{"2-clement/1.1":{"o":"Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστοῦ, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν· καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν.","t":"Brothers, we must think of Jesus Christ as we think of God, as of the judge of the living and the dead; and we must not think little of our salvation."},"2-clement/1.2":{"o":"ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν· καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰς ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν.","t":"For when we think little of him, we also hope to receive little. And those who listen as though these were small matters sin, and we ourselves sin, not knowing from where we were called, and by whom, and to what place, and how much Jesus Christ endured to suffer for our sake."},"2-clement/1.3":{"o":"τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὗ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια;","t":"What repayment, then, shall we give him, or what fruit worthy of what he himself has given us? And how many holy duties do we owe him?"},"2-clement/1.4":{"o":"τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγόρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν.","t":"For he graciously gave us the light; as a father he called us sons; when we were perishing, he saved us."},"2-clement/1.5":{"o":"ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἢ μισθὸν ἀντιμισθίας ὧν ἐλάβομεν;","t":"What praise, then, shall we give him, or what payment in return for what we have received?"},"2-clement/1.6":{"o":"πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων· καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει.","t":"We were maimed in understanding, worshiping stones and wood and gold and silver and bronze, the works of men; and our whole life was nothing but death. So then, wrapped in darkness and our sight full of such a mist, we recovered our sight, laying aside by his will the cloud that surrounded us."},"2-clement/1.7":{"o":"ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παρʼ αὐτοῦ.","t":"For he had mercy on us and in compassion saved us, when he saw in us much error and destruction, and that we had no hope of salvation except that which comes from him."},"2-clement/1.8":{"o":"ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.","t":"For he called us when we were not, and willed that out of what was not we should come to be."},"2-clement/10.1":{"o":"Ὥστε, ἀδελφοί μου, ποιήσωμεν τὸ θέλημα τοῦ πατρὸς τοῦ καλέσαντος ἡμᾶς, ἵνα ζήσωμεν, καὶ διώξωμεν μᾶλλον τὴν ἀρετήν, τὴν δὲ κακίαν καταλείψωμεν ὡς προοδοιπόρον τῶν ἁμαρτιῶν ἡμῶν, καὶ φύγωμεν τὴν ἀσέβειαν, μὴ ἡμᾶς καταλάβῃ κακά.","t":"So, my brothers, let us do the will of the Father who called us, so that we may live; and let us rather pursue virtue, and abandon vice as the forerunner of our sins, and flee ungodliness, so that evils may not overtake us."},"2-clement/10.2":{"o":"ἐὰν γὰρ σπουδάσωμεν ἀγαθοποιεῖν, διώξεται ἡμᾶς εἰρήνη.","t":"For if we are eager to do good, peace will pursue us."},"2-clement/10.3":{"o":"διὰ ταύτην γὰρ τὴν αἰτίαν οὐκ ἔστιν εὑρεῖν ἄνθρωπον, οἵτινες παράγουσι φόβους ἀνθρωπίνους, προῃρημένοι μᾶλλον τὴν ἐνθάδε ἀπόλαυσιν ἢ τὴν μέλλουσαν ἐπαγγελίαν.","t":"For this reason it is not possible for a man to find it: they bring in human fears, preferring the enjoyment here to the promise to come."},"2-clement/10.4":{"o":"ἀγνοοῦσιν γὰρ ἡλίκην ἔχει βάσανον ἡ ἐνθάδε ἀπόλαυσις, καὶ οἵαν τρυφὴν ἔχει ἡ μέλλουσα ἐπαγγελία.","t":"For they do not know how great a torment the enjoyment here brings, and what delight the promise to come holds."},"2-clement/10.5":{"o":"καὶ εἰ μὲν αὐτοὶ μόνοι ταῦτα ἔπρασσον, ἀνεκτὸν ἦν· νῦν δὲ ἐπιμένουσιν κακοδιδασκαλοῦντες τὰς ἀναιτίους ψυχάς, οὐκ εἰδότες, ὅτι δισσὴν ἕξουσιν τὴν κρίσιν, αὐτοί τε καὶ οἱ ἀκούοντες αὐτῶν.","t":"And if they did these things by themselves alone, it would be bearable; but as it is, they persist in teaching evil to innocent souls, not knowing that they will receive a double judgment, both they and those who listen to them."},"2-clement/11.1":{"o":"Ἡμεῖς οὖν ἐν καθαρᾷ καρδίᾳ δουλεύσωμεν τῷ θεῷ, καὶ ἐσόμεθα δίκαιοι· ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα.","t":"Let us, then, serve God with a pure heart, and we shall be righteous; but if we do not serve him because we do not believe the promise of God, we shall be wretched."},"2-clement/11.2":{"o":"λέγει γὰρ καὶ ὁ προφητικὸς λόγος· Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες· Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν.","t":"For the prophetic word also says, “Wretched are the double-minded, who doubt in their heart, who say, ‘We heard these things long ago, even in our fathers' time, but we, waiting day after day, have seen none of them.’"},"2-clement/11.3":{"o":"ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ· λάβετε ἄμπελον· πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα.","t":"You fools, compare yourselves to a tree; take a vine: first it sheds its leaves, then comes a shoot, after this a sour grape, then a ripe cluster."},"2-clement/11.4":{"o":"οὕτως καὶ ὁ λαός μου ἀκαταστασίας καὶ θλίψεις ἔσχεν· ἔπειτα ἀπολήψεται τὰ ἀγαθά.","t":"So also my people has had turmoil and afflictions; afterward it will receive the good things.”"},"2-clement/11.5":{"o":"ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα.","t":"So, my brothers, let us not be double-minded, but let us hope and endure, so that we may also obtain the reward."},"2-clement/11.6":{"o":"πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθίας ἀποδιδόναι ἐκάστῳ τῶν ἔργων αὐτοῦ.","t":"For faithful is he who promised to pay back to each the reward of his works."},"2-clement/11.7":{"o":"ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἅς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.","t":"If, then, we do righteousness before God, we shall enter his kingdom and receive the promises, “which ear has not heard, nor eye seen, nor has it entered into the heart of man.”"},"2-clement/12.1":{"o":"Ἐκδεχώμεθα οὖν καθʼ ὥραν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, ἐπειδὴ οὐκ οἴδαμεν τὴν ἡμέραν τῆς ἐπιφανείας τοῦ θεοῦ.","t":"Let us, then, wait hour by hour for the kingdom of God in love and righteousness, since we do not know the day of God's appearing."},"2-clement/12.2":{"o":"ἐπερωτηθεὶς γὰρ αὐτὸς ὁ κύριος ὑπό τινος, πότε ἥξει αὐτοῦ ἡ βασιλεία, εἶπεν· Ὅταν ἔσται τὰ δύο ἕν, καὶ τὸ ἔξω ὡς τὸ ἔσω, καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας οὔτε ἅρσεν οὔτε θῆλυ.","t":"For when the Lord himself was asked by someone when his kingdom would come, he said, “When the two are one, and the outside as the inside, and the male with the female neither male nor female.”"},"2-clement/12.3":{"o":"τὰ δύο δὲ ἕν ἐστιν, ὅταν λαλῶμεν ἑαυτοῖς ἀλήθειαν καὶ ἐν δυσὶ σώμασιν ἀνυποκρίτως εἴη μία ψυχή.","t":"Now “the two are one” when we speak truth to one another, and there is one soul in two bodies without hypocrisy."},"2-clement/12.4":{"o":"καὶ τὸ ἔξω ὡς τὸ ἔσω, τοῦτο λέγει· τὴν ψυχὴν λέγει τὸ ἔσω, τὸ δὲ ἔξω τὸ σῶμα λέγει. ὃν τρόπον οὖν σου τὸ σῶμα φαίνεται, οὕτως καὶ ἡ ψυχή σου δῆλος ἔστω ἐν τοῖς καλοῖς ἔργοις.","t":"And “the outside as the inside” means this: by “the inside” he means the soul, and by “the outside” he means the body. As your body is visible, so let your soul also be evident in good works."},"2-clement/12.5":{"o":"καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας, οὔτε ἄρσεν οὔτε θῆλυ, τοῦτο λέγει· ἵνα ἀδελφὸς ἰδὼν ἀδελφὴν οὐδὲν φρονῇ περὶ αὐτῆς θηλυκόν, μηδὲ φρονῇ τι περὶ αὐτοῦ ἀρσενικόν.","t":"And “the male with the female neither male nor female” means this: that a brother seeing a sister should have no thought of her as a woman, and she should have no thought of him as a man."},"2-clement/12.6":{"o":"ταῦτα ὑμῶν ποιούντων, φησίν, ἐλεύσεται ἡ βασιλεία τοῦ πατρός μου.","t":"When you do these things, he says, the kingdom of my Father will come."},"2-clement/13.1":{"o":"Ἀδελφοὶ οὖν, ἤδη ποτὲ μετανοήσωμεν, νήψωμεν ἐπὶ τὸ ἀγαθόν· μεστοὶ γάρ ἐσμεν πολλῆς ἀνοίας καὶ πονηρίας. ἐξαλείψωμεν ἀφʼ ἡμῶν τὰ πρότερα ἁμαρτήματα καὶ μετανοήσαντες ἐκ ψυχῆς σωθῶμεν, καὶ μὴ γινώμεθα ἀνθρωπάρεσκοι μηδὲ θέλωμεν μόνον ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ καὶ τοῖς ἔξω ἀνθρώποις ἐπὶ τῇ δικαιοσύνῃ, ἵνα τὸ ὄνομα διʼ ἡμᾶς μὴ βλασφημῆται.","t":"Brothers, then, let us repent at last; let us be sober for what is good, for we are full of much folly and wickedness. Let us wipe away from ourselves our former sins, and repenting from the soul let us be saved. And let us not become people-pleasers, nor wish to please only ourselves, but also those outside, by our righteousness, so that the name may not be blasphemed because of us."},"2-clement/13.2":{"o":"λέγει γὰρ ὁ κύριος· Διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν· Οὐαὶ διʼ ὃν βλασφημεῖται τὸ ὄνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι.","t":"For the Lord says, “Continually my name is blasphemed among all the nations,” and again, “Woe to him because of whom my name is blasphemed.” In what is it blasphemed? In your not doing what I desire."},"2-clement/13.3":{"o":"τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει· ἔπειτα καταμαθόντα τὰ ἔργα ἡμῶν ὅτι οὐκ ἔστιν ἄξια τῶν ῥημάτων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην.","t":"For the nations, when they hear from our mouth the oracles of God, marvel at them as beautiful and great; then, when they learn that our works are not worthy of the words we speak, they turn from this to blasphemy, saying it is some myth and delusion."},"2-clement/13.4":{"o":"ὅταν γὰρ ἀκούσωσιν παρʼ ἡμῶν, ὅτι λέγει ὁ θεός· Οὐ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς· ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν τὴν ὑπερβολὴν τῆς ἀγαθότητος· ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλʼ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.","t":"For when they hear from us that God says, “It is no credit to you if you love those who love you, but it is a credit to you if you love your enemies and those who hate you,” when they hear these things, they marvel at the surpassing goodness; but when they see that we not only do not love those who hate us, but not even those who love us, they laugh us to scorn, and the name is blasphemed."},"2-clement/14.1":{"o":"Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης· Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν.","t":"So, brothers, if we do the will of God our Father, we shall belong to the first church, the spiritual one, which was created before the sun and moon; but if we do not do the will of the Lord, we shall be of the scripture that says, “My house has become a den of robbers.” So then let us choose to belong to the church of life, so that we may be saved."},"2-clement/14.2":{"o":"οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ· λέγει γὰρ ἡ γραφή· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἅρσεν καὶ θῆλυ· τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία· καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.","t":"And I do not suppose that you are ignorant that the living church is the body of Christ; for the scripture says, “God made man male and female”: the male is Christ, the female is the church. And moreover the books and the apostles say that the church is not of the present but from the beginning. For it was spiritual, as was our Jesus also, but was made manifest in the last days so that he might save us."},"2-clement/14.3":{"o":"ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν, ὅτι ἐάν τις ἡμῶν τηρήσῃ αὐτὴν ἐν τῇ σαρκὶ καὶ μὴ φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ ἁγίῳ· ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος· οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί· τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε.","t":"Now the church, being spiritual, was made manifest in the flesh of Christ, showing us that if any of us keeps it in the flesh and does not corrupt it, he will receive it in the Holy Spirit. For this flesh is the copy of the spirit; no one, then, who corrupts the copy will share in the original. So he means this, brothers: keep the flesh, so that you may share in the Spirit."},"2-clement/14.4":{"o":"εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν, ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὅ ἐστιν ὁ Χριστός.","t":"But if we say that the flesh is the church and the Spirit is Christ, then whoever has abused the flesh has abused the church. Such a person, then, will not share in the Spirit, which is Christ."},"2-clement/14.5":{"o":"τοσαύτην δύναται ἡ σὰρξ αὕτη μεταλαβεῖν ζωὴν καὶ ἀφθαρσίαν κολληθέντος αὐτῇ τοῦ πνεύματος τοῦ ἁγίου, οὔτε ἐξειπεῖν τις δύναται οὔτε λαλῆσαι ἃ ἡτοίμασεν ὁ κύριος τοῖς ἐκλεκτοῖς αὐτοῦ.","t":"So great a life and immortality this flesh is able to share in, when the Holy Spirit is joined to it, that no one can declare or speak “what the Lord has prepared” for his elect."},"2-clement/15.1":{"o":"Οὐκ οἴομαι δέ, ὅτι μικρὰν συμβουλίαν ἐποιησάμην περὶ ἐγκρατείας, ἣν ποιήσας τις οὐ μετανοήσει, ἀλλὰ καὶ ἑαυτὸν σώσει κἀμὲ τὸν συμβουλεύσαντα. μισθὸς γὰρ οὔκ ἐστιν μικρὸς πλανωμένην ψυχὴν καὶ ἀπολλυμένην ἀποστρέψαι εἰς τὸ σωθῆναι.","t":"Now I do not think that I have given small advice concerning self-control; whoever follows it will not regret it, but will save both himself and me who advised him. For it is no small reward to turn back a wandering and perishing soul to be saved."},"2-clement/15.2":{"o":"ταύτην γὰρ ἔχομεν τὴν ἀντιμισθίαν ἀποδοῦναι τῷ θεῷ τῷ κτίσαντι ἡμᾶς, ἐὰν ὁ λέγων καὶ ἀκούων μετὰ πίστεως καὶ ἀγάπης καὶ λέγῃ καὶ ἀκούῃ.","t":"For this is the repayment we can give to God who created us: if the one who speaks and the one who listens both speak and listen with faith and love."},"2-clement/15.3":{"o":"ἐμμείνωμεν οὖν ἐφʼ οἷς ἐπιστεύσαμεν δίκαιοι καὶ ὅσιοι, ἵνα μετὰ παρρησίας αἰτῶμεν τὸν θεὸν τὸν λέγοντα· Ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.","t":"Let us, then, remain righteous and holy in what we have believed, so that we may ask with confidence of God, who says, “While you are still speaking I will say, ‘Behold, here I am.’”"},"2-clement/15.4":{"o":"τοῦτο γὰρ τὸ ῥῆμα μεγάλης ἐστιν ἐπαγγελίας σημεῖον· ἑτοιμότερον γὰρ ἑαυτὸν λέγει ὁ κύριος εἰς τὸ διδόναι τοῦ αἰτοῦντος.","t":"For this word is the sign of a great promise; for the Lord says that he is more ready to give than the one who asks."},"2-clement/15.5":{"o":"τοσαύτης οὖν χρηστότητος μεταλαμβάνοντες μὴ φθονήσωμεν ἑαυτοῖς τυχεῖν τοσούτων ἀγαθῶν. ὅσην γὰρ ἡδονὴν ἔχει τὰ ῥήματα ταῦτα τοῖς ποιήσασιν αὐτά, τοσαύτην κατάκρισιν ἔχει τοῖς παρακούσασιν.","t":"Since, then, we share in such great kindness, let us not begrudge ourselves the obtaining of such great good things. For as great as the pleasure these words bring to those who have done them, so great is the condemnation they bring to those who have disobeyed."},"2-clement/16.1":{"o":"Ὥστε, ἀδελφοί, ἀφορμὴν λαβόντες οὐ μικρὰν εἰς τὸ μετανοῆσαι, καιρὸν ἔχοντες ἐπιστρέψωμεν ἐπὶ τὸν καλέσαντα ἡμᾶς θεόν, ἕως ἔτι ἔχομεν τὸν παραδεχόμενον ἡμᾶς.","t":"So, brothers, since we have received no small occasion for repentance, while we have time let us turn back to God who called us, while we still have one who receives us."},"2-clement/16.2":{"o":"ἐὰν γὰρ ταῖς ἡδυπαθείαις ταύταις ἀποταξώμεθα καὶ τὴν ψυχὴν ἡμῶν νικήσωμεν ἐν τῷ μὴ ποιεῖν τὰς ἐπιθυμίας αὐτῆς τὰς πονηράς, μεταληψόμεθα τοῦ ἐλέους Ἰησοῦ.","t":"For if we renounce these pleasures and master our soul by not doing its evil desires, we shall share in the mercy of Jesus."},"2-clement/16.3":{"o":"γινώσκετε δέ, ὅτι ἔρχεται ἤδη ἡ ἡμέρα τῆς κρίσεως ὡς κλίβανος καιόμενος, καὶ τακήσονταί τινες τῶν οὐρανῶν καὶ πᾶσα ἡ γῆ ὡς μόλιβος ἐπὶ πυρὶ τηκόμενος· καὶ τότε φανήσεται τὰ κρύφια καὶ φανερὰ ἔργα τῶν ἀνθρώπων.","t":"But you know that the day of judgment is already coming like a burning oven, and some of the heavens will melt, and the whole earth like lead melting in fire; and then the secret and the open works of men will be made manifest."},"2-clement/16.4":{"o":"καλὸν οὖν ἐλεημοσύνη ὡς μετάνοια ἁμαρτίας· κρείσσων νηστεία προσευχῆς, ἐλεημοσύνη δὲ ἀμφοτέρων· ἀγάπη δὲ καλύπτει πλῆθος ἁμαρτιῶν, προσευχὴ δὲ ἐκ καλῆς συνειδήσεως ἐκ θανάτου ῥύεται. μακάριος πᾶς ὁ εὑρεθεὶς ἐν τούτοις πλήρης· ἐλεημοσύνη γὰρ κούφισμα ἁμαρτίας γίνεται.","t":"Almsgiving, then, is good, as repentance from sin. Fasting is better than prayer, and almsgiving than both; and “love covers a multitude of sins,” and prayer from a good conscience rescues from death. Blessed is everyone who is found full of these; for almsgiving lightens sin."},"2-clement/17.1":{"o":"Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας, ἵνα μή τις ἡμῶν παραπόληται. εἰ γὰρ ἐντολὰς ἔχομεν ἵνα καὶ τοῦτο πράσσωμεν, ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν, πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι;","t":"Let us, then, repent with our whole heart, so that none of us may perish needlessly. For if we have commandments to do this also, to draw people away from idols and instruct them, how much more ought a soul that already knows God not to perish?"},"2-clement/17.2":{"o":"συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν, ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν.","t":"Let us, then, help one another to lead up the weak also in what is good, so that we may all be saved; and let us turn one another back and admonish one another."},"2-clement/17.3":{"o":"καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων, ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν, μνημονεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν, ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου, ἵνα πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν·","t":"And let us not seem to believe and pay attention only now, while we are being admonished by the presbyters; but also when we have gone home, let us remember the Lord's commandments, and not be dragged away by worldly desires, but coming together more often let us try to make progress in the commandments of the Lord, so that all of us, being of one mind, may be gathered together to life."},"2-clement/17.4":{"o":"εἶπεν γὰρ ὁ κύριος· Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, φυλὰς καὶ γλώσσας· τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς, ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ.","t":"For the Lord said, “I am coming to gather all the nations, tribes, and tongues.” By this he means the day of his appearing, when he will come and redeem us, each according to his works."},"2-clement/17.5":{"o":"καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι, καὶ ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ, λέγοντες· Οὐαὶ ἡμῖν, ὅτι σὺ ἦς, καὶ οὐκ ᾔδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν. καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί,","t":"And the unbelievers “will see his glory” and power, and they will be astonished when they see the kingdom of the world in the hands of Jesus, saying, “Woe to us, because it was you, and we did not know, and did not believe, and did not obey the presbyters who told us about our salvation.” And “their worm will not die, and their fire will not be quenched, and they will be a spectacle to all flesh.”"},"2-clement/17.6":{"o":"τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως, ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ Χριστοῦ.","t":"He speaks of that day of judgment, when they will see those among us who lived ungodly lives and perverted the commandments of Jesus Christ."},"2-clement/17.7":{"o":"οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ἡδυπαθείας τῆς ψυχῆς, ὅταν θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν, ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ, ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες, ὅτι ἔσται ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας.","t":"But the righteous, who have done good and endured torments and hated the pleasures of the soul, when they see those who went astray and denied Jesus by their words or by their deeds being punished with terrible torments in unquenchable fire, will give glory to their God, saying, “There will be hope for the one who has served God with his whole heart.”"},"2-clement/18.1":{"o":"Καὶ ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαριστούντων, δεδουλευκότων τῷ θεῷ, καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν.","t":"Let us, then, also be among those who give thanks, who have served God, and not among the ungodly who are judged."},"2-clement/18.2":{"o":"καὶ γὰρ αὐτὸς πανθαμαρτωλὸς ὢν καὶ μήπω φυγὼν τὸν πειρασμόν, ἀλλʼ ἔτι ὢν ἐν μέσοις τοῖς ὀργάνοις τοῦ διαβόλου σπουδάζω τὴν δικαιοσύνην διώκειν, ὅπως ἰσχύσω κἂν ἐγγὺς αὐτῆς γενέσθαι, φοβούμενος τὴν κρίσιν τὴν μέλλουσαν.","t":"For I myself, being an utter sinner and not yet having escaped temptation, but still being in the midst of the devil's instruments, am eager to pursue righteousness, so that I may be able at least to come near it, fearing the judgment to come."},"2-clement/19.1":{"o":"Ὥστε, ἀδελφοὶ καὶ ἀδελφαί, μετὰ τὸν θεὸν τῆς ἀληθείας ἀναγινώσκω ὑμῖν ἔντευξιν εἰς τὸ προσέχειν τοῖς γεγραμμένοις, ἵνα καὶ ἑαυτοὺς σώσητε καὶ τὸν ἀναγινώσκοντα ἐν ὑμῖν. μισθὸν γὰρ αἰτῶ ὑμᾶς τὸ μετανοῆσαι ἐξ ὅλης καρδίας, σωτηρίαν ἑαυτοῖς καὶ ζωὴν διδόντας. τοῦτο γὰρ ποιήσαντες σκοπὸν πᾶσιν τοῖς νέοις θήσομεν, τοῖς βουλομένοις περὶ τὴν εὐσέβειαν καὶ τὴν χρηστότητα τοῦ θεοῦ φιλοπονεῖν.","t":"So, brothers and sisters, after the God of truth, I am reading you an appeal to pay attention to what has been written, so that you may save both yourselves and the one who reads among you. For as my reward I ask you to repent with your whole heart, giving yourselves salvation and life. For by doing this we shall set a goal for all the young who wish to labor for godliness and the goodness of God."},"2-clement/19.2":{"o":"καὶ μὴ ἀηδῶς ἔχωμεν καὶ ἀγανακτῶμεν οἱ ἄσοφοι, ὅταν τις ἡμᾶς νουθετῇ καὶ ἐπιστρέφῃ ἀπὸ τῆς ἀδικίας εἰς τὴν δικαιοσύνην. ἐνίοτε γὰρ πονηρὰ πράσσοντες οὐ γινώσκομεν διὰ τὴν διψυχίαν καὶ ἀπιστίαν τὴν ἐνοῦσαν ἐν τοῖς στήθεσιν ἡμῶν, καὶ ἐσκοτίσμεθα τὴν διάνοιαν ὑπὸ τῶν ἐπιθυμιῶν τῶν ματαίων.","t":"And let us not be displeased and indignant, fools that we are, when someone admonishes us and turns us from unrighteousness to righteousness. For sometimes when we do evil we do not know it, because of the double-mindedness and unbelief that is in our breasts, and we are darkened in our understanding by vain desires."},"2-clement/19.3":{"o":"πράξωμεν οὖν τὴν δικαιοσύνην, ἵνα εἰς τέλος σωθῶμεν. μακάριοι οἱ τούτοις ὑπακούοντες τοῖς προστάγμασιν· κἂν ὀλίγον χρόνον κακοπαθήσωσιν ἐν τῷ κόσμῳ τούτῳ, τὸν ἀθάνατον τῆς ἀναστάσεως καρπὸν τρυγήσουσιν.","t":"Let us, then, do righteousness, so that we may be saved to the end. Blessed are those who obey these ordinances; even if they suffer evil for a short time in this world, they will gather the immortal fruit of the resurrection."},"2-clement/19.4":{"o":"μὴ οὖν λυπείσθω ὁ εὐσεβής, ἐὰν ἐπὶ τοῖς νῦν χρόνοις ταλαιπωρῇ· μακάριος αὐτὸν ἀναμένει χρόνος· ἐκεῖνος ἄνω μετὰ τῶν πατέρων ἀναβιώσας εὐφρανθήσεται εἰς τὸν ἀλύπητον αἰῶνα.","t":"Let not the godly, then, grieve if he is wretched in the present times; a blessed time awaits him. He will live again above with the fathers and will rejoice in an age without grief."},"2-clement/2.1":{"o":"Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν· στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.","t":"“Rejoice, O barren one who does not bear; break forth and cry out, you who are not in labor; for the children of the desolate are more than of her who has the husband.” When he said, “Rejoice, O barren one who does not bear,” he meant us: for our church was barren before children were given to it."},"2-clement/2.2":{"o":"ὃ δὲ εἶπεν· Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει· τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν. μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,","t":"And when he said, “Cry out, you who are not in labor,” he means this: that we should offer our prayers to God sincerely, and not grow weary like women in labor."},"2-clement/2.3":{"o":"ὃ δὲ εἶπεν· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν. νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.","t":"And when he said, “For the children of the desolate are more than of her who has the husband,” he meant that our people seemed to be deserted by God, but now that we have believed we have become more numerous than those who seem to have God."},"2-clement/2.4":{"o":"καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς·","t":"And another scripture also says, “I did not come to call the righteous, but sinners.”"},"2-clement/2.5":{"o":"τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.","t":"He means this: that those who are perishing must be saved."},"2-clement/2.6":{"o":"ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.","t":"For that is great and marvelous: not to support what is standing, but what is falling."},"2-clement/2.7":{"o":"οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.","t":"So also Christ willed to save what was perishing, and he saved many, coming and calling us who were already perishing."},"2-clement/20.1":{"o":"Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους.","t":"But do not let it trouble your minds either, that we see the unrighteous growing rich and the servants of God in hardship."},"2-clement/20.2":{"o":"πιστεύωμεν οὖν, ἀδελφοὶ καὶ ἀδελφαί· θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ, ἵνα τῷ μέλλοντι στεφανωθῶμεν.","t":"Let us, then, have faith, brothers and sisters. We are competing in the trial of the living God, and we are being trained by the present life, so that we may be crowned in the life to come."},"2-clement/20.3":{"o":"οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλʼ ἐκδέχεται αὐτόν.","t":"None of the righteous received his fruit quickly, but waits for it."},"2-clement/20.4":{"o":"εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου, εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν· ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὂν δίκαιον, καὶ ἐβάρυνεν δεσμοῖς.","t":"For if God paid the wages of the righteous immediately, we would at once be practicing commerce and not godliness; for we would seem to be righteous while pursuing not what is godly but what is profitable. And for this reason divine judgment has harmed a spirit that is not righteous, and loaded it with chains."},"2-clement/20.5":{"o":"Τῷ μόνῳ θεῷ ἀοράτῳ, πατρὶ τῆς ἀληθείας, τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας, διʼ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Κλήμεντος πρὸς Κορινθίους ἐπιστολὴ β.","t":"To the only God, invisible, the Father of truth, who sent forth to us the Savior and Author of incorruption, through whom he also revealed to us the truth and the heavenly life, to him be the glory forever and ever. Amen. [The second letter of Clement to the Corinthians.]"},"2-clement/3.1":{"o":"Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν διʼ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας· τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι διʼ οὗ ἔγνωμεν αὐτόν;","t":"Since, then, he has shown us such mercy, first of all that we who are living do not sacrifice to dead gods or worship them, but through him have come to know the Father of truth: what is knowledge of him, except not to deny him through whom we have known him?"},"2-clement/3.2":{"o":"λέγει δὲ καὶ αὐτός· Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.","t":"And he himself also says, “Whoever confesses me before men, I will confess him before my Father.”"},"2-clement/3.3":{"o":"οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν διʼ οὗ ἐσώθημεν.","t":"This, then, is our reward, if we confess him through whom we were saved."},"2-clement/3.4":{"o":"ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.","t":"But how do we confess him? By doing what he says and not disobeying his commandments, and by honoring him not only with our lips but with our whole heart and our whole mind."},"2-clement/3.5":{"o":"λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπʼ ἐμοῦ.","t":"And he says also in Isaiah, “This people honors me with their lips, but their heart is far from me.”"},"2-clement/4.1":{"o":"Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον· οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.","t":"Let us, then, not merely call him Lord, for this will not save us."},"2-clement/4.2":{"o":"λέγει γάρ· Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, κύριε, σωθήσεται, ἀλλʼ ὁ ποιῶν τὴν δικαιοσύνην.","t":"For he says, “Not everyone who says to me, ‘Lord, Lord,’ will be saved, but the one who does righteousness.”"},"2-clement/4.3":{"o":"ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλʼ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς· καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις·","t":"So then, brothers, let us confess him in our works, by loving one another, by not committing adultery, nor speaking against one another, nor being jealous, but by being self-controlled, merciful, and good. And we ought to sympathize with one another and not love money. By these works let us confess him, and not by their opposites."},"2-clement/4.4":{"o":"καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.","t":"And we must not fear men rather than God."},"2-clement/4.5":{"o":"διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος· Ἐὰν ἦτε μετʼ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν· Ὑπάγετε ἀπʼ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.","t":"For this reason, if you do these things, the Lord said, “Even if you are gathered with me in my bosom and do not do my commandments, I will cast you out and say to you, ‘Depart from me; I do not know you, where you are from, you workers of lawlessness.’”"},"2-clement/5.1":{"o":"Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιήσωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου.","t":"Therefore, brothers, let us leave our sojourn in this world and do the will of him who called us, and let us not be afraid to depart from this world."},"2-clement/5.2":{"o":"λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων.","t":"For the Lord says, “You will be like lambs in the midst of wolves.”"},"2-clement/5.3":{"o":"ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει· Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία;","t":"And Peter answered and said to him, “What if the wolves tear the lambs to pieces?”"},"2-clement/5.4":{"o":"εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Μὴ φοβείσθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά· καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ τὸ ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός.","t":"Jesus said to Peter, “Let the lambs not fear the wolves after they are dead. And you, do not fear those who kill you and can do nothing more to you, but fear him who after you are dead has power over soul and body to cast them into the Gehenna of fire.”"},"2-clement/5.5":{"o":"καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐπαγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου.","t":"And know, brothers, that the stay of this flesh in this world is short and brief, but the promise of Christ is great and marvelous: rest in the kingdom to come and in eternal life."},"2-clement/5.6":{"o":"τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν;","t":"What, then, must we do to obtain these things, except to live in holiness and righteousness, and to regard these worldly things as not our own, and not to desire them?"},"2-clement/5.7":{"o":"ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.","t":"For in desiring to gain these things we fall away from the righteous way."},"2-clement/6.1":{"o":"Λέγει δὲ ὁ κύριος· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν.","t":"And the Lord says, “No servant can serve two masters.” If we wish to serve both God and mammon, it is of no profit to us."},"2-clement/6.2":{"o":"τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ;","t":"“For what is the profit if someone gains the whole world but forfeits his soul?”"},"2-clement/6.3":{"o":"ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί.","t":"And this age and the one to come are two enemies."},"2-clement/6.4":{"o":"οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται.","t":"This one speaks of adultery and corruption and love of money and deceit, but that one renounces these things."},"2-clement/6.5":{"o":"οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι· δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι","t":"We cannot, then, be friends of both; we must renounce this one and make use of that one."},"2-clement/6.6":{"o":"οἰόμεθα ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα.","t":"We think that it is better to hate the things here, because they are small and brief and perishable, and to love those, the good things that are imperishable."},"2-clement/6.7":{"o":"ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν· εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως, ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ.","t":"For if we do the will of Christ we shall find rest; but if not, nothing will rescue us from eternal punishment, if we disobey his commandments."},"2-clement/6.8":{"o":"λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ, ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ.","t":"And the scripture also says in Ezekiel that “if Noah and Job and Daniel should arise, they will not rescue their children in the captivity.”"},"2-clement/6.9":{"o":"εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἢ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;","t":"But if even such righteous men as these cannot by their own righteous deeds rescue their children, with what confidence shall we enter the kingdom of God if we do not keep our baptism pure and undefiled? Or who will be our advocate if we are not found to have holy and righteous works?"},"2-clement/7.1":{"o":"Ὥστε οὖν, ἀδελφοί μου, ἀγωνισώμεθα εἰδότες, ὅτι ἐν χερσὶν ὁ ἀγὼν καὶ ὅτι εἰς τοὺς φθαρτοὺς ἀγῶνας καταπλέουσιν πολλοί, ἀλλʼ οὐ πάντες στεφανοῦνται, εἰ μὴ οἱ πολλὰ κοπιάσαντες καὶ καλῶς ἀγωνισάμενοι.","t":"So then, my brothers, let us compete, knowing that the contest is at hand, and that many sail in to the perishable contests, but not all are crowned, only those who have toiled hard and competed well."},"2-clement/7.2":{"o":"ἡμεῖς οὖν ἀγωνισώμεθα, ἵνα πάντες στεφανωθῶμεν.","t":"Let us, then, compete, so that we may all be crowned."},"2-clement/7.3":{"o":"ὥστε θέωμεν τὴν ὁδὸν τὴν εὐθείαν, ἀγῶνα τὸν ἄφθαρτον, καὶ πολλοὶ εἰς αὐτὸν καταπλεύσωμεν καὶ ἀγωνισώμεθα, ἵνα καὶ στεφανωθῶμεν· καὶ εἰ μὴ δυνάμεθα πάντες στεφανωθῆναι, κἂν ἐγγὺς τοῦ στεφάνου γενώμεθα.","t":"So let us run the straight course, the imperishable contest, and let many of us sail in to it and compete, so that we may also be crowned. And if we cannot all be crowned, let us at least come near the crown."},"2-clement/7.4":{"o":"εἰδέναι ἡμᾶς δεῖ, ὅτι ὁ τὸν φθαρτὸν ἀγῶνα ἀγωνιζόμενος, ἐὰν εὑρεθῇ φθείρων, μαστιγωθεὶς αἴρεται καὶ ἔξω βάλλεται τοῦ σταδίου.","t":"We must know that the one who competes in the perishable contest, if he is found cheating, is flogged, removed, and thrown out of the stadium."},"2-clement/7.5":{"o":"τί δοκεῖτε; ὁ τὸν τῆς ἀφθαρσίας ἀγῶνα φθείρας τί παθεῖται;","t":"What do you think? The one who cheats in the contest of incorruption, what will he suffer?"},"2-clement/7.6":{"o":"τῶν γὰρ μὴ τηρησάντων, φησίν, τὴν σφραγῖδα ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.","t":"For of those who have not kept the seal, he says, “Their worm will not die and their fire will not be quenched, and they will be a spectacle to all flesh.”"},"2-clement/8.1":{"o":"Ὡς οὖν ἐσμὲν ἐπὶ γῆς, μετανοήσωμεν.","t":"While, then, we are on earth, let us repent."},"2-clement/8.2":{"o":"πηλὸς γάρ ἐσμεν εἰς τὴν χεῖρα τοῦ τεχνίτου· ὃν τρόπον γὰρ ὁ κεραμεύς, ἐὰν ποιῇ σκεῦος καὶ ἐν ταῖς χερσὶν αὐτοῦ διαστραφῇ ἣ συντριβῇ, πάλιν αὐτὸ ἀναπλάσσει, ἐὰν δὲ προφθάσῃ εἰς τὴν κάμινον τοῦ πυρὸς αὐτὸ βαλεῖν, οὐκέτι βοηθήσει αὐτῷ· οὕτως καὶ ἡμεῖς, ἕως ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, ἐν τῇ σαρκὶ ἃ ἐπράξαμεν πονηρὰ μετανοήσωμεν ἐξ ὅλης τῆς καρδίας, ἵνα σωθῶμεν ὑπὸ τοῦ κυρίου, ἕως ἔχομεν καιρὸν μετανοίας.","t":"For we are clay in the hand of the craftsman. Just as the potter, if he makes a vessel and it is twisted or broken in his hands, shapes it again, but if he has already put it into the fiery kiln, he can no longer help it: so also we, while we are in this world, let us repent with our whole heart of the evil things we have done in the flesh, so that we may be saved by the Lord while we have an opportunity for repentance."},"2-clement/8.3":{"o":"μετὰ γὰρ τὸ ἐξελθεῖν ἡμᾶς ἐκ τοῦ κόσμου οὐκέτι δυνάμεθα ἐκεῖ ἐξομολογήσασθαι ἢ μετανοεῖν ἔτι.","t":"For after we have departed from the world we can no longer confess or repent there."},"2-clement/8.4":{"o":"ὥστε, ἀδελφοί, ποιήσαντες τὸ θέλημα τοῦ πατρὸς καὶ τὴν σάρκα ἁγνὴν τηρήσαντες καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάξαντες ληψόμεθα ζωὴν αἰώνιον.","t":"So, brothers, if we do the will of the Father and keep the flesh pure and guard the commandments of the Lord, we shall receive eternal life."},"2-clement/8.5":{"o":"λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· Εἰ τὸ μικρὸν οὐκ ἐτηρήσατε, τὸ μέγα τίς ὑμῖν δώσει; λέγω γὰρ ὑμῖν, ὅτι ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν.","t":"For the Lord says in the gospel, “If you did not keep what is small, who will give you what is great? For I tell you that whoever is faithful in very little is faithful also in much.”"},"2-clement/8.6":{"o":"ἆρα οὖν τοῦτο λέγει· τηρήσατε τὴν σάρκα ἁγνὴν καὶ τὴν σφραγῖδα ἄσπιλον, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολάβωμεν.","t":"So he means this: keep the flesh pure and the seal unstained, so that we may receive eternal life."},"2-clement/9.1":{"o":"Καὶ μὴ λεγέτω τις ὑμῶν, ὅτι αὕτη ἡ σὰρξ οὐ κρίνεται οὐδὲ ἀνίσταται.","t":"And let none of you say that this flesh is not judged and does not rise again."},"2-clement/9.10":{"o":"δῶμεν οὖν αὐτῷ αἶνον, μὴ ἀπὸ στόματος μόνον, ἀλλὰ καὶ ἀπὸ καρδίας, ἵνα ἡμᾶς προσδέξηται ὡς υἱούς.","t":"Let us, then, give him praise, not from the mouth only but also from the heart, so that he may receive us as sons."},"2-clement/9.11":{"o":"καὶ γὰρ εἶπεν ὁ κύριος· Ἀδελφοί μου οὗτοί εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.","t":"For the Lord said, “My brothers are these who do the will of my Father.”"},"2-clement/9.2":{"o":"γνῶτε· ἐν τίνι ἐσώθητε, ἐν τίνι ἀνεβλέψατε, εἰ μὴ ἐν τῇ σαρκὶ ταύτῃ ὄντες;","t":"Understand: in what were you saved, in what did you recover your sight, if not while you were in this flesh?"},"2-clement/9.3":{"o":"δεῖ οὖν ἡμᾶς ὡς ναὸν θεοῦ φυλάσσειν τὴν σάρκα·","t":"We must, then, guard the flesh as a temple of God."},"2-clement/9.4":{"o":"ὃν τρόπον γὰρ ἐν τῇ σαρκὶ ἐκλήθητε, καὶ ἐν τῇ σαρκὶ ἐλεύσεσθε.","t":"For just as you were called in the flesh, you will also come in the flesh."},"2-clement/9.5":{"o":"εἰ Χριστός, ὁ κύριος ὁ σώσας ἡμᾶς, ὢν μὲν τὸ πρῶτον πνεῦμα, ἐγένετο σὰρξ καὶ οὕτως ἡμᾶς ἐκάλεσεν· οὕτως καὶ ἡμεῖς ἐν ταύτῃ τῇ σαρκὶ ἀποληψόμεθα τὸν μισθόν.","t":"If Christ, the Lord who saved us, being first spirit, became flesh and so called us, so also we shall receive our reward in this flesh."},"2-clement/9.6":{"o":"ἀγαπῶμεν οὖν ἀλλήλους, ὅπως ἔλθωμεν πάντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ.","t":"Let us, then, love one another, so that we may all come into the kingdom of God."},"2-clement/9.7":{"o":"ὡς ἔχομεν καιρὸν τοῦ ἰαθῆναι, ἐπιδῶμεν ἑαυτοὺς τῷ θεραπεύοντι θεῷ, ἀντιμισθίαν αὐτῷ διδόντες.","t":"While we have opportunity to be healed, let us give ourselves over to God who heals us, giving him a repayment."},"2-clement/9.8":{"o":"ποίαν; τὸ μετανοῆσαι ἐξ εἰλικρινοῦς καρδίας.","t":"What repayment? To repent from a sincere heart."},"2-clement/9.9":{"o":"προγνώστης γάρ ἐστιν τῶν πάντων καὶ εἰδὼς ἡμῶν τὰ ἐν καρδίᾳ.","t":"For he knows all things beforehand and knows what is in our hearts."}}