγχον ἀχθησομένας ἀλλʼ ἐπὶ τὰς τιμάς, ἃς αὐτὸς ταῖς ἄριστα βεβιωκυίαις προϋπέσχετο. τὰς δʼ ἀκαθάρτους καὶ σωματικῶν ἡδονῶν ἐμφορηθείσας ὠθεῖ βίᾳ ὀδυρομένας ἐπὶ τὴν προσήκουσαν δίκην ἡ τιμωρία ἐπὶ τέλος ἄγουσα καὶ ἐκδικάζουσα τὴν δικαίαν τοῦ θεοῦ ἀπόφασιν. ἔνθα μένει μὲν αὐτὰς ἀσβεστόν τι καὶ ἀκατάπαυστον πῦρ, μένει δὲ ἀπόκρημνόν τε καὶ κατηρεφὲς βάραθρον. ἀσεβὲς δὲ καὶ τὸ ἐνθύμημα τῶν πρὸς τὴν διαφορὰν τῶν ὄντων ἀπεχθανομένων, μίαν τε καὶ τὴν αὐτὴν ἀξίαν πάντων χρημάτων εἶναι θελόντων. ἄδικον ἄρα τοῖς δυσσεβέσιν εἶναι δοκεῖ τὰ τίμια τῶν ὑποδεεστέρων προτιμᾶσθαι καὶ τὴν ἀθάνατον φύσιν πλεονεκτεῖν τῶν φθαρτῶν καὶ ἐπιγείων ζώων μακαριότητι, ὅσῳ σεμνοτέρα τε καὶ θειοτέρα τυγχάνει οὖσα. καὶ τῆς θείας ἀγαθότητος οὐκ ἄμοιρον τὸ τῶν ἀνθρώπων γένος, ἀλλʼ οὐκ ἁπλῶς πάντων οὐδʼὡς ἔτυχε, μόνων δὲ τῶν τὴν θείαν φύσιν ἐξιχνευσάντων καὶ τὸ προηγούμενον ἐπιτήδευμα τοῦ βίου προελομένων, τὴν τῶν θείων ἐπίγνωσιν.","t":"Some even make bold to blame God: why did he not wish to fashion one and the same nature for all things, but commanded them to be produced different and mostly opposite in nature? From this comes the difference of our characters and choices. For it would perhaps have been better, both for obeying God's commands, for grasping him exactly, and for each man's faith being made firm, that all men should be of the same character; and the deed was possible, since God is God. Those who say this seem to blame the ordering of the universe, not to accept the succession of night, but to wish daylight to last always, though rest is necessary; to be indignant at the boundaries of ocean and land; to blame the earth for giving so much for the use of earthly creatures; and to accuse the sea for providing every kind of voyage to sailors; and in short to think that all should be of one form, and not to think forests and mountains should appear at all, and altogether to abolish all the various products of nature together with their names. These things are plainly stale; but to think that all men should be of the same character is quite ridiculous, not considering that the ordering of the world is not the same as that of worldly things, nor are natural things of the same substance as moral things, nor are the sufferings of the body the same as the passions of the soul. God fashioned the whole world from different elements. Since the bodily powers are different, different and manifold things were necessarily provided for the use of the world, since many and countless things by nature ... and many are accomplished by sea and air. But man he made a rational creature and gave him knowledge of evil and good, so that he might flee the one and pursue the other; and having given him fitness for such wisdom, he left him free and entrusted to him the judgment of shaping his own life, and this equally to all men. From where, then, the difference of characters? When, I think, we neglect the good given us by providence, and, yielding to anger or desire, choose the worse instead of the better. For anger provokes not a little, and desire forces, and they throw the foolish headlong when they get the better of reason. But when reason prevails, the whole life is moderate and worthy of praise. It is made firm when, like a good charioteer, it pulls the reins of the disorderly and frenzied pair; from this comes faith, and piety toward God, justice and self-control, and the happiness of every virtue. These and such achievements of souls lead them to the holy judge, not to be judged nor brought to the examination of sins, but to the honours which he himself promised to those who have lived best. But the impure, glutted with bodily pleasures, the punishment, leading them to the end and carrying out God's just sentence, thrusts by force, lamenting, to the fitting penalty. There an unquenchable and unceasing fire awaits them, and a sheer and overhung pit. Impious too is the thought of those who hate the difference among things and want all things to be of one and the same worth. It seems unjust to the impious, then, that the honourable should be preferred to the inferior, and that the immortal nature should surpass the perishable and earthly creatures in blessedness by as much as it is more venerable and divine. And the human race is not without a share of the divine goodness, yet not of all simply or at random, but of those only who have traced out the divine nature and chosen the chief pursuit of life, the knowledge of divine things.","f":"Constantine, <i>Or. sanct. coet.</i> 13.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/13-1)."},"constantine-oratio-sanctorum-coetum/14.1":{"o":"Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ θʼ, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξισάζοιτο; εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλʼ ἐκείνῳ μὲν οὐδʼ ἂν τὰ οὐράνια συγκριθείη, ὥσπερ οὐδʼ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδʼ αἱ εἰκόνες τοῖς παραδείγμασιν.","t":"To compare things born with things eternal is truly the most complete madness. For the latter have neither beginning nor end, while the former, since they have been born and come into being and received the beginning of being and living at some time, necessarily have an end too. How could things that came into being be made equal to the one who commanded them to be born? For if these were like him, the command to be born could not properly be thought his. Not even the heavenly things could be compared with him, just as the perceptible world cannot be compared with the intelligible, nor images with their patterns.","f":"Constantine, <i>Or. sanct. coet.</i> 14.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/14-1)."},"constantine-oratio-sanctorum-coetum/14.2":{"o":"ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρόπου θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμμένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ ἐν μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιώσαντες.","t":"And how is the confusion of all things not ridiculous, when the honour of the divine is hidden by comparing it with men and even with beasts? And how is the desire for a power to rival God's power not the mark of mad men who have turned away from the sober and virtuous life? For if we lay claim at all to the divine happiness, we must spend our life according to God's command. So, in immortal and ageless mansions, superior to all fate, we shall pass our life, having lived according to the law laid down by God.","f":"Constantine, <i>Or. sanct. coet.</i> 14.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/14-2)."},"constantine-oratio-sanctorum-coetum/14.3":{"o":"μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρωπίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλʼ, ὅση δύναμις, τὴν διάνοιαν ἐπὶ τὰ ὄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτηδεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φησί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾧ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαισίως, οἱ δʼ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.","t":"For the only human power to rival God's power is sincere and guileless worship of God and turning to him, contemplation and learning of what pleases the higher, and not to bend down to the earth but, as far as one can, to raise the mind to what is upright and lofty; for from this pursuit, he says, comes victory instead of many good things. So the cause of the difference among things, both in worth and in variation of ability, has this reason; the sensible are persuaded by it and give thanks exceedingly, while the ungrateful fools receive the punishment their arrogance deserves.","f":"Constantine, <i>Or. sanct. coet.</i> 14.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/14-3)."},"constantine-oratio-sanctorum-coetum/15.1":{"o":"Καὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέρον τουτέστιν διὰ τὴν τῶν ἀνθρώπων μακαριότητα τὴν γῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαῦτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾧ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.","t":"And indeed the Son of God summons all to virtue, making himself the teacher of the Father's precepts to those of good sense; unless we deceive ourselves in wretched ignorance that for our benefit, that is, for the blessedness of men, he went about the earth, and calling to himself the best men of that time, taught them a teaching beneficial for life, [though aware] of the envy from the opposing nature, which loves to entice and deceive the inexperienced.","f":"Constantine, <i>Or. sanct. coet.</i> 15.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/15-1)."},"constantine-oratio-sanctorum-coetum/15.2":{"o":"τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόγου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξικάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προσέταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοσύνης πλουτοῦντας κοινωνεῖν τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προσῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμνότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνότητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύτην οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δʼ ἐξαιρέτως εὐσέβειαν καὶ σωφροσύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τούτοις αὐτοῖς καὶ τούτων παραπλησίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,","t":"So he visited the sick, relieved the infirm of the evils that beset them, consoled those who had come to the extreme of poverty and want, praised moderation joined with reason and prudence, and commanded them to bear nobly and patiently every outrage and every contempt, teaching that the Father's watchfulness is such that those who bear what befalls them with magnanimity always conquer. For he affirmed that this is a supremely excellent strength: firmness of mind with philosophy, which is the knowledge of the true and the good; accustoming those who are rich with justice to share what they have with the poorer by kindly distribution, forbidding domination in every way, and showing that, as he came to the lowly, so he will leave lowly those who give freely (the clause is obscure in the Greek); and that for the human race the beginning of life is from want and nakedness, and the end likewise ends in want and nakedness, saying that virtue alone is worthy of all care. He commanded, then, that it be honoured, since the salvation of the soul is set at the helm of the best virtue, and that piety, self-control and gentleness be practised above all; for this is the method set against every storm of our life. Then, having instructed the souls of his disciples with these and many similar precepts, so that they might pursue the most beneficial practice not only through spoken precepts but also in deed, he led them, going before them, on a long and uninhabited journey through waterless and scorched sand. He led them also through the waves of a raging sea, made savage by winds; and the waves, bearing firmly, held up the footsteps of God and of the righteous men walking,","f":"Constantine, <i>Or. sanct. coet.</i> 15.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/15-2)."},"constantine-oratio-sanctorum-coetum/15.3":{"o":"τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρεσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρονητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίδος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δʼ ἐκεῖνος ξιφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρώμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σωτῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν καταφυγῆς, νομοθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατάρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρησάμενον ἀπολεῖσθαι βιαίως.","t":"and having tested the faith of the peoples who obeyed him by such and so great a trial, he made them not only despisers of terrors and fears but also most genuine disciples of hope in him. And once he restrained with words one of his companions who had given way too much to anger; for that man was trying to defend himself with a sword against a swordsman who attacked him, as though the Saviour's help were not present to him. He commanded him to stay quiet and put away the sword, rebuking him as one who had despaired of refuge in him, and laying down plainly that everyone who begins with unjust hands, or who attempts to wrong the one who began it, and uses the sword, will perish by violence.","f":"Constantine, <i>Or. sanct. coet.</i> 15.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/15-3)."},"constantine-oratio-sanctorum-coetum/15.4":{"o":"ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος σοφία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀνάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγίστου γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλʼ ὁ ἀδικῶν τῇ μεγίστῃ περιβέβληται τιμωρίᾳ. τῷ δʼ ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προστασίᾳ τοῦ παρόντος καὶ ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλαβῆναι. πῶς δʼἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἶον παραιτησάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ βοηθεῖν; μάχη δʼ ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δʼ εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται. πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουσίας καὶ βοηθείας ἀμφιβάλλειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δʼ εὐχερῶς ῥυσθεὶς ἀπὸ τῶν δεινῶν μόνῳ θεοῦ νεύματι, ὁ διὰ θαλάσσης ὁδοιπορήσας παραγγέλματι τοῦ σωτῆρος καταστορεσθείσης καὶ στερεᾶν παρασχομένης ὁδὸν τοῖς διαποντίοις δήμοις; αὕτη γὰρ οἶμαι προφανὴς ὑποβάθρα πίστεως καὶ θεμέλιος οὗτος πεποιθήσεως, ἡνίκα ἂν τὰ θαυμαστὰ ταῦτα καὶ ἄπιστα γινόμενα καὶ ἐπιτελούμενα ἱστορῶμεν τῇ τοῦ προνοοῦντος κελεύσει. ἐντεῦθεν δὲ καὶ τὸ μὴ μεταμέλειν ἐπὶ τῇ πίστει παραγίνεται, ἡνίκα ἄν τις προσπίπτῃ πείρᾳ κακῶν, καὶ τὸ ἄτρεπτον ἔχειν τὴν πρὸς τὸν θεὸν ἐλπίδα· ταύτης γὰρ τῆς ἕξεως ἐγγενομένης τῇ ψυχῇ, ἵδρυται κατὰ τὴν διάνοιαν ὁ θεός· ἀήττητος δʼ οὗτος, οὐδὲ ἡ ψυχὴ ἄρα τὸ ἀήττητον ἔχουσα κατὰ τὴν ἑαυτῆς διάνοιαν ὑπὸ τῶν περιεστώτων κακῶν κρατηθήσεται. πείρᾳ δὲ τοῦτο μεμαθήκαμεν ἐκ τῆς τοῦ θεοῦ νίκης, ὃς τὴν ὑπὲρ τῶν πάντων πρόνοιαν ποιούμενος ὑπὸ τῆς τῶν ἀσεβῶν ἀδικίας ἐμπαροινηθείς, μηδεμίαν ἐκ τοῦ παθήματος καρπωσάμενος βλάβην, μέγιστα νικητήρια καὶ ἀίδιόν τινα στέφανον κατὰ τῆς πονηρίας ἀνεδήσατο, ἐπὶ τέλος μὲν ἀγαγὼν τὴν προαίρεσιν τῆς αὐτοῦ προνοίας καὶ στοργῆς τῆς περὶ τοὺς δικαίους, συντρίψας δὲ τὴν τῶν ἀδίκων τε καὶ ἀσεβῶν ὠμότητα.","t":"This is truly the heavenly wisdom: to choose to suffer wrong rather than to do wrong, and, when necessity arises, to be ready to suffer evil rather than to do it. For since doing wrong is the greatest evil, not the one wronged but the one who does wrong is encompassed by the greatest punishment. But for one obedient to God it was possible neither to do wrong nor to suffer it, trusting in the protection of God, who is always present and helping, so that none of those obedient to him is harmed. How could he have counselled himself best, or why, refusing God's help, did he think he must help himself? There was a fight between two, and the victory doubtful; and no one of sound mind prefers the doubtful to the certain. How could one doubt God's presence and help who had experienced so many dangers and had always been easily rescued from terrors by God's nod alone, who had walked through the sea, made smooth by the Saviour's command and offering a firm road to the peoples crossing it? For this, I think, is the plain foundation of faith and the ground of confidence, when we relate that these marvellous and incredible things were done and accomplished at the command of the one who provides. From this too comes not repenting of faith when one meets the trial of evils, and keeping one's hope in God unchanged; for when this habit is formed in the soul, God is established in the mind; and he is unconquerable, so the soul too, having the unconquerable in its own mind, will not be overcome by the evils that beset it. We have learned this by experience from the victory of God, who, exercising providence for all and outraged by the injustice of the impious, suffering no harm from the passion, bound on the greatest prizes and an eternal crown over wickedness, bringing to completion the purpose of his providence and his love for the righteous, and crushing the cruelty of the unjust and impious.","f":"Constantine, <i>Or. sanct. coet.</i> 15.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/15-4)."},"constantine-oratio-sanctorum-coetum/16.1":{"o":"Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο, προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δʼ ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολασίας ἐκφύοντα γεννήματα, λυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροσύνης μετάσχοι, ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων ψυχαῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, διʼ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.","t":"His passion had already been foretold by the prophets; foretold too his bodily birth; the time of his embodiment had been announced; and the cause of his incarnation was plain: that the offspring growing out of injustice and licentiousness, which defiled just deeds and ways, might be destroyed, and the whole inhabited world might share in prudence and self-control, the law laid down by the Saviour having prevailed in almost all souls, godliness being strengthened and superstition wiped out, through which not only slaughters of irrational animals but also sacrifices of human victims and accursed defilements of altars had been devised, as people, according to the laws of the Egyptians and Assyrians, slaughtered righteous souls to bronze or moulded images.","f":"Constantine, <i>Or. sanct. coet.</i> 16.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/16-1)."},"constantine-oratio-sanctorum-coetum/16.2":{"o":"τοιγάρτοι καρπὸν ἄραντο τὸν προσήκοντα τῇ τοιαύτῃ θρησκείᾳ Μέμφις καὶ Βαβυλών, ἐρημωθεῖσαι καὶ ἀοίκητοι καταλειφθεῖσαι μετὰ τῶν πατρῴων θεῶν. καὶ ταῦτα οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλʼ αὐτός τε παρὼν καὶ ἱστορήσας ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης. Μέμφις ἔρημος, ἐν ᾗ Μωϋσῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε, τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδʼ ἀκοντίων ῥιπαῖς μόνῃ δʼ ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.","t":"Accordingly Memphis and Babylon reaped the fruit fitting such worship, made desolate and left uninhabited with their ancestral gods. And I say this not from hearsay, but having been present myself and inquired, and having become an eyewitness of the pitiable fate of the cities. Memphis is desolate, where Moses, at God's command, broke the arrogance of Pharaoh, then most powerful, and destroyed his army, victorious over many great nations and strongly armed, not with showers of arrows nor volleys of javelins, but by holy prayer alone and gentle supplication.","f":"Constantine, <i>Or. sanct. coet.</i> 16.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/16-2)."},"constantine-oratio-sanctorum-coetum/17.1":{"o":"Οὐδεὶς δʼ ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε ἢ γένοιτο, εἰ μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος ἀπεκήρυξαν. τί δʼ ἂν εἴποι τις ἄξιον περὶ Μωϋσέως; ὃς ἄτακτον δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας, ἀντὶ μὲν αἰχμαλωσίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο, ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν κατορθωμάτων εὐτυχίᾳ ἀλαζονέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοσόφους ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.","t":"No one would ever have been, or would be, more blessed than that people, if they had not of their own will renounced the Holy Spirit from their souls. And what could one say worthily of Moses? He brought a disorderly people into order, adorned their souls with persuasion and modesty, won freedom for them instead of captivity, made them cheerful instead of gloomy, and led their souls on so far that, through the great change to the opposite and the good fortune of their successes, the mind of the men became rather boastful. He so surpassed in wisdom those before him that even those praised by the nations as wise men and philosophers became emulators of his wisdom.","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-1)."},"constantine-oratio-sanctorum-coetum/17.2":{"o":"Πυθαγόρας γὰρ τὴν ἐκείνου σοφίαν μιμησάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατʼ Ἀσσυρίαν τότε τυράννου;","t":"For Pythagoras, imitating his wisdom, became so celebrated for self-control that he made his own continence a pattern even for the most self-controlled Plato. And Daniel, who prophesied the future, worker of the most exalted magnanimity, outstanding in the beauty of his character and his whole life: how great and how harsh a hardship he overcame from the tyrant then ruling in Assyria!","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-2)."},"constantine-oratio-sanctorum-coetum/17.3":{"o":"ὄνομα δʼ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἐξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἄχραντον πρὸς τὸν ὄντως θεὸν εὐσέβειαν, τὴν ἄκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλʼ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἄφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἄγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἐξέφηνε, θηρσὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.","t":"His name was Nebuchadnezzar, whose whole line was wiped out and that venerable and vast power passed to the Persians. For the tyrant's wealth was famous, and is still now, and his untimely care for an improper worship, the abundance of metals of every kind for making gods, the sky-high heights of temples, and the laws of worship drawn up, horrible and cruel. Daniel, despising all these through his undefiled piety toward the true God, foretold that the tyrant's untimely zeal would be the cause of some great evil. But he did not persuade the tyrant; for abundant wealth is an obstacle to right thinking. At last the ruler revealed the savagery of his mind, commanding the righteous man to be torn by wild beasts.","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-3)."},"constantine-oratio-sanctorum-coetum/17.4":{"o":"γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἤραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης κεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.","t":"Noble too was the brothers' agreement in witnessing; those who emulated them afterwards won surpassing glory for faith in the Saviour, unharmed by fire and furnace and the terrors set to devour them, repelling with the pure contact of their bodies the fire enclosed in the furnace. And Daniel, after the overthrow of the Assyrian kingdom, destroyed by thunderbolts, passed by divine providence to Cambyses, king of the Persians. Envy was there too, and besides envy, the deadly plots of the magi, and successions of great and many dangers; saved easily from all of them by the help of Christ's providence, he excelled in the proof of every virtue.","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-4)."},"constantine-oratio-sanctorum-coetum/17.5":{"o":"οἱ γὰρ τοι μάγοι, τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς μεγάλας τε καὶ ἐξαισίους ἀρετὰς ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς οὐκ εἰς ὄλεθρον ἀλλʼ αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο· πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροσύνης ἀρετῇ συναιρομένη τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.","t":"For the magi, as the man prayed three times a day and accomplished great and extraordinary virtues by memorable works, slandered out of envy the very success of his prayers; and representing so great a power of his as very dangerous, they persuaded the ruler that he, who had been publicly the cause of so many good things to the Persians, should be condemned to be a feast for wild lions. Daniel was shut up, condemned not to destruction but to eternal glory; and placed among the beasts he found the beasts gentler and tamer than those who had shut him in; for prayer, aided by the virtue of good order and self-control, made all those raging by nature tame.","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-5)."},"constantine-oratio-sanctorum-coetum/17.6":{"o":"γνωσθέντων δὲ τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχρῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέκρινε, καθεῖρξέ τε τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οἱ τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.","t":"When this became known to Cambyses (for it was impossible that achievements of so great and so divine a power be overshadowed), he was utterly amazed at the wonder of what was reported, and repented of having been easily persuaded by the slanders of the magi. Nevertheless he dared to become a spectator of that sight, and to see the man hymning Christ with both hands raised, and the lions lying submissive and, as it were, worshipping the man's footsteps; and at once he condemned the magi who had persuaded him to the same penalty, and shut them up in the lions' court; and the beasts, which a little before had fawned on him, attacked the magi and destroyed them all according to their nature.","f":"Constantine, <i>Or. sanct. coet.</i> 17.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/17-6)."},"constantine-oratio-sanctorum-coetum/18.1":{"o":"Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.","t":"It occurs to me also to recall some testimonies from foreigners to the deity of Christ. For from these clearly even the mind of those who blaspheme him knows him to be God and Son of God, if indeed they believe their own words.","f":"Constantine, <i>Or. sanct. coet.</i> 18.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/18-1)."},"constantine-oratio-sanctorum-coetum/18.2":{"o":"ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὸν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπʼ ἴσης τῷ θρησκευομένῳ ὑπʼ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἠλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, διʼ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.","t":"The Erythraean Sibyl, then, who says she lived in the sixth generation after the flood, was a priestess of Apollo, wearing a diadem equal to that of the god she served, tending the tripod around which the serpent coiled, and giving oracles to those who consulted her, her parents in their folly having given her over to such a service, from which shameful passions arise and nothing venerable, just as is told of Daphne.","f":"Constantine, <i>Or. sanct. coet.</i> 18.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/18-2)."},"constantine-oratio-sanctorum-coetum/18.3":{"o":"αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, διʼ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστιχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως. δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτʼ ἔσται· Ηξει δʼ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα. Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο, Σαρκοφόρων ψυχὰς δʼ ἀνδρῶν ἐπὶ βήματι κρίνει. Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἄκανθα γένηται, Ρίψωσίν τʼ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα, Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν, Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.","t":"She, then, having once entered the shrine of untimely superstition and become truly filled with divine inspiration, foretold in verses the things to come concerning God, plainly showing by the order of the first letters, which is called an acrostic, the story of the descent of Jesus. [The acrostic reads in Greek: 'Jesus Christ, Son of God, Saviour, Cross.'] \"The earth shall sweat, when the sign of judgment comes; there shall come from heaven the King who is to reign for the ages, present to judge all flesh and the whole world. And mortals, faithful and faithless, shall see God most high with the saints at the end of time; he judges the souls of men in the flesh at his tribunal. When the whole world becomes a waste and a thicket of thorns, and mortals cast away their idols and all their wealth, the fire will burn up earth, heaven and sea, and, tracking them out, will break the gates of the prison of Hades.","f":"Constantine, <i>Or. sanct. coet.</i> 18.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/18-3)."},"constantine-oratio-sanctorum-coetum/18.4":{"o":"Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει, Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει, Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει. Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει, Θρῆνος τʼ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι, Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται. Υψώσει δὲ φάραγγας, ὁλεῖ δʼ ὑψώματα βουνῶν. Υγος δʼ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται, Ισά τʼ ὄρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ, Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν, Σάλπιγξ δʼ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει, Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου. Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα, Ηξουσιν δʼ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες. Ρεύσει δʼ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου, Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται· Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου, Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχʼ ἡμῶν.","t":"\"All the flesh of the dead shall then come to the light of freedom; the fire shall test the holy and the lawless for ever; whatever anyone did secretly, he shall then tell it all; for God will open dark hearts with his lights. There shall be lamentation from all, and gnashing of teeth. The brightness of the sun shall fail, and the dances of the stars; he will roll up heaven, and the moon's light will perish. He will raise up the ravines and destroy the heights of the hills; no grievous height shall appear any more among men; mountains shall be equal to plains, and every sea shall no longer yield to voyaging; for the earth, scorched by the thunderbolt, and the rivers with their springs, roaring, shall fail. The trumpet shall send from heaven a sound of much lamentation, howling in the midst the wretchedness and woes of the world. Then the earth, gaping, shall show the chaos of Tartarus, and all kings shall come to the judgment seat of God. A river of fire and brimstone shall flow from heaven. Then there shall be a sign for all mortals, clear to see: the wood among the faithful, the longed-for horn; the life of pious men, and a stumbling-block of the world; enlightening the called with water in twelve springs. An iron rod shepherding shall prevail. This is our God, now set forth in acrostics, Saviour, immortal King, who suffered for our sake.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 18.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/18-4)."},"constantine-oratio-sanctorum-coetum/18.5":{"o":"Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δʼ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.","t":"And it was clearly given to the virgin by God to proclaim these things beforehand. I, for my part, judge her blessed, whom the Saviour chose as prophetess of his providence toward us.","f":"Constantine, <i>Or. sanct. coet.</i> 18.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/18-5)."},"constantine-oratio-sanctorum-coetum/19.1":{"o":"Ἀλλʼ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογοῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιωφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας ἐξουσίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας.","t":"But most people do not believe, even though they admit that the Erythraean Sibyl was a prophetess; they suspect that someone of our religion, not without a share in the poetic muse, made these verses, and that they are forged and said to be the Sibyl's oracles, having maxims beneficial for life that cut off the great licence of pleasures and lead to a sober and orderly life.","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-1)."},"constantine-oratio-sanctorum-coetum/19.2":{"o":"ἐν προφανεῖ δʼ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενῆσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.","t":"But the truth is plain, since the diligence of our men has computed the dates more exactly, so that no one may suppose that the poem was made after Christ's descent and judgment, and that the verses are falsely given out as foretold long ago by the Sibyl.","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-2)."},"constantine-oratio-sanctorum-coetum/19.3":{"o":"ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δʼ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δʼ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθʼ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν","t":"For it is agreed that Cicero met with the poem, translated it into the language of the Romans and included it among his own writings; that he was killed when Antony prevailed; that Augustus in turn overcame Antony, and reigned fifty-six years. Tiberius succeeded him, in whose time the presence of the Saviour shone forth, the mystery of the most holy worship prevailed, and the new succession of the people was established, about which I think the most excellent of the poets of Italy speaks:","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-3)."},"constantine-oratio-sanctorum-coetum/19.4":{"o":"τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν· Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάνθη. καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ· Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν. τί τούτου φανερώτερον; προστίθησι γάρ· Ἤλυθε Κυμαίου μαντεύματος εἰς τέλος ὀμφή, Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.","t":"\"Then from there a new multitude of men appeared.\" And again in another place of the Bucolics: \"Sicilian Muses, let us hymn a great report.\" What could be plainer than this? For he adds: \"The voice of the Cumaean oracle has come to its fulfilment,\" hinting clearly at the Cumaean Sibyl.","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-4)."},"constantine-oratio-sanctorum-coetum/19.5":{"o":"καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις; Αὖθις ἄρʼ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν· Ἥκει παρθένος αὖθις ἄγουσʼ ἐρατὸν βασιλῆα.","t":"And he was not content with this, but went further, as though need demanded his testimony. What does he say again? \"Again, then, a sacred line of ages rises for us; the virgin comes again, bringing a lovely king.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-5)."},"constantine-oratio-sanctorum-coetum/19.6":{"o":"τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρʼ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείου πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπανήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·","t":"Who, then, would be the virgin who returns? Is it not she who became full of and pregnant with the divine Spirit? And what prevents the girl pregnant with the divine Spirit from being always a virgin and remaining one? She will return a second time when God too comes a second time and relieves the world. And the poet adds:","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-6)."},"constantine-oratio-sanctorum-coetum/19.7":{"o":"Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη, Ἀντὶ σιδηρείης χρυσῆν γενεὴν ὀπάσαντα, Προσκύνει. Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.","t":"\"And the child newly born, O light-bearing moon, who brings a golden race in place of the iron, worship. For under his rule all mortal wounds are healed, and the groans of sinners are laid to rest.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.7 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-7)."},"constantine-oratio-sanctorum-coetum/19.8":{"o":"συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύφως διʼ ἀλληγοριῶν ταῦτα λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπʼ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,","t":"We understand that these things are said both openly and at the same time hiddenly through allegories, the deity of Christ being brought before the eyes of those who examine the force of the verses more deeply,","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.8 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-8)."},"constantine-oratio-sanctorum-coetum/19.9":{"o":"ὅπως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήσειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυσίας τʼ ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. φησὶ γάρ·","t":"and, so that no one of the rulers in the royal city might be able to accuse the poet of writing against the ancestral laws and casting out what had long been held by the forefathers about the gods, he veils the truth. For he knew, I think, the blessed rite named after the Saviour; but to avoid the savagery of cruelty, he led the minds of his hearers to their own habits, and says that altars must be set up and temples built and sacrifices offered to the newborn child. Consistently he added the rest for those who understand. For he says:","f":"Constantine, <i>Or. sanct. coet.</i> 19.9 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/19-9)."},"constantine-oratio-sanctorum-coetum/2.1":{"o":"Ἄκουε τοίνυν, ἁγνείας παρθενίας τʼ ἐπήβολε ναύκληρε, ἐκκλησία, ἀώρου τε καὶ ἀδαοῦς ἡλικίας τιθήνη, ᾗ μέλει μὲν ἀληθείας, μέλει δὲ φιλανθρωπίας, ἐξ ἧς ἀενάου πηγῆς ἀποστάζει σωτήριον πόμα. ἀκούοιτε δʼ ἄν καὶ ὑμεῖς εὐφήμως οἱ τὸν θεὸν εἰλικρινῶς σέβοντες (διὸ καὶ μεμέλησθε αὐτῷ), προσέχοντες, τὸν νοῦν μὴ τῇ φράσει μᾶλλον ἢ τῇ τῶν λεγομένων ἀληθείᾳ, μηδʼἐμοὶ τῷ λέγοντι, ἀλλὰ τῇ τῆς καθοσιώσεως εὐσεβείᾳ.","t":"Hear, then, O church, pilot who has attained purity and virginity, nurse of tender and untaught age, who care for truth and care for love of humanity, from whose ever-flowing spring drips the saving drink. And you too, who worship God sincerely (and therefore he cares for you), listen in reverent silence, attending not to the phrasing so much as to the truth of what is said, and not to me the speaker, but to the piety of the dedication.","f":"Constantine, <i>Or. sanct. coet.</i> 2.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/2-1)."},"constantine-oratio-sanctorum-coetum/2.2":{"o":"τίς γὰρ ἂν εἴη λόγων χάρις, ἀνεξετάστου καταλειπομένης τῆς τοῦ λέγοντος διαθέσεως; τολμῶ δʼοὖν ἴσως μεγάλα, τῆς δὲ τόλμης τὴν πρὸς τὸ θεῖον στοργὴν ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω, ἵνʼἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες διορθῶσθε, τὴν μὲν ἄκραν παιδείαν μὴ ἐπιποθοῦντες, τὸ δὲ πιστὸν τῆς ἐπιχειρήσεως ἀποδεχόμενοι. 3 ἐπίπνοια δʼἡμῖν μεγίστη τοῦ πατρὸς παιδός τε ἀγαθοεργοῦ παρείη φθεγγομένῳ ταῦτα, ἅπερ ἂν αὐτὴ φράσῃ καὶ διανοίᾳ προσάψῃ. εἰ γάρ τις ἄνευ θεοῦ ῥητορικὴν ἢ ἄλλην τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληφεν, ἀτελὴς αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸ μῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον.","t":"For what grace would there be in words if the disposition of the speaker were left unexamined? I dare great things, perhaps; but I blame my daring on the love for the divine that is born in me, for it overpowers even shame. Therefore I especially join to myself as helpers those who understand the divine mysteries, so that if any slip occurs in my words, you may follow along and correct it, not longing for perfect learning but accepting the faithfulness of the attempt. [3] May the greatest inspiration of the Father and of the beneficent Son be with me as I utter what it may itself express and attach to my mind. For if anyone, pursuing rhetoric or any other science without God, has supposed that he can perfect the work adequately, both he and his pursuit have been found incomplete. Yet those who have ever been blessed with divine inspiration must not shrink or delay. Therefore we too, declining a long postponement, attempt the fulfilment of our aim.","f":"Constantine, <i>Or. sanct. coet.</i> 2.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/2-2)."},"constantine-oratio-sanctorum-coetum/20.1":{"o":"Λήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἀδὲ καὶ αὐτὸς δηλαδὴ τοὺς δικαίους. Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανεῖται, Πατροδότοις ἀρετῇσι κυβερνῶν ἡνία κόσμου. Σοὶ δʼ ἄρα, παῖ, πρῶτιστα φύει δωρήματα γαῖα Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ κολοκάσσῳ ἀκάνθῳ.","t":"\"He shall receive the life of the incorruptible God, and shall see heroes gathered with him\" (that is, the righteous), \"and he himself shall appear to his fatherland and to the blessed who long for him, steering the reins of the world with his father's virtues. And for you, child, the earth first brings forth gifts, barley and galingale, together with acanthus.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-1)."},"constantine-oratio-sanctorum-coetum/20.10":{"o":"τί δὴ μετὰ ταῦτα ὁ ποιητὴς λέγει; Ἀλλʼ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώπων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆς εἰρήνῃ κατακοσμήσῃ, ) Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι, Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ, Αὐτὴ δʼ ἄσπαρτος καὶ ἀνήροτος· οὐδὲ μὲν ἀκμὴν Ὀτραλέου δρεπάνοιο ποθησέμεν ἄμπελον οἶμαι. Οὐδʼ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ Ἀρνειὸς Τυρίῃσι περιπρέφει λίβάλεσσι, Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμείβων. Ἀλλʼ ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο. Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα, Χαρμοσύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης, Γηθόσυνόν τʼ αἰῶνος ἀπειρεσίου λάσιον κῆρ. Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς Σὴν ἀρετὴν κελαδεῖν, ἐφʼ ὅσον δύναμίς γε παρείη· Οὐκ ἄν μʼ ἐκπλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός, Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών· Ἀλλʼ οὐδʼ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης. Κόσμου κητώεντος ὅρα, φησί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.","t":"What then does the poet say after this? \"But when the hour of manhood and its fruit has come\" (that is, when, having grown to manhood, he roots out what besets human life and adorns the whole earth with peace), \"it will not be right for sinful sailors to wander, since all things will grow together from the earth in rich measure, itself unsown and unploughed; nor, I think, will the vine still long for the swift sickle. Nor will man need a fleece of wool, but the ram of himself will shine with Tyrian dyes, changing his rough wool for purple scarlet. But come, receive the honoured sceptre of royal rule from the right hand of your loud-thundering father, beholding the well-fixed foundations of the vast world, the joy of earth and heaven and sea, and the shaggy heart of boundless age rejoicing. Would that the sweet strength of old age might grant me to sing your virtue, as far as my power reaches! The divine singer of the Thracians would not amaze me, nor Linus, nor Pan himself, whom the Arcadian land bore; even Pan himself will not hold out for the victory.\" \"Behold,\" he says, \"the joy of the vast world and of all the elements.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.10 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-10)."},"constantine-oratio-sanctorum-coetum/20.2":{"o":"θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμημένος, ὅς ἀκριβῶς ἐπιστάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα· Σοὶ δʼ αἶγες θαλεραί, Φηςίν, Μαστοῖς καταβεβριθυῖαι, Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος, Οὐδὲ δέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας. ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοὺς δυνάστας οὐ φοβηθήσεται. Φύσει δʼ εὐώδη τὰ σπάργανα σεῖό γε ποίην Ὄλλυται ἰοβόλου φύσις ἑφπετοῦ, ὅλλυται... Λοίγιος, Ἀσσύριον δύλλει κατὰ τέμπεʼ ἄμωμον.","t":"A wonderful man, adorned with all learning, who knew exactly the cruelty of the times then present: \"For you,\" he says, \"the flourishing goats, heavy with udders, of their own accord yield a sweet stream of milk; nor is it right to fear grim lions for the flocks.\" Speaking the truth; for faith will not fear the rulers of the royal court. \"Your swaddling clothes produce a fragrant herb; the nature of the venomous serpent perishes, the deadly ... perishes, and Assyrian balsam blooms in the vales.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-2)."},"constantine-oratio-sanctorum-coetum/20.3":{"o":"τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτῆρος ἀρετῆς οἰκειότερον εἴποι τις ἔν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὥπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὅς τοὺς πρωτοπλάστους πρῶτος ἐξηπάτα, παράγων τὰς διανοίας αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροσύνης ἐπὶ τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον.","t":"Nothing truer than this, or more fitting to the Saviour's virtue, could one say. For the very swaddling clothes of God, the power of the Holy Spirit, bestowed fragrant flowers on the new offspring. And the serpent perishes, and the venom of that serpent which first deceived the first-formed, leading their minds away from their natural self-control to the enjoyment of pleasures, so that they might know the destruction hanging over them.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-3)."},"constantine-oratio-sanctorum-coetum/20.4":{"o":"πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθανασίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος δὲ αὐτοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδικημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς διασήμου τε ἀναστάσεως τὰ ὅμοια ἐλπίζειν ἐκέλευσεν.","t":"For before the Saviour's descent it broke the souls of men, which, through ignorance of the immortality of the righteous, rested on no good hope. But when he suffered, and the body he had put on was separated for a time from the communion of the Holy Spirit, the possibility of the resurrection was revealed to men, and whatever mud of human wrongdoings was left was all washed away by holy washings. Then indeed he urges his followers to take courage, and bade them hope for the like from his own venerable and glorious resurrection.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-4)."},"constantine-oratio-sanctorum-coetum/20.5":{"o":"οὐκοῦν δικαίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνατος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆθος τῶν θρησκευόντων προσαγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι θάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει.","t":"Justly, then, the whole nature of venomous creatures came to an end; death too came to an end, and the resurrection was sealed; the race of the Assyrians also perished, which had been the occasion of faith in God; and saying that it springs up freely and everywhere, he addresses the blameless multitude of worshippers. For as from one root a multitude of branches, flourishing with fragrant flowers, watered by a measured dew, sprouts forth.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-5)."},"constantine-oratio-sanctorum-coetum/20.6":{"o":"πεπαιδευμένων δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολούθως ἔχει· Αὐτίκα δʼ ἡρώων ἀρετὰς πατρὸς τε μεγίστου Ἔργʼ ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ. Τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα σημαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργασίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους, οἷς ἡ θεοφιλὴς ἐκκλησία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δικαιοσύνης τε καὶ σωφροσύνης βίον.","t":"For those who are educated, O most wise poet Maro, all that follows is also consistent: \"And at once you will learn the virtues of heroes and the works of your greatest father, all adorned with surpassing valour.\" By the praises of heroes he means the works of righteous men; by the virtues of the father he means the ordering of the world and its making for eternal duration; and perhaps also the laws which the God-loving church uses in pursuing a life of justice and self-control.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-6)."},"constantine-oratio-sanctorum-coetum/20.7":{"o":"θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου· Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί· (τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.) Ἐν δʼ ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς, (ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον, ) Σκληρῶν δʼ ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα·","t":"Wonderful too is the gradual advance of the life between good and evil toward the higher, refusing the suddenness of an abrupt change: \"First the threshing floors were led with yellow ears\" (that is, the fruit of the divine law was brought into use), \"and on red brambles the cluster hanging grew\" (which did not exist in the lawless life), \"and from the hard flanks of the pine flowed a stream of honey,\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.7 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-7)."},"constantine-oratio-sanctorum-coetum/20.8":{"o":"τὴν ἀλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος· ἴσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήψεσθαι διδάσκων. Παῦρα δʼ ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης· Πόντον ἐπαΐξαι περὶ τʼ ἄστεα τείχεσι κλεῖσαι, Ῥῆξαί τʼ εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης· Ἄλλος ἔπειτʼ ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ, Ἀνδράσιν ἡρώεσσιν ἐγαλλομένη, πολέμου δὲ Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς. εὖγʼ, ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουσίαν μέχρι τοῦ προσήκοντος ἐταμιεύσω. οὐ γὰρ ἦν σοι προκείμενον ἀποθεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηρτημένος.","t":"describing the folly of the men of that time and their hardened character; and perhaps also teaching that those who practise toil for God will receive a sweet fruit of their endurance. \"Yet a few traces of former ruin remain: to rush upon the sea, to shut cities around with walls, and to break the furrow of the field with the pulling of oxen. There will be another Tiphys, and a Thessalian Argo exulting in heroic men, and Achilles will again make trial of the war of Trojans and Danaans.\" Well done, most wise poet! For you used poetic licence within due bounds. It was not your purpose to prophesy, since you were not a prophet; and some danger, I think, also hindered you, impending over those who refuted what the forefathers believed.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.8 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-8)."},"constantine-oratio-sanctorum-coetum/20.9":{"o":"πεφραγμένως δὴ καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιασάμενος, ἅπερ ἀληθῶς ἔτι καὶ νῦν ἐξετάζεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός.","t":"Fortified, then, and safely, as far as possible, setting the truth before those able to understand, blaming towers and war, which truly are still found even now in human life, he portrays the Saviour as Achilles setting out for the Trojan war, and Troy as the whole inhabited world. For he made war directly against the opposing evil power, sent by his own providence and by the command of the greatest Father.","f":"Constantine, <i>Or. sanct. coet.</i> 20.9 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/20-9)."},"constantine-oratio-sanctorum-coetum/21.1":{"o":"Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; πῶς ἂν νοηθείη λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προστάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου.","t":"One of those who do not think rightly might suppose that these things are said about the birth of a man. But when a human child is born, what reason has the earth to be unsown and unploughed, and the vine not to long for the edge of the sickle or other care? How could this be understood as said of a human birth? For nature is the servant of God's command, not the worker of a human order. And the joy of the elements marks the descent of God, not the conception of some man; and the poet's prayer that the end of his life be lengthened is a sign of calling on the divine; for we are accustomed to ask life and safety from God, not from man.","f":"Constantine, <i>Or. sanct. coet.</i> 21.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/21-1)."},"constantine-oratio-sanctorum-coetum/21.2":{"o":"ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς μετέωρον ἀρθεῖσαν διαφυλάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἡμέρας; ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε· Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μητέρα κεδνὴν Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας. Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ΄ ἐγέλασσαν, Οὐδʼ ἥψω λεχέων, οὐδ΄ ἔγνως δαῖτα δάλειαν.","t":"So the Erythraean Sibyl says to God: \"Why, Master, do you lay on me the compulsion of prophecy, and do not rather lift me from the earth and keep me until the most blessed day of your coming?\" And Maro, besides what has been said, adds this: \"Begin, little child, to know your noble mother by her smile; for she carried you many months. And your parents did not smile on you as on a mortal, nor did you touch the marriage bed, nor know a festive banquet.\"","f":"Constantine, <i>Or. sanct. coet.</i> 21.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/21-2)."},"constantine-oratio-sanctorum-coetum/21.3":{"o":"πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτοῦ θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων, οὐκ ἀνθρωπίνου δὲ σώματος. λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν τὸ ἅγιον πνεῦμα; ποία δὲ ἐπιθυμία ἄφεσίς τε ἐν τῇ τοῦ ἀγαθοῦ διαθέσει, οὗ πάντα ἐφίενται; τί δʼ ὅλως κοινὸν σοφίᾳ τε καὶ ἠδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ὀχλοχαρῆ παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπιδείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν καθαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν.","t":"For how could his parents have smiled on him? His Father is God, a power without quality and without shape, encompassing other things, not of a human body. And who does not know that the Holy Spirit has no experience of the marriage bed? What desire, what release is there in the disposition of the Good, which all things desire? What has wisdom at all in common with pleasure? But let these things be left to be said by those who pursue a human and crowd-pleasing learning, but have no experience of divine learning; for they boast for display and reputation, while the others prepare their souls to be pure of every evil deed and word.","f":"Constantine, <i>Or. sanct. coet.</i> 21.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/21-3)."},"constantine-oratio-sanctorum-coetum/21.4":{"o":"ἐπικαλοῦμαι δὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοσέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθανασίας ὑπόσχεσιν ἀκίβδηλον· σὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπικουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀποστρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.","t":"I call on you, O godliness, as ally for what is said, you who are a pure law, the most desired hope of all good things, teacher of holiness, unadulterated promise of immortality: you, piety and love for humanity, I worship; to your healings we who have been healed owe eternal thanks. But the crowd that has no experience of your help, through its inborn hatred of you, turns away also from God, and does not know at all the cause of living and being, that it and the other impious depend on what is due to the higher. For the whole world and all that is in the world is his possession.","f":"Constantine, <i>Or. sanct. coet.</i> 21.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/21-4)."},"constantine-oratio-sanctorum-coetum/22.1":{"o":"Ἐγὼ μὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων αἰτιῶμαι τὴν σὴν εὐμένειαν. μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατʼ εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πολεμίων τρόπαια, σύνοιδεν δὲ καὶ μετ´ εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγάλη πόλις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς ἀνάξιον ἑαυτῆς προείλετο προστάτην, ὃς παραχρῆμα ἑάλω προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε.","t":"I, for my part, ascribe to your favour the good fortune of myself and of all that is mine. The outcome of all my prayers bears witness: deeds of valour, victories, trophies over enemies. The great city knows it too and praises it with acclamation; and the people of the dearest city wishes it too, even if, deceived by slippery hopes, it chose a protector unworthy of itself, who was at once caught, fittingly and deservedly for what he had dared, which it is not right to recall, especially for me, who am speaking to you and taking every care how I may address you with pure and auspicious words.","f":"Constantine, <i>Or. sanct. coet.</i> 22.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/22-1)."},"constantine-oratio-sanctorum-coetum/22.2":{"o":"ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκλησίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοσίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητῶν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοίδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους,","t":"I shall say something perhaps not unseemly or unfitting. Once, O godliness, an implacable war, surpassing in madness and cruelty, was proclaimed by tyrants against you and all your most holy churches; and there were some in Rome who rejoiced at such great public evils, and a field was even prepared for the battle. But you came forward and gave yourself up, relying on faith in God; and the cruelty of impious mortals, spreading like fire without ceasing, attached to you a wonderful and ever-celebrated glory; for awe seized those who watched,","f":"Constantine, <i>Or. sanct. coet.</i> 22.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/22-2)."},"constantine-oratio-sanctorum-coetum/22.3":{"o":"τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρησίαν.","t":"seeing the executioners themselves and those who racked the bodies of the godly growing weary and faltering before the terrors, the bonds slackened, the tortures themselves weakened and the burnings applied dimmed, while the followers of God remained unbending in their firmness under pain and did not flinch for a moment in their boldness.","f":"Constantine, <i>Or. sanct. coet.</i> 22.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/22-3)."},"constantine-oratio-sanctorum-coetum/22.4":{"o":"τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν προαίρεσιν, οὐ πειθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων.","t":"What profit did you gain by daring these things, most impious man? What is the cause of the derangement of your mind? You will say: the honour of the gods. Which gods? Or what notion do you take of the worth of the divine nature? Do you think the gods are wrathful like you? Even if they were such, you ought to have been amazed at their choice, not to obey shameless commands demanding unjustly the slaughter of righteous men.","f":"Constantine, <i>Or. sanct. coet.</i> 22.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/22-4)."},"constantine-oratio-sanctorum-coetum/22.5":{"o":"ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφροσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας","t":"You will say perhaps: because of what the forefathers held, and the opinion of men. I grant it. For what is believed is like what is done, of one and the same folly. You thought perhaps that there is some exceptional power in the human-shaped things made by carpenters and craftsmen; so you tended them with every care, that they might never be soiled, the greatest and most exceptional gods needing human care.","f":"Constantine, <i>Or. sanct. coet.</i> 22.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/22-5)."},"constantine-oratio-sanctorum-coetum/23.1":{"o":"Ἀντεξέταζε τὴν ἡμετέραν θρησκείαν πρὸς τὰ ὑμέτερα. οὐκ ἐνταῦθα μὲν ὁμόνοια γνησία καὶ διαρκὴς φιλανθρωπία, ἔλεγχος δὲ πταίσματος νουθεσίαν οὐκ ὄλεθρον φέρων, θεραπεία δὲ οὐκ ὠμότητος ἀλλὰ σωτηρίας, καὶ πίστις εἰλικρινὴς πρῶτον μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν φυσικὴν τῶν ἀνθρώπων κοινωνίαν, ἔλεος δὲ τῶν οὓς ἐπολέμησεν ἡ τύχη, ἁπλοῦς δὲ βίος καὶ οὐ ποικίλῃ τινὶ πανουργίᾳ τὴν πονηρίαν ἐπικαλυπτόμενος, τοῦ τε ὄντως θεοῦ καὶ τῆς μοναρχίας γνῶσις;","t":"Compare our religion with yours. Is there not here genuine concord and lasting love for humanity; rebuke of a fault that brings admonition, not destruction; care not of cruelty but of salvation; sincere faith, first toward God and then toward the natural fellowship of men; mercy on those whom fortune has warred against; a simple life, not covering wickedness with varied cunning; and the knowledge of the true God and of his sole rule?","f":"Constantine, <i>Or. sanct. coet.</i> 23.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/23-1)."},"constantine-oratio-sanctorum-coetum/23.2":{"o":"ἥδε ἐστὶν ἀληθῶς θεοσέβεια, ἥδε εἰλικρινὴς θρησκεία ἡ παντελῶς ἄχραντος, οὗτος ἔμφρων βίος, ὃν οἱ μετιόντες ὡς διὰ λεωφόρου σεμνῆς τινος ἐπὶ τὸν ἀέναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον ἐνστησάμενος βίον καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, πληροῖ δὲ μᾶλλον τὴν προσταχθεῖσαν αὐτῷ θεόθεν λειτουργίαν ἢ ἀποθνήσκει· ὁ γάρ τοι τὸν θεὸν ὁμολογήσας οὐ γίνεται πάρεργον ὕβρεως οὐδὲ θυμοῦ, ἀλλ´ εὐγενῶς τὴν ἀνάγκην ὑποστὰς τὴν τῆς καρτερίας πεῖραν ἐφόδιον ἔχει τῆς πρὸς τοῦ θεοῦ εὐμενείας.","t":"This is truly godliness, this the sincere and wholly undefiled religion, this the sensible life, by which those who pursue it travel as by a venerable highway to everlasting life. For no one at all who has entered on such a life, keeping his soul pure of the body, dies; rather he fulfils the service assigned him by God. For he who has confessed God does not become the plaything of outrage or anger, but, bearing necessity nobly, has the trial of endurance as provision for God's favour.","f":"Constantine, <i>Or. sanct. coet.</i> 23.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/23-2)."},"constantine-oratio-sanctorum-coetum/23.3":{"o":"οὐδὲν γὰρ ἀμφίβολον τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀσπάζεσθαι τὸ θεῖον· καὶ γὰρ ἄν εἴη τῶν ἀτοπωτάτων τοὺς μὲν ἀνθρώπους, ὅταν τυγχάνωσιν εὐεργετούμενοι, ἤτοι ὑπὸ τῶν τῆς αὐτῆς ἐξουσίας ἐπειλημμένων ἢ καὶ ὑποδεεστέρων, ἃ θεραπεύοντες τυγχάνοιεν οἱ εὐεργετοῦντες αὐτούς εὐχαρίστως κατατίθεσθαι καὶ ἀντευεργετεῖν, τὸν δὲ ὑπὲρ πάντας ἀρχηγόν τε τῶν πάντων καὶ τὸ ἀγαθὸν αὐτὸ καταμελεῖν τῆς ἀμοιβῆς, ὃ συμπαρομαρτεῖ μὲν ἡμῶν τῷ παντὶ βίῳ καὶ πάρεστιν ἡμῖν τηνικαῦτα, ὁσάκις ἀγαθόν τι ποιῶμεν, καὶ παραχρῆμα μὲν ἀποδεχόμενον τῆς ἀνδρείας καὶ εὐδικίας εὐεργετεῖ, τὴν δὲ συμπλήρωσιν τῆς ἀμοιβῆς εἰς τὴν τοῦ βίου συμπλήρωσιν ἡμῶν ὑπερτίθεται· πᾶσα γὰρ ἡ τοῦ βίου ψῆφος τηνικαῦτα λογοθετεῖται, ἐν ᾧ χρόνῳ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καταλείπεται, αὐτὴ δὲ ἡ ψυχὴ καθαρὰ καὶ ἄχραντος καθαρῷ καὶ ἀχράντῳ τῷ θείῳ πελάζει. ἥδε μὲν οὖν ἡ τοῦ θείου δικαιοσύνη, καὶ οὗτος μὲν ὁ τῶν δικαίων ἐξετασμός, πείρας γενομένης κατὰ τὸν βίον πίστεως τε καὶ ἐγκρατείας, καὶ ἐπειδὰν ταῦτα καλῶς ἔχῃ, ὁ μισθὸς ἐπακολουθεῖ τῆς αἰωνίου ζωῆς, μετέρχεται δὲ καὶ τοὺς πονηροὺς ἡ προσήκουσα τιμωρία.","t":"For there is no doubt that the divine welcomes human virtue. It would be most absurd that men, when they receive benefits, whether from those who hold the same authority or even from inferiors, should gratefully lay up and return the benefits that their benefactors happened to show them, while the One who is above all, the ruler of all and the Good itself, should neglect repayment. He accompanies our whole life and is present whenever we do some good; he receives our courage and justice and benefits us at once, but postpones the completion of the reward to the completion of our life. For the whole vote on life is reckoned at the time when the body is left by the soul, and the soul itself, pure and undefiled, draws near to the pure and undefiled divine. This, then, is the justice of God, and this the examination of the righteous: when trial of faith and continence has been made during life, and these are well, the reward of eternal life follows, while the fitting punishment overtakes the wicked.","f":"Constantine, <i>Or. sanct. coet.</i> 23.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/23-3)."},"constantine-oratio-sanctorum-coetum/24.1":{"o":"Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατιᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.","t":"And now I ask you, Decius, who once trampled on the labours of the righteous, who hated the church, who inflicted punishment on those who lived holily: what are you doing now after this life? In what and how grievous circumstances are you held? The time between your life and your death showed your good fortune, when, falling with your whole army in the Scythian plains, you brought the famous power of the Romans into contempt before the Getae.","f":"Constantine, <i>Or. sanct. coet.</i> 24.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/24-1)."},"constantine-oratio-sanctorum-coetum/24.2":{"o":"ἀλλὰ σύγε, Οὐαλεριανέ, τὴν αὐτὴν μιαιφονίαν ἐνδειξάμενος τοῖς ὑπηκόοις τοῦ θεοῦ, τὴν ὁσίαν κρίσιν ἐξέφηνας ἁλοὺς αἰχμάλωτός τε καὶ δέσμιος ἀχθεὶς σὺν αὐτῇ πορφυρίδι καὶ τῷ λοιπῷ βασιλικῷ κόσμῳ, τέλος δὲ ὑπὸ Σαπώρου τοῦ Περσῶν βασιλέως ἐκδαρῆναι κελευσθεὶς καὶ ταριχευθεὶς τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον.","t":"And you, Valerian, who showed the same bloodthirstiness toward the subjects of God, revealed the holy judgment: captured and led away a prisoner in chains with your very purple and the rest of the royal adornment, and finally, ordered by Sapor, king of the Persians, to be flayed and preserved, you set up an eternal trophy of your own misfortune.","f":"Constantine, <i>Or. sanct. coet.</i> 24.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/24-2)."},"constantine-oratio-sanctorum-coetum/24.3":{"o":"καὶ σὺ δέ, Αὐρηλιανέ, φλὸξ πάντων ἀδικημάτων, πῶς ἐπιφανῶς, διατρέχων ἐμμανῶς τὴν Θρᾴκην, κοπεὶς ἐν μέσῃ λεωφόρῳ τοὺς αὔλακας τῆς ὁδοῦ ἀσεβεῖ αἵματι ἐπλήρωσας.","t":"And you, Aurelian, firebrand of all wrongs, how conspicuously, as you rushed madly through Thrace, you were cut down in the middle of the highway and filled the ruts of the road with your impious blood!","f":"Constantine, <i>Or. sanct. coet.</i> 24.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/24-3)."},"constantine-oratio-sanctorum-coetum/25.1":{"o":"Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμῷ.","t":"Diocletian, after the bloodshed of the persecution, condemned himself, and without being noticed renounced the rule as useless and confessed the harm of his folly by confinement in a single despised dwelling.","f":"Constantine, <i>Or. sanct. coet.</i> 25.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/25-1)."},"constantine-oratio-sanctorum-coetum/25.2":{"o":"τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὢν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βασίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.","t":"What good did it do him to undertake war against our God? That, I think, he might spend the rest of his life in fear of the thunderbolt. Nicomedia speaks of it, and those who saw it are not silent, of whom I myself happen to be one. For I saw when, abject in spirit and fearing every sight and every sound, he lamented that his own folly had been the cause of the evils around him, since he had called down upon himself the divine help given to the righteous. Indeed his palace and his house were ravaged, as lightning spread and heavenly flame consumed them. And the outcome of these things had been foretold by men of sense; for they did not keep silent nor hide their lament at what was undeservedly done, but spoke openly and publicly to one another:","f":"Constantine, <i>Or. sanct. coet.</i> 25.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/25-2)."},"constantine-oratio-sanctorum-coetum/25.3":{"o":"„τίς ἡ τοσαύτη μανία; πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία τὸ τολμᾶν πολεμεῖν θεῷ ὄντας ἀνθρώπους, ἁγνοτάτῃ δὲ καὶ δικαιοτάτῃ θρησκείᾳ θέλειν ἐμπαροινεῖν, τοσούτου δὲ δήμου καὶ ἀνθρώπων δικαίων ὄλεθρον μηδεμιᾶς προϋπαρχούσης πλημμελείας μηχανήσασθαι, καὶ ταῦτα εὐκαιρίας τε οὔσης ἰδίᾳ τε καὶ δημοσίᾳ, δεξιῶς φερομένων πάντων πραγμάτων, ὁμονοίας τε τῶν δυναστευόντων βεβαίας μενούσης. ἔσται τούτων τίσις, ἔσται τοῦ ἀδίκως αἵματος ἐκχυθέντος ἐκδικία, καὶ ἴσως γε τούς τε αἰτίους καὶ τοὺς ἀναιτίους ἡ αὐτὴ περιλήψεται συμφορά. νεμεσᾴ γὰρ δικαίως πρὸς τοὺς πονηροὺς τὸ θεῖον”. καὶ ταῦτα ἔλεγον οὐκ ἀπεικότως τεκμαιρόμενοι· ἑώρων γὰρ μεγίστην τινὰ καὶ ὑπερορίαν ὠμότητα. πάντων γὰρ ἀναλωθέντων ὅσα πέφυκεν ἐπινοεῖν ὠμότης, ἐπὶ ἀσχήμονας τιμωρίας μετῆλθεν ἡ δυσσέβεια. ἁγνὰς γὰρ παρθένους καὶ σώφρονας γυναῖκας ὁ προειρημένος βασιλεὺς εἰς λύμην ἀσελγείας κατέκρινεν, αἰσχροῖς ψηφίσμασιν ἐπὶ τὰς ἡδονὰς παρακαλῶν τοὺς νέους· ἐν ᾧ κρείσσων εὑρέθη τῶν χυδαίων ἡ ἐγκράτεια τῆς ἀκολασίας τοῦ τυράννου. οὐδεὶς γὰρ ἑαυτὸν καθῆκεν εἰς ἀνόσιον θυμηδίαν, καὶ τὸ ψήφισμα τοῦ βασιλέως τὴν τοῦ δήμου σωφροσύνην οὐκ ἴσχυσεν ἀναχαιτίσαι. ὢ νόμων ἐπιμελητὴν ἄριστον, ὢ τῆς τῶν πάντων ὑπηκόων σωφροσύνης διδάσκαλον, ὢ κηδεμονίας στρατοῦ πρὸς τοὺς ἑαυτῶν πολίτας. ἐτίτρωσκον τὰ στέρνα τῶν ὁμοφύλων οἱ μηδέποτε τὰ τῶν πολεμίων ἐν παρατάξει μετάφρενα θεασάμενοι.","t":"\"What madness is this? How great the arrogance of power, that men dare to war against God, to wish to outrage the purest and most just religion, and to devise the destruction of so great a people of righteous men when no offence existed before; and this when there was prosperity in private and public, all affairs going well, and concord among the rulers remaining firm! There will be a reckoning for this, there will be vengeance for the blood unjustly shed, and perhaps the same calamity will overtake both the guilty and the innocent. For the divine is justly indignant at the wicked.\" And they said this, reasoning not unreasonably; for they saw a very great and excessive cruelty. When everything that cruelty can devise had been used up, impiety went on to shameful punishments. For the emperor mentioned before condemned pure virgins and chaste women to the outrage of licentiousness, inviting the young to pleasures by shameful decrees; in which the self-control of the common people proved stronger than the tyrant's licentiousness. For no one gave himself to the unholy enjoyment, and the emperor's decree could not overthrow the people's self-control. O best guardian of the laws, O teacher of self-control for all his subjects, O the army's care for their own fellow citizens! They wounded the breasts of their own people, they who had never seen the backs of enemies in battle.","f":"Constantine, <i>Or. sanct. coet.</i> 25.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/25-3)."},"constantine-oratio-sanctorum-coetum/25.4":{"o":"τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.","t":"At last divine providence pursued the vengeance for the unholy deeds, though not without public harm. So many slaughters took place that, had they been against barbarians, they would have sufficed for eternal peace. For the whole army of the emperor mentioned, subjected to the authority of a useless man who had seized the Roman rule by force, was consumed in many wars of every kind, when God's providence freed the great city.","f":"Constantine, <i>Or. sanct. coet.</i> 25.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/25-4)."},"constantine-oratio-sanctorum-coetum/25.5":{"o":"ἀλλὰ τίς ἄν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν εὐμοιρίᾳ νομίζονται τὴν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν εὐμένειαν. ἀλλὰ μὴν καὶ αἱ πρὸς τὸν θεὸν ἐκφωνήσεις τῶν πιεζομένων καὶ τὴν ἔμφυτον ἐλευθερίαν ποθούντων, καὶ οἱ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν τῆς εὐχαριστίας πρὸς τὸν θεὸν ἔπαινοι, ἀποδοθείσης τῆς ἐλευθερίας αὐτοῖς καὶ τῶν μετὰ δικαιοσύνης συμβολαίων, πῶς οὐ παντὶ τρόπῳ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν πρὸς τοὺς ἀνθρώπους στοργὴν χαρακτηρίζουσιν;","t":"What clearer and plainer proof of God's judgment could be brought forward? The world itself cries out, and the procession of the stars appears brighter and clearer, rejoicing, I think, at the fitting vengeance for the unholy deeds; and the very times that succeeded that savage and inhuman life are thought to rejoice in their own good fortune and show God's kindness toward men. And the cries to God of those who were oppressed and longed for their native freedom, and the praises of thanksgiving to God after deliverance from evils, when freedom and just contracts had been restored to them: how do they not in every way show the providence of God and his love toward men?","f":"Constantine, <i>Or. sanct. coet.</i> 25.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/25-5)."},"constantine-oratio-sanctorum-coetum/26.1":{"o":"Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἀφ´ οὗ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἴδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.","t":"And when they praise my service, which had its beginning from God's inspiration, do they not affirm thereby that God is the cause of my valour? Most of all; for it is proper to God to command the best things, and to men to obey God. And I think that the most beautiful and best service is when one prepares beforehand, before the undertaking, the safety of what is to be done.","f":"Constantine, <i>Or. sanct. coet.</i> 26.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/26-1)."},"constantine-oratio-sanctorum-coetum/26.2":{"o":"καὶ ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ τοσαύτης, ὅσην ἄν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο. ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο καὶ τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τὴν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέραις εὐχαῖς συναιρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἄν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρωπίνων πταισμάτων· χρὴ τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.","t":"And all men know that the most holy worship of these hands is owed to God with pure and most sincere faith, and that, together with the hands, by prayers and supplications everything accomplished for the common good has succeeded, with as much benefit in private and public as each would have prayed for himself and his dearest. They have seen the battles and beheld the war, God's providence awarding the victory to the people, and they saw God helping our prayers. For righteous prayer is an invincible thing, and no one who supplicates holily fails of his aim; nor is there any room left for failure, except where faith falters. For God is always present and gracious, accepting the goodness of men. So it is human to stumble sometimes, but God is not the cause of human stumbles. All, then, who pursue piety ought to confess their thanks to the Saviour of all for our own salvation and the good fortune of public affairs, and with holy prayers and repeated supplications to make Christ gracious to us, so that he may keep his benefits. For he is the invincible ally and protector of the righteous, and the same is the best judge, leader to immortality, giver of eternal life.","f":"Constantine, <i>Or. sanct. coet.</i> 26.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/26-2)."},"constantine-oratio-sanctorum-coetum/3.1":{"o":"Ἀγαθὸν οὗ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδʼἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰ νοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρῴων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, διʼ ὧν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.","t":"The Good, which all things desire, God who is beyond being, has no generation, and therefore no beginning; for he himself is the beginning of all things that come into being. And the one who has his origin from him is united to him again, the separation and the joining with him taking place not locally but intellectually; for the one begotten did not come into existence by any loss of the Father's inward parts, as do things from seeds, but by the ordering of providence, which devised a Saviour as overseer of the perceptible world and of what is in it. Therefore for all things contained by the world the cause of being and living comes from there; from there too come the soul and every sense and the organs through which the things signified by the senses are accomplished.","f":"Constantine, <i>Or. sanct. coet.</i> 3.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/3-1)."},"constantine-oratio-sanctorum-coetum/3.2":{"o":"τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθʼὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τʼοὐράνια τά τʼἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,","t":"What then does the argument show? That there is one ruler of all things that exist, and that all things are subject to his sole lordship, the heavenly and the earthly, natural and organic bodies. For if the lordship over these, countless as they are, belonged not to one but to many, there would be lots and distributions of the elements, and ... would shake the harmonious concord of all things, as many administered differently the portion allotted to each,","f":"Constantine, <i>Or. sanct. coet.</i> 3.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/3-2)."},"constantine-oratio-sanctorum-coetum/3.3":{"o":"τοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμεδὲ καὶ λιτανεῖαν πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων ἐξαιρέτως οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δʼ ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δʼ ἀντιπράξαντι ἐμεμψάμην. τίνι δὲ προσευξάμενος τὴν αἰτίαν ἄν τῆς περιστάσεως γνῶναι τῆς τʼἀπαλλαγῆς τυχεῖν ἠξίουν;","t":"and ... of the whole world remaining always in the same state and manner. And to whom would I first, or last, offer supplication? Whom would I serve especially, without being impious toward the rest? Or perhaps, when I needed something for life, I would thank the one who helped, and blame the one who opposed. To whom would I pray to learn the cause of my trouble and ask to obtain release?","f":"Constantine, <i>Or. sanct. coet.</i> 3.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/3-3)."},"constantine-oratio-sanctorum-coetum/3.4":{"o":"θῶμεν δὴ λογίοις καὶ χρησμοῖς ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδʼἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.","t":"Suppose oracles and responses answered us that this was not in their own power, and belonged to another god: what mercy then, what providence of God toward man? Unless perhaps one more kindly disposed came to the aid by force of one with whom he had no relation. And anger, faction and reproach would follow, since they would not mind their own business nor be content with what fell to them, out of greed; and in the end, the confusion of all things.","f":"Constantine, <i>Or. sanct. coet.</i> 3.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/3-4)."},"constantine-oratio-sanctorum-coetum/3.5":{"o":"τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων στάσις τὰ ὑπὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο ἄν, ἀφανισθείσης μὲν τῆς τῶν ὡρῶν διατάξεως καιρῶν τε μεταβολῆς καὶ τῆς κατὰ τοὺς καιροὺς τῶν φυομένων καρπῶν τε μεταβολῆς καὶ νισθείσης δʼἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀναπαύσεως. καὶ τούτων μὲν ἅλις, πάλιν δʼἐπὶ τὸν ἀνεξέλεγκτον ἐπανήκωμεν λόγον.","t":"What then would follow? Clearly the faction of the heavenly powers would have destroyed what is under heaven and on earth: the order of the seasons and the changes of times would have vanished, and the change of the fruits that grow according to the seasons; and the day would have vanished, and the night's rest that succeeds it. But enough of this; let us return again to the irrefutable argument.","f":"Constantine, <i>Or. sanct. coet.</i> 3.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/3-5)."},"constantine-oratio-sanctorum-coetum/4.1":{"o":"Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δʼἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δʼἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀνάγκη τὸ γένος. προσθήκης δʼἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοῦτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δʼἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρʼἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι.","t":"Everything that has a beginning also has an end; and a beginning in time is called generation; all things from generation are perishable, and time dims their form. How then could beings from perishable generation be immortal? Yet such an opinion has spread among the unreasoning crowds that marriages and begettings of children are believed to take place among the gods. But if those who are begotten are immortal, and they are always begotten, the race must overflow. And with increase upon increase, what heaven, what earth could hold so great a swarm of gods coming into being? And what could one say of men who join heavenly brothers and sisters in the union of marriage and accuse them of adulteries and licentiousness? Let us say boldly that their honours and the rewards given them by men are mingled with insults and lewdness.","f":"Constantine, <i>Or. sanct. coet.</i> 4.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/4-1)."},"constantine-oratio-sanctorum-coetum/4.2":{"o":"ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἷα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι.","t":"For already someone versed in letters, having composed hymns in metre or without metre, or a sculptor, conceiving some form in his mind, fashions an artful plaything; and meanwhile, as if forgetfulness had fallen on him, he flatters his own creation, worshipping it as an immortal god, while admitting that he himself, the father and maker of the statue, is mortal.","f":"Constantine, <i>Or. sanct. coet.</i> 4.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/4-2)."},"constantine-oratio-sanctorum-coetum/4.3":{"o":"τῶν δʼ ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.","t":"And they themselves show the tombs and burial places of those incorruptible ones, and honour the departed with immortal honours, not knowing that what is truly blessed and incorruptible has no need of honour from perishable beings. For what is seen by the mind and grasped by thought needs no form to shape it. All these things are done in honour of the departed; for they were men, when they lived sharing in a body.","f":"Constantine, <i>Or. sanct. coet.</i> 4.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/4-3)."},"constantine-oratio-sanctorum-coetum/5.1":{"o":"Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων ὑμνεῖν τὸν ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δʼ ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τʼ ἴδιον ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς ὀφειλομένης αὐτῷ πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας.","t":"But why do I stain my tongue with polluted words, when I am about to hymn the true God? I wish first to rinse my mouth as from brine with a pure drink. The pure drink flows from the ever-flowing spring of the virtues of the God hymned by us; and it is my own task to hymn Christ throughout my life and with the thanksgiving owed him by us for many great benefits.","f":"Constantine, <i>Or. sanct. coet.</i> 5.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/5-1)."},"constantine-oratio-sanctorum-coetum/5.2":{"o":"φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τʼ αὐτοὺς κατʼ ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δʼ ἀπονεῖμαι μόνην λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ τότε δὴ καὶ τὸ γένος αὔξειν ἐκέλευσεν, ὡς ἂν ποτε τὸ ὅλον ὑπὸ τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο.","t":"I say, then, that he established the foundations of this universe, and by his word, legislating, devised the plan of mankind; and at first he settled the newly created in a blessed place, full of flowers and laden with various fruits, and willed that at the beginning they should be ignorant of good and evil; but in the end he assigned them a dwelling on earth, the only one fitting for a rational creature; and then he commanded the race to increase, so that the whole, bounded by the circling of the ocean, might at some time be inhabited.","f":"Constantine, <i>Or. sanct. coet.</i> 5.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/5-2)."},"constantine-oratio-sanctorum-coetum/5.3":{"o":"πληθύνοντος δʼ οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι ἀνευρίσκοντο, πληθύει τʼ οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων ζώων γενεά, ἐφʼ ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶσον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις πρόνοια.","t":"As the human race thus multiplied, arts useful to life were invented; and no less did the race of irrational animals multiply, an exceptional natural power being found in each kind: in tame animals gentleness and obedience to man; in wild ones strength and speed and a kind of natural foresight for escaping danger.","f":"Constantine, <i>Or. sanct. coet.</i> 5.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/5-3)."},"constantine-oratio-sanctorum-coetum/5.4":{"o":"καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις ἐπέταξε, πρὸς δὲ τὰ ἄγρια ἅμιλλάν τινα, νομοθετήσας. μετὰ δὲ ταῦτα τὴν τῶν πετεινῶν γενεὰν συνεστήσατο, πολλὴν μὲν ἀριθμῷ φύσει δὲ καὶ ἔθεσι διάφορον, ἐκπρεπῆ μὲν χρωμάτων ποικιλίᾳ μουσικῆς δʼ ἁρμονίας ἐμφύτου μέτοχον, ἄλλα τε πάντα ὅσα κόσμος περιλαβὼν συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.","t":"And he enjoined on men a kind of care for all the tame animals, and laid down a kind of contest against the wild ones. After this he established the race of birds, many in number and different in nature and habits, conspicuous for variety of colours and sharing an inborn musical harmony; and having distinguished everything else that the world embraces and holds together, and fixed for all these an appointed law of life, he adorned the most perfect completion of the whole.","f":"Constantine, <i>Or. sanct. coet.</i> 5.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/5-4)."},"constantine-oratio-sanctorum-coetum/6.1":{"o":"Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι οὐδὲ συνιᾶσιν, ὅταν τὴν εἱμαρμένην προσαγορεύωσιν, ὄνομα μὲν φθεγγόμενοι, πρᾶξιν δʼ οὐδεμίαν οὐδʼ ὑποκειμένην τινὰ δηλοῦντες οὐσίαν. τίς γὰρ ἂν εἴη αὐτὴ καθʼ ἑαυτὴν ἡ εἱμαρμένη, τῆς φύσεως γεννησάσης τὰ πάντα; ἢ τί ἂν εἶναι ἡ φύσις νομίζοιτο, εἴπερ ὁ τῆς εἱμαρμένης θεσμὸς ἀπαράβατος ὑπάρχει; ἀλλὰ καὶ τὸ λέγειν εἱμαρμένον τινὰ θεσμὸν εἶναι δηλοῖ ὅτι θεσμὸς πᾶς ἔργον ἐστὶ τοῦ θεσμοθετήσαντος. ἣ τοίνυν ἡ εἱμαρμένη, εἴπερ ἐστὶ θεσμός, θεοῦ ἂν εὕρημα εἴη· πάντʼ ἄρα ὑποτέτακται τῷ θεῷ, καὶ οὐδὲν ἄμοιρον τῆς ἐκείνου δυνάμεως.","t":"But most people, being foolish, ascribe the ordering of all things to nature, and some of them to fate or chance. Reckoning the authority over these things to fate, they do not even understand that, when they name fate, they utter a name but show no action and no underlying substance. For what would fate be in itself, if nature produced all things? Or what could nature be thought to be, if the law of fate is inviolable? Indeed, to say that there is a law of fate shows that every law is the work of a lawgiver. So fate, if it is a law, would be God's invention: all things, then, are subject to God, and nothing is without a share in his power.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-1)."},"constantine-oratio-sanctorum-coetum/6.10":{"o":"καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτʼ αἰσθητῶς, μόνον δʼ ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.","t":"And do we still dare to say that all these things happen spontaneously and at random? We cannot show in what shape and form the spontaneous is characterized, since it has no substance, either intellectual or perceptible, but only the sound of an unsubstantial name buzzing about the ears.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.10 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-10)."},"constantine-oratio-sanctorum-coetum/6.2":{"o":"καὶ τήν γε εἱμαρμένην θεοῦ εἶναι καὶ νομίζεσθαι προαίρεσιν ἀποδεχόμεθα· ἀλλὰ πῶς ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ αἱ λοιπαὶ ἀρεταὶ καθʼ εἱμαρμένην; πόθεν δὲ τὰ ταύταις ὑπεναντία, ἥ τε ἀδικία καὶ ἡ ἀκολασία; ἥ τε γὰρ πονηρία ἐκ φύσεως ἀλλʼ οὐχ εἱμαρμένης, ἥ τε ἀρετὴ ἤθους καὶ τρόπων ἐστὶ κατορθώματα. τὰ δὲ τῆς ἀγαθῆς καὶ ὀρθῆς προαιρέσεως ἤτοι πταίσματα ἢ αὖ πάλιν κατορθώματα, ἄλλοτε ἄλλως ἀποβαίνοντα ἢ κατὰ τύχην ἢ κατὰ εἱμαρμένην, πᾶν τε τὸ δίκαιον καὶ τὸ κατʼ ἀξίαν ἀπονεμόμενον ἑκάστῳ πῶς καθʼ εἱμαρμένην;","t":"And we accept that fate is God's will and is so regarded; but how are justice and self-control and the other virtues according to fate? And from where come their opposites, injustice and licentiousness? For wickedness comes from nature, not fate, and virtue is the achievement of character and habits. As for the failures, or again the successes, of a good and upright choice, turning out now one way, now another, by chance or by fate, and all that is just and given to each as deserved: how is this according to fate?","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-2)."},"constantine-oratio-sanctorum-coetum/6.3":{"o":"νόμοι δὲ καὶ προτροπαὶ ψόγοι τιμωρίαι τε καὶ πάνθʼ ὅσα παρακαλεῖ μὲν ἐπὶ ἀρετὴν ἀπάγει δʼ ἀπὸ πονηρίας, πῶς οὐκ ἐκ δικαιοσύνης, ἥτις ἐστὶν ἰδία θεοῦ προνοουμένου, ἀλλʼ ἐκ τύχης ἢ τοῦ αὐτομάτου συστῆναι λέγεται; διὰ γὰρ τὸν ποιὸν τῶν ἀνθρώπων βίον καὶ τὸ κατʼ ἀξίαν ἐπαρτᾷ, λοιμῶν ἔσθʼ ὅτε καὶ στάσεων ἀφορίας τε καὶ εὐφορίας ἐπακολουθούντων φανερῶς τε καὶ διαρρήδην μόνον οὐχὶ φωνὴν ἀφιέντων, ὅτι πάντα τὰ τοιαῦτα τοῖς ἡμετέροις βίοις ἐφήρμοσται.","t":"Laws and exhortations, reproofs and punishments, and all that summons to virtue and draws away from wickedness: how is it said that they come not from justice, which is proper to God's providence, but from chance or the spontaneous? For according to the quality of men's life he also suspends what they deserve over them, plagues and factions, barrenness and fertility at times following, plainly and expressly all but crying aloud that all such things are fitted to our lives.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-3)."},"constantine-oratio-sanctorum-coetum/6.4":{"o":"ἡ γάρ τοι οὐσία χαίρει μὲν εὐδικίαις ἀποστρέφεται δὲ πᾶσαν δυσσέβειαν, καὶ τὸ μέτριον φρόνημα δεξιοῦται, μισεῖ δὲ τόλμαν καὶ τὴν ὑπὲρ τὸ ζῶον ἐπηρμένην ἀλαζονείαν· ὧν εἰ καὶ τὰ μάλιστα σαφεῖς καὶ πρὸ ὀφθαλμῶν κείμεναί εἰσιν αἱ ἀποδείξεις, τηνικαῦτα μέντοι φανερώτερον ἐκλάμπουσιν, ὁσάκις ἄν, συναγείραντες εἰς ἑαυτοὺς καὶ οἱονεὶ συστείλαντες τὸν νοῦν, τὴν αἰτίαν αὐτῶν παρʼ ἑαυτοῖς λογιζώμεθα. διὸ χρῆναί φημι ζῆν μετρίως τε καὶ προσηνῶς, μὴ ὑπὲρ τὴν φύσιν τὸ φρόνημα ἐγείροντας, καὶ ἐννοίας λαμβάνοντας ἀεὶ παρεῖναι ἡμῖν τὸν ἐπόπτην τῶν πρασσομένων θεόν.","t":"For that Being delights in justice and turns away from all impiety; it welcomes a modest mind and hates daring and the arrogance that is lifted above the creature. Though the proofs of these things are very clear and lie before our eyes, they shine out more plainly whenever, gathering ourselves together and, as it were, concentrating the mind, we reckon their cause within ourselves. Therefore I say we must live modestly and gently, not raising our minds above our nature, and always keeping in mind that God, the overseer of what is done, is present with us.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-4)."},"constantine-oratio-sanctorum-coetum/6.5":{"o":"ἔτι δὲ καὶ οὕτω βασανιστέον εἰ τὸ λεγόμενον ἀληθές ἐστιν, ὡς ἡ πάντων πραγμάτων διάταξις ἐκ τύχης καὶ τοῦ αὐτομάτου συνέστη· ἆρʼ οὖν καὶ τὰ οὐράνια καὶ τὰ ἄστρα, γῆ τε καὶ θάλασσα, καὶ πῦρ καὶ ἄνεμοι, ὕδωρ τε καὶ ἀήρ, καὶ ἡ τῶν καιρῶν παραλλαγή, θέρους τε καὶ χειμῶνος ὧραι, ταῦτα πάντα ἀλογίστως καὶ ὡς ἔτυχε συμβεβηκέναι μᾶλλον ἢ δημιουργηθῆναι πείθεσθαι χρή;","t":"Further, we must test in this way whether what is said is true, that the ordering of all things came about by chance and the spontaneous. Must we then believe that the heavenly bodies and the stars, earth and sea, fire and winds, water and air, and the change of seasons, the seasons of summer and winter, all happened without reason and at random rather than being made?","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-5)."},"constantine-oratio-sanctorum-coetum/6.6":{"o":"τὸν νοῦν γὰρ οὐκ ἔχοντές φασί τινες τὰ πλεῖστα τῶν τοιούτων διὰ τὴν ἑαυτῶν χρείαν τοὺς ἀνθρώπους ἐπινενοηκέναι, ἀφθόνως τῆς φύσεως πάντα χρήματα χορηγούσης. ἔστω περὶ τῶν ἐπιγείων καὶ φθαρτῶν τὴν δόξαν ταύτην λόγου τινὸς μετειληφέναι· ἆρʼ οὖν καὶ τὰ ἀθάνατα καὶ τὰ ἀναλλοίωτα τῶν ἀνθρώπων ἐστὶν εὑρήματα; τούτων γὰρ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα τῆς ἡμετέρας αἰσθήσεως κεχώρισται, νῷ δὲ μόνῳ καταληπτὰ τυγχάνει ὄντα, οὐκ ἔνυλον ζῶον, ἄνθρωπος, ἀλλὰ νοητὴ καὶ αἰώνιος οὐσία θεοῦ γεννήτριά ἐστιν.","t":"For some, lacking sense, say that men devised most such things for their own need, nature supplying all goods ungrudgingly. Let us grant that this opinion has some reason concerning earthly and perishable things; but are the immortal and unchanging things also inventions of men? For of these and of all such things that are separated from our senses and grasped by mind alone, the begetter is not man, a material creature, but the intelligible and eternal being of God.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-6)."},"constantine-oratio-sanctorum-coetum/6.7":{"o":"ἀλλὰ μὴν καὶ ὁ λόγος τῆς διατάξεως ἔργον προνοίας· τὸ τὴν ἡμέραν ἐκλάμπειν καταυγαζομένην ὑπὸ τοῦ ἡλίου, τὸ τὴν νύκτα διαδέχεσθαι δύνοντος αὐτοῦ καὶ διαδεξαμένην μὴ ἀμαυρὸν ὅλως αὐτὴν καταλείπεσθαι διὰ τὴν τῶν ἄστρων χορείαν. τί δʼ ἂν εἴποι τις περὶ τῆς σελήνης, πληρουμένης μὲν ἐκ τῆς καταντικρὺ πρὸς τὸν ἥλιον ἀποστάσεως, λεπτυνομένης δὲ διὰ τὴν ἐκ τοῦ σύνεγγυς πρὸς αὐτὸν ὁμιλίαν; ταῦτʼ οὐχὶ λόγον ἐνδιάθετον καὶ ἀγχίνοιαν δηλοῖ θεοῦ;","t":"Moreover the principle of the ordering is a work of providence: that day shines out, lit by the sun; that night succeeds when it sets, and, having succeeded, is not left wholly dark because of the dance of the stars. And what could one say of the moon, filling out from its distance opposite the sun and waning through its nearness to it? Do these not show the inner reason and the sagacity of God?","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.7 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-7)."},"constantine-oratio-sanctorum-coetum/6.8":{"o":"τὸ τʼ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρποὺς πεπαινούσης, ἀνέμων τε πνεύματα εὐετηρίαν παρασκευάζοντα, ὄμβρων τε παραψυχή, καὶ ἡ τούτων ἁρμονία ἁπάντων, καθʼ ἣν εὐλόγως τε καὶ εὐτάκτως διοικεῖται τὰ πάντα, τό τʼ ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;","t":"And the fitness of the sun's flame that ripens the fruits, the breaths of winds that bring abundance, the refreshment of rains, and the harmony of all these, by which all things are governed reasonably and in good order, and the eternity of the ordering, as the planets return to the same place at the due and appointed times: is not all this a manifest command of God and a perfect service of the stars obeying the divine law?","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.8 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-8)."},"constantine-oratio-sanctorum-coetum/6.9":{"o":"ὕψη δʼ ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τʼ ἀναπεπταμένων πεδίων ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν, τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δʼ αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι.","t":"Do the heights of mountains, the hollow depths of valleys and the levelness of spreading plains seem to exist without God's providence? Not only is the sight of them delightful, but their use too. And the measures and extents of water and land, sufficient both for farming and for bringing what is needed from abroad: how do they not plainly show God's exact and measured forethought? For the mountains hold water; the plain receives it, waters what is sufficient to refresh the land, and pushes out the rest into the sea; and the sea in turn hands it on to the ocean.","f":"Constantine, <i>Or. sanct. coet.</i> 6.9 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/6-9)."},"constantine-oratio-sanctorum-coetum/7.1":{"o":"Ἔστι γὰρ ὡς ἀληθῶς ἐπίφθεγμα τὸ αὐτόματον ἀνθρώπων ὡς ἔτυχε καὶ ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι δʼ ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται, θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δʼ ὅτι ψυχρῷ ὕδατι περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος.","t":"For 'the spontaneous' is truly the exclamation of people who think at random and without reasoning, who do not grasp the reason of things, and through the weakness of their grasp suppose irrationally that the things whose reason they cannot give were ordered without reason. Yet there are some things whose true grasp lies deep in the truth, possessing a wonderful nature, such as the nature of hot springs. No one could readily give the cause of so great a fire; but it is marvellous that, surrounded on every side by cold water, it does not lose its inborn heat.","f":"Constantine, <i>Or. sanct. coet.</i> 7.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/7-1)."},"constantine-oratio-sanctorum-coetum/7.2":{"o":"ταῦτά τοι σπάνιόν, ἵνʼ, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.","t":"These things are rare, so that, as I persuade myself, the power of providence may become easily recognized among men, ordaining that two most opposite natures, heat and cold, filter out from one and the same root.","f":"Constantine, <i>Or. sanct. coet.</i> 7.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/7-2)."},"constantine-oratio-sanctorum-coetum/7.3":{"o":"πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρηται, ἐξαιρέτως δʼ ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυχῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δʼ ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δʼ ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθʼ ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.","t":"Many and countless things have been given to men by the higher power for comfort and enjoyment, above all the fruit of the olive and of the vine: the one serving for the refreshment and gladdening of the soul, the other suited, besides enjoyment, to the care of bodies. A wonder too is the continual and unceasing flow of rivers night and day, a symbol of ever-flowing and unceasing life; and the succession of nights has equal force.","f":"Constantine, <i>Or. sanct. coet.</i> 7.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/7-3)."},"constantine-oratio-sanctorum-coetum/8.1":{"o":"Πάντα δὲ ταῦθʼ ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδʼ ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλὴ τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.","t":"Let all this be said by us to confirm that nothing came about irrationally or senselessly, but that God is reason and providence. He, commanding the usefulness of metals to relieve needs, stored up the nature of gold and bronze and the rest in fitting measure: those of which the need would be great and varied he commanded to be supplied abundantly; those for the delight of adornment and mere abundance, generously yet sparingly, between stinginess and liberality.","f":"Constantine, <i>Or. sanct. coet.</i> 8.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/8-1)."},"constantine-oratio-sanctorum-coetum/8.2":{"o":"εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποιημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὰ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἷον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.","t":"For if the same abundance had been granted to what is made for adornment, the miners, out of greed, despising what is useful for farming and building and the construction of ships, such as iron and bronze, would neglect to gather it; while the discovery of what serves luxury, gold and silver, they say is a greater labour than all the other metals, so that the intensity of the labour may be set against the intensity of desire.","f":"Constantine, <i>Or. sanct. coet.</i> 8.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/8-2)."},"constantine-oratio-sanctorum-coetum/8.3":{"o":"πόσα δʼ ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτρεπομένης διαρρήδην, ἀπαγούσης δʼ ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;","t":"How many other works of divine providence could one count, besides all that it has given us ungrudgingly, plainly urging human life to self-control and all the other virtues, and drawing it away from untimely greed! To trace the reason of all these is a task greater than human. For how could the mind of a perishable and weak creature attain to the truth exactly? How could it understand God's pure will from the beginning?","f":"Constantine, <i>Or. sanct. coet.</i> 8.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/8-3)."},"constantine-oratio-sanctorum-coetum/9.1":{"o":"Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν ἀδολεσχοῦσι περὶ τοὺς λόγους καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. ὁσάκις γὰρ ἄν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαστρόφοις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις.","t":"Therefore we must undertake what is possible and in keeping with our nature. For the plausibility of the inquiries carried on in dialogues leads most of us away from the truth of what exists, which has happened to many of the philosophers who babble about words and the investigation of the nature of things. For whenever the greatness of the matters overpowers their examination, they hide the truth by perverse methods; and so they come to hold opposite opinions and to fight one another's doctrines, while pretending to be wise.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.1 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-1)."},"constantine-oratio-sanctorum-coetum/9.2":{"o":"ὅθεν στάσεις τε δήμων καὶ δυναστευόντων χαλεπαὶ κρίσεις οἰομένων τὸ πατρῷον ἔθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων ὄλεθρος πολλάκις ἐπηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς ἐπαρθεὶς καὶ τοὺς χείρονας λόγους βελτίους ποιῶν, καὶ παίζων παρʼ ἕκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε καὶ πολιτῶν βασκανίας ἀνῄρηται. οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν καταψευσάμενος ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα, ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιά γε αὐτῷ ὑπὸ θεοῦ ἀναπετασθέντα τοῖς Ἰταλιώταις προηγόρευεν.","t":"From this came factions of the people and harsh judgments of rulers, who thought the ancestral custom was being corrupted; and often the destruction of those philosophers themselves followed. Socrates, puffed up by dialectic, making the worse arguments the better and playing at every turn with contentious arguments, was killed through the jealousy of his fellow countrymen and citizens. Pythagoras too, pretending to practise self-control above all, was caught lying even about his silence; for what had been declared long ago by the prophets there he, having visited Egypt, proclaimed to the Italians as revealed to him personally by God.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.2 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-2)."},"constantine-oratio-sanctorum-coetum/9.3":{"o":"αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι ἀναβλέψαι τʼ ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν θεὸν ὑφηγήσατο τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν, ὑπέταξε δὲ τούτῳ καὶ δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου θεοῦ τὴν ὕπαρξιν ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς τῶν ὅλων δηλονότι ὑπεραναβεβηκώς, ὁ δὲ μετʼἐκεῖνον ταῖς ἐκείνου προστάξεσιν ὑπουργήσας τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς ἐκεῖνον ἀναπέμπει.","t":"And Plato himself, gentlest of all others, the first to accustom men's minds to rise from the senses to the intelligible and what is always the same, and who taught them to look up to things on high, first set forth a God beyond being, rightly; and he subordinated to him also a second, and divided two beings by number, though the perfection of both is one, and the being of the second God has its existence from the first. For the first is the creator and governor of the universe, clearly transcending it; and the one after him, serving his commands, refers back to him the cause of the constitution of all things.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.3 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-3)."},"constantine-oratio-sanctorum-coetum/9.4":{"o":"εἷς ἂν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτο.","t":"By the exact account, then, there would be one God who takes care of all things and provides for them, having ordered all things by his Word; and the Word himself, being God, is also the Son of God. For what other name could one give him, besides the title of Son, without committing the gravest error? For the Father of all would rightly be thought also the Father of his own Word.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.4 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-4)."},"constantine-oratio-sanctorum-coetum/9.5":{"o":"μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζονος πλάνης παρὰ τοῖς ἀλογίστοις τῶν ἀνθρώπων, πρὸς τὴν πρόνοιαν τοῦ ὑψίστου θεοῦ μὴ ἀφορώντων, τὰς δʼ εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑγτέρων ζώων τύποις μεταμορφουμένας σεβόντων. συμβέβηκε δὲ μεγίστην τινὰ μεγάλου τʼ ἐπαίνου ἀξίαν φύσιν τε καῖ παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ εἰλιχρινῶς ἔχειν.","t":"Up to this point, then, Plato was sound; but in what follows he is found to miss the truth, introducing a multitude of gods and giving each of them forms. This became the cause of greater error among unreasoning men, who did not look to the providence of the highest God, but worshipped their images transformed into the shapes of men and other animals. So it has come about that a nature and learning of the greatest kind, worthy of great praise, mixed with such failings, is not pure and unalloyed.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.5 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-5)."},"constantine-oratio-sanctorum-coetum/9.6":{"o":"δοκεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἑαυτοῦ διορθοῦν τὸ ἁμάρτημα, ἐν οἷς φανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν ψυχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ αἰσθητόν, τὸ μὲν....., τὸ δὲ συγκείμενον ἐκ σώματος ἁρμογῆς καὶ τὸ μὲν νῷ καταληπτόν, τὸ δὲ δόξῃ μετʼ αἰσθήσεως δοξαστόν· ὥστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἄτε δὴ ἀσύνθετον καὶ ἄλυτον, αἰώνιόν τε εἶναι καὶ τὴν ἀίδιον ζωὴν λελογχέναι, τὸ δὲ αἰσθητόν, πάντη διαλυόμενον καθʼ ὅν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς.","t":"But he himself seems to me to correct his error by taking himself up, where he plainly affirms that God breathed into us his own word, clearly showing the spirit of God to be a rational soul; and he divides all things into two kinds, intelligible and perceptible, the one ..., the other composed of the joining of a body; and the one grasped by mind, the other opined by opinion with sensation. So that the one, sharing in the Holy Spirit, being uncompounded and indissoluble, is eternal and has obtained everlasting life; while the perceptible, being wholly dissolved by the same principle by which it was put together, has no share in everlasting life.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.6 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-6)."},"constantine-oratio-sanctorum-coetum/9.7":{"o":"θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσεται; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς τῶν πονηρῶν ψυχὰς Ἀχέροντός τε καὶ Πυριφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶσθαι.","t":"And in what follows he teaches admirably that those who have lived well, that is, the souls of holy and good men, after their departure from the body, are consecrated in the most beautiful regions of heaven. And usefully for life too: for who, persuaded by him and expecting this happiness, would not practise the best life, justice and self-control, and turn away from vice? And consistently with this he added that the souls of the wicked wander, borne along like shipwrecks by the streams of Acheron and Pyriphlegethon.","f":"Constantine, <i>Or. sanct. coet.</i> 9.7 (Heikel; trans. Sophia Scriptura, https://sophiascriptura.com/p/constantine-oratio-sanctorum-coetum/9-7)."}}