{"1-clement/0":{"o":"Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Ῥώμην τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Κόρινθον, κλητοῖς ἡγιασμένοις ἐν θελήματι θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ παντοκράτορος θεοῦ διὰ Ἰησοῦ Χριστοῦ πληθυνθείη.","t":"The church of God that sojourns at Rome, to the church of God that sojourns at Corinth, to those who are called and sanctified by the will of God through our Lord Jesus Christ: grace to you and peace from almighty God through Jesus Christ be multiplied."},"1-clement/1.1":{"o":"Διὰ τὰς αἰφνιδίους καὶ ἐπαλλήλους γενομένας ἡμῖν συμφορὰς καὶ περιπτώσεις, βράδιον νομίζομεν ἐπιστροφὴν πεποιῆσθαι περὶ τῶν ἐπιζητουμένων παρʼ ὑμῖν πραγμάτων, ἀγαπητοί, τῆς τε ἀλλοτρίας καὶ ξένης τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, μιαρᾶς καὶ ἀνοσίου στάσεως ἣν ὀλίγα πρόσωπα προπετῆ καὶ αὐθάδη ὑπάρχοντα εἰς τοσοῦτον ἀπονοίας ἐξέκαυσαν, ὥστε τὸ σεμνὸν καὶ περιβόητον καὶ πᾶσιν ἀνθρώποις ἀξιαγάπητον ὄνομα ὑμῶν μεγάλως βλασφημηθῆναι.","t":"Because of the sudden and repeated misfortunes and calamities that have befallen us, we think we have been rather slow in turning our attention to the matters in dispute among you, beloved: the strange and alien faction, foul and unholy and hateful to God's elect, which a few rash and self-willed persons have kindled to such a pitch of madness that your venerable and famous name, worthy of everyone's love, has been greatly blasphemed."},"1-clement/1.2":{"o":"τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν ὑμῶν πίστιν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν;","t":"For who has stayed among you and not proved your all-virtuous and steadfast faith? Who has not admired your sober and gentle piety in Christ? Who has not proclaimed the magnificent character of your hospitality? And who has not called your perfect and secure knowledge blessed?"},"1-clement/1.3":{"o":"ἀπροσωπολήμπτως γὰρ πάντα ἐποιεῖτε καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύεσθε, ὑποτασσόμενοι τοῖς ἡγουμένοις ὑμῶν, καὶ τιμὴν τὴν καθήκουσαν ἀπονέμοντες τοῖς παρʼ ὑμῖν πρεσβυτέροις· νέοις τε μέτρια καὶ σεμνὰ νοεῖν ἐπετρέπετε· γυναιξίν τε ἐν ἀμώμῳ καὶ σεμνῇ καὶ ἁγνῇ συνειδήσει πάντα ἐπιτελεῖν παρηγγέλλετε, στεργούσας καθηκόντως τοὺς ἄνδρας ἑαυτῶν· ἔν τε τῷ κανόνι τῆς ὑποταγῆς ὑπαρχούσας τὰ κατὰ τὸν οἶκον σεμνῶς οἰκουργεῖν ἐδιδάσκετε, πάνυ σωφρονούσας.","t":"For you did everything without partiality and walked in the ordinances of God, submitting to your leaders and giving fitting honor to the older men among you. You instructed the young to think moderate and seemly thoughts; you charged the women to do everything with a blameless, seemly, and pure conscience, loving their husbands as is fitting; and you taught them to keep within the rule of submission and to manage their households with dignity, in all self-control."},"1-clement/10.1":{"o":"Ἀβραάμ, ὁ φίλος προσαγορευθείς, πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ θεοῦ.","t":"Abraham, who was called “the friend,” was found faithful in becoming obedient to the words of God."},"1-clement/10.2":{"o":"οὗτος διʼ ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ. λέγει γὰρ αὐτῷ·","t":"In obedience he went out from his land and his kindred and his father's house, so that by leaving a small land and a weak kindred and a little house he might inherit the promises of God. For God says to him:"},"1-clement/10.3":{"o":"Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ καταράσομαι τοὺς καταρωμένους σε, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.","t":"“Go out from your land and from your kindred and from your father's house to the land that I will show you; and I will make you a great nation and bless you and make your name great, and you will be blessed. And I will bless those who bless you and curse those who curse you, and in you all the tribes of the earth will be blessed.”"},"1-clement/10.4":{"o":"καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ θεός· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.","t":"And again, when he separated from Lot, God said to him: “Lift up your eyes and look from the place where you now are, to the north and south and east and west; for all the land that you see, I will give it to you and to your seed forever."},"1-clement/10.5":{"o":"καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.","t":"And I will make your seed like the sand of the earth: if anyone can count the sand of the earth, your seed also will be counted.”"},"1-clement/10.6":{"o":"καὶ πάλιν λέγει· Ἐξήγαγεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.","t":"And again he says: “God brought Abraham out and said to him, ‘Look up to heaven and count the stars, if you can count them; so shall your seed be.’ And Abraham believed God, and it was reckoned to him as righteousness.”"},"1-clement/10.7":{"o":"διὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ, καὶ διʼ ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς τὸ ὄρος ὃ ἔδειξεν αὐτῷ.","t":"Because of his faith and hospitality a son was given him in his old age, and in obedience he offered him as a sacrifice to God on one of the mountains that he showed him."},"1-clement/11.1":{"o":"Διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων, τῆς περιχώρου πάσης κριθείσης διὰ πυρὸς καὶ θείου, πρόδηλον ποιήσας ὁ δεσπότης, ὅτι τοὺς ἐλπίζοντας ἐπʼ αὐτὸν οὐκ ἐγκαταλείπει, τοὺς δὲ ἑτεροκλινεῖς ὑπάρχοντας εἰς κόλασιν καὶ αἰκισμὸν τίθησιν.","t":"Because of his hospitality and godliness Lot was saved from Sodom, when the whole surrounding region was judged by fire and brimstone. The Master made it plain that he does not forsake those who hope in him, but hands over to punishment and torment those who turn aside."},"1-clement/11.2":{"o":"συνεξελθούσης γὰρ αὐτῷ τῆς γυναικὸς ἑτερογνώμονος ὑπαρχούσης καὶ οὐκ ἐν ὁμονοίᾳ, εἰς τοῦτο σημεῖον ἐτέθη, ὥστε γενέσθαι αὐτὴν στήλην ἁλὸς ἕως τῆς ἡμέρας ταύτης, εἰς τὸ γνωστὸν εἶναι πᾶσιν, ὅτι οἱ δίψυχοι καὶ οἱ διστάζοντες περὶ τῆς τοῦ θεοῦ δυνάμεως εἰς κρίμα καὶ εἰς σημείωσιν πάσαις ταῖς γενεαῖς γίνονται.","t":"For his wife, who went out with him, was of a different mind and not in concord, and was made a sign of this, so that she became a pillar of salt to this day, to make known to all that the double-minded and those who doubt the power of God become a judgment and a warning to all generations."},"1-clement/12.1":{"o":"Διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη.","t":"Because of her faith and hospitality Rahab the prostitute was saved."},"1-clement/12.2":{"o":"ἐκπεμφθέντων γὰρ ὑπὸ Ἰησοῦ τοῦ τοῦ Ναυὴ κατασκόπων εἰς τὴν Ἱεριχώ, ἔγνω ὁ βασιλεὺς τῆς γῆς, ὅτι ἥκασιν κατασκοπεῦσαι τὴν χώραν αὐτῶν, καὶ ἐξέπεμψεν ἄνδρας τοὺς συλλημψομένους αὐτούς, ὅπως συλλημφθέντες θανατωθῶσιν.","t":"For when the spies were sent into Jericho by Joshua the son of Nun, the king of the land learned that they had come to spy out their country, and he sent out men to seize them, so that when they were seized they might be put to death."},"1-clement/12.3":{"o":"ἡ οὖν φιλόξενος Ῥαὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν λινοκαλάμην.","t":"So the hospitable Rahab took them in and hid them in the upper room under the flax stalks."},"1-clement/12.4":{"o":"ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων· Πρὸς σὲ εἰσῆλθον οἱ κατάσκοποι τῆς γῆς ἡμῶν· ἐξάγαγε αὐτούς, ὁ γὰρ βασιλεὺς οὕτως κελεύει, ἥδε ἀπεκρίθη· Εἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρός με, ἀλλʼ εὐθέως ἀπῆλθον καὶ πορεύονται τῇ ὁδῷ· ὑποδεικνύουσα αὐτοῖς ἐναλλάξ.","t":"And when the king's men came and said, “The spies of our land came in to you; bring them out, for the king commands it,” she answered, “The men you are seeking did come in to me, but they left at once and are going on their way,” pointing them in the opposite direction."},"1-clement/12.5":{"o":"καὶ εἶπεν πρὸς τοὺς ἄνδρας· Γινώσκουσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῖν τὴν γῆν ταύτην· ὁ γὰρ φόβος καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν τοῖς κατοικοῦσιν αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς, διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου.","t":"And she said to the men, “I know for certain that the Lord God is handing this land over to you; for fear and dread of you have fallen on its inhabitants. So when you come to take it, save me and my father's house.”"},"1-clement/12.6":{"o":"καὶ εἶπαν αὐτῇ· Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν. ὡς ἐὰν οὖν γνῷς παραγινομένους ἡμᾶς, συνάξεις πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται· ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς οἰκίας, ἀπολοῦνται.","t":"And they said to her, “It shall be as you have told us. So when you know that we are coming, gather all your family under your roof, and they will be saved; for all who are found outside the house will perish.”"},"1-clement/12.7":{"o":"καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αἵματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν.","t":"And they went on to give her a sign: that she should hang out a scarlet thread from her house, making it plain that through the blood of the Lord there will be redemption for all who believe and hope in God."},"1-clement/12.8":{"o":"ὁρᾶτε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις, ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.","t":"You see, beloved, that there was not only faith but also prophecy in the woman."},"1-clement/13.1":{"o":"Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί, ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καὶ ἀφροσύνην καὶ ὀργάς, καὶ ποιήσωμεν τὸ γεγραμμένον, λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλʼ ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω, τοῦ ἐκζητεῖν αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην· μάλιστα μεμνημένοι τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, οὓς ἐλάλησεν διδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν.","t":"Let us therefore be humble-minded, brothers, laying aside all arrogance and conceit and folly and anger, and let us do what is written, for the Holy Spirit says: “Let not the wise man boast in his wisdom, nor the strong man in his strength, nor the rich man in his riches; but let him who boasts boast in the Lord, to seek him and to do judgment and righteousness”; especially remembering the words of the Lord Jesus which he spoke when he was teaching gentleness and patience."},"1-clement/13.2":{"o":"οὕτως γὰρ εἶπεν· Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς ποιεῖτε, οὕτω ποιηθήσεται ὑμῖν· ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν· ὡς κρίνετε, οὕτως κριθήσεσθε· ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν.","t":"For he spoke thus: “Show mercy, that you may be shown mercy; forgive, that it may be forgiven you. As you do, so it will be done to you; as you give, so it will be given to you; as you judge, so you will be judged; as you show kindness, so kindness will be shown to you; with the measure you measure, it will be measured to you.”"},"1-clement/13.3":{"o":"ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες· φησὶν γὰρ ὁ ἅγιος λόγος·","t":"With this commandment and these precepts let us strengthen ourselves to walk in obedience to his holy words, being humble-minded; for the holy word says:"},"1-clement/13.4":{"o":"Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλʼ ἢ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια.","t":"“On whom shall I look, but on the one who is gentle and quiet and trembles at my words?”"},"1-clement/14.1":{"o":"Δίκαιον οὖν καὶ ὅσιον, ἄνδρες ἀδελφοί, ὑπηκόους ἡμᾶς μᾶλλον γενέσθαι τῷ θεῷ ἢ τοῖς ἐν ἀλαζονείᾳ καὶ ἀκαταστασίᾳ μυσεροῦ ζήλους ἀρχηγοῖς ἐξακολουθεῖν.","t":"It is right and holy, then, men and brothers, for us to obey God rather than to follow those who in arrogance and disorder are the leaders of detestable jealousy."},"1-clement/14.2":{"o":"βλάβην γὰρ οὐ τὴν τυχοῦσαν, μᾶλλον δὲ κίνδυνον ὑποίσομεν μέγαν, ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων, οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις, εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος.","t":"For we shall incur no ordinary harm, but rather great danger, if we recklessly surrender ourselves to the wills of people who launch out into strife and factions to estrange us from what is right."},"1-clement/14.3":{"o":"χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ ποιήσαντος ἡμᾶς.","t":"Let us be kind to one another, according to the compassion and sweetness of him who made us."},"1-clement/14.4":{"o":"γέγραπται γάρ· Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπʼ αὐτῆς· οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται ἀπʼ αὐτῆς.","t":"For it is written: “The kind will inhabit the land, and the innocent will be left in it; but the transgressors will be destroyed from it.”"},"1-clement/14.5":{"o":"καὶ πάλιν λέγει· Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὗρον. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.","t":"And again he says: “I saw the ungodly exalted and lifted up like the cedars of Lebanon; and I passed by, and behold, he was not, and I sought his place and did not find it. Keep innocence and look on uprightness, for there is a remnant for the peaceable man.”"},"1-clement/15.1":{"o":"Τοίνυν κολληθῶμεν τοῖς μετʼ εὐσεβείας εἰρηνεύουσιν, καὶ μὴ τοῖς μεθʼ ὑποκρίσεως βουλομένοις εἰρήνην.","t":"So let us join ourselves to those who keep peace with godliness, and not to those who wish for peace with hypocrisy."},"1-clement/15.2":{"o":"λέγει γάρ που· Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπʼ ἐμοῦ.","t":"For he says somewhere: “This people honors me with their lips, but their heart is far from me.”"},"1-clement/15.3":{"o":"καὶ πάλιν· Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο.","t":"And again: “They blessed with their mouth, but cursed with their heart.”"},"1-clement/15.4":{"o":"καὶ πάλιν λέγει· Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.","t":"And again he says: “They loved him with their mouth, and with their tongue they lied to him; their heart was not right with him, nor were they faithful to his covenant.”"},"1-clement/15.5":{"o":"διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῖν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν;","t":"“Therefore let the deceitful lips that speak lawlessness against the righteous be struck dumb.” And again: “May the Lord destroy all the deceitful lips, the boastful tongue, those who said, ‘We will magnify our tongue; our lips are our own; who is lord over us?’"},"1-clement/15.6":{"o":"ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ,","t":"Because of the misery of the poor and the groaning of the needy, I will now arise, says the Lord; I will set him in safety;"},"1-clement/15.7":{"o":"παρρησιάσομαι ἐν αὐτῷ.","t":"I will deal boldly with him.”"},"1-clement/16.1":{"o":"Ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ.","t":"For Christ belongs to those who are humble-minded, not to those who exalt themselves over his flock."},"1-clement/16.10":{"o":"καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.","t":"And I will give the wicked for his burial and the rich for his death; for he did no lawlessness, nor was deceit found in his mouth. And the Lord wills to cleanse him of his wound."},"1-clement/16.11":{"o":"ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.","t":"If you make an offering for sin, your soul will see a long-lived seed."},"1-clement/16.12":{"o":"καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.","t":"And the Lord wills to take away from the toil of his soul, to show him light and to form him with understanding, to justify a righteous one who serves many well. And he himself will bear their sins."},"1-clement/16.13":{"o":"διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθʼ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.","t":"Therefore he will inherit many and will divide the spoils of the strong, because his soul was handed over to death and he was reckoned among the lawless."},"1-clement/16.14":{"o":"καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.","t":"And he himself bore the sins of many and was handed over because of their sins.”"},"1-clement/16.15":{"o":"καὶ πάλιν αὐτός φησιν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.","t":"And again he himself says: “But I am a worm and not a man, a reproach of men and despised by the people."},"1-clement/16.16":{"o":"πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.","t":"All who saw me mocked me; they spoke with their lips, they shook their heads: ‘He hoped in the Lord; let him deliver him, let him save him, since he delights in him.’”"},"1-clement/16.17":{"o":"ὁρᾶτε, ἄνδρες ἀγαπητοί, τίς ὁ ὑπογραμμὸς ὁ δεδομένος ἡμῖν· εἰ γὰρ ὁ κύριος οὕτως ἐταπεινοφρόνησεν, τί ποιήσωμεν ἡμεῖς οἱ ὑπὸ τὸν ζυγὸν τῆς χάριτος αὐτοῦ διʼ αὐτοῦ ἐλθόντες;","t":"You see, beloved men, what is the example that has been given to us; for if the Lord was so humble-minded, what should we do, who through him have come under the yoke of his grace?"},"1-clement/16.2":{"o":"τὸ σκῆπτρον τῆς μεγαλωσύνης τοῦ θεοῦ, ὁ κύριος Ἰησοῦς Χριστός, οὐκ ἦλθεν ἐν κόμπῳ ἀλαζονείας οὐδὲ ὑπερηφανίας, καίπερ δυνάμενος, ἀλλὰ ταπεινοφρονῶν, καθὼς τὸ πνεῦμα τὸ ἅγιον περὶ αὐτοῦ ἐλάλησεν· φησὶν γάρ·","t":"The scepter of the majesty of God, the Lord Jesus Christ, did not come with the pomp of arrogance or pride, though he could have, but humble-minded, just as the Holy Spirit spoke concerning him. For he says:"},"1-clement/16.3":{"o":"Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν αὐτῷ εἶδος οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τὸ εἶδος τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη·","t":"“Lord, who has believed our report? And to whom has the arm of the Lord been revealed? We announced before him, as a child, as a root in thirsty ground. He has no form or glory, and we saw him, and he had neither form nor beauty, but his form was without honor, inferior to the form of men; a man in suffering and in toil, and knowing how to bear weakness; because his face was turned away, he was dishonored and not esteemed."},"1-clement/16.4":{"o":"οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει·","t":"He bears our sins and suffers pain for us, and we reckoned him to be in toil and in suffering and in affliction."},"1-clement/16.5":{"o":"αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπʼ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.","t":"But he was wounded because of our sins, and he has been weakened because of our lawless deeds. The chastisement of our peace was upon him; by his bruise we were healed."},"1-clement/16.6":{"o":"πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη·","t":"All of us have gone astray like sheep; each has gone astray in his own way."},"1-clement/16.7":{"o":"καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη.","t":"And the Lord handed him over for our sins, and he, because he has been afflicted, does not open his mouth. As a sheep he was led to slaughter, and as a lamb before its shearer is silent, so he does not open his mouth. In his humiliation his judgment was taken away."},"1-clement/16.8":{"o":"τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.","t":"Who will describe his generation? For his life is taken away from the earth."},"1-clement/16.9":{"o":"ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον.","t":"Because of the lawless deeds of my people he came to death."},"1-clement/17.1":{"o":"Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ· λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας· πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους.","t":"Let us be imitators also of those who went about in goatskins and sheepskins, proclaiming the coming of Christ; we mean Elijah and Elisha, and also Ezekiel, the prophets; and besides these, those who were well attested."},"1-clement/17.2":{"o":"ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.","t":"Abraham was greatly attested and was called the friend of God; and gazing on the glory of God, he says in humility, “But I am earth and ashes.”"},"1-clement/17.3":{"o":"ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται· Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.","t":"And again concerning Job it is written thus: “Job was righteous and blameless, true, God-fearing, keeping away from all evil.”"},"1-clement/17.4":{"o":"ἀλλʼ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων· Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδʼ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.","t":"But he accuses himself, saying, “No one is clean from filth, not even if his life is but a day.”"},"1-clement/17.5":{"o":"Μωυσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν ὁ θεὸς Αἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν· ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλʼ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου· Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος.","t":"Moses was called “faithful in all his house,” and through his ministry God judged Egypt with its plagues and torments. But he too, though greatly glorified, did not speak boastfully, but when the oracle was given to him from the bush, he said, “Who am I, that you send me? I am weak of voice and slow of tongue.”"},"1-clement/17.6":{"o":"καὶ πάλιν λέγει· Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.","t":"And again he says, “I am steam from a pot.”"},"1-clement/18.1":{"o":"Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ Δαυείδ; ἐφʼ οὗ εἶπεν ὁ θεός· Εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν.","t":"And what shall we say of the well-attested David? Of him God said, “I have found a man after my heart, David the son of Jesse; I have anointed him with eternal mercy.”"},"1-clement/18.10":{"o":"καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.","t":"Create in me a clean heart, O God, and renew a right spirit within me."},"1-clement/18.11":{"o":"μὴ ἀπορίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ.","t":"Do not cast me away from your presence, and do not take your Holy Spirit from me."},"1-clement/18.12":{"o":"ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με.","t":"Restore to me the joy of your salvation, and establish me with a guiding spirit."},"1-clement/18.13":{"o":"διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπιστρέψουσιν ἐπὶ σέ.","t":"I will teach the lawless your ways, and the ungodly will turn back to you."},"1-clement/18.14":{"o":"ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεός, ὁ θεὸς τῆς σωτηρίας μου.","t":"Deliver me from bloodguilt, O God, the God of my salvation."},"1-clement/18.15":{"o":"ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. κύριε, τὸ στόμα μου ἀνοίξεις, καὶ τὰ χείλη μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.","t":"My tongue will rejoice in your righteousness. Lord, you will open my mouth, and my lips will declare your praise."},"1-clement/18.16":{"o":"ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.","t":"For if you had desired sacrifice, I would have given it; you will not be pleased with whole burnt offerings."},"1-clement/18.17":{"o":"θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει.","t":"A sacrifice to God is a broken spirit; a broken and humbled heart God will not despise.”"},"1-clement/18.2":{"o":"ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θεόν· Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.","t":"Yet he too says to God: “Have mercy on me, O God, according to your great mercy, and according to the multitude of your compassions blot out my lawlessness."},"1-clement/18.3":{"o":"ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶν διαπαντός.","t":"Wash me thoroughly from my lawlessness, and cleanse me from my sin; for I know my lawlessness, and my sin is always before me."},"1-clement/18.4":{"o":"σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.","t":"Against you only have I sinned and done what is evil in your sight, so that you may be justified in your words and prevail when you are judged."},"1-clement/18.5":{"o":"ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.","t":"For behold, I was conceived in lawlessness, and in sins my mother conceived me."},"1-clement/18.6":{"o":"ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.","t":"For behold, you have loved truth; you have shown me the hidden and secret things of your wisdom."},"1-clement/18.7":{"o":"ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.","t":"You will sprinkle me with hyssop, and I shall be clean; you will wash me, and I shall be whiter than snow."},"1-clement/18.8":{"o":"ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα.","t":"You will make me hear joy and gladness; the bones that have been humbled will rejoice."},"1-clement/18.9":{"o":"ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.","t":"Turn your face away from my sins, and blot out all my lawless deeds."},"1-clement/19.1":{"o":"Τῶν τοσούτων οὖν καὶ τοιούτων οὕτως μεμαρτυρημένων τὸ ταπεινόφρον καὶ τὸ ὑποδεὲς διὰ τῆς ὑπακοῆς οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὰς πρὸ ἡμῶν γενεὰς βελτίους ἐποίησεν, τούς τε καταδεξαμένους τὰ λόγια αὐτοῦ ἐν φόβῳ καὶ ἀληθείᾳ.","t":"The humility and submissiveness of so many and such well-attested men, through their obedience, has made better not only us but also the generations before us, and those who received his oracles in fear and truth."},"1-clement/19.2":{"o":"πολλῶν οὖν καὶ μεγάλων καὶ ἐνδόξων μετειληφότες πράξεων ἐπαναδράμωμεν ἐπὶ τὸν ἐξ ἀρχῆς παραδεδομένον ἡμῖν τῆς εἰρήνης σκοπόν, καὶ ἀτενίσωμεν εἰς τὸν πατέρα καὶ κτίστην τοῦ σύμπαντος κόσμου καὶ ταῖς μεγαλοπρεπέσι καὶ ὑπερβαλλούσαις αὐτοῦ δωρεαῖς τῆς εἰρήνης εὐεργεσίαις τε κολληθῶμεν.","t":"Having therefore shared in many great and glorious deeds, let us hasten back to the goal of peace handed down to us from the beginning, and let us fix our eyes on the Father and Creator of the whole world, and cling to his magnificent and surpassing gifts and benefits of peace."},"1-clement/19.3":{"o":"ἴδωμεν αὐτὸν κατὰ διάνοιαν καὶ ἐμβλέψωμεν τοῖς ὄμμασιν τῆς ψυχῆς εἰς τὸ μακρόθυμον αὐτοῦ βούλημα· νοήσωμεν, πῶς ἀόργητος ὑπάρχει πρὸς πᾶσαν τὴν κτίσιν αὐτοῦ.","t":"Let us behold him in our mind and look with the eyes of our soul on his patient will; let us consider how free from anger he is toward all his creation."},"1-clement/2.1":{"o":"Πάντες τε ἐταπεινοφρονεῖτε μηδὲν ἀλαζονευόμενοι, ὑποτασσόμενοι μᾶλλον ἢ ὑποτάσσοντες, ἥδιον διδόντες ἢ λαμβάνοντες. τοῖς ἐφοδίοις τοῦ Χριστοῦ ἀρκούμενοι, καὶ προσέχοντες τοὺς λόγους αὐτοῦ ἐπιμελῶς ἐνεστερνισμένοι ἦτε τοῖς σπλάγχνοις, καὶ τὰ παθήματα αὐτοῦ ἦν πρὸ ὀφθαλμῶν ὑμῶν.","t":"And you were all humble-minded, not boasting at all, submitting rather than demanding submission, giving more gladly than receiving. Content with the provisions Christ gives, and heeding his words, you stored them up carefully in your hearts, and his sufferings were before your eyes."},"1-clement/2.2":{"o":"οὕτως εἰρήνη βαθεῖα καὶ λιπαρὰ ἐδέδοτο πᾶσιν καὶ ἀκόρεστος πόθος εἰς ἀγαθοποιΐαν, καὶ πλήρης πνεύματος ἁγίου ἔκχυσις ἐπὶ πάντας ἐγίνετο·","t":"Thus a deep and rich peace was given to all, and an insatiable longing to do good, and a full outpouring of the Holy Spirit came upon all."},"1-clement/2.3":{"o":"μεστοί τε ὁσίας βουλῆς, ἐν ἀγαθῇ προθυμίᾳ μετʼ εὐσεβοῦς πεποιθήσεως ἐξετείνετε τὰς χεῖρας ὑμῶν πρὸς τὸν παντοκράτορα θεόν, ἱκετεύοντες αὐτὸν ἵλεως γενέσθαι, εἴ τι ἄκοντες ἡμάρτετε.","t":"Full of holy counsel, with good eagerness and devout confidence, you stretched out your hands to almighty God, begging him to be merciful if you had sinned at all unwillingly."},"1-clement/2.4":{"o":"ἀγὼν ἦν ὑμῖν ἡμέρας τε καὶ νυκτὸς ὑπὲρ πάσης τῆς ἀδελφότητος, εἰς τὸ σώζεσθαι μετʼ ἐλέους καὶ συνειδήσεως τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν αὐτοῦ.","t":"Day and night you contended for the whole brotherhood, that the number of his elect might be saved with mercy and conscience."},"1-clement/2.5":{"o":"εἰλικρινεῖς καὶ ἀκέραιοι ἦτε καὶ ἀμνησίκακοι εἰς ἀλλήλους.","t":"You were sincere and innocent and bore no grudges against one another."},"1-clement/2.6":{"o":"πᾶσα στάσις καὶ πᾶν σχίσμα βδελυκτὸν ἦν ὑμῖν. ἐπὶ τοῖς παραπτώμασιν τῶν πλησίον ἐπενθεῖτε· τὰ ὑστερήματα αὐτῶν ἴδια ἐκρίνετε.","t":"Every faction and every schism was abominable to you. You mourned over the transgressions of your neighbors; you considered their shortcomings your own."},"1-clement/2.7":{"o":"ἀμεταμέλητοι ἦτε ἐπὶ πάσῃ ἀγαθοποιΐᾳ, ἕτοιμοι εἰς πᾶν ἔργον ἀγαθόν.","t":"You never regretted any good deed; you were “ready for every good work.”"},"1-clement/2.8":{"o":"τῇ παναρέτῳ καὶ σεβασμίῳ πολιτείᾳ κεκοσμημένοι πάντα ἐν τῷ φόβῳ αὐτοῦ ἐπετελεῖτε· τὰ προστάγματα καὶ τὰ δικαιώματα τοῦ κυρίου ἐπὶ τὰ πλάτη τῆς καρδίας ὑμῶν ἐγέγραπτο.","t":"Adorned with an all-virtuous and venerable way of life, you did everything in the fear of him; the commandments and ordinances of the Lord were written on the tablets of your heart."},"1-clement/20.1":{"o":"Οἱ οὐρανοὶ τῇ διοικήσει αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ.","t":"The heavens, moved by his management, are subject to him in peace."},"1-clement/20.10":{"o":"ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν· ἀέναοί τε πηγαί, πρὸς ἀπόλαυσιν καὶ ὑγείαν δημιουργηθεῖσαι, δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρώποις μαζούς· τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται.","t":"The stations of the winds fulfill their service at their proper time without stumbling; the ever-flowing springs, created for enjoyment and health, offer their breasts for human life without fail; and the smallest of living creatures come together in concord and peace."},"1-clement/20.11":{"o":"ταῦτα πάντα ὁ μέγας δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι, εὐεργετῶν τὰ πάντα, ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγότας τοῖς οἰκτιρμοῖς αὐτοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,","t":"All these things the great Creator and Master of all has ordained to be in peace and concord, doing good to all things, but most abundantly to us who have taken refuge in his compassion through our Lord Jesus Christ,"},"1-clement/20.12":{"o":"ᾧ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"to whom be the glory and the majesty forever and ever. Amen."},"1-clement/20.2":{"o":"ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπʼ αὐτοῦ δρόμον διανύουσιν, μηδὲν ἀλλήλοις ἐμποδίζοντα.","t":"Day and night complete the course assigned by him, in no way hindering one another."},"1-clement/20.3":{"o":"ἥλιός τε καὶ σελήνη, ἀστέρων τε χοροὶ κατὰ τὴν διαταγὴν αὐτοῦ ἐν ὁμονοίᾳ δίχα πάσης παρεκβάσεως ἐξελίσσουσιν τοὺς ἐπιτεταγμένους αὐτοῖς ὁρισμούς.","t":"The sun and moon and the choirs of stars, according to his arrangement, roll on in concord within their appointed limits, without any deviation."},"1-clement/20.4":{"o":"γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπʼ αὐτῆς ζώοις ἀνατέλλει τροφήν, μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπʼ αὐτοῦ.","t":"The earth, bearing fruit according to his will in its proper seasons, brings forth abundant food for human beings and beasts and all the living things upon it, without dissent and without altering any of his decrees."},"1-clement/20.5":{"o":"ἀβύσσων τε ἀνεξιχνίαστα καὶ νερτέρων ἀνεκδιήγητα κλίματα τοῖς αὐτοῖς συνέχεται προστάγμασιν.","t":"The unsearchable regions of the abysses and the indescribable realms of the underworld are held together by the same ordinances."},"1-clement/20.6":{"o":"τὸ κύτος τῆς ἀπείρου θαλάσσης κατὰ τὴν δημιουργίαν αὐτοῦ συσταθὲν εἰς τὰς συναγωγὰς οὐ παρεκβαίνει τὰ περιτεθειμένα αὐτῇ κλεῖθρα, ἀλλὰ καθὼς διέταξεν αὐτῇ, οὕτως ποιεῖ.","t":"The hollow of the boundless sea, gathered together by his workmanship into its collections, does not pass the barriers set around it, but does as he appointed for it."},"1-clement/20.7":{"o":"εἶπεν γάρ· Ἕως ὧδε ἥξεις, καὶ τὰ κύματά σου ἐν σοὶ συντριβήσεται.","t":"For he said, “Thus far you shall come, and your waves shall be broken within you.”"},"1-clement/20.8":{"o":"ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετʼ αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διευθύνονται.","t":"The ocean, impassable for human beings, and the worlds beyond it are directed by the same ordinances of the Master."},"1-clement/20.9":{"o":"καιροὶ ἐαρινοὶ καὶ θερινοὶ καὶ μετοπωρινοὶ καὶ χειμερινοὶ ἐν εἰρήνῃ μεταπαραδιδόασιν ἀλλήλοις.","t":"The seasons of spring, summer, autumn, and winter give way to one another in peace."},"1-clement/21.1":{"o":"Ὁρᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα ἡμῖν, ἐὰν μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθʼ ὁμονοίας.","t":"Take care, beloved, that his many benefits do not become a judgment on us, if we do not live worthily of him and do what is good and pleasing in his sight with concord."},"1-clement/21.2":{"o":"λέγει γάρ που· Πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμιεῖα τῆς γαστρός·","t":"For he says somewhere, “The Spirit of the Lord is a lamp searching the inner chambers of the belly.”"},"1-clement/21.3":{"o":"ἴδωμεν, πῶς ἐγγύς ἐστιν, καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ἡμῶν οὐδὲ τῶν διαλογισμῶν ὧν ποιούμεθα·","t":"Let us see how near he is, and that none of our thoughts or of the reasonings we make escapes him."},"1-clement/21.4":{"o":"δίκαιον οὖν ἐστὶν μὴ λειποτακτεῖν ἡμᾶς ἀπὸ τοῦ θελήματος αὐτοῦ.","t":"It is right, then, that we should not desert our post, away from his will."},"1-clement/21.5":{"o":"μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαζονείᾳ τοῦ λόγου αὐτῶν προσκόψωμεν ἢ τῷ θεῷ.","t":"Let us rather give offense to foolish and senseless people who exalt themselves and boast in the arrogance of their speech, than to God."},"1-clement/21.6":{"o":"τὸν κύριον Ἰησοῦν Χριστόν, οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἐδόθη, ἐντραπῶμεν, τοὺς προηγουμένους ἡμῶν αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ, τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα.","t":"Let us reverence the Lord Jesus Christ, whose blood was given for us; let us respect those who lead us; let us honor the older; let us instruct the young in the discipline of the fear of God; let us direct our wives toward what is good."},"1-clement/21.7":{"o":"τὸ ἀξιαγάπητον τῆς ἁγνείας ἦθος ἐνδειξάσθωσαν, τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν, τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν.","t":"Let them display the lovable character of purity; let them show the sincere will of their gentleness; let them make the gentleness of their tongue plain by their silence; let them give their love, not according to partiality, but equally to all who fear God in holiness."},"1-clement/21.8":{"o":"τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν· μαθέτωσαν, τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος αὐτοῦ καλὸς καὶ μέγας καὶ σώζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ διανοίᾳ.","t":"Let our children share in the discipline that is in Christ; let them learn what humility can do with God, what pure love can accomplish with God, how the fear of him is good and great and saves all who live in it in holiness with a pure mind."},"1-clement/21.9":{"o":"ἐρευνητὴς γάρ ἐστιν ἐννοιῶν καὶ ἐνθυμήσεων· οὗ ἡ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστίν, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.","t":"For he is a searcher of thoughts and intentions; his breath is in us, and when he wishes, he will take it away."},"1-clement/22.1":{"o":"Ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις· καὶ γὰρ αὐτὸς διὰ τοῦ πνεύματος τοῦ ἁγίου οὕτως προσκαλεῖται ἡμᾶς· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.","t":"All these things are confirmed by faith in Christ. For he himself, through the Holy Spirit, calls us thus: “Come, children, listen to me; I will teach you the fear of the Lord."},"1-clement/22.2":{"o":"τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;","t":"Who is the man who desires life, who loves to see good days?"},"1-clement/22.3":{"o":"παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.","t":"Keep your tongue from evil, and your lips from speaking deceit."},"1-clement/22.4":{"o":"ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.","t":"Turn away from evil and do good."},"1-clement/22.5":{"o":"ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν·","t":"Seek peace and pursue it."},"1-clement/22.6":{"o":"ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ πρὸς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.","t":"The eyes of the Lord are on the righteous, and his ears are open to their prayer; but the face of the Lord is against those who do evil, to destroy their memory from the earth."},"1-clement/22.7":{"o":"ἐκέκραξεν ὁ δίκαιος, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν.","t":"The righteous cried out, and the Lord heard him and delivered him from all his troubles."},"1-clement/22.8":{"o":"Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.","t":"Many are the scourges of the sinner, but mercy will surround those who hope in the Lord.”"},"1-clement/23.1":{"o":"Ὁ οἰκτίρμων κατὰ πάντα καὶ εὐεργετικὸς πατὴρ ἔχει σπλάγχνα ἐπὶ τοὺς φοβουμένους αὐτόν, ἠπίως τε καὶ προσηνῶς τὰς χάριτας αὐτοῦ ἀποδιδοῖ τοῖς προσερχομένοις αὐτῷ ἁπλῇ διανοίᾳ.","t":"The Father, who is merciful in all things and kind, has compassion on those who fear him, and gently and graciously gives his favors to those who come to him with a single mind."},"1-clement/23.2":{"o":"διὸ μὴ διψυχῶμεν, μηδὲ ἰνδαλλέσθω ἡ ψυχὴ ἡμῶν ἐπὶ ταῖς ὑπερβαλλούσαις καὶ ἐνδόξοις δωρεαῖς αὐτοῦ.","t":"Therefore let us not be double-minded, nor let our soul indulge in fancies about his surpassing and glorious gifts."},"1-clement/23.3":{"o":"πόρρω γενέσθω ἀφʼ ἡμῶν ἡ γραφὴ αὕτη, ὅπου λέγει· Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ ψυχῇ, οἱ λέγοντες· Ταῦτα ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, καὶ ἰδού, γεγηράκαμεν, καὶ οὐδὲν ἡμῖν τούτων συνβέβηκεν.","t":"Let this scripture be far from us where it says: “Wretched are the double-minded, who doubt in their soul, who say, ‘We heard these things even in our fathers' time, and look, we have grown old, and none of them has happened to us.’"},"1-clement/23.4":{"o":"ὦ ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ· λάβετε ἄμπελον· πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, εἶτα φύλλον, εἶτα ἄνθος, καὶ μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα. ὁρᾶτε, ὅτι ἐν καιρῷ ὀλίγῳ εἰς πέπειρον καταντᾷ ὁ καρπὸς τοῦ ξύλου.","t":"You fools, compare yourselves to a tree; take a vine: first it sheds its leaves, then comes a shoot, then a leaf, then a flower, and after that the sour grape, then the ripe bunch.’ You see that in a short time the fruit of the tree comes to ripeness."},"1-clement/23.5":{"o":"ἐπʼ ἀληθείας ταχὺ καὶ ἐξαίφνης τελειωθήσεται τὸ βούλημα αὐτοῦ, συνεπιμαρτυρούσης καὶ τῆς γραφῆς, ὅτι ταχὺ ἥξει καὶ οὐ χρονιεῖ, καὶ ἐξαίφνης ἥξει ὁ κύριος εἰς τὸν ναὸν αὐτοῦ, καὶ ὁ ἅγιος, ὃν ὑμεῖς προσδοκᾶτε.","t":"Truly his will shall be accomplished quickly and suddenly, as the scripture also testifies: “He will come quickly and will not delay; and the Lord will come suddenly to his temple, and the Holy One whom you expect.”"},"1-clement/24.1":{"o":"Κατανοήσωμεν, ἀγαπητοί, πῶς ὁ δεσπότης ἐπιδείκνυται διηνεκῶς ἡμῖν τὴν μέλλουσαν ἀνάστασιν ἔσεσθαι, ἧς τὴν ἀπαρχὴν ἐποιήσατο τὸν κύριον Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ἀναστήσας.","t":"Let us consider, beloved, how the Master continually shows us the resurrection that is to be, of which he has made the Lord Jesus Christ the firstfruit by raising him from the dead."},"1-clement/24.2":{"o":"ἴδωμεν, ἀγαπητοί, τὴν κατὰ καιρὸν γινομένην ἀνάστασιν.","t":"Let us look, beloved, at the resurrection that happens at its proper time."},"1-clement/24.3":{"o":"ἡμέρα καὶ νὺξ ἀνάστασιν ἡμῖν δηλοῦσιν· κοιμᾶται ἡ νύξ, ἀνίσταται ἡ ἡμέρα· ἡ ἡμέρα ἄπεισιν, νὺξ ἐπέρχεται.","t":"Day and night show us a resurrection: the night falls asleep, the day rises; the day departs, the night comes on."},"1-clement/24.4":{"o":"λάβωμεν τοὺς καρπούς· ὁ σπόρος πῶς καὶ τίνα τρόπον γίνεται;","t":"Let us take the crops: how and in what way does the sowing happen?"},"1-clement/24.5":{"o":"ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἕκαστον τῶν σπερμάτων, ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται· εἶτʼ ἐκ τῆς διαλύσεως ἡ μεγαλειότης τῆς προνοίας τοῦ δεσπότου ἀνίστησιν αὐτά, καὶ ἐκ τοῦ ἑνὸς πλείονα αὔξει καὶ ἐκφέρει καρπόν.","t":"The sower went out and cast each of the seeds into the ground; falling into the ground dry and bare, they decay. Then from their decay the greatness of the Master's providence raises them up, and from one seed many grow and bear fruit."},"1-clement/25.1":{"o":"Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τόποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν.","t":"Let us consider the marvelous sign that takes place in the eastern regions, that is, around Arabia."},"1-clement/25.2":{"o":"ὄρνεον γάρ ἐστιν, ὃ προσονομάζεται φοῖνιξ· τοῦτο μονογενὲς ὑπάρχον ζῇ ἔτη πεντακόσια, γενόμενόν τε ἤδη πρὸς ἀπόλυσιν τοῦ ἀποθανεῖν αὐτό, σηκὸν ἑαυτῷ ποιεῖ ἐκ λιβάνου καὶ σμύρνης καὶ τῶν λοιπῶν ἀρωμάτων, εἰς ὃν πληρωθέντος τοῦ χρόνου εἰσέρχεται καὶ τελευτᾷ.","t":"There is a bird called the phoenix. It is the only one of its kind and lives five hundred years; and when it comes near its dissolution and death, it makes itself a nest of frankincense and myrrh and other spices, and when its time is fulfilled it enters it and dies."},"1-clement/25.3":{"o":"σηπομένης δὲ τῆς σαρκὸς σκώληξ τις γεννᾶται, ὃς ἐκ τῆς ἰκμάδος τοῦ τετελευτηκότος ζώου ἀνατρεφόμενος πτεροφυεῖ· εἶτα γενναῖος γενόμενος αἴρει τὸν σηκὸν ἐκεῖνον, ὅπου τὰ ὀστᾶ τοῦ προγεγονότος ἐστίν, καὶ ταῦτα βαστάζων διανύει ἀπὸ τῆς Ἀραβικῆς χώρας ἕως τῆς Αἰγύπτου εἰς τὴν λεγομένην Ἡλιούπολιν,","t":"As its flesh decays, a worm is born, which is nourished by the moisture of the dead creature and grows wings. Then, when it has grown strong, it takes up the nest in which are the bones of its parent, and carrying them it makes its way from the country of Arabia to Egypt, to the city called Heliopolis;"},"1-clement/25.4":{"o":"καὶ ἡμέρας, βλεπόντων πάντων, ἐπιπτὰς ἐπὶ τὸν τοῦ ἡλίου βωμὸν τίθησιν αὐτὰ καὶ οὕτως εἰς τοὐπίσω ἀφορμᾷ.","t":"and in the daytime, in the sight of all, it flies to the altar of the sun, places them there, and so sets off back again."},"1-clement/25.5":{"o":"οἱ οὖν ἱερεῖς ἐπισκέπτονται τὰς ἀναγραφὰς τῶν χρόνων καὶ εὑρίσκουσιν αὐτὸν πεντακοσιοστοῦ ἔτους πεπληρωμένου ἐληλυθέναι.","t":"Then the priests examine the records of the times and find that it has come at the completion of the five-hundredth year."},"1-clement/26.1":{"o":"Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ διʼ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ;","t":"Do we then think it a great and marvelous thing that the Creator of all things will raise up those who have served him in holiness in the confidence of a good faith, when he shows us the greatness of his promise even through a bird?"},"1-clement/26.2":{"o":"λέγει γάρ που· Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί· Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετʼ ἐμοῦ εἶ.","t":"For he says somewhere, “And you will raise me up, and I will give thanks to you,” and, “I lay down and slept; I rose up, for you are with me.”"},"1-clement/26.3":{"o":"καὶ πάλιν Ἰὼβ λέγει· Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.","t":"And again Job says, “And you will raise this flesh of mine, which has endured all these things.”"},"1-clement/27.1":{"o":"Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν αἱ ψυχαὶ ἡμῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ δικαίῳ ἐν τοῖς κρίμασιν.","t":"In this hope, then, let our souls be bound to him who is faithful in his promises and righteous in his judgments."},"1-clement/27.2":{"o":"ὁ παραγγείλας μὴ ψεύδεσθαι, πολλῷ μᾶλλον αὐτὸς οὐ ψεύσεται· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι.","t":"He who commanded us not to lie will much more not lie himself; for nothing is impossible with God except to lie."},"1-clement/27.3":{"o":"ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν.","t":"Let faith in him be rekindled in us, then, and let us understand that all things are near to him."},"1-clement/27.4":{"o":"ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα, καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι.","t":"By the word of his majesty he established all things, and by a word he can overthrow them."},"1-clement/27.5":{"o":"Τίς ἐρεῖ αὐτῷ· Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ; ὅτε θέλει καὶ ὡς θέλει ποιήσει πάντα, καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδογματισμένων ὑπʼ αὐτοῦ.","t":"“Who will say to him, ‘What have you done?’ Or who will resist the might of his strength?” When he wills and as he wills he will do all things, and none of the things he has decreed will pass away."},"1-clement/27.6":{"o":"πάντα ἐνώπιον αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουλὴν αὐτοῦ,","t":"All things are before him, and nothing has escaped his counsel,"},"1-clement/27.7":{"o":"εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.","t":"since “the heavens declare the glory of God, and the firmament proclaims the work of his hands. Day to day pours forth speech, and night to night proclaims knowledge. There are no words or speeches whose voices are not heard.”"},"1-clement/28.1":{"o":"Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων, φοβηθῶμεν αὐτόν, καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας, ἵνα τῷ ἐλέει αὐτοῦ σκεπασθῶμεν ἀπὸ τῶν μελλόντων κριμάτων.","t":"Since, then, all things are seen and heard, let us fear him and abandon the foul desires of evil deeds, so that by his mercy we may be sheltered from the judgments to come."},"1-clement/28.2":{"o":"ποῦ γάρ τις ἡμῶν δύναται φυγεῖν ἀπὸ τῆς κραταιᾶς χειρὸς αὐτοῦ; ποῖος δὲ κόσμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπʼ αὐτοῦ;","t":"For where can any of us flee from his mighty hand? And what world will receive any who desert him?"},"1-clement/28.3":{"o":"λέγει γάρ που τὸ γραφεῖον· Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς γῆς, ἐκεῖ ἡ δεξιά σου· ἐὰν καταστρώσω εἰς τὰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου.","t":"For the writing says somewhere: “Where shall I go, and where shall I hide from your presence? If I go up into heaven, you are there; if I go away to the ends of the earth, there is your right hand; if I make my bed in the abysses, there is your Spirit.”"},"1-clement/28.4":{"o":"ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος;","t":"Where then can anyone go, or where can he run away from him who embraces all things?"},"1-clement/29.1":{"o":"Προσέλθωμεν οὖν αὐτῷ ἐν ὁσιότητι ψυχῆς, ἁγνὰς καὶ ἀμιάντους χεῖρας αἴροντες πρὸς αὐτόν, ἀγαπῶντες τὸν ἐπιεικῆ καὶ εὔσπλαγχνον πατέρα ἡμῶν, ὃς ἐκλογῆς μέρος ἡμᾶς ἐποίησεν ἑαυτῷ.","t":"Let us therefore approach him in holiness of soul, lifting pure and undefiled hands to him, loving our gentle and compassionate Father, who has made us his chosen portion."},"1-clement/29.2":{"o":"οὕτω γὰρ γέγραπται· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.","t":"For so it is written: “When the Most High divided the nations, when he scattered the sons of Adam, he fixed the boundaries of the nations according to the number of the angels of God. His people Jacob became the portion of the Lord; Israel the lot of his inheritance.”"},"1-clement/29.3":{"o":"καὶ ἐν ἑτέρῳ τόπῳ λέγει· Ἰδού, κύριος λαμβάνει ἑαυτῷ ἔθνος ἐκ μέσου ἐθνῶν, ὥσπερ λαμβάνει ἄνθρωπος τὴν ἀπαρχὴν αὐτοῦ τῆς ἅλω· καὶ ἐξελεύσεται ἐκ τοῦ ἔθνους ἐκείνου ἅγια ἁγίων.","t":"And in another place he says: “Behold, the Lord takes for himself a nation out of the midst of nations, as a man takes the firstfruit of his threshing floor; and out of that nation shall come the Holy of Holies.”"},"1-clement/3.1":{"o":"Πᾶσα δόξα καὶ πλατυσμὸς ἐδόθη ὑμῖν, καὶ ἐπετελέσθη τὸ γεγραμμένον· Ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπλατύνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.","t":"All glory and enlargement were given to you, and what was written was fulfilled: “My beloved ate and drank, and was enlarged and grew fat, and kicked.”"},"1-clement/3.2":{"o":"ἐκ τούτου ζῆλος καὶ φθόνος, καὶ ἔρις, καὶ στάσις, διωγμὸς καὶ ἀκαταστασία, πόλεμος καὶ αἰχμαλωσία.","t":"From this came jealousy and envy, strife and faction, persecution and disorder, war and captivity."},"1-clement/3.3":{"o":"οὕτως ἐπηγέρθησαν οἱ ἄτιμοι ἐπὶ τοὺς ἐντίμους, οἱ ἄδοξοι ἐπὶ τοὺς ἐνδόξους, οἱ ἄφρονες ἐπὶ τοὺς φρονίμους, οἱ νέοι ἐπὶ τοὺς πρεσβυτέρους.","t":"So the dishonored rose up against the honored, the disreputable against the reputable, the foolish against the wise, the young against the older."},"1-clement/3.4":{"o":"διὰ τοῦτο πόρρω ἄπεστιν ἡ δικαιοσύνη καὶ εἰρήνη, ἐν τῷ ἀπολιπεῖν ἕκαστον τὸν φόβον τοῦ θεοῦ καὶ ἐν τῇ πίστει αὐτοῦ ἀμβλυωπῆσαι, μηδὲ ἐν τοῖς νομίμοις τῶν προσταγμάτων αὐτοῦ πορεύεσθαι, μηδὲ πολιτεύεσθαι κατὰ τὸ καθῆκον τῷ Χριστῷ, ἀλλὰ ἕκαστον βαδίζειν κατὰ τὰς ἐπιθυμίας τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς, ζῆλον ἄδικον καὶ ἀσεβῆ ἀνειληφότας, διʼ οὗ καὶ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.","t":"For this reason righteousness and peace are far away, since each has abandoned the fear of God and become dim-sighted in faith in him, neither walking in the ordinances of his commandments nor living as befits Christ, but each goes according to the desires of his evil heart, having taken up unrighteous and ungodly jealousy, through which also death entered the world."},"1-clement/30.1":{"o":"Ἁγίου οὖν μερὶς ὑπάρχοντες ποιήσωμεν τὰ τοῦ ἁγιασμοῦ πάντα, φεύγοντες καταλαλιάς, μιαράς τε καὶ ἀνάγνους συμπλοκάς, μέθας τε καὶ νεωτερισμοὺς καὶ βδελυκτὰς ἐπιθυμίας, μυσερὰν μοιχείαν, βδελυκτὴν ὑπερηφανίαν.","t":"Since, then, we are the portion of the Holy One, let us do all the things of holiness, fleeing slander, foul and impure embraces, drunkenness and rebellion and detestable desires, abominable adultery, detestable pride."},"1-clement/30.2":{"o":"Θεὸς γάρ, φησίν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.","t":"“For God,” it says, “opposes the proud, but gives grace to the humble.”"},"1-clement/30.3":{"o":"κολληθῶμεν οὖν ἐκείνοις, οἷς ἡ χάρις ἀπὸ τοῦ θεοῦ δέδοται· ἐνδυσώμεθα τὴν ὁμόνοιαν ταπεινοφρονοῦντες, ἐγκρατευόμενοι, ἀπὸ παντὸς ψιθυρισμοῦ καὶ καταλαλιᾶς πόρρω ἑαυτοὺς ποιοῦντες, ἔργοις δικαιούμενοι, μὴ λόγοις.","t":"Let us therefore join ourselves to those to whom grace has been given by God. Let us clothe ourselves with concord, being humble-minded and self-controlled, keeping ourselves far from all whispering and slander, being justified by works and not by words."},"1-clement/30.4":{"o":"λέγει γάρ· Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἢ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;","t":"For it says: “He who speaks much will also hear much in reply. Or does the fluent talker think himself righteous?"},"1-clement/30.5":{"o":"εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. μὴ πολὺς ἐν ῥήμασιν γίνου.","t":"Blessed is the one born of woman who has a short life.” Do not be abundant in words."},"1-clement/30.6":{"o":"ὁ ἔπαινος ἡμῶν ἔστω ἐν θεῷ καὶ μὴ ἐξ αὐτῶν· αὐτεπαινέτους γὰρ μισεῖ ὁ θεός.","t":"Let our praise be in God and not from ourselves; for God hates those who praise themselves."},"1-clement/30.7":{"o":"ἡ μαρτυρία τῆς ἀγαθῆς πράξεως ἡμῶν διδόσθω ὑπʼ ἄλλων, καθὼς ἐδόθη τοῖς πατράσιν ἡμῶν τοῖς δικαίοις.","t":"Let the testimony to our good conduct be given by others, as it was given to our fathers who were righteous."},"1-clement/30.8":{"o":"θράσος καὶ αὐθάδεια καὶ τόλμα τοῖς κατηραμένοις ὑπὸ τοῦ θεοῦ· ἐπιείκεια καὶ ταπεινοφροσύνη καὶ πραΰτης παρὰ τοῖς ηὐλογημένοις ὑπὸ τοῦ θεοῦ.","t":"Boldness and arrogance and audacity belong to those who are cursed by God; gentleness and humility and meekness are with those who are blessed by God."},"1-clement/31.1":{"o":"Κολληθῶμεν οὖν τῇ εὐλογίᾳ αὐτοῦ καὶ ἴδωμεν, τίνες αἱ ὁδοὶ τῆς εὐλογίας. ἀνατυλίξωμεν τὰ ἀπʼ ἀρχῆς γενόμενα.","t":"Let us therefore cling to his blessing and see what the ways of blessing are. Let us unroll the record of what has happened from the beginning."},"1-clement/31.2":{"o":"τίνος χάριν ηὐλογήθη ὁ πατὴρ ἡμῶν Ἀβραάμ, οὐχὶ δικαιοσύνην καὶ ἀλήθειαν διὰ πίστεως ποιήσας;","t":"Why was our father Abraham blessed? Was it not because he did righteousness and truth through faith?"},"1-clement/31.3":{"o":"Ἰσαὰκ μετὰ πεποιθήσεως γινώσκων τὸ μέλλον ἡδέως προσήγετο θυσία.","t":"Isaac, knowing with confidence what was to come, was gladly led forward as a sacrifice."},"1-clement/31.4":{"o":"Ἰακὼβ μετὰ ταπεινοφροσύνης ἐξεχώρησεν τῆς γῆς αὐτοῦ διʼ ἀδελφὸν καὶ ἐπορεύθη πρὸς Λαβὰν καὶ ἐδούλευσεν, καὶ ἐδόθη αὐτῷ τὸ δωδεκάσκηπτρον τοῦ Ἰσραήλ.","t":"Jacob in humility left his land because of his brother and went to Laban and served him; and the twelve tribes of Israel were given to him."},"1-clement/32.1":{"o":"Ὃ ἐάν τις καθʼ ἓν ἕκαστον εἰλικρινῶς κατανοήσῃ, ἐπιγνώσεται μεγαλεῖα τῶν ὑπʼ αὐτοῦ δεδομένων δωρεῶν.","t":"If anyone considers these things one by one with sincerity, he will recognize the greatness of the gifts given by him."},"1-clement/32.2":{"o":"ἐξ αὐτοῦ γὰρ ἱερεῖς καὶ Λευῖται πάντες οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· ἐξ αὐτοῦ ὁ κύριος Ἰησοῦς τὸ κατὰ σάρκα· ἐξ αὐτοῦ βασιλεῖς καὶ ἄρχοντες καὶ ἡγούμενοι κατὰ τὸν Ἰούδαν· τὰ δὲ λοιπὰ σκῆπτρα αὐτοῦ οὐκ ἐν μικρᾷ δόξῃ ὑπάρχουσιν, ὡς ἐπαγγειλαμένου τοῦ θεοῦ, ὅτι ἔσται τὸ σπέρμα σου ὡς οἱ ἀστέρες τοῦ οὐρανοῦ.","t":"For from him came all the priests and Levites who serve at the altar of God; from him came the Lord Jesus according to the flesh; from him came kings and rulers and leaders in the line of Judah. And his other scepters are in no small glory, since God promised, “Your seed shall be as the stars of heaven.”"},"1-clement/32.3":{"o":"πάντες οὖν ἐδοξάσθησαν καὶ ἐμεγαλύνθησαν οὐ διʼ αὐτῶν ἢ τῶν ἔργων αὐτῶν ἢ τῆς δικαιοπραγίας ἧς κατειργάσαντο, ἀλλὰ διὰ τοῦ θελήματος αὐτοῦ.","t":"All of them, then, were glorified and made great, not through themselves or their works or the righteous deeds they did, but through his will."},"1-clement/32.4":{"o":"καὶ ἡμεῖς οὖν, διὰ θελήματος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ κληθέντες, οὐ διʼ ἑαυτῶν δικαιούμεθα, οὐδὲ διὰ τῆς ἡμετέρας σοφίας ἢ συνέσεως ἢ εὐσεβείας ἢ ἔργων ὧν κατειργασάμεθα ἐν ὁσιότητι καρδίας, ἀλλὰ διὰ τῆς πίστεως, διʼ ἧς πάντας τοὺς ἀπʼ αἰῶνος ὁ παντοκράτωρ θεὸς ἐδικαίωσεν· ᾧ ἔστω ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"And we, therefore, who have been called through his will in Christ Jesus, are not justified through ourselves, nor through our own wisdom or understanding or piety or the works we have done in holiness of heart, but through faith, through which the almighty God has justified all people from the beginning; to whom be the glory forever and ever. Amen."},"1-clement/33.1":{"o":"Τί οὖν ποιήσωμεν, ἀδελφοί; ἀργήσωμεν ἀπὸ τῆς ἀγαθοποιΐας καὶ ἐγκαταλίπωμεν τὴν ἀγάπην; μηθαμῶς τοῦτο ἐάσαι ὁ δεσπότης ἐφʼ ἡμῖν γε γενηθῆναι, ἀλλὰ σπεύσωμεν μετὰ ἐκτενείας καὶ προθυμίας πᾶν ἔργον ἀγαθὸν ἐπιτελεῖν.","t":"What then shall we do, brothers? Shall we be idle in doing good and abandon love? May the Master never let this happen to us; but let us hurry with earnestness and eagerness to accomplish every good work."},"1-clement/33.2":{"o":"αὐτὸς γὰρ ὁ δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγαλλιᾶται.","t":"For the Creator and Master of all things himself rejoices in his works."},"1-clement/33.3":{"o":"τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήρισεν καὶ τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς· γῆν τε διεχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου βουλήματος θεμέλιον· τά τε ἐν αὐτῇ ζῶα φοιτῶντα τῇ ἑαυτοῦ διατάξει ἐκέλευσεν εἶναι· θάλασσαν καὶ τὰ ἐν αὐτῇ ζῶα προετοιμάσας ἐνέκλεισεν τῇ ἑαυτοῦ δυνάμει.","t":"For by his supreme power he established the heavens, and by his incomprehensible understanding he set them in order. He separated the earth from the water surrounding it and set it firm on the secure foundation of his own will. The living creatures that roam on it he commanded to exist by his own decree. Having prepared the sea and the creatures in it, he enclosed them by his own power."},"1-clement/33.4":{"o":"ἐπὶ πᾶσι τὸ ἐξοχώτατον καὶ παμμέγεθες κατὰ διάνοιαν, ἄνθρωπον, ταῖς ἱεραῖς καὶ ἀμώμοις χερσὶν ἔπλασεν τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα.","t":"Above all, as the most excellent and greatest work of his mind, he formed man with his holy and blameless hands, the imprint of his own image."},"1-clement/33.5":{"o":"οὕτως γάρ φησιν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα καὶ καθʼ ὁμοίωσιν ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.","t":"For God speaks thus: “Let us make man according to our image and likeness. And God made man; male and female he made them.”"},"1-clement/33.6":{"o":"ταῦτα οὖν πάντα τελειώσας ἐπῄνεσεν αὐτὰ καὶ ηὐλόγησεν καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε.","t":"So, having finished all these things, he praised them and blessed them and said, “Increase and multiply.”"},"1-clement/33.7":{"o":"ἴδωμεν, ὅτι ἐν ἔργοις ἀγαθοῖς πάντες ἐκοσμήθησαν οἱ δίκαιοι, καὶ αὐτὸς δὲ ὁ κύριος ἔργοις ἀγαθοῖς ἑαυτὸν κοσμήσας ἐχάρη.","t":"Let us see that all the righteous have been adorned with good works, and the Lord himself, having adorned himself with good works, rejoiced."},"1-clement/33.8":{"o":"ἔχοντες οὖν τοῦτον τὸν ὑπογραμμὸν ἀόκνως προσέλθωμεν τῷ θελήματι αὐτοῦ· ἐξ ὅλης τῆς ἰσχύος ἡμῶν ἐργασώμεθα ἔργον δικαιοσύνης.","t":"Having therefore this example, let us come without hesitation to his will; let us do the work of righteousness with all our strength."},"1-clement/34.1":{"o":"Ὁ ἀγαθὸς ἐργάτης μετὰ παρρησίας λαμβάνει τὸν ἄρτον τοῦ ἔργου αὐτοῦ, ὁ νωθρὸς καὶ παρειμένος οὐκ ἀντοφθαλμεῖ τῷ ἐργοπαρέκτῃ αὐτοῦ.","t":"The good worker receives the bread of his work with confidence; the lazy and careless worker does not look his employer in the face."},"1-clement/34.2":{"o":"δέον οὖν ἐστὶν προθύμους ἡμᾶς εἶναι εἰς ἀγαθοποιΐαν· ἐξ αὐτοῦ γάρ ἐστιν τὰ πάντα.","t":"We must therefore be eager to do good; for all things are from him."},"1-clement/34.3":{"o":"προλέγει γὰρ ἡμῖν· Ἰδοὺ ὁ κύριος, καὶ ὁ μισθὸς αὐτοῦ πρὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.","t":"For he tells us in advance: “Behold, the Lord, and his reward is before his face, to pay each according to his work.”"},"1-clement/34.4":{"o":"προτρέπεται οὖν ἡμᾶς πιστεύοντας ἐξ ὅλης τῆς καρδίας ἐπʼ αὐτῷ, μὴ ἀργοὺς μηδὲ παρειμένους εἶναι ἐπὶ πᾶν ἔργον ἀγαθόν.","t":"So he urges us, who believe in him with all our heart, not to be idle or careless in any good work."},"1-clement/34.5":{"o":"τὸ καύχημα ἡμῶν καὶ ἡ παρρησία ἔστω ἐν αὐτῷ· ὑποτασσώμεθα τῷ θελήματι αὐτοῦ· κατανοήσωμεν τὸ πᾶν πλῆθος τῶν ἀγγέλων αὐτοῦ, πῶς τῷ θελήματι αὐτοῦ λειτουργοῦσιν παρεστῶτες.","t":"Let our boast and our confidence be in him; let us submit to his will; let us consider the whole multitude of his angels, how they stand by and serve his will."},"1-clement/34.6":{"o":"λέγει γὰρ ἡ γραφή· Μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ ἐκέκραγον, Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ κτίσις τῆς δόξης αὐτοῦ.","t":"For the scripture says: “Ten thousand times ten thousand stood by him, and a thousand thousands served him, and they cried, ‘Holy, holy, holy is the Lord of hosts; the whole creation is full of his glory.’”"},"1-clement/34.7":{"o":"καὶ ἡμεῖς οὖν ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ συναχθέντες τῇ συνειδήσει, ὡς ἐξ ἑνὸς στόματος βοήσωμεν πρὸς αὐτὸν ἐκτενῶς εἰς τὸ μετόχους ἡμᾶς γενέσθαι τῶν μεγάλων καὶ ἐνδόξων ἐπαγγελιῶν αὐτοῦ.","t":"And we too, then, gathered together in concord with one conscience, let us cry out to him earnestly as from one mouth, that we may share in his great and glorious promises."},"1-clement/34.8":{"o":"λέγει γάρ· Ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν κύριος τοῖς ὑπομένουσιν αὐτόν.","t":"For he says: “Eye has not seen, and ear has not heard, and it has not entered into the human heart, what the Lord has prepared for those who wait for him.”"},"1-clement/35.1":{"o":"Ὡς μακάρια καὶ θαυμαστὰ τὰ δῶρα τοῦ θεοῦ, ἀγαπητοί.","t":"How blessed and marvelous are the gifts of God, beloved!"},"1-clement/35.10":{"o":"ἐλέγξω σε καὶ παραστήσω σε κατὰ πρόσωπόν σου.","t":"I will rebuke you and set your sins before your face."},"1-clement/35.11":{"o":"σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ ὡς λέων, καὶ μὴ ᾖ ὁ ῥυόμενος.","t":"Understand these things, you who forget God, lest he seize you like a lion and there be no one to deliver."},"1-clement/35.12":{"o":"θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.","t":"A sacrifice of praise will glorify me, and there is the way by which I will show him the salvation of God.’”"},"1-clement/35.2":{"o":"ζωὴ ἐν ἀθανασίᾳ, λαμπρότης ἐν δικαιοσύνῃ, ἀλήθεια ἐν παρρησίᾳ, πίστις ἐν πεποιθήσει, ἐγκράτεια ἐν ἁγιασμῷ· καὶ ταῦτα ὑπέπιπτεν πάντα ὑπὸ τὴν διάνοιαν ἡμῶν.","t":"Life in immortality, splendor in righteousness, truth in boldness, faith in confidence, self-control in holiness: and all these fall within our understanding."},"1-clement/35.3":{"o":"τίνα οὖν ἄρα ἐστὶν τὰ ἑτοιμαζόμενα τοῖς ὑπομένουσιν; ὁ δημιουργὸς καὶ πατὴρ τῶν αἰώνων ὁ πανάγιος αὐτὸς γινώσκει τὴν ποσότητα καὶ τὴν καλλονὴν αὐτῶν.","t":"What, then, are the things being prepared for those who wait? The Creator and Father of the ages, the all-holy, himself knows their number and their beauty."},"1-clement/35.4":{"o":"ἡμεῖς οὖν ἀγωνισώμεθα εὑρεθῆναι ἐν τῷ ἀριθμῷ τῶν ὑπομενόντων, ὅπως μεταλάβωμεν τῶν ἐπηγγελμένων δωρεῶν.","t":"Let us therefore strive to be found among the number of those who wait, so that we may share in the promised gifts."},"1-clement/35.5":{"o":"πῶς δὲ ἔσται τοῦτο, ἀγαπητοί; ἐὰν ἐστηριγμένη ᾖ ἡ διάνοια ἡμῶν πιστῶς πρὸς τὸν θεόν, ἐὰν ἐκζητῶμεν τὰ εὐάρεστα καὶ εὐπρόσδεκτα αὐτῷ, ἐὰν ἐπιτελέσωμεν τὰ ἀνήκοντα τῇ ἀμώμῳ βουλήσει αὐτοῦ, καὶ ἀκολουθήσωμεν τῇ ὁδῷ τῆς ἀληθείας, ἀπορρίψαντες ἀφʼ ἑαυτῶν πᾶσαν ἀδικίαν καὶ πονηρίαν, πλεονεξίαν, ἔρεις, κακοηθείας τε καὶ δόλους, ψιθυρισμούς τε καὶ καταλαλιάς, θεοστυγίαν, ὑπερηφανίαν τε καὶ ἀλαζονείαν, κενοδοξίαν τε καὶ ἀφιλοξενίαν.","t":"But how shall this be, beloved? If our mind is fixed faithfully on God; if we seek what is pleasing and acceptable to him; if we accomplish what befits his blameless will and follow the way of truth, casting away from ourselves all unrighteousness and wickedness, greed, strife, malice and deceit, whispering and slander, hatred of God, pride and arrogance, vainglory and inhospitality."},"1-clement/35.6":{"o":"ταῦτα γὰρ οἱ πράσσοντες στυγητοὶ τῷ θεῷ ὑπάρχουσιν· οὐ μόνον δὲ οἱ πράσσοντες αὐτά, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες αὐτοῖς.","t":"For those who do these things are hateful to God; and not only those who do them, but also those who approve of them."},"1-clement/35.7":{"o":"λέγει γὰρ ἡ γραφή· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου;","t":"For the scripture says: “But to the sinner God said, ‘Why do you recite my ordinances and take my covenant on your lips?"},"1-clement/35.8":{"o":"σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσα σου περιέπλεκεν δολιότητα. καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.","t":"You hated discipline and threw my words behind you. If you saw a thief, you ran with him, and you threw in your lot with adulterers. Your mouth multiplied wickedness, and your tongue wove deceit. You sat and spoke against your brother, and put a stumbling block before your mother's son."},"1-clement/35.9":{"o":"ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος.","t":"These things you did, and I kept silent; you supposed, lawless one, that I would be like you."},"1-clement/36.1":{"o":"Αὕτη ἡ ὁδός, ἀγαπητοί, ἐν ᾗ εὕρομεν τὸ σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν, τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν.","t":"This is the way, beloved, in which we found our salvation, Jesus Christ, the high priest of our offerings, the protector and helper of our weakness."},"1-clement/36.2":{"o":"διὰ τούτου ἀτενίζομεν εἰς τὰ ὕψη τῶν οὐρανῶν, διὰ τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ ὑπερτάτην ὄψιν αὐτοῦ, διὰ τούτου ἠνεῴχθησαν ἡμῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας, διὰ τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς, διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι, ὃς ὢν ἀπαύγασμα τῆς μεγαλωσύνης αὐτοῦ, τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὄνομα κεκληρονόμηκεν.","t":"Through him we fix our gaze on the heights of heaven; through him we see as in a mirror his blameless and supreme face; through him the eyes of our heart were opened; through him our foolish and darkened mind springs up into the light; through him the Master willed that we should taste immortal knowledge. He, being the radiance of his majesty, is as much greater than the angels as the name he has inherited is more excellent."},"1-clement/36.3":{"o":"γέγραπται γὰρ οὕτως· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.","t":"For it is written thus: “He makes his angels spirits, and his ministers a flame of fire.”"},"1-clement/36.4":{"o":"ἐπὶ δὲ τῷ υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.","t":"But of his Son the Master said thus: “You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession.”"},"1-clement/36.5":{"o":"καὶ πάλιν λέγει πρὸς αὐτόν· Κάθον ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.","t":"And again he says to him: “Sit at my right hand, until I make your enemies a footstool for your feet.”"},"1-clement/36.6":{"o":"τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασσομενοι τῷ θελήματι αὐτοῦ.","t":"Who, then, are the enemies? Those who are wicked and oppose his will."},"1-clement/37.1":{"o":"Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφοί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστάγμασιν αὐτοῦ.","t":"Let us therefore serve as soldiers, men and brothers, with all earnestness under his blameless commands."},"1-clement/37.2":{"o":"κατανοήσωμεν τοὺς στρατευομένους τοῖς ἡγουμένοις ἡμῶν, πῶς εὐτάκτως, πῶς ἑκτικῶς, πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα.","t":"Let us consider those who serve as soldiers under our commanders: how orderly, how readily, how submissively they carry out what is commanded."},"1-clement/37.3":{"o":"οὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχοι οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξῆς, ἀλλʼ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ.","t":"Not all are prefects or tribunes or centurions or captains of fifty and so on; but each in his own rank carries out what is commanded by the emperor and the commanders."},"1-clement/37.4":{"o":"οἱ μεγάλοι δίχα τῶν μικρῶν οὐ δύνανται εἶναι, οὔτε οἱ μικροὶ δίχα τῶν μεγάλων· σύγκρασίς τίς ἐστιν ἐν πᾶσιν, καὶ ἐν τούτοις χρῆσις.","t":"The great cannot exist without the small, nor the small without the great; there is a certain mixture in all things, and in this there is usefulness."},"1-clement/37.5":{"o":"λάβωμεν τὸ σῶμα ἡμῶν· ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν ἐστιν, οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς· τὰ δὲ ἐλάχιστα μέλη τοῦ σώματος ἡμῶν ἀναγκαῖα καὶ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώματι· ἀλλὰ πάντα συνπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα.","t":"Let us take our body: the head without the feet is nothing, and so are the feet without the head; the smallest members of our body are necessary and useful to the whole body; indeed, all breathe together and are united in one subjection, so that the whole body may be saved."},"1-clement/38.1":{"o":"Σωζέσθω οὖν ἡμῶν ὅλον τὸ σῶμα ἐν Χριστῷ Ἰησοῦ, καὶ ὑποτασσέσθω ἕκαστος τῷ πλησίον αὐτοῦ, καθὼς ἐτέθη ἐν τῷ χαρίσματι αὐτοῦ.","t":"So let our whole body be saved in Christ Jesus, and let each be subject to his neighbor, according to the spiritual gift given to him."},"1-clement/38.2":{"o":"ὁ ἰσχυρὸς τημελείτω τὸν ἀσθενῆ, ὁ δὲ ἀσθενὴς ἐντρεπέσθω τὸν ἰσχυρόν· ὁ πλούσιος ἐπιχορηγείτω τῷ πτωχῷ, ὁ δὲ πτωχὸς εὐχαριστείτω τῷ θεῷ, ὅτι ἔδωκεν αὐτῷ, διʼ οὗ ἀναπληρωθῇ αὐτοῦ τὸ ὑστέρημα· ὁ σοφὸς ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ ἐν λόγοις, ἀλλʼ ἐν ἔργοις ἀγαθοῖς· ὁ ταπεινοφρονῶν μὴ ἑαυτῷ μαρτυρείτω, ἀλλʼ ἐάτω ὑφʼ ἑτέρου ἑαυτὸν μαρτυρεῖσθαι· ὁ ἁγνὸς ἐν τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν.","t":"Let the strong care for the weak, and let the weak respect the strong. Let the rich man supply the poor, and let the poor man thank God that he gave him someone through whom his need may be met. Let the wise show his wisdom not in words but in good works. Let the humble not testify to himself but let another testify to him. Let the one who is pure in the flesh not boast, knowing that it is another who grants him his self-control."},"1-clement/38.3":{"o":"ἀναλογισώμεθα οὖν, ἀδελφοί, ἐκ ποίας ὕλης ἐγενήθημεν, ποῖοι καὶ τίνες εἰσήλθαμεν εἰς τὸν κόσμον, ἐκ ποίου τάφου καὶ σκότους ὁ πλάσας ἡμᾶς καὶ δημιουργήσας εἰσήγαγεν εἰς τὸν κόσμον αὐτοῦ, προετοιμάσας τὰς εὐεργεσίας αὐτοῦ, πρὶν ἡμᾶς γεννηθῆναι.","t":"Let us consider, then, brothers, from what matter we were made, what and who we were when we came into the world, from what grave and darkness he who formed and created us brought us into his world, having prepared his benefits before we were born."},"1-clement/38.4":{"o":"ταῦτα οὖν πάντα ἐξ αὐτοῦ ἔχοντες ὀφείλομεν κατὰ πάντα εὐχαριστεῖν αὐτῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"Since, then, we have all these things from him, we ought to give him thanks for everything; to whom be the glory forever and ever. Amen."},"1-clement/39.1":{"o":"Ἅφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν.","t":"Senseless, foolish, stupid, and ignorant people mock and deride us, wanting to exalt themselves in their own imaginations."},"1-clement/39.2":{"o":"τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς;","t":"For what can a mortal do? Or what strength has one born of earth?"},"1-clement/39.3":{"o":"γέγραπται γάρ· Οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλʼ ἢ αὔραν καὶ φωνὴν ἤκουον·","t":"For it is written: “There was no form before my eyes, but I heard a breath and a voice:"},"1-clement/39.4":{"o":"Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ, εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν;","t":"What then? Shall a mortal be pure before the Lord? Or a man blameless in his works, when he does not trust his servants and has found something crooked in his angels?"},"1-clement/39.5":{"o":"οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ· ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν· ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν· παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.","t":"Heaven is not pure in his sight; how much less those who dwell in houses of clay, of which we ourselves are made, of the same clay. He struck them like a moth, and from morning to evening they are no more; because they could not help themselves, they perished."},"1-clement/39.6":{"o":"ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.","t":"He breathed on them and they died, because they had no wisdom."},"1-clement/39.7":{"o":"ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ· καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος.","t":"But call, if anyone will answer you, or if you will see any of the holy angels; for anger destroys the fool, and envy kills the one who has gone astray."},"1-clement/39.8":{"o":"ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλʼ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.","t":"I have seen fools putting down roots, but at once their dwelling was devoured."},"1-clement/39.9":{"o":"πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας· κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.","t":"May their sons be far from safety; may they be mocked at the doors of their inferiors, and there shall be no one to deliver them. For what has been prepared for them the righteous will eat, and they themselves shall not be delivered from evils.”"},"1-clement/4.1":{"o":"Γέγραπται γὰρ οὕτως· Καὶ ἐγένετο μεθʼ ἡμέρας, ἤνεγκεν Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ θεῷ, καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.","t":"For it is written thus: “And it came to pass after some days that Cain brought to God a sacrifice from the fruits of the earth, and Abel also brought from the firstborn of the sheep and from their fat."},"1-clement/4.10":{"o":"ζῆλος φυγεῖν ἠνάγκασεν Μωϋσῆν ἀπὸ προσώπου Φαραὼ βασιλέως Αἰγύπτου ἐν τῷ ἀκοῦσαι αὐτὸν ἀπὸ τοῦ ὁμοφύλου· Τίς σε κατέστησεν κριτὴν ἢ δικαστὴν ἐφʼ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;","t":"Jealousy forced Moses to flee from the presence of Pharaoh, king of Egypt, when he heard from his own countryman, “Who made you a judge or a ruler over us? Do you want to kill me, as you killed the Egyptian yesterday?”"},"1-clement/4.11":{"o":"διὰ ζῆλος Ἀαρὼν καὶ Μαριὰμ ἔξω τῆς παρεμβολῆς ηὐλίσθησαν.","t":"Because of jealousy Aaron and Miriam had to lodge outside the camp."},"1-clement/4.12":{"o":"ζῆλος Δαθὰν καὶ Ἀβειρὼν ζῶντας κατήγαγεν εἰς ᾅδου διὰ τὸ στασιάσαι αὐτοὺς πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν.","t":"Jealousy brought Dathan and Abiram down alive into Hades, because they revolted against Moses, the servant of God."},"1-clement/4.13":{"o":"διὰ ζῆλος Δαυεὶδ φθόνον ἔσχεν οὐ μόνον ὑπὸ τῶν ἀλλοφύλων, ἀλλὰ καὶ ὑπὸ Σαοὺλ βασιλέως Ἰσραὴλ ἐδιώχθη.","t":"Because of jealousy David incurred envy not only from foreigners but was also persecuted by Saul, king of Israel."},"1-clement/4.2":{"o":"καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.","t":"And God looked on Abel and on his gifts, but to Cain and his sacrifices he paid no attention."},"1-clement/4.3":{"o":"καὶ ἐλυπήθη Κάϊν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ αὐτοῦ.","t":"And Cain was very grieved, and his face fell."},"1-clement/4.4":{"o":"καὶ εἶπεν ὁ θεὸς πρὸς Κάϊν· Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσεν τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;","t":"And God said to Cain, ‘Why have you become very grieved, and why has your face fallen? If you have offered rightly but have not divided rightly, have you not sinned?"},"1-clement/4.5":{"o":"ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.","t":"Be still; his turning will be toward you, and you will rule over him.’"},"1-clement/4.6":{"o":"καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.","t":"And Cain said to Abel his brother, ‘Let us go out into the field.’ And it came to pass, while they were in the field, that Cain rose up against Abel his brother and killed him.”"},"1-clement/4.7":{"o":"ὁρᾶτε, ἀδελφοί, ζῆλος καὶ φθόνος ἀδελφοκτονίαν κατειργάσατο.","t":"You see, brothers: jealousy and envy brought about the murder of a brother."},"1-clement/4.8":{"o":"διὰ ζῆλος ὁ πατὴρ ἡμῶν Ἰακὼβ ἀπέδρα ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.","t":"Because of jealousy our father Jacob fled from the presence of Esau his brother."},"1-clement/4.9":{"o":"ζῆλος ἐποίησεν Ἰωσὴφ μέχρι θανάτου διωχθῆναι καὶ μέχρι δουλείας εἰσελθεῖν.","t":"Jealousy caused Joseph to be persecuted to the point of death and to come into slavery."},"1-clement/40.1":{"o":"Προδήλων οὖν ἡμῖν ὄντων τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν κατὰ καιροὺς τεταγμένους.","t":"Since these things are plain to us, and since we have looked into the depths of divine knowledge, we ought to do in order all the things that the Master has commanded us to perform at the appointed times."},"1-clement/40.2":{"o":"τάς τε προσφορὰς καὶ λειτουργίας ἐπιτελεῖσθαι, καὶ οὐκ εἰκῆ ἢ ἀτάκτως ἐκέλευσεν γίνεσθαι, ἀλλʼ ὡρισμένοις καιροῖς καὶ ὥραις.","t":"He commanded the offerings and services to be performed, and not carelessly or in disorder, but at fixed times and hours."},"1-clement/40.3":{"o":"ποῦ τε καὶ διὰ τίνων ἐπιτελεῖσθαι θέλει, αὐτὸς ὥρισεν τῇ ὑπερτάτῳ αὐτοῦ βουλήσει, ἵνʼ ὁσίως πάντα γινόμενα ἐν εὐδοκήσει εὐπρόσδεκτα εἴη τῷ θελήματι αὐτοῦ.","t":"Where and by whom he wishes them to be performed, he himself has determined by his supreme will, so that all things done in holiness according to his good pleasure might be acceptable to his will."},"1-clement/40.4":{"o":"οἱ οὖν τοῖς προστεταγμένοις καιροῖς ποιοῦντες τὰς προσφορὰς αὐτῶν εὐπρόσδεκτοί τε καὶ μακάριοι· τοῖς γὰρ νομίμοις τοῦ δεσπότου ἀκολουθοῦντες οὐ διαμαρτάνουσιν.","t":"So those who make their offerings at the appointed times are acceptable and blessed; for since they follow the ordinances of the Master, they do not go wrong."},"1-clement/40.5":{"o":"τῷ γὰρ ἀρχιερεῖ ἴδιαι λειτουργίαι δεδομέναι εἰσίν, καὶ τοῖς ἱερεῦσιν ἴδιος ὁ τόπος προστέτακται, καὶ Λευΐταις ἴδιαι διακονίαι ἐπίκεινται· ὁ λαϊκὸς ἄνθρωπος τοῖς λαϊκοῖς προστάγμασιν δέδεται.","t":"For to the high priest his own services have been given, and to the priests their own place has been assigned, and on the Levites their own ministries are laid; the layman is bound by the ordinances for laymen."},"1-clement/41.1":{"o":"Ἕκαστος ἡμῶν, ἀδελφοί, ἐν τῷ ἰδίῳ τάγματι εὐαριστείτω τῷ θεῷ ἐν ἀγαθῇ συνειδήσει ὑπάρχων, μὴ παρεκβαίνων τὸν ὡρισμένον τῆς λειτουργίας αὐτοῦ κανόνα, ἐν σεμνότητι.","t":"Let each of us, brothers, in his own rank, be pleasing to God with a good conscience, not transgressing the appointed rule of his ministry, with reverence."},"1-clement/41.2":{"o":"οὐ πανταχοῦ, ἀδελφοί, προσφέρονται θυσίαι ἐνδελεχισμοῦ ἢ εὐχῶν ἢ περὶ ἁμαρτίας καὶ πλημμελείας, ἀλλʼ ἢ ἐν Ἱερουσαλὴμ μόνῃ· κἀκεῖ δὲ οὐκ ἐν παντὶ τόπῳ προσφέρεται, ἀλλʼ ἔμπροσθεν τοῦ ναοῦ πρὸς τὸ θυσιαστήριον, μωμοσκοπηθὲν τὸ προσφερόμενον διὰ τοῦ ἀρχιερέως καὶ τῶν προειρημένων λειτουργῶν.","t":"Not everywhere, brothers, are the daily sacrifices offered, or the vow offerings, or the sin and trespass offerings, but only in Jerusalem; and even there they are not offered in every place, but before the sanctuary at the altar, after what is offered has been inspected for blemishes by the high priest and the ministers already mentioned."},"1-clement/41.3":{"o":"οἱ οὖν παρὰ τὸ καθῆκον τῆς βουλήσεως αὐτοῦ ποιοῦντές τι θάνατον τὸ πρόστιμον ἔχουσιν.","t":"So those who do anything contrary to what befits his will have death as their penalty."},"1-clement/41.4":{"o":"ὁρᾶτε, ἀδελφοί· ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ μᾶλλον ὑποκείμεθα κινδύνῳ.","t":"You see, brothers: the greater the knowledge we have been counted worthy of, the greater the danger to which we are exposed."},"1-clement/42.1":{"o":"Οἱ ἀπόστολοι ἡμῖν εὐηγγελίσθησαν ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, Ἰησοῦς ὁ Χριστὸς ἀπὸ τοῦ θεοῦ ἐξεπέμφθη.","t":"The apostles received the gospel for us from the Lord Jesus Christ; Jesus the Christ was sent from God."},"1-clement/42.2":{"o":"ὁ Χριστὸς οὖν ἀπὸ τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι ἀπὸ τοῦ Χριστοῦ· ἐγένοντο οὖν ἀμφότερα εὐτάκτως ἐκ θελήματος θεοῦ.","t":"So Christ is from God, and the apostles from Christ; both, then, came about in good order by the will of God."},"1-clement/42.3":{"o":"παραγγελίας οὖν λαβόντες καὶ πληροφορηθέντες διὰ τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πιστωθέντες ἐν τῷ λόγῳ τοῦ θεοῦ, μετὰ πληροφορίας πνεύματος ἁγίου ἐξῆλθον εὐαγγελιζόμενοι, τὴν βασιλείαν τοῦ θεοῦ μέλλειν ἔρχεσθαι,","t":"So having received their commands, and being fully assured through the resurrection of our Lord Jesus Christ and confirmed in the word of God, with the full assurance of the Holy Spirit they went out proclaiming the good news that the kingdom of God was about to come."},"1-clement/42.4":{"o":"κατὰ χώρας οὖν καὶ πόλεις κηρύσσοντες καθίστανον τὰς ἀπαρχὰς αὐτῶν, δοκιμάσαντες τῷ πνεύματι, εἰς ἐπισκόπους καὶ διακόνους τῶν μελλόντων πιστεύειν.","t":"So, preaching in country and city, they appointed their firstfruits, after testing them by the Spirit, to be bishops and deacons of those who would believe."},"1-clement/42.5":{"o":"καὶ τοῦτο οὐ καινῶς· ἐκ γὰρ δὴ πολλῶν χρόνων ἐγέγραπτο περὶ ἐπισκόπων καὶ διακόνων. οὕτως γάρ που λέγει ἡ γραφή· Καταστήσω τοὺς ἐπισκόπους αὐτῶν ἐν δικαιοσύνῃ καὶ τοὺς διακόνους αὐτῶν ἐν πίστει.","t":"And this was nothing new, for bishops and deacons had been written about many ages before. For thus says the scripture somewhere: “I will appoint their bishops in righteousness and their deacons in faith.”"},"1-clement/43.1":{"o":"Καὶ τί θαυμαστόν, εἰ οἱ ἐν Χριστῷ πιστευθέντες παρὰ θεοῦ ἔργον τοιοῦτο κατέστησαν τοὺς προειρημένους; ὅπου καὶ ὁ μακάριος πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ Μωϋσῆς τὰ διατεταγμένα αὐτῷ πάντα ἐσημειώσατο ἐν ταῖς ἱεραῖς βίβλοις, ᾧ καὶ ἐπηκολούθησαν οἱ λοιποὶ προφῆται, συνεπιμαρτυροῦντες τοῖς ὑπʼ αὐτοῦ νενομοθετημένοις.","t":"And what wonder is it if those who had been entrusted in Christ by God with such a work appointed the persons mentioned? For the blessed Moses also, “a faithful servant in all his house,” recorded in the sacred books all the things commanded him, and the rest of the prophets followed him, bearing witness together to the laws he had given."},"1-clement/43.2":{"o":"ἐκεῖνος γάρ, ζήλου ἐμπεσόντος περὶ τῆς ἱερωσύνης καὶ στασιαζουσῶν τῶν φυλῶν, ὁποία αὐτῶν εἴη τῷ ἐνδόξῳ ὀνόματι κεκοσμημένη, ἐκέλευσεν τοὺς δώδεκα φυλάρχους προσενεγκεῖν αὐτῷ ῥάβδους ἐπιγεγραμμένας ἑκάστης φυλῆς κατʼ ὄνομα· καὶ λαβὼν αὐτὰς ἔδησεν καὶ ἐσφράγισεν τοῖς δακτυλίοις τῶν φυλάρχων, καὶ ἀπέθετο αὐτὰς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὴν τράπεζαν τοῦ θεοῦ.","t":"For when jealousy arose concerning the priesthood and the tribes were quarreling over which of them should be adorned with that glorious name, he commanded the twelve tribal chiefs to bring him rods inscribed with the name of each tribe. And taking them he bound them and sealed them with the rings of the tribal chiefs, and laid them up in the tent of witness on the table of God."},"1-clement/43.3":{"o":"καὶ κλείσας τὴν σκηνὴν ἐσφράγισεν τὰς κλεῖδας ὡσαύτως καὶ τὰς ῥάβδους,","t":"And having closed the tent he sealed the keys, as he had the rods,"},"1-clement/43.4":{"o":"καὶ εἶπεν αὐτοῖς· Ἄνδρες ἀδελφοί, ἧς ἂν φυλῆς ἡ ῥάβδος βλαστήσῃ, ταύτην ἐκλέλεκται ὁ θεὸς εἰς τὸ ἱερατεύειν καὶ λειτουργεῖν αὐτῷ.","t":"and said to them, “Men and brothers, the tribe whose rod blossoms, this God has chosen to serve as priests and to minister to him.”"},"1-clement/43.5":{"o":"πρωΐας δὲ γενομένης συνεκάλεσεν πάντα τὸν Ἰσραήλ, τὰς ἑξακοσίας χιλιάδας τῶν ἀνδρῶν, καὶ ἐπεδείξατο τοῖς φυλάρχοις τὰς σφραγῖδας, καὶ ἤνοιξεν τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ προεῖλεν τὰς ῥάβδους· καὶ εὑρέθη ἡ ῥάβδος Ἀαρὼν οὐ μόνον βεβλαστηκυῖα, ἀλλὰ καὶ καρπὸν ἔχουσα.","t":"When morning came he called together all Israel, the six hundred thousand men, and showed the tribal chiefs the seals, and opened the tent of witness and brought out the rods; and the rod of Aaron was found not only to have blossomed but also to be bearing fruit."},"1-clement/43.6":{"o":"τί δοκεῖτε, ἀγαπητοί; οὐ προῄδει Μωϋσῆς τοῦτο μέλλειν ἔσεσθαι; μάλιστα ᾔδει· ἀλλʼ ἵνα μὴ ἀκαταστασία γένηται ἐν τῷ Ἰσραήλ, οὕτως ἐποίησεν, εἰς τὸ δοξασθῆναι τὸ ὄνομα τοῦ ἀληθινοῦ καὶ μόνου θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"What do you think, beloved? Did not Moses know beforehand that this would happen? Certainly he knew. But so that there might be no disorder in Israel, he did this, so that the name of the true and only God might be glorified; to whom be the glory forever and ever. Amen."},"1-clement/44.1":{"o":"Καὶ οἱ ἀπόστολοι ἡμῶν ἔγνωσαν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔρις ἔσται ἐπὶ τοῦ ὀνόματος τῆς ἐπισκοπῆς.","t":"Our apostles also knew through our Lord Jesus Christ that there would be strife over the office of bishop."},"1-clement/44.2":{"o":"διὰ ταύτην οὖν τὴν αἰτίαν πρόγνωσιν εἰληφότες τελείαν κατέστησαν τοὺς προειρημένους, καὶ μεταξὺ ἐπινομὴν δεδώκασιν, ὅπως, ἐὰν κοιμηθῶσιν, διαδέξωνται ἕτεροι δεδοκιμασμένοι ἄνδρες τὴν λειτουργίαν αὐτῶν.","t":"For this reason, therefore, having received perfect foreknowledge, they appointed those already mentioned, and afterward they gave a further instruction, that if these should fall asleep, other approved men should succeed to their ministry."},"1-clement/44.3":{"o":"τοὺς οὖν κατασταθέντας ὑπʼ ἐκείνων ἢ μεταξὺ ὑφʼ ἑτέρων ἐλλογίμων ἀνδρῶν συνενδοκησάσης τῆς ἐκκλησίας πάσης, καὶ λειτουργήσαντας ἀμέμπτως τῷ ποιμνίῳ τοῦ Χριστοῦ μετὰ ταπεινοφροσύνης, ἡσύχως καὶ ἀβαναύσως, μεμαρτυρημένους τε πολλοῖς χρόνοις ὑπὸ πάντων, τούτους οὐ δικαίως νομίζομεν ἀποβάλλεσθαι τῆς λειτουργίας.","t":"Those, then, who were appointed by them, or afterward by other eminent men with the consent of the whole church, and who have ministered blamelessly to the flock of Christ with humility, quietly and unselfishly, and have for a long time been well spoken of by all: these, we consider, are unjustly removed from their ministry."},"1-clement/44.4":{"o":"ἁμαρτία γὰρ οὐ μικρὰ ἡμῖν ἔσται, ἐὰν τοὺς ἀμέμπτως καὶ ὁσίως προσενεγκόντας τὰ δῶρα τῆς ἐπισκοπῆς ἀποβάλωμεν.","t":"For it will be no small sin for us if we depose from the office of bishop those who have offered the gifts blamelessly and in holiness."},"1-clement/44.5":{"o":"μακάριοι οἱ προοδοιπορήσαντες πρεσβύτεροι, οἵτινες ἔγκαρπον καὶ τελείαν ἔσχον τὴν ἀνάλυσιν· οὐ γὰρ εὐλαβοῦνται μή τις αὐτοὺς μεταστήσῃ ἀπὸ τοῦ ἱδρυμένου αὐτοῖς τόπου.","t":"Blessed are the presbyters who have gone on ahead, whose departure was fruitful and complete; for they need not fear that anyone will remove them from the place established for them."},"1-clement/44.6":{"o":"ὁρῶμεν γάρ, ὅτι ἐνίους ὑμεῖς μετηγάγετε καλῶς πολιτευομένους ἐκ τῆς ἀμέμπτως αὐτοῖς τετιμημένης λειτουργίας.","t":"For we see that you have removed some who were living well from the ministry that they had carried out blamelessly and with honor."},"1-clement/45.1":{"o":"Φιλόνεικοι ἔστε, ἀδελφοί, καὶ ζηλωταὶ περὶ τῶν ἀνηκόντων εἰς σωτηρίαν.","t":"Be contentious, brothers, and zealous, about the things that pertain to salvation."},"1-clement/45.2":{"o":"ἐγκεκύφατε εἰς τὰς ἱερὰς γραφάς, τὰς ἀληθεῖς, τὰς διὰ τοῦ πνεύματος τοῦ ἁγίου.","t":"You have looked into the sacred scriptures, which are true, which were given through the Holy Spirit."},"1-clement/45.3":{"o":"ἐπίστασθε, ὅτι οὐδὲν ἄδικον οὐδὲ παραπεποιημένον γέγραπται ἐν αὐταῖς. οὐχ εὑρήσετε δικαίους ἀποβεβλημένους ἀπὸ ὁσίων ἀνδρῶν.","t":"You know that nothing unjust or falsified has been written in them. You will not find righteous people cast out by holy men."},"1-clement/45.4":{"o":"ἐδιώχθησαν δίκαιοι, ἀλλʼ ὑπὸ ἀνόμων· ἐφυλακίσθησαν, ἀλλʼ ὑπὸ ἀνοσίων· ἐλιθάσθησαν ὑπὸ παρανόμων· ἀπεκτάνθησαν ὑπὸ τῶν μιαρὸν καὶ ἄδικον ζῆλον ἀνειληφότων.","t":"The righteous were persecuted, but by the lawless; they were imprisoned, but by the unholy; they were stoned by transgressors; they were killed by those who had taken up foul and unrighteous jealousy."},"1-clement/45.5":{"o":"ταῦτα πάσχοντες εὐκλεῶς ἤνεγκαν.","t":"Suffering these things, they endured them gloriously."},"1-clement/45.6":{"o":"τί γὰρ εἴπωμεν, ἀδελφοί; Δανιὴλ ὑπὸ τῶν φοβουμένων τὸν θεὸν ἐβλήθη εἰς λάκκον λεόντων;","t":"For what shall we say, brothers? Was Daniel cast into the lions' den by those who fear God?"},"1-clement/45.7":{"o":"ἢ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὸ τῶν θρησκευόντων τὴν μεγαλοπρεπῆ καὶ ἔνδοξον θρησκείαν τοῦ ὑψίστου κατείρχθησαν εἰς κάμινον πυρός; μηθαμῶς τοῦτο γένοιτο. τίνες οὖν οἱ ταῦτα δράσαντες; οἱ στυγητοὶ καὶ πάσης κακίας πλήρεις εἰς τοσοῦτο ἐξήρισαν θυμοῦ, ὥστε τοὺς ἐν ὁσίᾳ καὶ ἀμώμῳ προθέσει δουλεύοντας τῷ θεῷ εἰς αἰκίαν περιβαλεῖν, μὴ εἰδότες ὅτι ὁ ὕψιστος ὑπέρμαχος καὶ ὑπερασπιστής ἐστιν τῶν ἐν καθαρᾷ συνειδήσει λατρευόντων τῷ παναρέτῳ ὀνόματι αὐτοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"Or were Ananias and Azarias and Misael shut up in the furnace of fire by those who practiced the magnificent and glorious worship of the Most High? Far be it! Who, then, were those who did these things? Hateful men, full of all wickedness, were stirred to such anger that they subjected to torture those who served God with a holy and blameless purpose, not knowing that the Most High is the champion and protector of those who worship his all-virtuous name with a pure conscience; to whom be the glory forever and ever. Amen."},"1-clement/45.8":{"o":"οἱ δὲ ὑπομένοντες ἐν πεποιθήσει δόξαν καὶ τιμὴν ἐκληρονόμησαν, ἐπήρθησάν τε καὶ ἔγγραφοι ἐγένοντο ἀπὸ τοῦ θεοῦ ἐν τῷ μνημοσύνῳ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"But those who endured with confidence inherited glory and honor; they were exalted and were inscribed by God in his memorial forever and ever. Amen."},"1-clement/46.1":{"o":"Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί.","t":"To such examples, then, we too must hold fast, brothers."},"1-clement/46.2":{"o":"γέγραπται γάρ· Κολλᾶσθε τοῖς ἁγίοις, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται.","t":"For it is written: “Hold fast to the saints, for those who hold fast to them will be made holy.”"},"1-clement/46.3":{"o":"καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει· Μετὰ ἀνδρὸς ἀθῷον ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.","t":"And again in another place he says: “With an innocent man you will be innocent, and with a chosen man you will be chosen, and with a perverse man you will deal perversely.”"},"1-clement/46.4":{"o":"κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις· εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ.","t":"Let us therefore hold fast to the innocent and righteous; these are God's elect."},"1-clement/46.5":{"o":"ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν;","t":"Why are there strifes and angers and dissensions and schisms and war among you?"},"1-clement/46.6":{"o":"ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἕνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφʼ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ;","t":"Do we not have one God and one Christ and one Spirit of grace poured out upon us? And is there not one calling in Christ?"},"1-clement/46.7":{"o":"ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ.","t":"Why do we tear apart and rend the members of Christ, and rebel against our own body, and reach such a pitch of madness as to forget that we are members of one another? Remember the words of the Lord Jesus."},"1-clement/46.8":{"o":"εἶπεν γάρ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἦ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι κρεῖττον ἢν αὐτῷ περιτεθῆναι μύλον καὶ καταπον τισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι.","t":"For he said: “Woe to that man! It would have been better for him not to have been born than to cause one of my elect to stumble. It would be better for him to have a millstone hung around him and be drowned in the sea than to lead astray one of my elect.”"},"1-clement/46.9":{"o":"τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην· καὶ ἐπίμονος ὑμῶν ἐστιν ἡ στάσις.","t":"Your schism has led many astray, has cast many into discouragement, many into doubt, and all of us into grief; and your faction still continues."},"1-clement/47.1":{"o":"Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου.","t":"Take up the letter of the blessed Paul the apostle."},"1-clement/47.2":{"o":"τί πρῶτον ὑμῖν ἐν ἀρχῇ τοῦ εὐαγγελίου ἔγραψεν;","t":"What did he first write to you in the beginning of the gospel?"},"1-clement/47.3":{"o":"ἐπʼ ἀληθείας πνευματικῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ, διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι.","t":"Truly, he wrote to you by the Spirit about himself and Cephas and Apollos, because even then you had formed factions."},"1-clement/47.4":{"o":"ἀλλʼ ἡ πρόσκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν· προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παρʼ αὐτοῖς.","t":"But that partisanship brought less sin upon you; for you were partisans of apostles who were well attested and of a man approved by them."},"1-clement/47.5":{"o":"νυνὶ δὲ κατανοήσατε, τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδελφίας ὑμῶν ἐμείωσαν.","t":"But now consider who they are that have led you astray and diminished the dignity of your renowned love of the brethren."},"1-clement/47.6":{"o":"αἰσχρά, ἀγαπητοί, καὶ λίαν αἰσχρά, καὶ ἀνάξια τῆς ἐν Χριστῷ ἀγωγῆς ἀκούεσθαι, τὴν βεβαιοτάτην καὶ ἀρχαίαν Κορινθίων ἐκκλησίαν διʼ ἓν ἢ δύο πρόσωπα στασιάζειν πρὸς τοὺς πρεσβυτέρους·","t":"It is shameful, beloved, very shameful, and unworthy of your conduct in Christ, that it should be reported that the most steadfast and ancient church of the Corinthians, because of one or two persons, is in revolt against its presbyters."},"1-clement/47.7":{"o":"καὶ αὕτη ἡ ἀκοὴ οὐ μόνον εἰς ἡμᾶς ἐχώρησεν, ἀλλὰ καὶ εἰς τοὺς ἑτεροκλινεῖς ὑπάρχοντας ἀφʼ ἡμῶν, ὥστε καὶ βλασφημίας ἐπιφέρεσθαι τῷ ὀνόματι κυρίου διὰ τὴν ὑμετέραν ἀφροσύνην, ἑαυτοῖς δὲ κίνδυνον ἐπεξεργάζεσθαι.","t":"And this report has reached not only us but also those who differ from us, so that blasphemies are being brought on the name of the Lord because of your folly, and you are creating danger for yourselves."},"1-clement/48.1":{"o":"Ἐξάρωμεν οὖν τοῦτο ἐν τάχει καὶ προσπέσωμεν τῷ δεσπότῃ καὶ κλαύσωμεν ἱκετεύοντες αὐτόν, ὅπως ἵλεως γενόμενος ἐπικαταλλαγῇ ἡμῖν καὶ ἐπὶ τὴν σεμνὴν τῆς φιλαδελφίας ἡμῶν ἁγνὴν ἀγωγὴν ἀποκαταστήσῃ ἡμᾶς.","t":"Let us therefore remove this quickly, and let us fall down before the Master and weep, begging him to be merciful and be reconciled to us, and to restore us to the seemly and pure conduct of our love of the brethren."},"1-clement/48.2":{"o":"πύλη γὰρ δικαιοσύνης ἀνεῳγυῖα εἰς ζωὴν αὕτη, καθὼς γέγραπται· Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, ἵνα εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ.","t":"For this is a gate of righteousness opened to life, as it is written: “Open to me the gates of righteousness, that I may enter by them and give thanks to the Lord."},"1-clement/48.3":{"o":"αὕτη ἡ πύλη τοῦ κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.","t":"This is the gate of the Lord; the righteous shall enter by it.”"},"1-clement/48.4":{"o":"πολλῶν οὖν πυλῶν ἀνεῳγυιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἀταράχως πάντα ἐπιτελοῦντες.","t":"Though many gates are open, the gate of righteousness is the one in Christ; blessed are all who have entered by it and direct their way in holiness and righteousness, doing all things without disorder."},"1-clement/48.5":{"o":"ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω ἁγνὸς ἐν ἔργοις.","t":"Let someone be faithful; let him be able to expound knowledge; let him be wise in discerning words; let him be pure in deeds."},"1-clement/48.6":{"o":"τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι, καὶ ζητεῖν τὸ κοινωφελὲς πᾶσιν, καὶ μὴ τὸ ἑαυτοῦ.","t":"for the greater he seems to be, the more humble-minded he ought to be, and he should seek the common good of all and not his own advantage."},"1-clement/49.1":{"o":"Ὁ ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα.","t":"Let whoever has love in Christ keep the commandments of Christ."},"1-clement/49.2":{"o":"τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύναται ἐξηγήσασθαι;","t":"Who can describe the bond of the love of God?"},"1-clement/49.3":{"o":"τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν;","t":"Who is able to express the greatness of its beauty?"},"1-clement/49.4":{"o":"τὸ ὕψος, εἰς ὃ ἀνάγει ἡ ἀγάπη, ἀνεκδιήγητόν ἐστιν.","t":"The height to which love leads is indescribable."},"1-clement/49.5":{"o":"ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ· οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον· ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ.","t":"Love unites us to God; “love covers a multitude of sins”; love bears all things, is patient in all things. There is nothing vulgar in love, nothing arrogant. Love does not cause schism, love does not rebel, love does all things in concord. In love all the elect of God were made perfect; without love nothing is pleasing to God."},"1-clement/49.6":{"o":"ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς ὁ δεσπότης· διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.","t":"In love the Master received us. Because of the love he had for us, Jesus Christ our Lord gave his blood for us by the will of God, and his flesh for our flesh and his soul for our souls."},"1-clement/5.1":{"o":"Ἀλλʼ ἵνα τῶν ἀρχαίων ὑποδειγμάτων παυσώμεθα, ἔλθωμεν ἐπὶ τοὺς ἔγγιστα γενομένους ἀθλητάς· λάβωμεν τῆς γενεᾶς ἡμῶν τὰ γενναῖα ὑποδείγματα.","t":"But to leave the ancient examples, let us come to the athletes who lived nearest to our own time; let us take the noble examples of our own generation."},"1-clement/5.2":{"o":"διὰ ζῆλον καὶ φθόνον οἱ μέγιστοι καὶ δικαιότατοι στύλοι ἐδιώχθησαν καὶ ἕως θανάτου ἤθλησαν.","t":"Because of jealousy and envy the greatest and most righteous pillars were persecuted and contended even unto death."},"1-clement/5.3":{"o":"λάβωμεν πρὸ ὀφθαλμῶν ἡμῶν τοὺς ἀγαθοὺς ἀποστόλους·","t":"Let us set before our eyes the good apostles:"},"1-clement/5.4":{"o":"Πέτρον, ὃς διὰ ζῆλον ἄδικον οὐχ ἕνα οὐδὲ δύο, ἀλλὰ πλείονας ὑπήνεγκεν πόνους καὶ οὕτω μαρτυρήσας ἐπορεύθη εἰς τὸν ὀφειλόμενον τόπον τῆς δόξης.","t":"Peter, who because of unrighteous jealousy endured not one or two but many labors, and so, having borne his witness, went to the place of glory that was his due."},"1-clement/5.5":{"o":"διὰ ζῆλον καὶ ἔριν Παῦλος ὑπομονῆς βραβεῖον ὑπέδειξεν,","t":"Because of jealousy and strife Paul showed the way to the prize of endurance:"},"1-clement/5.6":{"o":"ἑπτάκις δεσμὰ φορέσας, φυγαδευθείς, λιθασθείς, κήρυξ γενόμενος ἔν τε τῇ ἀνατολῇ καὶ ἐν τῇ δύσει, τὸ γενναῖον τῆς πίστεως αὐτοῦ κλέος ἔλαβεν,","t":"seven times he wore chains, he was exiled, he was stoned; having become a herald both in the East and in the West, he received the noble renown of his faith;"},"1-clement/5.7":{"o":"δικαιοσύνην διδάξας ὅλον τὸν κόσμον, καὶ ἐπὶ τὸ τέρμα τῆς δύσεως ἐλθὼν καὶ μαρτυρήσας ἐπὶ τῶν ἡγουμένων, οὕτως ἀπηλλάγη τοῦ κόσμου καὶ εἰς τὸν ἅγιον τόπον ἀνελήμφθη, ὑπομονῆς γενόμενος μέγιστος ὑπογραμμός.","t":"having taught righteousness to the whole world, and having come to the limit of the West, and having borne his witness before the rulers, he was thus released from the world and taken up to the holy place, having become the greatest example of endurance."},"1-clement/50.1":{"o":"Ὁρᾶτε, ἀγαπητοί, πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις.","t":"You see, beloved, how great and wonderful love is, and there is no describing its perfection."},"1-clement/50.2":{"o":"τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν καταξιώσῃ ὁ θεός; δεώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ, ἵνα ἐν ἀγάπῃ εὑρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίνης, ἄμωμοι.","t":"Who is worthy to be found in it, except those whom God counts worthy? Let us therefore beg and pray from his mercy that we may be found in love, without human partisanship, blameless."},"1-clement/50.3":{"o":"αἱ γενεαὶ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον, ἀλλʼ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν, οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.","t":"All the generations from Adam to this day have passed away; but those who were made perfect in love by the grace of God have a place among the godly, who will be made manifest at the visitation of the kingdom of Christ."},"1-clement/50.4":{"o":"γέγραπται γάρ· Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον, ἕως οὗ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός μου, καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς, καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν.","t":"For it is written: “Enter into your chambers for a very little while, until my anger and wrath pass by; and I will remember a good day, and I will raise you from your tombs.”"},"1-clement/50.5":{"o":"μακάριοί ἐσμεν, ἀγαπητοί, εἰ τὰ προστάγματα τοῦ θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης, εἰς τὸ ἀφεθῆναι ἡμῖν διʼ ἀγάπης τὰς ἁμαρτίας.","t":"Blessed are we, beloved, if we keep the commandments of God in the concord of love, so that our sins may be forgiven us through love."},"1-clement/50.6":{"o":"γέγραπται γάρ· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος·","t":"For it is written: “Blessed are they whose lawless deeds are forgiven and whose sins are covered. Blessed is the man whose sin the Lord will not reckon, and in whose mouth there is no deceit.”"},"1-clement/50.7":{"o":"οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"This blessing came upon those who have been chosen by God through Jesus Christ our Lord, to whom be the glory forever and ever. Amen."},"1-clement/51.1":{"o":"Ὅσα οὖν παρεπέσαμεν καὶ ἐποιήσαμεν διά τινας παρεμπτώσεις τοῦ ἀντικειμένου, ἀξιώσωμεν ἀφεθῆναι ἡμῖν. καὶ ἐκεῖνοι δέ, οἵτινες ἀρχηγοὶ στάσεως καὶ διχοστασίας ἐγενήθησαν, ὀφείλουσιν τὸ κοινὸν τῆς ἐλπίδος σκοπεῖν.","t":"Whatever sins, then, we have committed and whatever we have done through any of the assaults of the adversary, let us ask that they be forgiven us. And those who became leaders of the faction and dissension ought to look to the common ground of our hope."},"1-clement/51.2":{"o":"οἱ γὰρ μετὰ φόβου καὶ ἀγάπης πολιτευόμενοι ἑαυτοὺς θέλουσιν μᾶλλον αἰκίαις περιπίπτειν ἢ τοὺς πλησίον· μᾶλλον δὲ ἑαυτῶν κατάγνωσιν φέρουσιν ἢ τῆς παραδεδομένης ἡμῖν καλῶς καὶ δικαίως ὁμοφωνίας,","t":"For those who live in fear and love would rather fall into sufferings themselves than have their neighbors do so; and they would rather bear condemnation of themselves than of the harmony that has been handed down to us well and justly."},"1-clement/51.3":{"o":"καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων ἢ σκληρῦναι τὴν καρδίαν αὐτοῦ, καθὼς ἐσκληρύνθη ἡ καρδία τῶν στασιαζόντων πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν, ὧν τὸ κρίμα πρόδηλον ἐγενήθη,","t":"For it is better for a person to confess his transgressions than to harden his heart, as the heart of those who revolted against Moses, the servant of God, was hardened; their condemnation was made plain,"},"1-clement/51.4":{"o":"κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, καὶ θάνατος ποιμανεῖ αὐτούς.","t":"for they went down alive into Hades, and death will be their shepherd."},"1-clement/51.5":{"o":"Φαραὼ καὶ ἡ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Αἰγύπτου, τά τε ἅρματα καὶ οἱ ἀνάβαται αὐτῶν οὐ διʼ ἄλλην τινὰ αἰτίαν ἐβυθίσθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο, ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτου διὰ τοῦ θεράποντος τοῦ θεοῦ Μωῦσέως.","t":"Pharaoh and his army and all the leaders of Egypt, their chariots and their riders, were sunk into the Red Sea and perished for no other reason than that their foolish hearts were hardened after the signs and wonders had been done in the land of Egypt through Moses, the servant of God."},"1-clement/52.1":{"o":"Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων· οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ.","t":"The Master of all things, brothers, needs nothing; he requires nothing of anyone except that confession be made to him."},"1-clement/52.2":{"o":"φησὶν γὰρ ὁ ἐκλεκτὸς Δαυείδ· Ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς· ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.","t":"For the chosen David says: “I will confess to the Lord, and it will please him more than a young calf growing horns and hoofs. Let the poor see and rejoice.”"},"1-clement/52.3":{"o":"καὶ πάλιν λέγει· Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.","t":"And again he says: “Offer to God a sacrifice of praise, and pay your vows to the Most High; and call upon me in the day of your affliction, and I will deliver you, and you will glorify me.”"},"1-clement/52.4":{"o":"θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.","t":"For “a sacrifice to God is a broken spirit.”"},"1-clement/53.1":{"o":"Ἐπίστασθε γὰρ καὶ καλῶς ἐπίστασθε τὰς ἱερὰς γραφάς, ἀγαπητοί, καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ θεοῦ. πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν.","t":"For you know, and know well, the sacred scriptures, beloved, and you have looked into the oracles of God. So we write these things as a reminder."},"1-clement/53.2":{"o":"Μωῦσέως γὰρ ἀναβάντος εἰς τὸ ὄρος καὶ ποιήσαντος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐν νηστείᾳ καὶ ταπεινώσει, εἶπεν πρὸς αὐτὸν ὁ θεός· Κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, ἐποίησαν ἑαυτοῖς χωνεύματα.","t":"For when Moses went up the mountain and spent forty days and forty nights in fasting and humiliation, God said to him: “Go down quickly from here, for your people whom you brought out of the land of Egypt have acted lawlessly; they have quickly turned aside from the way you commanded them; they have made themselves cast images.”"},"1-clement/53.3":{"o":"καὶ εἶπεν κύριος πρὸς αὐτόν· Λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστιν σκληροτράχηλος· ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.","t":"And the Lord said to him: “I have spoken to you once and twice, saying, ‘I have seen this people, and behold, it is stiff-necked. Let me destroy them, and I will blot out their name from under heaven, and I will make you into a great and wonderful nation, much more than this one.’”"},"1-clement/53.4":{"o":"καὶ εἶπεν Μωϋσῆς· Μηδαμῶς, κύριε· ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.","t":"And Moses said: “Not so, Lord. Forgive this people their sin, or blot me also out of the book of the living.”"},"1-clement/53.5":{"o":"ὢ μεγάλης ἀγάπης, ὢ τελειότητος ἀνυπερβλήτου. παρρησιάζεται θεράπων πρὸς κύριον, αἰτεῖται ἄφεσιν τῷ πλήθει, ἢ καὶ ἑαυτὸν ἐξαλειφθῆναι μετʼ αὐτῶν ἀξιοῖ.","t":"O great love! O unsurpassable perfection! The servant speaks boldly to the Lord; he asks forgiveness for the multitude, or else asks that he himself be blotted out with them."},"1-clement/54.1":{"o":"Τίς οὖν ἐν ὑμῖν γενναῖος, τίς εὔσπλαγχνος, τίς πεπληροφορημένος ἀγάπης;","t":"Who, then, among you is noble, who is compassionate, who is filled with love?"},"1-clement/54.2":{"o":"εἰπάτω· Εἰ διʼ ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα, ἐκχωρῶ, ἄπειμι, οὗ ἐὰν βούλησθε, καὶ ποιῶ τὰ προστασσόμενα ὑπὸ τοῦ πλήθους· μόνον τὸ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων.","t":"Let him say: “If faction and strife and schisms have arisen because of me, I will withdraw; I will go away wherever you wish, and I will do what the congregation commands; only let the flock of Christ be at peace with its appointed presbyters.”"},"1-clement/54.3":{"o":"τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται, καὶ πᾶς τόπος δέξεται αὐτόν, τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.","t":"Whoever does this will win for himself great glory in Christ, and every place will receive him; for “the earth is the Lord's, and its fullness.”"},"1-clement/54.4":{"o":"ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ θεοῦ ἐποίησαν καὶ ποιήσουσιν.","t":"These things those who live as citizens of God's commonwealth, a citizenship never to be regretted, have done and will do."},"1-clement/55.1":{"o":"Ἵνα δὲ καὶ ὑποδείγματα ἐθνῶν ἐνέγκωμεν· πολλοὶ βασιλεῖς καὶ ἡγούμενοι, λοιμικοῦ τινος ἐνστάντος καιροῦ, χρησμοδοτηθέντες παρέδωκαν ἑαυτοὺς εἰς θάνατον, ἵνα ῥύσωνται διὰ τοῦ ἑαυτῶν αἵματος τοὺς πολίτας· πολλοὶ ἐξεχώρησαν ἰδίων πόλεων, ἵνα μὴ στασιάζωσιν ἐπὶ πλεῖον.","t":"But to bring forward examples from the Gentiles as well: many kings and rulers, when some time of plague came, instructed by oracles, have given themselves up to death, so that they might rescue their citizens through their own blood. Many have left their own cities, so that factions might not continue."},"1-clement/55.2":{"o":"ἐπιστάμεθα πολλοὺς ἐν ἡμῖν παραδεδωκότας ἑαυτοὺς εἰς δεσμά, ὅπως ἑτέρους λυτρώσονται· πολλοὶ ἑαυτοὺς παρέδωκαν εἰς δουλείαν, καὶ λαβόντες τὰς τιμὰς αὐτῶν ἑτέρους ἐψώμισαν.","t":"We know that many among us have given themselves up to prison in order to ransom others; many have sold themselves into slavery, and with the price they received have fed others."},"1-clement/55.3":{"o":"πολλαὶ γυναῖκες ἐνδυναμωθεῖσαι διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπετελέσαντο πολλὰ ἀνδρεῖα.","t":"Many women, strengthened by the grace of God, have performed many courageous deeds."},"1-clement/55.4":{"o":"Ἰουδὶθ ἡ μακαρία, ἐν συγκλεισμῷ οὔσης τῆς πόλεως, ᾐτήσατο παρὰ τῶν πρεσβυτέρων ἐαθῆναι αὐτὴν ἐξελθεῖν εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.","t":"The blessed Judith, when her city was under siege, asked the elders to let her go out into the camp of the foreigners."},"1-clement/55.5":{"o":"παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν διʼ ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκλεισμῷ, καὶ παρέδωκεν κύριος Ὀλοφέρνην ἐν χειρὶ θηλείας.","t":"So, exposing herself to danger, she went out for love of her country and of her people under siege, and the Lord delivered Holofernes into the hand of a woman."},"1-clement/55.6":{"o":"οὐχ ἧττον καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδύνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ ἔθνος τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται· διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν παντεπόπτην δεσπότην τῶν αἰώνων· ὃς ἰδὼν τὸ ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν, ὧν χάριν ἐκινδύνευσεν.","t":"No less did Esther, perfect in faith, expose herself to danger to rescue the nation of Israel when it was about to perish; for through her fasting and humiliation she entreated the all-seeing Master of the ages, who, seeing the humility of her soul, rescued the people for whose sake she had put herself at risk."},"1-clement/56.1":{"o":"Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων, ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν ἀλλὰ τῷ θελήματι τοῦ θεοῦ· οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν θεὸν καὶ τοὺς ἁγίους μετʼ οἰκτιρμῶν μνεία.","t":"Let us also, then, intercede for those who are in any transgression, that gentleness and humility may be given them, so that they may yield, not to us, but to the will of God. For in this way the remembrance of them with compassion before God and the saints will be fruitful and perfect for them."},"1-clement/56.10":{"o":"καὶ ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθήσῃ κακῶν ἐπερχομένων.","t":"and he will hide you from the scourge of the tongue, and you will not fear evils when they come."},"1-clement/56.11":{"o":"ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·","t":"You will laugh at the unjust and lawless, and you will not be afraid of wild beasts;"},"1-clement/56.12":{"o":"θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.","t":"for wild beasts will be at peace with you."},"1-clement/56.13":{"o":"εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.","t":"Then you will know that your house will be at peace, and the dwelling of your tent will not fail."},"1-clement/56.14":{"o":"γνώσῃ δέ, ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.","t":"And you will know that your seed will be many, and your children like the grass of the field."},"1-clement/56.15":{"o":"ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθʼ ὥραν συγκομισθεῖσα.","t":"And you will come to the grave like ripe grain harvested in its season, or like a heap on the threshing floor gathered at the proper time.”"},"1-clement/56.16":{"o":"βλέπετε, ἀγαπητοί, πόσος ὑπερασπισμός ἐστιν τοῖς παιδευομένοις ὑπὸ τοῦ δεσπότου· πατὴρ γὰρ ἀγαθὸς ὢν παιδεύει εἰς τὸ ἐλεηθῆναι ἡμᾶς διὰ τῆς ὁσίας παιδείας αὐτοῦ.","t":"You see, beloved, how great a protection there is for those who are disciplined by the Master; for, being a good Father, he disciplines us so that we may obtain mercy through his holy discipline."},"1-clement/56.2":{"o":"ἀναλάβωμεν παιδείαν, ἐφʼ ᾗ οὐδεὶς ὀφείλει ἀγανακτεῖν, ἀγαπητοί. ἡ νουθέτησις, ἣν ποιούμεθα εἰς ἀλλήλους, καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος· κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ θεοῦ.","t":"Let us accept correction, beloved, at which no one ought to be angry. The admonition that we give one another is good and exceedingly useful, for it unites us to the will of God."},"1-clement/56.3":{"o":"οὕτως γάρ φησιν ὁ ἅγιος λόγος· Παιδεύων ἐπαίδευσέν με ὁ κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με·","t":"For so says the holy word: “The Lord has disciplined me severely, but he has not handed me over to death."},"1-clement/56.4":{"o":"ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.","t":"For whom the Lord loves he disciplines, and he scourges every son whom he receives.”"},"1-clement/56.5":{"o":"Παιδεύσει με γάρ, φησίν, δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου.","t":"“For the righteous,” it says, “will discipline me in mercy and reprove me, but let not the oil of sinners anoint my head.”"},"1-clement/56.6":{"o":"καὶ πάλιν λέγει· Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν·","t":"And again he says: “Blessed is the man whom the Lord has reproved; do not reject the admonition of the Almighty. For he causes pain, and he restores again;"},"1-clement/56.7":{"o":"ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.","t":"he struck, and his hands healed."},"1-clement/56.8":{"o":"ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν.","t":"Six times he will deliver you from distress, and in the seventh evil will not touch you."},"1-clement/56.9":{"o":"ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε·","t":"In famine he will rescue you from death, and in war he will free you from the hand of the sword;"},"1-clement/57.1":{"o":"Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν, κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν.","t":"You, therefore, who laid the foundation of the faction, submit to the presbyters and accept discipline for repentance, bending the knees of your heart."},"1-clement/57.2":{"o":"μάθετε ὑποτάσσεσθαι, ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν· ἄμεινον γάρ ἐστιν ὑμῖν, ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι, ἢ καθʼ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ.","t":"Learn to be subject, laying aside the boastful and proud self-will of your tongue; for it is better for you to be found small but esteemed in the flock of Christ than to seem preeminent and be cast out from his hope."},"1-clement/57.3":{"o":"οὕτως γὰρ λέγει ἡ πανάρετος σοφία· Ἰδού, προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.","t":"For thus says the all-virtuous Wisdom: “Behold, I will pour out for you a saying of my breath, and I will teach you my word."},"1-clement/57.4":{"o":"ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε· τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία.","t":"Since I called and you did not listen, and I held out words and you paid no attention, but made my counsels void and disobeyed my reproofs, therefore I too will laugh at your destruction and rejoice when ruin comes upon you, and when tumult comes upon you suddenly, and destruction arrives like a whirlwind, or when affliction and siege come upon you."},"1-clement/57.5":{"o":"ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.","t":"For it will be that when you call upon me, I will not listen to you. The wicked will seek me and will not find me. For they hated wisdom and did not choose the fear of the Lord, nor were they willing to heed my counsels, but they mocked my reproofs."},"1-clement/57.6":{"o":"τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·","t":"Therefore they will eat the fruits of their own way and be filled with their own ungodliness."},"1-clement/57.7":{"o":"ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.","t":"For because they wronged the simple, they will be slain, and inquiry will destroy the ungodly; but the one who listens to me will dwell in hope with confidence and will be at rest without fear of any evil.”"},"1-clement/58.1":{"o":"Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ τὸ ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὄνομα.","t":"Let us therefore obey his all-holy and glorious name, escaping the threats spoken by Wisdom against the disobedient, so that we may dwell in confidence in the most holy name of his majesty."},"1-clement/58.2":{"o":"δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ζῇ γὰρ ὁ θεὸς καὶ ζῇ ὁ κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετʼ ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σωζομένων διὰ Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐστὶν αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"Accept our counsel, and you will have nothing to regret. For as God lives, and as the Lord Jesus Christ lives, and the Holy Spirit, the faith and hope of the elect, whoever with humility and eager gentleness keeps without regret the ordinances and commandments given by God will be enrolled and counted among the number of those who are saved through Jesus Christ, through whom be glory to him forever and ever. Amen."},"1-clement/59.1":{"o":"Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπʼ αὐτοῦ διʼ ἡμῶν εἰρημένοις, γινωσκέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν.","t":"But if some disobey what has been said by him through us, let them know that they will entangle themselves in transgression and no small danger."},"1-clement/59.2":{"o":"ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας καὶ αἰτησόμεθα ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος αὐτοῦ,","t":"But we shall be innocent of this sin, and we shall ask, making earnest prayer and supplication, that the Creator of all things may keep unbroken the number of his elect that has been counted in the whole world, through his beloved Servant Jesus Christ, through whom he called us from darkness to light, from ignorance to the knowledge of the glory of his name,"},"1-clement/59.3":{"o":"... ἐλπίζειν ἐπὶ τὸ ἀρχεγόνον πάσης κτίσεως ὄνομά σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν σε τὸν μόνον ὕψιστον ἐν ὑψίστοις, ἅγιον ἐν ἁγίοις ἀναπαυόμενον, τὸν ταπεινοῦντα ὕβριν ὑπερηφάνων, τὸν διαλύοντα λογισμοὺς ἐθνῶν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦντα, τὸν πλουτίζοντα καὶ πτωχίζοντα, τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα, μόνον εὑρέτην πνευμάτων καὶ θεὸν πάσης σαρκός· τὸν ἐπιβλέποντα ἐν τοῖς ἀβύσσοις, τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων, τὸν τῶν κινδυνευόντων βοηθόν, τὸν τῶν ἀπηλπισμένων σωτῆρα, τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον· τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου, διʼ οὗ ἡμᾶς ἐπαίδευσας, ἡγίασας, ἐτίμησας·","t":"[grant us, Lord,] to hope on your name, the source of all creation; open the eyes of our heart to know you, who alone are Highest among the highest, Holy resting among the holy; who humble the insolence of the proud, who destroy the reasonings of the nations, who set the lowly on high and bring low the lofty, who make rich and make poor, who kill and make alive, the only finder of spirits and God of all flesh; who look into the abysses, the overseer of human works, the helper of those in danger, the Savior of those in despair, the Creator and Overseer of every spirit; who multiply the nations on the earth and have chosen from them all those who love you through Jesus Christ, your beloved Servant, through whom you have instructed us, sanctified us, and honored us."},"1-clement/59.4":{"o":"ἀξιοῦμέν σε, δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν. τοὺς ἐν θλίψει ἡμῶν σῶσον, τοὺς ταπεινοὺς ἐλέησον, τοὺς πεπτωκότας ἔγειρον, τοῖς δεομένοις ἐπιφάνηθι, τοὺς ἀσθενεῖς ἴασαι, τοὺς πλανωμένους τοῦ λαοῦ σου ἐπίστρεψον· χόρτασον τοὺς πεινῶντας, λύτρωσαι τοὺς δεσμίους ἡμῶν, ἐξανάστησον τοὺς ἀσθενοῦντας, παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας· γνώτωσάν σε ἅπαντα τὰ ἔθνη, ὅτι σὺ εἶ ὁ θεὸς μόνος καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου καὶ ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου.","t":"We ask you, Master, to be our helper and protector. Save those of us who are in affliction; have mercy on the lowly; raise the fallen; show yourself to those in need; heal the sick; turn back those of your people who are going astray; feed the hungry; ransom our prisoners; raise up the weak; comfort the fainthearted. Let all the nations know that you are the only God, and Jesus Christ is your Servant, and we are your people and the sheep of your pasture."},"1-clement/6.1":{"o":"Τούτοις τοῖς ἀνδράσιν ὁσίως πολιτευσαμένοις συνηθροίσθη πολὺ πλῆθος ἐκλεκτῶν, οἵτινες πολλαῖς αἰκίαις καὶ βασάνοις διὰ ζῆλος παθόντες ὑπόδειγμα κάλλιστον ἐγένοντο ἐν ἡμῖν.","t":"To these men who lived holy lives there was gathered a great multitude of the elect, who suffered many indignities and tortures because of jealousy and became a most noble example among us."},"1-clement/6.2":{"o":"διὰ ζῆλος διωχθεῖσαι γυναῖκες Δαναΐδες καὶ Δίρκαι, αἰκίσματα δεινὰ καὶ ἀνόσια παθοῦσαι, ἐπὶ τὸν τῆς πίστεως βέβαιον δρόμον κατήντησαν καὶ ἔλαβον γέρας γενναῖον αἱ ἀσθενεῖς τῷ σώματι.","t":"Because of jealousy women were persecuted as Danaids and Dircae; having suffered terrible and unholy indignities, they reached the secure goal in the race of faith and received a noble prize, though weak in body."},"1-clement/6.3":{"o":"ζῆλος ἀπηλλοτρίωσεν γαμετὰς ἀνδρῶν καὶ ἠλλοίωσεν τὸ ῥηθὲν ὑπὸ τοῦ πατρὸς ἡμῶν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.","t":"Jealousy has estranged wives from their husbands and changed what was said by our father Adam: “This now is bone of my bones and flesh of my flesh.”"},"1-clement/6.4":{"o":"ζῆλος καὶ ἔρις πόλεις μεγάλας κατέστρεψεν καὶ ἔθνη μεγάλα ἐξερίζωσεν.","t":"Jealousy and strife have overthrown great cities and uprooted great nations."},"1-clement/60.1":{"o":"Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας· σύ, κύριε, τὴν οἰκουμένην ἔκτισας, ὁ πιστὸς ἐν πάσαις ταῖς γενεαῖς, δίκαιος ἐν τοῖς κρίμασιν, θαυμαστὸς ἐν ἰσχύϊ καὶ μεγαλοπρεπείᾳ, ὁ σοφὸς ἐν τῷ κτίζειν καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι, ὁ ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ, ἐλεῆμον καὶ οἰκτίρμον, ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας.","t":"For you, through your works, have made manifest the everlasting structure of the world. You, Lord, created the earth, you who are faithful in all generations, righteous in your judgments, marvelous in strength and majesty, wise in creating and prudent in establishing what exists, good in what is seen and kind to those who trust in you; merciful and compassionate, forgive us our lawless deeds and our unrighteousness and our transgressions and our faults."},"1-clement/60.2":{"o":"μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν, ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας πορεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν.","t":"Do not reckon every sin of your servants and handmaids, but cleanse us with the cleansing of your truth, and direct our steps to walk in holiness of heart and to do what is good and pleasing before you and before our rulers."},"1-clement/60.3":{"o":"ναί, δέσποτα, ἐπίφανον τὸ πρόσωπόν σου ἐφʼ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ, εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως.","t":"Yes, Master, make your face shine upon us for good in peace, that we may be sheltered by your mighty hand and delivered from every sin by your uplifted arm; and deliver us from those who hate us unjustly."},"1-clement/60.4":{"o":"δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν, ἐπικαλουμένων σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ, ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου, τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς.","t":"Give concord and peace to us and to all who dwell on the earth, as you gave to our fathers when they called on you in holiness, in faith and truth, that we may be obedient to your almighty and glorious name, and to our rulers and governors on earth."},"1-clement/61.1":{"o":"Σύ, δέσποτα, ἔδωκας τὴν ἐξουσίαν τῆς βασιλείας αὐτοῖς διὰ τοῦ μεγαλοπρεποῦς καὶ ἀνεκδιηγήτου κράτους σου, εἰς τὸ γινώσκοντας ἡμᾶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην δόξαν καὶ τιμὴν ὑποτάσσεσθαι αὐτοῖς, μηδὲν ἐναντιουμένους τῷ θελήματί σου· οἷς δός, κύριε, ὑγίειαν, εἰρήνην, ὁμόνοιαν, εὐστάθειαν, εἰς τὸ διέπειν αὐτοὺς τὴν ὑπὸ σοῦ δεδομένην αὐτοῖς ἡγεμονίαν ἀπροσκόπως.","t":"You, Master, have given them the authority of kingship through your magnificent and indescribable power, so that we, knowing the glory and honor given them by you, may submit to them, in no way opposing your will. Grant them, Lord, health, peace, concord, and stability, so that they may administer without offense the government you have given them."},"1-clement/61.2":{"o":"σὺ γάρ, δέσποτα ἐπουράνιε, βασιλεῦ τῶν αἰώνων, δίδως τοῖς υἱοῖς τῶν ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐξουσίαν τῶν ἐπὶ τῆς γῆς ὑπαρχόντων· σύ, κύριε, διεύθυνον τὴν βουλὴν αὐτῶν κατὰ τὸ καλὸν καὶ εὐάρεστον ἐνώπιόν σου, ὅπως διέποντες ἐν εἰρήνῃ καὶ πραΰτητι εὐσεβῶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην ἐξουσίαν ἵλεώ σου τυγχάνωσιν.","t":"For you, heavenly Master, King of the ages, give to the sons of men glory and honor and authority over the things on the earth. Direct, Lord, their counsel according to what is good and pleasing before you, so that, administering in peace and gentleness with godliness the authority given them by you, they may find you merciful."},"1-clement/61.3":{"o":"ὁ μόνος δυνατὸς ποιῆσαι ταῦτα καὶ περισσότερα ἀγαθὰ μεθʼ ἡμῶν, σοὶ ἐξομολογούμεθα διὰ τοῦ ἀρχιερέως καὶ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ σοι ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ νῦν καὶ εἰς γενεὰν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"You who alone are able to do these things and far greater good things for us, we praise you through the high priest and guardian of our souls, Jesus Christ, through whom be the glory and majesty to you both now and to all generations and forever and ever. Amen."},"1-clement/62.1":{"o":"Περὶ μὲν τῶν ἀνηκόντων τῇ θρησκείᾳ ἡμῶν καὶ τῶν ὠφελιμωτάτων εἰς ἐνάρετον βίον τοῖς θέλουσιν εὐσεβῶς καὶ δικαίως διευθύνειν, ἱκανῶς ἐπεστείλαμεν ὑμῖν, ἄνδρες ἀδελφοί.","t":"Concerning the things that befit our religion and are most helpful for a virtuous life, for those who wish to direct their lives in godliness and righteousness, we have written to you sufficiently, men and brothers."},"1-clement/62.2":{"o":"περὶ γὰρ πίστεως καὶ μετανοίας καὶ γνησίας ἀγάπης καὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ ὑπομονῆς πάντα τόπον ἐψηλαφήσαμεν, ὑπομιμνήσκοντες δεῖν ὑμᾶς ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ μακροθυμίᾳ τῷ παντοκράτορι θεῷ ὁσίως εὐαρεστεῖν, ὁμονοοῦντας ἀμνησικάκως ἐν ἀγάπῃ καὶ εἰρήνῃ μετὰ ἐκτενοῦς ἐπιεικείας, καθὼς καὶ οἱ προδεδηλωμένοι πατέρες ἡμῶν εὐηρέστησαν ταπεινοφρονοῦντες τὰ πρὸς τὸν πατέρα καὶ κτίστην θεὸν καὶ πάντας ἀνθρώπους.","t":"For we have touched on every topic concerning faith and repentance and genuine love and self-control and sobriety and patience, reminding you that you must please almighty God in righteousness and truth and long-suffering, living in concord without malice, in love and peace with eager gentleness, just as our fathers, of whom we have spoken, pleased him, being humble-minded toward God the Father and Creator and toward all people."},"1-clement/62.3":{"o":"καὶ ταῦτα τοσούτῳ ἥδιον ὑπεμνήσαμεν, ἐπειδὴ σαφῶς ᾔδειμεν γράφειν ἡμᾶς ἀνδράσιν πιστοῖς καὶ ἐλλογιμωτάτοις καὶ ἐγκεκυφόσιν εἰς τὰ λόγια τῆς παιδείας τοῦ θεοῦ.","t":"And we have reminded you of these things all the more gladly because we knew clearly that we were writing to men who are faithful and highly esteemed and have looked into the oracles of God's instruction."},"1-clement/63.1":{"o":"Θεμιτὸν οὖν ἐστὶν τοῖς τοιούτοις καὶ τοσούτοις ὑποδείγμασιν προσελθόντας ὑποθεῖναι τὸν τράχηλον καὶ τὸν τῆς ὑπακοῆς τόπον ἀναπληρῶσαι, ὅπως ἡσυχάσαντες τῆς ματαίας στάσεως ἐπὶ τὸν προκείμενον ἡμῖν ἐν ἀληθείᾳ σκοπὸν δίχα παντὸς μώμου καταντήσωμεν.","t":"It is right, therefore, that we who have come to such great and numerous examples should bow our necks and take the place of obedience, so that, ceasing from the vain faction, we may attain the goal set before us in truth, free from all blame."},"1-clement/63.2":{"o":"χαρὰν γὰρ καὶ ἀγαλλίασιν ἡμῖν παρέξετε, ἐὰν ὑπήκοοι γενόμενοι τοῖς ὑφʼ ἡμῶν γεγραμμένοις διὰ τοῦ ἁγίου πνεύματος ἐκκόψητε τὴν ἀθέμιτον τοῦ ζήλους ὑμῶν ὀργὴν κατὰ τὴν ἔντευξιν, ἣν ἐποιησάμεθα περὶ εἰρήνης καὶ ὁμονοίας ἐν τῇδε τῇ ἐπιστολῇ.","t":"For you will give us joy and gladness if you obey what we have written through the Holy Spirit and root out the lawless anger of your jealousy, according to the appeal for peace and concord that we have made in this letter."},"1-clement/63.3":{"o":"ἐπέμψαμεν δὲ ἄνδρας πιστοὺς καὶ σώφρονας ἀπὸ νεότητος ἀναστραφέντας ἕως γήρους ἀμέμπτως ἐν ἡμῖν, οἵτινες καὶ μάρτυρες ἔσονται μεταξὺ ὑμῶν καὶ ἡμῶν.","t":"We have sent faithful and prudent men who have lived among us blamelessly from youth to old age, who will also be witnesses between you and us."},"1-clement/63.4":{"o":"τοῦτο δὲ ἐποιήσαμεν, ἵνα εἰδῆτε, ὅτι πᾶσα ἡμῖν φροντὶς καὶ γέγονεν καὶ ἔστιν εἰς τὸ ἐν τάχει ὑμᾶς εἰρηνεῦσαι.","t":"We have done this so that you may know that our whole concern has been and is that you may quickly be at peace."},"1-clement/64.1":{"o":"Λοιπὸν ὁ παντεπόπτης θεὸς καὶ δεσπότης τῶν πνευμάτων καὶ κύριος πάσης σαρκός, ὁ ἐκλεξάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ ἡμᾶς διʼ αὐτοῦ εἰς λαὸν περιούσιον, δῴη πάσῃ ψυχῇ ἐπικεκλημένῃ τὸ μεγαλοπρεπὲς καὶ ἅγιον ὄνομα αὐτοῦ πίστιν, φόβον, εἰρήνην, ὑπομονὴν καὶ μακροθυμίαν, ἐγκράτειαν, ἁγνείαν, σωφροσύνην, εἰς εὐαρέστησιν τῷ ὀνόματι αὐτοῦ διὰ τοῦ ἀρχιερέως καὶ προστάτου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ αὐτῷ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ τιμή, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.","t":"Finally, may the all-seeing God and Master of spirits and Lord of all flesh, who chose the Lord Jesus Christ and us through him to be his own special people, grant to every soul that has called upon his magnificent and holy name faith, fear, peace, patience and long-suffering, self-control, purity, and sobriety, so that they may be well pleasing to his name, through our high priest and guardian Jesus Christ, through whom be glory and majesty, might and honor to him, both now and forever and ever. Amen."},"1-clement/65.1":{"o":"Τοὺς δὲ ἀπεσταλμένους ἀφʼ ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Οὐαλέριον Βίτωνα σὺν καὶ Φορτουνάτῳ ἐν εἰρήνῃ μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς, ὅπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθήτην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλλωσιν, εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν.","t":"Send back to us quickly, in peace and with joy, our envoys Claudius Ephebus and Valerius Bito, together with Fortunatus, so that they may report the sooner the peace and concord we pray and long for, so that we too may the more quickly rejoice over your good order."},"1-clement/65.2":{"o":"Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν καὶ μετὰ πάντων πανταχῆ τῶν κεκλημένων ὑπὸ τοῦ θεοῦ διʼ αὐτοῦ, διʼ οὗ αὐτῷ δόξα, τιμή, κράτος καὶ μεγαλωσύνη, θρόνος αἰώνιος, ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἐπιστολὴ τῶν Ῥωμαίων πρὸς τοὺς Κορινθίους.","t":"The grace of our Lord Jesus Christ be with you and with all everywhere who have been called by God through him, through whom be glory, honor, might and majesty, an eternal throne, to him, from the ages to the ages of ages. Amen. [The letter of the Romans to the Corinthians.]"},"1-clement/7.1":{"o":"Ταῦτα, ἀγαπητοί, οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν, ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες· ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι, καὶ ὁ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται.","t":"We write these things, beloved, not only to admonish you but also to remind ourselves; for we are in the same arena, and the same contest lies before us."},"1-clement/7.2":{"o":"διὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας, καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα,","t":"Therefore let us leave behind empty and vain concerns, and let us come to the glorious and venerable rule of our tradition;"},"1-clement/7.3":{"o":"καὶ ἴδωμεν, τί καλὸν καὶ τί τερπνὸν καὶ τί προσδεκτὸν ἐνώπιον τοῦ ποιήσαντος ἡμᾶς.","t":"and let us see what is good and what is pleasing and what is acceptable in the sight of him who made us."},"1-clement/7.4":{"o":"ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν, ὡς ἔστιν τίμιον τῷ πατρὶ αὐτοῦ, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑπήνεγκεν.","t":"Let us fix our eyes on the blood of Christ and know how precious it is to his Father, because, poured out for our salvation, it brought the grace of repentance to the whole world."},"1-clement/7.5":{"o":"διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν ὁ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπʼ αὐτόν.","t":"Let us go through all the generations and learn that in generation after generation the Master has given opportunity for repentance to those who wished to turn to him."},"1-clement/7.6":{"o":"Νῶε ἐκήρυξεν μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν.","t":"Noah preached repentance, and those who obeyed were saved."},"1-clement/7.7":{"o":"Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν· οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καίπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες.","t":"Jonah preached destruction to the Ninevites; but they, repenting of their sins, appeased God by their supplications and received salvation, even though they were strangers to God."},"1-clement/8.1":{"o":"Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν.","t":"The ministers of the grace of God spoke about repentance through the Holy Spirit."},"1-clement/8.2":{"o":"καὶ αὐτὸς δὲ ὁ δεσπότης τῶν ἁπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκου· Ζῶ γὰρ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, προστιθεὶς καὶ γνώμην ἀγαθήν·","t":"And the Master of all things himself spoke about repentance with an oath: “As I live, says the Lord, I do not desire the death of the sinner so much as his repentance,” adding also a gracious word:"},"1-clement/8.3":{"o":"Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπὸ τῆς ἀνομίας ὑμῶν· εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ μου. Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου, καὶ ἐπιστραφῆτε πρός με ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε· Πάτερ· ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου.","t":"“Repent, house of Israel, from your lawlessness. Say to the children of my people: Though your sins reach from the earth to heaven, and though they be redder than scarlet and blacker than sackcloth, and you turn to me with all your heart and say, ‘Father,’ I will listen to you as to a holy people.”"},"1-clement/8.4":{"o":"καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως· Λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.","t":"And in another place he says this: “Wash and become clean; remove the wickedness from your souls before my eyes. Cease from your wickedness, learn to do good, seek justice, rescue the wronged, defend the orphan, and vindicate the widow. And come, let us reason together, says the Lord; and though your sins be like crimson, I will make them white as snow; and though they be like scarlet, I will make them white as wool. And if you are willing and listen to me, you shall eat the good things of the land; but if you are not willing and do not listen to me, a sword will devour you; for the mouth of the Lord has spoken these things.”"},"1-clement/8.5":{"o":"πάντας οὖν τοὺς ἀγαπητοὺς αὐτοῦ βουλόμενος μετανοίας μετασχεῖν ἐστήριξεν τῷ παντοκρατορικῷ βουλήματι αὐτοῦ.","t":"So, wishing all his beloved to share in repentance, he established it by his almighty will."},"1-clement/9.1":{"o":"Διὸ ὑπακούσωμεν τῇ μεγαλοπρεπεῖ καὶ ἐνδόξῳ βουλήσει αὐτοῦ, καὶ ἱκέται γενόμενοι τοῦ ἐλέους καὶ τῆς χρηστότητος αὐτοῦ προσπέσωμεν καὶ ἐπιστρέψωμεν ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀπολιπόντες τὴν ματαιοπονίαν τήν τε ἔριν καὶ τὸ εἰς θάνατον ἄγον ζῆλος.","t":"Therefore let us obey his magnificent and glorious will, and, becoming suppliants of his mercy and kindness, let us fall down before him and turn to his compassion, abandoning the fruitless toil and the strife and the jealousy that leads to death."},"1-clement/9.2":{"o":"ἀτενίσωμεν εἰς τοὺς τελείως λειτουργήσαντας τῇ μεγαλοπρεπεῖ δόξῃ αὐτοῦ.","t":"Let us fix our eyes on those who have served his magnificent glory perfectly."},"1-clement/9.3":{"o":"λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ οὐχ εὑρέθη αὐτοῦ θάνατος.","t":"Let us take Enoch, who, being found righteous in obedience, was translated, and his death was never found."},"1-clement/9.4":{"o":"Νῶε πιστὸς εὑρεθεὶς διὰ τῆς λειτουργίας αὐτοῦ παλιγγενεσίαν κόσμῳ ἐκήρυξεν, καὶ διέσωσεν διʼ αὐτοῦ ὁ δεσπότης τὰ εἰσελθόντα ἐν ὁμονοίᾳ ζῶα εἰς τὴν κιβωτόν.","t":"Noah, being found faithful, preached a new birth to the world through his ministry, and through him the Master saved the living creatures that entered the ark in concord."}}